Scaife ATLAS

CTS Library / Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον (11-15)

urn:cts:greekLit:tlg2003.tlg002.perseus-grc2:11-15
Refs {'start': {'reference': '11', 'human_reference': 'Section 11'}, 'end': {'reference': '15', 'human_reference': 'Section 15'}}
Ancestors []
Children []
prev
plain textXML
next

Ἐγὼ δέ, ἐπειδή μοι τεκμηρίων καθάπερ ἐν δικαστηρίῳ τὸν λόγον ὁρῶ δεόμενον, αὐτὸς ὑμῖν ἐμαυτὸν τούτων ἐκείνῳ μάρτυρα καὶ ἐπαινέτην παρέξομαι· ἀλλʼ ὅπως μου μή ποτε ὑπιδόμενοι τὴν μαρτυρίαν πρὶν ἐπακοῦσαι τῶν λόγων διαταράττησθε, ὄμνυμι ὑμῖν, ὡς οὐδὲν ψεῦδος οὐδὲ πλάσμα ἐρῶ· ὑμεῖς δὲ κἂν ἀνωμότῳ ἐπιστεύσατε

117a
πάντα οὐ κολακείας ἕνεκα λέγειν. ἔχω γὰρ ἤδη τοῦ θεοῦ διδόντος καὶ τοῦ βασιλέως ἅπαντα τὰ ἀγαθά, αὐτῆς γε οἶμαι καὶ ταύτης ξυμπροθυμουμένης, ὑπὲρ ὧν ἄν τις κολακεύων ἅπαντα ἀφείη
v.1.p.312
ῥήματα, ὥστε, εἰ μὲν πρὸ τούτων ἔλεγον, ἴσως ἐχρῆν ὀρρωδεῖν τὴν ἄδικον ὑποψίαν· νῦν δὲ ἐν ταύτῃ γεγονὼς τῇ τύχῃ καὶ ἀπομνημονεύων τῶν ἐκείνης εἰς ἐμαυτὸν ἔργων παρέξομαι ὑμῖν εὐγνωμοσύνης· μὲν ἐμαυτοῦ σημεῖον, μαρτύριον δὲ
117b
ἀληθὲς τῶν ἐκείνης ἔργων. πυνθάνομαι γὰρ δὴ καὶ Δαρεῖον, ἕως ἔτι δορυφόρος ἦν τοῦ Περσῶν μονάρχου, τῷ Σαμίῳ ξένῳ περὶ τὴν Αἴγυπτον συμβαλεῖν φεύγοντι τὴν αὑτοῦ, καὶ λαβόντα φοινικίδα τινὰ δῶρον, οὗ σφόδρα ἐπεθύμει, τὴν Σαμίων ὕστερον ἀντιδοῦναι τυραννίδα, ὁπηνίκα, οἶμαι, τῆς Ἀσίας ἁπάσης κύριος κατέστη. εἰ δὴ οὖν καὶ αὐτὸς πολλὰ μὲν παρʼ αὐτῆς, ὅτε ἔτι ζῆν ἐξῆν ἐν ἡσυχίᾳ, τὰ μέγιστα δὲ
117c
διʼ αὐτὴν παρὰ τοῦ γενναίου καὶ μεγαλόφρονος βασιλέως λαβὼν ὁμολογοίην τοῦ μὲν ἀντιδοῦναι τὴν ἴσην λείπεσθαι· ἔχει γάρ, οἶμαι, ξύμπαντα παρʼ αὐτοῦ τοῦ καὶ ἡμῖν χαρισαμένου λαβοῦσα· τῷ βούλεσθαι δὲ τὴν μνήμην ἀθάνατον αὐτῇ τῶν ἔργων γενέσθαι καὶ ἐς ὑμᾶς ταῦτα ἀπαγγέλλειν τυχὸν οὐκ ἀγνωμονέστερος φανοῦμαι τοῦ Πέρσου, εἴπερ εἰς τὴν γνώμην ὁρῶντα χρὴ κρίνειν, ἀλλʼ οὐχ ὅτῳ παρέσχεν τύχη πολλαπλάσιον ἀποτῖσαι τὸ εὐεργέτημα.

117d
Τί ποτε οὖν ἐγὼ τοσοῦτον εὖ παθεῖν φημι καὶ ἀνθʼ ὅτου τὸν ἅπαντα χρόνον ὑπόχρεων ἐμαυτὸν
v.1.p.314
εἶναι χάριτος ὁμολογῶ τῇδε, σφόδρα ὥρμησθε ἀκούειν. ἐγὼ δὲ οὐκ ἀποκρύψομαι·

ἐμοὶ γὰρ βασιλεὺς οὑτοσὶ σχεδὸν ἐκ παιδὸς νηπίου γεγονὼς ἤπιος πᾶσαν ὑπερεβάλλετο φιλοτιμίαν, κινδύνων τε ἐξαρπάσας τηλικούτων, οὓς οὐδ̓

118a
ἂν ἡβῶν ἀνὴρ εὖ μάλα διαφύγοι, μὴ θείας τινὸς καὶ ἀμηχάνου σωτηρίας τυχών, εἶτα τὴν οἰκίαν καταληφθεῖσαν καθάπερ ἐπʼ ἐρημίας παρά του τῶν δυναστῶν ἀφείλετο ξὺν δίκῃ καὶ ἀπέφηνεν αὖθις πλούσιον. καὶ ἄλλα ἂν ἔχοιμι περὶ αὐτοῦ πρὸς ὑμᾶς εἰπεῖν εἰς ἐμαυτὸν ἔργα πολλῆς ἄξια χάριτος, ὑπὲρ ὧν τὸν ἅπαντα χρόνον εὔνουν ἐμαυτὸν ἐκείνῳ καὶ πιστὸν παρέχων
118b
οὐκ οἶδα ἐκ τίνος αἰτίας τραχυτέρως ἔχοντος ᾐσθόμην ἔναγχος. δὲ ἐπειδὴ τὸ πρῶτον ἤκουσεν ἀδικήματος μὲν οὐδενὸς ὄνομα, ματαίας δὲ ἄλλως ὑποψίας, ἠξίου διελέγχειν καὶ μὴ πρότερον προσέσθαι μηδὲ ἐνδέξασθαι ψευδῆ καὶ ἄδικον διαβολήν, καὶ οὐκ ἀνῆκε ταῦτα δεομένη πρὶν ἐμὲ ἤγαγεν ἐς ὄψιν τὴν βασιλέως καὶ τυχεῖν ἐποίησε λόγου· καὶ ἀπολυομένῳ πᾶσαν αἰτίαν ἄδικον συνήσθη, καὶ οἴκαδε ἐπιθυμοῦντι πάλιν
118c
ἀπιέναι πομπὴν ἀσφαλῆ παρέσχεν, ἐπιτρέψαι πρῶτον τὸν βασιλέα ξυμπείσασα. δαίμονος δέ, ὅσπερ οὖν ἐῴκει μοι τὰ πρόσθεν μηχανήσασθαι, τινος ξυντυχίας ἀλλοκότου τὴν ὁδὸν ταύτην ὑποτεμομένης, ἐποψόμενον πέμπει τὴν Ἑλλάδα, ταύτην αἰτήσασα παρὰ βασιλέως ὑπὲρ ἐμοῦ καὶ ἀποδημοῦντος ἤδη τὴν χάριν, ἐπειδή με λόγοις ἐπέπυστο χαίρειν καὶ παιδείᾳ τὸ χωρίον ἐπιτήδειον εἶναι ξυννοοῦσα. ἐγὼ δὲ τότε μὲν αὐτῇ
v.1.p.316
118d
καὶ πρώτῳ γε, ὡς εἰκός, βασιλεῖ πολλὰ καὶ ἀγαθὰ διδόναι τὸν θεὸν ηὐχόμην, ὅτι μοι τὴν ἀληθινὴν ποθοῦντι καὶ ἀγαπῶντι πατρίδα παρέσχον ἰδεῖν· ἐσμὲν γὰρ τῆς Ἑλλάδος οἱ περὶ τὴν Θρᾴκην καὶ τὴν Ἰωνίαν οἰκοῦντες ἔγγονοι, καὶ ὅστις ἡμῶν μὴ λίαν ἀγνώμων, ποθεῖ προσειπεῖν τοὺς πατέρας καὶ τὴν χώραν αὐτὴν ἀσπάσασθαι. δὴ καὶ ἐμοὶ πάλαι μὲν ἦν, ὡς εἰκός, ποθεινόν,
119a
καὶ ὑπάρξαι μοι τοῦτο ἐβουλόμην μᾶλλον πολὺ χρυσίον καὶ ἀργύριον. ἀνδρῶν γὰρ ἀγαθῶν φημι ξυντυχίαν πρὸς χρυσίου πλῆθος ὁσονδηοῦν ἐξεταζομένην καθέλκειν τὸν ζυγὸν καὶ οὐκ ἐπιτρέπειν τῷ σώφρονι κριτῇ οὐδὲ ἐπ̓ ὀλίγον ῥοπῆς ἐπιστῆσαι.

Παιδείας δὲ ἕνεκα καὶ φιλοσοφίας πέπονθεν οἶμαι νῦν τὰ τῆς Ἑλλάδος παραπλήσιόν τι τοῖς Αἰγυπτίοις μυθολογήμασι καὶ λόγοις.

119b
λέγουσι γὰρ δὴ καὶ Αἰγύπτιοι τὸν Νεῖλον παρʼ αὐτοῖς εἶναι τά τʼ ἄλλα σωτῆρα καὶ εὐεργέτην τῆς χώρας καὶ ἀπείργειν αὐτοῖς τὴν ὑπὸ τοῦ πυρὸς φθοράν, ὁπόταν ἥλιος διὰ μακρῶν τινων περιόδων ἄστροις γενναίοις συνελθὼν συγγενόμενος ἐμπλήσῃ τὸν ἀέρα πυρὸς καὶ ἐπιφλέγῃ τὰ σύμπαντα. οὐ γὰρ ἰσχύει, φασίν, ἀφανίσαι οὐδὲ ἐξαναλῶσαι τοῦ Νείλου τὰς πηγάς. οὔκουν
119c
οὐδὲ ἐξ Ἑλλήνων παντελῶς οἴχεται φιλοσοφία, οὐδὲ ἐπέλιπε τὰς Ἀθήνας οὐδὲ τὴν Σπάρτην οὐδὲ τὴν Κόρινθον· ἥκιστα δέ ἐστι τούτων τῶν πηγῶν ἕκητι τὸ Ἄργος πολυδίψιον· πολλαὶ μὲν γὰρ ἐν αὐτῷ τῷ ἄστει, πολλαὶ δὲ καὶ πρὸ τοῦ ἄστεος περὶ τὸν παλαιὸν ἐκεῖνον Μάσητα· τὴν Πειρήνην
v.1.p.318
δὲ αὐτὴν Σικυὼν ἔχει καὶ οὐχ Κόρινθος. τῶν Ἀθηνῶν δὲ πολλὰ μὲν καὶ καθαρὰ καὶ ἐπιχώρια τὰ νάματα, πολλὰ δὲ ἔξωθεν ἐπιρρεῖ καὶ ἐπιφέρεται τίμια τῶν ἔνδον οὐ μεῖον· οἱ δὲ ἀγαπῶσι
119d
καὶ στέργουσι, πλουτεῖν ἐθέλοντες οὗ μόνου σχεδὸν πλοῦτος ζηλωτόν.

Ἡμεῖς δὲ τί ποτε ἄρα πεπόνθαμεν; καὶ τίνα νῦν περαίνειν διανοούμεθα λόγον, εἰ μὴ τῆς φίλης Ἑλλάδος ἔπαινον, ἧς οὐκ ἔστι μνησθέντα μὴ πάντα θαυμάζειν; ἀλλʼ οὐ φήσει τις τυχὸν ὑπομνησθεὶς τῶν ἔμπροσθεν ταῦτα ἐθέλειν ἡμᾶς ἐξ ἀρχῆς διελθεῖν, καθάπερ δὲ τοὺς Κορυβαντιῶντας ὑπὸ τῶν αὐλῶν ἐπεγειρομένους χορεύειν καὶ

120a
πηδᾶν οὐδενὶ ξὺν λόγῳ, καὶ ἡμᾶς ὑπὸ τῆς μνήμης τῶν παιδικῶν ἀνακινηθέντας ᾆσαι τῆς χώρας καὶ τῶν ἀνδρῶν ἐγκώμιον. πρὸς δὴ τοῦτον ἀπολογεῖσθαι χρεὼν ὧδέ πως λέγοντα· δαιμόνιε, καὶ τέχνης ἀληθῶς γενναίας ἡγεμών, σοφὸν μὲν χρῆμα ἐπινοεῖς, οὐκ ἐφιεὶς οὐδὲ ἐπιτρέπων τῶν ἐπαινουμένων οὐδὲ ἐπὶ σμικρὸν μεθίεσθαι, ἅτε αὐτὸς οἶμαι ξὺν τέχνῃ τοῦτο δρῶν. ἡμῖν δὲ τὸν
120b
ἔρωτα τοῦτον, ὃν σὺ φὴς αἴτιον εἶναι τῆς ἐν τοῖς λόγοις ἀταξίας, ἐπειδὴ προσγέγονεν, οἶμαι, παρακελεύεσθαι μὴ σφόδρα ὀκνεῖν μηδὲ εὐλαβεῖσθαι τὰς αἰτίας. οὐ γὰρ ἀλλοτρίων ἁπτόμεθα λόγων δεῖξαι ἐθέλοντες, ὅσων ἡμῖν ἀγαθῶν αἰτία γέγονε τιμῶσα τὸ φιλοσοφίας ὄνομα. τοῦτο δὲ οὐκ οἶδα ὅντινά μοι τρόπον ἐπικείμενον ἀγαπήσαντι μὲν
v.1.p.320
εὖ μάλα τὸ ἔργον καὶ ἐρασθέντι δεινῶς τοῦ πράγματος, ἀπολειφθέντι δὲ οὐκ οἶδα ὅντινα
120c
τρόπον ὄνομα ἐτύγχανε μόνον καὶ λόγος ἔργου στερόμενος. δὲ ἐτίμα καὶ τοὔνομα· αἰτίαν γὰρ δὴ ἄλλην οὔτε αὐτὸς εὑρίσκω οὔτε ἄλλου του πυθέσθαι δύναμαι, διʼ ἣν οὕτω μοι πρόθυμος γέγονε βοηθὸς καὶ ἀλεξίκακος καὶ σώτειρα, τὴν τοῦ γενναίου βασιλέως εὔνοιαν ἀκέραιον ἡμῖν καὶ ἀσινῆ μένειν ξὺν πολλῷ πόνῳ πραγματευσαμένη, ἧς μεῖζον ἀγαθὸν οὔποτε ἐγώ τι τῶν ἀνθρωπίνων νομίσας ἑάλων, οὐ τὸν ἐπὶ γῆς
120d
καὶ ὑπὸ γῆς χρυσὸν ἀντάξιον οὐδʼ ἀργύρου πλῆθος, ὁπόσος νῦν ἐστιν ὑπʼ αὐγὰς ἡλίου, καὶ εἴ ποτε ἄλλος προσγένοιτο, τῶν μεγίστων ὀρῶν αὐταῖς, οἶμαι, πέτραις καὶ δένδρεσι μεταβαλλόντων εἰς τήνδε τὴν φύσιν, οὐδὲ ἀρχὴν τὴν μεγίστην οὐδὲ ἄλλο τῶν πάντων οὐδέν· ἐκ μὲν γὰρ δὴ ἐκείνης ταῦτά μοι γέγονε πολλὰ καὶ ὅσα οὐδεὶς ἂν ἤλπισεν, οὐ σφόδρα πολλῶν δεομένῳ γε οὐδὲ ἐμαυτὸν ἐλπίσι τοιαύταις τρέφοντι.

Εὔνοιαν δὲ ἀληθινὴν οὐκ ἔστι πρὸς χρυσίον ἀμείψασθαι,

121a
οὐδὲ ἄν τις αὐτὴν ἐντεῦθεν πρίαιτο, θείᾳ δέ τινι καὶ κρείττονι μοίρᾳ ἀνθρώπων ἀγαθῶν συμπροθυμουμένων παραγίγνεται. δὴ καὶ ἐμοὶ παρὰ βασιλέως παιδὶ μὲν ὑπῆρχε κατὰ θεόν, ὀλίγου δὲ οἴχεσθαι δεῆσαν ἀπεσώθη πάλιν τῆς βασιλίδος ἀμυνούσης καὶ ἀπειργούσης τὰς ψευδεῖς καὶ ἀλλοκότους ὑποψίας. ἃς ἐπειδὴ παντελῶς ἐκείνη διέλυσεν, ἐναργεῖ τεκμηρίῳ τῷ βίῳ τὠμῷ χρωμένη,
v.1.p.322
121b
καλοῦντός τε αὖθις τοῦ βασιλέως ἀπὸ τῆς Ἑλλάδος ὑπήκουον, ἆρα ἐνταῦθα κατέλιπεν, ὡς οὐκέτι πολλῆς βοηθείας, ἅτε οὐδενὸς ὄντος ἐν μέσῳ δυσχεροῦς οὐδὲ ὑπόπτου, δεόμενον; καὶ πῶς ἂν ὅσια δρῴην οὕτως ἐναργῆ καὶ σεμνὰ σιωπῶν καὶ ἀποκρύπτων; κυρουμένης τε γὰρ ἐπʼ ἐμοὶ τοῦ Βασιλέως ταυτησὶ τῆς γνώμης διαφερόντως ηὐφραίνετο καὶ συνεπήχει μουσικόν, θαρρεῖν κελεύουσα καὶ μήτε τὸ μέγεθος δείσαντα τῶν διδομένων
121c
ἀρνεῖσθαι τὸ λαβεῖν, μήτε ἀγροίκῳ καὶ αὐθάδει χρησάμενον παρρησίᾳ φαύλως ἀτιμάσαι τοῦ τοσαῦτα ἐργασαμένου ἀγαθὰ τὴν ἀναγκαίαν αἴτησιν. ἐγὼ δὲ ὑπήκουον οὔτι τοῦτό γε ἡδέως σφόδρα ὑπομένων, ἄλλως δὲ ἀπειθεῖν χαλεπὸν ὂν σφόδρα ἠπιστάμην. οἷς γὰρ ἂν ἐξῇ πράττειν , τι ἂν ἐθέλωσι σὺν βίᾳ, που δεόμενοι δυσωπεῖν καὶ πείθειν ἀρκοῦσιν.

οὐκοῦν ἐπειδή μοι πεισθέντι

121d
γέγονε καὶ μεταβαλόντι ἐσθῆτα καὶ θεραπείαν καὶ διατριβὰς τὰς συνήθεις καὶ τὴν οἴκησιν δὲ αὐτὴν καὶ δίαιταν πάντα ὄγκου πλέα καὶ σεμνότητος ἐκ μικρῶν, ὡς εἰκός, καὶ φαύλων τῶν πρόσθεν, ἐμοὶ μὲν ὑπὸ ἀηθείας ψυχὴ διεταράττετο, οὔτι τὸ μέγεθος ἐκπληττομένῳ τῶν παρόντων ἀγαθῶν· σχεδὸν γὰρ ὑπὸ ἀμαθίας οὐδὲ μεγάλα ταῦτα ἐνόμιζον, ἀλλὰ δυνάμεις τινὰς χρωμένοις μὲν ὀρθῶς σφόδρα ὠφελίμους, ἁμαρτάνουσι δὲ περὶ
122a
τὴν χρῆσιν βλαβερὰς καὶ οἴκοις καὶ πόλεσι πολλαῖς μυρίων αἰτίας ξυμφορῶν. παραπλήσια
v.1.p.324
δὲ ἐπεπονθειν ἀνδρὶ σφόδρα ἀπείρως ἡνιοχικῆς ἔχοντι καὶ οὐδὲ ἐθελήσαντι ταύτης μεταλαβεῖν τῆς τέχνης, κᾆτα ἀναγκαζομένῳ καλοῦ καὶ γενναίου κομίζειν ἅρμα ἡνιόχου, πολλὰς μὲν ξυνωρίδας, πολλὰ δέ, οἶμαι, τέτρωρα τρέφοντος καὶ ἅπασι μὲν ἐπιβεβηκότος, διὰ δὲ γενναιότητα φύσεως καὶ ῥώμην ὑπερβάλλουσαν ἔχοντος
122b
οἶμαι τὰς ἡνίας πάντων ἐγκρατῶς, εἰ καὶ ἐπὶ τῆς μιᾶς ἄντυγος βαίνοι, οὐ μὴν ἀεί γε ἐπ̓ αὐτῆς μένοντος, μεταφερομένου δὲ πολλάκις ἐνθένδε ἐκεῖσε καὶ ἀμείβοντος δίφρον ἐκ δίφρου, εἴ ποτε τοὺς ἵππους πονουμένους καὶ ὑβρίσαντας αἴσθοιτο, ἐν δὲ δὴ τοῖς ἅρμασι τοῖσδε κεκτημένου τέτρωρον ὑπὸ ἀμαθίας καὶ θράσους ὑβρίζον, πιεζόμενον τῇ συνεχεῖ ταλαιπωρίᾳ καὶ τοῦ θράσους οὐδέν τι μᾶλλον ἐπιλαθόμενον, ἀγριαῖνον·
122c
δὲ ἀεὶ καὶ παροξυνόμενον ὑπὸ τῶν συμφορῶν ἐπὶ τὸ μᾶλλον ὑβρίζειν καὶ ἀπειθεῖν καὶ ἀντιτείνειν, οὐ δεχόμενον ἀμῶς γέ πη πορεύεσθαι, ἀλλʼ εἰ μὴ καὶ αὐτὸν ὁρῴη τὸν ἡνίοχον διὰ τέλους χαλεπαῖνον , τό γε ἔλαττον, στολὴν γοῦν ἡνιοχικὴν ἄνθρωπον φοροῦντα· οὕτως ἐστὶν ἀλόγιστον φύσει. δέ, οἶμαι, παραμυθούμενος αὐτοῦ τὴν ἄνοιαν ἄνδρα ἐπέσησε, δοὺς φορεῖν τοιαύτην ἐσθῆτα καὶ
122d
σχῆμα περιβαλὼν ἡνιόχου σεμνοῦ καὶ ἐπιστήμονος, ὃς εἰ μὲν ἄφρων εἴη παντελῶς καὶ ἀνόητος, χαίρει καὶ γέγηθε καὶ μετέωρος ὑπὸ τῶν ἱματίων καθάπερ πτερῶν ἐπαίρεται, συνέσεως δὲ εἰ καὶ
v.1.p.326
ἐπὶ σμικρὸν μετέχοι καὶ σώφρονος νοῦ, σφόδρα εὐλαβεῖται,
μήπως αὑτόν τε τρώσῃ σύν θʼ ἅρματα ἄξῃ,
καὶ τῷ μὲν ἡνιόχῳ ζημίας, αὑτῷ δὲ αἰσχρᾶς καὶ ἀδόξου συμφορᾶς αἴτιος γένηται. ταῦτα ἐγὼ ἐλογιζόμην ἐν νυκτὶ βουλεύων καὶ διʼ ἡμέρας κατ
123a
ἐμαυτὸν ἐπισκοπούμενος, σύννους ὢν ἀεὶ καὶ σκυθρωπός. γενναῖος δὲ καὶ θεῖος ἀληθῶς αὐτοκράτωρ ἀφῄρει τι πάντως τῶν ἀλγεινῶν, ἔργοις καὶ λόγοις τιμῶν καὶ χαριζόμενος. τέλος δὲ τὴν βασιλίδα προσειπεῖν κελεύει, θάρσος τε ἡμῖν ἐνδιδοὺς καὶ τοῦ σφόδρα πιστεύειν γενναῖον εὖ μάλα παρέχων γνώρισμα. ἐγὼ δὲ ἐπειδὴ πρῶτον ἐς ὄψιν ἐκείνης ἦλθον, ἐδόκουν μὲν ὥσπερ ἐν ἱερῷ
123b
καθιδρυμένον ἄγαλμα σωφροσύνης ὁρᾶν· αἰδὼς δὲ ἐπεῖχε τὴν ψυχήν, καὶ ἐπέπηκτό μοι κατὰ γῆς τὰ ὄμματα συχνὸν ἐπιεικῶς χρόνον, ἕως ἐκείνη θαρρεῖν ἐκέλευε. καὶ Τὰ μέν, ἔφη, ἤδη παρʼ ἡμῶν ἔχεις, τὰ δὲ καὶ ἕξεις σὺν θεῷ, μόνον εἰ πιστὸς καὶ δίκαιος εἰς ἡμᾶς γένοιο. τοσαῦτα ἤκουσα σχεδόν· οὐδὲ γὰρ αὐτὴ πλεῖονα ἐφθέγξατο, καὶ ταῦτα ἐπισταμένη τῶν γενναίων ῥητόρων οὐδὲ ἓν φαυλοτέρους ἀπαγγέλλειν λόγους. ταύτης ἐγὼ τῆς ἐντεύξεως ἀπαλλαγεὶς σφόδρα ἐθαύμασα καὶ ἐξεπεπλήγμην, ἐναργῶς δοκῶν ἀκηκοέναι σωφροσύνης αὐτῆς φθεγγομένης· οὕτω πρᾷον ἦν αὐτῇ
123c
φθέγμα καὶ μείλιχον, ταῖς ἐμαῖς ἀκοαῖς ἐγκαθιδρυμένον.

Βούλεσθε οὖν τὰ μετὰ ταῦτα πάλιν ἔργα καὶ ὅσα ἔδρασεν ἡμᾶς ἀγαθὰ καθʼ ἕκαστον λεπτουργοῦντες

v.1.p.328
ἀπαγγέλλωμεν; τά γε ἐντεῦθεν ἀθρόως ἑλόντες, καθάπερ ἔδρασεν αὐτὴ, πάντα ὁμοῦ
123d
διηγησώμεθα; ὁπόσους μὲν εὖ ἐποίησε τῶν ἐμοὶ γνωρίμων, ὅπως δὲ ἐμοὶ μετὰ τοῦ βασιλέως τὸν γάμον ἥρμοσεν. ὑμεῖς δὲ ἴσως ποθεῖτε καὶ τὸν κατάλογον ἀκούειν τῶν δώρων,
ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα
καὶ λέβητας ἐείκοσιν. ἀλλʼ οὔ μοι σχολὴ περὶ τῶν τοιούτων ἀδολεσχεῖν· ἑνὸς δὲ ἴσως τῶν ἐκείνης δώρων τυχὸν οὐκ ἄχαρι καὶ εἰς ὑμᾶς ἀπομνημονεῦσαι, μοι δοκῶ καὶ αὐτὸς ἡσθῆναι διαφερόντως· βίβλους γὰρ φιλοσόφων καὶ ξυγγραφέων
124a
ἀγαθῶν καὶ ῥητόρων πολλῶν καὶ ποιητῶν, ἐπειδὴ παντελῶς ὀλίγας οἴκοθεν ἔφερον, ἐλπίδι καὶ πόθῳ τοῦ πάλιν οἴκαδε ἐπανελθεῖν τὴν ταχίστην ψυχαγωγούμενος, ἔδωκεν ἀθρόως τοσαύτας, ὥστε ἐμοῦ μὲν ἀποπλῆσαι τὴν ἐπιθυμίαν σφόδρα ἀκορέστως ἔχοντος τῆς πρὸς ἐκείνας συνουσίας, μουσεῖον δὲ Ἑλληνικὸν ἀποφῆναι βιβλίων ἕκητι τὴν Γαλατίαν καὶ τὴν Κελτίδα. τούτοις ἐγὼ προσκαθήμενος συνεχῶς τοῖς δώροις, εἴ ποτε σχολὴν ἄγοιμι, οὐκ ἔστιν ὅπως ἐπιλανθάνωμαι
124b
τῆς χαρισαμένης· ἀλλὰ καὶ στρατευομένῳ μοι ἕν γέ τι πάντως ἕπεται οἷον ἐφόδιον τῆς στρατείας πρὸς αὐτόπτου πάλαι ξυγκείμενον. πολλὰ γὰρ δὴ τῆς τῶν παλαιῶν ἐμπειρίας ὑπομνήματα ξὺν τέχνῃ γραφέντα τοῖς ἁμαρτοῦσι
v.1.p.330
διὰ τὴν ἡλικίαν τῆς θέας ἐναργῆ καὶ λαμπρὰν εἰκόνα φέρει τῶν πάλαι πραχθέντων, ὑφʼ ἧς ἤδη καὶ νέοι πολλοὶ γερόντων μυρίων πολιὸν μᾶλλον
124c
ἐκτήσαντο τὸν νοῦν καὶ τὰς φρένας, καὶ τὸ δοκοῦν ἀγαθὸν ἐκ τοῦ γήρως ὑπάρχειν τοῖς ἀνθρώποις μόνον, τὴν ἐμπειρίαν, διʼ ἣν πρεσβύτης ἔχει τι λέξαι τῶν νέων σοφώτερον, τοῖς οὐ ῥᾳθύμοις τῶν νέων ἔδωκεν. ἔστι δὲ οἶμαί τις ἐν αὐτοῖς καὶ παιδαγωγία πρὸς ἦθος γενναῖον, εἴ τις ἐπίσταιτο τοὺς ἀρίστους ἄνδρας καὶ λόγους καὶ πράξεις, οἷον ἀρχέτυπα προτιθέμενος δημιουργός, πλάττειν ἤδη πρὸς ταῦτα τὴν αὑτοῦ διάνοιαν καὶ ἀφομοιοῦν τοὺς λόγους. ὧν εἰ μὴ παμπληθὲς
124d
ἀπολειφθείη, τυγχάνοι δὲ καὶ ἐπʼ ὀλίγον τῆς ὁμοιότητος, οὐ σμικρὰ ἂν ὄναιτο, εὖ ἴστε. δὴ καὶ αὐτὸς πολλάκις ξυννοῶν παιδιάν τε οὐκ ἄμουσον ἐν αὐτοῖς ποιοῦμαι καὶ στρατευόμενος καθάπερ σιτία φέρειν ἀναγκαῖα καὶ ταῦτα ἐθέλω· μέτρον δέ ἐστι τοῦ πλήθους τῶν φερομένων καιρός.

Tokens

Ἐγὼ 1 w 3
δέ 1 w 5
ἐπειδή 1 w 12
μοι 1 w 15
τεκμηρίων 1 w 24
καθάπερ 1 w 31
ἐν 1 w 33
δικαστηρίῳ 1 w 43
τὸν 1 w 46
λόγον 1 w 51
ὁρῶ 1 w 54
δεόμενον 1 w 62
αὐτὸς 1 w 68
ὑμῖν 1 w 72
ἐμαυτὸν 1 w 79
τούτων 1 w 85
ἐκείνῳ 1 w 91
μάρτυρα 1 w 98
καὶ 1 w 101
ἐπαινέτην 1 w 110
παρέξομαι 1 w 119
ἀλλʼ 1 w 124
ὅπως 1 w 128
μου 1 w 131
μή 1 w 133
ποτε 1 w 137
ὑπιδόμενοι 1 w 147
τὴν 1 w 150
μαρτυρίαν 1 w 159
πρὶν 1 w 163
ἐπακοῦσαι 1 w 172
τῶν 1 w 175
λόγων 1 w 180
διαταράττησθε 1 w 193
ὄμνυμι 1 w 200
ὑμῖν 2 w 204
ὡς 1 w 207
οὐδὲν 1 w 212
ψεῦδος 1 w 218
οὐδὲ 2 w 222
πλάσμα 1 w 228
ἐρῶ 1 w 231
ὑμεῖς 1 w 237
δὲ 3 w 239
κἂν 1 w 242
ἀνωμότῳ 1 w 249
ἐπιστεύσατε 1 w 260
πάντα 1 w 265
οὐ 3 w 267
κολακείας 1 w 276
ἕνεκα 1 w 281
λέγειν 1 w 287
ἔχω 1 w 291
γὰρ 1 w 294
ἤδη 1 w 297
τοῦ 1 w 300
θεοῦ 1 w 304
διδόντος 1 w 312
καὶ 2 w 315
τοῦ 2 w 318
βασιλέως 1 w 326
ἅπαντα 1 w 332
τὰ 1 w 334
ἀγαθά 1 w 339
αὐτῆς 1 w 345
γε 2 w 347
οἶμαι 1 w 352
καὶ 3 w 355
ταύτης 1 w 361
ξυμπροθυμουμένης 1 w 377
ὑπὲρ 1 w 382
ὧν 1 w 384
ἄν 1 w 386
τις 1 w 389
κολακεύων 1 w 398
ἅπαντα 2 w 404
ἀφείη 1 w 409
ῥήματα 1 w 415
ὥστε 1 w 420
εἰ 1 w 423
μὲν 1 w 426
πρὸ 1 w 429
τούτων 2 w 435
ἔλεγον 1 w 441
ἴσως 1 w 446
ἐχρῆν 1 w 451
ὀρρωδεῖν 1 w 459
τὴν 2 w 462
ἄδικον 1 w 468
ὑποψίαν 1 w 475
νῦν 1 w 479
δὲ 4 w 481
ἐν 2 w 483
ταύτῃ 1 w 488
γεγονὼς 1 w 495
τῇ 1 w 497
τύχῃ 1 w 501
καὶ 4 w 504
ἀπομνημονεύων 1 w 517
τῶν 2 w 520
ἐκείνης 1 w 527
εἰς 1 w 530
ἐμαυτὸν 2 w 537
ἔργων 1 w 542
παρέξομαι 2 w 551
ὑμῖν 3 w 555
εὐγνωμοσύνης 1 w 567
μὲν 2 w 571
ἐμαυτοῦ 1 w 578
σημεῖον 1 w 585
μαρτύριον 1 w 595
δὲ 5 w 597
ἀληθὲς 1 w 603
τῶν 3 w 606
ἐκείνης 2 w 613
ἔργων 2 w 618
πυνθάνομαι 1 w 629
γὰρ 2 w 632
δὴ 1 w 634
καὶ 5 w 637
Δαρεῖον 1 w 644
ἕως 1 w 648
ἔτι 1 w 651
δορυφόρος 1 w 660
ἦν 1 w 662
τοῦ 4 w 665
Περσῶν 1 w 671
μονάρχου 1 w 679
τῷ 1 w 682
Σαμίῳ 1 w 687
ξένῳ 1 w 691
περὶ 1 w 695
τὴν 3 w 698
Αἴγυπτον 1 w 706
συμβαλεῖν 1 w 715
φεύγοντι 1 w 723
τὴν 4 w 726
αὑτοῦ 1 w 731
καὶ 6 w 735
λαβόντα 1 w 742
φοινικίδα 1 w 751
τινὰ 1 w 755
δῶρον 1 w 760
οὗ 1 w 763
σφόδρα 1 w 769
ἐπεθύμει 1 w 777
τὴν 5 w 781
Σαμίων 1 w 787
ὕστερον 1 w 794
ἀντιδοῦναι 1 w 804
τυραννίδα 1 w 813
ὁπηνίκα 1 w 821
οἶμαι 2 w 827
τῆς 2 w 831
Ἀσίας 1 w 836
ἁπάσης 1 w 842
κύριος 1 w 848
κατέστη 1 w 855
εἰ 3 w 858
δὴ 2 w 860
οὖν 1 w 863
καὶ 7 w 866
αὐτὸς 2 w 871
πολλὰ 1 w 876
μὲν 3 w 879
παρʼ 1 w 883
αὐτῆς 2 w 888
ὅτε 1 w 892
ἔτι 2 w 895
ζῆν 1 w 898
ἐξῆν 1 w 902
ἐν 3 w 904
ἡσυχίᾳ 1 w 910
τὰ 2 w 913
μέγιστα 1 w 920
δὲ 6 w 922
διʼ 1 w 925
αὐτὴν 1 w 930
παρὰ 1 w 934
τοῦ 6 w 937
γενναίου 1 w 945
καὶ 8 w 948
μεγαλόφρονος 1 w 960
βασιλέως 2 w 968
λαβὼν 1 w 973
ὁμολογοίην 1 w 983
τοῦ 7 w 986
μὲν 4 w 989
ἀντιδοῦναι 2 w 999
τὴν 7 w 1002
ἴσην 1 w 1006
λείπεσθαι 1 w 1015
ἔχει 1 w 1020
γάρ 1 w 1023
οἶμαι 3 w 1029
ξύμπαντα 1 w 1038
παρʼ 2 w 1042
αὐτοῦ 1 w 1047
τοῦ 9 w 1050
καὶ 9 w 1053
ἡμῖν 1 w 1057
χαρισαμένου 1 w 1068
λαβοῦσα 1 w 1075
τῷ 2 w 1078
βούλεσθαι 1 w 1087
δὲ 7 w 1089
τὴν 8 w 1092
μνήμην 1 w 1098
ἀθάνατον 1 w 1106
αὐτῇ 1 w 1110
τῶν 4 w 1113
ἔργων 3 w 1118
γενέσθαι 1 w 1126
καὶ 10 w 1129
ἐς 1 w 1131
ὑμᾶς 1 w 1135
ταῦτα 1 w 1140
ἀπαγγέλλειν 1 w 1151
τυχὸν 1 w 1156
οὐκ 1 w 1159
ἀγνωμονέστερος 1 w 1173
φανοῦμαι 1 w 1181
τοῦ 10 w 1184
Πέρσου 1 w 1190
εἴπερ 1 w 1196
εἰς 2 w 1199
τὴν 9 w 1202
γνώμην 1 w 1208
ὁρῶντα 1 w 1214
χρὴ 1 w 1217
κρίνειν 1 w 1224
ἀλλʼ 2 w 1229
οὐχ 1 w 1232
ὅτῳ 1 w 1235
παρέσχεν 1 w 1243
3 w 1244
τύχη 1 w 1248
πολλαπλάσιον 1 w 1260
ἀποτῖσαι 1 w 1268
τὸ 6 w 1270
εὐεργέτημα 1 w 1280
Τί 1 w 1283
ποτε 2 w 1287
οὖν 2 w 1290
ἐγὼ 1 w 1293
τοσοῦτον 1 w 1301
εὖ 1 w 1303
παθεῖν 1 w 1309
φημι 1 w 1313
καὶ 11 w 1316
ἀνθʼ 1 w 1320
ὅτου 1 w 1324
τὸν 4 w 1327
ἅπαντα 3 w 1333
χρόνον 1 w 1339
ὑπόχρεων 1 w 1347
ἐμαυτὸν 3 w 1354
εἶναι 1 w 1359
χάριτος 1 w 1366
ὁμολογῶ 1 w 1373
τῇδε 1 w 1377
σφόδρα 2 w 1384
ὥρμησθε 1 w 1391
ἀκούειν 1 w 1398
ἐγὼ 2 w 1402
δὲ 8 w 1404
οὐκ 2 w 1407
ἀποκρύψομαι 1 w 1418
ἐμοὶ 1 w 1423
γὰρ 3 w 1426
βασιλεὺς 1 w 1434
οὑτοσὶ 1 w 1440
σχεδὸν 1 w 1446
ἐκ 4 w 1448
παιδὸς 1 w 1454
νηπίου 1 w 1460
γεγονὼς 2 w 1467
ἤπιος 1 w 1472
πᾶσαν 1 w 1477
ὑπερεβάλλετο 1 w 1489
φιλοτιμίαν 1 w 1499
κινδύνων 1 w 1508
τε 10 w 1510
ἐξαρπάσας 1 w 1519
τηλικούτων 1 w 1529
οὓς 1 w 1533
οὐδ̓ 1 w 1537
ἂν 2 w 1539
ἡβῶν 1 w 1543
ἀνὴρ 1 w 1547
εὖ 2 w 1549
μάλα 1 w 1553
διαφύγοι 1 w 1561
μὴ 1 w 1564
θείας 1 w 1569
τινὸς 1 w 1574
καὶ 12 w 1577
ἀμηχάνου 1 w 1585
σωτηρίας 1 w 1593
τυχών 1 w 1598
εἶτα 1 w 1603
τὴν 10 w 1606
οἰκίαν 1 w 1612
καταληφθεῖσαν 1 w 1625
καθάπερ 2 w 1632
ἐπʼ 1 w 1635
ἐρημίας 1 w 1642
παρά 1 w 1646
του 2 w 1649
τῶν 5 w 1652
δυναστῶν 1 w 1660
ἀφείλετο 1 w 1668
ξὺν 1 w 1671
δίκῃ 1 w 1675
καὶ 13 w 1678
ἀπέφηνεν 1 w 1686
αὖθις 1 w 1691
πλούσιον 1 w 1699
καὶ 14 w 1703
ἄλλα 1 w 1707
ἂν 3 w 1709
ἔχοιμι 1 w 1715
περὶ 2 w 1719
αὐτοῦ 2 w 1724
πρὸς 1 w 1728
ὑμᾶς 2 w 1732
εἰπεῖν 1 w 1738
εἰς 3 w 1741
ἐμαυτὸν 4 w 1748
ἔργα 1 w 1752
πολλῆς 1 w 1758
ἄξια 1 w 1762
χάριτος 2 w 1769
ὑπὲρ 2 w 1774
ὧν 2 w 1776
τὸν 7 w 1779
ἅπαντα 4 w 1785
χρόνον 2 w 1791
εὔνουν 1 w 1797
ἐμαυτὸν 5 w 1804
ἐκείνῳ 2 w 1810
καὶ 15 w 1813
πιστὸν 1 w 1819
παρέχων 1 w 1826
οὐκ 3 w 1829
οἶδα 1 w 1833
ἐκ 6 w 1835
τίνος 1 w 1840
αἰτίας 1 w 1846
τραχυτέρως 1 w 1856
ἔχοντος 1 w 1863
ᾐσθόμην 1 w 1870
ἔναγχος 1 w 1877
5 w 1879
δὲ 9 w 1881
ἐπειδὴ 1 w 1887
τὸ 13 w 1889
πρῶτον 1 w 1895
ἤκουσεν 1 w 1902
ἀδικήματος 1 w 1912
μὲν 5 w 1915
οὐδενὸς 1 w 1922
ὄνομα 1 w 1927
ματαίας 1 w 1935
δὲ 10 w 1937
ἄλλως 1 w 1942
ὑποψίας 1 w 1949
ἠξίου 1 w 1955
διελέγχειν 1 w 1965
καὶ 16 w 1968
μὴ 2 w 1970
πρότερον 1 w 1978
προσέσθαι 1 w 1987
μηδὲ 1 w 1991
ἐνδέξασθαι 1 w 2001
ψευδῆ 1 w 2006
καὶ 17 w 2009
ἄδικον 2 w 2015
διαβολήν 1 w 2023
καὶ 18 w 2027
οὐκ 4 w 2030
ἀνῆκε 1 w 2035
ταῦτα 2 w 2040
δεομένη 1 w 2047
πρὶν 2 w 2051
ἐμὲ 1 w 2054
ἤγαγεν 1 w 2060
ἐς 2 w 2062
ὄψιν 1 w 2066
τὴν 11 w 2069
βασιλέως 3 w 2077
καὶ 19 w 2080
τυχεῖν 1 w 2086
ἐποίησε 1 w 2093
λόγου 1 w 2098
καὶ 20 w 2102
ἀπολυομένῳ 1 w 2112
πᾶσαν 2 w 2117
αἰτίαν 1 w 2123
ἄδικον 3 w 2129
συνήσθη 1 w 2136
καὶ 21 w 2140
οἴκαδε 1 w 2146
ἐπιθυμοῦντι 1 w 2157
πάλιν 1 w 2162
ἀπιέναι 1 w 2169
πομπὴν 1 w 2175
ἀσφαλῆ 1 w 2181
παρέσχεν 2 w 2189
ἐπιτρέψαι 1 w 2199
πρῶτον 2 w 2205
τὸν 10 w 2208
βασιλέα 1 w 2215
ξυμπείσασα 1 w 2225
δαίμονος 1 w 2234
δέ 3 w 2236
ὅσπερ 1 w 2242
οὖν 3 w 2245
ἐῴκει 1 w 2250
μοι 2 w 2253
τὰ 3 w 2255
πρόσθεν 1 w 2262
μηχανήσασθαι 1 w 2274
5 w 2276
τινος 1 w 2281
ξυντυχίας 1 w 2290
ἀλλοκότου 1 w 2299
τὴν 12 w 2302
ὁδὸν 1 w 2306
ταύτην 1 w 2312
ὑποτεμομένης 1 w 2324
ἐποψόμενον 1 w 2335
πέμπει 1 w 2341
τὴν 13 w 2344
Ἑλλάδα 1 w 2350
ταύτην 2 w 2357
αἰτήσασα 1 w 2365
παρὰ 2 w 2369
βασιλέως 4 w 2377
ὑπὲρ 3 w 2381
ἐμοῦ 1 w 2385
καὶ 22 w 2388
ἀποδημοῦντος 1 w 2400
ἤδη 2 w 2403
τὴν 14 w 2406
χάριν 1 w 2411
ἐπειδή 2 w 2418
με 8 w 2420
λόγοις 1 w 2426
ἐπέπυστο 1 w 2434
χαίρειν 1 w 2441
καὶ 23 w 2444
παιδείᾳ 1 w 2451
τὸ 15 w 2453
χωρίον 1 w 2459
ἐπιτήδειον 1 w 2469
εἶναι 2 w 2474
ξυννοοῦσα 1 w 2483
ἐγὼ 3 w 2487
δὲ 12 w 2489
τότε 1 w 2493
μὲν 6 w 2496
αὐτῇ 2 w 2500
καὶ 24 w 2503
πρώτῳ 1 w 2508
γε 8 w 2510
ὡς 2 w 2513
εἰκός 1 w 2518
βασιλεῖ 1 w 2526
πολλὰ 2 w 2531
καὶ 25 w 2534
ἀγαθὰ 1 w 2539
διδόναι 1 w 2546
τὸν 11 w 2549
θεὸν 1 w 2553
ηὐχόμην 1 w 2560
ὅτι 1 w 2564
μοι 3 w 2567
τὴν 15 w 2570
ἀληθινὴν 1 w 2578
ποθοῦντι 1 w 2586
καὶ 26 w 2589
ἀγαπῶντι 1 w 2597
πατρίδα 1 w 2604
παρέσχον 1 w 2612
ἰδεῖν 1 w 2617
ἐσμὲν 1 w 2623
γὰρ 4 w 2626
τῆς 4 w 2629
Ἑλλάδος 1 w 2636
οἱ 1 w 2638
περὶ 3 w 2642
τὴν 16 w 2645
Θρᾴκην 1 w 2651
καὶ 27 w 2654
τὴν 17 w 2657
Ἰωνίαν 1 w 2663
οἰκοῦντες 1 w 2672
ἔγγονοι 1 w 2679
καὶ 28 w 2683
ὅστις 1 w 2688
ἡμῶν 1 w 2692
μὴ 3 w 2694
λίαν 1 w 2698
ἀγνώμων 1 w 2705
ποθεῖ 1 w 2711
προσειπεῖν 1 w 2721
τοὺς 1 w 2725
πατέρας 1 w 2732
καὶ 29 w 2735
τὴν 18 w 2738
χώραν 1 w 2743
αὐτὴν 2 w 2748
ἀσπάσασθαι 1 w 2758
1 w 2760
δὴ 4 w 2762
καὶ 30 w 2765
ἐμοὶ 2 w 2769
πάλαι 1 w 2774
μὲν 8 w 2777
ἦν 2 w 2779
ὡς 3 w 2782
εἰκός 2 w 2787
ποθεινόν 1 w 2796
καὶ 31 w 2800
ὑπάρξαι 1 w 2807
μοι 4 w 2810
τοῦτο 1 w 2815
ἐβουλόμην 1 w 2824
μᾶλλον 1 w 2830
1 w 2831
πολὺ 1 w 2835
χρυσίον 1 w 2842
καὶ 32 w 2845
ἀργύριον 1 w 2853
ἀνδρῶν 1 w 2860
γὰρ 5 w 2863
ἀγαθῶν 1 w 2869
φημι 2 w 2873
ξυντυχίαν 1 w 2882
πρὸς 2 w 2886
χρυσίου 1 w 2893
πλῆθος 1 w 2899
ὁσονδηοῦν 1 w 2908
ἐξεταζομένην 1 w 2920
καθέλκειν 1 w 2929
τὸν 12 w 2932
ζυγὸν 1 w 2937
καὶ 33 w 2940
οὐκ 5 w 2943
ἐπιτρέπειν 1 w 2953
τῷ 3 w 2955
σώφρονι 1 w 2962
κριτῇ 1 w 2967
οὐδὲ 3 w 2971
ἐπ̓ 1 w 2974
ὀλίγον 1 w 2980
ῥοπῆς 1 w 2985
ἐπιστῆσαι 1 w 2994
Παιδείας 1 w 3003
δὲ 14 w 3005
ἕνεκα 2 w 3010
καὶ 34 w 3013
φιλοσοφίας 1 w 3023
πέπονθεν 1 w 3031
οἶμαι 4 w 3036
νῦν 2 w 3039
τὰ 4 w 3041
τῆς 5 w 3044
Ἑλλάδος 2 w 3051
παραπλήσιόν 1 w 3062
τι 16 w 3064
τοῖς 1 w 3068
Αἰγυπτίοις 1 w 3078
μυθολογήμασι 1 w 3090
καὶ 35 w 3093
λόγοις 2 w 3099
λέγουσι 1 w 3107
γὰρ 6 w 3110
δὴ 5 w 3112
καὶ 36 w 3115
Αἰγύπτιοι 1 w 3124
τὸν 13 w 3127
Νεῖλον 1 w 3133
παρʼ 3 w 3137
αὐτοῖς 1 w 3143
εἶναι 3 w 3148
τά 1 w 3150
τʼ 1 w 3152
ἄλλα 2 w 3156
σωτῆρα 1 w 3162
καὶ 37 w 3165
εὐεργέτην 1 w 3174
τῆς 6 w 3177
χώρας 1 w 3182
καὶ 38 w 3185
ἀπείργειν 1 w 3194
αὐτοῖς 2 w 3200
τὴν 20 w 3203
ὑπὸ 1 w 3206
τοῦ 13 w 3209
πυρὸς 1 w 3214
φθοράν 1 w 3220
ὁπόταν 1 w 3227
ἥλιος 1 w 3232
διὰ 1 w 3235
μακρῶν 1 w 3241
τινων 1 w 3246
περιόδων 1 w 3254
ἄστροις 1 w 3261
γενναίοις 1 w 3270
συνελθὼν 1 w 3278
2 w 3279
συγγενόμενος 1 w 3291
ἐμπλήσῃ 1 w 3298
τὸν 14 w 3301
ἀέρα 1 w 3305
πυρὸς 2 w 3310
καὶ 39 w 3313
ἐπιφλέγῃ 1 w 3321
τὰ 5 w 3323
σύμπαντα 1 w 3331
οὐ 13 w 3334
γὰρ 7 w 3337
ἰσχύει 1 w 3343
φασίν 1 w 3349
ἀφανίσαι 1 w 3358
οὐδὲ 4 w 3362
ἐξαναλῶσαι 1 w 3372
τοῦ 14 w 3375
Νείλου 1 w 3381
τὰς 1 w 3384
πηγάς 1 w 3389
οὔκουν 1 w 3396
οὐδὲ 5 w 3400
ἐξ 5 w 3402
Ἑλλήνων 1 w 3409
παντελῶς 1 w 3417
οἴχεται 1 w 3424
φιλοσοφία 2 w 3433
οὐδὲ 6 w 3438
ἐπέλιπε 1 w 3445
τὰς 2 w 3448
Ἀθήνας 1 w 3454
οὐδὲ 7 w 3458
τὴν 21 w 3461
Σπάρτην 1 w 3468
οὐδὲ 8 w 3472
τὴν 22 w 3475
Κόρινθον 1 w 3483
ἥκιστα 1 w 3490
δέ 4 w 3492
ἐστι 1 w 3496
τούτων 3 w 3502
τῶν 7 w 3505
πηγῶν 1 w 3510
ἕκητι 1 w 3515
τὸ 20 w 3517
Ἄργος 1 w 3522
πολυδίψιον 1 w 3532
πολλαὶ 1 w 3539
μὲν 9 w 3542
γὰρ 8 w 3545
ἐν 5 w 3547
αὐτῷ 1 w 3551
τῷ 5 w 3553
ἄστει 1 w 3558
πολλαὶ 2 w 3565
δὲ 20 w 3567
καὶ 40 w 3570
πρὸ 4 w 3573
τοῦ 15 w 3576
ἄστεος 1 w 3582
περὶ 4 w 3586
τὸν 15 w 3589
παλαιὸν 1 w 3596
ἐκεῖνον 1 w 3603
Μάσητα 1 w 3609
τὴν 23 w 3613
Πειρήνην 1 w 3621
δὲ 21 w 3623
αὐτὴν 3 w 3628
9 w 3629
Σικυὼν 1 w 3635
ἔχει 2 w 3639
καὶ 41 w 3642
οὐχ 2 w 3645
7 w 3646
Κόρινθος 1 w 3654
τῶν 8 w 3658
Ἀθηνῶν 1 w 3664
δὲ 22 w 3666
πολλὰ 3 w 3671
μὲν 10 w 3674
καὶ 42 w 3677
καθαρὰ 1 w 3683
καὶ 43 w 3686
ἐπιχώρια 1 w 3694
τὰ 8 w 3696
νάματα 1 w 3702
πολλὰ 4 w 3708
δὲ 23 w 3710
ἔξωθεν 1 w 3716
ἐπιρρεῖ 1 w 3723
καὶ 44 w 3726
ἐπιφέρεται 1 w 3736
τίμια 1 w 3741
τῶν 9 w 3744
ἔνδον 1 w 3749
οὐ 20 w 3751
μεῖον 2 w 3756
οἱ 2 w 3759
δὲ 24 w 3761
ἀγαπῶσι 1 w 3768
καὶ 45 w 3771
στέργουσι 1 w 3780
πλουτεῖν 1 w 3789
ἐθέλοντες 1 w 3798
οὗ 2 w 3800
μόνου 1 w 3805
σχεδὸν 2 w 3811
10 w 3812
πλοῦτος 1 w 3819
ζηλωτόν 1 w 3826
Ἡμεῖς 1 w 3832
δὲ 25 w 3834
τί 6 w 3836
ποτε 4 w 3840
ἄρα 1 w 3843
πεπόνθαμεν 1 w 3853
καὶ 46 w 3857
τίνα 1 w 3861
νῦν 3 w 3864
περαίνειν 1 w 3873
διανοούμεθα 1 w 3884
λόγον 2 w 3889
εἰ 9 w 3892
μὴ 4 w 3894
τῆς 7 w 3897
φίλης 1 w 3902
Ἑλλάδος 3 w 3909
ἔπαινον 1 w 3916
ἧς 1 w 3919
οὐκ 6 w 3922
ἔστι 1 w 3926
μνησθέντα 1 w 3935
μὴ 5 w 3937
πάντα 2 w 3942
θαυμάζειν 1 w 3951
ἀλλʼ 3 w 3956
οὐ 22 w 3958
φήσει 1 w 3963
τις 3 w 3966
τυχὸν 2 w 3971
ὑπομνησθεὶς 1 w 3982
τῶν 10 w 3985
ἔμπροσθεν 1 w 3994
ταῦτα 3 w 3999
ἐθέλειν 1 w 4006
ἡμᾶς 1 w 4010
ἐξ 6 w 4012
ἀρχῆς 1 w 4017
διελθεῖν 1 w 4025
καθάπερ 3 w 4033
δὲ 26 w 4035
τοὺς 2 w 4039
Κορυβαντιῶντας 1 w 4053
ὑπὸ 2 w 4056
τῶν 11 w 4059
αὐλῶν 1 w 4064
ἐπεγειρομένους 1 w 4078
χορεύειν 1 w 4086
καὶ 47 w 4089
πηδᾶν 1 w 4094
οὐδενὶ 1 w 4100
ξὺν 2 w 4103
λόγῳ 1 w 4107
καὶ 48 w 4111
ἡμᾶς 2 w 4115
ὑπὸ 3 w 4118
τῆς 8 w 4121
μνήμης 1 w 4127
τῶν 12 w 4130
παιδικῶν 1 w 4138
ἀνακινηθέντας 1 w 4151
ᾆσαι 1 w 4155
τῆς 9 w 4158
χώρας 2 w 4163
καὶ 49 w 4166
τῶν 13 w 4169
ἀνδρῶν 2 w 4175
ἐγκώμιον 1 w 4183
πρὸς 3 w 4188
δὴ 6 w 4190
τοῦτον 1 w 4196
ἀπολογεῖσθαι 1 w 4208
χρεὼν 1 w 4213
ὧδέ 1 w 4216
πως 2 w 4219
λέγοντα 1 w 4226
1 w 4228
δαιμόνιε 1 w 4236
καὶ 50 w 4240
τέχνης 1 w 4246
ἀληθῶς 1 w 4252
γενναίας 1 w 4260
ἡγεμών 1 w 4266
σοφὸν 1 w 4272
μὲν 11 w 4275
χρῆμα 1 w 4280
ἐπινοεῖς 1 w 4288
οὐκ 7 w 4292
ἐφιεὶς 1 w 4298
οὐδὲ 9 w 4302
ἐπιτρέπων 1 w 4311
τῶν 14 w 4314
ἐπαινουμένων 1 w 4326
οὐδὲ 10 w 4330
ἐπὶ 1 w 4333
σμικρὸν 1 w 4340
μεθίεσθαι 1 w 4349
ἅτε 1 w 4353
αὐτὸς 3 w 4358
οἶμαι 5 w 4363
ξὺν 3 w 4366
τέχνῃ 1 w 4371
τοῦτο 3 w 4376
δρῶν 3 w 4380
ἡμῖν 2 w 4385
δὲ 29 w 4387
τὸν 16 w 4390
ἔρωτα 1 w 4395
τοῦτον 2 w 4401
ὃν 1 w 4404
σὺ 1 w 4406
φὴς 1 w 4409
αἴτιον 1 w 4415
εἶναι 4 w 4420
τῆς 10 w 4423
ἐν 6 w 4425
τοῖς 4 w 4429
λόγοις 3 w 4435
ἀταξίας 1 w 4442
ἐπειδὴ 2 w 4449
προσγέγονεν 1 w 4460
οἶμαι 6 w 4466
παρακελεύεσθαι 1 w 4481
μὴ 6 w 4483
σφόδρα 3 w 4489
ὀκνεῖν 1 w 4495
μηδὲ 2 w 4499
εὐλαβεῖσθαι 1 w 4510
τὰς 3 w 4513
αἰτίας 2 w 4519
οὐ 27 w 4522
γὰρ 9 w 4525
ἀλλοτρίων 1 w 4534
ἁπτόμεθα 1 w 4542
λόγων 2 w 4547
δεῖξαι 1 w 4553
ἐθέλοντες 2 w 4562
ὅσων 1 w 4567
ἡμῖν 3 w 4571
ἀγαθῶν 2 w 4577
αἰτία 4 w 4582
γέγονε 2 w 4588
τιμῶσα 1 w 4594
τὸ 24 w 4596
φιλοσοφίας 2 w 4606
ὄνομα 2 w 4611
τοῦτο 5 w 4617
δὲ 31 w 4619
οὐκ 8 w 4622
οἶδα 2 w 4626
ὅντινά 1 w 4632
μοι 5 w 4635
τρόπον 1 w 4641
ἐπικείμενον 1 w 4652
ἀγαπήσαντι 1 w 4662
μὲν 12 w 4665
εὖ 3 w 4667
μάλα 2 w 4671
τὸ 25 w 4673
ἔργον 1 w 4678
καὶ 51 w 4681
ἐρασθέντι 1 w 4690
δεινῶς 1 w 4696
τοῦ 20 w 4699
πράγματος 1 w 4708
ἀπολειφθέντι 1 w 4721
δὲ 32 w 4723
οὐκ 9 w 4726
οἶδα 3 w 4730
ὅντινα 1 w 4736
τρόπον 2 w 4742
ὄνομα 3 w 4747
ἐτύγχανε 1 w 4755
μόνον 1 w 4760
καὶ 52 w 4763
λόγος 1 w 4768
ἔργου 1 w 4773
στερόμενος 1 w 4783
13 w 4785
δὲ 33 w 4787
ἐτίμα 1 w 4792
καὶ 53 w 4795
τοὔνομα 1 w 4802
αἰτίαν 2 w 4809
γὰρ 10 w 4812
δὴ 8 w 4814
ἄλλην 1 w 4819
οὔτε 1 w 4823
αὐτὸς 4 w 4828
εὑρίσκω 1 w 4835
οὔτε 2 w 4839
ἄλλου 1 w 4844
του 4 w 4847
πυθέσθαι 1 w 4855
δύναμαι 1 w 4862
διʼ 2 w 4866
ἣν 1 w 4868
οὕτω 1 w 4872
μοι 6 w 4875
πρόθυμος 1 w 4883
γέγονε 3 w 4889
βοηθὸς 1 w 4895
καὶ 54 w 4898
ἀλεξίκακος 1 w 4908
καὶ 55 w 4911
σώτειρα 1 w 4918
τὴν 25 w 4922
τοῦ 21 w 4925
γενναίου 2 w 4933
βασιλέως 5 w 4941
εὔνοιαν 1 w 4948
ἀκέραιον 1 w 4956
ἡμῖν 4 w 4960
καὶ 56 w 4963
ἀσινῆ 1 w 4968
μένειν 1 w 4974
ξὺν 4 w 4977
πολλῷ 1 w 4982
πόνῳ 1 w 4986
πραγματευσαμένη 1 w 5001
ἧς 2 w 5004
μεῖζον 1 w 5010
ἀγαθὸν 1 w 5016
οὔποτε 1 w 5022
ἐγώ 1 w 5025
τι 31 w 5027
τῶν 15 w 5030
ἀνθρωπίνων 1 w 5040
νομίσας 1 w 5047
ἑάλων 1 w 5052
οὐ 30 w 5055
τὸν 17 w 5058
ἐπὶ 2 w 5061
γῆς 1 w 5064
καὶ 57 w 5067
ὑπὸ 4 w 5070
γῆς 2 w 5073
χρυσὸν 1 w 5079
ἀντάξιον 1 w 5087
οὐδʼ 1 w 5091
ἀργύρου 1 w 5098
πλῆθος 2 w 5104
ὁπόσος 1 w 5111
νῦν 4 w 5114
ἐστιν 1 w 5119
ὑπʼ 1 w 5122
αὐγὰς 1 w 5127
ἡλίου 1 w 5132
καὶ 58 w 5136
εἴ 2 w 5138
ποτε 6 w 5142
ἄλλος 1 w 5147
προσγένοιτο 1 w 5158
τῶν 16 w 5162
μεγίστων 1 w 5170
ὀρῶν 1 w 5174
αὐταῖς 1 w 5180
οἶμαι 7 w 5186
πέτραις 1 w 5194
καὶ 59 w 5197
δένδρεσι 1 w 5205
μεταβαλλόντων 1 w 5218
εἰς 4 w 5221
τήνδε 1 w 5226
τὴν 26 w 5229
φύσιν 1 w 5234
οὐδὲ 11 w 5239
ἀρχὴν 1 w 5244
τὴν 27 w 5247
μεγίστην 1 w 5255
οὐδὲ 12 w 5259
ἄλλο 3 w 5263
τῶν 17 w 5266
πάντων 1 w 5272
οὐδέν 1 w 5277
ἐκ 8 w 5280
μὲν 13 w 5283
γὰρ 11 w 5286
δὴ 9 w 5288
ἐκείνης 3 w 5295
ταῦτά 1 w 5300
μοι 7 w 5303
γέγονε 4 w 5309
πολλὰ 5 w 5314
καὶ 60 w 5317
ὅσα 1 w 5320
οὐδεὶς 1 w 5326
ἂν 4 w 5328
ἤλπισεν 1 w 5335
οὐ 36 w 5338
σφόδρα 4 w 5344
πολλῶν 1 w 5350
δεομένῳ 1 w 5357
γε 17 w 5359
οὐδὲ 13 w 5363
ἐμαυτὸν 6 w 5370
ἐλπίσι 1 w 5376
τοιαύταις 1 w 5385
τρέφοντι 1 w 5393
Εὔνοιαν 1 w 5401
δὲ 37 w 5403
ἀληθινὴν 2 w 5411
οὐκ 10 w 5414
ἔστι 2 w 5418
πρὸς 4 w 5422
χρυσίον 2 w 5429
ἀμείψασθαι 1 w 5439
οὐδὲ 14 w 5444
ἄν 2 w 5446
τις 4 w 5449
αὐτὴν 4 w 5454
ἐντεῦθεν 1 w 5462
πρίαιτο 1 w 5469
θείᾳ 1 w 5474
δέ 8 w 5476
τινι 1 w 5480
καὶ 61 w 5483
κρείττονι 1 w 5492
μοίρᾳ 1 w 5497
ἀνθρώπων 1 w 5505
ἀγαθῶν 3 w 5511
συμπροθυμουμένων 1 w 5527
παραγίγνεται 1 w 5539
3 w 5541
δὴ 10 w 5543
καὶ 62 w 5546
ἐμοὶ 3 w 5550
παρὰ 3 w 5554
βασιλέως 6 w 5562
παιδὶ 1 w 5567
μὲν 14 w 5570
ὑπῆρχε 1 w 5576
κατὰ 1 w 5580
θεόν 1 w 5584
ὀλίγου 1 w 5591
δὲ 39 w 5593
οἴχεσθαι 1 w 5601
δεῆσαν 1 w 5607
ἀπεσώθη 1 w 5614
πάλιν 2 w 5619
τῆς 11 w 5622
βασιλίδος 1 w 5631
ἀμυνούσης 1 w 5640
καὶ 63 w 5643
ἀπειργούσης 1 w 5654
τὰς 4 w 5657
ψευδεῖς 1 w 5664
καὶ 64 w 5667
ἀλλοκότους 1 w 5677
ὑποψίας 2 w 5684
ἃς 1 w 5687
ἐπειδὴ 3 w 5693
παντελῶς 2 w 5701
ἐκείνη 4 w 5707
διέλυσεν 1 w 5715
ἐναργεῖ 1 w 5723
τεκμηρίῳ 1 w 5731
τῷ 6 w 5733
βίῳ 1 w 5736
τὠμῷ 1 w 5740
χρωμένη 1 w 5747
καλοῦντός 1 w 5757
τε 33 w 5759
αὖθις 2 w 5764
τοῦ 22 w 5767
βασιλέως 7 w 5775
ἀπὸ 1 w 5778
τῆς 12 w 5781
Ἑλλάδος 4 w 5788
ὑπήκουον 1 w 5796
ἆρα 1 w 5800
ἐνταῦθα 1 w 5807
κατέλιπεν 1 w 5816
ὡς 4 w 5819
οὐκέτι 1 w 5825
πολλῆς 2 w 5831
βοηθείας 1 w 5839
ἅτε 2 w 5843
οὐδενὸς 2 w 5850
ὄντος 1 w 5855
ἐν 10 w 5857
μέσῳ 1 w 5861
δυσχεροῦς 1 w 5870
οὐδὲ 15 w 5874
ὑπόπτου 1 w 5881
δεόμενον 2 w 5890
καὶ 65 w 5894
πῶς 1 w 5897
ἂν 5 w 5899
ὅσια 1 w 5903
δρῴην 1 w 5908
οὕτως 1 w 5913
ἐναργῆ 1 w 5919
καὶ 66 w 5922
σεμνὰ 1 w 5927
σιωπῶν 1 w 5933
καὶ 67 w 5936
ἀποκρύπτων 1 w 5946
κυρουμένης 1 w 5957
τε 35 w 5959
γὰρ 12 w 5962
ἐπʼ 2 w 5965
ἐμοὶ 4 w 5969
τοῦ 23 w 5972
Βασιλέως 1 w 5980
ταυτησὶ 1 w 5987
τῆς 13 w 5990
γνώμης 1 w 5996
διαφερόντως 1 w 6007
ηὐφραίνετο 1 w 6017
καὶ 68 w 6020
συνεπήχει 1 w 6029
μουσικόν 1 w 6037
θαρρεῖν 1 w 6045
κελεύουσα 1 w 6054
καὶ 69 w 6057
μήτε 1 w 6061
τὸ 29 w 6063
μέγεθος 1 w 6070
δείσαντα 1 w 6078
τῶν 18 w 6081
διδομένων 1 w 6090
ἀρνεῖσθαι 1 w 6099
τὸ 30 w 6101
λαβεῖν 1 w 6107
μήτε 2 w 6112
ἀγροίκῳ 1 w 6119
καὶ 70 w 6122
αὐθάδει 1 w 6129
χρησάμενον 1 w 6139
παρρησίᾳ 1 w 6147
φαύλως 1 w 6153
ἀτιμάσαι 1 w 6161
τοῦ 24 w 6164
τοσαῦτα 1 w 6171
ἐργασαμένου 1 w 6182
ἀγαθὰ 2 w 6187
τὴν 29 w 6190
ἀναγκαίαν 1 w 6199
αἴτησιν 1 w 6206
ἐγὼ 4 w 6210
δὲ 41 w 6212
ὑπήκουον 2 w 6220
οὔτι 1 w 6224
τοῦτό 1 w 6229
γε 20 w 6231
ἡδέως 1 w 6236
σφόδρα 5 w 6242
ὑπομένων 1 w 6250
ἄλλως 2 w 6256
δὲ 42 w 6258
ἀπειθεῖν 1 w 6266
χαλεπὸν 1 w 6273
ὂν 1 w 6275
σφόδρα 6 w 6281
ἠπιστάμην 1 w 6290
οἷς 1 w 6294
γὰρ 13 w 6297
ἂν 6 w 6299
ἐξῇ 1 w 6302
πράττειν 1 w 6310
13 w 6311
τι 40 w 6314
ἂν 7 w 6316
ἐθέλωσι 1 w 6323
σὺν 1 w 6326
βίᾳ 1 w 6329
3 w 6331
που 1 w 6334
δεόμενοι 1 w 6342
δυσωπεῖν 1 w 6350
καὶ 71 w 6353
πείθειν 1 w 6360
ἀρκοῦσιν 1 w 6368
οὐκοῦν 1 w 6375
ἐπειδή 3 w 6381
μοι 8 w 6384
πεισθέντι 1 w 6393
γέγονε 5 w 6399
καὶ 72 w 6402
μεταβαλόντι 1 w 6413
ἐσθῆτα 1 w 6419
καὶ 73 w 6422
θεραπείαν 1 w 6431
καὶ 74 w 6434
διατριβὰς 1 w 6443
τὰς 5 w 6446
συνήθεις 1 w 6454
καὶ 75 w 6457
τὴν 30 w 6460
οἴκησιν 1 w 6467
δὲ 43 w 6469
αὐτὴν 5 w 6474
καὶ 76 w 6477
δίαιταν 1 w 6484
πάντα 3 w 6489
ὄγκου 1 w 6494
πλέα 1 w 6498
καὶ 77 w 6501
σεμνότητος 1 w 6511
ἐκ 11 w 6513
μικρῶν 1 w 6519
ὡς 5 w 6522
εἰκός 3 w 6527
καὶ 78 w 6531
φαύλων 1 w 6537
τῶν 19 w 6540
πρόσθεν 2 w 6547
ἐμοὶ 5 w 6552
μὲν 15 w 6555
ὑπὸ 5 w 6558
ἀηθείας 1 w 6565
17 w 6566
ψυχὴ 1 w 6570
διεταράττετο 1 w 6582
οὔτι 2 w 6587
τὸ 31 w 6589
μέγεθος 2 w 6596
ἐκπληττομένῳ 1 w 6608
τῶν 20 w 6611
παρόντων 1 w 6619
ἀγαθῶν 4 w 6625
σχεδὸν 3 w 6632
γὰρ 14 w 6635
ὑπὸ 6 w 6638
ἀμαθίας 1 w 6645
οὐδὲ 16 w 6649
μεγάλα 1 w 6655
ταῦτα 4 w 6660
ἐνόμιζον 1 w 6668
ἀλλὰ 1 w 6673
δυνάμεις 1 w 6681
τινὰς 1 w 6686
χρωμένοις 1 w 6695
μὲν 16 w 6698
ὀρθῶς 1 w 6703
σφόδρα 7 w 6709
ὠφελίμους 1 w 6718
ἁμαρτάνουσι 1 w 6730
δὲ 45 w 6732
περὶ 5 w 6736
τὴν 32 w 6739
χρῆσιν 1 w 6745
βλαβερὰς 1 w 6753
καὶ 79 w 6756
οἴκοις 1 w 6762
καὶ 80 w 6765
πόλεσι 1 w 6771
πολλαῖς 1 w 6778
μυρίων 1 w 6784
αἰτίας 3 w 6790
ξυμφορῶν 1 w 6798
παραπλήσια 1 w 6809
δὲ 46 w 6811
ἐπεπονθειν 1 w 6821
ἀνδρὶ 1 w 6826
σφόδρα 8 w 6832
ἀπείρως 1 w 6839
ἡνιοχικῆς 1 w 6848
ἔχοντι 1 w 6854
καὶ 81 w 6857
οὐδὲ 17 w 6861
ἐθελήσαντι 1 w 6871
ταύτης 2 w 6877
μεταλαβεῖν 1 w 6887
τῆς 14 w 6890
τέχνης 2 w 6896
κᾆτα 1 w 6901
ἀναγκαζομένῳ 1 w 6913
καλοῦ 2 w 6918
καὶ 82 w 6921
γενναίου 3 w 6929
κομίζειν 1 w 6937
ἅρμα 1 w 6941
ἡνιόχου 1 w 6948
πολλὰς 1 w 6955
μὲν 17 w 6958
ξυνωρίδας 1 w 6967
πολλὰ 7 w 6973
δέ 10 w 6975
οἶμαι 8 w 6981
τέτρωρα 1 w 6989
τρέφοντος 1 w 6998
καὶ 83 w 7001
ἅπασι 1 w 7006
μὲν 18 w 7009
ἐπιβεβηκότος 1 w 7021
διὰ 2 w 7025
δὲ 48 w 7027
γενναιότητα 1 w 7038
φύσεως 1 w 7044
καὶ 84 w 7047
ῥώμην 1 w 7052
ὑπερβάλλουσαν 1 w 7065
ἔχοντος 2 w 7072
οἶμαι 9 w 7077
τὰς 6 w 7080
ἡνίας 1 w 7085
πάντων 2 w 7091
ἐγκρατῶς 1 w 7099
εἰ 12 w 7102
καὶ 85 w 7105
ἐπὶ 3 w 7108
τῆς 15 w 7111
μιᾶς 1 w 7115
ἄντυγος 1 w 7122
βαίνοι 1 w 7128
οὐ 46 w 7131
μὴν 1 w 7134
ἀεί 1 w 7137
γε 24 w 7139
ἐπ̓ 2 w 7142
αὐτῆς 3 w 7147
μένοντος 1 w 7155
μεταφερομένου 1 w 7169
δὲ 49 w 7171
πολλάκις 1 w 7179
ἐνθένδε 1 w 7186
ἐκεῖσε 1 w 7192
καὶ 86 w 7195
ἀμείβοντος 1 w 7205
δίφρον 1 w 7211
ἐκ 14 w 7213
δίφρου 1 w 7219
εἴ 3 w 7222
ποτε 7 w 7226
τοὺς 3 w 7230
ἵππους 1 w 7236
πονουμένους 1 w 7247
3 w 7248
καὶ 87 w 7251
ὑβρίσαντας 1 w 7261
αἴσθοιτο 1 w 7269
ἐν 14 w 7272
δὲ 50 w 7274
δὴ 12 w 7276
τοῖς 5 w 7280
ἅρμασι 1 w 7286
τοῖσδε 1 w 7292
κεκτημένου 1 w 7302
τέτρωρον 1 w 7310
ὑπὸ 7 w 7313
ἀμαθίας 2 w 7320
καὶ 88 w 7323
θράσους 1 w 7330
ὑβρίζον 1 w 7337
πιεζόμενον 1 w 7348
τῇ 6 w 7350
συνεχεῖ 1 w 7357
ταλαιπωρίᾳ 1 w 7367
καὶ 89 w 7370
τοῦ 26 w 7373
θράσους 2 w 7380
οὐδέν 2 w 7385
τι 47 w 7387
μᾶλλον 2 w 7393
ἐπιλαθόμενον 1 w 7405
ἀγριαῖνον 1 w 7415
δὲ 51 w 7418
ἀεὶ 1 w 7421
καὶ 90 w 7424
παροξυνόμενον 1 w 7437
ὑπὸ 8 w 7440
τῶν 21 w 7443
συμφορῶν 1 w 7451
ἐπὶ 4 w 7454
τὸ 32 w 7456
μᾶλλον 3 w 7462
ὑβρίζειν 1 w 7470
καὶ 91 w 7473
ἀπειθεῖν 2 w 7481
καὶ 92 w 7484
ἀντιτείνειν 1 w 7495
οὐ 48 w 7498
δεχόμενον 1 w 7507
ἀμῶς 1 w 7511
γέ 10 w 7513
πη 5 w 7515
πορεύεσθαι 1 w 7525
ἀλλʼ 4 w 7530
εἰ 13 w 7532
μὴ 8 w 7534
καὶ 93 w 7537
αὐτὸν 1 w 7542
ὁρῴη 1 w 7546
τὸν 20 w 7549
ἡνίοχον 1 w 7556
διὰ 3 w 7559
τέλους 1 w 7565
χαλεπαῖνον 1 w 7575
8 w 7576
τό 6 w 7579
γε 25 w 7581
ἔλαττον 1 w 7588
στολὴν 1 w 7595
γοῦν 1 w 7599
ἡνιοχικὴν 1 w 7608
ἄνθρωπον 1 w 7616
φοροῦντα 1 w 7624
οὕτως 2 w 7630
ἐστὶν 1 w 7635
ἀλόγιστον 1 w 7644
φύσει 1 w 7649
13 w 7651
δέ 12 w 7653
οἶμαι 10 w 7659
παραμυθούμενος 1 w 7674
αὐτοῦ 3 w 7679
τὴν 33 w 7682
ἄνοιαν 1 w 7688
ἄνδρα 1 w 7693
ἐπέσησε 1 w 7700
δοὺς 1 w 7705
φορεῖν 1 w 7711
τοιαύτην 1 w 7719
ἐσθῆτα 2 w 7725
καὶ 94 w 7728
σχῆμα 1 w 7733
περιβαλὼν 1 w 7742
ἡνιόχου 2 w 7749
σεμνοῦ 1 w 7755
καὶ 95 w 7758
ἐπιστήμονος 1 w 7769
ὃς 1 w 7772
εἰ 14 w 7774
μὲν 19 w 7777
ἄφρων 1 w 7782
εἴη 1 w 7785
παντελῶς 3 w 7793
καὶ 96 w 7796
ἀνόητος 1 w 7803
χαίρει 2 w 7810
καὶ 97 w 7813
γέγηθε 1 w 7819
καὶ 98 w 7822
μετέωρος 1 w 7830
ὑπὸ 9 w 7833
τῶν 22 w 7836
ἱματίων 1 w 7843
καθάπερ 4 w 7850
πτερῶν 1 w 7856
ἐπαίρεται 1 w 7865
συνέσεως 1 w 7874
δὲ 52 w 7876
εἰ 15 w 7878
καὶ 99 w 7881
ἐπὶ 5 w 7884
σμικρὸν 2 w 7891
μετέχοι 1 w 7898
καὶ 100 w 7901
σώφρονος 1 w 7909
νοῦ 3 w 7912
σφόδρα 9 w 7919
εὐλαβεῖται 1 w 7929
μήπως 1 w 7935
αὑτόν 1 w 7940
τε 44 w 7942
τρώσῃ 1 w 7947
σύν 2 w 7950
θʼ 2 w 7952
ἅρματα 1 w 7958
ἄξῃ 1 w 7961
καὶ 101 w 7965
τῷ 7 w 7967
μὲν 20 w 7970
ἡνιόχῳ 1 w 7976
ζημίας 1 w 7982
αὑτῷ 1 w 7987
δὲ 53 w 7989
αἰσχρᾶς 1 w 7996
καὶ 102 w 7999
ἀδόξου 1 w 8005
συμφορᾶς 1 w 8013
αἴτιος 1 w 8019
γένηται 1 w 8026
ταῦτα 5 w 8032
ἐγὼ 5 w 8035
ἐλογιζόμην 1 w 8045
ἐν 15 w 8047
νυκτὶ 1 w 8052
βουλεύων 1 w 8060
καὶ 103 w 8063
διʼ 3 w 8066
ἡμέρας 1 w 8072
κατ 5 w 8075
ἐμαυτὸν 7 w 8083
ἐπισκοπούμενος 1 w 8097
σύννους 1 w 8105
ὢν 1 w 8107
ἀεὶ 2 w 8110
καὶ 104 w 8113
σκυθρωπός 1 w 8122
14 w 8124
γενναῖος 1 w 8132
δὲ 54 w 8134
καὶ 105 w 8137
θεῖος 1 w 8142
ἀληθῶς 2 w 8148
αὐτοκράτωρ 1 w 8158
ἀφῄρει 1 w 8164
τι 50 w 8166
πάντως 1 w 8172
τῶν 23 w 8175
ἀλγεινῶν 1 w 8183
ἔργοις 1 w 8190
καὶ 106 w 8193
λόγοις 4 w 8199
τιμῶν 1 w 8204
καὶ 107 w 8207
χαριζόμενος 1 w 8218
τέλος 1 w 8224
δὲ 55 w 8226
τὴν 34 w 8229
βασιλίδα 1 w 8237
προσειπεῖν 2 w 8247
κελεύει 1 w 8254
θάρσος 1 w 8261
τε 45 w 8263
ἡμῖν 5 w 8267
ἐνδιδοὺς 1 w 8275
καὶ 108 w 8278
τοῦ 28 w 8281
σφόδρα 10 w 8287
πιστεύειν 1 w 8296
γενναῖον 1 w 8304
εὖ 4 w 8306
μάλα 3 w 8310
παρέχων 2 w 8317
γνώρισμα 1 w 8325
ἐγὼ 6 w 8329
δὲ 56 w 8331
ἐπειδὴ 4 w 8337
πρῶτον 3 w 8343
ἐς 3 w 8345
ὄψιν 2 w 8349
ἐκείνης 4 w 8356
ἦλθον 1 w 8361
ἐδόκουν 1 w 8369
μὲν 21 w 8372
ὥσπερ 1 w 8377
ἐν 17 w 8379
ἱερῷ 1 w 8383
καθιδρυμένον 1 w 8395
ἄγαλμα 1 w 8401
σωφροσύνης 1 w 8411
ὁρᾶν 1 w 8415
αἰδὼς 1 w 8421
δὲ 57 w 8423
ἐπεῖχε 1 w 8429
τὴν 35 w 8432
ψυχήν 1 w 8437
καὶ 109 w 8441
ἐπέπηκτό 1 w 8449
μοι 9 w 8452
κατὰ 2 w 8456
γῆς 3 w 8459
τὰ 15 w 8461
ὄμματα 1 w 8467
συχνὸν 1 w 8473
ἐπιεικῶς 1 w 8481
χρόνον 3 w 8487
ἕως 2 w 8491
ἐκείνη 6 w 8497
θαρρεῖν 2 w 8504
ἐκέλευε 1 w 8511
καὶ 110 w 8515
Τὰ 1 w 8517
μέν 26 w 8520
ἔφη 1 w 8524
ἤδη 3 w 8528
παρʼ 4 w 8532
ἡμῶν 2 w 8536
ἔχεις 1 w 8541
τὰ 16 w 8544
δὲ 58 w 8546
καὶ 111 w 8549
ἕξεις 1 w 8554
σὺν 2 w 8557
θεῷ 1 w 8560
μόνον 2 w 8566
εἰ 16 w 8568
πιστὸς 1 w 8574
καὶ 112 w 8577
δίκαιος 1 w 8584
εἰς 5 w 8587
ἡμᾶς 3 w 8591
γένοιο 1 w 8597
τοσαῦτα 2 w 8605
ἤκουσα 1 w 8611
σχεδόν 1 w 8617
οὐδὲ 18 w 8622
γὰρ 15 w 8625
αὐτὴ 6 w 8629
πλεῖονα 1 w 8636
ἐφθέγξατο 1 w 8645
καὶ 113 w 8649
ταῦτα 6 w 8654
ἐπισταμένη 1 w 8664
τῶν 24 w 8667
γενναίων 1 w 8675
ῥητόρων 1 w 8682
οὐδὲ 19 w 8686
ἓν 1 w 8688
φαυλοτέρους 1 w 8699
ἀπαγγέλλειν 2 w 8710
λόγους 1 w 8716
ταύτης 3 w 8723
ἐγὼ 7 w 8726
τῆς 17 w 8729
ἐντεύξεως 1 w 8738
ἀπαλλαγεὶς 1 w 8748
σφόδρα 11 w 8754
ἐθαύμασα 1 w 8762
καὶ 114 w 8765
ἐξεπεπλήγμην 1 w 8777
ἐναργῶς 1 w 8785
δοκῶν 1 w 8790
ἀκηκοέναι 1 w 8799
σωφροσύνης 2 w 8809
αὐτῆς 4 w 8814
φθεγγομένης 1 w 8825
οὕτω 4 w 8830
πρᾷον 1 w 8835
ἦν 3 w 8837
αὐτῇ 3 w 8841
φθέγμα 1 w 8847
καὶ 115 w 8850
μείλιχον 1 w 8858
ταῖς 2 w 8863
ἐμαῖς 1 w 8868
ἀκοαῖς 1 w 8874
ἐγκαθιδρυμένον 1 w 8888
Βούλεσθε 1 w 8897
οὖν 4 w 8900
τὰ 17 w 8902
μετὰ 1 w 8906
ταῦτα 7 w 8911
πάλιν 3 w 8916
ἔργα 2 w 8920
καὶ 116 w 8923
ὅσα 2 w 8926
ἔδρασεν 1 w 8933
ἡμᾶς 4 w 8937
ἀγαθὰ 3 w 8942
καθʼ 1 w 8946
ἕκαστον 1 w 8953
λεπτουργοῦντες 1 w 8967
ἀπαγγέλλωμεν 1 w 8979
4 w 8981
τά 6 w 8983
γε 31 w 8985
ἐντεῦθεν 2 w 8993
ἀθρόως 1 w 8999
ἑλόντες 1 w 9006
καθάπερ 5 w 9014
ἔδρασεν 2 w 9021
αὐτὴ 7 w 9025
πάντα 4 w 9031
ὁμοῦ 1 w 9035
διηγησώμεθα 1 w 9046
ὁπόσους 1 w 9054
μὲν 22 w 9057
εὖ 5 w 9059
ἐποίησε 2 w 9066
τῶν 25 w 9069
ἐμοὶ 6 w 9073
γνωρίμων 1 w 9081
ὅπως 2 w 9086
δὲ 61 w 9088
ἐμοὶ 7 w 9092
μετὰ 2 w 9096
τοῦ 29 w 9099
βασιλέως 8 w 9107
τὸν 22 w 9110
γάμον 1 w 9115
ἥρμοσεν 1 w 9122
ὑμεῖς 2 w 9128
δὲ 62 w 9130
ἴσως 2 w 9134
ποθεῖτε 1 w 9141
καὶ 117 w 9144
τὸν 23 w 9147
κατάλογον 1 w 9156
ἀκούειν 2 w 9163
τῶν 26 w 9166
δώρων 1 w 9171
ἕπτʼ 1 w 9176
ἀπύρους 1 w 9183
τρίποδας 1 w 9191
δέκα 1 w 9196
δὲ 63 w 9198
χρυσοῖο 1 w 9205
τάλαντα 1 w 9212
καὶ 118 w 9215
λέβητας 1 w 9222
ἐείκοσιν 1 w 9230
ἀλλʼ 5 w 9235
οὔ 8 w 9237
μοι 10 w 9240
σχολὴ 1 w 9245
περὶ 6 w 9249
τῶν 27 w 9252
τοιούτων 1 w 9260
ἀδολεσχεῖν 1 w 9270
ἑνὸς 1 w 9275
δὲ 64 w 9277
ἴσως 3 w 9281
τῶν 28 w 9284
ἐκείνης 5 w 9291
δώρων 2 w 9296
τυχὸν 3 w 9301
οὐκ 13 w 9304
ἄχαρι 1 w 9309
καὶ 119 w 9312
εἰς 6 w 9315
ὑμᾶς 3 w 9319
ἀπομνημονεῦσαι 1 w 9333
1 w 9335
μοι 11 w 9338
δοκῶ 2 w 9342
καὶ 120 w 9345
αὐτὸς 5 w 9350
ἡσθῆναι 1 w 9357
διαφερόντως 2 w 9368
βίβλους 1 w 9376
γὰρ 16 w 9379
φιλοσόφων 1 w 9388
καὶ 121 w 9391
ξυγγραφέων 1 w 9401
ἀγαθῶν 5 w 9407
καὶ 122 w 9410
ῥητόρων 2 w 9417
πολλῶν 2 w 9423
καὶ 123 w 9426
ποιητῶν 1 w 9433
ἐπειδὴ 5 w 9440
παντελῶς 4 w 9448
ὀλίγας 1 w 9454
οἴκοθεν 1 w 9461
ἔφερον 1 w 9467
ἐλπίδι 1 w 9474
καὶ 124 w 9477
πόθῳ 1 w 9481
τοῦ 30 w 9484
πάλιν 4 w 9489
οἴκαδε 2 w 9495
ἐπανελθεῖν 1 w 9505
τὴν 36 w 9508
ταχίστην 1 w 9516
ψυχαγωγούμενος 1 w 9530
ἔδωκεν 1 w 9537
ἀθρόως 2 w 9543
τοσαύτας 1 w 9551
ὥστε 2 w 9556
ἐμοῦ 2 w 9560
μὲν 23 w 9563
ἀποπλῆσαι 1 w 9572
τὴν 37 w 9575
ἐπιθυμίαν 1 w 9584
σφόδρα 12 w 9590
ἀκορέστως 1 w 9599
ἔχοντος 3 w 9606
τῆς 19 w 9609
πρὸς 5 w 9613
ἐκείνας 1 w 9620
συνουσίας 1 w 9629
μουσεῖον 1 w 9638
δὲ 65 w 9640
Ἑλληνικὸν 1 w 9649
ἀποφῆναι 1 w 9657
βιβλίων 1 w 9664
ἕκητι 2 w 9669
τὴν 38 w 9672
Γαλατίαν 1 w 9680
καὶ 125 w 9683
τὴν 39 w 9686
Κελτίδα 1 w 9693
τούτοις 1 w 9701
ἐγὼ 8 w 9704
προσκαθήμενος 1 w 9717
συνεχῶς 1 w 9724
τοῖς 6 w 9728
δώροις 1 w 9734
εἴ 5 w 9737
ποτε 8 w 9741
σχολὴν 1 w 9747
ἄγοιμι 1 w 9753
οὐκ 14 w 9757
ἔστιν 1 w 9762
ὅπως 3 w 9766
ἐπιλανθάνωμαι 1 w 9779
τῆς 20 w 9782
χαρισαμένης 1 w 9793
ἀλλὰ 2 w 9798
καὶ 126 w 9801
στρατευομένῳ 1 w 9813
μοι 12 w 9816
ἕν 3 w 9818
γέ 16 w 9820
τι 54 w 9822
πάντως 2 w 9828
ἕπεται 1 w 9834
οἷον 1 w 9838
ἐφόδιον 1 w 9845
τῆς 21 w 9848
στρατείας 1 w 9857
πρὸς 6 w 9861
αὐτόπτου 1 w 9869
πάλαι 2 w 9874
ξυγκείμενον 1 w 9885
πολλὰ 8 w 9891
γὰρ 17 w 9894
δὴ 15 w 9896
τῆς 22 w 9899
τῶν 30 w 9902
παλαιῶν 1 w 9909
ἐμπειρίας 1 w 9918
ὑπομνήματα 1 w 9928
ξὺν 5 w 9931
τέχνῃ 2 w 9936
γραφέντα 1 w 9944
τοῖς 7 w 9948
ἁμαρτοῦσι 1 w 9957
διὰ 4 w 9960
τὴν 40 w 9963
ἡλικίαν 1 w 9970
τῆς 23 w 9973
θέας 1 w 9977
ἐναργῆ 2 w 9983
καὶ 127 w 9986
λαμπρὰν 1 w 9993
εἰκόνα 1 w 9999
φέρει 1 w 10004
τῶν 31 w 10007
πάλαι 3 w 10012
πραχθέντων 1 w 10022
ὑφʼ 1 w 10026
ἧς 3 w 10028
ἤδη 4 w 10031
καὶ 128 w 10034
νέοι 1 w 10038
πολλοὶ 1 w 10044
γερόντων 1 w 10052
μυρίων 2 w 10058
πολιὸν 1 w 10064
μᾶλλον 4 w 10070
ἐκτήσαντο 1 w 10079
τὸν 24 w 10082
νοῦν 1 w 10086
καὶ 129 w 10089
τὰς 7 w 10092
φρένας 1 w 10098
καὶ 130 w 10102
τὸ 41 w 10104
δοκοῦν 1 w 10110
ἀγαθὸν 2 w 10116
ἐκ 21 w 10118
τοῦ 32 w 10121
γήρως 1 w 10126
ὑπάρχειν 1 w 10134
τοῖς 8 w 10138
ἀνθρώποις 1 w 10147
μόνον 3 w 10152
τὴν 41 w 10156
ἐμπειρίαν 1 w 10165
διʼ 4 w 10169
ἣν 2 w 10171
18 w 10172
πρεσβύτης 1 w 10181
ἔχει 4 w 10185
τι 55 w 10187
λέξαι 1 w 10192
τῶν 32 w 10195
νέων 1 w 10199
σοφώτερον 1 w 10208
τοῖς 9 w 10213
οὐ 53 w 10215
ῥᾳθύμοις 1 w 10223
τῶν 33 w 10226
νέων 2 w 10230
ἔδωκεν 2 w 10236
ἔστι 4 w 10241
δὲ 66 w 10243
οἶμαί 1 w 10248
τις 5 w 10251
ἐν 22 w 10253
αὐτοῖς 3 w 10259
καὶ 131 w 10262
παιδαγωγία 1 w 10272
πρὸς 7 w 10276
ἦθος 1 w 10280
γενναῖον 2 w 10288
εἴ 6 w 10291
τις 6 w 10294
ἐπίσταιτο 1 w 10303
τοὺς 4 w 10307
ἀρίστους 1 w 10315
ἄνδρας 1 w 10321
καὶ 132 w 10324
λόγους 2 w 10330
καὶ 133 w 10333
πράξεις 1 w 10340
οἷον 2 w 10345
ἀρχέτυπα 1 w 10353
προτιθέμενος 1 w 10365
δημιουργός 1 w 10375
πλάττειν 1 w 10384
ἤδη 5 w 10387
πρὸς 8 w 10391
ταῦτα 8 w 10396
τὴν 42 w 10399
αὑτοῦ 2 w 10404
διάνοιαν 1 w 10412
καὶ 134 w 10415
ἀφομοιοῦν 1 w 10424
τοὺς 5 w 10428
λόγους 3 w 10434
ὧν 3 w 10437
εἰ 20 w 10439
μὴ 9 w 10441
παμπληθὲς 1 w 10450
ἀπολειφθείη 1 w 10461
τυγχάνοι 1 w 10470
δὲ 67 w 10472
καὶ 135 w 10475
ἐπʼ 3 w 10478
ὀλίγον 2 w 10484
τῆς 24 w 10487
ὁμοιότητος 1 w 10497
οὐ 54 w 10500
σμικρὰ 1 w 10506
ἂν 8 w 10508
ὄναιτο 1 w 10514
εὖ 6 w 10517
ἴστε 1 w 10521
5 w 10523
δὴ 16 w 10525
καὶ 136 w 10528
αὐτὸς 6 w 10533
πολλάκις 2 w 10541
ξυννοῶν 1 w 10548
παιδιάν 1 w 10555
τε 60 w 10557
οὐκ 15 w 10560
ἄμουσον 1 w 10567
ἐν 23 w 10569
αὐτοῖς 4 w 10575
ποιοῦμαι 1 w 10583
καὶ 137 w 10586
στρατευόμενος 1 w 10599
καθάπερ 6 w 10606
σιτία 1 w 10611
φέρειν 1 w 10617
ἀναγκαῖα 1 w 10625
καὶ 138 w 10628
ταῦτα 9 w 10633
ἐθέλω 2 w 10638
μέτρον 1 w 10645
δέ 14 w 10647
ἐστι 3 w 10651
τοῦ 34 w 10654
πλήθους 1 w 10661
τῶν 34 w 10664
φερομένων 1 w 10673
20 w 10674
καιρός 1 w 10680