Scaife ATLAS

CTS Library / Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον (7-9)

urn:cts:greekLit:tlg2003.tlg002.perseus-grc2:7-9
Refs {'start': {'reference': '7', 'human_reference': 'Section 7'}, 'end': {'reference': '9', 'human_reference': 'Section 9'}}
Ancestors []
Children []
prev
plain textXML
next

Εἰ δέ τις ἄρα ἐκείνων ἐπακούειν ποθεῖ, ὅπως μὲν ἐκ Μακεδονίας ἐκαλεῖτο μετὰ τῆς μητρὸς νύμφη,

v.1.p.296
τίς δὲ ἦν τῆς πομπῆς τρόπος, ἁρμάτων καὶ ἵππων καὶ ὀχημάτων παντοδαπῶν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ μετὰ τῆς ἀρίστης τέχνης εἰργασμένων, ἴστω παιδικῶν σφόδρα ἀκουσμάτων
111a
ἐπιθυμῶν· καθάπερ γὰρ οἶμαι κιθαρῳδοῦ τινος δεξιοῦ τὴν τέχνην· ἔστω δέ, εἰ βούλει, Τέρπανδρος οὗτος Μηθυμναῖος ἐκεῖνος, ὃν δὴ λόγος ἔχει δαιμονίᾳ πομπῇ χρησάμενον φιλομουσοτέρου τοῦ δελφῖνος τυχεῖν τῶν ξυμπλεόντων, καὶ ἐπὶ τὴν Λακωνικὴν ἄκραν κομισθῆναι· ἔθελγε γὰρ οἶμαι τοὺς δυστυχεῖς ναύτας ὅσα ἐκεῖνος ἀπὸ τῆς τέχνης εἰργάσατο, αὐτῆς δὲ ἐκείνης ὑπερεώρων καὶ
111b
οὐδεμίαν ὤραν ἐποιοῦντο τῆς μουσικῆς· εἰ δὴ οὖν τις τοῖν ἀνδροῖν ἐκείνοιν τὸν κράτιστον ἐπιλεξάμενος καὶ ἀποδοὺς τὸν περὶ τὸ σῶμα κόσμον τῇ τέχνῃ πρέποντα εἶτα ἐς θέατρον παραγάγοι παντοδαπῶν ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων φύσει τε καὶ ἡλικίᾳ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι διαφερόντων, οὐκ ἂν οἴεσθε τοὺς μὲν παῖδας καὶ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁπόσοι τοιοῦτοι εἰς τὴν ἐσθῆτα καὶ τὴν κιθάραν ἀποβλέποντας ἐκπεπλῆχθαι δεινῶς πρὸς τὴν ὄψιν, τῶν ἀνδρῶν δὲ τοὺς ἀμαθεστέρους καὶ γυναικῶν πλὴν σφόδρα
111c
ὀλίγων ἅπαν τὸ πλῆθος ἡδονῇ καὶ λύπῃ κρίνειν τὰ κρούματα, μουσικὸν δὲ ἄνδρα, τοὺς νόμους ἐξεπιστάμενον τῆς τέχνης, οὔτε μιγνύμενα τὰ μέλη τῆς ἡδονῆς χάριν φαύλως ἀνέχεσθαι, δυσχεραίνειν τε καὶ εἰ τοὺς τρόπους τῆς μουσικῆς διαφθείροι
v.1.p.298
καὶ εἰ ταῖς ἁρμονίαις μὴ δεόντως χρῷτο μηδὲ ἑπομένως τοῖς νόμοις τῆς ἀληθινῆς καὶ θείας μουσικῆς; ὁρῶν δὲ ἐμμένοντα τοῖς νομισθεῖσι καὶ
111d
οὐ κίβδηλον ἡδονήν, καθαρὰν δὲ καὶ ἀκήρατον τοῖς θεαταῖς ἐνεργασάμενον ἄπεισι τοῦτον ἐπαινῶν καὶ ἐκπληττόμενος, ὅτι δὴ σὺν τέχνῃ μηδὲν ἀδικῶν τὰς Μούσας τῷ θεάτρῳ ξυγγέγονε. τὸν δὲ τὴν ἁλουργίδα καὶ τὴν κιθάραν ἐπαινοῦντα ληρεῖν οἴεται καὶ ἀνοηταίνειν· καὶ εἰ διὰ πλείονων τὰ τοιαῦτα διηγεῖται, λέξει τε ἡδίστῃ κοσμῶν καὶ ἐπιλεαίνων τὸ φαῦλον καὶ ἀγεννὲς τῶν διηγημάτων,
112a
γελοιότερον νομίζει τῶν ἀποτορνεύειν τὰς κέγχρους ἐπιχειρούντων, καθάπερ οἶμαι φασὶ τὸν Μυρμηκίδην ἀντιταττόμενον τῇ Φειδίου τέχνῃ.

οὔκουν οὐδὲ ἡμεῖς ἑκόντες αὑτοὺς ταύταις ὑποθήσομεν ταῖς αἰτίαις, ἱματίων πολυτελῶν καὶ δώρων παντοίων ὅρμων τε καὶ στεφάνων κατάλογον τῶν ἐκ βασιλέως μακρόν τινα τοῦτον ᾄδοντες, οὐδὲ ὡς ἀπήντων οἱ δῆμοι δεξιούμενοι καὶ χαίροντες, οὐδὲ ὅσα κατὰ τὴν ὁδὸν ἐκείνην λαμπρὰ

112b
καὶ ζηλωτὰ γέγονε καὶ ἐνομίσθη. ἀλλʼ ἐπειδὴ τῶν βασιλείων εἴσω παρῆλθε καὶ τῆς ἐπωνυμίας ταύτης ἠξιώθη, τί πρῶτον ἔργον ἐκείνης γέγονε, καὶ αὖθις δεύτερον, καὶ ἐπʼ αὐτῷ τρίτον, καὶ πολλὰ δὴ μάλα τὸ ἐντεῦθεν; οὐ γάρ, εἰ σφόδρα λέγειν ἐθέλοιμι καὶ μακρὰς ὑπὲρ τούτων βίβλους ξυντιθέναι, ἀρκέσειν ὑπολαμβάνω τῷ πλήθει τῶν ἔργων, ὅσα ἐκείνῃ φρόνησιν καὶ πρᾳότητα καὶ
v.1.p.300
σωφροσύνην καὶ φιλανθρωπίαν ἐπιείκειάν τε καὶ
112c
ἐλευθεριότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐξεμαρτύρησε λαμπρότερον, νῦν παρὼν περὶ αὐτῆς λόγος δηλοῦν ἐπιχειρεῖ καὶ ἐκδιδάσκειν τοὺς πάλαι διὰ τῶν ἔργων ἐγνωκότας. οὐ μὴν ἐπειδὴ ἐκεῖνο δυσχερές, μᾶλλον δὲ ἀδύνατον ἐφάνη, πάντελῶς ἄξιον ὑπὲρ ἁπάντων ἀποσιωπῆσαι, πειρᾶσθαι δὲ εἰς δύναμιν φράζειν ὑπὲρ αὐτῶν καὶ τῆς μὲν φρονήσεως ποιεῖσθαι σημεῖον καὶ τῆς ἄλλης ἀρετῆς πάσης, ὅτι τὸν γήμαντα διέθηκεν οὕτω περὶ αὑτήν, ὥσπερ οὖν ἄξιον γυναῖκα καλὴν καὶ γενναίαν.

Ὥστε ἔγωγε τῆς Πηνελόπης πολλὰ καὶ ἄλλα

112d
νομίσας ἐπαίνων ἄξια τοῦτο ἐν τοῖς μάλιστα θαυμάζω, ὅτι δὴ τὸν ἄνδρα λίαν ἔπειθε στέργειν καὶ ἀγαπᾶν αὑτὴν ὑπερορῶντα μέν, ὡς φασί, δαιμονίων γάμων, ἀτιμάζοντα δὲ οὐ μεῖον τὴν τῶν Φαιάκων ξυγγένειαν. Καίτοι γε εἶχον αὐτοῦ πᾶσαι ἐρωτικῶς, Καλυψὼ καὶ Κίρκη καὶ Ναυσικάα· καὶ ἦν αὐταῖς τὰ βασίλεια πάγκαλα,
113a
κήπων τινῶν καὶ παραδείσων ἐν αὐτοῖς πεφυτευμένων μάλα ἀμφιλαφέσι καὶ κατασκίοις τοῖς δένδρεσι, λειμῶνές τε ἄνθεσι ποικίλοις καὶ μαλακῇ τῇ πόᾳ βρύοντες·
Κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ·
καὶ ἐτεθήλει περὶ τὴν οἰκίαν ἡμερὶς ἡβώωσα σταφυλῆς οἶμαι τῆς γενναίας, βριθομένη τοῖς βότρυσι· καὶ παρὰ τοῖς Φαίαξιν ἕτερα τοιαῦτα,
113b
πλὴν ὅσῳ πολυτελέστερα, ἅτε οἶμαι ποιητὰ ξὺν τέχνῃ, τῆς τῶν αὐτοφυῶν ἔλαττον μετεῖχε χάριτος καὶ ἧττον εἶναι ἐδόκει ἐκείνων ἐράσμια. τῆς
v.1.p.302
τρυφῆς δὲ αὖ καὶ τοῦ πλούτου καὶ προσέτι τῆς περὶ τὰς νήσους ἐκείνας εἰρήνης καὶ ἡσυχίας τίνα οὐκ ἂν ἡττηθῆναι δοκεῖτε τοσούτους ἀνατλάντα πόνους καὶ κινδύνους καὶ ἔτι ὑφορώμενον δεινότερα πείσεσθαι, τὰ μὲν ἐν θαλάττῃ τὰ δὲ ἐπὶ τῆς οἰκίας
113c
αὐτῆς, πρὸς ἑκατὸν νεανίσκους ἡβῶντας εὖ μάλα μόνον ἀγωνίζεσθαι μέλλοντα, ὅπερ οὐδὲ ἐν Τροίᾳ ἐκείνῳ ποτὲ συνηνέχθη; εἴ τις οὖν ἔροιτο τὸν Ὀδυσσέα παίζων ὧδέ πως· τί ποτε, σοφώτατε ῥῆτορ στρατηγὲ τι χρή σε ὀνομάζειν, τοσούτους ἑκὼν ὑπέμεινας πόνους, ἐξὸν εἶναι ὄλβιον καὶ εὐδαίμονα, τυχὸν δὲ καὶ ἀθάνατον εἴ τι χρὴ ταῖς ἐπαγγελίαις Καλυψοῦς πιστεύειν, σὺ δὲ ἑλόμενος τὰ χείρω πρὸ τῶν βελτιόνων τοσούτους σαυτῷ προστέθεικας πόνους, οὐδὲ ἐν τῇ Σχερίᾳ
113d
καταμεῖναι ἐθελήσας, ἐξὸν ἐκεῖ που παυσάμενον τῆς πλάνης καὶ τῶν κινδύνων ἀπηλλάχθαι· σὺ δὲ ἡμῖν ἐπὶ τῆς οἰκίας ἔγνως στρατεύεσθαι καὶ ἄθλους δή τινας καὶ ἀποδημίαν ἑτέραν ἐκτελεῖν οὔτι τῆς πρόσθεν, ὥς γε τὸ εἰκὸς ἀπονωτέραν οὐδὲ κουφοτέραν. τί δὴ οὖν οἴεσθε πρὸς ταῦτα ἐκεῖνον εἰπεῖν ἔχειν; ἆρʼ οὐχ ὅτι τῇ Πηνελόπῃ συνεῖναι ἐθέλων τοὺς ἄθλους αὐτῇ καὶ τὰς στρατείας χαρίεντα διηγήματα φέρειν ὑπέλαβε; ταῦτά τοι καὶ τὴν μητέρα πεποίηκεν αὐτῷ
114a
παραινοῦσαν μεμνῆσθαι πάντων, ὧν τε εἶδε θεαμάτων καὶ ὧν ἤκουσεν ἀκουσμάτων,
ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί,
v.1.p.304
φησίν. δὲ οὐδενὸς ἐπιλαθόμενος, ἐπειδὴ πρῶτον ἀφίκετο καὶ τῶν μειρακίων τῶν ἐπὶ τὰ βασίλεια κωμαζόντων ἐκράτει ξὺν δίκῃ, πάντα ἀθρόως αὐτῇ διηγεῖτο, ὅσα τε ἔδρασε καὶ ὅσα ἀνέτλη, καὶ εἰ δή τι ἄλλο ὑπὸ τῶν χρησμῶν ἀναπειθόμενος ἐκτελεῖν διενοεῖτο· ἀπόρρητον δὲ ἐποιεῖτο πρὸς αὐτὴν
114b
οὐδὲ ἕν, ἀλλʼ ἠξίου κοινωνὸν γίγνεσθαι τῶν βουλευμάτων καὶ ,τι πρακτέον εἴη συννοεῖν καὶ συνεξευρίσκειν. ἆρα τοῦτο ὑμῖν τῆς Πηνελόπης ὀλίγον ἐγκώμιον δοκεῖ, ἤδη τις ἄλλη τὴν ἐκείνης ἀρετὴν ὑπερβαλλομένη γαμετή τε οὖσα βασιλέως ἀνδρείου καὶ μεγαλοψύχου καὶ σώφρονος τοσαύτην εὔνοιαν ἐνεποίησεν αὑτῆς
114c
τῷ γήμαντι, συγκερασαμένη τῇ παρὰ τῶν ἐρώτων ἐπιπνεομένῃ φιλίᾳ τὴν ἐκ τῆς ἀρετῆς καθάπερ ῥεῦμα θεῖον ἐπιφερομένην ταῖς ἀγαθαῖς καὶ γενναίαις ψυχαῖς; δύο γὰρ δὴ τώδε τινὲ πίθω φιλίας ἔστον, ὧν ἥδε κατʼ ἴσον ἀρυσαμένη βουλευμάτων τε αὐτῷ γέγονε κοινωνὸς καὶ πρᾷον ὄντα φύσει τὸν βασιλέα καὶ χρηστὸν καὶ εὐγνώμονα πρὸς πέφυκε παρακαλεῖ μᾶλλον πρεπόντως καὶ πρὸς συγγνώμην τὴν δίκην τρέπει. ὥστε οὐκ ἄν τις εἰπεῖν ἔχοι, ὅτῳ γέγονεν βασιλὶς ἥδε ἐν δίκῃ τυχὸν καὶ παρὰ δίκην αἰτία τιμωρίας καὶ κολάσεως
114d
μικρᾶς μείζονος.

Ἀθήνησι μὲν οὖν φασιν, ὅτε τοῖς πατρίοις ἔθεσιν ἐχρῶντο καὶ ἔζων τοῖς οἰκείοις πειθόμενοι νόμοις μεγάλην καὶ πολυάνθρωπον οἰκοῦντες πόλιν, εἴ ποτε τῶν δικαζόντων

v.1.p.306
αἱ ψῆφοι κατʼ ἴσον γένοιντο τοῖς φεύγουσι πρὸς τοὺς διώκοντας, τὴν τῆς Ἀθηνᾶς ἐπιτιθεμένην τῷ τὴν δίκην ὀφλήσειν μέλλοντι ἀπολύειν ἄμφω τῆς
115a
αἰτίας, τὸν μὲν ἐπάγοντα τὴν κατηγορίαν τοῦ δοκεῖν εἶναι συκοφάντην, τὸν δέ, ὡς εἰκός, τοῦ δοκεῖν ἔνοχον εἶναι τῷ πονηρεύματι. τοῦτον δὴ φιλάνθρωπον ὄντα καὶ χαρίεντα τὸν νόμον ἐπὶ τῶν δικῶν, ἃς βασιλεὺς κρίνει, σωζόμενον πρᾳότερον αὕτη καθίστησιν. οὗ γὰρ ἂν φεύγων παρʼ ὀλίγον ἔλθῃ τὴν ἴσην ἐν ταῖς ψήφοις λαχεῖν, πείθει, τὴν ὑπὲρ αὐτοῦ δέησιν προσθεῖσα καὶ ἱκετηρίαν, ἀφεῖναι πάντως τῆς αἰτίας. δὲ ἑκὼν
115b
ἑκόντι τῷ θυμῷ χαρίζεται τὰ τοιαῦτα, καὶ οὐ, καθάπερ Ὅμηρός φησι τὸν Δία ἐκβιαζόμενον παρὰ τῆς γαμετῆς ὁμολογεῖν ,τι ξυγχωροίη, δίδωσιν ἑκὼν ἀέκοντί γε θυμῷ. καὶ τυχὸν οὐκ ἄτοπον χαλεπῶς καὶ μόλις τὰ τοιαῦτα ξυγχωρεῖν κατὰ ἀνδρῶν ὑβριστῶν καὶ ἀλαζόνων. ἀλλʼ οὐδὲ γὰρ εἰ σφόδρα ἐπιτήδειοί τινές εἰσι πάσχειν κακῶς καὶ κολάζεσθαι, τούτους ἐκ παντὸς ἀπολέσθαι χρεών· δὴ καὶ βασιλὶς ἥδε ξυννοοῦσα κακὸν μὲν
115c
οὐδὲν ἐκέλευσεν οὔτε ἄλλο ποτε οὔτε κόλασιν οὔτε τιμωρίαν ἐπαγαγεῖν οὐχ ὅπως βασιλείᾳ τινὸς πόλει, ἀλλʼ οὐδὲ οἰκίᾳ μιᾷ τῶν πολιτῶν. προσθείην δʼ ἂν ἔγωγε θαρρῶν εὖ μάλα, ὅτι μηδὲν
v.1.p.308
ψεῦδός φημι, ὡς οὐδὲ ἐφʼ ἑνὸς ἀνδρὸς γυναικὸς μιᾶς ἔστιν αὐτὴν αἰτιᾶσθαι ξυμφορᾶς τῳ τῆς τυχούσης, ἀγαθὰ δὲ ὅσα καὶ οὕστινας δρᾷ καὶ ἔδρασεν, ἡδέως ἂν ὑμῖν τὰ πλεῖστα ἐξαριθμησαίμην καθʼ ἕκαστα ἀπαγγέλλων, ὡς ὅδε μὲν τὸν πατρῷον διʼ ἐκείνην νέμεται κλῆρον, ἐκεῖνος δὲ
115d
ἀπηλλάγη τιμωρίας, ὀφλήσας τοῖς νόμοις, ἄλλος συκοφαντίαν διέφυγε, παρʼ ὀλίγον ἐλθὼν κινδύνου, τιμῆς δὲ ἔτυχον καὶ ἀρχῆς μυρίοι. καὶ ταῦτα οὐκ ἔστιν ὅστις ἐμὲ ψεύδεσθαι τῶν ἁπάντων φήσει, εἰ καὶ ὀνομαστὶ τοὺς ἄνδρας μὴ καταλέγοιμι. ἀλλ ὀκνῶ, μή τισιν ἐξονειδίζειν δόξω τὰς συμφορὰς καὶ οὐκ ἔπαινον τῶν ταύτης ἀγαθῶν, κατάλογον δὲ τῶν ἀλλοτρίων συγγράφειν ἀτυχημάτων. τοσούτων δὲ ἔργων μηδὲν παρασχέσθαι μηδὲ εἰς
116a
τὸ ἐμφανὲς ἄγειν τεκμήριον κενόν πως εἶναι δοκεῖ καὶ ἐς ἀπιστίαν ἄγει τὸν ἔπαινον. οὐκοῦν ἐκεῖνα παραιτησάμενος, ὁπόσα γʼ ἐμοί τε εἰπεῖν ἀνεπίφθονον ταύτῃ τε ἀκούειν καλὰ λέγοιμʼ ἂν ἤδη.

Tokens

Εἰ 1 w 2
δέ 1 w 4
τις 1 w 7
ἄρα 1 w 10
ἐκείνων 1 w 17
ἐπακούειν 1 w 26
ποθεῖ 1 w 31
ὅπως 1 w 36
μὲν 1 w 39
ἐκ 2 w 41
Μακεδονίας 1 w 51
ἐκαλεῖτο 1 w 59
μετὰ 1 w 63
τῆς 1 w 66
μητρὸς 1 w 72
1 w 73
νύμφη 1 w 78
τίς 1 w 82
δὲ 1 w 84
ἦν 1 w 86
1 w 87
τῆς 2 w 90
πομπῆς 1 w 96
τρόπος 1 w 102
ἁρμάτων 1 w 110
καὶ 1 w 113
ἵππων 1 w 118
καὶ 2 w 121
ὀχημάτων 1 w 129
παντοδαπῶν 1 w 139
χρυσῷ 1 w 144
καὶ 3 w 147
ἀργύρῳ 1 w 153
καὶ 4 w 156
ὀρειχάλκῳ 1 w 165
μετὰ 2 w 169
τῆς 3 w 172
ἀρίστης 1 w 179
τέχνης 1 w 185
εἰργασμένων 1 w 196
ἴστω 1 w 201
παιδικῶν 1 w 209
σφόδρα 1 w 215
ἀκουσμάτων 1 w 225
ἐπιθυμῶν 1 w 233
καθάπερ 1 w 241
γὰρ 1 w 244
οἶμαι 1 w 249
κιθαρῳδοῦ 1 w 258
τινος 1 w 263
δεξιοῦ 1 w 269
τὴν 1 w 272
τέχνην 1 w 278
ἔστω 1 w 283
δέ 2 w 285
εἰ 2 w 288
βούλει 1 w 294
Τέρπανδρος 1 w 305
οὗτος 1 w 310
1 w 311
2 w 312
Μηθυμναῖος 1 w 322
ἐκεῖνος 1 w 329
ὃν 1 w 332
δὴ 1 w 334
λόγος 1 w 339
ἔχει 1 w 343
δαιμονίᾳ 1 w 351
πομπῇ 1 w 356
χρησάμενον 1 w 366
φιλομουσοτέρου 1 w 380
τοῦ 1 w 383
δελφῖνος 1 w 391
τυχεῖν 1 w 397
2 w 398
τῶν 1 w 401
ξυμπλεόντων 1 w 412
καὶ 5 w 416
ἐπὶ 1 w 419
τὴν 2 w 422
Λακωνικὴν 1 w 431
ἄκραν 1 w 436
κομισθῆναι 1 w 446
ἔθελγε 1 w 453
γὰρ 2 w 456
οἶμαι 2 w 461
τοὺς 1 w 465
δυστυχεῖς 1 w 474
ναύτας 1 w 480
ὅσα 1 w 483
ἐκεῖνος 2 w 490
ἀπὸ 1 w 493
τῆς 4 w 496
τέχνης 2 w 502
εἰργάσατο 1 w 511
αὐτῆς 1 w 517
δὲ 2 w 519
ἐκείνης 1 w 526
ὑπερεώρων 1 w 535
καὶ 6 w 538
οὐδεμίαν 1 w 546
ὤραν 1 w 550
ἐποιοῦντο 1 w 559
τῆς 6 w 562
μουσικῆς 1 w 570
εἰ 4 w 573
δὴ 2 w 575
οὖν 1 w 578
τις 2 w 581
τοῖν 1 w 585
ἀνδροῖν 1 w 592
ἐκείνοιν 1 w 600
τὸν 1 w 603
κράτιστον 1 w 612
ἐπιλεξάμενος 1 w 624
καὶ 7 w 627
ἀποδοὺς 1 w 634
τὸν 2 w 637
περὶ 1 w 641
τὸ 3 w 643
σῶμα 1 w 647
κόσμον 1 w 653
τῇ 1 w 655
τέχνῃ 1 w 660
πρέποντα 1 w 668
εἶτα 1 w 672
ἐς 1 w 674
θέατρον 1 w 681
παραγάγοι 1 w 690
παντοδαπῶν 2 w 700
ἀνδρῶν 1 w 706
καὶ 8 w 709
γυναικῶν 1 w 717
καὶ 9 w 720
παίδων 1 w 726
φύσει 1 w 731
τε 1 w 733
καὶ 10 w 736
ἡλικίᾳ 1 w 742
καὶ 11 w 745
τοῖς 1 w 749
ἄλλοις 1 w 755
ἐπιτηδεύμασι 1 w 767
διαφερόντων 1 w 778
οὐκ 1 w 782
ἂν 1 w 784
οἴεσθε 1 w 790
τοὺς 2 w 794
μὲν 2 w 797
παῖδας 1 w 803
καὶ 12 w 806
τῶν 2 w 809
ἀνδρῶν 2 w 815
καὶ 13 w 818
γυναικῶν 2 w 826
ὁπόσοι 1 w 832
τοιοῦτοι 1 w 840
εἰς 1 w 843
τὴν 3 w 846
ἐσθῆτα 1 w 852
καὶ 14 w 855
τὴν 4 w 858
κιθάραν 1 w 865
ἀποβλέποντας 1 w 877
ἐκπεπλῆχθαι 1 w 888
δεινῶς 1 w 894
πρὸς 1 w 898
τὴν 5 w 901
ὄψιν 1 w 905
τῶν 3 w 909
ἀνδρῶν 3 w 915
δὲ 3 w 917
τοὺς 3 w 921
ἀμαθεστέρους 1 w 933
καὶ 15 w 936
γυναικῶν 3 w 944
πλὴν 1 w 948
σφόδρα 2 w 954
ὀλίγων 1 w 960
ἅπαν 1 w 964
τὸ 4 w 966
πλῆθος 1 w 972
ἡδονῇ 1 w 977
καὶ 16 w 980
λύπῃ 1 w 984
κρίνειν 1 w 991
τὰ 3 w 993
κρούματα 1 w 1001
μουσικὸν 1 w 1010
δὲ 4 w 1012
ἄνδρα 1 w 1017
τοὺς 4 w 1022
νόμους 1 w 1028
ἐξεπιστάμενον 1 w 1041
τῆς 7 w 1044
τέχνης 3 w 1050
οὔτε 1 w 1055
μιγνύμενα 1 w 1064
τὰ 4 w 1066
μέλη 1 w 1070
τῆς 8 w 1073
ἡδονῆς 1 w 1079
χάριν 1 w 1084
φαύλως 1 w 1090
ἀνέχεσθαι 1 w 1099
δυσχεραίνειν 1 w 1112
τε 3 w 1114
καὶ 17 w 1117
εἰ 6 w 1119
τοὺς 5 w 1123
τρόπους 1 w 1130
τῆς 9 w 1133
μουσικῆς 2 w 1141
διαφθείροι 1 w 1151
καὶ 18 w 1154
εἰ 7 w 1156
ταῖς 1 w 1160
ἁρμονίαις 1 w 1169
μὴ 1 w 1171
δεόντως 1 w 1178
χρῷτο 1 w 1183
μηδὲ 1 w 1187
ἑπομένως 1 w 1195
τοῖς 2 w 1199
νόμοις 1 w 1205
τῆς 10 w 1208
ἀληθινῆς 1 w 1216
καὶ 19 w 1219
θείας 1 w 1224
μουσικῆς 3 w 1232
ὁρῶν 1 w 1237
δὲ 6 w 1239
ἐμμένοντα 1 w 1248
τοῖς 3 w 1252
νομισθεῖσι 1 w 1262
καὶ 20 w 1265
οὐ 3 w 1267
κίβδηλον 1 w 1275
ἡδονήν 1 w 1281
καθαρὰν 1 w 1289
δὲ 7 w 1291
καὶ 21 w 1294
ἀκήρατον 1 w 1302
τοῖς 4 w 1306
θεαταῖς 1 w 1313
ἐνεργασάμενον 1 w 1326
ἄπεισι 1 w 1332
τοῦτον 1 w 1338
ἐπαινῶν 1 w 1345
καὶ 22 w 1348
ἐκπληττόμενος 1 w 1361
ὅτι 1 w 1365
δὴ 3 w 1367
σὺν 1 w 1370
τέχνῃ 2 w 1375
μηδὲν 1 w 1380
ἀδικῶν 1 w 1386
τὰς 1 w 1389
Μούσας 1 w 1395
τῷ 1 w 1397
θεάτρῳ 1 w 1403
ξυγγέγονε 1 w 1412
τὸν 3 w 1416
δὲ 9 w 1418
τὴν 6 w 1421
ἁλουργίδα 1 w 1430
καὶ 23 w 1433
τὴν 7 w 1436
κιθάραν 2 w 1443
ἐπαινοῦντα 1 w 1453
ληρεῖν 1 w 1459
οἴεται 1 w 1465
καὶ 24 w 1468
ἀνοηταίνειν 1 w 1479
καὶ 25 w 1483
εἰ 8 w 1485
διὰ 1 w 1488
πλείονων 1 w 1496
τὰ 6 w 1498
τοιαῦτα 1 w 1505
διηγεῖται 1 w 1514
λέξει 1 w 1520
τε 4 w 1522
ἡδίστῃ 1 w 1528
κοσμῶν 1 w 1534
καὶ 26 w 1537
ἐπιλεαίνων 1 w 1547
τὸ 6 w 1549
φαῦλον 1 w 1555
καὶ 27 w 1558
ἀγεννὲς 1 w 1565
τῶν 4 w 1568
διηγημάτων 1 w 1578
γελοιότερον 1 w 1590
νομίζει 1 w 1597
τῶν 5 w 1600
ἀποτορνεύειν 1 w 1612
τὰς 2 w 1615
κέγχρους 1 w 1623
ἐπιχειρούντων 1 w 1636
καθάπερ 2 w 1644
οἶμαι 3 w 1649
φασὶ 1 w 1653
τὸν 4 w 1656
Μυρμηκίδην 1 w 1666
ἀντιταττόμενον 1 w 1680
τῇ 2 w 1682
Φειδίου 1 w 1689
τέχνῃ 3 w 1694
οὔκουν 1 w 1701
οὐδὲ 1 w 1705
ἡμεῖς 1 w 1710
ἑκόντες 1 w 1717
αὑτοὺς 1 w 1723
ταύταις 1 w 1730
ὑποθήσομεν 1 w 1740
ταῖς 3 w 1744
αἰτίαις 1 w 1751
ἱματίων 1 w 1759
πολυτελῶν 1 w 1768
καὶ 28 w 1771
δώρων 1 w 1776
παντοίων 1 w 1784
ὅρμων 1 w 1789
τε 8 w 1791
καὶ 29 w 1794
στεφάνων 1 w 1802
κατάλογον 1 w 1811
τῶν 6 w 1814
ἐκ 10 w 1816
βασιλέως 1 w 1824
μακρόν 1 w 1830
τινα 1 w 1834
τοῦτον 2 w 1840
ᾄδοντες 1 w 1847
οὐδὲ 2 w 1852
ὡς 1 w 1854
ἀπήντων 1 w 1861
οἱ 1 w 1863
δῆμοι 1 w 1868
δεξιούμενοι 1 w 1879
καὶ 30 w 1882
χαίροντες 1 w 1891
οὐδὲ 3 w 1896
ὅσα 2 w 1899
κατὰ 1 w 1903
τὴν 8 w 1906
ὁδὸν 1 w 1910
ἐκείνην 1 w 1917
λαμπρὰ 1 w 1923
καὶ 31 w 1926
ζηλωτὰ 1 w 1932
γέγονε 2 w 1938
καὶ 32 w 1941
ἐνομίσθη 1 w 1949
ἀλλʼ 1 w 1954
ἐπειδὴ 1 w 1960
τῶν 7 w 1963
βασιλείων 1 w 1972
εἴσω 1 w 1976
παρῆλθε 1 w 1983
καὶ 33 w 1986
τῆς 11 w 1989
ἐπωνυμίας 1 w 1998
ταύτης 1 w 2004
ἠξιώθη 1 w 2010
τί 4 w 2013
πρῶτον 1 w 2019
ἔργον 1 w 2024
ἐκείνης 2 w 2031
γέγονε 3 w 2037
καὶ 34 w 2041
αὖθις 1 w 2046
δεύτερον 1 w 2054
καὶ 35 w 2058
ἐπʼ 1 w 2061
αὐτῷ 1 w 2065
τρίτον 1 w 2071
καὶ 36 w 2075
πολλὰ 1 w 2080
δὴ 5 w 2082
μάλα 1 w 2086
τὸ 8 w 2088
ἐντεῦθεν 1 w 2096
οὐ 7 w 2099
γάρ 1 w 2102
εἰ 9 w 2105
σφόδρα 3 w 2111
λέγειν 1 w 2117
ἐθέλοιμι 1 w 2125
καὶ 37 w 2128
μακρὰς 1 w 2134
ὑπὲρ 1 w 2138
τούτων 1 w 2144
βίβλους 1 w 2151
ξυντιθέναι 1 w 2161
ἀρκέσειν 1 w 2170
ὑπολαμβάνω 1 w 2180
τῷ 3 w 2182
πλήθει 1 w 2188
τῶν 8 w 2191
ἔργων 1 w 2196
ὅσα 3 w 2200
ἐκείνῃ 1 w 2206
φρόνησιν 1 w 2214
καὶ 38 w 2217
πρᾳότητα 1 w 2225
καὶ 39 w 2228
σωφροσύνην 1 w 2238
καὶ 40 w 2241
φιλανθρωπίαν 1 w 2253
ἐπιείκειάν 1 w 2263
τε 14 w 2265
καὶ 41 w 2268
ἐλευθεριότητα 1 w 2281
καὶ 42 w 2284
τὰς 3 w 2287
ἄλλας 1 w 2292
ἀρετὰς 1 w 2298
ἐξεμαρτύρησε 1 w 2310
λαμπρότερον 1 w 2321
3 w 2323
νῦν 1 w 2326
6 w 2327
παρὼν 1 w 2332
περὶ 2 w 2336
αὐτῆς 2 w 2341
λόγος 2 w 2346
δηλοῦν 1 w 2352
ἐπιχειρεῖ 1 w 2361
καὶ 43 w 2364
ἐκδιδάσκειν 1 w 2375
τοὺς 7 w 2379
πάλαι 1 w 2384
διὰ 2 w 2387
τῶν 9 w 2390
ἔργων 2 w 2395
ἐγνωκότας 1 w 2404
οὐ 8 w 2407
μὴν 1 w 2410
ἐπειδὴ 2 w 2416
ἐκεῖνο 3 w 2422
δυσχερές 1 w 2430
μᾶλλον 1 w 2437
δὲ 13 w 2439
ἀδύνατον 1 w 2447
ἐφάνη 1 w 2452
πάντελῶς 1 w 2461
ἄξιον 1 w 2466
ὑπὲρ 2 w 2470
ἁπάντων 1 w 2477
ἀποσιωπῆσαι 1 w 2488
πειρᾶσθαι 1 w 2498
δὲ 14 w 2500
εἰς 2 w 2503
δύναμιν 1 w 2510
φράζειν 1 w 2517
ὑπὲρ 3 w 2521
αὐτῶν 1 w 2526
καὶ 44 w 2529
τῆς 13 w 2532
μὲν 3 w 2535
φρονήσεως 1 w 2544
ποιεῖσθαι 1 w 2553
σημεῖον 1 w 2560
καὶ 45 w 2563
τῆς 14 w 2566
ἄλλης 1 w 2571
ἀρετῆς 1 w 2577
πάσης 1 w 2582
ὅτι 2 w 2586
τὸν 5 w 2589
γήμαντα 1 w 2596
διέθηκεν 1 w 2604
οὕτω 1 w 2608
περὶ 3 w 2612
αὑτήν 1 w 2617
ὥσπερ 1 w 2623
οὖν 2 w 2626
ἄξιον 2 w 2631
γυναῖκα 1 w 2638
καλὴν 1 w 2643
καὶ 46 w 2646
γενναίαν 1 w 2654
Ὥστε 1 w 2659
ἔγωγε 1 w 2664
τῆς 16 w 2667
Πηνελόπης 1 w 2676
πολλὰ 2 w 2681
καὶ 47 w 2684
ἄλλα 2 w 2688
νομίσας 1 w 2695
ἐπαίνων 1 w 2702
ἄξια 1 w 2706
τοῦτο 3 w 2711
ἐν 4 w 2713
τοῖς 5 w 2717
μάλιστα 1 w 2724
θαυμάζω 1 w 2731
ὅτι 3 w 2735
δὴ 7 w 2737
τὸν 6 w 2740
ἄνδρα 2 w 2745
λίαν 1 w 2749
ἔπειθε 1 w 2755
στέργειν 1 w 2763
καὶ 48 w 2766
ἀγαπᾶν 1 w 2772
αὑτὴν 1 w 2777
ὑπερορῶντα 1 w 2787
μέν 4 w 2790
ὡς 2 w 2793
φασί 1 w 2797
δαιμονίων 1 w 2807
γάμων 1 w 2812
ἀτιμάζοντα 1 w 2823
δὲ 15 w 2825
οὐ 9 w 2827
μεῖον 2 w 2832
τὴν 10 w 2835
τῶν 11 w 2838
Φαιάκων 1 w 2845
ξυγγένειαν 1 w 2855
Καίτοι 1 w 2862
γε 9 w 2864
εἶχον 1 w 2869
αὐτοῦ 1 w 2874
πᾶσαι 1 w 2879
ἐρωτικῶς 1 w 2887
Καλυψὼ 1 w 2894
καὶ 49 w 2897
Κίρκη 1 w 2902
καὶ 50 w 2905
Ναυσικάα 1 w 2913
καὶ 51 w 2917
ἦν 2 w 2919
αὐταῖς 1 w 2925
τὰ 12 w 2927
βασίλεια 1 w 2935
πάγκαλα 1 w 2942
κήπων 1 w 2948
τινῶν 1 w 2953
καὶ 52 w 2956
παραδείσων 1 w 2966
ἐν 5 w 2968
αὐτοῖς 1 w 2974
πεφυτευμένων 1 w 2986
μάλα 2 w 2990
ἀμφιλαφέσι 1 w 3000
καὶ 53 w 3003
κατασκίοις 1 w 3013
τοῖς 7 w 3017
δένδρεσι 1 w 3025
λειμῶνές 1 w 3034
τε 19 w 3036
ἄνθεσι 1 w 3042
ποικίλοις 1 w 3051
καὶ 54 w 3054
μαλακῇ 1 w 3060
τῇ 3 w 3062
πόᾳ 1 w 3065
βρύοντες 1 w 3073
Κρῆναι 1 w 3080
δʼ 1 w 3082
ἑξείης 1 w 3088
πίσυρες 1 w 3095
ῥέον 1 w 3099
ὕδατι 1 w 3104
λευκῷ 1 w 3109
καὶ 55 w 3113
ἐτεθήλει 1 w 3121
περὶ 4 w 3125
τὴν 11 w 3128
οἰκίαν 1 w 3134
ἡμερὶς 1 w 3140
ἡβώωσα 1 w 3146
σταφυλῆς 1 w 3154
οἶμαι 4 w 3159
τῆς 17 w 3162
γενναίας 1 w 3170
βριθομένη 1 w 3180
τοῖς 8 w 3184
βότρυσι 1 w 3191
καὶ 56 w 3195
παρὰ 1 w 3199
τοῖς 9 w 3203
Φαίαξιν 1 w 3210
ἕτερα 1 w 3215
τοιαῦτα 2 w 3222
πλὴν 2 w 3227
ὅσῳ 1 w 3230
πολυτελέστερα 1 w 3243
ἅτε 1 w 3247
οἶμαι 5 w 3252
ποιητὰ 1 w 3258
ξὺν 1 w 3261
τέχνῃ 4 w 3266
τῆς 18 w 3270
τῶν 12 w 3273
αὐτοφυῶν 1 w 3281
ἔλαττον 1 w 3288
μετεῖχε 1 w 3295
χάριτος 1 w 3302
καὶ 57 w 3305
ἧττον 1 w 3310
εἶναι 1 w 3315
ἐδόκει 1 w 3321
ἐκείνων 2 w 3328
ἐράσμια 1 w 3335
τῆς 19 w 3339
τρυφῆς 1 w 3345
δὲ 16 w 3347
αὖ 2 w 3349
καὶ 58 w 3352
τοῦ 6 w 3355
πλούτου 1 w 3362
καὶ 59 w 3365
προσέτι 1 w 3372
τῆς 20 w 3375
περὶ 5 w 3379
τὰς 5 w 3382
νήσους 1 w 3388
ἐκείνας 1 w 3395
εἰρήνης 1 w 3402
καὶ 60 w 3405
ἡσυχίας 1 w 3412
τίνα 1 w 3416
οὐκ 2 w 3419
ἂν 2 w 3421
ἡττηθῆναι 1 w 3430
δοκεῖτε 1 w 3437
τοσούτους 1 w 3446
ἀνατλάντα 1 w 3455
πόνους 1 w 3461
καὶ 61 w 3464
κινδύνους 1 w 3473
καὶ 62 w 3476
ἔτι 1 w 3479
ὑφορώμενον 1 w 3489
δεινότερα 1 w 3498
πείσεσθαι 1 w 3507
τὰ 15 w 3510
μὲν 4 w 3513
ἐν 6 w 3515
θαλάττῃ 1 w 3522
τὰ 16 w 3524
δὲ 17 w 3526
ἐπὶ 2 w 3529
τῆς 21 w 3532
οἰκίας 1 w 3538
αὐτῆς 3 w 3543
πρὸς 2 w 3548
ἑκατὸν 1 w 3554
νεανίσκους 1 w 3564
ἡβῶντας 1 w 3571
εὖ 1 w 3573
μάλα 3 w 3577
μόνον 1 w 3582
ἀγωνίζεσθαι 1 w 3593
μέλλοντα 1 w 3601
ὅπερ 1 w 3606
οὐδὲ 4 w 3610
ἐν 7 w 3612
Τροίᾳ 1 w 3617
ἐκείνῳ 1 w 3623
ποτὲ 1 w 3627
συνηνέχθη 1 w 3636
εἴ 2 w 3639
τις 3 w 3642
οὖν 3 w 3645
ἔροιτο 1 w 3651
τὸν 8 w 3654
Ὀδυσσέα 1 w 3661
παίζων 1 w 3667
ὧδέ 1 w 3670
πως 2 w 3673
τί 6 w 3676
ποτε 1 w 3680
1 w 3682
σοφώτατε 1 w 3690
ῥῆτορ 1 w 3695
4 w 3696
στρατηγὲ 1 w 3704
5 w 3705
11 w 3706
τι 18 w 3708
χρή 1 w 3711
σε 6 w 3713
ὀνομάζειν 1 w 3722
τοσούτους 2 w 3732
ἑκὼν 1 w 3736
ὑπέμεινας 1 w 3745
πόνους 2 w 3751
ἐξὸν 1 w 3756
εἶναι 2 w 3761
ὄλβιον 1 w 3767
καὶ 63 w 3770
εὐδαίμονα 1 w 3779
τυχὸν 1 w 3785
δὲ 19 w 3787
καὶ 64 w 3790
ἀθάνατον 1 w 3798
εἴ 3 w 3800
τι 19 w 3802
χρὴ 1 w 3805
ταῖς 5 w 3809
ἐπαγγελίαις 1 w 3820
Καλυψοῦς 1 w 3828
πιστεύειν 1 w 3837
σὺ 2 w 3840
δὲ 20 w 3842
ἑλόμενος 1 w 3850
τὰ 17 w 3852
χείρω 1 w 3857
πρὸ 3 w 3860
τῶν 13 w 3863
βελτιόνων 1 w 3872
τοσούτους 3 w 3881
σαυτῷ 1 w 3886
προστέθεικας 1 w 3898
πόνους 3 w 3904
οὐδὲ 5 w 3909
ἐν 8 w 3911
τῇ 4 w 3913
Σχερίᾳ 1 w 3919
καταμεῖναι 1 w 3929
ἐθελήσας 1 w 3937
ἐξὸν 2 w 3942
ἐκεῖ 4 w 3946
που 2 w 3949
παυσάμενον 1 w 3959
τῆς 23 w 3962
πλάνης 1 w 3968
καὶ 65 w 3971
τῶν 14 w 3974
κινδύνων 1 w 3982
ἀπηλλάχθαι 1 w 3992
σὺ 3 w 3995
δὲ 22 w 3997
ἡμῖν 1 w 4001
ἐπὶ 3 w 4004
τῆς 24 w 4007
οἰκίας 2 w 4013
ἔγνως 1 w 4018
στρατεύεσθαι 1 w 4030
καὶ 66 w 4033
ἄθλους 1 w 4039
δή 1 w 4041
τινας 1 w 4046
καὶ 67 w 4049
ἀποδημίαν 1 w 4058
ἑτέραν 1 w 4064
ἐκτελεῖν 1 w 4072
οὔτι 1 w 4076
τῆς 25 w 4079
πρόσθεν 1 w 4086
ὥς 1 w 4089
γε 12 w 4091
τὸ 13 w 4093
εἰκὸς 1 w 4098
ἀπονωτέραν 1 w 4108
οὐδὲ 6 w 4112
κουφοτέραν 1 w 4122
τί 7 w 4125
δὴ 8 w 4127
οὖν 4 w 4130
οἴεσθε 2 w 4136
πρὸς 3 w 4140
ταῦτα 1 w 4145
ἐκεῖνον 1 w 4152
εἰπεῖν 1 w 4158
ἔχειν 1 w 4163
ἆρʼ 1 w 4167
οὐχ 1 w 4170
ὅτι 4 w 4173
τῇ 5 w 4175
Πηνελόπῃ 1 w 4183
συνεῖναι 1 w 4191
ἐθέλων 1 w 4197
τοὺς 8 w 4201
ἄθλους 2 w 4207
αὐτῇ 1 w 4211
καὶ 68 w 4214
τὰς 6 w 4217
στρατείας 1 w 4226
χαρίεντα 1 w 4234
διηγήματα 1 w 4243
φέρειν 1 w 4249
ὑπέλαβε 1 w 4256
ταῦτά 1 w 4262
τοι 6 w 4265
καὶ 69 w 4268
τὴν 12 w 4271
μητέρα 1 w 4277
πεποίηκεν 1 w 4286
αὐτῷ 2 w 4290
παραινοῦσαν 1 w 4301
μεμνῆσθαι 1 w 4310
πάντων 2 w 4316
ὧν 1 w 4319
τε 35 w 4321
εἶδε 1 w 4325
θεαμάτων 1 w 4333
καὶ 70 w 4336
ὧν 2 w 4338
ἤκουσεν 1 w 4345
ἀκουσμάτων 2 w 4355
ἵνα 1 w 4359
καὶ 71 w 4362
μετόπισθε 1 w 4371
τεῇ 1 w 4374
εἴπῃσθα 1 w 4381
γυναικί 1 w 4388
φησίν 1 w 4394
7 w 4396
δὲ 24 w 4398
οὐδενὸς 1 w 4405
ἐπιλαθόμενος 1 w 4417
ἐπειδὴ 3 w 4424
πρῶτον 2 w 4430
ἀφίκετο 1 w 4437
καὶ 72 w 4440
τῶν 15 w 4443
μειρακίων 1 w 4452
τῶν 16 w 4455
ἐπὶ 4 w 4458
τὰ 19 w 4460
βασίλεια 2 w 4468
κωμαζόντων 1 w 4478
ἐκράτει 1 w 4485
ξὺν 2 w 4488
δίκῃ 1 w 4492
πάντα 1 w 4498
ἀθρόως 1 w 4504
αὐτῇ 2 w 4508
διηγεῖτο 1 w 4516
ὅσα 4 w 4520
τε 38 w 4522
ἔδρασε 1 w 4528
καὶ 73 w 4531
ὅσα 5 w 4534
ἀνέτλη 1 w 4540
καὶ 74 w 4544
εἰ 14 w 4546
δή 2 w 4548
τι 24 w 4550
ἄλλο 2 w 4554
ὑπὸ 1 w 4557
τῶν 17 w 4560
χρησμῶν 1 w 4567
ἀναπειθόμενος 1 w 4580
ἐκτελεῖν 2 w 4588
διενοεῖτο 1 w 4597
ἀπόρρητον 1 w 4607
δὲ 25 w 4609
ἐποιεῖτο 1 w 4617
πρὸς 4 w 4621
αὐτὴν 1 w 4626
οὐδὲ 7 w 4630
ἕν 1 w 4632
ἀλλʼ 2 w 4637
ἠξίου 1 w 4642
κοινωνὸν 1 w 4650
γίγνεσθαι 1 w 4659
τῶν 18 w 4662
βουλευμάτων 1 w 4673
καὶ 75 w 4676
15 w 4677
τι 25 w 4680
πρακτέον 1 w 4688
εἴη 1 w 4691
συννοεῖν 1 w 4699
καὶ 76 w 4702
συνεξευρίσκειν 1 w 4716
ἆρα 1 w 4720
τοῦτο 4 w 4725
ὑμῖν 1 w 4729
τῆς 26 w 4732
Πηνελόπης 2 w 4741
ὀλίγον 1 w 4747
ἐγκώμιον 1 w 4755
δοκεῖ 2 w 4760
6 w 4762
ἤδη 1 w 4765
τις 4 w 4768
ἄλλη 2 w 4772
τὴν 14 w 4775
ἐκείνης 3 w 4782
ἀρετὴν 1 w 4788
ὑπερβαλλομένη 1 w 4801
γαμετή 1 w 4807
τε 40 w 4809
οὖσα 1 w 4813
βασιλέως 2 w 4821
ἀνδρείου 1 w 4829
καὶ 77 w 4832
μεγαλοψύχου 1 w 4843
καὶ 78 w 4846
σώφρονος 1 w 4854
τοσαύτην 1 w 4862
εὔνοιαν 1 w 4869
ἐνεποίησεν 1 w 4879
αὑτῆς 1 w 4884
τῷ 6 w 4886
γήμαντι 1 w 4893
συγκερασαμένη 1 w 4907
τῇ 8 w 4909
παρὰ 2 w 4913
τῶν 19 w 4916
ἐρώτων 1 w 4922
ἐπιπνεομένῃ 1 w 4933
φιλίᾳ 1 w 4938
τὴν 16 w 4941
ἐκ 25 w 4943
τῆς 28 w 4946
ἀρετῆς 2 w 4952
καθάπερ 3 w 4959
ῥεῦμα 1 w 4964
θεῖον 1 w 4969
ἐπιφερομένην 1 w 4981
ταῖς 6 w 4985
ἀγαθαῖς 1 w 4992
καὶ 79 w 4995
γενναίαις 1 w 5004
ψυχαῖς 1 w 5010
δύο 1 w 5014
γὰρ 3 w 5017
δὴ 10 w 5019
τώδε 1 w 5023
τινὲ 1 w 5027
πίθω 1 w 5031
φιλίας 1 w 5037
ἔστον 1 w 5042
ὧν 3 w 5045
ἥδε 1 w 5048
κατʼ 1 w 5052
ἴσον 1 w 5056
ἀρυσαμένη 1 w 5065
βουλευμάτων 2 w 5076
τε 41 w 5078
αὐτῷ 3 w 5082
γέγονε 4 w 5088
κοινωνὸς 1 w 5096
καὶ 80 w 5099
πρᾷον 1 w 5104
ὄντα 1 w 5108
φύσει 2 w 5113
τὸν 9 w 5116
βασιλέα 1 w 5123
καὶ 81 w 5126
χρηστὸν 1 w 5133
καὶ 82 w 5136
εὐγνώμονα 1 w 5145
πρὸς 5 w 5149
1 w 5150
πέφυκε 1 w 5156
παρακαλεῖ 1 w 5165
μᾶλλον 2 w 5171
πρεπόντως 1 w 5180
καὶ 83 w 5183
πρὸς 6 w 5187
συγγνώμην 1 w 5196
τὴν 17 w 5199
δίκην 1 w 5204
τρέπει 1 w 5210
ὥστε 1 w 5215
οὐκ 3 w 5218
ἄν 4 w 5220
τις 5 w 5223
εἰπεῖν 2 w 5229
ἔχοι 1 w 5233
ὅτῳ 1 w 5237
γέγονεν 1 w 5244
14 w 5245
βασιλὶς 1 w 5252
ἥδε 2 w 5255
ἐν 10 w 5257
δίκῃ 2 w 5261
τυχὸν 2 w 5266
7 w 5267
καὶ 84 w 5270
παρὰ 3 w 5274
δίκην 2 w 5279
αἰτία 2 w 5284
τιμωρίας 1 w 5292
καὶ 85 w 5295
κολάσεως 1 w 5303
μικρᾶς 1 w 5309
8 w 5310
μείζονος 1 w 5318
Ἀθήνησι 1 w 5326
μὲν 5 w 5329
οὖν 5 w 5332
φασιν 1 w 5337
ὅτε 1 w 5341
τοῖς 10 w 5345
πατρίοις 1 w 5353
ἔθεσιν 1 w 5359
ἐχρῶντο 1 w 5366
καὶ 86 w 5369
ἔζων 1 w 5373
τοῖς 11 w 5377
οἰκείοις 1 w 5385
πειθόμενοι 1 w 5395
νόμοις 2 w 5401
μεγάλην 1 w 5408
καὶ 87 w 5411
πολυάνθρωπον 1 w 5423
οἰκοῦντες 1 w 5432
πόλιν 1 w 5437
εἴ 6 w 5440
ποτε 2 w 5444
τῶν 20 w 5447
δικαζόντων 1 w 5457
αἱ 1 w 5459
ψῆφοι 1 w 5464
κατʼ 2 w 5468
ἴσον 2 w 5472
γένοιντο 1 w 5480
τοῖς 12 w 5484
φεύγουσι 1 w 5492
πρὸς 7 w 5496
τοὺς 9 w 5500
διώκοντας 1 w 5509
τὴν 18 w 5513
τῆς 30 w 5516
Ἀθηνᾶς 1 w 5522
ἐπιτιθεμένην 1 w 5534
τῷ 8 w 5536
τὴν 19 w 5539
δίκην 3 w 5544
ὀφλήσειν 1 w 5552
μέλλοντι 1 w 5560
ἀπολύειν 1 w 5568
ἄμφω 1 w 5572
τῆς 31 w 5575
αἰτίας 1 w 5581
τὸν 11 w 5585
μὲν 6 w 5588
ἐπάγοντα 1 w 5596
τὴν 20 w 5599
κατηγορίαν 1 w 5609
τοῦ 8 w 5612
δοκεῖν 1 w 5618
εἶναι 3 w 5623
συκοφάντην 1 w 5633
τὸν 12 w 5637
δέ 5 w 5639
ὡς 3 w 5642
εἰκός 1 w 5647
τοῦ 9 w 5651
δοκεῖν 2 w 5657
ἔνοχον 1 w 5663
εἶναι 4 w 5668
τῷ 9 w 5670
πονηρεύματι 1 w 5681
τοῦτον 3 w 5688
δὴ 11 w 5690
φιλάνθρωπον 1 w 5701
ὄντα 2 w 5705
καὶ 88 w 5708
χαρίεντα 2 w 5716
τὸν 13 w 5719
νόμον 1 w 5724
ἐπὶ 5 w 5727
τῶν 21 w 5730
δικῶν 3 w 5735
ἃς 1 w 5738
βασιλεὺς 1 w 5746
κρίνει 2 w 5752
σωζόμενον 1 w 5762
πρᾳότερον 1 w 5771
αὕτη 1 w 5775
καθίστησιν 1 w 5785
οὗ 2 w 5788
γὰρ 4 w 5791
ἂν 3 w 5793
8 w 5794
φεύγων 1 w 5800
παρʼ 1 w 5804
ὀλίγον 2 w 5810
ἔλθῃ 1 w 5814
τὴν 21 w 5817
ἴσην 1 w 5821
ἐν 11 w 5823
ταῖς 7 w 5827
ψήφοις 1 w 5833
λαχεῖν 1 w 5839
πείθει 1 w 5846
τὴν 22 w 5850
ὑπὲρ 4 w 5854
αὐτοῦ 2 w 5859
δέησιν 1 w 5865
προσθεῖσα 1 w 5874
καὶ 89 w 5877
ἱκετηρίαν 1 w 5886
ἀφεῖναι 1 w 5894
πάντως 1 w 5900
τῆς 32 w 5903
αἰτίας 2 w 5909
9 w 5911
δὲ 27 w 5913
ἑκὼν 2 w 5917
ἑκόντι 1 w 5923
τῷ 10 w 5925
θυμῷ 1 w 5929
χαρίζεται 1 w 5938
τὰ 20 w 5940
τοιαῦτα 3 w 5947
καὶ 90 w 5951
οὐ 18 w 5953
καθάπερ 4 w 5961
Ὅμηρός 1 w 5967
φησι 1 w 5971
τὸν 14 w 5974
Δία 1 w 5977
ἐκβιαζόμενον 1 w 5989
παρὰ 4 w 5993
τῆς 33 w 5996
γαμετῆς 1 w 6003
ὁμολογεῖν 1 w 6012
18 w 6013
τι 35 w 6016
ξυγχωροίη 1 w 6025
δίδωσιν 1 w 6033
ἑκὼν 3 w 6037
ἀέκοντί 1 w 6044
γε 16 w 6046
θυμῷ 2 w 6050
καὶ 91 w 6054
τυχὸν 3 w 6059
οὐκ 4 w 6062
ἄτοπον 1 w 6068
χαλεπῶς 1 w 6075
καὶ 92 w 6078
μόλις 1 w 6083
τὰ 21 w 6085
τοιαῦτα 4 w 6092
ξυγχωρεῖν 1 w 6101
κατὰ 2 w 6105
ἀνδρῶν 4 w 6111
ὑβριστῶν 1 w 6119
καὶ 93 w 6122
ἀλαζόνων 1 w 6130
ἀλλʼ 3 w 6135
οὐδὲ 8 w 6139
γὰρ 5 w 6142
εἰ 17 w 6144
σφόδρα 4 w 6150
ἐπιτήδειοί 1 w 6160
τινές 1 w 6165
εἰσι 1 w 6169
πάσχειν 1 w 6176
κακῶς 1 w 6181
καὶ 94 w 6184
κολάζεσθαι 1 w 6194
τούτους 1 w 6202
ἐκ 27 w 6204
παντὸς 1 w 6210
ἀπολέσθαι 1 w 6219
χρεών 1 w 6224
2 w 6226
δὴ 12 w 6228
καὶ 95 w 6231
15 w 6232
βασιλὶς 2 w 6239
ἥδε 3 w 6242
ξυννοοῦσα 1 w 6251
κακὸν 1 w 6256
μὲν 7 w 6259
οὐδὲν 1 w 6264
ἐκέλευσεν 1 w 6273
οὔτε 2 w 6277
ἄλλο 3 w 6281
ποτε 3 w 6285
οὔτε 3 w 6289
κόλασιν 1 w 6296
οὔτε 4 w 6300
τιμωρίαν 1 w 6308
ἐπαγαγεῖν 1 w 6317
οὐχ 2 w 6320
ὅπως 2 w 6324
βασιλείᾳ 1 w 6332
τινὸς 1 w 6337
9 w 6338
πόλει 1 w 6343
ἀλλʼ 4 w 6348
οὐδὲ 10 w 6352
οἰκίᾳ 1 w 6357
μιᾷ 1 w 6360
τῶν 23 w 6363
πολιτῶν 1 w 6370
προσθείην 1 w 6380
δʼ 2 w 6382
ἂν 4 w 6384
ἔγωγε 2 w 6389
θαρρῶν 1 w 6395
εὖ 2 w 6397
μάλα 4 w 6401
ὅτι 5 w 6405
μηδὲν 2 w 6410
ψεῦδός 1 w 6416
φημι 1 w 6420
ὡς 4 w 6423
οὐδὲ 11 w 6427
ἐφʼ 1 w 6430
ἑνὸς 1 w 6434
ἀνδρὸς 1 w 6440
10 w 6441
γυναικὸς 1 w 6449
μιᾶς 1 w 6453
ἔστιν 1 w 6458
αὐτὴν 2 w 6463
αἰτιᾶσθαι 1 w 6472
ξυμφορᾶς 1 w 6480
τῳ 2 w 6482
τῆς 35 w 6485
τυχούσης 1 w 6493
ἀγαθὰ 1 w 6499
δὲ 33 w 6501
ὅσα 6 w 6504
καὶ 96 w 6507
οὕστινας 1 w 6515
δρᾷ 1 w 6518
καὶ 97 w 6521
ἔδρασεν 1 w 6528
ἡδέως 1 w 6534
ἂν 5 w 6536
ὑμῖν 2 w 6540
τὰ 23 w 6542
πλεῖστα 1 w 6549
ἐξαριθμησαίμην 1 w 6563
καθʼ 1 w 6567
ἕκαστα 1 w 6573
ἀπαγγέλλων 1 w 6583
ὡς 5 w 6586
ὅδε 1 w 6589
μὲν 8 w 6592
τὸν 15 w 6595
πατρῷον 1 w 6602
διʼ 1 w 6605
ἐκείνην 2 w 6612
νέμεται 1 w 6619
κλῆρον 1 w 6625
ἐκεῖνος 3 w 6633
δὲ 34 w 6635
ἀπηλλάγη 1 w 6643
τιμωρίας 2 w 6651
ὀφλήσας 1 w 6659
τοῖς 13 w 6663
νόμοις 3 w 6669
ἄλλος 1 w 6675
συκοφαντίαν 1 w 6686
διέφυγε 1 w 6693
παρʼ 2 w 6698
ὀλίγον 3 w 6704
ἐλθὼν 1 w 6709
κινδύνου 2 w 6717
τιμῆς 1 w 6723
δὲ 35 w 6725
ἔτυχον 1 w 6731
καὶ 98 w 6734
ἀρχῆς 1 w 6739
μυρίοι 1 w 6745
καὶ 99 w 6749
ταῦτα 2 w 6754
οὐκ 5 w 6757
ἔστιν 2 w 6762
ὅστις 1 w 6767
ἐμὲ 1 w 6770
ψεύδεσθαι 1 w 6779
τῶν 25 w 6782
ἁπάντων 2 w 6789
φήσει 1 w 6794
εἰ 19 w 6797
καὶ 100 w 6800
ὀνομαστὶ 1 w 6808
τοὺς 10 w 6812
ἄνδρας 1 w 6818
μὴ 3 w 6820
καταλέγοιμι 1 w 6831
ἀλλ 5 w 6835
ὀκνῶ 1 w 6840
μή 1 w 6843
τισιν 1 w 6848
ἐξονειδίζειν 1 w 6860
δόξω 1 w 6864
τὰς 7 w 6867
συμφορὰς 1 w 6875
καὶ 101 w 6878
οὐκ 6 w 6881
ἔπαινον 1 w 6888
τῶν 26 w 6891
ταύτης 2 w 6897
ἀγαθῶν 1 w 6903
κατάλογον 2 w 6913
δὲ 36 w 6915
τῶν 27 w 6918
ἀλλοτρίων 1 w 6927
συγγράφειν 1 w 6937
ἀτυχημάτων 1 w 6947
τοσούτων 1 w 6956
δὲ 37 w 6958
ἔργων 3 w 6963
μηδὲν 3 w 6968
παρασχέσθαι 1 w 6979
μηδὲ 5 w 6983
εἰς 3 w 6986
τὸ 22 w 6988
ἐμφανὲς 1 w 6995
ἄγειν 1 w 7000
τεκμήριον 1 w 7009
κενόν 1 w 7014
πως 4 w 7017
εἶναι 5 w 7022
δοκεῖ 5 w 7027
καὶ 102 w 7030
ἐς 2 w 7032
ἀπιστίαν 1 w 7040
ἄγει 2 w 7044
τὸν 16 w 7047
ἔπαινον 2 w 7054
οὐκοῦν 1 w 7061
ἐκεῖνα 1 w 7067
παραιτησάμενος 1 w 7081
ὁπόσα 1 w 7087
γʼ 1 w 7089
ἐμοί 1 w 7093
τε 52 w 7095
εἰπεῖν 3 w 7101
ἀνεπίφθονον 1 w 7112
ταύτῃ 1 w 7117
τε 53 w 7119
ἀκούειν 1 w 7126
καλὰ 1 w 7130
λέγοιμʼ 1 w 7137
ἂν 6 w 7139
ἤδη 2 w 7142