Scaife ATLAS

CTS Library / De affectionibus interioribus

De affectionibus interioribus (39-42)

urn:cts:greekLit:tlg0627.tlg032.1st1K-grc1:39-42
Refs {'start': {'reference': '39', 'human_reference': 'Chapter 39'}, 'end': {'reference': '42', 'human_reference': 'Chapter 42'}}
Ancestors []
Children []
prev
plain textXML
next

39. Νούσημα ὅπερ καλεῖται τῦφος· τῦφος μὲν τοῦτο τὸ νούσημα
καλέεται· ἐπιλαμβάνει δὲ θέρεος ἐν ὥρῃ, ὁκόταν κύων τὸ ἄστρον
ἐπιτέλλῃ, χολῆς κινηθείσης ἀνὰ τὸ σῶμα. Εὐθέως οὖν αὐτὸν πυρετοὶ

262
ἔχουσιν ἰσχυροὶ καὶ καῦμα ὀξὺ, καὶ ὑπὸ τοῦ βάρεος ἀσθενείη
καὶ ἀκρησίη τῶν σκελέων, καὶ ἐκ τῶν χειρῶν ἄχρειος μάλιστα γίνεται·
καὶ γαστὴρ ταράσσεται, καὶ τὰ ὑποχωρέοντα δυσώδεα,
καὶ στρόφος ἰσχυρὸς ἐπιγίνευαι. Ταῦτά τε πάσχει, καὶ ἤν τις ἀνεστῆσαι
θέλῆ αὐτὸν, οὐ δύνατωι ὀρθοῦσθαι, οὐδὲ τοῖσιν ὀφθαλμοῖσιν
ἀνερῇν δύναται ὑπὸ τοῦ καύματος, καὶ ἤν τις αὐτὸν ἐρωτᾷ, ὑπὸ τοῦ
πόνου ἀκούων οὐ δύνατια ἀποκρίνασθαι, Ὁκόταν δὲ μέλλῃ ἀπεθνήσκειν,
ὀξύτερά τε ὁρῇ καὶ φθέγγεται θαρσαλέως, καὶ πιέειν καὶ
φαγέειν αἰτέει, καὶ ἢν δῷ τις καὶ φάγῃ, ἐν τάχει ἀφῆκε τὴν ψυχὴν,
ἢν μὴ ἐξεμέσῃ. Τούτῳ νοῦσος αὕτη κρίνεται ἐν ἑπτὰ ἡμέρῃσιν
δεκατέσσαρσι· πολλοὶ δὲ διατρέχουσι καὶ ἐς τὰς εἰκοσιτέσσαρας·
ἢν γοῦν ταύτας διέλθῃ, ὑγιὴς ἔσται· καὶ γὰρ ἐν ταύτῃσι
τῇσιν ἡμέρῃσι δηλοῦται εἰ θανάσιμος οὔ. Τοῦτον, ὁκόταν οὕτως
ἔχη, ὧδε ἰῆσθαι· ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων λουτροῦ μὲν ἀπέχεσθαι,
ἀλείφειν δὲ οἴνῳ καὶ ἐλαίῳ χλιαίνων ἐς κοίτην, καὶ σιτίων
ἀπέχεσθαι· ῥοφήματα δὲ λεπτὰ ψυχρὰ διδόναι· οἶνον δὲ πινέτω
μέλανα, αὐστηρὸν, ἢν ξυμφέρῃ αὐτῷ· ἢν δὲ μὴ, λευκὸν, αὐστηρὸν,
ὑδαρέστερον· ἢν δὲ δίψα ἰσχυρὴ πιέζῃ, τοῦ ὕδατος ἀθρόον διδοὺς
πίνειν, κέλευε ἐξεμέειν, ταῦτα δὶς τρὶς ἐφεξῆς ποιήσας, καὶ ὁκόταν
τὸ καῦμα ἔχῃ, ῥάκεα βάπτων ὕδατι ψυχρῷ προστιθέναι, ἂν μάλιστα
φῇ καίεσθαι· ἢν δὲ φρίκην ἔχῃ τὸ σῶμα, ἀνιέναι τὰ ψύγματα.
Οὗτος ὁκόταν μάλιστα πονέῃ, ὑπὸ τῆς ὀδύνης αἴφνης κινδυνεύσει
τότε ἀφεῖναι τὴν ψυχήν· ἀλλὰ διδόναι χρὴ αὐτῷ τῆς ὀδύνης τὰ
264
φάρμακα μετὰ σπουδῆς τὰ αὐτὰ καὶ τῷ ὑπὸ τῆς πλευρίτιδος ἐχομένῳ.
Ὁκόταν δὲ ἐξαναστῇ, ἀνακομίζειν σιτίῳ καὶ ποτῷ καὶ λουτροῖσιν
ὡς τάχιστα· γὰρ νοῦσος χαλεπὴ, καὶ παῦροι
διαφεύγουσιν.

40. Ἄλλος τῦφος· ἐπιλαμβάνει μὲν τὸ νούσημα πάσην ὤρην·
γίνεται δὲ δι ὑγρασίην τοῦ σώματος, ὁκόταν τὰ σιτία ὑγρὰ ἐόντα
καὶ τὸ ποτὸν πουλὺ αἱ σάρκες ἀναπίωσι καὶ πλαδαραὶ γίνωνται·
ἀπὸ τούτων τὸ νούσημα γίνεται μάλιστα. Ἄρχεται οὖν πυρετὸς
τριταῖος τεταρταῖος κατ ἀρχὰς γινόμενος, καὶ πόνος ἰσχυρὸς ἐν τῇ
κεφαλῇ ἐνίσταται, ἐνίοτε. δὲ καὶ ἐν τῷ σώματι διαλείπων· καὶ ἐμέει
σίαλον, καὶ ἐρεύγεται πυκινὰ, καὶ ἀλγέει τὰς χώρας τῶν ὀφθαλμῶν,
καὶ τὸ πρόσωπον ἀφύει, καὶ ἐς τοὺς πόδας οἴδημα κατέρχεται·
ἐνίοτε δὲ καὶ ὅλον τὸ σῶμα ἀποιδέει, καὶ ἐς τὰ στήθεα καὶ ἐς τὸ
μετάφρενον ἐνίοτε ὀδύνη τρέχει, καὶ γαστὴρ τετάρακται, καὶ
τοῖσιν ὀφθαλμοῖσιν ἐσορᾷ ἰσχυρῶς, καὶ τὸ σίαλον ἀποπτύει πολλὸν
καὶ ἀφρῶδες, καὶ ἐν τῇ φάρυγγι δοκέει ἐνέχεσθαι, καὶ κέρχνει αὐτόν·
πολλάκις δὲ καὶ φλεγμαίνει φάρυγξ. Τοῦτον ὁκόταν οὕτως
πόνος πιέζῃ, ἔστιν ὅτε καὶ ὀρθοπνοίη ἰσχυρὴ ἐμπίπτει, καὶ πολλάκις
ἐξαπίνης ὑπὸ τοῦ πόνου τὴν ψυχὴν ἀφῆκεν ἐν ἑπτὰ ἡμέρῃσιν
ἐν δεκατέσσαρσι· πολλοὶ δὲ διαφέρουσι καὶ ἕως τῶν εἰκοσιτεσσάρων
ἡμερέων. Πολλάκις δὲ καὶ ἐξαπίνης νοῦσος ἀνῆκε, καὶ δοκέει
ὑγιὴς εἶναι· ἀλλὰ φυλάσσεσθαι χρὴ, ἄχρις ἂν αἱ τέσσαρες καὶ
εἴκοσιν ἡμέραι παρέλθωσιν· ἢν γὰρ ταύτας διαφύγῃ, οὐ μάλα θνήσκει.
Τούτῳ, ὁκόταν ὧδε ἔχῃ, ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων χρὴ

266
ῥόφημα διδόναι ἄλητον κάθεφθον, μέλι λεπτὸν παραχέων· πίνειν δὲ
διδόναι μέλανα οἶνον κατ ὀλίγον, ὅκως ἂν βούληται κεκρημένον·
σιτία δὲ μὴ προσφέρειν, πρὶν ἂν αἱ ἡμέραι παρέλθωσι· κουλύποδας
δὲ ἐν οἴνῳ ἑφθοὺς διδόναι ἐσθίειν, καὶ τὸν ζωμὸν ῥοφάνειν, καὶ ῥαφανῖδας
τρώγειν πολλάς· καὶ καρδάμου καρπὸν φώσας, ἀλέσαι καὶ
σῆσαι λεπτά· ἔπειτα ἐπ οἶνον ἐπιβαλὼν μέλανα στρυφνὸν καὶ
ἄλφιτα λεπτὰ ὀλίγα διδόναι πίνειν ἕωθεν· λουτροῦ δὲ ἀπεχέσθω,
μέχρις ἂν αἱ ἡμέραι παρέλθωσιν· οἴνῳ δὲ καὶ ἐλαίῳ χλιήνας ἀλείφειν
ἐς κοίτην καὶ ἐκμάσσειν· καὶ γλυκυσίδης καρποῦ δέκα κόκκους
ἑψῶν ἐν οἴνῳ μέλανι, διδόναι πίνειν· καὶ γογγυλίδας διέφθους ποιέων
ῥοφανέτω τοῦ χυλοῦ, ἀρτύσας τυρῷ ἀνάλτῳ καὶ μήκωνι καὶ ἁλὶ καὶ
ἐλαίῳ καὶ σιλφίῳ καὶ ὄξει. Ἢν δὲ καὶ φάρμακον βούλῃ πῖσαι, τοῦ
κνιδίου κόκκου πῖσαι, καὶ μετὰ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ καὶ
λιπαροῦ δοῦναι δύο τρυβλία ἐκροφέειν· οἶνον δὲ πινέτω τὸν αὐτόν.
Τούτων τῶν φαρμάκων καὶ ῥοφημάτων καὶ ποτῶν τι ἂν διδῷς ὀνήσεις,
ἤν τε κατὰ ἓν, τε κατὰ πλείω προσφέρῃς, καὶ οὕτω τάχιστα
ὑγιέα ποιήσεις· δὲ νοῦσος χαλεπὴ, καὶ παῦροι
διαφυγγάνουσιν.

41. Ἄλλος τῦφος· γίνεται μὲν καὶ οὗτος διὰ τόδε, ὁκόταν χολὴ
σαπεῖσα μιγῇ τῷ αἵματι ἀνὰ τὰς φλέβας καὶ τὰ ἄρθρα, καὶ ὁκόταν
στῇ, οἴδημα ἀνίσταται μάλιστα μὲν ἐν τοῖσιν ἄρθροισι καὶ καταστηρίζεται,
ἐνίοτε δὲ καὶ ἐς τὸ ἄλλο πᾶν σῶμα, καὶ ὀδύνας παρέχει
ὀξείας· καὶ οἱ πολλοὶ ἐκ ταύτης τῆς νούσου χωλοὶ γίνονται, ὁκόταν
ἀποληφθεῖσα ἐν τοῖσιν ἄρθροισιν χολὴ πωρωθῇ· δὲ ὀδύνη διαλείπουσα
ἐπιλαμβάνει καὶ διὰ τριῶν ἡμερέων καὶ διὰ τεσσάρων.

268
Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, μελετῇν οὕτως· ὁκόταν μὲν ὀδύνη ἕνῃ
ἐν τῷ· σώματι, χλιάσματα χρὴ ποιέειν καὶ προστιθέναι, ἐλαίῳ ὁπαλείψας·
ὁκόταν δὲ ἀνῇ, δοῦναι αὐτῷ ἐλλέβορον πυριήσας πρόσθεν
ἅπαν τὸ σῶμα· τῇ δὲ ὑστεραίῃ ὀῤῥὸν αἰγὸς ἑψήσας, δοῦναι πιεῖν
δύο χοέας, παρὰ τὸν ἕτερον χοέα μέλι παραχέας, παρὰ δὲ τὸν ἕτερον
ἅλας παραβαλών· εἶτα κύλικα παρὰ κύλικα παραλλάσσων πινέτω
ἕως ἂν ἐκπίῃ ἅπαν· ἐς ἑσπέρην δὲ μετὰ τὴν κάθαρσιν φακῆς τρυβλίον
ῥοφεέτω, καὶ τεύτλων τρυβλίον λιπαρῶν ἄλφιτα παραπάσας
ἐκπιέτω, καὶ νεοσσοῦ ἀλεκτορίδος κρέας τρυγόνος
ὄϊος ὑὸς πίονος τρωγέτω. Τὸν δὲ ἐλλέβορον δι ἕκτης ἡμέρης διδόναι,
καὶ ἤν κου τῶν ἄρθρων ἀποιδίσκηται καὶ μὴ θέλῃ ἀφίστασθαι,
σικύην προσβαλὼν ἀφαιρέειν τοῦ αἵματος, κατακεντῶν ἀκίδι τριγώνῳ
ἐς τὰ γούνατα, ἢν ἐν τοῖσι γούνασιν ἐνῇ τὸ οἴδημα, τῶν δὲ ἄλλων
ἄρθρων μηδὲν κεντριώσῃς. Τὰς δὲ μεταξὺ τῶν ἡμερέων σιτίον
προσφερέσθω ἄρτον μὲν ὡς ὀπτότατον, μᾶζαν δὲ ψαιστὴν ὡς μάλιστα·
ὄψον δὲ ἐχέτω μάλιστα μὲν ὄρνιθα ὀπτὴν ἄναλτον· εἰ δὲ μὴ, καὶ
ἑφθὴν, ἐζωμευμένην, πλὴν ἄνευ τυροῦ καὶ σησάμου καὶ ἁλός· ἰχθύσι
δὲ χρεέσθω τοῖσι σαρκωδεστάτοισιν, ὀπτοῖσι δὲ τὸν αὐτὸν τρόπον
τοῖσι κρέασιν, ἑψῶν δι ὀριγάνου παστὰ, ἐλαίῳ αὐτὰ ὑποχρίσας,
οἶνον δὲ πινέτω λευκὸν, ἢν ξυμφέρῃ· εἰ δὲ μὴ, μέλανα· καὶ ἐν
περιόδοισι ταλαιπωρεέτω δι ἡμέρης καὶ μετὰ τὸ δεῖπνον καὶ ὄρθριος,
ὀῤῥὸν δὲ καὶ γάλα τὴν ὥρην πινέτω αἰεί· ἢν δέ σοι δοκέῃ, καὶ ὄνειον
γάλα διδόναι ἀφεψήσας. Καὶ ἢν ὑγιὴς γένηται, ἐν φυλακῇ αὐτὸν
270
εἶναι τοῦ ψύχεος καὶ τοῦ πνίγεος, καὶ τῶν σιτίων μὴ λίην ἐμπιπλάσθω·
κίνδυνος γὰρ αὖθις ὑποτροπιάσαι τὴν νοῦσον. Αὅτη τοιγαροῦν
νοῦσος οὕτω θεραπευομένη ἐν ἓξ μησὶν ὑγιὴς γίνεται· οὗτοι
γὰρ κρίνουσιν, ἤν τε θανάσιμος, ἤν τε μὴ, ἢν καὶ παραχρῆμα
θεραπεύηται· πλὴν νοῦσος χαλεπὴ, καὶ τοῖσι πλείστοισι
συναποθνήσκει.

42. Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα ἐν ὀπώρης καιρῷ,
ὁκόταν τις πλησθῇ παντοίης ὀπώρης. Τοῖσι δὲ πολλοῖσι καὶ ἀπὸ
τῶνδε ἐγένετο τὸ νόσημα· φαγόντες πλακοῦντος καὶ σησάμης καὶ
τῶν ἄλλων μελιτωθέντων ἀπλήστως. Τὸ γὰρ μέλι τὸ ἑφθὸν καυματῶδές
ἐστι καὶ προσπλάσσεται τῇ κοιλίῃ· ἔπειτα ὁκόταν καθεψηθῇ
ἐν τῇ κοιλίῃ, ἀναζέεται, καὶ ἐξαπίνης γαστὴρ ἀείρεται καὶ πίμπραται,
καὶ δοκέει διαῤῥήσσεσθαι· ἔπειτα δὲ ἐξαπίνης διάῤῥοια
ἐπεγένετο, καὶ ὁκόταν ἅπαξ ἄρξηται χωρέειν, πολλὰς ἡμέρας καθαίρεται,
καὶ πολλοὶ μετὰ ταύτην τὴν κάθαρσιν ὑγιέες ἐγένοντο. Ὁκόταν
οὖν παύσηται αὐτόματος καθαιρόμενος, φακῶν χυμοῦ ἀναγκάσαι
αὐτὸν ἐκπιεῖν τρία ἡμίχοα, ἅλας παραβάλλων· μετὰ δὲ τὴν κάθαρσιν
τοῦ χυμοῦ ἐς ἑσπέρην, φακῆς τρυβλίον ῥοφεέτω ψυχρῆς ἀνάλτου,
σίλφιον δὲ ἐπιξύσθω πουλὺ, καὶ τεύτλου τρυβλίον ἀνηδύντου
λιπαροῦ, ἄλφιτα παραπάσσων φαγέτω· οἶνον δὲ πινέτω μέλανα αὐστηρὸν
κατ ὀλίγον. Τὸ δὲ λοιπὸν τοῦ χρόνου τὰ αὐτὰ ποιεέτω, καὶ
σῖτα προσφερέσθω ἄρτον ἔξοπτον, μᾶζάν τε ψαιστὴν ὡς μάλιστα·
τὰς δὲ πρώτας τῶν ἡμερέων ἄλευρον φαγέτω-κάθεφθον, ἀποψύχων
καὶ μέλι παραχέων· οἶνον δὲ πινέτω μἔλανα στρυφνὸν, ἕως ἂν καταστῇ

272
νοῦσος, ταῦτα προσφερέσθω. δὲ ὑπὸ τῆς ὀπώρης ληφθεὶς
τῇ νούσῳ φῦσαν παρέχει καὶ στρόφον καὶ ὀδύνην, καὶ τὰ σιτία οὐκ
ἐθέλει διαχωρέειν, καὶ γαστὴρ μεγάλη καὶ σκληρὴ αὐτοῦ ἐστι,
καὶ ῥῖγος καὶ πυρετὸς ἔχει. Τούτῳ ἢν μὲν αὐτομάτη ταραχθῇ κοιλίη,
ἐν εἴκοσιν ἡμέρῃσι τὸ ἐλάχιστον καθαίρεται, καὶ ὁκόταν παύσηται
καθαιρόμενος, ὑγιὴς παραχρῆμα ἔσται· ἢν δὲ μὴ αὐτομάτη
ταραχθῇ, καθαίρειν αὐτὸν τῷ τοῦ ἱππόφεω ὀπῷ τῷ κνιδίῳ κόκκῳ·
ἐς ἑσπέρην δὲ ταῦτα διδόναι καὶ τῷ αὐτομάτῳ καθαιρομένῳ· τῇ
δ ὑστεραίῃ, ἢν μὲν πορετὸς ἔχῃ, ἡσυχίην ἐχέτω, διδόναι δὲ αὐτῷ
πίνειν τοῦ αὐτοῦ οἴνου ὡς ἐν ψυχροτάτῳ ὕδατι· ἢν δὲ μὴ ἔχῃ πυρετὸς,
διαιτήσθω δίαιταν μὴ ὑγρὴν, ἀλλ ἰσχυροτέρην, καὶ περιπατεέτω
πρὸς τὰ σιτία τεκμαιρόμενος. Ὑπὸ τουτέου τοῦ νοσήματος
πολλοῖσιν ἤδη ὕδερος ἐξεγένετο, καὶ ἢν δοκέῃ σοι κλύζειν, τοῖσιν
αὐτοῖσι κλύσον οἷσι καὶ τὸν ὑδεριῶντα. Ἢν δὲ βούλῃ, τοισίδε κλύζειν·
ἐν μελικρήτου κοτύλῃ ποίην θαψίης ἐγξύσαι, εἶτα οὕτως
ἐγκλύσαι. Οὗτος οὕτω θεραπευόμενος τάχιστα ὑγιὴς ἔσται.

Tokens

39 1 w 2
Νούσημα 1 w 10
ὅπερ 1 w 14
καλεῖται 1 w 22
τῦφος 1 w 27
τῦφος 2 w 33
μὲν 1 w 36
τοῦτο 1 w 41
τὸ 1 w 43
νούσημα 1 w 50
καλέεται 1 w 58
ἐπιλαμβάνει 1 w 70
δὲ 1 w 72
θέρεος 1 w 78
ἐν 1 w 80
ὥρῃ 1 w 83
ὁκόταν 1 w 90
2 w 91
κύων 1 w 95
τὸ 2 w 97
ἄστρον 1 w 103
ἐπιτέλλῃ 1 w 111
χολῆς 1 w 117
κινηθείσης 1 w 127
ἀνὰ 1 w 130
τὸ 3 w 132
σῶμα 1 w 136
Εὐθέως 1 w 143
οὖν 1 w 146
αὐτὸν 1 w 151
πυρετοὶ 1 w 158
ἔχουσιν 1 w 165
ἰσχυροὶ 1 w 172
καὶ 1 w 175
καῦμα 1 w 180
ὀξὺ 1 w 183
καὶ 2 w 187
ὑπὸ 1 w 190
τοῦ 2 w 193
βάρεος 1 w 199
ἀσθενείη 1 w 207
καὶ 3 w 210
ἀκρησίη 1 w 217
τῶν 1 w 220
σκελέων 1 w 227
καὶ 4 w 231
ἐκ 1 w 233
τῶν 2 w 236
χειρῶν 1 w 242
ἄχρειος 1 w 249
μάλιστα 1 w 256
γίνεται 1 w 263
καὶ 5 w 267
1 w 268
γαστὴρ 1 w 274
ταράσσεται 1 w 284
καὶ 6 w 288
τὰ 1 w 290
ὑποχωρέοντα 1 w 301
δυσώδεα 1 w 308
καὶ 7 w 312
στρόφος 1 w 319
ἰσχυρὸς 1 w 326
ἐπιγίνευαι 1 w 336
Ταῦτά 1 w 342
τε 1 w 344
πάσχει 1 w 350
καὶ 8 w 354
ἤν 1 w 356
τις 1 w 359
ἀνεστῆσαι 1 w 368
θέλῆ 1 w 372
αὐτὸν 2 w 377
οὐ 1 w 380
δύνατωι 1 w 387
ὀρθοῦσθαι 1 w 396
οὐδὲ 1 w 401
τοῖσιν 1 w 407
ὀφθαλμοῖσιν 1 w 418
ἀνερῇν 1 w 424
δύναται 1 w 431
ὑπὸ 2 w 434
τοῦ 3 w 437
καύματος 1 w 445
καὶ 9 w 449
ἤν 2 w 451
τις 2 w 454
αὐτὸν 3 w 459
ἐρωτᾷ 1 w 464
ὑπὸ 3 w 468
τοῦ 4 w 471
πόνου 1 w 476
ἀκούων 1 w 482
οὐ 3 w 484
δύνατια 1 w 491
ἀποκρίνασθαι 1 w 503
Ὁκόταν 1 w 510
δὲ 3 w 512
μέλλῃ 1 w 517
ἀπεθνήσκειν 1 w 528
ὀξύτερά 1 w 536
τε 3 w 538
ὁρῇ 1 w 541
καὶ 10 w 544
φθέγγεται 1 w 553
θαρσαλέως 1 w 562
καὶ 11 w 566
πιέειν 1 w 572
καὶ 12 w 575
φαγέειν 1 w 582
αἰτέει 1 w 588
καὶ 13 w 592
ἢν 1 w 594
δῷ 1 w 596
τις 3 w 599
καὶ 14 w 602
φάγῃ 1 w 606
ἐν 2 w 609
τάχει 1 w 614
ἀφῆκε 1 w 619
τὴν 1 w 622
ψυχὴν 1 w 627
ἢν 2 w 630
μὴ 1 w 632
ἐξεμέσῃ 1 w 639
Τούτῳ 1 w 645
2 w 646
νοῦσος 1 w 652
αὕτη 1 w 656
κρίνεται 1 w 664
ἐν 3 w 666
ἑπτὰ 1 w 670
ἡμέρῃσιν 1 w 678
3 w 679
δεκατέσσαρσι 1 w 691
πολλοὶ 1 w 698
δὲ 4 w 700
διατρέχουσι 1 w 711
καὶ 15 w 714
ἐς 1 w 716
τὰς 1 w 719
εἰκοσιτέσσαρας 1 w 733
ἢν 3 w 736
γοῦν 1 w 740
ταύτας 1 w 746
διέλθῃ 1 w 752
ὑγιὴς 1 w 758
ἔσται 1 w 763
καὶ 16 w 767
γὰρ 1 w 770
ἐν 4 w 772
ταύτῃσι 1 w 779
τῇσιν 1 w 784
ἡμέρῃσι 2 w 791
δηλοῦται 1 w 799
εἰ 2 w 801
θανάσιμος 1 w 810
5 w 811
οὔ 1 w 813
Τοῦτον 1 w 820
ὁκόταν 2 w 827
οὕτως 1 w 832
ἔχη 1 w 835
ὧδε 1 w 839
ἰῆσθαι 1 w 845
ἐν 5 w 848
τῇσι 2 w 852
πρώτῃσι 1 w 859
τῶν 3 w 862
ἡμερέων 1 w 869
λουτροῦ 1 w 876
μὲν 2 w 879
ἀπέχεσθαι 1 w 888
ἀλείφειν 1 w 897
δὲ 5 w 899
οἴνῳ 1 w 903
καὶ 17 w 906
ἐλαίῳ 1 w 911
χλιαίνων 1 w 919
ἐς 2 w 921
κοίτην 1 w 927
καὶ 18 w 931
σιτίων 1 w 937
ἀπέχεσθαι 2 w 946
ῥοφήματα 1 w 955
δὲ 6 w 957
λεπτὰ 1 w 962
ψυχρὰ 1 w 967
διδόναι 1 w 974
οἶνον 1 w 980
δὲ 7 w 982
πινέτω 1 w 988
μέλανα 1 w 994
αὐστηρὸν 1 w 1003
ἢν 4 w 1006
ξυμφέρῃ 1 w 1013
αὐτῷ 1 w 1017
ἢν 5 w 1020
δὲ 8 w 1022
μὴ 2 w 1024
λευκὸν 1 w 1031
αὐστηρὸν 2 w 1040
ὑδαρέστερον 1 w 1052
ἢν 6 w 1055
δὲ 9 w 1057
δίψα 1 w 1061
ἰσχυρὴ 1 w 1067
πιέζῃ 1 w 1072
τοῦ 5 w 1076
ὕδατος 1 w 1082
ἀθρόον 1 w 1088
διδοὺς 1 w 1094
πίνειν 1 w 1100
κέλευε 1 w 1107
ἐξεμέειν 1 w 1115
ταῦτα 1 w 1121
δὶς 1 w 1124
9 w 1125
τρὶς 1 w 1129
ἐφεξῆς 1 w 1135
ποιήσας 1 w 1142
καὶ 19 w 1146
ὁκόταν 3 w 1152
τὸ 7 w 1154
καῦμα 2 w 1159
ἔχῃ 1 w 1162
ῥάκεα 1 w 1168
βάπτων 1 w 1174
ὕδατι 1 w 1179
ψυχρῷ 1 w 1184
προστιθέναι 1 w 1195
1 w 1197
ἂν 1 w 1199
μάλιστα 2 w 1206
φῇ 1 w 1208
καίεσθαι 1 w 1216
ἢν 7 w 1219
δὲ 10 w 1221
φρίκην 1 w 1227
ἔχῃ 2 w 1230
τὸ 8 w 1232
σῶμα 2 w 1236
ἀνιέναι 1 w 1244
τὰ 5 w 1246
ψύγματα 1 w 1253
Οὗτος 1 w 1259
ὁκόταν 4 w 1265
μάλιστα 3 w 1272
πονέῃ 1 w 1277
ὑπὸ 4 w 1281
τῆς 1 w 1284
ὀδύνης 1 w 1290
αἴφνης 1 w 1296
κινδυνεύσει 1 w 1307
τότε 1 w 1311
ἀφεῖναι 1 w 1318
τὴν 2 w 1321
ψυχήν 1 w 1326
ἀλλὰ 1 w 1331
διδόναι 2 w 1338
χρὴ 1 w 1341
αὐτῷ 2 w 1345
τῆς 2 w 1348
ὀδύνης 2 w 1354
τὰ 6 w 1356
φάρμακα 1 w 1363
μετὰ 1 w 1367
σπουδῆς 1 w 1374
τὰ 8 w 1376
αὐτὰ 1 w 1380
1 w 1381
καὶ 20 w 1384
τῷ 3 w 1386
ὑπὸ 5 w 1389
τῆς 3 w 1392
πλευρίτιδος 1 w 1403
ἐχομένῳ 1 w 1410
Ὁκόταν 2 w 1417
δὲ 11 w 1419
ἐξαναστῇ 1 w 1427
ἀνακομίζειν 1 w 1439
σιτίῳ 1 w 1444
καὶ 21 w 1447
ποτῷ 1 w 1451
καὶ 22 w 1454
λουτροῖσιν 1 w 1464
ὡς 1 w 1466
τάχιστα 1 w 1473
6 w 1475
γὰρ 2 w 1478
νοῦσος 2 w 1484
χαλεπὴ 1 w 1490
καὶ 23 w 1494
παῦροι 1 w 1500
διαφεύγουσιν 1 w 1512
40 1 w 1515
Ἄλλος 1 w 1521
τῦφος 3 w 1526
ἐπιλαμβάνει 2 w 1538
μὲν 3 w 1541
τὸ 9 w 1543
νούσημα 2 w 1550
πάσην 1 w 1555
ὤρην 1 w 1559
γίνεται 2 w 1567
δὲ 12 w 1569
δι 7 w 1571
ὑγρασίην 1 w 1580
τοῦ 6 w 1583
σώματος 1 w 1590
ὁκόταν 5 w 1597
τὰ 10 w 1599
σιτία 1 w 1604
ὑγρὰ 1 w 1608
ἐόντα 1 w 1613
καὶ 24 w 1616
τὸ 10 w 1618
ποτὸν 1 w 1623
πουλὺ 1 w 1628
αἱ 1 w 1630
σάρκες 1 w 1636
ἀναπίωσι 1 w 1644
καὶ 25 w 1647
πλαδαραὶ 1 w 1655
γίνωνται 1 w 1663
ἀπὸ 1 w 1667
τούτων 1 w 1673
τὸ 12 w 1675
νούσημα 3 w 1682
γίνεται 3 w 1689
μάλιστα 4 w 1696
Ἄρχεται 1 w 1704
οὖν 2 w 1707
8 w 1708
πυρετὸς 1 w 1715
τριταῖος 1 w 1723
11 w 1724
τεταρταῖος 1 w 1734
κατ 2 w 1737
ἀρχὰς 1 w 1743
γινόμενος 1 w 1752
καὶ 26 w 1756
πόνος 1 w 1761
ἰσχυρὸς 2 w 1768
ἐν 6 w 1770
τῇ 4 w 1772
κεφαλῇ 1 w 1778
ἐνίσταται 1 w 1787
ἐνίοτε 1 w 1794
δὲ 13 w 1797
καὶ 27 w 1800
ἐν 9 w 1802
τῷ 5 w 1804
σώματι 1 w 1810
διαλείπων 1 w 1819
καὶ 28 w 1823
ἐμέει 1 w 1828
σίαλον 1 w 1834
καὶ 29 w 1838
ἐρεύγεται 1 w 1847
πυκινὰ 1 w 1853
καὶ 30 w 1857
ἀλγέει 1 w 1863
τὰς 2 w 1866
χώρας 1 w 1871
τῶν 4 w 1874
ὀφθαλμῶν 1 w 1882
καὶ 31 w 1886
τὸ 14 w 1888
πρόσωπον 1 w 1896
ἀφύει 1 w 1901
καὶ 32 w 1905
ἐς 3 w 1907
τοὺς 1 w 1911
πόδας 1 w 1916
οἴδημα 1 w 1922
κατέρχεται 1 w 1932
ἐνίοτε 2 w 1939
δὲ 14 w 1941
καὶ 33 w 1944
ὅλον 1 w 1948
τὸ 15 w 1950
σῶμα 3 w 1954
ἀποιδέει 1 w 1962
καὶ 34 w 1966
ἐς 4 w 1968
τὰ 12 w 1970
στήθεα 1 w 1976
καὶ 35 w 1979
ἐς 5 w 1981
τὸ 16 w 1983
μετάφρενον 1 w 1993
ἐνίοτε 3 w 1999
7 w 2000
ὀδύνη 3 w 2005
τρέχει 1 w 2011
καὶ 36 w 2015
8 w 2016
γαστὴρ 2 w 2022
τετάρακται 1 w 2032
καὶ 37 w 2036
τοῖσιν 2 w 2042
ὀφθαλμοῖσιν 2 w 2053
ἐσορᾷ 1 w 2058
ἰσχυρῶς 1 w 2065
καὶ 38 w 2069
τὸ 17 w 2071
σίαλον 2 w 2077
ἀποπτύει 1 w 2085
πολλὸν 1 w 2091
καὶ 39 w 2094
ἀφρῶδες 1 w 2101
καὶ 40 w 2105
ἐν 12 w 2107
τῇ 5 w 2109
φάρυγγι 1 w 2116
δοκέει 1 w 2122
ἐνέχεσθαι 1 w 2131
καὶ 41 w 2135
κέρχνει 1 w 2142
αὐτόν 1 w 2147
πολλάκις 1 w 2156
δὲ 15 w 2158
καὶ 42 w 2161
φλεγμαίνει 1 w 2171
9 w 2172
φάρυγξ 1 w 2178
Τοῦτον 2 w 2185
ὁκόταν 6 w 2191
οὕτως 2 w 2196
11 w 2197
πόνος 2 w 2202
πιέζῃ 2 w 2207
ἔστιν 1 w 2213
ὅτε 1 w 2216
καὶ 43 w 2219
ὀρθοπνοίη 1 w 2228
ἰσχυρὴ 2 w 2234
ἐμπίπτει 1 w 2242
καὶ 44 w 2246
πολλάκις 2 w 2254
ἐξαπίνης 1 w 2262
ὑπὸ 6 w 2265
τοῦ 7 w 2268
πόνου 2 w 2273
τὴν 3 w 2276
ψυχὴν 2 w 2281
ἀφῆκεν 1 w 2287
ἐν 14 w 2289
ἑπτὰ 2 w 2293
ἡμέρῃσιν 2 w 2301
12 w 2302
ἐν 15 w 2304
δεκατέσσαρσι 2 w 2316
πολλοὶ 2 w 2323
δὲ 16 w 2325
διαφέρουσι 1 w 2335
καὶ 45 w 2338
ἕως 1 w 2341
τῶν 5 w 2344
εἰκοσιτεσσάρων 1 w 2358
ἡμερέων 2 w 2365
Πολλάκις 1 w 2374
δὲ 17 w 2376
καὶ 46 w 2379
ἐξαπίνης 2 w 2387
11 w 2388
νοῦσος 3 w 2394
ἀνῆκε 1 w 2399
καὶ 47 w 2403
δοκέει 2 w 2409
ὑγιὴς 2 w 2414
εἶναι 1 w 2419
ἀλλὰ 2 w 2424
φυλάσσεσθαι 1 w 2435
χρὴ 2 w 2438
ἄχρις 1 w 2444
ἂν 2 w 2446
αἱ 2 w 2448
τέσσαρες 1 w 2456
καὶ 48 w 2459
εἴκοσιν 1 w 2466
ἡμέραι 1 w 2472
παρέλθωσιν 1 w 2482
ἢν 8 w 2485
γὰρ 3 w 2488
ταύτας 2 w 2494
διαφύγῃ 1 w 2501
οὐ 4 w 2504
μάλα 1 w 2508
θνήσκει 2 w 2515
Τούτῳ 2 w 2521
ὁκόταν 7 w 2528
ὧδε 2 w 2531
ἔχῃ 3 w 2534
ἐν 16 w 2537
τῇσι 3 w 2541
πρώτῃσι 2 w 2548
τῶν 6 w 2551
ἡμερέων 3 w 2558
χρὴ 3 w 2561
ῥόφημα 1 w 2567
διδόναι 3 w 2574
ἄλητον 1 w 2580
κάθεφθον 1 w 2588
μέλι 1 w 2593
λεπτὸν 1 w 2599
παραχέων 1 w 2607
πίνειν 2 w 2614
δὲ 18 w 2616
διδόναι 4 w 2623
μέλανα 2 w 2629
οἶνον 2 w 2634
κατ 5 w 2637
ὀλίγον 1 w 2644
ὅκως 1 w 2649
ἂν 3 w 2651
βούληται 1 w 2659
κεκρημένον 1 w 2669
σιτία 2 w 2675
δὲ 19 w 2677
μὴ 3 w 2679
προσφέρειν 1 w 2689
πρὶν 1 w 2694
ἂν 4 w 2696
αἱ 3 w 2698
ἡμέραι 2 w 2704
παρέλθωσι 2 w 2713
κουλύποδας 1 w 2724
δὲ 20 w 2726
ἐν 17 w 2728
οἴνῳ 2 w 2732
ἑφθοὺς 1 w 2738
διδόναι 5 w 2745
ἐσθίειν 1 w 2752
καὶ 49 w 2756
τὸν 6 w 2759
ζωμὸν 1 w 2764
ῥοφάνειν 1 w 2772
καὶ 50 w 2776
ῥαφανῖδας 1 w 2785
τρώγειν 1 w 2792
πολλάς 1 w 2798
καὶ 51 w 2802
καρδάμου 1 w 2810
καρπὸν 1 w 2816
φώσας 1 w 2821
ἀλέσαι 1 w 2828
καὶ 52 w 2831
σῆσαι 1 w 2836
λεπτά 1 w 2841
ἔπειτα 1 w 2848
ἐπ 5 w 2850
οἶνον 3 w 2856
ἐπιβαλὼν 1 w 2864
μέλανα 3 w 2870
στρυφνὸν 1 w 2878
καὶ 53 w 2881
ἄλφιτα 1 w 2887
λεπτὰ 2 w 2892
ὀλίγα 1 w 2897
διδόναι 6 w 2904
πίνειν 3 w 2910
ἕωθεν 1 w 2915
λουτροῦ 2 w 2923
δὲ 21 w 2925
ἀπεχέσθω 1 w 2933
μέχρις 1 w 2940
ἂν 5 w 2942
αἱ 4 w 2944
ἡμέραι 3 w 2950
παρέλθωσιν 2 w 2960
οἴνῳ 3 w 2965
δὲ 22 w 2967
καὶ 54 w 2970
ἐλαίῳ 2 w 2975
χλιήνας 1 w 2982
ἀλείφειν 2 w 2990
ἐς 6 w 2992
κοίτην 2 w 2998
καὶ 55 w 3001
ἐκμάσσειν 1 w 3010
καὶ 56 w 3014
γλυκυσίδης 1 w 3024
καρποῦ 1 w 3030
δέκα 1 w 3034
κόκκους 1 w 3041
ἑψῶν 1 w 3045
ἐν 18 w 3047
οἴνῳ 4 w 3051
μέλανι 1 w 3057
διδόναι 7 w 3065
πίνειν 4 w 3071
καὶ 57 w 3075
γογγυλίδας 1 w 3085
διέφθους 1 w 3093
ποιέων 1 w 3099
ῥοφανέτω 1 w 3107
τοῦ 8 w 3110
χυλοῦ 1 w 3115
ἀρτύσας 1 w 3123
τυρῷ 1 w 3127
ἀνάλτῳ 1 w 3133
καὶ 58 w 3136
μήκωνι 1 w 3142
καὶ 59 w 3145
ἁλὶ 1 w 3148
καὶ 60 w 3151
ἐλαίῳ 3 w 3156
καὶ 61 w 3159
σιλφίῳ 1 w 3165
καὶ 62 w 3168
ὄξει 1 w 3172
Ἢν 1 w 3175
δὲ 23 w 3177
καὶ 63 w 3180
φάρμακον 1 w 3188
βούλῃ 1 w 3193
πῖσαι 1 w 3198
τοῦ 9 w 3202
κνιδίου 1 w 3209
κόκκου 2 w 3215
πῖσαι 2 w 3220
καὶ 64 w 3224
μετὰ 2 w 3228
τὴν 4 w 3231
κάθαρσιν 1 w 3239
ἀλεύρου 1 w 3246
ἑφθοῦ 1 w 3251
καὶ 65 w 3254
λιπαροῦ 1 w 3261
δοῦναι 1 w 3267
δύο 1 w 3270
τρυβλία 1 w 3277
ἐκροφέειν 1 w 3286
οἶνον 4 w 3292
δὲ 24 w 3294
πινέτω 2 w 3300
τὸν 7 w 3303
αὐτόν 2 w 3308
Τούτων 1 w 3315
τῶν 7 w 3318
φαρμάκων 1 w 3326
καὶ 66 w 3329
ῥοφημάτων 1 w 3338
καὶ 67 w 3341
ποτῶν 1 w 3346
5 w 3347
τι 10 w 3349
ἂν 6 w 3351
διδῷς 1 w 3356
ὀνήσεις 1 w 3363
ἤν 3 w 3366
τε 14 w 3368
κατὰ 1 w 3372
ἓν 1 w 3374
τε 15 w 3377
κατὰ 2 w 3381
πλείω 1 w 3386
προσφέρῃς 1 w 3395
καὶ 68 w 3399
οὕτω 3 w 3403
τάχιστα 2 w 3410
ὑγιέα 1 w 3415
ποιήσεις 1 w 3423
16 w 3425
δὲ 25 w 3427
νοῦσος 4 w 3433
χαλεπὴ 2 w 3439
καὶ 69 w 3443
παῦροι 2 w 3449
διαφυγγάνουσιν 1 w 3463
41 1 w 3466
Ἄλλος 2 w 3472
τῦφος 4 w 3477
γίνεται 4 w 3485
μὲν 4 w 3488
καὶ 70 w 3491
οὗτος 1 w 3496
διὰ 1 w 3499
τόδε 1 w 3503
ὁκόταν 8 w 3510
17 w 3511
χολὴ 1 w 3515
σαπεῖσα 1 w 3522
μιγῇ 1 w 3526
τῷ 6 w 3528
αἵματι 1 w 3534
ἀνὰ 2 w 3537
τὰς 3 w 3540
φλέβας 1 w 3546
καὶ 71 w 3549
τὰ 19 w 3551
ἄρθρα 1 w 3556
καὶ 72 w 3560
ὁκόταν 9 w 3566
στῇ 2 w 3569
οἴδημα 2 w 3576
ἀνίσταται 1 w 3585
μάλιστα 5 w 3592
μὲν 5 w 3595
ἐν 19 w 3597
τοῖσιν 3 w 3603
ἄρθροισι 1 w 3611
καὶ 73 w 3614
καταστηρίζεται 1 w 3628
ἐνίοτε 4 w 3635
δὲ 26 w 3637
καὶ 74 w 3640
ἐς 7 w 3642
τὸ 21 w 3644
ἄλλο 1 w 3648
πᾶν 1 w 3651
σῶμα 4 w 3655
καὶ 75 w 3659
ὀδύνας 1 w 3665
παρέχει 1 w 3672
ὀξείας 1 w 3678
καὶ 76 w 3682
οἱ 1 w 3684
πολλοὶ 3 w 3690
ἐκ 4 w 3692
ταύτης 1 w 3698
τῆς 4 w 3701
νούσου 1 w 3707
χωλοὶ 1 w 3712
γίνονται 1 w 3720
ὁκόταν 10 w 3727
ἀποληφθεῖσα 1 w 3738
ἐν 21 w 3740
τοῖσιν 4 w 3746
ἄρθροισιν 1 w 3755
18 w 3756
χολὴ 2 w 3760
πωρωθῇ 1 w 3766
19 w 3768
δὲ 27 w 3770
ὀδύνη 4 w 3775
διαλείπουσα 1 w 3786
ἐπιλαμβάνει 3 w 3797
καὶ 77 w 3800
διὰ 2 w 3803
τριῶν 1 w 3808
ἡμερέων 4 w 3815
καὶ 78 w 3818
διὰ 3 w 3821
τεσσάρων 2 w 3829
Τοῦτον 3 w 3836
ὁκόταν 11 w 3843
ὧδε 3 w 3846
ἔχῃ 4 w 3849
μελετῇν 1 w 3857
οὕτως 3 w 3862
ὁκόταν 12 w 3869
μὲν 6 w 3872
21 w 3873
ὀδύνη 5 w 3878
ἕνῃ 1 w 3881
ἐν 22 w 3883
τῷ 7 w 3885
σώματι 2 w 3892
χλιάσματα 1 w 3902
χρὴ 4 w 3905
ποιέειν 1 w 3912
καὶ 79 w 3915
προστιθέναι 2 w 3926
ἐλαίῳ 4 w 3932
ὁπαλείψας 1 w 3941
ὁκόταν 13 w 3948
δὲ 28 w 3950
ἀνῇ 1 w 3953
δοῦναι 2 w 3960
αὐτῷ 3 w 3964
ἐλλέβορον 1 w 3973
πυριήσας 1 w 3981
πρόσθεν 1 w 3988
ἅπαν 1 w 3992
τὸ 22 w 3994
σῶμα 5 w 3998
τῇ 9 w 4001
δὲ 29 w 4003
ὑστεραίῃ 1 w 4011
ὀῤῥὸν 1 w 4016
αἰγὸς 1 w 4021
ἑψήσας 1 w 4027
δοῦναι 3 w 4034
πιεῖν 1 w 4039
δύο 2 w 4042
χοέας 1 w 4047
παρὰ 1 w 4052
τὸν 8 w 4055
ἕτερον 1 w 4061
χοέα 2 w 4065
μέλι 2 w 4069
παραχέας 1 w 4077
παρὰ 2 w 4082
δὲ 30 w 4084
τὸν 9 w 4087
ἕτερον 2 w 4093
ἅλας 1 w 4097
παραβαλών 1 w 4106
εἶτα 1 w 4111
κύλικα 1 w 4117
παρὰ 3 w 4121
κύλικα 2 w 4127
παραλλάσσων 1 w 4138
πινέτω 3 w 4144
ἕως 2 w 4147
ἂν 7 w 4149
ἐκπίῃ 1 w 4154
ἅπαν 2 w 4158
ἐς 8 w 4161
ἑσπέρην 1 w 4168
δὲ 31 w 4170
μετὰ 3 w 4174
τὴν 5 w 4177
κάθαρσιν 2 w 4185
φακῆς 1 w 4190
τρυβλίον 1 w 4198
ῥοφεέτω 1 w 4205
καὶ 80 w 4209
τεύτλων 1 w 4216
τρυβλίον 2 w 4224
λιπαρῶν 1 w 4231
ἄλφιτα 2 w 4237
παραπάσας 1 w 4246
ἐκπιέτω 1 w 4253
καὶ 81 w 4257
νεοσσοῦ 1 w 4264
ἀλεκτορίδος 1 w 4275
κρέας 1 w 4280
14 w 4281
τρυγόνος 1 w 4289
15 w 4290
ὄϊος 1 w 4294
16 w 4295
ὑὸς 1 w 4298
πίονος 1 w 4304
τρωγέτω 1 w 4311
Τὸν 1 w 4315
δὲ 32 w 4317
ἐλλέβορον 2 w 4326
δι 23 w 4328
ἕκτης 1 w 4334
ἡμέρης 1 w 4340
διδόναι 8 w 4347
καὶ 82 w 4351
ἤν 4 w 4353
κου 4 w 4356
τῶν 9 w 4359
ἄρθρων 1 w 4365
ἀποιδίσκηται 1 w 4377
καὶ 83 w 4380
μὴ 4 w 4382
θέλῃ 1 w 4386
ἀφίστασθαι 1 w 4396
σικύην 1 w 4403
προσβαλὼν 1 w 4412
ἀφαιρέειν 1 w 4421
τοῦ 10 w 4424
αἵματος 1 w 4431
κατακεντῶν 1 w 4442
ἀκίδι 1 w 4447
τριγώνῳ 1 w 4454
ἐς 9 w 4456
τὰ 21 w 4458
γούνατα 1 w 4465
ἢν 9 w 4468
ἐν 23 w 4470
τοῖσι 5 w 4475
γούνασιν 1 w 4483
ἐνῇ 1 w 4486
τὸ 25 w 4488
οἴδημα 3 w 4494
τῶν 11 w 4498
δὲ 33 w 4500
ἄλλων 1 w 4505
ἄρθρων 2 w 4511
μηδὲν 1 w 4516
κεντριώσῃς 1 w 4526
Τὰς 1 w 4530
δὲ 35 w 4532
μεταξὺ 1 w 4538
τῶν 12 w 4541
ἡμερέων 5 w 4548
σιτίον 1 w 4554
προσφερέσθω 1 w 4565
ἄρτον 1 w 4570
μὲν 7 w 4573
ὡς 2 w 4575
ὀπτότατον 1 w 4584
μᾶζαν 1 w 4590
δὲ 36 w 4592
ψαιστὴν 1 w 4599
ὡς 3 w 4601
μάλιστα 6 w 4608
ὄψον 1 w 4613
δὲ 37 w 4615
ἐχέτω 1 w 4620
μάλιστα 7 w 4627
μὲν 8 w 4630
ὄρνιθα 1 w 4636
ὀπτὴν 1 w 4641
ἄναλτον 1 w 4648
εἰ 4 w 4651
δὲ 38 w 4653
μὴ 5 w 4655
καὶ 84 w 4659
ἑφθὴν 1 w 4664
ἐζωμευμένην 1 w 4676
πλὴν 1 w 4681
ἄνευ 1 w 4685
τυροῦ 1 w 4690
καὶ 85 w 4693
σησάμου 1 w 4700
καὶ 86 w 4703
ἁλός 1 w 4707
ἰχθύσι 1 w 4714
δὲ 39 w 4716
χρεέσθω 1 w 4723
τοῖσι 6 w 4728
σαρκωδεστάτοισιν 1 w 4744
ὀπτοῖσι 1 w 4752
δὲ 40 w 4754
τὸν 10 w 4757
αὐτὸν 4 w 4762
τρόπον 1 w 4768
τοῖσι 8 w 4773
κρέασιν 1 w 4780
18 w 4782
ἑψῶν 2 w 4786
δι 26 w 4788
ὀριγάνου 1 w 4797
παστὰ 1 w 4802
ἐλαίῳ 5 w 4808
αὐτὰ 2 w 4812
ὑποχρίσας 1 w 4821
οἶνον 5 w 4827
δὲ 41 w 4829
πινέτω 4 w 4835
λευκὸν 2 w 4841
ἢν 10 w 4844
ξυμφέρῃ 2 w 4851
εἰ 5 w 4854
δὲ 42 w 4856
μὴ 6 w 4858
μέλανα 4 w 4865
καὶ 87 w 4869
ἐν 25 w 4871
περιόδοισι 1 w 4881
ταλαιπωρεέτω 1 w 4893
δι 27 w 4895
ἡμέρης 2 w 4902
καὶ 88 w 4905
μετὰ 4 w 4909
τὸ 28 w 4911
δεῖπνον 1 w 4918
καὶ 89 w 4921
ὄρθριος 1 w 4928
ὀῤῥὸν 2 w 4934
δὲ 43 w 4936
καὶ 90 w 4939
γάλα 1 w 4943
τὴν 8 w 4946
ὥρην 1 w 4950
πινέτω 5 w 4956
αἰεί 1 w 4960
ἢν 11 w 4963
δέ 3 w 4965
σοι 1 w 4968
δοκέῃ 1 w 4973
καὶ 91 w 4977
ὄνειον 1 w 4983
γάλα 2 w 4987
διδόναι 9 w 4994
ἀφεψήσας 1 w 5002
Καὶ 1 w 5006
ἢν 12 w 5008
ὑγιὴς 3 w 5013
γένηται 1 w 5020
ἐν 26 w 5023
φυλακῇ 1 w 5029
αὐτὸν 5 w 5034
εἶναι 2 w 5039
τοῦ 11 w 5042
ψύχεος 1 w 5048
καὶ 92 w 5051
τοῦ 12 w 5054
πνίγεος 1 w 5061
καὶ 93 w 5065
τῶν 13 w 5068
σιτίων 2 w 5074
μὴ 7 w 5076
λίην 1 w 5080
ἐμπιπλάσθω 1 w 5090
κίνδυνος 1 w 5099
γὰρ 4 w 5102
αὖθις 1 w 5107
ὑποτροπιάσαι 1 w 5119
τὴν 9 w 5122
νοῦσον 1 w 5128
Αὅτη 1 w 5133
τοιγαροῦν 1 w 5142
25 w 5143
νοῦσος 5 w 5149
οὕτω 5 w 5153
θεραπευομένη 1 w 5165
ἐν 27 w 5167
ἓξ 1 w 5169
μησὶν 1 w 5174
ὑγιὴς 4 w 5179
γίνεται 5 w 5186
οὗτοι 1 w 5192
γὰρ 5 w 5195
κρίνουσιν 1 w 5204
ἤν 5 w 5207
τε 22 w 5209
θανάσιμος 2 w 5218
ἤν 6 w 5221
τε 23 w 5223
μὴ 8 w 5225
ἢν 13 w 5228
καὶ 94 w 5231
παραχρῆμα 1 w 5240
θεραπεύηται 1 w 5251
πλὴν 2 w 5256
26 w 5257
νοῦσος 6 w 5263
χαλεπὴ 3 w 5269
καὶ 95 w 5273
τοῖσι 9 w 5278
πλείστοισι 1 w 5288
συναποθνήσκει 1 w 5301
42 1 w 5304
Ἄλλος 3 w 5310
τῦφος 5 w 5315
γίνεται 6 w 5323
μὲν 9 w 5326
τὸ 30 w 5328
νούσημα 4 w 5335
ἐν 28 w 5337
ὀπώρης 1 w 5343
καιρῷ 1 w 5348
ὁκόταν 14 w 5355
τις 4 w 5358
πλησθῇ 1 w 5364
παντοίης 1 w 5372
ὀπώρης 2 w 5378
Τοῖσι 1 w 5384
δὲ 44 w 5386
πολλοῖσι 1 w 5394
καὶ 96 w 5397
ἀπὸ 2 w 5400
τῶνδε 1 w 5405
ἐγένετο 1 w 5412
τὸ 31 w 5414
νόσημα 1 w 5420
φαγόντες 1 w 5429
πλακοῦντος 1 w 5439
καὶ 97 w 5442
σησάμης 1 w 5449
καὶ 98 w 5452
τῶν 15 w 5455
ἄλλων 2 w 5460
μελιτωθέντων 1 w 5472
ἀπλήστως 1 w 5480
Τὸ 2 w 5483
γὰρ 6 w 5486
μέλι 3 w 5490
τὸ 32 w 5492
ἑφθὸν 1 w 5497
καυματῶδές 1 w 5507
ἐστι 1 w 5511
καὶ 99 w 5514
προσπλάσσεται 1 w 5527
τῇ 10 w 5529
κοιλίῃ 1 w 5535
ἔπειτα 2 w 5542
ὁκόταν 15 w 5548
καθεψηθῇ 1 w 5556
ἐν 29 w 5558
τῇ 11 w 5560
κοιλίῃ 2 w 5566
ἀναζέεται 1 w 5576
καὶ 100 w 5580
ἐξαπίνης 3 w 5588
27 w 5589
γαστὴρ 3 w 5595
ἀείρεται 1 w 5603
καὶ 101 w 5606
πίμπραται 1 w 5615
καὶ 102 w 5619
δοκέει 3 w 5625
διαῤῥήσσεσθαι 1 w 5638
ἔπειτα 3 w 5645
δὲ 45 w 5647
ἐξαπίνης 4 w 5655
διάῤῥοια 1 w 5663
ἐπεγένετο 1 w 5672
καὶ 103 w 5676
ὁκόταν 16 w 5682
ἅπαξ 1 w 5686
ἄρξηται 1 w 5693
χωρέειν 1 w 5700
πολλὰς 1 w 5707
ἡμέρας 1 w 5713
καθαίρεται 1 w 5723
καὶ 104 w 5727
πολλοὶ 4 w 5733
μετὰ 5 w 5737
ταύτην 1 w 5743
τὴν 10 w 5746
κάθαρσιν 3 w 5754
ὑγιέες 1 w 5760
ἐγένοντο 1 w 5768
Ὁκόταν 3 w 5775
οὖν 3 w 5778
παύσηται 1 w 5786
αὐτόματος 1 w 5795
καθαιρόμενος 1 w 5807
φακῶν 1 w 5813
χυμοῦ 1 w 5818
ἀναγκάσαι 1 w 5827
αὐτὸν 6 w 5832
ἐκπιεῖν 1 w 5839
τρία 1 w 5843
ἡμίχοα 1 w 5849
ἅλας 2 w 5854
παραβάλλων 1 w 5864
μετὰ 6 w 5869
δὲ 46 w 5871
τὴν 11 w 5874
κάθαρσιν 4 w 5882
τοῦ 13 w 5885
χυμοῦ 2 w 5890
ἐς 10 w 5892
ἑσπέρην 2 w 5899
φακῆς 2 w 5905
τρυβλίον 3 w 5913
ῥοφεέτω 2 w 5920
ψυχρῆς 1 w 5926
ἀνάλτου 1 w 5933
σίλφιον 1 w 5941
δὲ 47 w 5943
ἐπιξύσθω 1 w 5951
πουλὺ 2 w 5956
καὶ 105 w 5960
τεύτλου 1 w 5967
τρυβλίον 4 w 5975
ἀνηδύντου 1 w 5984
λιπαροῦ 2 w 5991
ἄλφιτα 3 w 5998
παραπάσσων 1 w 6008
φαγέτω 1 w 6014
οἶνον 6 w 6020
δὲ 48 w 6022
πινέτω 6 w 6028
μέλανα 5 w 6034
αὐστηρὸν 3 w 6042
κατ 10 w 6045
ὀλίγον 2 w 6052
Τὸ 3 w 6055
δὲ 49 w 6057
λοιπὸν 1 w 6063
τοῦ 14 w 6066
χρόνου 1 w 6072
τὰ 27 w 6074
αὐτὰ 3 w 6078
ποιεέτω 1 w 6085
καὶ 106 w 6089
σῖτα 1 w 6093
προσφερέσθω 2 w 6104
ἄρτον 2 w 6109
ἔξοπτον 1 w 6116
μᾶζάν 1 w 6122
τε 26 w 6124
ψαιστὴν 2 w 6131
ὡς 4 w 6133
μάλιστα 8 w 6140
τὰς 4 w 6144
δὲ 50 w 6146
πρώτας 1 w 6152
τῶν 16 w 6155
ἡμερέων 6 w 6162
ἄλευρον 1 w 6169
φαγέτω-κάθεφθον 1 w 6184
ἀποψύχων 1 w 6193
καὶ 107 w 6196
μέλι 4 w 6200
παραχέων 2 w 6208
οἶνον 7 w 6214
δὲ 51 w 6216
πινέτω 7 w 6222
μἔλανα 1 w 6228
στρυφνὸν 2 w 6236
ἕως 3 w 6240
ἂν 8 w 6242
καταστῇ 1 w 6249
31 w 6250
νοῦσος 7 w 6256
ταῦτα 2 w 6262
προσφερέσθω 3 w 6273
4 w 6275
δὲ 52 w 6277
ὑπὸ 7 w 6280
τῆς 5 w 6283
ὀπώρης 3 w 6289
ληφθεὶς 1 w 6296
τῇ 13 w 6298
νούσῳ 1 w 6303
φῦσαν 1 w 6308
παρέχει 2 w 6315
καὶ 108 w 6318
στρόφον 1 w 6325
καὶ 109 w 6328
ὀδύνην 1 w 6334
καὶ 110 w 6338
τὰ 30 w 6340
σιτία 3 w 6345
οὐκ 1 w 6348
ἐθέλει 1 w 6354
διαχωρέειν 1 w 6364
καὶ 111 w 6368
32 w 6369
γαστὴρ 4 w 6375
μεγάλη 1 w 6381
καὶ 112 w 6384
σκληρὴ 1 w 6390
αὐτοῦ 1 w 6395
ἐστι 2 w 6399
καὶ 113 w 6403
ῥῖγος 1 w 6408
καὶ 114 w 6411
πυρετὸς 2 w 6418
ἔχει 1 w 6422
Τούτῳ 3 w 6428
ἢν 14 w 6430
μὲν 10 w 6433
αὐτομάτη 1 w 6441
ταραχθῇ 1 w 6448
33 w 6449
κοιλίη 1 w 6455
ἐν 30 w 6458
εἴκοσιν 2 w 6465
ἡμέρῃσι 4 w 6472
τὸ 35 w 6474
ἐλάχιστον 1 w 6483
καθαίρεται 2 w 6493
καὶ 115 w 6497
ὁκόταν 17 w 6503
παύσηται 2 w 6511
καθαιρόμενος 2 w 6523
ὑγιὴς 5 w 6529
παραχρῆμα 2 w 6538
ἔσται 2 w 6543
ἢν 15 w 6546
δὲ 53 w 6548
μὴ 9 w 6550
αὐτομάτη 2 w 6558
ταραχθῇ 2 w 6565
καθαίρειν 1 w 6575
αὐτὸν 7 w 6580
τῷ 9 w 6582
τοῦ 16 w 6585
ἱππόφεω 1 w 6592
ὀπῷ 1 w 6595
25 w 6596
τῷ 10 w 6598
κνιδίῳ 1 w 6604
κόκκῳ 1 w 6609
ἐς 11 w 6612
ἑσπέρην 3 w 6619
δὲ 54 w 6621
ταῦτα 3 w 6626
διδόναι 10 w 6633
2 w 6634
καὶ 116 w 6637
τῷ 11 w 6639
αὐτομάτῳ 1 w 6647
καθαιρομένῳ 1 w 6658
τῇ 14 w 6661
δ 161 w 6662
ὑστεραίῃ 2 w 6671
ἢν 16 w 6674
μὲν 11 w 6677
πορετὸς 1 w 6684
ἔχῃ 5 w 6687
ἡσυχίην 1 w 6695
ἐχέτω 2 w 6700
διδόναι 11 w 6708
δὲ 55 w 6710
αὐτῷ 4 w 6714
πίνειν 5 w 6720
τοῦ 17 w 6723
αὐτοῦ 2 w 6728
οἴνου 1 w 6733
ὡς 5 w 6735
ἐν 31 w 6737
ψυχροτάτῳ 1 w 6746
ὕδατι 2 w 6751
ἢν 17 w 6754
δὲ 56 w 6756
μὴ 10 w 6758
ἔχῃ 6 w 6761
πυρετὸς 3 w 6768
διαιτήσθω 1 w 6778
δίαιταν 1 w 6785
μὴ 11 w 6787
ὑγρὴν 1 w 6792
ἀλλ 3 w 6796
ἰσχυροτέρην 1 w 6808
καὶ 117 w 6812
περιπατεέτω 1 w 6823
πρὸς 1 w 6827
τὰ 31 w 6829
σιτία 4 w 6834
τεκμαιρόμενος 1 w 6847
Ὑπὸ 1 w 6851
τουτέου 1 w 6858
τοῦ 19 w 6861
νοσήματος 1 w 6870
πολλοῖσιν 1 w 6879
ἤδη 1 w 6882
ὕδερος 1 w 6888
ἐξεγένετο 1 w 6897
καὶ 118 w 6901
ἢν 18 w 6903
δοκέῃ 2 w 6908
σοι 2 w 6911
κλύζειν 1 w 6918
τοῖσιν 5 w 6925
αὐτοῖσι 1 w 6932
κλύσον 1 w 6938
οἷσι 1 w 6942
καὶ 119 w 6945
τὸν 15 w 6948
ὑδεριῶντα 1 w 6957
Ἢν 2 w 6960
δὲ 57 w 6962
βούλῃ 2 w 6967
τοισίδε 1 w 6975
κλύζειν 2 w 6982
ἐν 32 w 6985
μελικρήτου 1 w 6995
κοτύλῃ 1 w 7001
ποίην 1 w 7006
θαψίης 1 w 7012
ἐγξύσαι 1 w 7019
εἶτα 2 w 7024
οὕτως 4 w 7029
ἐγκλύσαι 1 w 7037
Οὗτος 2 w 7043
οὕτω 7 w 7047
θεραπευόμενος 1 w 7060
τάχιστα 3 w 7067
ὑγιὴς 6 w 7072
ἔσται 3 w 7077