Scaife ATLAS

CTS Library / Epistulae, Decretum, Orationes

Epistulae, Decretum, Orationes (11-15)

urn:cts:greekLit:tlg0627.tlg055.1st1K-grc1:11-15
Refs {'start': {'reference': '11', 'human_reference': 'Chapter 11'}, 'end': {'reference': '15', 'human_reference': 'Chapter 15'}}
Ancestors []
Children []
prev
plain textXML
next

11. Ἱπποκράτης Ἀβδηριτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.

πολίτης ὑμέων Ἀμελησαγόρης ἦλθεν ἐς Κῶ, καὶ ἔτυχε τότ

326
ἐοῦσα τῆς ῥάβδου ἀνάληψις ἐν ἐκείνῃ τῇ ἡμέρῃ καὶ ἐτήσιος ἑορτὴ,
ὡς ἴστε, πανήγυρις ἡμῖν καὶ πομπὴ πολυτελὴς ἐς κυπάρισσον, ἣν
ἔθος ἀνάγειν τοῖς τῷ θεῷ προσήκουσιν. Ἐπεὶ δὲ σπουδάζειν ἐῴκει
καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῆς πρσσόψιος Ἀμελησαγόρης, πεισθεὶς,
ὅπερ ἦν, ἐπείγειν τὸ πρῆγμα, ἀνέγνων τε ὑμέων τὴν ἐπιστολὴν,
καὶ ἐθαύμασά ὅτε περὶ ἑνὸς ἀνθρώπου ὡς εἷς ἄνθρωπος πόλις
θορυβεῖσθε. Μακάριοί γε δῆμοι ὁκόσοι ἴσασι τοὺς ἀγαθοὺς ἄνδρας
ἐρύματα ἑωυτῶν, καὶ οὐ τοὺς πύργους οὐδὲ τὰ τείχεα, ἀλλὰ σοφῶν
ἀνδρῶν σοφὰς γνώμας. Ἐγὼ δὲ πειθόμενος τέχνας μὲν εἶναι θεῶν
χάριτας, ἀνθρώπους δὲ ἔργα φύσιος, καὶ μὴ νεμεσήσητε, ἄνδρες
Ἀβδηρῖται, οὐχ ὑμᾶς δοκέω, ἀλλὰ φύσιν αὐτὴν καλέειν με ἀνασώσασθαι
ποίημα ἑωυτῆς, κινδυνεῦον ὑπὸ νόσου διαπεσεῖν. Ὥστε πρὸ
ὑμέων ἐγὼ νῦν φύσει καὶ θεοῖς ὑπακούων σπεύδω νοσέοντα Δημόκριτον
ἰήσασθαι, εἴπερ δὴ καὶ τοῦτο νοῦσος ἐστὶν, ἀλλὰ μὴ ἀπάτῃ
συσκιάζεσθε, ὅπερ εὔχομαι· καὶ γένοιτο πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον
καὶ πρὸς ὑπόνοιαν ταραχθῆναι. Ἀργύριον δὲ μοι ἐρχομένῳ
οὔτ ἂν φύσις οὔτ ἂν θεὸς ὑπόσχοιτο, ὥστε μηδ ὑμεῖς, ἀνέρες Ἀβδηρῖται,
βιάζεσθε, ἀλλ ἐᾶτε ἐλευθέρης τέχνης ἐλεύθερα καὶ τὰ ἔργα.
Οἱ δὲ μισθαρνεῦντες δουλεύειν ἀναγκάζουσι τὰς ἐπιστήμας, ὥσπερ
ἐξανδραποδίζοντες αὐτὰς ἐκ τῆς προτέρης παῤῥησίης· εἶθ ὡς εἰκὸς
καὶ ψεύσαιντο ἂν ὡς περὶ μεγάλης νούσου, καὶ ἀρνηθεῖεν ἂν ὡς περὶ
328
σμικρῆς, καὶ οὐκ ἂν ἔλθοιεν ὑποσχόμενοι, καὶ πάλιν ἔλθοιεν μὴ
κληθέντες. Οἰκτρός γε τῶν ἀνθρώπων βίος, ὅτι δι ὅλου αὐτοῦ ὡς
πνεῦμα χειμέριον ἀφόρητος φιλαργυρίη διαδέδυκεν, ἐφ ἣν εἴθε
μᾶλλον ἄπαντες ἰητροὶ ξυνῄεσαν ἐλθόντες ἀποθεραπεῦσαι χαλεπωτέρην
μανίης νοῦσον, ὅτι καὶ μακαρίζεται νοῦσος ἐοῦσα καὶ κακοῦσα.
Οἶμαι δὲ ἔγωγε καὶ τὰ τῆς ψυχῆς νουσήματα πάντα μανίας εἶναι
σφοδρὰς ἐμποιούσας δόξας τινὰς καὶ φαντασίας τῷ λογισμῷ, ὧν
δι ἀρετῆς ἀποκαθαρθεὶς ὑγιάζεται. Ἐγὼ δὲ εἰ πλουτέειν ἐξ ἅπαντος
ἐβουλόμην, ἄνδρες Ἀβδηρῖται, οὐκ ἂν εἵνεκα δέκα ταλάντων διέβαινον
πρὸς ὑμέας, ἀλλ ἐπὶ τὸν μέγαν ἂν ἠρχόμην Περσέων βασιλέα,
ἔνθα πόλιες ὅλαι προσῄεσαν τῆς ἐξ ἀνθρώπων εὐδαιμονίης
γεγεμισμέναι· ἰῴμην δ ἂν τὸν ἐκεῖ λοιμὸν ἀνιὼν, ἀλλ ἀπηρνησάμην
ἐχθρὴν Ἑλλάδι χώρην ἐλευθερῶσαι κακῆς νούσου, κᾀγὼ τό
γε ἐπ ἐμοὶ καταναυμαχῶν τοὺς βαρβάρους· εἶχον δ ἂν αἰσχύνην
τὸν παρὰ βασιλέως πλοῦτον καὶ πατρίδος ἐχθρὴν περιουσίην, περιεκείμην
δ ἂν αὐτὰ, ὡς ἑλέπολις τῆς Ἑλλάδος ὑπάρχων. Οὐκ ἔστι
πλοῦτος τὸ πανταχόθεν χρηματίζεσθαι· μεγάλα γὰρ ἱερὰ τῆς ἀρετῆς
ἐστὶν ὑπὸ δικαιοσύνης οὐ κρυπτόμενα, ἀλλ ἐμφανέα ἐόντα· οὐκ
οἴεσθε ἴσον ἁμάρτημα εἶναι σώζειν πολεμίους καὶ φίλους ἰᾶσθαι
μισθοῦ; ἀλλ οὐχ ὧδε ἔχει τὰ ἡμέτερα, δῆμε, οὐ καρποῦμαι νούσους,
οὐδὲ δι εὐχῆς ἤκουσα τὴν Δημοκρίτεω παράκρουσιν, ὃς, εἴτε
ὑγιαίνει, φίλος ἔσται, εἴτε νοσέει, θεραπευθεὶς, πλέον ὑπάρξει. Πυνθάνομαι
330
δὲ αὐτὸν ἐμβριθέα καὶ στεῤῥὸν τὰ ἤθεα, καὶ τῆς ὑμετέρης
πόλιος ἐόντα κόσμον. Ἔῤῥωσθε.

12. Ἱπποκράτης Φιλοποίμενι χαίρειν.

Οἱ τὴν τῆς πόλιος ἐπιστολὴν ἀποδόντες μοι πρέσβεις καὶ τεὴν
ἀπέδοσαν, ἥσθην τε κάρτα καὶ ξενίην ὑπισχνεομένου σέο καὶ τὴν
ἑτέρην διαίτην. Ἔλθοιμεν δ ἂν αἰσίῃ τύχῃ, καὶ ἀφιξόμεθα ὡς
ὑπολαμβάνομεν χρηστοτέρῃσιν ἐλπίσιν [] ὡς ἐν τῇ γραφῇ παραδεδήλωται,
οὐ μανίην ἀλλὰ ψυχῆς τινὰ ῥῶσιν ὑπερβάλλουσαν διασαφηνέοντος
τοῦ ἀνδρὸς, μήτε παίδων μήτε γυναικὸς μήτε ξυγγενέων
μήτε οὐσίης μήτε τινὸς ὅλως ἐν φροντίδι ἐόντος, ἡμέρην δὲ καὶ εὐφρόνην
πρὸς ἑωυτῷ καθεστεῶτος καὶ ἰδιάζοντος, τὰ μὲν πολλὰ ἐν
ἄντροισι καὶ ἐρημίῃσιν ἐν ὑποσκιάσεσι δενδρέων, ἐν μαλθακῇσι
ποίῃσιν, παρὰ συχνοῖσιν ὑδάτων ῥείθροισιν. Συμβαίνει μὲν
οὖν τὰ πολλὰ τοῖσι μελαγχολῶσι τὰ τοιαῦτα· σιγηροί τε γὰρ
ἐνίοτε εἰσὶ καὶ μονήρεες, καὶ φιλέρημοι τυγχάνουσιν· ἀπανθρωπέονταί
τε ξύμφυλον ὄψιν ἀλλοτρίην νομίζοντες· οὐκ ἀπεοικὸς δὲ
καὶ τοῖσι περὶ παιδείην ἐσπουδακόσι τὰς ἄλλας φροντίδας ὑπὸ μιῆς
τῆς ἐν σοφίῃ διαθέσιος σεσοβῆσθαι. Ὥσπερ γὰρ δμῶές τε καὶ
δμωΐδες ἐν τῇσιν οἰκίῃσι θορυβέοντες καὶ στασιάζοντες, ὁκόταν ἐξαπιναίως
αὐτοῖσιν δέσποινα ἐπιστῇ, πτοηθέντες ἀφησυχάζουσι,
παραπλησίως καὶ αἱ λοιπαὶ κατὰ ψυχὴν ἐπιθυμίαι ἀνθρώποισι κακῶν
ὑπηρέτιδες· ἐπὴν δὲ σοφίης ὄψις ἑωυτέην ἐπιστήσῃ, ὡς δοῦλα τὰ
λοιπὰ πάθεα ἐκκεχώρηκεν. Ποθέουσι δ ἄντρα καὶ ἡσυχίην οὐ πάντως

332
οἱ μανέντες, ἀλλὰ καὶ οἱ τῶν ἀνθρωπίνων πρηγμάτων ὑπερφρονήσαντες
ἀταραξίης ἐπιθυμίῃ· ὁκόταν γὰρ νοῦς ὑπὸ τῶν ἔξω
φροντίδων κοπτόμενος ἀναπαῦσαι θελήσῃ τὸ σῶμα, τότε ταχέως ἐς
ἡσυχίην μετήλλαξεν, εἶτα ἀναστὰς ὄρθριος ἐν ἑωυτῷ περιεσκόπει
κύκλῳ χωρίον ἀληθείης, ἐν οὐ πατὴρ, οὐ μήτηρ, οὐ γυνὴ, οὐ τέκνα,
οὐ κασίγνητος, οὐ ξυγγενέες, οὐ δμῶες, οὐ τύχη, οὐχ ὅλως οὐδὲν
τῶν θόρυβον ἐμποιησάντων· πάντα δ ἀποκεκλεισμένα τὰ ταράσσοντα
ἕστηκεν ὑπὸ φόβου, οὐδὲ πλησιάσαι τολμέοντα ὑπ εὐλαβείης τῶν
αὐτόθι ἐνοικεόντων· οἰκέουσι δὲ τὸ χωρίον ἐκεῖνο καὶ τέχναι καὶ
ἀρεταὶ παντοῖαι καὶ θεοὶ καὶ δαίμονες καὶ βουλαὶ καὶ γνῶμαι. Καὶ
μέγας πόλος ἐν ἐκείνῳ τῷ χωρίῳ τοὺς πολυκινήτους ἀστέρας κατέστεπται,
εἰς τάχα καὶ Δημόκριτος ὑπὸ σοφίης μετῴκισται· εἶτ
οὐκ ἔτι ὁρέων τοὺς ἐν τῇ πόλει, ἅτε τηλοῦ ἐκδεδημηκὼς, δοξάζεται
μανίης νοῦσον διὰ τὸ φιλέρημον· σπεύδουσι δὲ Ἀβδηρῖται ἀργυρίου
ἐξελεγχθῆναι, ὅτι οὐ ξυνιᾶσι Δημόκριτον. Ἀλλὰ σύ γε ἡμῖν κατάρτυε
τὴν ξενίην, ἑταῖρε Φιλοποίμην· οὐ γὰρ ἐθέλω τεταραγμένῃ τῇ
πόλι παρασχεῖν ὄχλησιν, ἐκ παλαιοῦ ἴδιον ἔχων ξένον σε, ὡς οἶσθα.
Ἔῤῥωσο.

13. Ἱπποκράτης Διονυσίῳ χαίρειν.

περίμεινόν με ἐν Ἁλικαρνασσῷ, φθάσον αὐτὸς ἐλθεῖν,
ἑταῖρε· κατὰ πᾶσαν γὰρ ἀνάγκην ἀπιτέον εἰς Ἄβδηράν μοι Δημοκρίτεω

334
χάριν, ἐφ ὃν νοσέοντα μετεπέμψατό με πόλις. Ἄλεκτος
γάρ τις συμπαθείη τῶν ἀνθρώπων, Διονύσιε· ὡς μία ψυχὴ ξυννοσέει
τῷ πολίτῃ· ὥστε μοι δοκέουσι καὶ αὐτοὶ θεραπείης δέεσθαι.
Ἐγὼ δὲ οἶμαι οὐδὲ νοῦσον αὐτὴν εἶναι, ἀλλ ἀμετρίην παιδείης, οὐκ
οὖσάν γε τῷ ὄντι ἀμετρίην, ἀλλὰ νομιζομένην τοῖσιν ἰδιώτῃσιν, ἐπεὶ
οὐδέποτε βλαβερὸν τῆς ἀρετῆς τὸ ἄμετρον. Δόξα δὲ νούσου γίνεται τὸ
ὑπερβάλλον διὰ τὴν τῶν κρινόντων ἀπαιδευσίην· δοκιμάζει δὲ ἕκαστος
ἐξ ὧν αὐτὸς οὐκ ἔχει, τὸ ἐν ἄλλῳ πλεονάζον περισσεύειν· ὥς που
καὶ δειλὸς ἀμετρίην τὴν ἀνδρείην ὑπείληφε, καὶ φιλάργυρος τὴν
μεγαλοψυχίην, καὶ πᾶσα ἔλλειψις ὑπερβάλλειν δοκέει τὸ ἀρετῆς ξύμμετρον.
Ἐκεῖνον μὲν οὖν αὐτὸν ἰδόντες μετὰ τῆς ἐνθένδε προγνώσιος,
καὶ ἀκούσαντες τῶν λόγων αὐτοῦ, ἄμεινον εἰσόμεθα. Σὺ δὲ ἔπειξον,
Διονύσιε, αὐτὸς παραγενέσθαι· βούλομαι γὰρ ἐνδιατρῖψαί σε
τῇ πατρίδι μου, μέχρις ἂν ἐπανέλθω, ὅκως τῶν ἡμετέρων φροντιεῖς
καὶ πρῶτον ἡμέων τῆς πόλιος· ἐπειδὴ οὐκ οἶδ ὅκως ἐκ συντυχίης
ὑγιεινὸν τὸ ἔτος ἐστὶ καὶ τὴν ἀρχαίην φύσιν ἔχον· ὥστε οὐδὲ πολλαὶ
παρενοχλήσουσι νοῦσοι· πλὴν ὅμως πάριθι. Οἰκήσεις δὲ τὴν ἐμὴν
οἰκίην ὑπερευκαιρέουσαν, ἅτε καὶ τοῦ γυναίου μένοντος πρὸς τοῦς
γονέας διὰ τὴν ἐμὴν ἐκδημίην. Ἐπισκόπει δὲ ὅμως καὶ τὰ ἐκεινης,
ὅκως διάγῃ σωφρόνως καὶ μὴ τῇ τοῦ ἀνδρὸς ἀπουσίῃ ἄλλους
ἄνδρας νομίσῃ· κόσμιον μὲν γὰρ ἐξ ἀρχῆς ἦν, καὶ γονέας ἀστείους
εἶχεν, τὸν δὲ πατέρα ἐκτόπως ἀνδρικόν τε καὶ μάλα μισοπόνηρον
336
ὑπερφυῷς γερόντιον. Ἀλλ ὅμως αἰεὶ χρῄζει γυνὴ σωφρονίζοντος,
ἔχει γὰρ φύσει τὸ ἀκόλαστον ἐν ἑωυτέῃ, ὅπερ, εἰ μὴ καθ ἡμέρην
ἐπικόπτοιτο, ὡς τὰ δένδρα καθυλομανέει. Ἐγὼ δὲ φίλον οἴομαι
ἀκριβέστερον γονέων ἐς φυλακὴν γυναικός· οὐ γὰρ ὡς ἐκείνοισι καὶ
τουτέῳ ξυνοικέει πάθος εὐνοίης, δι οὗ πολλάκις ἐπισκιάζονται τὴν
νουθεσίην· φρονιμώτερον δὲ ἐν παντὶ τὸ ἀπαθέστερον, ἅτε μὴ ἐπικλώμενον
ὑπ εὐνοίης. Ἔῤῥωσο.

14. Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.

Οἰδα παρὰ σοὶ γενόμενος ἐν Ῥόδῳ, Δαμάγητε, τὴν ναῦν ἐκείνην,
ἅλιος ἐπιγραφὴ ἦν αὐτῇ, πάγκαλόν τινα καὶ εὔπρυμνον, ἱκανῶς τε
τετροπισμένην, καὶ διάβασιν εἶχε πολλήν· ἐπῄνεις δὲ καὶ τὸ ναυτικὸν
αὐτῆς ὡς ὀξὺ καὶ ἀσφαλὲς καὶ εὔτεχνον ὑπουργῆσαι, καὶ τοῦ
πλοῦ τὴν εὐδρομίην. Ταύτην ἔκπεμψον ἡμῖν, ἀλλ εἰ οἷόν τε, μὴ
κώπαις, ἀλλὰ πτεροῖς ἐρετμώσας αὐτὴν· ἐπείγει γὰρ τὸ πρῆγμα, φιλότης,
καὶ μάλα εἰς Ἄβδηρα διαπλεῦσαι πάνυ ταχέως· βούλομαι γὰρ
νοσέουσαν ἰήσασθαι πόλιν διὰ νοσέοντα ἕνα Δημόκριτον. Ἀκούεις
που τἀνδρὸς τὸ κλέος, τοῦτον πατρὶς ᾐτίηται μανίῃ κεκακῶσθαι·
ἐγὼ δὲ βούλομαι, μᾶλλον δὲ εὔχομαι, μὴ ὄντως αὐτὸν παρακόπτειν,
ἀλλ ἐκείνοισι δόξαν εἶναι. Γελῇ, φασὶν, αἰεὶ καὶ οὐ παύεται γελῶν

338
ἐπὶ παντὶ πρήγματι, καὶ σημεῖον αὐτοῖσι μανίης τοῦτο δοκέει·
ὅθεν λέγε τοῖσιν ἐν Ῥόδῳ φίλοισι μετριάζειν αἰεὶ, καὶ μὴ πολλὰ
γελῇν, μηδὲ πολλὰ σκυθρωπάζειν, ἀλλὰ τουτέων ἀμφοῖν τὸ μέτριον
κτήσασθαι, ἵνα τοῖς μὲν χαριέστατος εἶναι δόξειας, τοῖς δὲ φροντιστὴς
περὶ ἀρετῆς μερμηρίζων. Ἔνι μέντοι τι, Δαμάγητε, κακὸν,
παρ ἕκαστον αὐτοῦ γελῶντος· εἰ γὰρ ἀμετρίη φλαῦρον, τὸ διὰ
παντὸς φλαυρότερον. Καὶ εἴποιμ ἂν αὐτῷ· Δημόκριτε, καὶ νοσέοντος
καὶ κτεινομένου καὶ τεθνεῶτος καὶ πολιορκουμένου καὶ παντὸς
ἐμπίπτοντος κακοῦ, ἕκαστον τῶν πρησσομένων ὕλη σοι γέλωτος
ὑπόκειται. Οὐ θεομαχεῖς δὲ, εἰ δύο ἐόντων ἐν κόσμῳ, χαρᾶς καὶ
λύπης, σὺ θάτερον αὐτῶν ἐκβέβληκας; μακάριός τ ἂν ᾖς, ἀλλ
ἀδύνατον, εἰ μήτε μήτηρ σοι νενόσηκε, μήτε πατὴρ, μήτε τὰ ὕστερον
τέκνα γυνὴ φίλος, ἀλλὰ διὰ τὸν σὸν γέλωτα ἕνα διασώζεται
εὐτυχῶς πάντα. Ἀλλὰ νοσεόντων γελᾷς, ἀποθνησκόντων χαίρεις,
εἴ τί που πύθοιο κακὸν, εὐφραίνῃ· ὡς πονηρότατος εἶ, Δημόκριτε,
καὶ πόῤῥω γε σοφίης, εἰ νομίζεις αὐτὰ μηδὲ κακὰ εἶναι·
μελαγχολᾷς οὖν, Δημόκριτε, κινδυνεύων καὶ αὐτὸς Ἀβδηρίτης
εἶναι, φρονιμωτέρη δὲ πόλις. Ἀλλὰ περὶ μὲν δὴ τουτέων ἀκριβέστερον
ἐκεῖ λέξομεν, Δαμάγητε· δὲ ναῦς καὶ τὸν χρόνον τοῦτον
ὃν ἐπιστέλλω σοι χρονίζει. Ἔῤῥωσο.

15. Ἱπποκράτης Φιλοποίμενι χαίρειν.

Σύννους καὶ πεφροντικὼς ὑπὲρ Δημοκρίτεω, αὐτέῃ ἐκείνῃ τῇ νυκτὶ
καταδαρθὼν, πρὸς ἀρχομένην τὴν ἕω ὄναρ ἐφαντάσθην· ἐξ οὗ νομίζω
κάρτα μηδὲν ἐπισφαλὲς γεγενῆσθαι· ἐκπλαγὴς γὰρ διηγέρθην.

340
Ἐδόκεον γὰρ αὐτὸν τὸν Ἀσκληπιὸν ὁρῇν, φαίνεσθαί τε αὐτόν πλησίον·
ἤδη δὲ πρὸς τῇσι τῶν Ἀβδηριτέων πύλῃσιν ἐτυγχάνομεν.
δὲ Ἀσκληπιὸς, οὐχ ὡς εἰώθεσαν αὐτέου αἱ εἰκόνες, μείλιχός τε καὶ
πρᾶος ἰδέσθαι κατεφαίνετο, ἀλλὰ διεγηγερμένος τῇ σχέσει καὶ ἰδέσθαι
φοβερώτερος· εἵποντο δὲ αὐτῷ δράκοντες, χρῆμά τι ἑρπετῶν ὑπερφυὲς,
ἐπειγόμενοι δὲ καὶ αὐτοὶ μακρῷ τῷ ἐπισύρματι, καί τι φρικῶδες
ὡς ἐν ἐρημίῃσι καὶ νάπῃσι κοίλῃσιν ὑποσυρίζοντες· οἱ δὲ
κατόπιν ἑταῖροι κίστας φαρμάκων εὖ μάλα περιεσφηκωμένας
ἔχοντες ᾔεσαν. Ἔπειτα ὤρεξέ μοι τὴν χεῖρα θεός· κᾀγὼ λαβόμενος
ἀσμένως ἐλιπάρεον ξυνέρχεσθαι, καὶ μὴ καθυστερέειν μου τῆς
θεραπείης· δὲ, οὐδέν τι, ἔφη, ἐν τῷ παρεόντι ἐμεῦ χρῄζεις, ἀλλά σε
αὕτη τὰ νῦν ξεναγήσει θεὸς κοινὴ ἀθανάτων τε καὶ θνητῶν. Ἐγὼ δὲ
ἐπιστραφεὶς ὁρέω γυναῖκα καλήν τε καὶ μεγάλην ἀφελὲς πεπλοκισμένην,
λαμπρείμονα· διέλαμπον δ αὐτέης οἱ τῶν ὀμμάτων κύκλοι
καθαρόν τι φῶς, οἷον ἀστέρων μαρμαρυγὰς δοκέειν. Καὶ μὲν
δαίμων ἐχωρίσθη· κείνη δὲ γυνὴ πιέσασά με τοῦ καρποῦ μαλθακῇ
τινι εὐτονίῃ, διὰ τοῦ ἄστεος ἦγε φιλοφρονεομένη· ὡς δὲ πλησίον
τῆς οἰκίης ἦμεν, ἵνα τὴν ξενίην ἐδόκεον εὐτρεπίσθαι, ἀπῄει ὡς φάσμα,
οἶον εἰποῦσα· αὔριόν σε παρά Δημοκρίτεω καταλήψομαι. Ἤδη δὲ
αὐτῆς μεταστρεφομένης, δέομαι, φημὶ, ἀρίστη, τίς εἶ καὶ τίνα σε
καλέομεν; δὲ, Ἀλήθεια, ἔφη· αὕτη δὲ ἣν προσιεῦσαν ὁρῇς, καὶ·
342
ἐξαίφνης ἑτέρη τις κατεφαίνετό μοι, οὐκ ἀκαλλὴς μὲν οὐδ αὐτὴ,
θρασυτέρη δὲ ἰδέσθαι καὶ σεσοβημένη, Δόξα, ἔφη, καλέεται· κατοικέει
δὲ παρὰ τοῖσιν Ἀβδηρίταισιν. Ἐγὼ μὲν οὖν ἀναστὰς ὑπεκρινάμην
ἐμαυτῷ τὸ ὄναρ, ὅτι οὐ δέοιτο ἰητροῦ Δημόκριτος, ὅπου γε
αὐτὸς θεραπεύων θεὸς ἀπέστη, ὡς οὐκ ἔχων ὕλην θεραπείης· ἀλλὰ
μὲν ἀλήθεια τοῦ ὑγιαίνειν παρὰ Δημοκρίτεω μένει, δὲ τοῦ νοσέειν
αὐτὸν δόξα παρὰ Ἀβδηρίταις ὄντως κατῴκηκε. Ταῦτα πιστεύω ἀληθέα
εἶναι, Φιλοποίμην, καὶ ἔστι, καὶ οὐκ ἀπογινώσκω τὰ ὀνείρατα,
μάλιστα δὲ ὁκόταν καὶ τάξιν διαφυλάττῃ. Ἰητρικὴ δὲ καὶ μαντικὴ
καὶ πάνυ ξυγγενέες εἰσὶν, ἐπειδὴ καὶ τῶν δύο τεχνέων πατὴρ εἷς
Ἀπόλλων, καὶ πρόγονος ἡμέων, ἐούσας καὶ ἐσομένας νούσους
προαγορεύων καὶ νοσέοντας καὶ νοσήσοντας ἰώμενος. Ἔῤῥωσο.

11 1 w 2
Ἱπποκράτης 1 w 13
Ἀβδηριτῶν 1 w 22
τῇ 1 w 24
βουλῇ 1 w 29
καὶ 1 w 32
τῷ 1 w 34
δήμῳ 1 w 38
χαίρειν 1 w 45
1 w 47
πολίτης 1 w 54
ὑμέων 1 w 59
Ἀμελησαγόρης 1 w 71
ἦλθεν 1 w 76
ἐς 1 w 78
Κῶ 1 w 80
καὶ 2 w 84
ἔτυχε 1 w 89
τότ 1 w 92
ἐοῦσα 1 w 98
τῆς 1 w 101
ῥάβδου 1 w 107
1 w 108
ἀνάληψις 1 w 116
ἐν 1 w 118
ἐκείνῃ 1 w 124
τῇ 2 w 126
ἡμέρῃ 1 w 131
καὶ 3 w 134
ἐτήσιος 1 w 141
ἑορτὴ 1 w 146
ὡς 1 w 149
ἴστε 1 w 153
πανήγυρις 1 w 163
ἡμῖν 1 w 167
καὶ 4 w 170
πομπὴ 1 w 175
πολυτελὴς 1 w 184
ἐς 2 w 186
κυπάρισσον 1 w 196
ἣν 1 w 199
ἔθος 1 w 203
ἀνάγειν 1 w 210
τοῖς 1 w 214
τῷ 2 w 216
θεῷ 1 w 219
προσήκουσιν 1 w 230
Ἐπεὶ 1 w 235
δὲ 1 w 237
σπουδάζειν 1 w 247
ἐῴκει 1 w 252
καὶ 5 w 255
ἐκ 2 w 257
τῶν 2 w 260
λόγων 1 w 265
καὶ 6 w 268
ἐκ 3 w 270
τῆς 2 w 273
πρσσόψιος 1 w 282
1 w 283
Ἀμελησαγόρης 2 w 295
πεισθεὶς 1 w 304
ὅπερ 1 w 309
ἦν 1 w 311
ἐπείγειν 1 w 320
τὸ 1 w 322
πρῆγμα 1 w 328
ἀνέγνων 1 w 336
τε 3 w 338
ὑμέων 2 w 343
τὴν 1 w 346
ἐπιστολὴν 1 w 355
καὶ 7 w 359
ἐθαύμασά 1 w 367
ὅτε 1 w 370
περὶ 1 w 374
ἑνὸς 1 w 378
ἀνθρώπου 1 w 386
ὡς 2 w 388
εἷς 1 w 391
ἄνθρωπος 1 w 399
4 w 400
πόλις 1 w 405
θορυβεῖσθε 1 w 415
Μακάριοί 1 w 424
γε 3 w 426
δῆμοι 1 w 431
ὁκόσοι 1 w 437
ἴσασι 1 w 442
τοὺς 1 w 446
ἀγαθοὺς 1 w 453
ἄνδρας 1 w 459
ἐρύματα 1 w 466
ἑωυτῶν 1 w 472
καὶ 8 w 476
οὐ 1 w 478
τοὺς 2 w 482
πύργους 1 w 489
οὐδὲ 1 w 493
τὰ 1 w 495
τείχεα 1 w 501
ἀλλὰ 1 w 506
σοφῶν 1 w 511
ἀνδρῶν 1 w 517
σοφὰς 1 w 522
γνώμας 1 w 528
Ἐγὼ 1 w 532
δὲ 3 w 534
πειθόμενος 1 w 544
τέχνας 1 w 550
μὲν 1 w 553
εἶναι 1 w 558
θεῶν 1 w 562
χάριτας 1 w 569
ἀνθρώπους 1 w 579
δὲ 4 w 581
ἔργα 1 w 585
φύσιος 1 w 591
καὶ 9 w 595
μὴ 1 w 597
νεμεσήσητε 1 w 607
ἄνδρες 1 w 614
Ἀβδηρῖται 1 w 623
οὐχ 1 w 627
ὑμᾶς 1 w 631
δοκέω 1 w 636
ἀλλὰ 2 w 641
φύσιν 1 w 646
αὐτὴν 1 w 651
καλέειν 1 w 658
με 5 w 660
ἀνασώσασθαι 1 w 671
ποίημα 1 w 677
ἑωυτῆς 1 w 683
κινδυνεῦον 1 w 694
ὑπὸ 1 w 697
νόσου 1 w 702
διαπεσεῖν 1 w 711
Ὥστε 1 w 716
πρὸ 1 w 719
ὑμέων 3 w 724
ἐγὼ 1 w 727
νῦν 1 w 730
φύσει 1 w 735
καὶ 10 w 738
θεοῖς 1 w 743
ὑπακούων 1 w 751
σπεύδω 1 w 757
νοσέοντα 1 w 765
Δημόκριτον 1 w 775
ἰήσασθαι 1 w 783
εἴπερ 1 w 789
δὴ 1 w 791
καὶ 11 w 794
τοῦτο 1 w 799
νοῦσος 1 w 805
ἐστὶν 1 w 810
ἀλλὰ 3 w 815
μὴ 2 w 817
ἀπάτῃ 1 w 822
συσκιάζεσθε 1 w 833
ὅπερ 2 w 838
εὔχομαι 1 w 845
καὶ 12 w 849
γένοιτο 1 w 856
πλέον 1 w 861
τῆς 4 w 864
ἐν 2 w 866
ὑμῖν 1 w 870
εὐνοίας 1 w 877
τεκμήριον 1 w 886
καὶ 13 w 889
πρὸς 1 w 893
ὑπόνοιαν 1 w 901
ταραχθῆναι 1 w 911
Ἀργύριον 1 w 920
δὲ 5 w 922
μοι 2 w 925
ἐρχομένῳ 1 w 933
οὔτ 1 w 936
ἂν 1 w 939
φύσις 1 w 944
οὔτ 2 w 947
ἂν 2 w 950
θεὸς 1 w 954
ὑπόσχοιτο 1 w 963
ὥστε 1 w 968
μηδ 1 w 971
ὑμεῖς 1 w 977
ἀνέρες 1 w 984
Ἀβδηρῖται 2 w 993
βιάζεσθε 1 w 1002
ἀλλ 4 w 1006
ἐᾶτε 1 w 1011
ἐλευθέρης 1 w 1020
τέχνης 1 w 1026
ἐλεύθερα 1 w 1034
καὶ 14 w 1037
τὰ 2 w 1039
ἔργα 2 w 1043
Οἱ 1 w 1046
δὲ 6 w 1048
μισθαρνεῦντες 1 w 1061
δουλεύειν 1 w 1070
ἀναγκάζουσι 1 w 1081
τὰς 1 w 1084
ἐπιστήμας 1 w 1093
ὥσπερ 1 w 1099
ἐξανδραποδίζοντες 1 w 1116
αὐτὰς 1 w 1121
ἐκ 4 w 1123
τῆς 5 w 1126
προτέρης 1 w 1134
παῤῥησίης 1 w 1143
εἶθ 1 w 1147
ὡς 3 w 1150
εἰκὸς 1 w 1155
καὶ 15 w 1158
ψεύσαιντο 1 w 1167
ἂν 3 w 1169
ὡς 4 w 1171
περὶ 2 w 1175
μεγάλης 1 w 1182
νούσου 1 w 1188
καὶ 16 w 1192
ἀρνηθεῖεν 1 w 1201
ἂν 4 w 1203
ὡς 5 w 1205
περὶ 3 w 1209
σμικρῆς 1 w 1216
καὶ 17 w 1220
οὐκ 1 w 1223
ἂν 5 w 1225
ἔλθοιεν 1 w 1232
ὑποσχόμενοι 1 w 1243
καὶ 18 w 1247
πάλιν 1 w 1252
ἔλθοιεν 2 w 1259
μὴ 3 w 1261
κληθέντες 1 w 1270
Οἰκτρός 1 w 1278
γε 4 w 1280
2 w 1281
τῶν 4 w 1284
ἀνθρώπων 1 w 1292
βίος 1 w 1296
ὅτι 1 w 1300
δι 2 w 1302
ὅλου 1 w 1307
αὐτοῦ 1 w 1312
ὡς 6 w 1314
πνεῦμα 1 w 1320
χειμέριον 1 w 1329
5 w 1330
ἀφόρητος 1 w 1338
φιλαργυρίη 1 w 1348
διαδέδυκεν 1 w 1358
ἐφ 1 w 1361
ἣν 2 w 1364
εἴθε 1 w 1368
μᾶλλον 1 w 1374
ἄπαντες 1 w 1381
ἰητροὶ 1 w 1387
ξυνῄεσαν 1 w 1395
ἐλθόντες 1 w 1403
ἀποθεραπεῦσαι 1 w 1416
χαλεπωτέρην 1 w 1427
μανίης 1 w 1433
νοῦσον 1 w 1439
ὅτι 2 w 1443
καὶ 19 w 1446
μακαρίζεται 1 w 1457
νοῦσος 2 w 1463
ἐοῦσα 2 w 1468
καὶ 20 w 1471
κακοῦσα 1 w 1478
Οἶμαι 1 w 1484
δὲ 7 w 1486
ἔγωγε 1 w 1491
καὶ 21 w 1494
τὰ 5 w 1496
τῆς 6 w 1499
ψυχῆς 1 w 1504
νουσήματα 1 w 1513
πάντα 1 w 1518
μανίας 1 w 1524
εἶναι 2 w 1529
σφοδρὰς 1 w 1536
ἐμποιούσας 1 w 1546
δόξας 1 w 1551
τινὰς 1 w 1556
καὶ 22 w 1559
φαντασίας 1 w 1568
τῷ 3 w 1570
λογισμῷ 1 w 1577
ὧν 1 w 1580
3 w 1581
δι 4 w 1583
ἀρετῆς 1 w 1590
ἀποκαθαρθεὶς 1 w 1602
ὑγιάζεται 1 w 1611
Ἐγὼ 2 w 1615
δὲ 8 w 1617
εἰ 2 w 1619
πλουτέειν 1 w 1628
ἐξ 2 w 1630
ἅπαντος 1 w 1637
ἐβουλόμην 1 w 1646
1 w 1648
ἄνδρες 2 w 1654
Ἀβδηρῖται 3 w 1663
οὐκ 2 w 1667
ἂν 6 w 1669
εἵνεκα 1 w 1675
δέκα 1 w 1679
ταλάντων 1 w 1687
διέβαινον 1 w 1696
πρὸς 2 w 1700
ὑμέας 1 w 1705
ἀλλ 5 w 1709
ἐπὶ 1 w 1713
τὸν 1 w 1716
μέγαν 1 w 1721
ἂν 7 w 1723
ἠρχόμην 1 w 1730
Περσέων 1 w 1737
βασιλέα 1 w 1744
ἔνθα 1 w 1749
πόλιες 1 w 1755
ὅλαι 1 w 1759
προσῄεσαν 1 w 1768
τῆς 8 w 1771
ἐξ 3 w 1773
ἀνθρώπων 2 w 1781
εὐδαιμονίης 1 w 1792
γεγεμισμέναι 1 w 1804
ἰῴμην 1 w 1810
δ 40 w 1811
ἂν 8 w 1814
τὸν 2 w 1817
ἐκεῖ 1 w 1821
λοιμὸν 1 w 1827
ἀνιὼν 1 w 1832
ἀλλ 6 w 1836
ἀπηρνησάμην 1 w 1848
ἐχθρὴν 1 w 1854
Ἑλλάδι 1 w 1860
χώρην 1 w 1865
ἐλευθερῶσαι 1 w 1876
κακῆς 1 w 1881
νούσου 2 w 1887
κᾀγὼ 1 w 1892
τό 2 w 1894
γε 8 w 1896
ἐπ 5 w 1898
ἐμοὶ 1 w 1903
καταναυμαχῶν 1 w 1915
τοὺς 3 w 1919
βαρβάρους 1 w 1928
εἶχον 1 w 1934
δ 42 w 1935
ἂν 9 w 1938
αἰσχύνην 1 w 1946
τὸν 3 w 1949
παρὰ 1 w 1953
βασιλέως 1 w 1961
πλοῦτον 1 w 1968
καὶ 23 w 1971
πατρίδος 1 w 1979
ἐχθρὴν 2 w 1985
περιουσίην 1 w 1995
περιεκείμην 1 w 2007
δ 44 w 2008
ἂν 10 w 2011
αὐτὰ 2 w 2015
ὡς 7 w 2018
ἑλέπολις 1 w 2026
τῆς 9 w 2029
Ἑλλάδος 1 w 2036
ὑπάρχων 1 w 2043
Οὐκ 1 w 2047
ἔστι 1 w 2051
πλοῦτος 1 w 2058
τὸ 5 w 2060
πανταχόθεν 1 w 2070
χρηματίζεσθαι 1 w 2083
μεγάλα 1 w 2090
γὰρ 1 w 2093
ἱερὰ 1 w 2097
τῆς 10 w 2100
ἀρετῆς 2 w 2106
ἐστὶν 2 w 2111
ὑπὸ 2 w 2114
δικαιοσύνης 1 w 2125
οὐ 6 w 2127
κρυπτόμενα 1 w 2137
ἀλλ 7 w 2141
ἐμφανέα 1 w 2149
ἐόντα 1 w 2154
1 w 2156
οὐκ 3 w 2159
οἴεσθε 1 w 2165
ἴσον 1 w 2169
ἁμάρτημα 1 w 2177
εἶναι 3 w 2182
σώζειν 1 w 2188
πολεμίους 1 w 2197
καὶ 24 w 2200
φίλους 1 w 2206
ἰᾶσθαι 1 w 2212
μισθοῦ 1 w 2218
ἀλλ 8 w 2222
οὐχ 2 w 2226
ὧδε 1 w 2229
ἔχει 1 w 2233
τὰ 7 w 2235
ἡμέτερα 1 w 2242
2 w 2244
δῆμε 1 w 2248
οὐ 9 w 2251
καρποῦμαι 1 w 2260
νούσους 1 w 2267
οὐδὲ 2 w 2272
δι 8 w 2274
εὐχῆς 1 w 2280
ἤκουσα 1 w 2286
τὴν 3 w 2289
Δημοκρίτεω 1 w 2299
παράκρουσιν 1 w 2310
ὃς 1 w 2313
εἴτε 1 w 2318
ὑγιαίνει 1 w 2326
φίλος 1 w 2332
ἔσται 1 w 2337
εἴτε 2 w 2342
νοσέει 1 w 2348
θεραπευθεὶς 1 w 2360
πλέον 2 w 2366
ὑπάρξει 1 w 2373
Πυνθάνομαι 1 w 2384
δὲ 10 w 2386
αὐτὸν 1 w 2391
ἐμβριθέα 1 w 2399
καὶ 25 w 2402
στεῤῥὸν 1 w 2409
τὰ 8 w 2411
ἤθεα 1 w 2415
καὶ 26 w 2419
τῆς 12 w 2422
ὑμετέρης 1 w 2430
πόλιος 1 w 2436
ἐόντα 2 w 2441
κόσμον 1 w 2447
Ἔῤῥωσθε 1 w 2455
12 1 w 2458
Ἱπποκράτης 2 w 2469
Φιλοποίμενι 1 w 2480
χαίρειν 2 w 2487
Οἱ 2 w 2490
τὴν 4 w 2493
τῆς 13 w 2496
πόλιος 2 w 2502
ἐπιστολὴν 2 w 2511
ἀποδόντες 1 w 2520
μοι 3 w 2523
πρέσβεις 1 w 2531
καὶ 27 w 2534
τεὴν 1 w 2538
ἀπέδοσαν 1 w 2546
ἥσθην 1 w 2552
τε 23 w 2554
κάρτα 1 w 2559
καὶ 28 w 2562
ξενίην 1 w 2568
ὑπισχνεομένου 1 w 2581
σέο 2 w 2584
καὶ 29 w 2587
τὴν 5 w 2590
ἑτέρην 1 w 2596
διαίτην 1 w 2603
Ἔλθοιμεν 1 w 2612
δ 55 w 2613
ἂν 11 w 2616
αἰσίῃ 1 w 2621
τύχῃ 1 w 2625
καὶ 30 w 2629
ἀφιξόμεθα 1 w 2638
ὡς 8 w 2640
ὑπολαμβάνομεν 1 w 2653
χρηστοτέρῃσιν 1 w 2666
ἐλπίσιν 1 w 2673
2 w 2675
ὡς 9 w 2678
ἐν 3 w 2680
τῇ 3 w 2682
γραφῇ 1 w 2687
παραδεδήλωται 1 w 2700
οὐ 11 w 2703
μανίην 1 w 2709
ἀλλὰ 4 w 2713
ψυχῆς 2 w 2718
τινὰ 2 w 2722
ῥῶσιν 1 w 2727
ὑπερβάλλουσαν 1 w 2740
διασαφηνέοντος 1 w 2754
τοῦ 3 w 2757
ἀνδρὸς 1 w 2763
μήτε 1 w 2768
παίδων 1 w 2774
μήτε 2 w 2778
γυναικὸς 1 w 2786
μήτε 3 w 2790
ξυγγενέων 1 w 2799
μήτε 4 w 2803
οὐσίης 1 w 2809
μήτε 5 w 2813
τινὸς 1 w 2818
ὅλως 1 w 2822
ἐν 4 w 2824
φροντίδι 1 w 2832
ἐόντος 1 w 2838
ἡμέρην 1 w 2845
δὲ 11 w 2847
καὶ 31 w 2850
εὐφρόνην 1 w 2858
πρὸς 3 w 2862
ἑωυτῷ 1 w 2867
καθεστεῶτος 1 w 2878
καὶ 32 w 2881
ἰδιάζοντος 1 w 2891
τὰ 9 w 2894
μὲν 2 w 2897
πολλὰ 1 w 2902
ἐν 5 w 2904
ἄντροισι 1 w 2912
καὶ 33 w 2915
ἐρημίῃσιν 1 w 2924
3 w 2925
ἐν 6 w 2927
ὑποσκιάσεσι 1 w 2938
δενδρέων 1 w 2946
4 w 2948
ἐν 7 w 2950
μαλθακῇσι 1 w 2959
ποίῃσιν 1 w 2966
5 w 2968
παρὰ 2 w 2972
συχνοῖσιν 1 w 2981
ὑδάτων 1 w 2987
ῥείθροισιν 1 w 2997
Συμβαίνει 1 w 3007
μὲν 3 w 3010
οὖν 1 w 3013
τὰ 10 w 3015
πολλὰ 2 w 3020
τοῖσι 1 w 3025
μελαγχολῶσι 1 w 3036
τὰ 11 w 3038
τοιαῦτα 1 w 3045
σιγηροί 1 w 3053
τε 30 w 3055
γὰρ 2 w 3058
ἐνίοτε 1 w 3064
εἰσὶ 1 w 3068
καὶ 34 w 3071
μονήρεες 1 w 3079
καὶ 35 w 3083
φιλέρημοι 1 w 3092
τυγχάνουσιν 1 w 3103
ἀπανθρωπέονταί 1 w 3118
τε 32 w 3120
ξύμφυλον 1 w 3128
ὄψιν 1 w 3132
ἀλλοτρίην 1 w 3141
νομίζοντες 1 w 3151
οὐκ 4 w 3155
ἀπεοικὸς 1 w 3163
δὲ 12 w 3165
καὶ 36 w 3168
τοῖσι 2 w 3173
περὶ 4 w 3177
παιδείην 1 w 3185
ἐσπουδακόσι 1 w 3196
τὰς 3 w 3199
ἄλλας 1 w 3204
φροντίδας 1 w 3213
ὑπὸ 3 w 3216
μιῆς 1 w 3220
τῆς 14 w 3223
ἐν 9 w 3225
σοφίῃ 1 w 3230
διαθέσιος 1 w 3239
σεσοβῆσθαι 1 w 3249
Ὥσπερ 1 w 3255
γὰρ 3 w 3258
δμῶές 1 w 3263
τε 34 w 3265
καὶ 37 w 3268
δμωΐδες 1 w 3275
ἐν 10 w 3277
τῇσιν 1 w 3282
οἰκίῃσι 1 w 3289
θορυβέοντες 1 w 3300
καὶ 38 w 3303
στασιάζοντες 1 w 3315
ὁκόταν 1 w 3322
ἐξαπιναίως 1 w 3332
αὐτοῖσιν 1 w 3340
8 w 3341
δέσποινα 1 w 3349
ἐπιστῇ 1 w 3355
πτοηθέντες 1 w 3366
ἀφησυχάζουσι 1 w 3378
παραπλησίως 1 w 3390
καὶ 39 w 3393
αἱ 1 w 3395
λοιπαὶ 1 w 3401
κατὰ 1 w 3405
ψυχὴν 1 w 3410
ἐπιθυμίαι 1 w 3419
ἀνθρώποισι 1 w 3429
κακῶν 1 w 3434
ὑπηρέτιδες 1 w 3444
ἐπὴν 1 w 3449
δὲ 13 w 3451
σοφίης 1 w 3457
ὄψις 1 w 3461
ἑωυτέην 1 w 3468
ἐπιστήσῃ 1 w 3476
ὡς 10 w 3479
δοῦλα 1 w 3484
τὰ 14 w 3486
λοιπὰ 1 w 3491
πάθεα 1 w 3496
ἐκκεχώρηκεν 1 w 3507
Ποθέουσι 1 w 3516
δ 79 w 3517
ἄντρα 1 w 3523
καὶ 40 w 3526
ἡσυχίην 1 w 3533
οὐ 14 w 3535
πάντως 1 w 3541
οἱ 1 w 3543
μανέντες 1 w 3551
ἀλλὰ 5 w 3556
καὶ 41 w 3559
οἱ 2 w 3561
τῶν 5 w 3564
ἀνθρωπίνων 1 w 3574
πρηγμάτων 1 w 3583
ὑπερφρονήσαντες 1 w 3598
ἀταραξίης 1 w 3607
ἐπιθυμίῃ 1 w 3615
ὁκόταν 2 w 3622
γὰρ 4 w 3625
6 w 3626
νοῦς 1 w 3630
ὑπὸ 4 w 3633
τῶν 6 w 3636
ἔξω 1 w 3639
φροντίδων 1 w 3648
κοπτόμενος 1 w 3658
ἀναπαῦσαι 1 w 3667
θελήσῃ 1 w 3673
τὸ 7 w 3675
σῶμα 1 w 3679
τότε 1 w 3684
ταχέως 1 w 3690
ἐς 3 w 3692
ἡσυχίην 2 w 3699
μετήλλαξεν 1 w 3709
εἶτα 1 w 3714
ἀναστὰς 1 w 3721
ὄρθριος 1 w 3728
ἐν 11 w 3730
ἑωυτῷ 2 w 3735
περιεσκόπει 1 w 3746
κύκλῳ 1 w 3751
χωρίον 1 w 3757
ἀληθείης 1 w 3765
ἐν 12 w 3768
1 w 3769
οὐ 15 w 3771
πατὴρ 1 w 3776
οὐ 16 w 3779
μήτηρ 1 w 3784
οὐ 17 w 3787
γυνὴ 1 w 3791
οὐ 18 w 3794
τέκνα 1 w 3799
οὐ 19 w 3802
κασίγνητος 1 w 3812
οὐ 20 w 3815
ξυγγενέες 1 w 3824
οὐ 21 w 3827
δμῶες 1 w 3832
οὐ 22 w 3835
τύχη 1 w 3839
οὐχ 3 w 3843
ὅλως 2 w 3847
οὐδὲν 1 w 3852
τῶν 7 w 3855
θόρυβον 1 w 3862
ἐμποιησάντων 1 w 3874
πάντα 2 w 3880
δ 83 w 3881
ἀποκεκλεισμένα 1 w 3896
τὰ 16 w 3898
ταράσσοντα 1 w 3908
ἕστηκεν 1 w 3915
ὑπὸ 5 w 3918
φόβου 1 w 3923
οὐδὲ 4 w 3928
πλησιάσαι 1 w 3937
τολμέοντα 1 w 3946
ὑπ 18 w 3948
εὐλαβείης 1 w 3958
τῶν 8 w 3961
αὐτόθι 1 w 3967
ἐνοικεόντων 1 w 3978
οἰκέουσι 1 w 3987
δὲ 16 w 3989
τὸ 8 w 3991
χωρίον 2 w 3997
ἐκεῖνο 1 w 4003
καὶ 42 w 4006
τέχναι 1 w 4012
καὶ 43 w 4015
ἀρεταὶ 1 w 4021
παντοῖαι 1 w 4029
καὶ 44 w 4032
θεοὶ 1 w 4036
καὶ 45 w 4039
δαίμονες 1 w 4047
καὶ 46 w 4050
βουλαὶ 1 w 4056
καὶ 47 w 4059
γνῶμαι 1 w 4065
Καὶ 1 w 4069
7 w 4070
μέγας 1 w 4075
πόλος 1 w 4080
ἐν 14 w 4082
ἐκείνῳ 1 w 4088
τῷ 6 w 4090
χωρίῳ 1 w 4095
τοὺς 4 w 4099
πολυκινήτους 1 w 4111
ἀστέρας 1 w 4118
κατέστεπται 1 w 4129
εἰς 1 w 4133
3 w 4134
τάχα 1 w 4138
καὶ 48 w 4141
Δημόκριτος 1 w 4151
ὑπὸ 6 w 4154
σοφίης 2 w 4160
μετῴκισται 1 w 4170
εἶτ 2 w 4174
οὐκ 5 w 4178
ἔτι 1 w 4181
ὁρέων 1 w 4186
τοὺς 5 w 4190
ἐν 15 w 4192
τῇ 6 w 4194
πόλει 1 w 4199
ἅτε 1 w 4203
τηλοῦ 1 w 4208
ἐκδεδημηκὼς 1 w 4219
δοξάζεται 1 w 4229
μανίης 2 w 4235
νοῦσον 2 w 4241
διὰ 1 w 4244
τὸ 9 w 4246
φιλέρημον 1 w 4255
σπεύδουσι 1 w 4265
δὲ 17 w 4267
Ἀβδηρῖται 4 w 4276
ἀργυρίου 1 w 4284
ἐξελεγχθῆναι 1 w 4296
ὅτι 3 w 4300
οὐ 27 w 4302
ξυνιᾶσι 1 w 4309
Δημόκριτον 2 w 4319
Ἀλλὰ 1 w 4324
σύ 2 w 4326
γε 11 w 4328
ἡμῖν 2 w 4332
κατάρτυε 1 w 4340
τὴν 6 w 4343
ξενίην 2 w 4349
3 w 4351
ἑταῖρε 1 w 4357
Φιλοποίμην 1 w 4367
οὐ 28 w 4370
γὰρ 5 w 4373
ἐθέλω 1 w 4378
τεταραγμένῃ 1 w 4389
τῇ 7 w 4391
πόλι 5 w 4395
παρασχεῖν 1 w 4404
ὄχλησιν 1 w 4411
ἐκ 10 w 4414
παλαιοῦ 1 w 4421
ἴδιον 1 w 4426
ἔχων 1 w 4430
ξένον 1 w 4435
σε 5 w 4437
ὡς 11 w 4440
οἶσθα 1 w 4445
Ἔῤῥωσο 1 w 4452
13 1 w 4455
Ἱπποκράτης 3 w 4466
Διονυσίῳ 1 w 4474
χαίρειν 3 w 4481
1 w 4483
περίμεινόν 1 w 4493
με 22 w 4495
ἐν 16 w 4497
Ἁλικαρνασσῷ 1 w 4508
6 w 4510
φθάσον 1 w 4516
αὐτὸς 1 w 4521
ἐλθεῖν 1 w 4527
4 w 4529
ἑταῖρε 2 w 4535
κατὰ 2 w 4540
πᾶσαν 1 w 4545
γὰρ 6 w 4548
ἀνάγκην 1 w 4555
ἀπιτέον 1 w 4562
εἰς 2 w 4565
Ἄβδηράν 1 w 4572
μοι 5 w 4575
Δημοκρίτεω 2 w 4585
χάριν 1 w 4590
ἐφ 2 w 4593
ὃν 1 w 4596
νοσέοντα 2 w 4604
μετεπέμψατό 1 w 4615
με 24 w 4617
12 w 4618
πόλις 2 w 4623
Ἄλεκτος 1 w 4631
γάρ 1 w 4634
τις 1 w 4637
13 w 4638
συμπαθείη 1 w 4647
τῶν 9 w 4650
ἀνθρώπων 3 w 4658
Διονύσιε 1 w 4667
ὡς 12 w 4670
μία 2 w 4673
ψυχὴ 2 w 4677
ξυννοσέει 1 w 4686
τῷ 7 w 4688
πολίτῃ 1 w 4694
ὥστε 2 w 4699
μοι 6 w 4702
δοκέουσι 1 w 4710
καὶ 49 w 4713
αὐτοὶ 1 w 4718
θεραπείης 1 w 4727
δέεσθαι 1 w 4734
Ἐγὼ 3 w 4738
δὲ 18 w 4740
οἶμαι 1 w 4745
οὐδὲ 5 w 4749
νοῦσον 3 w 4755
αὐτὴν 2 w 4760
εἶναι 4 w 4765
ἀλλ 12 w 4769
ἀμετρίην 1 w 4778
παιδείης 1 w 4786
οὐκ 6 w 4790
οὖσάν 1 w 4795
γε 12 w 4797
τῷ 8 w 4799
ὄντι 1 w 4803
ἀμετρίην 2 w 4811
ἀλλὰ 6 w 4816
νομιζομένην 1 w 4827
τοῖσιν 2 w 4833
ἰδιώτῃσιν 1 w 4842
ἐπεὶ 1 w 4847
οὐδέποτε 1 w 4855
βλαβερὸν 1 w 4863
τῆς 15 w 4866
ἀρετῆς 3 w 4872
τὸ 11 w 4874
ἄμετρον 1 w 4881
Δόξα 1 w 4886
δὲ 20 w 4888
νούσου 4 w 4894
γίνεται 1 w 4901
τὸ 12 w 4903
ὑπερβάλλον 1 w 4913
διὰ 2 w 4916
τὴν 8 w 4919
τῶν 10 w 4922
κρινόντων 1 w 4931
ἀπαιδευσίην 1 w 4942
δοκιμάζει 1 w 4952
δὲ 21 w 4954
ἕκαστος 1 w 4961
ἐξ 6 w 4963
ὧν 2 w 4965
αὐτὸς 2 w 4970
οὐκ 7 w 4973
ἔχει 2 w 4977
τὸ 14 w 4980
ἐν 17 w 4982
ἄλλῳ 1 w 4986
πλεονάζον 1 w 4995
περισσεύειν 1 w 5006
ὥς 1 w 5009
που 5 w 5012
καὶ 50 w 5015
9 w 5016
δειλὸς 1 w 5022
ἀμετρίην 3 w 5030
τὴν 9 w 5033
ἀνδρείην 1 w 5041
ὑπείληφε 1 w 5049
καὶ 51 w 5053
10 w 5054
φιλάργυρος 1 w 5064
τὴν 10 w 5067
μεγαλοψυχίην 1 w 5079
καὶ 52 w 5083
πᾶσα 2 w 5087
ἔλλειψις 1 w 5095
ὑπερβάλλειν 1 w 5106
δοκέει 1 w 5112
τὸ 15 w 5114
ἀρετῆς 4 w 5120
ξύμμετρον 1 w 5129
Ἐκεῖνον 1 w 5137
μὲν 4 w 5140
οὖν 2 w 5143
αὐτὸν 2 w 5148
ἰδόντες 1 w 5155
μετὰ 1 w 5159
τῆς 18 w 5162
ἐνθένδε 1 w 5169
προγνώσιος 1 w 5179
καὶ 53 w 5183
ἀκούσαντες 1 w 5193
τῶν 11 w 5196
λόγων 2 w 5201
αὐτοῦ 2 w 5206
ἄμεινον 1 w 5214
εἰσόμεθα 1 w 5222
Σὺ 1 w 5225
δὲ 22 w 5227
ἔπειξον 1 w 5234
5 w 5236
Διονύσιε 2 w 5244
αὐτὸς 3 w 5250
παραγενέσθαι 1 w 5262
βούλομαι 1 w 5271
γὰρ 7 w 5274
ἐνδιατρῖψαί 1 w 5285
σε 7 w 5287
τῇ 8 w 5289
πατρίδι 1 w 5296
μου 1 w 5299
μέχρις 1 w 5306
ἂν 12 w 5308
ἐπανέλθω 1 w 5316
ὅκως 1 w 5321
τῶν 12 w 5324
ἡμετέρων 1 w 5332
φροντιεῖς 1 w 5341
καὶ 54 w 5344
πρῶτον 1 w 5350
ἡμέων 1 w 5355
τῆς 19 w 5358
πόλιος 3 w 5364
ἐπειδὴ 1 w 5371
οὐκ 8 w 5374
οἶδ 1 w 5377
ὅκως 2 w 5382
ἐκ 11 w 5384
συντυχίης 1 w 5393
ὑγιεινὸν 1 w 5401
τὸ 18 w 5403
ἔτος 1 w 5407
ἐστὶ 3 w 5411
καὶ 55 w 5414
τὴν 11 w 5417
ἀρχαίην 1 w 5424
φύσιν 2 w 5429
ἔχον 1 w 5433
ὥστε 3 w 5438
οὐδὲ 6 w 5442
πολλαὶ 1 w 5448
παρενοχλήσουσι 1 w 5462
νοῦσοι 1 w 5468
πλὴν 1 w 5473
ὅμως 1 w 5477
πάριθι 1 w 5483
Οἰκήσεις 1 w 5492
δὲ 24 w 5494
τὴν 12 w 5497
ἐμὴν 1 w 5501
οἰκίην 1 w 5507
ὑπερευκαιρέουσαν 1 w 5523
ἅτε 2 w 5527
καὶ 56 w 5530
τοῦ 5 w 5533
γυναίου 1 w 5540
μένοντος 1 w 5548
πρὸς 4 w 5552
τοῦς 1 w 5556
γονέας 1 w 5562
διὰ 3 w 5565
τὴν 13 w 5568
ἐμὴν 2 w 5572
ἐκδημίην 1 w 5580
Ἐπισκόπει 1 w 5590
δὲ 25 w 5592
ὅμως 2 w 5596
καὶ 57 w 5599
τὰ 19 w 5601
ἐκεινης 1 w 5608
ὅκως 3 w 5613
διάγῃ 1 w 5618
σωφρόνως 1 w 5626
καὶ 58 w 5629
μὴ 6 w 5631
τῇ 9 w 5633
τοῦ 7 w 5636
ἀνδρὸς 2 w 5642
ἀπουσίῃ 1 w 5649
ἄλλους 1 w 5655
ἄνδρας 2 w 5661
νομίσῃ 1 w 5667
κόσμιον 1 w 5675
μὲν 5 w 5678
γὰρ 8 w 5681
ἐξ 7 w 5683
ἀρχῆς 1 w 5688
ἦν 2 w 5690
καὶ 59 w 5694
γονέας 2 w 5700
ἀστείους 1 w 5708
εἶχεν 1 w 5713
τὸν 6 w 5717
δὲ 26 w 5719
πατέρα 1 w 5725
ἐκτόπως 1 w 5732
ἀνδρικόν 1 w 5740
τε 53 w 5742
καὶ 60 w 5745
μάλα 1 w 5749
μισοπόνηρον 1 w 5760
ὑπερφυῷς 1 w 5768
γερόντιον 1 w 5777
Ἀλλ 2 w 5781
ὅμως 3 w 5786
αἰεὶ 1 w 5790
χρῄζει 1 w 5796
γυνὴ 2 w 5800
σωφρονίζοντος 1 w 5813
ἔχει 3 w 5818
γὰρ 9 w 5821
φύσει 2 w 5826
τὸ 20 w 5828
ἀκόλαστον 1 w 5837
ἐν 20 w 5839
ἑωυτέῃ 1 w 5845
ὅπερ 3 w 5850
εἰ 7 w 5853
μὴ 7 w 5855
καθ 3 w 5858
ἡμέρην 2 w 5865
ἐπικόπτοιτο 1 w 5876
ὡς 13 w 5879
τὰ 20 w 5881
δένδρα 1 w 5887
καθυλομανέει 1 w 5899
Ἐγὼ 4 w 5903
δὲ 27 w 5905
φίλον 1 w 5910
οἴομαι 1 w 5916
ἀκριβέστερον 1 w 5928
γονέων 1 w 5934
ἐς 4 w 5936
φυλακὴν 1 w 5943
γυναικός 1 w 5951
οὐ 35 w 5954
γὰρ 10 w 5957
ὡς 14 w 5959
ἐκείνοισι 1 w 5968
καὶ 61 w 5971
τουτέῳ 1 w 5977
ξυνοικέει 1 w 5986
πάθος 1 w 5991
εὐνοίης 1 w 5998
δι 22 w 6001
οὗ 1 w 6004
πολλάκις 1 w 6012
ἐπισκιάζονται 1 w 6025
τὴν 14 w 6028
νουθεσίην 1 w 6037
φρονιμώτερον 1 w 6050
δὲ 28 w 6052
ἐν 21 w 6054
παντὶ 1 w 6059
τὸ 21 w 6061
ἀπαθέστερον 1 w 6072
ἅτε 3 w 6076
μὴ 8 w 6078
ἐπικλώμενον 1 w 6089
ὑπ 25 w 6091
εὐνοίης 2 w 6099
Ἔῤῥωσο 2 w 6106
14 1 w 6109
Ἱπποκράτης 4 w 6120
Δαμαγήτῳ 1 w 6128
χαίρειν 4 w 6135
Οἰδα 1 w 6140
παρὰ 3 w 6144
σοὶ 1 w 6147
γενόμενος 1 w 6156
ἐν 22 w 6158
Ῥόδῳ 1 w 6162
Δαμάγητε 1 w 6171
τὴν 15 w 6175
ναῦν 1 w 6179
ἐκείνην 1 w 6186
ἅλιος 1 w 6192
ἐπιγραφὴ 1 w 6200
ἦν 3 w 6202
αὐτῇ 1 w 6206
πάγκαλόν 1 w 6215
τινα 1 w 6219
καὶ 62 w 6222
εὔπρυμνον 1 w 6231
ἱκανῶς 1 w 6238
τε 59 w 6240
τετροπισμένην 1 w 6253
καὶ 63 w 6257
διάβασιν 1 w 6265
εἶχε 2 w 6269
πολλήν 1 w 6275
ἐπῄνεις 1 w 6283
δὲ 29 w 6285
καὶ 64 w 6288
τὸ 22 w 6290
ναυτικὸν 1 w 6298
αὐτῆς 1 w 6303
ὡς 15 w 6305
ὀξὺ 1 w 6308
καὶ 65 w 6311
ἀσφαλὲς 1 w 6318
καὶ 66 w 6321
εὔτεχνον 1 w 6329
ὑπουργῆσαι 1 w 6339
καὶ 67 w 6343
τοῦ 8 w 6346
πλοῦ 3 w 6350
τὴν 16 w 6353
εὐδρομίην 1 w 6362
Ταύτην 1 w 6369
ἔκπεμψον 1 w 6377
ἡμῖν 3 w 6381
ἀλλ 14 w 6385
εἰ 8 w 6388
οἷόν 1 w 6392
τε 62 w 6394
μὴ 9 w 6397
κώπαις 1 w 6403
ἀλλὰ 7 w 6408
πτεροῖς 1 w 6415
ἐρετμώσας 1 w 6424
αὐτὴν 3 w 6429
ἐπείγει 2 w 6437
γὰρ 11 w 6440
τὸ 23 w 6442
πρῆγμα 2 w 6448
φιλότης 1 w 6456
καὶ 68 w 6460
μάλα 2 w 6464
εἰς 3 w 6467
Ἄβδηρα 1 w 6473
διαπλεῦσαι 1 w 6483
πάνυ 1 w 6487
ταχέως 2 w 6493
βούλομαι 2 w 6502
γὰρ 12 w 6505
νοσέουσαν 1 w 6514
ἰήσασθαι 2 w 6522
πόλιν 1 w 6527
διὰ 4 w 6530
νοσέοντα 3 w 6538
ἕνα 1 w 6541
Δημόκριτον 3 w 6551
Ἀκούεις 1 w 6559
που 8 w 6562
τἀνδρὸς 1 w 6569
τὸ 24 w 6571
κλέος 1 w 6576
τοῦτον 1 w 6583
18 w 6584
πατρὶς 1 w 6590
ᾐτίηται 1 w 6597
μανίῃ 1 w 6602
κεκακῶσθαι 1 w 6612
ἐγὼ 2 w 6616
δὲ 30 w 6618
βούλομαι 3 w 6626
μᾶλλον 2 w 6633
δὲ 31 w 6635
εὔχομαι 2 w 6642
μὴ 10 w 6645
ὄντως 1 w 6650
αὐτὸν 3 w 6655
παρακόπτειν 1 w 6666
ἀλλ 16 w 6670
ἐκείνοισι 2 w 6680
δόξαν 1 w 6685
εἶναι 5 w 6690
Γελῇ 1 w 6695
φασὶν 1 w 6701
αἰεὶ 2 w 6706
καὶ 69 w 6709
οὐ 36 w 6711
παύεται 1 w 6718
γελῶν 1 w 6723
ἐπὶ 2 w 6726
παντὶ 2 w 6731
πρήγματι 1 w 6739
καὶ 70 w 6743
σημεῖον 1 w 6750
αὐτοῖσι 2 w 6757
μανίης 3 w 6763
τοῦτο 3 w 6768
δοκέει 2 w 6774
ὅθεν 1 w 6779
λέγε 1 w 6783
τοῖσιν 3 w 6789
ἐν 23 w 6791
Ῥόδῳ 2 w 6795
φίλοισι 1 w 6802
μετριάζειν 1 w 6812
αἰεὶ 3 w 6816
καὶ 71 w 6820
μὴ 11 w 6822
πολλὰ 3 w 6827
γελῇν 1 w 6832
μηδὲ 1 w 6837
πολλὰ 4 w 6842
σκυθρωπάζειν 1 w 6854
ἀλλὰ 8 w 6859
τουτέων 1 w 6866
ἀμφοῖν 1 w 6872
τὸ 26 w 6874
μέτριον 1 w 6881
κτήσασθαι 1 w 6890
ἵνα 1 w 6894
τοῖς 2 w 6898
μὲν 6 w 6901
χαριέστατος 1 w 6912
εἶναι 6 w 6917
δόξειας 1 w 6924
τοῖς 3 w 6929
δὲ 33 w 6931
φροντιστὴς 1 w 6941
περὶ 5 w 6945
ἀρετῆς 5 w 6951
μερμηρίζων 1 w 6961
Ἔνι 1 w 6965
μέντοι 1 w 6971
τι 18 w 6973
Δαμάγητε 2 w 6982
κακὸν 1 w 6988
παρ 11 w 6992
ἕκαστον 1 w 7000
αὐτοῦ 3 w 7005
γελῶντος 1 w 7013
εἰ 10 w 7016
γὰρ 13 w 7019
19 w 7020
ἀμετρίη 4 w 7027
φλαῦρον 1 w 7034
τὸ 27 w 7037
διὰ 5 w 7040
παντὸς 1 w 7046
φλαυρότερον 1 w 7057
Καὶ 2 w 7061
εἴποιμ 1 w 7067
ἂν 13 w 7070
αὐτῷ 1 w 7074
Δημόκριτε 1 w 7084
καὶ 72 w 7088
νοσέοντος 1 w 7097
καὶ 73 w 7100
κτεινομένου 1 w 7111
καὶ 74 w 7114
τεθνεῶτος 1 w 7123
καὶ 75 w 7126
πολιορκουμένου 1 w 7140
καὶ 76 w 7143
παντὸς 2 w 7149
ἐμπίπτοντος 1 w 7160
κακοῦ 2 w 7165
ἕκαστον 2 w 7173
τῶν 13 w 7176
πρησσομένων 1 w 7187
ὕλη 1 w 7190
σοι 3 w 7193
γέλωτος 1 w 7200
ὑπόκειται 1 w 7209
Οὐ 2 w 7212
θεομαχεῖς 1 w 7221
δὲ 34 w 7223
εἰ 11 w 7226
δύο 1 w 7229
ἐόντων 1 w 7235
ἐν 24 w 7237
κόσμῳ 1 w 7242
χαρᾶς 1 w 7248
καὶ 77 w 7251
λύπης 1 w 7256
σὺ 1 w 7259
θάτερον 1 w 7266
αὐτῶν 1 w 7271
ἐκβέβληκας 1 w 7281
μακάριός 1 w 7290
τ 435 w 7291
ἂν 14 w 7294
ᾖς 1 w 7296
ἀλλ 18 w 7300
ἀδύνατον 1 w 7309
εἰ 12 w 7312
μήτε 6 w 7316
μήτηρ 2 w 7321
σοι 4 w 7324
νενόσηκε 1 w 7332
μήτε 7 w 7337
πατὴρ 2 w 7342
μήτε 8 w 7347
τὰ 21 w 7349
ὕστερον 1 w 7356
τέκνα 2 w 7361
7 w 7362
γυνὴ 3 w 7366
8 w 7367
φίλος 2 w 7372
ἀλλὰ 9 w 7377
διὰ 6 w 7380
τὸν 8 w 7383
σὸν 1 w 7386
γέλωτα 1 w 7392
ἕνα 2 w 7395
διασώζεται 1 w 7405
εὐτυχῶς 1 w 7412
πάντα 3 w 7417
Ἀλλὰ 2 w 7422
νοσεόντων 1 w 7431
γελᾷς 1 w 7436
ἀποθνησκόντων 1 w 7450
χαίρεις 1 w 7457
εἴ 6 w 7460
τί 6 w 7462
που 9 w 7465
πύθοιο 1 w 7471
κακὸν 2 w 7476
εὐφραίνῃ 1 w 7485
ὡς 16 w 7488
πονηρότατος 1 w 7499
εἶ 13 w 7501
6 w 7503
Δημόκριτε 2 w 7512
καὶ 78 w 7516
πόῤῥω 1 w 7521
γε 22 w 7523
σοφίης 3 w 7529
εἰ 13 w 7532
νομίζεις 1 w 7540
αὐτὰ 3 w 7544
μηδὲ 2 w 7548
κακὰ 1 w 7552
εἶναι 7 w 7557
μελαγχολᾷς 1 w 7568
οὖν 3 w 7571
Δημόκριτε 3 w 7581
κινδυνεύων 1 w 7592
καὶ 79 w 7595
αὐτὸς 4 w 7600
Ἀβδηρίτης 1 w 7609
εἶναι 8 w 7614
φρονιμωτέρη 1 w 7626
δὲ 36 w 7628
20 w 7629
πόλις 3 w 7634
Ἀλλὰ 3 w 7639
περὶ 6 w 7643
μὲν 7 w 7646
δὴ 3 w 7648
τουτέων 2 w 7655
ἀκριβέστερον 2 w 7667
ἐκεῖ 3 w 7671
λέξομεν 1 w 7678
Δαμάγητε 3 w 7687
21 w 7689
δὲ 37 w 7691
ναῦς 1 w 7695
καὶ 80 w 7698
τὸν 9 w 7701
χρόνον 1 w 7707
τοῦτον 2 w 7713
ὃν 2 w 7715
ἐπιστέλλω 1 w 7724
σοι 5 w 7727
χρονίζει 1 w 7735
Ἔῤῥωσο 3 w 7742
15 1 w 7745
Ἱπποκράτης 5 w 7756
Φιλοποίμενι 2 w 7767
χαίρειν 5 w 7774
Σύννους 1 w 7782
καὶ 81 w 7785
πεφροντικὼς 1 w 7796
ὑπὲρ 1 w 7800
Δημοκρίτεω 3 w 7810
αὐτέῃ 1 w 7816
ἐκείνῃ 2 w 7822
τῇ 11 w 7824
νυκτὶ 1 w 7829
καταδαρθὼν 1 w 7839
πρὸς 5 w 7844
ἀρχομένην 1 w 7853
τὴν 18 w 7856
ἕω 1 w 7858
ὄναρ 1 w 7862
ἐφαντάσθην 1 w 7872
ἐξ 8 w 7875
οὗ 2 w 7877
νομίζω 1 w 7883
κάρτα 2 w 7888
μηδὲν 1 w 7893
ἐπισφαλὲς 1 w 7902
γεγενῆσθαι 1 w 7912
ἐκπλαγὴς 1 w 7921
γὰρ 14 w 7924
διηγέρθην 1 w 7933
Ἐδόκεον 1 w 7941
γὰρ 15 w 7944
αὐτὸν 4 w 7949
τὸν 11 w 7952
Ἀσκληπιὸν 1 w 7961
ὁρῇν 1 w 7965
φαίνεσθαί 1 w 7975
τε 80 w 7977
αὐτόν 1 w 7982
πλησίον 1 w 7989
ἤδη 1 w 7993
δὲ 39 w 7995
πρὸς 6 w 7999
τῇσι 2 w 8003
τῶν 15 w 8006
Ἀβδηριτέων 1 w 8016
πύλῃσιν 1 w 8023
ἐτυγχάνομεν 1 w 8034
2 w 8036
δὲ 40 w 8038
Ἀσκληπιὸς 1 w 8047
οὐχ 4 w 8051
ὡς 17 w 8053
εἰώθεσαν 1 w 8061
αὐτέου 1 w 8067
αἱ 2 w 8069
εἰκόνες 1 w 8076
μείλιχός 1 w 8085
τε 81 w 8087
καὶ 82 w 8090
πρᾶος 1 w 8095
ἰδέσθαι 1 w 8102
κατεφαίνετο 1 w 8113
ἀλλὰ 10 w 8118
διεγηγερμένος 1 w 8131
τῇ 13 w 8133
σχέσει 1 w 8139
καὶ 83 w 8142
ἰδέσθαι 2 w 8149
φοβερώτερος 1 w 8160
εἵποντο 1 w 8168
δὲ 41 w 8170
αὐτῷ 2 w 8174
δράκοντες 1 w 8183
χρῆμά 1 w 8189
τι 20 w 8191
ἑρπετῶν 1 w 8198
ὑπερφυὲς 1 w 8206
ἐπειγόμενοι 1 w 8218
δὲ 42 w 8220
καὶ 84 w 8223
αὐτοὶ 2 w 8228
μακρῷ 1 w 8233
τῷ 11 w 8235
ἐπισύρματι 1 w 8245
καί 1 w 8249
τι 22 w 8251
φρικῶδες 1 w 8259
ὡς 18 w 8261
ἐν 25 w 8263
ἐρημίῃσι 2 w 8271
καὶ 85 w 8274
νάπῃσι 1 w 8280
κοίλῃσιν 1 w 8288
ὑποσυρίζοντες 1 w 8301
οἱ 3 w 8304
δὲ 43 w 8306
κατόπιν 1 w 8313
ἑταῖροι 1 w 8320
κίστας 1 w 8326
φαρμάκων 1 w 8334
εὖ 1 w 8336
μάλα 3 w 8340
περιεσφηκωμένας 1 w 8355
ἔχοντες 1 w 8362
ᾔεσαν 1 w 8367
Ἔπειτα 1 w 8374
ὤρεξέ 1 w 8379
μοι 7 w 8382
τὴν 19 w 8385
χεῖρα 1 w 8390
12 w 8391
θεός 1 w 8395
κᾀγὼ 2 w 8400
λαβόμενος 1 w 8409
ἀσμένως 1 w 8416
ἐλιπάρεον 1 w 8425
ξυνέρχεσθαι 1 w 8436
καὶ 86 w 8440
μὴ 12 w 8442
καθυστερέειν 1 w 8454
μου 2 w 8457
τῆς 22 w 8460
θεραπείης 2 w 8469
13 w 8471
δὲ 44 w 8473
οὐδέν 1 w 8479
τι 23 w 8481
ἔφη 1 w 8485
ἐν 26 w 8488
τῷ 12 w 8490
παρεόντι 1 w 8498
ἐμεῦ 1 w 8502
χρῄζεις 1 w 8509
ἀλλά 1 w 8514
σε 12 w 8516
αὕτη 1 w 8520
τὰ 23 w 8522
νῦν 2 w 8525
ξεναγήσει 1 w 8534
θεὸς 2 w 8538
κοινὴ 1 w 8543
ἀθανάτων 1 w 8551
τε 88 w 8553
καὶ 87 w 8556
θνητῶν 1 w 8562
Ἐγὼ 5 w 8566
δὲ 45 w 8568
ἐπιστραφεὶς 1 w 8579
ὁρέω 2 w 8583
γυναῖκα 1 w 8590
καλήν 1 w 8595
τε 89 w 8597
καὶ 88 w 8600
μεγάλην 1 w 8607
ἀφελὲς 1 w 8613
πεπλοκισμένην 1 w 8626
λαμπρείμονα 1 w 8638
διέλαμπον 1 w 8648
δ 182 w 8649
αὐτέης 1 w 8656
οἱ 4 w 8658
τῶν 18 w 8661
ὀμμάτων 1 w 8668
κύκλοι 1 w 8674
καθαρόν 1 w 8681
τι 25 w 8683
φῶς 1 w 8686
οἷον 1 w 8691
ἀστέρων 1 w 8698
μαρμαρυγὰς 1 w 8708
δοκέειν 1 w 8715
Καὶ 3 w 8719
15 w 8720
μὲν 8 w 8723
δαίμων 1 w 8729
ἐχωρίσθη 1 w 8737
κείνη 2 w 8743
δὲ 46 w 8745
22 w 8746
γυνὴ 4 w 8750
πιέσασά 1 w 8757
με 50 w 8759
τοῦ 13 w 8762
καρποῦ 2 w 8768
μαλθακῇ 2 w 8775
τινι 1 w 8779
εὐτονίῃ 1 w 8786
διὰ 7 w 8790
τοῦ 14 w 8793
ἄστεος 1 w 8799
ἦγε 1 w 8802
φιλοφρονεομένη 1 w 8816
ὡς 19 w 8819
δὲ 47 w 8821
πλησίον 2 w 8828
τῆς 23 w 8831
οἰκίης 1 w 8837
ἦμεν 1 w 8841
ἵνα 2 w 8845
τὴν 20 w 8848
ξενίην 3 w 8854
ἐδόκεον 1 w 8861
εὐτρεπίσθαι 1 w 8872
ἀπῄει 1 w 8878
ὡς 20 w 8880
φάσμα 1 w 8885
οἶον 1 w 8890
εἰποῦσα 1 w 8897
αὔριόν 1 w 8904
σε 14 w 8906
παρά 2 w 8910
Δημοκρίτεω 4 w 8920
καταλήψομαι 1 w 8931
Ἤδη 1 w 8935
δὲ 48 w 8937
αὐτῆς 2 w 8942
μεταστρεφομένης 1 w 8957
δέομαι 1 w 8964
φημὶ 1 w 8969
ἀρίστη 1 w 8976
τίς 1 w 8980
εἶ 16 w 8982
καὶ 89 w 8985
τίνα 1 w 8989
σε 15 w 8991
καλέομεν 1 w 8999
23 w 9001
δὲ 49 w 9003
Ἀλήθεια 1 w 9011
ἔφη 2 w 9015
αὕτη 2 w 9020
δὲ 50 w 9022
ἣν 3 w 9024
προσιεῦσαν 1 w 9034
ὁρῇς 1 w 9038
καὶ 90 w 9042
ἐξαίφνης 1 w 9051
ἑτέρη 2 w 9056
τις 2 w 9059
κατεφαίνετό 1 w 9070
μοι 8 w 9073
οὐκ 9 w 9077
ἀκαλλὴς 1 w 9084
μὲν 9 w 9087
οὐδ 9 w 9090
αὐτὴ 4 w 9095
θρασυτέρη 1 w 9105
δὲ 51 w 9107
ἰδέσθαι 3 w 9114
καὶ 91 w 9117
σεσοβημένη 1 w 9127
Δόξα 2 w 9132
ἔφη 3 w 9136
καλέεται 1 w 9145
κατοικέει 1 w 9155
δὲ 52 w 9157
παρὰ 4 w 9161
τοῖσιν 4 w 9167
Ἀβδηρίταισιν 1 w 9179
Ἐγὼ 6 w 9183
μὲν 10 w 9186
οὖν 4 w 9189
ἀναστὰς 2 w 9196
ὑπεκρινάμην 1 w 9207
ἐμαυτῷ 1 w 9213
τὸ 35 w 9215
ὄναρ 2 w 9219
ὅτι 4 w 9223
οὐ 41 w 9225
δέοιτο 1 w 9231
ἰητροῦ 1 w 9237
Δημόκριτος 2 w 9247
ὅπου 1 w 9252
γε 27 w 9254
αὐτὸς 5 w 9259
17 w 9260
θεραπεύων 1 w 9269
θεὸς 3 w 9273
ἀπέστη 1 w 9279
ὡς 21 w 9282
οὐκ 10 w 9285
ἔχων 2 w 9289
ὕλην 1 w 9293
θεραπείης 3 w 9302
ἀλλὰ 11 w 9307
24 w 9308
μὲν 11 w 9311
ἀλήθεια 1 w 9318
τοῦ 15 w 9321
ὑγιαίνειν 1 w 9330
παρὰ 5 w 9334
Δημοκρίτεω 5 w 9344
μένει 1 w 9349
25 w 9351
δὲ 53 w 9353
τοῦ 16 w 9356
νοσέειν 1 w 9363
αὐτὸν 5 w 9368
δόξα 3 w 9372
παρὰ 6 w 9376
Ἀβδηρίταις 1 w 9386
ὄντως 2 w 9391
κατῴκηκε 1 w 9399
Ταῦτα 1 w 9405
πιστεύω 1 w 9412
ἀληθέα 1 w 9418
εἶναι 9 w 9423
Φιλοποίμην 2 w 9434
καὶ 92 w 9438
ἔστι 2 w 9442
καὶ 93 w 9446
οὐκ 11 w 9449
ἀπογινώσκω 1 w 9459
τὰ 25 w 9461
ὀνείρατα 1 w 9469
μάλιστα 1 w 9477
δὲ 54 w 9479
ὁκόταν 3 w 9485
καὶ 94 w 9488
τάξιν 1 w 9493
διαφυλάττῃ 1 w 9503
Ἰητρικὴ 1 w 9511
δὲ 55 w 9513
καὶ 95 w 9516
μαντικὴ 1 w 9523
καὶ 96 w 9526
πάνυ 2 w 9530
ξυγγενέες 2 w 9539
εἰσὶν 1 w 9544
ἐπειδὴ 2 w 9551
καὶ 97 w 9554
τῶν 19 w 9557
δύο 2 w 9560
τεχνέων 1 w 9567
πατὴρ 3 w 9572
εἷς 2 w 9575
Ἀπόλλων 1 w 9582
19 w 9584
καὶ 98 w 9587
πρόγονος 1 w 9595
ἡμέων 2 w 9600
ἐούσας 1 w 9607
καὶ 99 w 9610
ἐσομένας 1 w 9618
νούσους 2 w 9625
προαγορεύων 1 w 9636
καὶ 100 w 9639
νοσέοντας 1 w 9648
καὶ 101 w 9651
νοσήσοντας 1 w 9661
ἰώμενος 1 w 9668
Ἔῤῥωσο 4 w 9675