Scaife ATLAS

CTS Library / Dissertationum a Lucio digestarum reliquiae

Dissertationum a Lucio digestarum reliquiae (18b-21)

urn:cts:greekLit:tlg0628.tlg001.1st1K-grc1:18b-21
Refs {'start': {'reference': '18b', 'human_reference': 'Lines 18b'}, 'end': {'reference': '21', 'human_reference': 'Lines 21'}}
Ancestors []
Children []
prev
plain textXML
next
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΤΡΟΦΗΣ.

Αἴσχιστον, ἔφη, γαστριμαργία καὶ ὀψοφαγία ἐστίν, οὐκ ἀντερεῖ οὐδείς· σκοποῦντας δὲ ὅπως διαφεύξονται ταῦτα, πάνυ ὀλίγους ᾔσθημαι ἐγώ, τοὺς δὲ πολλοὺς ὁρῶ καὶ ἀπόντων ὀρεγομένους τῶν τοιούτων βρωμάτων, καὶ παρόντων ἀπέχεσθαι μὴ δυναμένους, καὶ χρωμένους αὐτοῖς, ὅταν χρῶνται, ἀφειδῶς, ὡς καὶ πρὸς βλάβην χρῆσθαι τὴν τοῦ σώματος. καίτοι γαστριμαργία τί ἂν εἴη ἄλλο ἀκρασία περὶ τροφήν, δι ἣν ἄνθρωποι τὸ ἡδὺ τὸ ἐν σίτῳ τοῦ ὠφελίμου προτιμῶσιν; καὶ ὀψοφαγία δὲ οὐδὲν ἕτερόν ἐστιν ἀμετρία περὶ χρῆσιν ὄψου. πανταχοῦ δὲ κακὸν οὖσα ἀμετρία ἐν

τοῖς μάλιστα τῇδε τὴν ἑαυτῆς ἐπιδείκνυται φύσιν, παρεχομένη τοὺς ὀψοφάγους ἀντὶ ἀνθρώπων ὑσὶν κυσὶν ὁμοιουμένους τὴν λαβρότητα καὶ εὐσχημονεῖν μὴ δυναμένους, οὐ ταῖς χερσίν, οὐ τοῖς ὄμμασιν, οὐ τῇ καταπόσει· οὕτως ἄρα αὐτοὺς ἐξίστησιν ἐπιθυμία τῆς ἐν ὄψῳ ἡδονῆς. ὅτι μὲν δὴ οὕτως ἔχειν πρὸς τροφὴν αἴσχιστόν ἐστι, γνώριμον, ἐν γε ζῴοις ἄφροσι μᾶλλον ἀνθρώποις φρονίμοις ὁμοιούμεθα. αἰσχίστου δὲ τούτου ὄντος, κάλλιστον ἂν εἴη τοὐναντίον, τάξει καὶ κοσμίως ἐσθίειν, καὶ τὴν σωφροσύνην ἐνταῦθα ἐπιδείκνυσθαι πρῶτον, οὐκ ὂν ῥᾴδιον, ἀλλὰ δεόμενον πολλῆς ἐπιμελείας καὶ ἀσκήσεως [καὶ καθόλου μὲν ἴσως τὸ σωφρονεῖν]. διὰ τί δὴ τοῦτο; ὅτι πολλῶν ἡδονῶν οὐσῶν, αἳ τὸν ἄνθρωπον ἀναπείθουσιν ἁμαρτάνειν καὶ ἐνδιδόναι αὐταῖς βιάζονται παρὰ τὸ συμφέρον, δυσμαχωτάτη εἶναι κινδυνεύει πασῶν περὶ τροφὴν ἡδονή. ταῖς μὲν γὰρ ἄλλαις ἡδοναῖς σπανιώτερον ὁμιλοῦμεν, καὶ ἐνίων γε μῆνας καὶ ἐνιαυτοὺς ὅλους ἀπέχεσθαι δυνάμεθα, ταύτης δὲ ἀνὰ πᾶσαν ἡμέραν πάντως πειρᾶσθαι ἀνάγκη, καὶ τά γε πολλὰ δὶς
ἑκάστης ἡμέρας· οὐ γὰρ ἔνι ζῆν ἄλλως τὸν ἄνθρωπον. ὥσθ ὅσῳ πλεονάκις τῆς ἐν βρώσει ἡδονῆς πειρώμεθα, τοσούτῳ πλείους οἱ ἐνταῦθα κίνδυνοι. καὶ μὴν καθ ἑκάστην προσφορὰν τροφῆς, οὐχ εἷς κίνδυνος ἁμαρτήματος, ἀλλὰ πλείονες. καὶ γὰρ παρὰ πλέον δεῖ ἐσθίων, ἁμαρτάνει, καὶ κατασπεύδων ἐν τῷ ἐσθίειν οὐδὲν ἧττον, καὶ μολυνόμενος ὑπὸ τοῦ ὄψου μᾶλλον χρή, καὶ τὰ ἡδίω τῶν ὑγιεινοτέρων βρώματα προτιμῶν, καὶ μὴ νέμων τὰ ἴσα τοῖς συνεσθίουσιν. ἔστι δὲ καὶ ἄλλη τις ἁμαρτία περὶ τροφήν, ὅταν παρὰ καιρὸν προσφερώμεθα αὐτήν, καὶ δέον ἄλλο τι πράττειν ἀφέμενοι τούτου ἐσθίωμεν. τοσούτων δὴ καὶ ἔτι ἄλλων ἁμαρτιῶν οὐσῶν περὶ τροφήν, δεῖ μὲν ἁπασῶν καθαρεύειν αὐτῶν καὶ μηδεμιᾷ ἔνοχον εἶναι τὸν μέλλοντα σωφρονήσειν. καθαρεύοι δ ἄν τις καὶ ἀναμάρτητος εἴη ἀσκῶν καὶ ἐθίζων αὑτὸν αἱρεῖσθαι σῖτον οὐχ ἵνα ἥδηται ἀλλ ἵνα τρέφηται, οὐδ ἵνα λεαίνηται τὴν κατάποσιν ἀλλ ἵνα ῥωννύηται τὸ σῶμα. καὶ γὰρ γέγονεν μὲν κατάποσις δίοδος εἶναι τροφῆς, οὐχ ἡδονῆς ὄργανον, δὲ γαστὴρ τοῦ αὐτοῦ χάριν
οὗπερ ἕνεκα καὶ φυτῷ παντὶ ῥίζα γέγονεν. καθάπερ γὰρ ἐκεῖ τρέφει τὸ φυτὸν ῥίζα ἀπὸ τῶν ἐκτὸς τὴν τροφὴν λαμβάνουσα, οὕτω τρέφει τὸ ζῷον γαστὴρ ἀπὸ τῶν εἰσφερομένων σίτων καὶ ποτῶν. ὥσπερ τε αὖ τούτοις διαμονῆς ἕνεκα συμβαίνει τρέφεσθαι καὶ οὐχ ἡδονῆς, παραπλησίως καὶ ἡμῖν ζωῆς καὶ φάρμακον τροφὴ [τῷ ἀνθρώπῳ] ἐστί. διὸ καὶ προσήκει ἐσθίειν ἡμῖν ἵνα ζῶμεν, οὐχ ἵνα ἡδώμεθα, εἴ γε μέλλομεν στοιχεῖν ἀρίστῳ ὄντι τῷ λόγῳ Σωκράτους, ὃς ἔφη τοὺς μὲν πολλοὺς ἀνθρώπους ζῆν ἵνα ἐσθίωσιν, αὐτὸς δὲ ἐσθίειν ἵνα ζῇ. οὐ γὰρ δὴ ἐπιεικής τις βουλόμενος εἶναι ἄνθρωπος ἀξιώσει παραπλήσιός τις εἶναι τοῖς πολλοῖς καὶ ζῆν ἐπὶ τῷ ἐσθίειν, ὥσπερ ἐκεῖνοι, θηρώμενος ἐξ ἅπαντος τὴν ἀπὸ τῆς τροφῆς ἡδονήν.

Ὅτι δὲ καὶ θεὸς ποιήσας τὸν ἄνθρωπον τοῦ σῴζεσθαι χάριν, οὐχὶ τοῦ ἥδεσθαι, σῖτα καὶ ποτὰ παρεσκεύασεν αὐτοῖς, μάθοι τις ἂν ἐκεῖθεν μάλιστα. γὰρ δὴ τροφὴ ὅτε ἐργάζεται μάλιστα τὸ ἑαυτῆς ἔργον, τότε οὐδαμῶς ἥδει τὸν ἄνθρωπον κατά τε τὴν πέψιν καὶ τὴν ἀνάδοσιν, ἀλλὰ τρεφόμεθα μὲν τότε ὑπ αὐτῆς καὶ ῥωννύμεθα, ἡδόμεθα δὲ τότε οὐδεμίαν ἡδονήν, καίτοι πλείων χρόνος οὗτός ἐστιν ἐν ἐσθίομεν. ἔδει δέ γε, εἴπερ θεὸς ἡδονῆς χάριν τὴν τροφὴν ἐμηχανήσατο ἡμῖν, τὸν πλείω τοῦτον χρόνον ἥδεσθαι ἡμᾶς ὑπ αὐτῆς καὶ οὐ τὸν ἐλάχιστον ἐκεῖνον ἐν καταπίνομεν. ἀλλ ὅμως χάριν ἐκείνου τοῦ ἐλαχίστου χρόνου, ὃν ἡδόμεθα, παρασκευὴ μὲν ὄψων γίνεται

μυρίων, πλεῖται δ θάλαττα μέχρι περάτων· μάγειροι δὲ γεωργῶν περισπουδαστότεροί εἰσι· δεῖπνα δὲ παρατίθενταί τινες ἀγρῶν ἀναλίσκοντες τιμάς, καὶ ταῦτ οὐδαμῶς ὠφελουμένων τῶν σωμάτων ἐκ τῆς πολυτελείας τῶν βρωμάτων. πᾶν γὰρ τοὐναντίον οἱ ταῖς εὐτελεστάταις χρώμενοι τροφαῖς ἰσχυρότατοί εἰσι. τοὺς γοῦν οἰκέτας τῶν δεσποτῶν καὶ τοὺς χωρίτας τῶν ἀστικῶν καὶ τοὺς πένητας τῶν πλουσίων ἴδοις ἂν ὡς ἐπὶ τὸ πλῆθος ῥωμαλεωτέρους ὄντας καὶ μᾶλλον μὲν πονεῖν δυναμένους, ἧττον δὲ κάμνοντας ἐν τοῖς ἔργοις, νοσοῦντας δὲ σπανιώτερον, ἀνεχομένους δὲ εὐκολώτερον κρύος, θάλπος, ἀγρυπνίαν, πᾶν εἴ τι τοιοῦτον. καίτοι κἂν ἐπ ἴσον τε πολυτελὴς καὶ εὐτελὴς τροφὴ ῥωννύῃ τὸ σῶμα, ὅμως αἱρετέον ἐστὶ τὴν εὐτελῆ, ὅτι αὕτη σωφρονικωτέρα καὶ πρέπει ἀνδρὶ ἀγαθῷ μᾶλλον,
καὶ τὸ εὐπόριστον τοῦ δυσπορίστου, καὶ τὸ ἀπραγμάτευτον τοῦ μετὰ πραγμάτων, καὶ τὸ ἕτοιμον τοῦ ἀνετοίμου πρὸς τροφὴν πρεπωδέστερον τοῖς ἐπιεικέσιν. ἵνα δὲ συνελὼν εἴπω περὶ τροφῆς τὸ πᾶν, φημὶ δεῖν σκοπὸν μὲν αὐτῆς ποιεῖσθαι ὑγίειάν τε καὶ ἰσχύν, ὡς τούτων μόνον ἕνεκα βρωτέον, δὴ δεῖται πολυτελείας οὐδεμιᾶς· ἐσθίοντα δ ἐπιμελεῖσθαι κόσμου τε καὶ μέτρου τοῦ προσήκοντος καὶ τοῦ διαφέρειν πλεῖστον τῷ τε ἀμολύντῳ καὶ τῷ σχολαίῳ.

ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΣΚΕΠΗΣ.

Ταῦτα μὲν περὶ τροφῆς εἶπεν. ἠξίου δὲ καὶ σκέπην τὴν σώφρονα τῷ σώματι ζητεῖν, οὐ τὴν πολυτελῆ

καὶ περιττήν· εὐθὺς γὰρ ἐσθῆτι καὶ ὑποδέσει τὸν αὐτὸν τρόπον ἔφη εἶναι χρηστέον, ὅνπερ πανοπλίᾳ, φυλακῆς ἕνεκεν τοῦ σώματος, ἀλλ οὐκ ἐπιδείξεως. ὥσπερ οὖν ὅπλα κάλλιστα τὰ ἰσχυρότατα καὶ σῴζειν μάλιστα δυνάμενα τὸν χρώμενον, οὐ τὰ περίβλεπτα καὶ λαμπρά, οὕτως ἀμπεχόνη καὶ ὑπόδεσις χρησιμωτάτη τῷ σώματι κρατίστη καὶ οὐχ δυναμένη τὰς τῶν ἀνοήτων ὄψεις ἐπιστρέφειν. δεῖ γὰρ τὴν σκέπην αὐτὸ αὑτοῦ κρεῖττον ἀποφαίνειν τὸ σκεπόμενον καὶ ἰσχυρότερον, ἀλλ οὐκ ἀσθενέστερόν τε καὶ χεῖρον. οἱ μὲν οὖν λειότητά τε καὶ ἁπαλότητα σαρκὸς διὰ τῶν σκεπασμάτων μηχανώμενοι χείρω τὰ σώματα ποιοῦσιν, εἴ γε τὸ τεθρυμμένον σῶμα καὶ μαλακὸν πολὺ κάκιον τοῦ σκληροῦ τε καὶ διαπεπονημένου ἐστίν· οἱ δὲ ῥωννύντες καὶ κρατύνοντες τῇ σκέπῃ, οὗτοι τὰ σκεπόμενα μόνοι ὠφελοῦσιν. διὰ τοῦτο οὐδαμῶς καλὸν οὔτε ἐσθῆσι πολλαῖς κατασκέπειν τὸ σῶμα οὔτε ταινίαις
κατειλεῖν οὔτε χεῖράς τε καὶ πόδας περιδέσει πίλων ὑφασμάτων τινῶν μαλακύνειν, τούς γε μὴ νοσοῦντας· οὐδ ὅλως εἶναι ἀγεύστους καλὸν ψύχους τε καὶ θάλπους, ἀλλὰ ῥιγοῦν χρὴ τὰ μέτρια χειμῶνος καὶ ἡλιοῦσθαι θέρους καὶ σκιατροφεῖσθαι ἥκιστα. καὶ τὸ μὲν ἑνὶ χρῆσθαι χιτῶνι τοῦ δεῖσθαι δυοῖν προτιμητέον, τοῦ δ ἑνὶ χρῆσθαι χιτῶνι τὸ μηδενί, ἀλλὰ ἱματίῳ μόνον. καὶ τοῦ γε ὑποδεδέσθαι τὸ ἀνυποδετεῖν τῷ δυναμένῳ κρεῖττον· κινδυνεύει γὰρ τὸ μὲν ὑποδεδέσθαι τῷ δεδέσθαι ἐγγὺς εἶναι, δ ἀνυποδησία πολλὴν εὐλυσίαν τινὰ καὶ εὐκολίαν παρέχει τοῖς ποσίν, ὅταν ἠσκημένοι ὦσιν. ὅθεν καὶ τοὺς ἡμεροδρόμους ὁρᾶν ἔστιν οὐ χρωμένους ὑποδήμασιν ἐν ταῖς ὁδοῖς καὶ τῶν ἀθλούντων τοὺς δρομεῖς οὐκ ἂν δυναμένους σῴζειν τὸ τάχος, εἰ δέοι τρέχειν αὐτοὺς ἐν ὑποδήμασιν. ἐπεὶ δὲ σκέπης ἕνεκα καὶ τὰς οἰκίας ποιούμεθα, φημὶ καὶ ταύτας δεῖν ποιεῖσθαι πρὸς τὸ τῆς χρείας ἀναγκαῖον, ὡς ἀπερύκειν μὲν κρύους, ἀπερύκειν δὲ θάλπους τὸ σφοδρόν, εἶναι δ ἡλίου καὶ ἀνέμων ἐπικούρημα
τοῖς δεομένοις. καθόλου δὲ ὅπερ ἂν παρέχοι σπήλαιον αὐτοφυές, ἔχον μετρίαν ὑπόδυσιν ἀνθρώπῳ, τοῦτο χρὴ παρέχειν ἡμῖν τὴν οἰκίαν, τοσοῦτον εἴπερ ἄρα περιττεύουσαν, ὅσον καὶ ἀπόθεσιν τροφῆς ἀνθρω πίνης ἐπιτηδείαν ἔχειν. τί δ αἱ περίστυλοι αὐλαί; τί δ αἱ ποικίλαι χρίσεις; τί δ αἱ χρυσόροφοι στέγαι; τί δ αἱ πολυτέλειαι τῶν λίθων, τῶν μὲν χαμαὶ συνηρμοσμένων, τῶν δ εἰς τοίχους ἐγκειμένων, ἐνίων καὶ πάνυ πόῤῥωθεν ἠγμένων [λίθων] καὶ δι ἀναλωμάτων πλείστων; οὐ ταῦτα πάντα περιττὰ καὶ οὐκ ἀναγκαῖα, ὧν γε χωρὶς καὶ ζῆν καὶ ὑγιαίνειν ἔστι, πραγματείαν δ ἔχει πλείστην, καὶ διὰ χρημάτων γίνεται πολλῶν, ἀφ ὧν ἄν τις ἐδυνήθη καὶ δημοσίᾳ καὶ ἰδίᾳ πολλοὺς ἀνθρώπους εὐεργετῆσαι; καί τοι πόσῳ
μὲν εὐκλεέστερον τοῦ πολυτελῶς οἰκεῖν τὸ πολλοὺς εὐεργετεῖν; πόσῳ δὲ καλοκἀγαθικώτερον τοῦ ἀναλίσκειν εἰς ξύλα καὶ λίθους τὸ εἰς ἀνθρώπους ἀναλίσκειν; πόσῳ δὲ ὠφελιμώτερον τοῦ περιβεβλῆσθαι μεγάλην οἰκίαν τὸ κεκτῆσθαι φίλους πολλούς, περιγίνεται τῷ προθύμως εὐεργετοῦντι; τί δ ἂν ὄναιτό τις τηλικοῦτον ἀπ οἰκίας μεγέθους τε καὶ κάλλους, ἡλίκον ἀπὸ τοῦ χαρίζεσθαι πόλει καὶ πολίταις ἐκ τῶν ἑαυτοῦ;

ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΣΚΕΥΩΝ.

Καὶ μὴν συνῳδὰ καὶ συγγενῆ τῇ περὶ τὰς οἰκίας πολυτελείᾳ καὶ τὰ τῶν σκευῶν τῶν κατ οἰκίαν φαίνεται ὄντα, κλῖναι καὶ τράπεζαι καὶ στρώματα καὶ

ἐκπώματα καὶ εἴ τι τοιοῦτον, πάντως τὴν χρείαν ὑπερβεβηκότα καὶ προσωτέρω τῶν ἀναγκαίων ἐληλυθότα· κλῖναι μὲν ἐλεφάντιναι καὶ ἀργυραῖ νὴ Δία χρυσαῖ, τράπεζαι δὲ παραπλησίας ὕλης, στρωμναὶ δὲ ἁλουργεῖς καὶ ἄλλων χρωμάτων δυσπορίστων, ἐκπώματα δὲ χρυσοῦ καὶ ἀργύρου πεποιημένα, τὰ δὲ λίθων λιθοειδῶν τινων ἁμιλλωμένων τῇ πολυτελείᾳ τοῖς ἀργυροῖς καὶ χρυσοῖς. καὶ σπουδάζεται ταῦτα πάντα, τοῦ μὲν σκίμποδος οὐδὲν κακίω παρεχομένου κατάκλισιν ἡμῖν τῆς ἀργυρᾶς τῆς ἐλεφαντίνης κλίνης, τῆς δὲ σισύρας ἱκανωτάτης οὔσης ὑπεστρῶσθαι ὥστε μὴ δεῖσθαι πορφυρίδος φοινικίδος· ἐσθίειν δ ὑπάρχοντος ἡμῖν ἀβλαβῶς ἀπὸ τραπέζης ξυλίνης ὡς μὴ ποθεῖν μηδαμῶς τὴν ἀργυρᾶν, καὶ πίνειν γε νὴ Δία
ἐκ κεραμεῶν ποτηρίων παρόν, τό τε δῖψος σβεννύειν παραπλησίως πέφυκε τοῖς χρυσοῖς, καὶ τὸν ἐγχεόμενον αὐτοῖς οἶνον οὐ λυμαίνεται, ὀσμὴν δέ γε ἡδίω τῶν χρυσῶν παρέχεται καὶ τῶν ἀργυρῶν. καθόλου δ ἀρετὴ καὶ κακία σκευῶν κριθείη ἂν ὀρθῶς ἐκ τριῶν τούτων, τῆς τε κτήσεως καὶ τῆς χρήσεως καὶ τῆς τηρήσεως. ὅσα μὲν γὰρ κτήσασθαι δύσκολά ἐστιν χρήσασθαι μὴ ἐπιτήδεια φυλάξαι μὴ ῥᾴδια, ταῦτα χείρω· δὲ καὶ κτώμεθα μὴ χαλεπῶς καὶ χρώμενοι εὐκόλως ἐπαινοῦμεν καὶ φυλάττομεν ῥᾳδίως, ταῦτα ἀμείνω. διόπερ τὰ κεραμεᾶ καὶ τὰ σιδηρᾶ καὶ ὅσα τοιαῦτα, πολλῷ κρείττω τῶν ἀργυρῶν τε καὶ χρυσῶν, ὅτι κτῆσις τούτων εὐμαρεστέρα, ὅσῳ καὶ εὐτελεστέρα, τε χρῆσις πλείων, ὅτι καὶ πυρὶ ῥᾳδίως ταῦτ ἐμβάλλομεν, ἐκεῖνα δὲ οὔ, τε φυλακὴ ἥττων· τὰ γὰρ εὐτελῆ τῶν πολυτελῶν ἐπιβουλεύεται ἧττον. μέρος δέ τι τῆς φυλακῆς οὖσα καὶ ἐκκάθαρσις περὶ τὰ πολυτελῆ πλείων ἐστίν. ὥσπερ οὖν ἵππος τιμῆς μὲν ἐωνημένος
ὀλίγης, χρείας δὲ παρεχόμενος πολλάς, αἱρετώτερος τοῦ ὀλίγα μὲν ὑπουργοῦντος, πολλοῦ δ ἠγορασμένου· κατὰ τὰ αὐτὰ καὶ σκεύη τὰ εὐτελέστερα καὶ πολυχρηστότερα κρείττω τῶν ἐναντίων. τί ποτ οὖν διώκεται τὰ σπάνια καὶ πολυτελῆ πρὸ τῶν ἐν μέσῳ καὶ τῶν· εὐτελῶν; ὅτι ἀγνοεῖται τὰ καλὰ καὶ τἀγαθά, καὶ ἀντὶ τῶν ὄντων τὰ δοκοῦντα σπουδάζεται παρὰ τοῖς ἀνοήτοις· ὥσπερ δὴ καὶ οἱ μαινόμενοι πολλάκις λευκὰ τὰ μέλανα νομίζουσιν· ἄνοια δὲ μανίας συγγενέστατον. ἐπεὶ τῶν γε νομοθετῶν τοὺς ἀρίστους, καὶ ἐν πρώτοις Λυκοῦργον εὕροιμεν ἂν πολυτέλειαν μὲν ἐξελαύνοντα τῆς Σπάρτης, ἀντεισάγοντα δ εὐτέλειαν καὶ τὸ ἐνδεὲς τῆς διαίτης τοῦ περιττοῦ προτιμῶντα πρὸς ἀνδρείαν, καὶ τὴν μὲν τρυφὴν ὡς λύμην ἐκτρεπόμενον, τὸ δ ἐθελόπονον ὡς σωτήριον ζηλοῦν ἀξιοῦντα. τεκμήρια δὲ τούτων αἱ τῶν ἐφήβων ἐκεῖ καρτερήσεις, ἐθιζομένων φέρειν λιμόν τε καὶ δῖψος, καὶ
μετὰ τούτων ῥῖγος, ἔτι δὲ πληγὰς καὶ πόνους ἄλλους . . . σεμνοῖς ἔθεσιν οἱ παλαιοὶ Λακεδαιμόνιοι τραφέντες ἄριστοι τῶν Ἑλλήνων ἦσάν τε καὶ ἐνομίζοντο, καὶ τὴν πενίαν τὴν ἑαυτῶν ζηλωτοτέραν τοῦ βασιλέως πλούτου κατέστησαν. ἐγὼ δ οὖν καὶ αὐτὸς δεξαίμην ἂν νοσῆσαι μᾶλλον τρυφῆσαι. τὸ μὲν γὰρ νοσεῖν μόνον βλάπτει τὸ σῶμα, τὸ δὲ τρυφᾶν ἄμφω διαφθείρει, ψυχήν τε καὶ σῶμα, σώματι μὲν ἀσθένειαν καὶ ἀδυναμίαν, ψυχῇ δὲ ἀκολασίαν καὶ ἀνανδρίαν ἐμποιοῦν. καὶ μὴν καὶ ἀδικίαν τίκτει τρυφή, ὅτι καὶ πλεονεξίαν. οὔτε γὰρ τρυφῶντά τινα δυνατὸν μὴ πολυτελῆ εἶναι, οὔτε πολυτελῆ ὄντα ὀλίγα βούλεσθαι ἀναλίσκειν, βουλόμενον δὲ πολλὰ μὴ καὶ πορίζειν πολλὰ ἐπιχειρεῖν, οὐδ αὖ πορίζειν ἐπιχειροῦντα πολλὰ μὴ πλεονεκτεῖν καὶ ἀδικεῖν· οὐ γὰρ ἂν πορίσειέ τις ἐκ δικαίων πολλά. ἔτι καὶ ἄλλον τρόπον ἄδικος ἂν εἴη πάντως τρυφῶν· καὶ γὰρ ὑπὲρ πόλεως τῆς αὑτοῦ πονεῖν τοὺς προσήκοντας πόνους ὀκνήσειεν ἂν οὐκ ἂν ἔτι τρυφῴη,
κἂν ὑπὲρ φίλων συγγενῶν κακοπαθῆσαι δέον, οὐκ ἂν ὑπομείνειεν· οὐ γὰρ ἐάσει αὐτὸν τρυφή. καὶ μὴν καὶ διὰ θεοὺς ἔστιν ὅτε πονητέον τῷ δικαίῳ εἶναι βουλομένῳ πρὸς θεούς, ὅτι θυσίας τελετὰς τινα ἄλλην ὑπηρεσίαν τελέσει τοῖς θεοῖς, δὲ τρυφῶν ἐνδεήσει κἀνταῦθα. διόπερ ἄδικος ἂν εἴη πάντως καὶ περὶ πόλιν καὶ περὶ φίλους καὶ περὶ θεούς, χρὴ πράττειν αὐτὸν οὐ πράττων. ὡς οὖν καὶ ἀδικίας αἰτίαν οὖσαν τὴν τρυφὴν φευκτέον τρόπῳ παντί.

ΕΚ ΤΟΥ ΠΕΡΙ ΚΟΥΡΑΣ.

Ἔφη μὲν παραπλησίως τὸν ἄνδρα χρῆναι τῇ κεφαλῇ προσφέρειν κουράν, ὡς ἀμπέλῳ προσφέρομεν τομήν, τοῦ μόνον ἀφαιρεῖν χάριν τὸ ἄχρηστον . . . . . . οὔτε γενείῳ πώγωνα, ἀλλ εἶναί τινα καὶ ταύτην σκέπην ὑπὸ τῆς φύσεως ἡμῖν πεπορισμένην· τὸν δὲ πώγωνα καὶ σύμβολον γεγονέναι τοῦ ἄρρενος, ὥσπερ ἀλεκτρυόνι λόφον καὶ λέοντι χαίτην· ὅθεν τῆς μὲν

κόμης ἀφαιρετέον εἶναι τὸ ἐνοχλοῦν, τοῦ δὲ πώγωνος οὐδέν. οὐδὲ γὰρ ἐνοχλεῖν αὐτὸν οὐδέν, ἕως ἂν ὑγιαίνῃ τὸ σῶμα νόσον μὴ τοιαύτην νοσῇ, ἧς εἵνεκα γένοιτ ἂν ἀφαίρεσις τῶν ἐπὶ τοῦ γενείου τριχῶν. εὖ γὰρ εἴρηται, ἔφη, τὸ τοῦ Ζήνωνος, ὅτι τούτου ἕνεκα καρτέον οὗ καὶ κομητέον, τοῦ κατὰ φύσιν, ἵνα μὴ βαρούμενός τις ὑπὸ τῆς κόμης μηδ ἐνοχλούμενος πρὸς μηδεμίαν ἐνέργειαν. γὰρ δὴ φύσις τὸ μὲν ἐνδεὲς μᾶλλον φαίνεται φυλαξαμένη, τὸ δὲ περιττὸν ἧττον, ἐπί τε φυτῶν καὶ ἐπὶ ζῴων, ὅτι τῆς προσθέσεως τοῦ ἐνδεοῦς ἀφαίρεσις τοῦ περιττοῦ πολὺ ῥᾴων καὶ εὐπετεστέρα ἐστίν. χρὴ δ ἐφ ἑκάτερα τὸν λογισμὸν τὸν ἀνθρώπινον τῇ φύσει βοηθεῖν, ὥστ ἀναπιμπλάναι τὰς ἐνδείας ἐφ ὅσον οἷόν τε ἀναπληροῦν, ἐλαττοῦν δὲ καὶ ἀφαιρεῖν τὰς περιττότητας. ὅθεν καὶ καρτέον μόνης ἕνεκα τῆς ἀφαιρέσεως τοῦ περιττοῦ καὶ οὐχὶ κόσμου χάριν, ὅπερ οἴονται δεῖν ἔνιοι τὰ μὲν γένεια λεαινόμενοι
καὶ μιμούμενοι τοὺς ἀγενείους νὴ Δία τοὺς ἄρτι γενειάσκοντας, τὴν δὲ κεφαλὴν οὐχ ὁμοίως κειρόμενοι διαφόρως δὲ τὰ πρόσω τῶν ὀπίσω. καὶ γάρ τοι δοκῶν εἶναι κόσμος οὗτος πολλὴν ἀκοσμίαν ἔχει καὶ διαφέρει οὐδὲν τοῦ καλλωπισμοῦ τοῦ τῶν γυναικῶν. ἐκεῖναί τε γὰρ τὰ μέν τινα μέρη πλέκουσι τῶν τριχῶν τὰ δὲ καθιᾶσι τὰ δὲ ἕτερόν τινα σκευάζουσι τρόπον, ἵνα φαίνωνται καλλίονες, οἵ τε κειρόμενοι οὕτως ἄνδρες κατάδηλοί εἰσι δι ἐπιθυμίαν τοῦ φαίνεσθαι καλοὶ οἷς βούλονται ἀρέσκειν τὰς μὲν τέλεον ἀφαιροῦντες τῶν τριχῶν, τὰς δὲ πλάττοντες οὕτως ὡς ἂν εὐοπτότατα γυναιξί τε καὶ παισὶν ὑφ ὧν ἐπαινεῖσθαι δέονται. ἤδη δέ τινες καὶ αὐτῷ τῷ βαρύνεσθαι τὰς τρίχας κείρονται, καὶ λεαίνουσι τὰ γένεια, σαφῶς οὗτοί γε κατεαγότες ὑπὸ τῆς τρυφῆς καὶ ἐκνενευρισμένοι παντάπασιν, οἵ γε ἀνέχονται ἀνδρόγυνοι καὶ γυναικώδεις ὁρᾶσθαι ὄντες, ὅπερ ἔδει φεύγειν ἐξ ἅπαντος, εἰ δὴ τῷ ὄντι ἄνδρες ἦσαν. τί γὰρ δὴ καὶ εἰσὶν αἱ τρίχες ἀνθρώποις βάρος; εἰ μὴ νὴ Δία καὶ τοῖς ὀρνέοις τὰ πτερὰ φαίη τις ἂν εἶναι βάρος.

ΜΟΥΣΩΝΙΟΥ 1 w 9
ΕΚ 1 w 11
ΤΟΥ 1 w 14
ΠΕΡΙ 1 w 18
ΤΡΟΦΗΣ 1 w 24
Αἴσχιστον 1 w 34
ἔφη 1 w 38
γαστριμαργία 1 w 51
καὶ 1 w 54
ὀψοφαγία 1 w 62
ἐστίν 1 w 67
οὐκ 1 w 71
ἀντερεῖ 1 w 78
οὐδείς 1 w 84
σκοποῦντας 1 w 95
δὲ 1 w 97
ὅπως 1 w 101
διαφεύξονται 1 w 113
ταῦτα 1 w 118
πάνυ 1 w 123
ὀλίγους 1 w 130
ᾔσθημαι 1 w 137
ἐγώ 1 w 140
τοὺς 1 w 145
δὲ 2 w 147
πολλοὺς 1 w 154
ὁρῶ 1 w 157
καὶ 2 w 160
ἀπόντων 1 w 167
ὀρεγομένους 1 w 178
τῶν 1 w 181
τοιούτων 1 w 189
βρωμάτων 1 w 197
καὶ 3 w 201
παρόντων 1 w 209
ἀπέχεσθαι 1 w 218
μὴ 1 w 220
δυναμένους 1 w 230
καὶ 4 w 234
χρωμένους 1 w 243
αὐτοῖς 1 w 249
ὅταν 1 w 254
χρῶνται 1 w 261
ἀφειδῶς 1 w 269
ὡς 1 w 272
καὶ 5 w 275
πρὸς 1 w 279
βλάβην 1 w 285
χρῆσθαι 1 w 292
τὴν 1 w 295
τοῦ 1 w 298
σώματος 1 w 305
καίτοι 1 w 312
γαστριμαργία 2 w 324
τί 2 w 326
ἂν 1 w 328
εἴη 1 w 331
ἄλλο 1 w 335
1 w 336
ἀκρασία 1 w 343
περὶ 1 w 347
τροφήν 1 w 353
δι 2 w 356
ἣν 1 w 359
ἄνθρωποι 1 w 367
τὸ 1 w 369
ἡδὺ 1 w 372
τὸ 2 w 374
ἐν 1 w 376
σίτῳ 1 w 380
τοῦ 2 w 383
ὠφελίμου 1 w 391
προτιμῶσιν 1 w 401
καὶ 6 w 405
ὀψοφαγία 2 w 413
δὲ 3 w 415
οὐδὲν 1 w 420
ἕτερόν 1 w 426
ἐστιν 1 w 431
2 w 432
ἀμετρία 1 w 439
περὶ 2 w 443
χρῆσιν 1 w 449
ὄψου 1 w 453
πανταχοῦ 1 w 462
δὲ 5 w 464
κακὸν 1 w 469
οὖσα 1 w 473
2 w 474
ἀμετρία 2 w 481
ἐν 2 w 483
τοῖς 2 w 487
μάλιστα 1 w 494
τῇδε 1 w 498
τὴν 2 w 501
ἑαυτῆς 1 w 507
ἐπιδείκνυται 1 w 519
φύσιν 1 w 524
παρεχομένη 1 w 535
τοὺς 2 w 539
ὀψοφάγους 1 w 548
ἀντὶ 1 w 552
ἀνθρώπων 1 w 560
ὑσὶν 1 w 564
3 w 565
κυσὶν 1 w 570
ὁμοιουμένους 1 w 582
τὴν 3 w 585
λαβρότητα 1 w 594
καὶ 7 w 597
εὐσχημονεῖν 1 w 608
μὴ 2 w 610
δυναμένους 2 w 620
οὐ 4 w 623
ταῖς 1 w 627
χερσίν 1 w 633
οὐ 5 w 636
τοῖς 3 w 640
ὄμμασιν 1 w 647
οὐ 6 w 650
τῇ 2 w 652
καταπόσει 1 w 661
οὕτως 1 w 667
ἄρα 1 w 670
αὐτοὺς 1 w 676
ἐξίστησιν 1 w 685
3 w 686
ἐπιθυμία 1 w 694
τῆς 2 w 697
ἐν 3 w 699
ὄψῳ 1 w 702
ἡδονῆς 1 w 708
ὅτι 1 w 712
μὲν 1 w 715
δὴ 1 w 717
οὕτως 2 w 722
ἔχειν 1 w 727
πρὸς 2 w 731
τροφὴν 1 w 737
αἴσχιστόν 1 w 746
ἐστι 2 w 750
γνώριμον 1 w 759
ἐν 4 w 762
1 w 763
γε 1 w 765
ζῴοις 1 w 770
ἄφροσι 1 w 776
μᾶλλον 1 w 782
4 w 783
ἀνθρώποις 1 w 792
φρονίμοις 1 w 801
ὁμοιούμεθα 1 w 811
αἰσχίστου 1 w 821
δὲ 6 w 823
τούτου 1 w 829
ὄντος 1 w 834
κάλλιστον 1 w 844
ἂν 2 w 846
εἴη 2 w 849
τοὐναντίον 1 w 859
τάξει 1 w 865
καὶ 8 w 868
κοσμίως 1 w 875
ἐσθίειν 1 w 882
καὶ 9 w 886
τὴν 4 w 889
σωφροσύνην 1 w 899
ἐνταῦθα 1 w 906
ἐπιδείκνυσθαι 1 w 919
πρῶτον 1 w 925
οὐκ 2 w 929
ὂν 1 w 931
ῥᾴδιον 1 w 937
ἀλλὰ 1 w 942
δεόμενον 1 w 950
πολλῆς 1 w 956
ἐπιμελείας 1 w 966
καὶ 10 w 969
ἀσκήσεως 1 w 977
καὶ 11 w 981
καθόλου 1 w 988
μὲν 2 w 991
ἴσως 1 w 995
τὸ 3 w 997
σωφρονεῖν 1 w 1006
διὰ 1 w 1011
τί 4 w 1013
δὴ 2 w 1015
τοῦτο 1 w 1020
ὅτι 2 w 1024
πολλῶν 1 w 1030
ἡδονῶν 1 w 1036
οὐσῶν 1 w 1041
αἳ 1 w 1044
τὸν 1 w 1047
ἄνθρωπον 1 w 1055
ἀναπείθουσιν 1 w 1067
ἁμαρτάνειν 1 w 1077
καὶ 12 w 1080
ἐνδιδόναι 1 w 1089
αὐταῖς 1 w 1095
βιάζονται 1 w 1104
παρὰ 1 w 1108
τὸ 5 w 1110
συμφέρον 1 w 1118
δυσμαχωτάτη 1 w 1130
εἶναι 1 w 1135
κινδυνεύει 1 w 1145
πασῶν 1 w 1150
6 w 1151
περὶ 3 w 1155
τροφὴν 2 w 1161
ἡδονή 1 w 1166
ταῖς 3 w 1171
μὲν 3 w 1174
γὰρ 1 w 1177
ἄλλαις 1 w 1183
ἡδοναῖς 1 w 1190
σπανιώτερον 1 w 1201
ὁμιλοῦμεν 1 w 1210
καὶ 13 w 1214
ἐνίων 1 w 1219
γε 2 w 1221
μῆνας 1 w 1226
καὶ 14 w 1229
ἐνιαυτοὺς 1 w 1238
ὅλους 1 w 1243
ἀπέχεσθαι 2 w 1252
δυνάμεθα 1 w 1260
ταύτης 1 w 1267
δὲ 7 w 1269
ἀνὰ 1 w 1272
πᾶσαν 1 w 1277
ἡμέραν 1 w 1283
πάντως 1 w 1289
πειρᾶσθαι 1 w 1298
ἀνάγκη 1 w 1304
καὶ 15 w 1308
τά 4 w 1310
γε 3 w 1312
πολλὰ 1 w 1317
δὶς 1 w 1320
ἑκάστης 1 w 1327
ἡμέρας 1 w 1333
οὐ 10 w 1336
γὰρ 2 w 1339
ἔνι 1 w 1342
ζῆν 1 w 1345
ἄλλως 1 w 1350
τὸν 2 w 1353
ἄνθρωπον 2 w 1361
ὥσθ 1 w 1365
ὅσῳ 1 w 1369
πλεονάκις 1 w 1378
τῆς 3 w 1381
ἐν 9 w 1383
βρώσει 1 w 1389
ἡδονῆς 2 w 1395
πειρώμεθα 1 w 1404
τοσούτῳ 1 w 1412
πλείους 1 w 1419
οἱ 1 w 1421
ἐνταῦθα 2 w 1428
κίνδυνοι 1 w 1436
καὶ 16 w 1440
μὴν 1 w 1443
καθ 2 w 1446
ἑκάστην 1 w 1454
προσφορὰν 1 w 1463
τροφῆς 1 w 1469
οὐχ 1 w 1473
εἷς 1 w 1476
κίνδυνος 1 w 1484
ἁμαρτήματος 1 w 1495
ἀλλὰ 2 w 1500
πλείονες 1 w 1508
καὶ 17 w 1512
γὰρ 3 w 1515
5 w 1516
παρὰ 2 w 1520
πλέον 1 w 1525
5 w 1526
δεῖ 1 w 1529
ἐσθίων 1 w 1535
ἁμαρτάνει 2 w 1545
καὶ 18 w 1549
6 w 1550
κατασπεύδων 1 w 1561
ἐν 11 w 1563
τῷ 1 w 1565
ἐσθίειν 2 w 1572
οὐδὲν 2 w 1577
ἧττον 1 w 1582
καὶ 19 w 1586
7 w 1587
μολυνόμενος 1 w 1598
ὑπὸ 1 w 1601
τοῦ 4 w 1604
ὄψου 2 w 1608
μᾶλλον 2 w 1614
6 w 1615
χρή 1 w 1618
καὶ 20 w 1622
8 w 1623
τὰ 1 w 1625
ἡδίω 1 w 1629
τῶν 2 w 1632
ὑγιεινοτέρων 1 w 1644
βρώματα 1 w 1651
προτιμῶν 1 w 1659
καὶ 21 w 1663
9 w 1664
μὴ 4 w 1666
νέμων 1 w 1671
τὰ 2 w 1673
ἴσα 1 w 1676
τοῖς 4 w 1680
συνεσθίουσιν 1 w 1692
ἔστι 1 w 1697
δὲ 9 w 1699
καὶ 22 w 1702
ἄλλη 1 w 1706
τις 1 w 1709
ἁμαρτία 1 w 1716
περὶ 4 w 1720
τροφήν 2 w 1726
ὅταν 2 w 1731
παρὰ 3 w 1735
καιρὸν 1 w 1741
προσφερώμεθα 1 w 1753
αὐτήν 1 w 1758
καὶ 23 w 1762
δέον 1 w 1766
ἄλλο 2 w 1770
τι 9 w 1772
πράττειν 1 w 1780
ἀφέμενοι 1 w 1788
τούτου 2 w 1794
ἐσθίωμεν 1 w 1802
τοσούτων 1 w 1811
δὴ 3 w 1813
καὶ 24 w 1816
ἔτι 1 w 1819
ἄλλων 1 w 1824
ἁμαρτιῶν 1 w 1832
οὐσῶν 2 w 1837
περὶ 5 w 1841
τροφήν 3 w 1847
δεῖ 2 w 1851
μὲν 4 w 1854
ἁπασῶν 1 w 1860
καθαρεύειν 1 w 1870
αὐτῶν 1 w 1875
καὶ 25 w 1878
μηδεμιᾷ 1 w 1885
ἔνοχον 1 w 1891
εἶναι 2 w 1896
τὸν 3 w 1899
μέλλοντα 1 w 1907
σωφρονήσειν 1 w 1918
καθαρεύοι 1 w 1928
δ 45 w 1929
ἄν 4 w 1932
τις 2 w 1935
καὶ 26 w 1938
ἀναμάρτητος 1 w 1949
εἴη 3 w 1952
ἀσκῶν 1 w 1957
καὶ 27 w 1960
ἐθίζων 1 w 1966
αὑτὸν 1 w 1971
αἱρεῖσθαι 1 w 1980
σῖτον 1 w 1985
οὐχ 2 w 1988
ἵνα 1 w 1991
ἥδηται 1 w 1997
ἀλλ 3 w 2000
ἵνα 2 w 2004
τρέφηται 1 w 2012
οὐδ 4 w 2016
ἵνα 3 w 2020
λεαίνηται 1 w 2029
τὴν 5 w 2032
κατάποσιν 1 w 2041
ἀλλ 4 w 2044
ἵνα 4 w 2048
ῥωννύηται 1 w 2057
τὸ 9 w 2059
σῶμα 1 w 2063
καὶ 28 w 2067
γὰρ 4 w 2070
γέγονεν 1 w 2077
13 w 2078
μὲν 5 w 2081
κατάποσις 1 w 2090
δίοδος 1 w 2096
εἶναι 3 w 2101
τροφῆς 2 w 2107
οὐχ 3 w 2111
ἡδονῆς 3 w 2117
ὄργανον 1 w 2124
15 w 2126
δὲ 10 w 2128
γαστὴρ 1 w 2134
τοῦ 5 w 2137
αὐτοῦ 1 w 2142
χάριν 1 w 2147
οὗπερ 1 w 2152
ἕνεκα 1 w 2157
καὶ 29 w 2160
φυτῷ 1 w 2164
παντὶ 1 w 2169
ῥίζα 1 w 2173
γέγονεν 2 w 2180
καθάπερ 1 w 2188
γὰρ 5 w 2191
ἐκεῖ 1 w 2195
τρέφει 1 w 2201
τὸ 10 w 2203
φυτὸν 1 w 2208
16 w 2209
ῥίζα 2 w 2213
ἀπὸ 1 w 2216
τῶν 4 w 2219
ἐκτὸς 1 w 2224
τὴν 6 w 2227
τροφὴν 3 w 2233
λαμβάνουσα 1 w 2243
οὕτω 3 w 2248
τρέφει 2 w 2254
τὸ 13 w 2256
ζῷον 1 w 2260
17 w 2261
γαστὴρ 2 w 2267
ἀπὸ 2 w 2270
τῶν 5 w 2273
εἰσφερομένων 1 w 2285
σίτων 1 w 2290
καὶ 30 w 2293
ποτῶν 1 w 2298
ὥσπερ 1 w 2304
τε 5 w 2306
αὖ 1 w 2308
τούτοις 1 w 2315
διαμονῆς 1 w 2323
ἕνεκα 2 w 2328
συμβαίνει 1 w 2337
τρέφεσθαι 1 w 2346
καὶ 31 w 2349
οὐχ 4 w 2352
ἡδονῆς 4 w 2358
παραπλησίως 1 w 2370
καὶ 32 w 2373
ἡμῖν 1 w 2377
ζωῆς 1 w 2381
καὶ 33 w 2384
φάρμακον 1 w 2392
20 w 2393
τροφὴ 4 w 2398
τῷ 3 w 2401
ἀνθρώπῳ 1 w 2408
ἐστί 2 w 2413
διὸ 1 w 2417
καὶ 34 w 2420
προσήκει 1 w 2428
ἐσθίειν 3 w 2435
ἡμῖν 2 w 2439
ἵνα 5 w 2442
ζῶμεν 1 w 2447
οὐχ 5 w 2451
ἵνα 6 w 2454
ἡδώμεθα 1 w 2461
εἴ 4 w 2464
γε 4 w 2466
μέλλομεν 1 w 2474
στοιχεῖν 1 w 2482
ἀρίστῳ 1 w 2488
ὄντι 1 w 2492
τῷ 4 w 2494
λόγῳ 1 w 2498
Σωκράτους 1 w 2507
ὃς 1 w 2510
ἔφη 2 w 2513
τοὺς 5 w 2517
μὲν 6 w 2520
πολλοὺς 2 w 2527
ἀνθρώπους 1 w 2536
ζῆν 2 w 2539
ἵνα 7 w 2542
ἐσθίωσιν 1 w 2550
αὐτὸς 1 w 2556
δὲ 11 w 2558
ἐσθίειν 4 w 2565
ἵνα 8 w 2568
ζῇ 1 w 2570
οὐ 19 w 2573
γὰρ 6 w 2576
δὴ 4 w 2578
ἐπιεικής 1 w 2586
τις 3 w 2589
βουλόμενος 1 w 2599
εἶναι 4 w 2604
ἄνθρωπος 1 w 2612
ἀξιώσει 1 w 2619
παραπλήσιός 1 w 2630
τις 4 w 2633
εἶναι 5 w 2638
τοῖς 5 w 2642
πολλοῖς 1 w 2649
καὶ 35 w 2652
ζῆν 3 w 2655
ἐπὶ 1 w 2658
τῷ 5 w 2660
ἐσθίειν 5 w 2667
ὥσπερ 2 w 2673
ἐκεῖνοι 1 w 2680
θηρώμενος 1 w 2690
ἐξ 2 w 2692
ἅπαντος 1 w 2699
τὴν 7 w 2702
ἀπὸ 3 w 2705
τῆς 4 w 2708
τροφῆς 3 w 2714
ἡδονήν 1 w 2720
Ὅτι 1 w 2724
δὲ 12 w 2726
καὶ 36 w 2729
θεὸς 1 w 2733
10 w 2734
ποιήσας 1 w 2741
τὸν 6 w 2744
ἄνθρωπον 3 w 2752
τοῦ 7 w 2755
σῴζεσθαι 1 w 2763
χάριν 2 w 2768
οὐχὶ 1 w 2773
τοῦ 8 w 2776
ἥδεσθαι 1 w 2783
σῖτα 1 w 2788
καὶ 37 w 2791
ποτὰ 1 w 2795
παρεσκεύασεν 1 w 2807
αὐτοῖς 2 w 2813
μάθοι 1 w 2819
τις 5 w 2822
ἂν 3 w 2824
ἐκεῖθεν 1 w 2831
μάλιστα 2 w 2838
24 w 2840
γὰρ 7 w 2843
δὴ 5 w 2845
τροφὴ 5 w 2850
ὅτε 1 w 2853
ἐργάζεται 1 w 2862
μάλιστα 3 w 2869
τὸ 16 w 2871
ἑαυτῆς 2 w 2877
ἔργον 1 w 2882
τότε 1 w 2887
οὐδαμῶς 1 w 2894
ἥδει 1 w 2898
τὸν 7 w 2901
ἄνθρωπον 4 w 2909
κατά 3 w 2913
τε 8 w 2915
τὴν 8 w 2918
πέψιν 1 w 2923
καὶ 38 w 2926
τὴν 9 w 2929
ἀνάδοσιν 1 w 2937
ἀλλὰ 3 w 2942
τρεφόμεθα 1 w 2951
μὲν 7 w 2954
τότε 2 w 2958
ὑπ 2 w 2960
αὐτῆς 1 w 2966
καὶ 39 w 2969
ῥωννύμεθα 1 w 2978
ἡδόμεθα 1 w 2986
δὲ 13 w 2988
τότε 3 w 2992
οὐδεμίαν 1 w 3000
ἡδονήν 2 w 3006
καίτοι 2 w 3013
πλείων 1 w 3019
11 w 3020
χρόνος 1 w 3026
οὗτός 1 w 3031
ἐστιν 2 w 3036
7 w 3037
ἐν 12 w 3039
2 w 3040
ἐσθίομεν 1 w 3048
ἔδει 1 w 3053
δέ 2 w 3055
γε 5 w 3057
εἴπερ 1 w 3063
12 w 3064
θεὸς 2 w 3068
ἡδονῆς 5 w 3074
χάριν 3 w 3079
τὴν 10 w 3082
τροφὴν 4 w 3088
ἐμηχανήσατο 1 w 3099
ἡμῖν 3 w 3103
τὸν 8 w 3107
πλείω 2 w 3112
τοῦτον 1 w 3118
χρόνον 1 w 3124
ἥδεσθαι 2 w 3131
ἡμᾶς 1 w 3135
ὑπ 3 w 3137
αὐτῆς 2 w 3143
καὶ 40 w 3146
οὐ 23 w 3148
τὸν 9 w 3151
ἐλάχιστον 1 w 3160
ἐκεῖνον 1 w 3167
ἐν 13 w 3169
3 w 3170
καταπίνομεν 1 w 3181
ἀλλ 6 w 3185
ὅμως 1 w 3190
χάριν 4 w 3195
ἐκείνου 1 w 3202
τοῦ 10 w 3205
ἐλαχίστου 1 w 3214
χρόνου 1 w 3220
ὃν 1 w 3223
ἡδόμεθα 2 w 3230
παρασκευὴ 1 w 3240
μὲν 8 w 3243
ὄψων 1 w 3247
γίνεται 1 w 3254
μυρίων 1 w 3260
πλεῖται 1 w 3268
δ 74 w 3269
31 w 3271
θάλαττα 1 w 3278
μέχρι 1 w 3283
περάτων 1 w 3290
μάγειροι 1 w 3299
δὲ 14 w 3301
γεωργῶν 1 w 3308
περισπουδαστότεροί 1 w 3326
εἰσι 1 w 3330
δεῖπνα 1 w 3337
δὲ 15 w 3339
παρατίθενταί 1 w 3351
τινες 1 w 3356
ἀγρῶν 1 w 3361
ἀναλίσκοντες 1 w 3373
τιμάς 1 w 3378
καὶ 41 w 3382
ταῦτ 2 w 3386
οὐδαμῶς 2 w 3394
ὠφελουμένων 1 w 3405
τῶν 7 w 3408
σωμάτων 1 w 3415
ἐκ 7 w 3417
τῆς 8 w 3420
πολυτελείας 1 w 3431
τῶν 8 w 3434
βρωμάτων 2 w 3442
πᾶν 1 w 3446
γὰρ 8 w 3449
τοὐναντίον 2 w 3459
οἱ 2 w 3461
ταῖς 4 w 3465
εὐτελεστάταις 1 w 3478
χρώμενοι 1 w 3486
τροφαῖς 1 w 3493
ἰσχυρότατοί 1 w 3504
εἰσι 2 w 3508
τοὺς 6 w 3513
γοῦν 1 w 3517
οἰκέτας 1 w 3524
τῶν 9 w 3527
δεσποτῶν 1 w 3535
καὶ 42 w 3538
τοὺς 7 w 3542
χωρίτας 1 w 3549
τῶν 11 w 3552
ἀστικῶν 1 w 3559
καὶ 43 w 3562
τοὺς 8 w 3566
πένητας 1 w 3573
τῶν 12 w 3576
πλουσίων 1 w 3584
ἴδοις 1 w 3589
ἂν 4 w 3591
ὡς 2 w 3593
ἐπὶ 2 w 3596
τὸ 20 w 3598
πλῆθος 1 w 3604
ῥωμαλεωτέρους 1 w 3617
ὄντας 1 w 3622
καὶ 44 w 3625
μᾶλλον 3 w 3631
μὲν 9 w 3634
πονεῖν 1 w 3640
δυναμένους 3 w 3650
ἧττον 2 w 3656
δὲ 16 w 3658
κάμνοντας 1 w 3667
ἐν 14 w 3669
τοῖς 7 w 3673
ἔργοις 1 w 3679
νοσοῦντας 1 w 3689
δὲ 17 w 3691
σπανιώτερον 2 w 3702
ἀνεχομένους 1 w 3714
δὲ 18 w 3716
εὐκολώτερον 1 w 3727
κρύος 1 w 3732
θάλπος 1 w 3739
ἀγρυπνίαν 1 w 3749
πᾶν 2 w 3753
εἴ 6 w 3755
τι 22 w 3757
τοιοῦτον 1 w 3765
καίτοι 3 w 3772
κἂν 1 w 3775
ἐπ 8 w 3777
ἴσον 1 w 3782
5 w 3783
τε 17 w 3785
πολυτελὴς 1 w 3794
καὶ 45 w 3797
32 w 3798
εὐτελὴς 1 w 3805
τροφὴ 7 w 3810
ῥωννύῃ 1 w 3816
τὸ 21 w 3818
σῶμα 2 w 3822
ὅμως 2 w 3827
αἱρετέον 1 w 3835
ἐστὶ 1 w 3839
τὴν 11 w 3842
εὐτελῆ 1 w 3848
ὅτι 3 w 3852
αὕτη 1 w 3856
σωφρονικωτέρα 1 w 3869
καὶ 46 w 3872
πρέπει 1 w 3878
ἀνδρὶ 1 w 3883
ἀγαθῷ 1 w 3888
μᾶλλον 4 w 3894
1 w 3896
καὶ 47 w 3899
τὸ 22 w 3901
εὐπόριστον 1 w 3911
τοῦ 11 w 3914
δυσπορίστου 1 w 3925
καὶ 48 w 3929
τὸ 23 w 3931
ἀπραγμάτευτον 1 w 3944
τοῦ 12 w 3947
μετὰ 1 w 3951
πραγμάτων 1 w 3960
καὶ 49 w 3964
τὸ 24 w 3966
ἕτοιμον 1 w 3973
τοῦ 13 w 3976
ἀνετοίμου 1 w 3985
πρὸς 3 w 3989
τροφὴν 5 w 3995
πρεπωδέστερον 1 w 4008
τοῖς 8 w 4012
ἐπιεικέσιν 1 w 4022
ἵνα 9 w 4026
δὲ 19 w 4028
συνελὼν 1 w 4035
εἴπω 1 w 4039
περὶ 6 w 4043
τροφῆς 4 w 4049
τὸ 25 w 4051
πᾶν 3 w 4054
φημὶ 1 w 4059
δεῖν 1 w 4063
σκοπὸν 1 w 4069
μὲν 10 w 4072
αὐτῆς 3 w 4077
ποιεῖσθαι 1 w 4086
ὑγίειάν 1 w 4093
τε 23 w 4095
καὶ 50 w 4098
ἰσχύν 1 w 4103
ὡς 3 w 4106
τούτων 1 w 4112
μόνον 1 w 4117
ἕνεκα 3 w 4122
βρωτέον 1 w 4129
1 w 4131
δὴ 6 w 4133
δεῖται 1 w 4139
πολυτελείας 2 w 4150
οὐδεμιᾶς 1 w 4158
ἐσθίοντα 1 w 4167
δ 94 w 4168
ἐπιμελεῖσθαι 1 w 4181
κόσμου 1 w 4187
τε 25 w 4189
καὶ 51 w 4192
μέτρου 1 w 4198
τοῦ 14 w 4201
προσήκοντος 1 w 4212
καὶ 52 w 4215
τοῦ 15 w 4218
διαφέρειν 1 w 4227
πλεῖστον 1 w 4235
τῷ 6 w 4237
τε 26 w 4239
ἀμολύντῳ 1 w 4247
καὶ 53 w 4250
τῷ 7 w 4252
σχολαίῳ 1 w 4259
ΜΟΥΣΩΝΙΟΥ 2 w 4269
ΕΚ 2 w 4271
ΤΟΥ 2 w 4274
ΠΕΡΙ 2 w 4278
ΣΚΕΠΗΣ 1 w 4284
Ταῦτα 1 w 4290
μὲν 11 w 4293
περὶ 7 w 4297
τροφῆς 5 w 4303
εἶπεν 1 w 4308
ἠξίου 1 w 4314
δὲ 20 w 4316
καὶ 54 w 4319
σκέπην 1 w 4325
τὴν 12 w 4328
σώφρονα 1 w 4335
τῷ 8 w 4337
σώματι 1 w 4343
ζητεῖν 1 w 4349
οὐ 27 w 4352
τὴν 13 w 4355
πολυτελῆ 1 w 4363
καὶ 55 w 4366
περιττήν 1 w 4374
εὐθὺς 1 w 4380
γὰρ 9 w 4383
ἐσθῆτι 1 w 4389
καὶ 56 w 4392
ὑποδέσει 1 w 4400
τὸν 10 w 4403
αὐτὸν 1 w 4408
τρόπον 1 w 4414
ἔφη 3 w 4417
εἶναι 6 w 4422
χρηστέον 1 w 4430
ὅνπερ 1 w 4436
πανοπλίᾳ 1 w 4444
φυλακῆς 1 w 4452
ἕνεκεν 1 w 4458
τοῦ 16 w 4461
σώματος 2 w 4468
ἀλλ 7 w 4472
οὐκ 3 w 4476
ἐπιδείξεως 1 w 4486
ὥσπερ 3 w 4492
οὖν 1 w 4495
ὅπλα 1 w 4499
κάλλιστα 1 w 4507
τὰ 5 w 4509
ἰσχυρότατα 1 w 4519
καὶ 57 w 4522
σῴζειν 1 w 4528
μάλιστα 4 w 4535
δυνάμενα 1 w 4543
τὸν 12 w 4546
χρώμενον 1 w 4554
οὐ 29 w 4557
τὰ 6 w 4559
περίβλεπτα 1 w 4569
καὶ 58 w 4572
λαμπρά 1 w 4578
οὕτως 3 w 4584
ἀμπεχόνη 1 w 4592
καὶ 59 w 4595
ὑπόδεσις 1 w 4603
33 w 4604
χρησιμωτάτη 1 w 4615
τῷ 9 w 4617
σώματι 2 w 4623
κρατίστη 1 w 4631
καὶ 60 w 4634
οὐχ 7 w 4637
34 w 4638
δυναμένη 1 w 4646
τὰς 1 w 4649
τῶν 13 w 4652
ἀνοήτων 1 w 4659
ὄψεις 1 w 4664
ἐπιστρέφειν 1 w 4675
δεῖ 6 w 4679
γὰρ 10 w 4682
τὴν 14 w 4685
σκέπην 2 w 4691
αὐτὸ 3 w 4695
αὑτοῦ 1 w 4700
κρεῖττον 1 w 4708
ἀποφαίνειν 1 w 4718
τὸ 30 w 4720
σκεπόμενον 1 w 4730
καὶ 61 w 4733
ἰσχυρότερον 1 w 4744
ἀλλ 8 w 4748
οὐκ 4 w 4752
ἀσθενέστερόν 1 w 4764
τε 31 w 4766
καὶ 62 w 4769
χεῖρον 1 w 4775
οἱ 3 w 4778
μὲν 12 w 4781
οὖν 2 w 4784
λειότητά 1 w 4792
τε 32 w 4794
καὶ 63 w 4797
ἁπαλότητα 1 w 4806
σαρκὸς 1 w 4812
διὰ 2 w 4815
τῶν 14 w 4818
σκεπασμάτων 1 w 4829
μηχανώμενοι 1 w 4840
χείρω 1 w 4845
τὰ 8 w 4847
σώματα 1 w 4853
ποιοῦσιν 1 w 4861
εἴ 8 w 4864
γε 8 w 4866
τὸ 31 w 4868
τεθρυμμένον 1 w 4879
σῶμα 3 w 4883
καὶ 64 w 4886
μαλακὸν 1 w 4893
πολὺ 1 w 4897
κάκιον 1 w 4903
τοῦ 18 w 4906
σκληροῦ 1 w 4913
τε 34 w 4915
καὶ 65 w 4918
διαπεπονημένου 1 w 4932
ἐστίν 2 w 4937
οἱ 4 w 4940
δὲ 21 w 4942
ῥωννύντες 1 w 4951
καὶ 66 w 4954
κρατύνοντες 1 w 4965
τῇ 3 w 4967
σκέπῃ 1 w 4972
οὗτοι 1 w 4978
τὰ 9 w 4980
σκεπόμενα 1 w 4989
μόνοι 1 w 4994
ὠφελοῦσιν 1 w 5003
διὰ 3 w 5007
τοῦτο 3 w 5012
οὐδαμῶς 3 w 5019
καλὸν 1 w 5024
οὔτε 1 w 5028
ἐσθῆσι 1 w 5034
πολλαῖς 1 w 5041
κατασκέπειν 1 w 5052
τὸ 32 w 5054
σῶμα 4 w 5058
οὔτε 2 w 5062
ταινίαις 1 w 5070
κατειλεῖν 1 w 5079
οὔτε 3 w 5083
χεῖράς 1 w 5089
τε 41 w 5091
καὶ 67 w 5094
πόδας 1 w 5099
περιδέσει 1 w 5108
πίλων 1 w 5113
8 w 5114
ὑφασμάτων 1 w 5123
τινῶν 1 w 5128
μαλακύνειν 1 w 5138
τούς 1 w 5143
γε 9 w 5145
μὴ 5 w 5147
νοσοῦντας 2 w 5156
οὐδ 10 w 5160
ὅλως 1 w 5165
εἶναι 7 w 5170
ἀγεύστους 1 w 5179
καλὸν 2 w 5184
ψύχους 1 w 5190
τε 42 w 5192
καὶ 68 w 5195
θάλπους 1 w 5202
ἀλλὰ 4 w 5207
ῥιγοῦν 1 w 5213
χρὴ 1 w 5216
τὰ 10 w 5218
μέτρια 1 w 5224
χειμῶνος 1 w 5232
καὶ 69 w 5235
ἡλιοῦσθαι 1 w 5244
θέρους 1 w 5250
καὶ 70 w 5253
σκιατροφεῖσθαι 1 w 5267
ἥκιστα 1 w 5273
καὶ 71 w 5277
τὸ 33 w 5279
μὲν 13 w 5282
ἑνὶ 1 w 5285
χρῆσθαι 2 w 5292
χιτῶνι 1 w 5298
τοῦ 20 w 5301
δεῖσθαι 1 w 5308
δυοῖν 1 w 5313
προτιμητέον 1 w 5324
τοῦ 21 w 5328
δ 113 w 5329
ἑνὶ 2 w 5333
χρῆσθαι 3 w 5340
χιτῶνι 2 w 5346
τὸ 34 w 5348
μηδενί 1 w 5354
ἀλλὰ 5 w 5359
ἱματίῳ 1 w 5365
μόνον 2 w 5370
καὶ 72 w 5374
τοῦ 22 w 5377
γε 11 w 5379
ὑποδεδέσθαι 1 w 5390
τὸ 35 w 5392
ἀνυποδετεῖν 1 w 5403
τῷ 10 w 5405
δυναμένῳ 1 w 5413
κρεῖττον 2 w 5421
κινδυνεύει 2 w 5432
γὰρ 11 w 5435
τὸ 36 w 5437
μὲν 14 w 5440
ὑποδεδέσθαι 2 w 5451
τῷ 11 w 5453
δεδέσθαι 3 w 5461
ἐγγὺς 1 w 5466
εἶναι 8 w 5471
36 w 5473
δ 124 w 5474
ἀνυποδησία 1 w 5485
πολλὴν 1 w 5491
εὐλυσίαν 1 w 5499
τινὰ 1 w 5503
καὶ 73 w 5506
εὐκολίαν 1 w 5514
παρέχει 1 w 5521
τοῖς 9 w 5525
ποσίν 1 w 5530
ὅταν 3 w 5535
ἠσκημένοι 1 w 5544
ὦσιν 1 w 5548
ὅθεν 1 w 5553
καὶ 74 w 5556
τοὺς 9 w 5560
ἡμεροδρόμους 1 w 5572
ὁρᾶν 1 w 5576
ἔστιν 1 w 5581
οὐ 34 w 5583
χρωμένους 2 w 5592
ὑποδήμασιν 1 w 5602
ἐν 15 w 5604
ταῖς 5 w 5608
ὁδοῖς 1 w 5613
καὶ 75 w 5616
τῶν 17 w 5619
ἀθλούντων 1 w 5628
τοὺς 10 w 5632
δρομεῖς 1 w 5639
οὐκ 5 w 5642
ἂν 6 w 5644
δυναμένους 4 w 5654
σῴζειν 2 w 5660
τὸ 37 w 5662
τάχος 1 w 5667
εἰ 4 w 5670
δέοι 1 w 5674
τρέχειν 1 w 5681
αὐτοὺς 2 w 5687
ἐν 16 w 5689
ὑποδήμασιν 2 w 5699
ἐπεὶ 1 w 5704
δὲ 22 w 5706
σκέπης 1 w 5712
ἕνεκα 4 w 5717
καὶ 76 w 5720
τὰς 2 w 5723
οἰκίας 1 w 5729
ποιούμεθα 1 w 5738
φημὶ 2 w 5743
καὶ 77 w 5746
ταύτας 1 w 5752
δεῖν 2 w 5756
ποιεῖσθαι 2 w 5765
πρὸς 4 w 5769
τὸ 38 w 5771
τῆς 10 w 5774
χρείας 1 w 5780
ἀναγκαῖον 1 w 5789
ὡς 4 w 5792
ἀπερύκειν 1 w 5801
μὲν 15 w 5804
κρύους 1 w 5810
ἀπερύκειν 2 w 5820
δὲ 23 w 5822
θάλπους 2 w 5829
τὸ 39 w 5831
σφοδρόν 1 w 5838
εἶναι 9 w 5844
δ 137 w 5845
ἡλίου 1 w 5851
καὶ 78 w 5854
ἀνέμων 1 w 5860
ἐπικούρημα 1 w 5870
τοῖς 10 w 5874
δεομένοις 1 w 5883
καθόλου 2 w 5891
δὲ 24 w 5893
ὅπερ 1 w 5897
ἂν 7 w 5899
παρέχοι 1 w 5906
σπήλαιον 1 w 5914
αὐτοφυές 1 w 5922
ἔχον 1 w 5927
μετρίαν 1 w 5934
ὑπόδυσιν 1 w 5942
ἀνθρώπῳ 2 w 5949
τοῦτο 4 w 5955
χρὴ 2 w 5958
παρέχειν 1 w 5966
ἡμῖν 4 w 5970
τὴν 15 w 5973
οἰκίαν 1 w 5979
τοσοῦτον 1 w 5988
εἴπερ 2 w 5993
ἄρα 2 w 5996
περιττεύουσαν 1 w 6009
ὅσον 1 w 6014
καὶ 79 w 6017
ἀπόθεσιν 1 w 6025
τροφῆς 6 w 6031
ἀνθρω 1 w 6036
πίνης 1 w 6041
ἐπιτηδείαν 1 w 6051
ἔχειν 2 w 6056
τί 12 w 6059
δ 142 w 6060
αἱ 3 w 6063
περίστυλοι 1 w 6073
αὐλαί 1 w 6078
τί 13 w 6081
δ 143 w 6082
αἱ 4 w 6085
ποικίλαι 1 w 6093
χρίσεις 1 w 6100
τί 14 w 6103
δ 144 w 6104
αἱ 5 w 6107
χρυσόροφοι 1 w 6117
στέγαι 1 w 6123
τί 15 w 6126
δ 145 w 6127
αἱ 6 w 6130
πολυτέλειαι 1 w 6141
τῶν 18 w 6144
λίθων 1 w 6149
τῶν 19 w 6153
μὲν 16 w 6156
χαμαὶ 1 w 6161
συνηρμοσμένων 1 w 6174
τῶν 20 w 6178
δ 146 w 6179
εἰς 1 w 6183
τοίχους 1 w 6190
ἐγκειμένων 1 w 6200
ἐνίων 2 w 6206
καὶ 80 w 6209
πάνυ 2 w 6213
πόῤῥωθεν 1 w 6221
ἠγμένων 1 w 6228
λίθων 2 w 6234
καὶ 81 w 6238
δι 12 w 6240
ἀναλωμάτων 1 w 6251
πλείστων 1 w 6259
οὐ 36 w 6262
ταῦτα 2 w 6267
πάντα 1 w 6272
περιττὰ 1 w 6279
καὶ 82 w 6282
οὐκ 6 w 6285
ἀναγκαῖα 1 w 6293
ὧν 1 w 6296
γε 12 w 6298
χωρὶς 1 w 6303
καὶ 83 w 6306
ζῆν 4 w 6309
καὶ 84 w 6312
ὑγιαίνειν 1 w 6321
ἔστι 3 w 6325
πραγματείαν 1 w 6337
δ 148 w 6338
ἔχει 3 w 6343
πλείστην 1 w 6351
καὶ 85 w 6355
διὰ 4 w 6358
χρημάτων 1 w 6366
γίνεται 2 w 6373
πολλῶν 2 w 6379
ἀφ 3 w 6382
ὧν 2 w 6385
ἄν 8 w 6387
τις 6 w 6390
ἐδυνήθη 1 w 6397
καὶ 86 w 6400
δημοσίᾳ 1 w 6407
καὶ 87 w 6410
ἰδίᾳ 1 w 6414
πολλοὺς 3 w 6421
ἀνθρώπους 2 w 6430
εὐεργετῆσαι 1 w 6441
καί 4 w 6445
τοι 10 w 6448
πόσῳ 1 w 6452
μὲν 17 w 6455
εὐκλεέστερον 1 w 6467
τοῦ 24 w 6470
πολυτελῶς 1 w 6479
οἰκεῖν 1 w 6485
τὸ 40 w 6487
πολλοὺς 4 w 6494
εὐεργετεῖν 1 w 6504
πόσῳ 2 w 6509
δὲ 25 w 6511
καλοκἀγαθικώτερον 1 w 6528
τοῦ 25 w 6531
ἀναλίσκειν 1 w 6541
εἰς 2 w 6544
ξύλα 1 w 6548
καὶ 88 w 6551
λίθους 1 w 6557
τὸ 41 w 6559
εἰς 3 w 6562
ἀνθρώπους 3 w 6571
ἀναλίσκειν 2 w 6581
πόσῳ 3 w 6586
δὲ 26 w 6588
ὠφελιμώτερον 1 w 6600
τοῦ 26 w 6603
περιβεβλῆσθαι 1 w 6616
μεγάλην 1 w 6623
οἰκίαν 2 w 6629
τὸ 42 w 6631
κεκτῆσθαι 1 w 6640
φίλους 1 w 6646
πολλούς 1 w 6653
3 w 6655
περιγίνεται 1 w 6666
τῷ 12 w 6668
προθύμως 1 w 6676
εὐεργετοῦντι 1 w 6688
τί 16 w 6691
δ 155 w 6692
ἂν 8 w 6695
ὄναιτό 1 w 6701
τις 7 w 6704
τηλικοῦτον 1 w 6714
ἀπ 12 w 6716
οἰκίας 2 w 6723
μεγέθους 1 w 6731
τε 51 w 6733
καὶ 89 w 6736
κάλλους 1 w 6743
ἡλίκον 1 w 6750
ἀπὸ 4 w 6753
τοῦ 28 w 6756
χαρίζεσθαι 1 w 6766
πόλει 1 w 6771
καὶ 90 w 6774
πολίταις 1 w 6782
ἐκ 8 w 6784
τῶν 21 w 6787
ἑαυτοῦ 1 w 6793
ΜΟΥΣΩΝΙΟΥ 3 w 6803
ΕΚ 3 w 6805
ΤΟΥ 3 w 6808
ΠΕΡΙ 3 w 6812
ΣΚΕΥΩΝ 1 w 6818
Καὶ 1 w 6822
μὴν 2 w 6825
συνῳδὰ 1 w 6831
καὶ 91 w 6834
συγγενῆ 1 w 6841
τῇ 4 w 6843
περὶ 8 w 6847
τὰς 3 w 6850
οἰκίας 3 w 6856
πολυτελείᾳ 1 w 6866
καὶ 92 w 6869
τὰ 14 w 6871
τῶν 22 w 6874
σκευῶν 1 w 6880
τῶν 23 w 6883
κατ 9 w 6886
οἰκίαν 3 w 6893
φαίνεται 1 w 6901
ὄντα 2 w 6905
κλῖναι 1 w 6912
καὶ 93 w 6915
τράπεζαι 1 w 6923
καὶ 94 w 6926
στρώματα 1 w 6934
καὶ 95 w 6937
ἐκπώματα 1 w 6945
καὶ 96 w 6948
εἴ 10 w 6950
τι 35 w 6952
τοιοῦτον 2 w 6960
πάντως 2 w 6967
τὴν 16 w 6970
χρείαν 1 w 6976
ὑπερβεβηκότα 1 w 6988
καὶ 97 w 6991
προσωτέρω 1 w 7000
τῶν 24 w 7003
ἀναγκαίων 1 w 7012
ἐληλυθότα 1 w 7021
κλῖναι 2 w 7028
μὲν 18 w 7031
ἐλεφάντιναι 1 w 7042
καὶ 98 w 7045
ἀργυραῖ 1 w 7052
9 w 7053
νὴ 1 w 7055
Δία 1 w 7058
χρυσαῖ 1 w 7064
τράπεζαι 2 w 7073
δὲ 27 w 7075
παραπλησίας 1 w 7086
ὕλης 1 w 7090
στρωμναὶ 1 w 7099
δὲ 28 w 7101
ἁλουργεῖς 1 w 7110
καὶ 99 w 7113
ἄλλων 2 w 7118
χρωμάτων 1 w 7126
δυσπορίστων 1 w 7137
ἐκπώματα 2 w 7146
δὲ 29 w 7148
χρυσοῦ 1 w 7154
καὶ 100 w 7157
ἀργύρου 1 w 7164
πεποιημένα 1 w 7174
τὰ 15 w 7177
δὲ 30 w 7179
λίθων 3 w 7184
10 w 7185
λιθοειδῶν 1 w 7194
τινων 1 w 7199
ἁμιλλωμένων 1 w 7210
τῇ 5 w 7212
πολυτελείᾳ 2 w 7222
τοῖς 11 w 7226
ἀργυροῖς 1 w 7234
καὶ 101 w 7237
χρυσοῖς 1 w 7244
καὶ 102 w 7248
σπουδάζεται 1 w 7259
ταῦτα 3 w 7264
πάντα 2 w 7269
τοῦ 30 w 7273
μὲν 19 w 7276
σκίμποδος 1 w 7285
οὐδὲν 3 w 7290
κακίω 1 w 7295
παρεχομένου 1 w 7306
κατάκλισιν 1 w 7316
ἡμῖν 5 w 7320
τῆς 11 w 7323
ἀργυρᾶς 1 w 7330
11 w 7331
τῆς 12 w 7334
ἐλεφαντίνης 1 w 7345
κλίνης 1 w 7351
τῆς 13 w 7355
δὲ 32 w 7357
σισύρας 1 w 7364
ἱκανωτάτης 1 w 7374
οὔσης 1 w 7379
ὑπεστρῶσθαι 1 w 7390
ὥστε 1 w 7394
μὴ 7 w 7396
δεῖσθαι 2 w 7403
πορφυρίδος 1 w 7413
12 w 7414
φοινικίδος 1 w 7424
ἐσθίειν 6 w 7432
δ 170 w 7433
ὑπάρχοντος 1 w 7444
ἡμῖν 6 w 7448
ἀβλαβῶς 1 w 7455
ἀπὸ 5 w 7458
τραπέζης 1 w 7466
ξυλίνης 1 w 7473
ὡς 5 w 7475
μὴ 8 w 7477
ποθεῖν 1 w 7483
μηδαμῶς 1 w 7490
τὴν 17 w 7493
ἀργυρᾶν 1 w 7500
καὶ 103 w 7504
πίνειν 1 w 7510
γε 18 w 7512
νὴ 2 w 7514
Δία 2 w 7517
ἐκ 11 w 7519
κεραμεῶν 1 w 7527
ποτηρίων 1 w 7535
παρόν 2 w 7540
2 w 7542
τό 8 w 7544
τε 55 w 7546
δῖψος 1 w 7551
σβεννύειν 1 w 7560
παραπλησίως 2 w 7571
πέφυκε 1 w 7577
τοῖς 12 w 7581
χρυσοῖς 2 w 7588
καὶ 104 w 7592
τὸν 13 w 7595
ἐγχεόμενον 1 w 7605
αὐτοῖς 3 w 7611
οἶνον 1 w 7616
οὐ 39 w 7618
λυμαίνεται 1 w 7628
ὀσμὴν 1 w 7634
δέ 10 w 7636
γε 19 w 7638
ἡδίω 2 w 7642
τῶν 25 w 7645
χρυσῶν 1 w 7651
παρέχεται 1 w 7660
καὶ 105 w 7663
τῶν 26 w 7666
ἀργυρῶν 1 w 7673
καθόλου 3 w 7681
δ 175 w 7682
ἀρετὴ 1 w 7688
καὶ 106 w 7691
κακία 1 w 7696
σκευῶν 2 w 7702
κριθείη 1 w 7709
ἂν 9 w 7711
ὀρθῶς 1 w 7716
ἐκ 12 w 7718
τριῶν 1 w 7723
τούτων 2 w 7729
τῆς 14 w 7733
τε 56 w 7735
κτήσεως 1 w 7742
καὶ 107 w 7745
τῆς 15 w 7748
χρήσεως 1 w 7755
καὶ 108 w 7758
τῆς 16 w 7761
τηρήσεως 1 w 7769
ὅσα 1 w 7773
μὲν 20 w 7776
γὰρ 12 w 7779
13 w 7780
κτήσασθαι 1 w 7789
δύσκολά 1 w 7796
ἐστιν 3 w 7801
14 w 7802
χρήσασθαι 1 w 7811
μὴ 10 w 7813
ἐπιτήδεια 1 w 7822
15 w 7823
φυλάξαι 1 w 7830
μὴ 11 w 7832
ῥᾴδια 1 w 7837
ταῦτα 4 w 7843
χείρω 2 w 7848
3 w 7850
δὲ 33 w 7852
καὶ 109 w 7855
κτώμεθα 1 w 7862
μὴ 12 w 7864
χαλεπῶς 1 w 7871
καὶ 110 w 7874
χρώμενοι 2 w 7882
εὐκόλως 1 w 7890
ἐπαινοῦμεν 1 w 7901
καὶ 111 w 7904
φυλάττομεν 1 w 7914
ῥᾳδίως 1 w 7920
ταῦτα 5 w 7926
ἀμείνω 1 w 7932
διόπερ 1 w 7939
τὰ 16 w 7941
κεραμεᾶ 1 w 7948
καὶ 112 w 7951
τὰ 17 w 7953
σιδηρᾶ 1 w 7959
καὶ 113 w 7962
ὅσα 2 w 7965
τοιαῦτα 1 w 7972
πολλῷ 1 w 7978
κρείττω 1 w 7985
τῶν 27 w 7988
ἀργυρῶν 2 w 7995
τε 57 w 7997
καὶ 114 w 8000
χρυσῶν 2 w 8006
ὅτι 4 w 8010
44 w 8011
κτῆσις 1 w 8017
τούτων 3 w 8023
εὐμαρεστέρα 1 w 8034
ὅσῳ 2 w 8038
καὶ 115 w 8041
εὐτελεστέρα 1 w 8052
7 w 8054
τε 59 w 8056
χρῆσις 1 w 8062
πλείων 2 w 8068
ὅτι 5 w 8072
καὶ 116 w 8075
πυρὶ 1 w 8079
ῥᾳδίως 2 w 8085
ταῦτ 7 w 8089
ἐμβάλλομεν 1 w 8100
ἐκεῖνα 1 w 8107
δὲ 34 w 8109
οὔ 5 w 8111
8 w 8113
τε 60 w 8115
φυλακὴ 1 w 8121
ἥττων 1 w 8126
τὰ 18 w 8129
γὰρ 13 w 8132
εὐτελῆ 2 w 8138
τῶν 28 w 8141
πολυτελῶν 1 w 8150
ἐπιβουλεύεται 1 w 8163
ἧττον 3 w 8168
μέρος 1 w 8174
δέ 11 w 8176
τι 41 w 8178
τῆς 17 w 8181
φυλακῆς 2 w 8188
οὖσα 2 w 8192
καὶ 117 w 8195
45 w 8196
ἐκκάθαρσις 1 w 8206
περὶ 9 w 8210
τὰ 19 w 8212
πολυτελῆ 2 w 8220
πλείων 3 w 8226
ἐστίν 3 w 8231
ὥσπερ 4 w 8237
οὖν 3 w 8240
ἵππος 1 w 8245
15 w 8246
τιμῆς 1 w 8251
μὲν 21 w 8254
ἐωνημένος 1 w 8263
ὀλίγης 1 w 8269
χρείας 2 w 8276
δὲ 35 w 8278
παρεχόμενος 1 w 8289
πολλάς 1 w 8295
αἱρετώτερος 1 w 8307
τοῦ 31 w 8310
ὀλίγα 1 w 8315
μὲν 22 w 8318
ὑπουργοῦντος 1 w 8330
πολλοῦ 1 w 8337
δ 187 w 8338
ἠγορασμένου 1 w 8350
κατὰ 1 w 8355
τὰ 21 w 8357
αὐτὰ 1 w 8361
καὶ 118 w 8364
σκεύη 1 w 8369
τὰ 23 w 8371
εὐτελέστερα 1 w 8382
καὶ 119 w 8385
πολυχρηστότερα 1 w 8399
κρείττω 2 w 8406
τῶν 29 w 8409
ἐναντίων 1 w 8417
τί 20 w 8420
ποτ 5 w 8423
οὖν 4 w 8427
διώκεται 1 w 8435
τὰ 24 w 8437
σπάνια 1 w 8443
καὶ 120 w 8446
πολυτελῆ 3 w 8454
πρὸ 5 w 8457
τῶν 30 w 8460
ἐν 19 w 8462
μέσῳ 1 w 8466
καὶ 121 w 8469
τῶν 31 w 8472
εὐτελῶν 1 w 8480
ὅτι 6 w 8484
ἀγνοεῖται 1 w 8493
τὰ 25 w 8495
καλὰ 1 w 8499
καὶ 122 w 8502
τἀγαθά 1 w 8508
καὶ 123 w 8512
ἀντὶ 2 w 8516
τῶν 32 w 8519
ὄντων 1 w 8524
τὰ 26 w 8526
δοκοῦντα 1 w 8534
σπουδάζεται 2 w 8545
παρὰ 4 w 8549
τοῖς 14 w 8553
ἀνοήτοις 1 w 8561
ὥσπερ 5 w 8567
δὴ 7 w 8569
καὶ 124 w 8572
οἱ 5 w 8574
μαινόμενοι 1 w 8584
πολλάκις 1 w 8592
λευκὰ 1 w 8597
τὰ 27 w 8599
μέλανα 1 w 8605
νομίζουσιν 1 w 8615
ἄνοια 1 w 8621
δὲ 36 w 8623
μανίας 1 w 8629
συγγενέστατον 1 w 8642
ἐπεὶ 2 w 8647
τῶν 33 w 8650
γε 21 w 8652
νομοθετῶν 1 w 8661
τοὺς 12 w 8665
ἀρίστους 1 w 8673
καὶ 125 w 8677
ἐν 20 w 8679
πρώτοις 1 w 8686
Λυκοῦργον 1 w 8695
εὕροιμεν 1 w 8703
ἂν 10 w 8705
πολυτέλειαν 1 w 8716
μὲν 23 w 8719
ἐξελαύνοντα 1 w 8730
τῆς 18 w 8733
Σπάρτης 1 w 8740
ἀντεισάγοντα 1 w 8753
δ 193 w 8754
εὐτέλειαν 1 w 8764
καὶ 126 w 8767
τὸ 44 w 8769
ἐνδεὲς 1 w 8775
τῆς 19 w 8778
διαίτης 1 w 8785
τοῦ 32 w 8788
περιττοῦ 1 w 8796
προτιμῶντα 1 w 8806
πρὸς 5 w 8810
ἀνδρείαν 1 w 8818
καὶ 127 w 8822
τὴν 18 w 8825
μὲν 24 w 8828
τρυφὴν 1 w 8834
ὡς 6 w 8836
λύμην 1 w 8841
ἐκτρεπόμενον 1 w 8853
τὸ 45 w 8856
δ 197 w 8857
ἐθελόπονον 1 w 8868
ὡς 7 w 8870
σωτήριον 1 w 8878
ζηλοῦν 1 w 8884
ἀξιοῦντα 1 w 8892
τεκμήρια 1 w 8901
δὲ 37 w 8903
τούτων 4 w 8909
αἱ 8 w 8911
τῶν 35 w 8914
ἐφήβων 1 w 8920
ἐκεῖ 6 w 8924
καρτερήσεις 1 w 8935
ἐθιζομένων 1 w 8946
φέρειν 2 w 8952
λιμόν 1 w 8957
τε 73 w 8959
καὶ 128 w 8962
δῖψος 2 w 8967
καὶ 129 w 8971
μετὰ 2 w 8975
τούτων 5 w 8981
ῥῖγος 1 w 8986
ἔτι 2 w 8990
δὲ 38 w 8992
πληγὰς 1 w 8998
καὶ 130 w 9001
πόνους 1 w 9007
ἄλλους 1 w 9013
σεμνοῖς 1 w 9023
ἔθεσιν 1 w 9029
οἱ 6 w 9031
παλαιοὶ 1 w 9038
Λακεδαιμόνιοι 1 w 9051
τραφέντες 1 w 9060
ἄριστοι 1 w 9067
τῶν 36 w 9070
Ἑλλήνων 1 w 9077
ἦσάν 1 w 9081
τε 75 w 9083
καὶ 131 w 9086
ἐνομίζοντο 1 w 9096
καὶ 132 w 9100
τὴν 19 w 9103
πενίαν 1 w 9109
τὴν 20 w 9112
ἑαυτῶν 1 w 9118
ζηλωτοτέραν 1 w 9129
τοῦ 34 w 9132
βασιλέως 1 w 9140
πλούτου 1 w 9147
κατέστησαν 1 w 9157
ἐγὼ 1 w 9161
δ 202 w 9162
οὖν 5 w 9166
καὶ 133 w 9169
αὐτὸς 2 w 9174
δεξαίμην 1 w 9182
ἂν 11 w 9184
νοσῆσαι 1 w 9191
μᾶλλον 5 w 9197
16 w 9198
τρυφῆσαι 1 w 9206
τὸ 47 w 9209
μὲν 25 w 9212
γὰρ 14 w 9215
νοσεῖν 1 w 9221
μόνον 3 w 9226
βλάπτει 1 w 9233
τὸ 48 w 9235
σῶμα 5 w 9239
τὸ 49 w 9242
δὲ 39 w 9244
τρυφᾶν 1 w 9250
ἄμφω 1 w 9254
διαφθείρει 1 w 9264
ψυχήν 1 w 9270
τε 77 w 9272
καὶ 134 w 9275
σῶμα 6 w 9279
σώματι 3 w 9286
μὲν 26 w 9289
ἀσθένειαν 1 w 9298
καὶ 135 w 9301
ἀδυναμίαν 1 w 9310
ψυχῇ 1 w 9315
δὲ 40 w 9317
ἀκολασίαν 1 w 9326
καὶ 136 w 9329
ἀνανδρίαν 1 w 9338
ἐμποιοῦν 1 w 9346
καὶ 137 w 9350
μὴν 4 w 9353
καὶ 138 w 9356
ἀδικίαν 1 w 9363
τίκτει 1 w 9369
τρυφή 1 w 9374
ὅτι 7 w 9378
καὶ 139 w 9381
πλεονεξίαν 1 w 9391
οὔτε 4 w 9396
γὰρ 15 w 9399
τρυφῶντά 1 w 9407
τινα 2 w 9411
δυνατὸν 1 w 9418
μὴ 14 w 9420
πολυτελῆ 4 w 9428
εἶναι 10 w 9433
οὔτε 5 w 9438
πολυτελῆ 5 w 9446
ὄντα 3 w 9450
ὀλίγα 2 w 9455
βούλεσθαι 1 w 9464
ἀναλίσκειν 3 w 9474
βουλόμενον 1 w 9485
δὲ 41 w 9487
πολλὰ 2 w 9492
μὴ 15 w 9494
καὶ 140 w 9497
πορίζειν 1 w 9505
πολλὰ 3 w 9510
ἐπιχειρεῖν 1 w 9520
οὐδ 12 w 9524
αὖ 2 w 9527
πορίζειν 2 w 9535
ἐπιχειροῦντα 1 w 9547
πολλὰ 4 w 9552
μὴ 16 w 9554
πλεονεκτεῖν 1 w 9565
καὶ 141 w 9568
ἀδικεῖν 1 w 9575
οὐ 41 w 9578
γὰρ 16 w 9581
ἂν 12 w 9583
πορίσειέ 1 w 9591
τις 8 w 9594
ἐκ 17 w 9596
δικαίων 1 w 9603
πολλά 3 w 9608
ἔτι 3 w 9612
καὶ 142 w 9615
ἄλλον 1 w 9620
τρόπον 2 w 9626
ἄδικος 1 w 9632
ἂν 13 w 9634
εἴη 4 w 9637
πάντως 3 w 9643
16 w 9644
τρυφῶν 2 w 9650
καὶ 143 w 9654
γὰρ 17 w 9657
ὑπὲρ 1 w 9661
πόλεως 1 w 9667
τῆς 20 w 9670
αὑτοῦ 2 w 9675
πονεῖν 2 w 9681
τοὺς 13 w 9685
προσήκοντας 1 w 9696
πόνους 2 w 9702
ὀκνήσειεν 1 w 9711
ἂν 14 w 9713
17 w 9714
οὐκ 7 w 9717
ἂν 15 w 9719
ἔτι 4 w 9722
τρυφῴη 1 w 9728
κἂν 2 w 9732
ὑπὲρ 2 w 9736
φίλων 1 w 9741
18 w 9742
συγγενῶν 1 w 9750
κακοπαθῆσαι 1 w 9761
δέον 2 w 9765
οὐκ 8 w 9769
ἂν 17 w 9771
ὑπομείνειεν 1 w 9782
οὐ 44 w 9785
γὰρ 18 w 9788
ἐάσει 1 w 9793
αὐτὸν 2 w 9798
46 w 9799
τρυφή 2 w 9804
καὶ 144 w 9808
μὴν 5 w 9811
καὶ 145 w 9814
διὰ 5 w 9817
θεοὺς 1 w 9822
ἔστιν 2 w 9827
ὅτε 2 w 9830
πονητέον 1 w 9838
τῷ 13 w 9840
δικαίῳ 1 w 9846
εἶναι 11 w 9851
βουλομένῳ 1 w 9860
πρὸς 6 w 9864
θεούς 1 w 9869
ὅτι 8 w 9873
θυσίας 1 w 9879
19 w 9880
τελετὰς 1 w 9887
1 w 9888
τινα 3 w 9892
ἄλλην 1 w 9897
ὑπηρεσίαν 1 w 9906
τελέσει 1 w 9913
τοῖς 15 w 9917
θεοῖς 1 w 9922
17 w 9924
δὲ 42 w 9926
τρυφῶν 3 w 9932
ἐνδεήσει 1 w 9940
κἀνταῦθα 1 w 9948
διόπερ 2 w 9955
ἄδικος 2 w 9961
ἂν 18 w 9963
εἴη 5 w 9966
πάντως 4 w 9972
καὶ 146 w 9975
περὶ 10 w 9979
πόλιν 1 w 9984
καὶ 147 w 9987
περὶ 11 w 9991
φίλους 2 w 9997
καὶ 148 w 10000
περὶ 12 w 10004
θεούς 2 w 10009
4 w 10011
χρὴ 3 w 10014
πράττειν 2 w 10022
αὐτὸν 3 w 10027
οὐ 45 w 10029
πράττων 1 w 10036
ὡς 8 w 10039
οὖν 6 w 10042
καὶ 149 w 10045
ἀδικίας 1 w 10052
αἰτίαν 1 w 10058
οὖσαν 1 w 10063
τὴν 21 w 10066
τρυφὴν 2 w 10072
φευκτέον 1 w 10080
τρόπῳ 1 w 10085
παντί 1 w 10090
ΕΚ 4 w 10093
ΤΟΥ 4 w 10096
ΠΕΡΙ 4 w 10100
ΚΟΥΡΑΣ 1 w 10106
Ἔφη 1 w 10110
μὲν 27 w 10113
παραπλησίως 3 w 10124
τὸν 17 w 10127
ἄνδρα 1 w 10132
χρῆναι 1 w 10138
τῇ 6 w 10140
κεφαλῇ 1 w 10146
προσφέρειν 1 w 10156
κουράν 1 w 10162
ὡς 9 w 10165
ἀμπέλῳ 1 w 10171
προσφέρομεν 1 w 10182
τομήν 1 w 10187
τοῦ 36 w 10191
μόνον 4 w 10196
ἀφαιρεῖν 1 w 10204
χάριν 5 w 10209
τὸ 54 w 10211
ἄχρηστον 1 w 10219
οὔτε 6 w 10229
γενείῳ 1 w 10235
πώγωνα 1 w 10241
ἀλλ 11 w 10245
εἶναί 1 w 10251
τινα 4 w 10255
καὶ 150 w 10258
ταύτην 1 w 10264
σκέπην 3 w 10270
ὑπὸ 2 w 10273
τῆς 21 w 10276
φύσεως 1 w 10282
ἡμῖν 7 w 10286
πεπορισμένην 1 w 10298
τὸν 18 w 10302
δὲ 43 w 10304
πώγωνα 2 w 10310
καὶ 151 w 10313
σύμβολον 1 w 10321
γεγονέναι 1 w 10330
τοῦ 37 w 10333
ἄρρενος 1 w 10340
ὥσπερ 6 w 10346
ἀλεκτρυόνι 1 w 10356
λόφον 1 w 10361
καὶ 152 w 10364
λέοντι 1 w 10370
χαίτην 1 w 10376
ὅθεν 2 w 10381
τῆς 22 w 10384
μὲν 28 w 10387
κόμης 1 w 10392
ἀφαιρετέον 1 w 10402
εἶναι 12 w 10407
τὸ 56 w 10409
ἐνοχλοῦν 1 w 10417
τοῦ 38 w 10421
δὲ 44 w 10423
πώγωνος 1 w 10430
οὐδέν 1 w 10435
οὐδὲ 4 w 10440
γὰρ 19 w 10443
ἐνοχλεῖν 1 w 10451
αὐτὸν 4 w 10456
οὐδέν 2 w 10461
ἕως 1 w 10465
ἂν 19 w 10467
ὑγιαίνῃ 1 w 10474
τὸ 58 w 10476
σῶμα 7 w 10480
20 w 10481
νόσον 1 w 10486
μὴ 18 w 10488
τοιαύτην 1 w 10496
νοσῇ 1 w 10500
ἧς 1 w 10503
εἵνεκα 1 w 10509
γένοιτ 1 w 10515
ἂν 20 w 10518
ἀφαίρεσις 1 w 10527
τῶν 38 w 10530
ἐπὶ 3 w 10533
τοῦ 39 w 10536
γενείου 1 w 10543
τριχῶν 1 w 10549
εὖ 1 w 10552
γὰρ 20 w 10555
εἴρηται 1 w 10562
ἔφη 4 w 10566
τὸ 59 w 10569
τοῦ 40 w 10572
Ζήνωνος 1 w 10579
ὅτι 9 w 10583
τούτου 3 w 10589
ἕνεκα 5 w 10594
καρτέον 1 w 10601
οὗ 4 w 10603
καὶ 153 w 10606
κομητέον 1 w 10614
τοῦ 41 w 10618
κατὰ 2 w 10622
φύσιν 2 w 10627
ἵνα 10 w 10631
μὴ 19 w 10633
βαρούμενός 1 w 10643
τις 9 w 10646
ὑπὸ 3 w 10649
τῆς 23 w 10652
κόμης 2 w 10657
μηδ 4 w 10660
ἐνοχλούμενος 1 w 10673
1 w 10674
πρὸς 7 w 10678
μηδεμίαν 1 w 10686
ἐνέργειαν 1 w 10695
48 w 10697
γὰρ 21 w 10700
δὴ 8 w 10702
φύσις 1 w 10707
τὸ 60 w 10709
μὲν 29 w 10712
ἐνδεὲς 2 w 10718
μᾶλλον 6 w 10724
φαίνεται 2 w 10732
φυλαξαμένη 1 w 10742
τὸ 61 w 10745
δὲ 46 w 10747
περιττὸν 1 w 10755
ἧττον 4 w 10760
ἐπί 1 w 10764
τε 89 w 10766
φυτῶν 1 w 10771
καὶ 154 w 10774
ἐπὶ 4 w 10777
ζῴων 1 w 10781
ὅτι 10 w 10785
τῆς 24 w 10788
προσθέσεως 1 w 10798
τοῦ 42 w 10801
ἐνδεοῦς 1 w 10808
49 w 10809
ἀφαίρεσις 2 w 10818
τοῦ 43 w 10821
περιττοῦ 2 w 10829
πολὺ 2 w 10833
ῥᾴων 1 w 10837
καὶ 155 w 10840
εὐπετεστέρα 1 w 10851
ἐστίν 4 w 10856
χρὴ 4 w 10860
δ 236 w 10861
ἐφ 2 w 10864
ἑκάτερα 1 w 10872
τὸν 21 w 10875
λογισμὸν 1 w 10883
τὸν 22 w 10886
ἀνθρώπινον 1 w 10896
τῇ 7 w 10898
φύσει 1 w 10903
βοηθεῖν 1 w 10910
ὥστ 2 w 10914
ἀναπιμπλάναι 1 w 10927
τὰς 5 w 10930
ἐνδείας 1 w 10937
ἐφ 3 w 10939
ὅσον 2 w 10944
οἷόν 1 w 10948
τε 92 w 10950
ἀναπληροῦν 1 w 10960
ἐλαττοῦν 1 w 10969
δὲ 47 w 10971
καὶ 156 w 10974
ἀφαιρεῖν 2 w 10982
τὰς 6 w 10985
περιττότητας 1 w 10997
ὅθεν 3 w 11002
καὶ 157 w 11005
καρτέον 2 w 11012
μόνης 1 w 11017
ἕνεκα 6 w 11022
τῆς 25 w 11025
ἀφαιρέσεως 1 w 11035
τοῦ 46 w 11038
περιττοῦ 3 w 11046
καὶ 158 w 11049
οὐχὶ 2 w 11053
κόσμου 2 w 11059
χάριν 6 w 11064
ὅπερ 2 w 11069
οἴονται 1 w 11076
δεῖν 3 w 11080
ἔνιοι 1 w 11085
τὰ 33 w 11087
μὲν 30 w 11090
γένεια 1 w 11096
λεαινόμενοι 1 w 11107
καὶ 159 w 11110
μιμούμενοι 1 w 11120
τοὺς 14 w 11124
ἀγενείους 1 w 11133
21 w 11134
νὴ 3 w 11136
Δία 3 w 11139
τοὺς 15 w 11143
ἄρτι 1 w 11147
γενειάσκοντας 1 w 11160
τὴν 22 w 11164
δὲ 48 w 11166
κεφαλὴν 1 w 11173
οὐχ 9 w 11176
ὁμοίως 1 w 11182
κειρόμενοι 1 w 11192
διαφόρως 1 w 11200
δὲ 49 w 11202
τὰ 34 w 11204
πρόσω 1 w 11209
τῶν 40 w 11212
ὀπίσω 1 w 11217
καὶ 160 w 11221
γάρ 1 w 11224
τοι 17 w 11227
δοκῶν 1 w 11232
εἶναι 13 w 11237
κόσμος 1 w 11243
οὗτος 1 w 11248
πολλὴν 2 w 11254
ἀκοσμίαν 1 w 11262
ἔχει 4 w 11266
καὶ 161 w 11269
διαφέρει 2 w 11277
οὐδὲν 4 w 11282
τοῦ 48 w 11285
καλλωπισμοῦ 1 w 11296
τοῦ 49 w 11299
τῶν 41 w 11302
γυναικῶν 1 w 11310
ἐκεῖναί 1 w 11318
τε 93 w 11320
γὰρ 22 w 11323
τὰ 35 w 11325
μέν 31 w 11328
τινα 5 w 11332
μέρη 1 w 11336
πλέκουσι 1 w 11344
τῶν 42 w 11347
τριχῶν 2 w 11353
τὰ 36 w 11355
δὲ 51 w 11357
καθιᾶσι 1 w 11364
τὰ 37 w 11366
δὲ 52 w 11368
ἕτερόν 2 w 11374
τινα 6 w 11378
σκευάζουσι 1 w 11388
τρόπον 3 w 11394
ἵνα 11 w 11398
φαίνωνται 1 w 11407
καλλίονες 1 w 11416
οἵ 1 w 11419
τε 95 w 11421
κειρόμενοι 2 w 11431
οὕτως 4 w 11436
ἄνδρες 1 w 11442
κατάδηλοί 1 w 11451
εἰσι 3 w 11455
δι 30 w 11457
ἐπιθυμίαν 1 w 11467
τοῦ 50 w 11470
φαίνεσθαι 1 w 11479
καλοὶ 1 w 11484
οἷς 1 w 11487
βούλονται 1 w 11496
ἀρέσκειν 1 w 11504
τὰς 7 w 11507
μὲν 31 w 11510
τέλεον 1 w 11516
ἀφαιροῦντες 1 w 11527
τῶν 43 w 11530
τριχῶν 3 w 11536
τὰς 8 w 11540
δὲ 53 w 11542
πλάττοντες 1 w 11552
οὕτως 5 w 11557
ὡς 10 w 11559
ἂν 21 w 11561
εὐοπτότατα 1 w 11571
2 w 11572
γυναιξί 1 w 11579
τε 98 w 11581
καὶ 162 w 11584
παισὶν 1 w 11590
ὑφ 2 w 11592
ὧν 3 w 11595
ἐπαινεῖσθαι 1 w 11606
δέονται 1 w 11613
ἤδη 1 w 11617
δέ 16 w 11619
τινες 2 w 11624
καὶ 163 w 11627
αὐτῷ 1 w 11631
τῷ 15 w 11633
βαρύνεσθαι 1 w 11643
τὰς 9 w 11646
τρίχας 1 w 11652
κείρονται 1 w 11661
καὶ 164 w 11665
λεαίνουσι 1 w 11674
τὰ 41 w 11676
γένεια 2 w 11682
σαφῶς 1 w 11688
οὗτοί 1 w 11693
γε 29 w 11695
κατεαγότες 1 w 11705
ὑπὸ 4 w 11708
τῆς 26 w 11711
τρυφῆς 1 w 11717
καὶ 165 w 11720
ἐκνενευρισμένοι 1 w 11735
παντάπασιν 1 w 11745
οἵ 2 w 11748
γε 30 w 11750
ἀνέχονται 1 w 11759
ἀνδρόγυνοι 1 w 11769
καὶ 166 w 11772
γυναικώδεις 1 w 11783
ὁρᾶσθαι 1 w 11790
ὄντες 1 w 11795
ὅπερ 3 w 11800
ἔδει 2 w 11804
φεύγειν 1 w 11811
ἐξ 4 w 11813
ἅπαντος 2 w 11820
εἰ 9 w 11823
δὴ 9 w 11825
τῷ 16 w 11827
ὄντι 2 w 11831
ἄνδρες 2 w 11837
ἦσαν 1 w 11841
τί 25 w 11844
γὰρ 23 w 11847
δὴ 10 w 11849
καὶ 167 w 11852
εἰσὶν 1 w 11857
αἱ 9 w 11859
τρίχες 1 w 11865
ἀνθρώποις 2 w 11874
βάρος 1 w 11879
εἰ 11 w 11882
μὴ 20 w 11884
νὴ 4 w 11886
Δία 4 w 11889
καὶ 168 w 11892
τοῖς 16 w 11896
ὀρνέοις 1 w 11903
τὰ 42 w 11905
πτερὰ 1 w 11910
φαίη 1 w 11914
τις 10 w 11917
ἂν 22 w 11919
εἶναι 14 w 11924
βάρος 2 w 11929