Scaife ATLAS

CTS Library / De articulis

De articulis (51-55)

urn:cts:greekLit:tlg0627.tlg010.1st1K-grc1:51-55
Refs {'start': {'reference': '51', 'human_reference': 'Chapter 51'}, 'end': {'reference': '55', 'human_reference': 'Chapter 55'}}
Ancestors []
Children []
prev
plain textXML
next

51. Ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ, ἐκπίπτει δὲ κατὰ
τέσσαρας τρόπους, ἐς μὲν τὸ ἔσω πλειστάκις, ἐς δὲ τὸ ἔξω
τῶν ἄλλων πλειστάκις· ἐς δὲ τὸ ὄπισθεν καὶ τὸ ἔμπροσθεν ἐκπίπτει
μὲν, ὀλιγάκις δέ· οἷσι μὲν οὖν ἂν ἐκβῇ ἐς τὸ ἔσω, μακρότερον
τὸ σκέλος φαίνεται, παραβαλλόμενον πρὸς τὸ ἕτερον, διὰ δισσὰς
προφάσιας εἰκότως· ἐπί τε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πεφυκὸς ὀστέον,
τὸ ἄνω φερόμενον πρὸς τὸν κτένα, ἐπὶ τοῦτο ἐπίβασις τῆς κεφαλῆς
τοῦ μηροῦ γίνεται, καὶ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης
ὀχέεται. Ἔξωθέν τε αὖ γλουτὸς κοῖλος φαίνεται, ἅτε ἔσω ῥεψάσης
τῆς κεφαλῆς τοῦ μηροῦ, τό τε αὖ κατὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον
ἀναγκάζεται ἔξω ῥέπειν, καὶ κνήμη καὶ ποὺς ὡσαύτως. Ἅτε
οὖν ἔξω ῥέποντος τοῦ ποδὸς, οἱ ἰητροὶ δι ἀπειρίην τὸν ὑγιέα πόδα
πρὸς τοῦτον προσίσχουσιν, ἀλλ οὐ τοῦτον πρὸς τὸν ὑγιέα· διὰ
τοῦτο πουλὺ μακρότερον φαίνεται τὸ σιναρὸν τοῦ ὑγιέος· πολλαχῆ δὲ

226
καὶ ἄλλῃ τὰ τοιαῦτα παραξύνεσιν ἔχει. Οὐ μὴν οὐδὲ ξυγκάμπτειν
δύνανται κατὰ τὸν βουβῶνα ὁμοίως τῷ ὑγιέϊ· ἀτὰρ καὶ ψαυομένη
κεφαλὴ τοῦ μηροῦ κατὰ τὸν περίνεον ὑπερογκέουσα εὔδηλός
ἐστιν. Τὰ μὲν οὖν σημήϊα ταῦτά ἐστιν, οἷσιν ἂν ἔσω ἐκπεπτώκῃ
μηρός.

52. Οἷσι μὲν ἂν οὖν ἐκπεσὼν μὴ ἐμπέσῃ, ἀλλὰ καταπορηθῇ
καὶ ἀμεληθῇ, τε ὁδοιπορίη περιφοράδην τοῦ σκέλεος ὥσπερ τοῖσι
βουσὶ γίνεται, καὶ ὄχησις πλείστη αὐτέοισιν ἐπὶ τοῦ ὑγιέος
σκέλεός ἐστιν. Καὶ ἀναγκάζονται κατὰ τὸν κενεῶνα καὶ κατὰ
τὸ ἄρθρον τὸ ἐκπεπτωκὸς κοῖλοι καὶ σκολιοὶ εἶναι· κατὰ δὲ
τὸ ὑγιὲς ἐς τὸ ἔξω γλουτὸς ἀναγκάζεται περιφερὴς εἶναι· εἰ γάρ τις
ἔξω τῷ ποδὶ τοῦ ὑγιέος σκέλεος βαίνοι, ἀπωθοίη ἂν τὸ σῶμα τὸ ἄλλο
ἐς τὸ σιναρὸν σκέλος τὴν ὄχησιν ποιέεσθαι· τὸ δὲ σιναρὸν οὐκ ἂν
δύναιτο ὀχέειν· πῶς γάρ; ἀναγκάζεται οὖν οὕτω κατὰ τοῦ ὑγιέος
σκέλεος τῷ ποδὶ ἔσω βαίνειν, ἀλλὰ μὴ ἔξω· οὕτω γὰρ ὀχέει μάλιστα
τὸ σκέλος τὸ ὑγιὲς, καὶ τὸ ἑωυτοῦ μέρος τοῦ σώματος, καὶ τὸ
τοῦ σιναροῦ σκέλεος μέρος. Κοιλαινόμενοι δὲ κατὰ τὸν κενεῶνα καὶ κατὰ
τὰ ἄρθρα, μικροὶ φαίνονται, καὶ τῷ ξύλῳ ἀναγκάζονται ἀντερείδεσθαι
πλάγιοι κατὰ τὸ ὑγιὲς σκέλος· δέονται γὰρ ἀντικοντώσιος ταύτῃ·

228
ἐπὶ τοῦτο γὰρ οἱ γλουτοὶ ῥέπουσι, καὶ τὸ ἄχθος τοῦ σώματος ὀχέεται
ἐπὶ τοῦτο. Ἀναγκάζονται δὲ καὶ ἐπικύπτειν· τὴν γὰρ χεῖρα
τὴν κατὰ τὸ σκέλος τὸ σιναρὸν ἀναγκάζονται κατὰ πλάγιον τὸν
μηρὸν ἐρείδειν· οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχέειν τὸ σῶμα
ἐν τῇ μεταλλαγῇ τῶν σκελέων, ἢν μὴ κατέχηται πρὸς τὴν γῆν
πιεζόμενον. Ἐν τούτοισιν οὖν τοῖσι σχήμασιν ἀναγκάζονται ἐσχηματίσθαι,
οἷσιν ἂν ἔσω ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέσῃ, οὐ προβουλεύσαντος
τοῦ ἀνθρώπου, ὅκως ἂν ῥήϊστα ἐσχηματισμένον ἔῃ,
ἀλλ αὐτὴ ξυμφορὴ διδάσκει ἐκ τῶν παρεόντων τὰ ῥήϊστα αἱρέεσθαι.
Ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ κνήμῃ οὐ κάρτα δύνανται
ἐπιβαίνειν τῷ σκέλεϊ, πάντες, καὶ οἱ νήπιοι, οὕτως ὁδοιπορέουσιν·
ἔξω γὰρ βαίνουσι τῷ σιναρῷ σκέλεϊ· καὶ δισσὰ κερδαίνουσι,
δισσῶν γὰρ δέονται· τό τε γὰρ σῶμα οὐκ ὀχέεται ὁμοίως ἐπὶ
τοῦ ἔξω ἀποβαινομένου, ὥσπερ ἐπὶ τοῦ εἴσω· οὐδὲ γὰρ κατ
ἰθυωρίην αὐτῷ γίνεται τὸ ἄχθος, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τοῦ ὑποβαινομένου·
κατ ἰθυωρίην γὰρ αὐτῷ γίνεται τὸ ἄχθος ἔν τε αὐτῇ
τῇ ὁδοιπορίῃ καὶ τῇ μεταλλαγῇ τῶν σκελέων. Ἐν τούτῳ τῷ σχήματι
τάχιστα ἂν δύναιτο ὑποτιθέναι τὸ ὑγιὲς σκέλος, εἰ τῷ μὲν σιναρῷ
ἐξωτέρω βαίνοι, τῷ δὲ ὑγιέϊ ἐσωτέρω. Περὶ οὗ οὖν λόγος,
ἀγαθὸν εὑρίσκεσθαι αὐτὸ ἑωυτῷ τὸ σῶμα [ἐς] τὰ ῥήϊστα τῶν
230
σχημάτων. Ὅσοισι μὲν οὖν μήπω τετελειωμένοισιν ἐς αὔξησιν
ἐκπεσὼν μὴ ἐμπέσοι, γυιοῦται μηρὸς καὶ κνήμη καὶ
πούς· οὔτε γὰρ τὰ ὀστέα ἐς τὸ μῆκος ὁμοίως αὔξεται, ἀλλὰ βραχύτερα
γίνεται, μάλιστα δὲ τὸ τοῦ μηροῦ, ἄσαρκόν τε ἅπαν τὸ
σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον καὶ λεπτότερον γίνεται,
ἅμα μὲν, διὰ τὴν στέρησιν τῆς χώρης τοῦ ἄρθρου, ἅμα δὲ, ὅτι ἀδύνατον
χρέεσθαί ἐστιν, ὅτι οὐ κατὰ φύσιν κέεται· χρῆσις γὰρ μετεξετέρη
ῥύεται τῆς ἄγαν ἐκθηλύνσιος· ῥύεται δέ τι καὶ τῆς ἐπὶ
μῆκος ἀναυξήσιος. Κακοῦται μὲν οὖν μάλιστα, οἷσιν ἂν ἐν γαστρὶ
ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, δεύτερον δὲ, οἷσιν ἂν ὡς νηπιωτάτοισιν
ἐοῦσιν, ἥκιστα δὲ τοῖσι τετελειωμένοισιν. Τοῖσι μὲν
οὖν τετελειωμένοισιν εἴρηται, οἵη τις ὁδοιπορίη γίνεται· οἷσι δ
ἂν νηπίοισιν ἐοῦσιν ξυμφορὴ αὕτη γένηται, οἱ μὲν πλεῖστοι
καταβλακεύουσι τὴν διόρθωσιν τοῦ σώματος, ἀλλὰ κακῶς εἰλέονται
ἐπὶ τὸ ὑγιὲς σκέλος, τῇ χειρὶ πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ
κατὰ τὸ ὑγιὲς σκέλος· καταβλακεύουσι δὲ ἔνιοι τὴν ἐς τὸ ὀρθὸν
ὁδοιπορίην, καὶ οἷσιν ἂν τετελειωμένοισιν αὕτη ξυμφορὴ γένηται.
Ὁκόσοι δ ἂν νήπιοι ἐόντες, ταύτῃ τῇ ξυμφορῇ χρησάμενοι,
ὀρθῶς παιδαγωγηθῶσι, τῷ μὲν ὑγιέϊ σκέλεϊ χρέονται ἐς ὐρθὸν,
ὑπὸ δὲ τὴν μασχάλην τὴν κατὰ τὸ ὑγιὲς σκέλος σκίπωνα περιφέρουσι,
232
μετεξέτεροι δὲ, καὶ ὑπ ἀμφοτέρας τὰς χεῖρας· τὸ δὲ σιναρὸν
σκέλος μετέωρον ἔχουσι, καὶ τοσούτῳ ῥηΐους εἰσὶν, ὅσῳ ἂν
αὐτοῖσιν ἔλασσον τὸ σκέλος τὸ σιναρὸν ἔῃ· τὸ δὲ ὑγιὲς ἰσχύει αὐτέοισιν
οὐδὲν ἧσσον, εἰ καὶ ἀμφότερα ὑγιέα ἦν. Θηλύνονται δὲ
πᾶσι τοῖσι τοιούτοισιν αἱ σάρκες τοῦ σκέλεος, μᾶλλον δέ τι θηλύνονται
αἱ ἐκ τοῦ ἔξω μέρεος, αἱ ἐκ τοῦ ἔσω ὡς ἐπὶ πολύ.

53. Μυθολογοῦσι δέ τινες, ὅτι αἱ Ἀμαζονίδες τὸ ἄρσεν γένος τὸ
ἑωυτῶν αὐτίκα νήπιον ἐὸν ἐξαρθρέουσιν, αἱ μὲν, κατὰ [τὰ] γούνατα,
αἱ δὲ, κατὰ τὰ ἰσχία, ὡς δῆθεν χωλὰ γίνοιτο, καὶ μὴ
ἐπιβουλεύοι τὸ ἄρσεν γένος τῷ θήλεϊ· χειρώναξιν ἄρα τουτέοισι
χρέονται, ὁκόσα σκυτείης ἔργα, χαλκείης, ἄλλο τι ἑδραῖον
ἔργον. Εἰ μὲν οὖν ἀληθέα ταῦτά ἐστιν, ἐγὼ μὲν οὐκ οἶδα· ὅτι δὲ
γίνοιτο ἂν τοιαῦτα, οἶδα, εἴ τις ἐξαρθρέοι αὐτίκα νήπια ἐόντα. Κατὰ
μὲν οὖν τὰ ἰσχία μέζον τὸ διάφορόν ἐστιν ἐς τὸ ἔσω, ἐς τὸ ἔξω
ἐξαρθρῆσαι· κατὰ δὲ τὰ γούνατα διαφέρει μέν τι, ἔλασσον δέ τι
διαφέρει· τρόπος δὲ ἑκατέρου τοῦ χωλώματος ἴδιός ἐστιν· κυλλοῦται

234
γὰρ μᾶλλον, οἷσιν ἂν ἐς τὸ ἔξω ἐξαρθρήσῃ· ὀρθοὶ δὲ ἧσσον
ἵστανται, οἷσιν ἂν ἐς τὸ ἔσω ἐξαρθρήσῃ. Ὡσαύτως δὲ καὶ ἢν
παρὰ τὸ σφυρὸν ἐξαρθρήσῃ, ἢν μὲν ἐς τὸ ἔξω μέρος, κυλλοὶ μὲν
γίνονται, ἑστάναι δὲ δύνανται· ἢν δὲ ἐς τὸ ἔσω μέρος, βλαισοὶ
μὲν γίνονται, ἧσσον δὲ ἑστάναι δύνανται. γε μὴν
ξυναύξησις τῶν ὀστέων τοιήδε γίνεται· οἷσι μὲν ἂν τὸ κατὰ
τὸ σφυρὸν ὀστέον τὸ τῆς κνήμης ἐκστῇ, τούτοισι μὲν τὰ τοῦ
ποδὸς ὀστέα ἥκιστα ξυναύξεται, ταῦτα γὰρ ἐγγυτάτω τοῦ
τρώματός ἐστι, τὰ δὲ τῆς κνήμης ὀστέα αὔξεται μὲν, οὐ πολὺ δὲ
ἐνδεεστέρως, αἱ μέντοι σάρκες μινύθουσιν. Οἷσι δ ἂν κατὰ μὲν
τὸ σφυρὸν μένῃ τὸ ἄρθρον κατὰ φύσιν, κατὰ δὲ τὸ γόνυ ἐξεστήκῃ,
τούτοισι τὸ τῆς κνήμης ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως,
ἀλλὰ βραχύτατον γίνεται, τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν·
τοῦ μέντοι ποδὸς τὰ ὀστέα μινύθει μὲν, ἀτὰρ οὐχ ὁμοίως, ὥσπερ
ὀλίγον τι πρόσθεν εἴρηται, ὅτι τὸ ἄρθρον τὸ παρὰ τὸν πόδα σῶόν
ἐστιν· εἰ δέ οἱ χρέεσθαι ἠδύναντο, ὥσπερ καὶ τῷ κυλλῷ, ἔτι ἂν
ἧσσον ἐμινύθει τὰ τοῦ ποδὸς ὀστέα τούτοισιν. Οἷσι δ ἂν κατὰ
τὸ ἰσχίον ἐξάρθρησις γένηται, τούτοισι τοῦ μηροῦ τὸ ὀστέον οὐκ
ἐθέλει ξυναύξεσθαι ὁμοίως, τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός
ἐστιν, ἀλλὰ βραχύτερον τοῦ ὑγιέος γίνεται· τὰ μέντοι τῆς κνήμης
ὀστέα οὐχ ὁμοίως τούτοισιν ἀναυξέα γίνεται, οὐδὲ τὰ τοῦ
ποδὸς, διὰ τοῦτο δὲ, ὅτι τὸ τοῦ μηροῦ ἄρθρον τὸ παρὰ τὴν
κνήμην ἐν τῇ ἑωυτοῦ φύσει μένει, καὶ τὸ τῆς κνήμης τὸ παρὰ τὸν
236
πόδα· σάρκες μέντοι μινύθουσι παντὸς τοῦ σκέλεος τούτοισιν· εἰ
μέντοι χρέεσθαι τῷ σκέλεϊ ἠδύναντο, ἔτι ἂν μᾶλλον τὰ ὀστέα ξυνηυξάνετο,
ὡς καὶ πρόσθεν εἴρηται, πλὴν τοῦ μηροῦ, κἂν ἧσσον
ἄσαρκα εἴη, ἀσαρκότερα δὲ πολλῷ εἰ ὑγιέα ἦν. Σημήϊον δὲ,
ὅτι ταῦτα τοιαῦτά ἐστιν· ὁκόσοι γὰρ, τοῦ βραχίονος ἐκπεσόντος,
γαλιάγκωνες ἐγένοντο ἐκ γενεῆς, καὶ ἐν αὐξήσει πρὶν τελειωθῆναι,
οὗτοι τὸ μὲν ὀστέον τοῦ βραχίονος βραχὺ ἴσχουσι, τὸν δὲ πῆχυν
καὶ ἄκρην τὴν χεῖρα ὀλίγῳ ἐνδεεστέρην τοῦ ὑγιέος, διὰ ταύτας τὰς
προφάσιας τὰς εἰρημένας, ὅτι μὲν βραχίων ἐγγυτάτω τοῦ ἄρθρου
τοῦ τρώματός ἐστιν, ὥστε διὰ τοῦτο βραχύτερος γέγονεν· δ αὖ
πῆχυς διὰ τοῦτο οὐχ ὁμοίως ἐνακούει τῆς ξυμφορῆς, ὅτι τὸ τοῦ
βραχίονος ἄρθρον τὸ πρὸς τοῦ πήχεος ἐν τῇ ἀρχαίῃ φύσει μένει, τε
αὖ χεὶρ ἄκρη ἔτι τηλοτέρω ἄπεστιν, πῆχυς, ἀπὸ τῆς ξυμφορῆς.
Διὰ ταύτας οὖν τὰς εἰρημένας προφάσιας, τῶν ὀστέων τά τε μὴ
ξυναυξανόμενα οὐ ξυναυξάνεται, τά τε ξυναυξανόμενα ξυν·
αυξάνεται. Ἐς δὲ τὸ εὔσαρκον τῇ χειρὶ καὶ τῷ βραχίονι ταλαιπωρίη
τῆς χειρὸς μέγα προσωφελέει· ὅσα γὰρ χειρῶν ἔργα ἐστὶ, τὰ
πλεῖστα προθυμέονται οἱ γαλιάγκωνες ἐργάζεσθαι τῇ χειρὶ ταύτῃ,
ὅσα περ καὶ τῇ ἑτέρῃ δύνανται, οὐδὲν ἐνδεεστέρως τῆς ἀσινέος·
οὐ γὰρ δεῖ ὀχέεσθαι τὸ σῶμα ἐπὶ τῶν χειρῶν, ὡς ἐπὶ τῶν σκελέων,
ἀλλὰ κοῦφα αὐτέῃσι τὰ ἔργα ἐστίν. Διὰ δὲ τὴν χρῆσιν οὐ μινύθουσιν
αἱ σάρκες αἱ κατὰ τὴν χεῖρα καὶ τὸν πῆχυν τοῖσι γαλιάγκωσιν,
238
ἀλλὰ καὶ βραχίων τι προσωφελέεται ἐς εὐσαρκίην διὰ ταῦτα·
ὅταν δὲ ἰσχίον ἐκπαλὲς γένηται ἐς τὸ ἔσω μέρος ἐκ γενεῆς, καὶ
ἔτι νηπίῳ ἐόντι, μινύθουσιν αἱ σάρκες διὰ τοῦτο μᾶλλον τῆς χειρὸς,
ὅτι οὐ δύνανται χρέεσθαι τῷ σκέλεϊ. Μαρτύριον δέ τι ἓν ἔσται
καὶ ἐν τοῖσιν ὀλίγον ὕστερον εἰρησομένοισιν, ὅτι ταῦτα τοιαῦτά ἐστιν.

54. Ὁκόσοισι δ ἂν ἐς τὸ ἔξω τοῦ μηροῦ κεφαλὴ ἐκβῇ, τούτοισι
βραχύτερον μὲν τὸ σκέλος φαίνεται παρατεινόμενον παρὰ τὸ ἕτερον·
εἰκότως· οὐ γὰρ ἐπ ὀστέον ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν,
ὡς ὅτε ἔσω ἐκπέπτωκεν, ἀλλὰ παρ ὀστέον παρεγκεκλιμένην
τὴν φύσιν ἔχον, ἐν σαρκὶ δὲ στηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ· διὰ
τοῦτο μὲν βραχύτερον φαίνεται. Ἔσωθεν δὲ μηρὸς παρὰ τὴν
πλιχάδα καλεομένην κοιλότερος καὶ ἀσαρκότερος φαίνεται· ἔξωθεν
δὲ γλουτὸς ὑποκυρτότερος, ἅτε ἐς τὸ ἔξω τῆς κεφαλῆς τοῦ
μηροῦ ὠλισθηκυίης· ἀτὰρ καὶ ἀνωτέρω φαίνεται γλουτὸς, ἅτε
ὑπειξάσης τῆς σαρκὸς τῆς ἐνταῦθα τῇ τοῦ μηροῦ κεφαλῇ· τὸ δὲ
παρὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἔσω ῥέπον φαίνεται, καὶ κνήμη,
αὶ πούς· ἀτὰρ οὐδὲ ξυγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος
δύνανται. Τὰ μὲν οὖν σημήϊα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηροῦ εἰσιν.

55. Οἷσι μὲν οὖν ἂν τετελειωμένοισιν ἤδη ἐκπεσὸν τὸ ἄρθρον

240
μὴ ἐμπέσῃ, τούτοισι βραχύτερον μὲν φαίνεται τὸ ξύμπαν σκέλος,
ἐν δὲ τῇ ὁδοιπορίῃ τῇ μὲν πτέρνῃ οὐ δύνανται καθικνέεσθαι ἐπὶ τῆς
γῆς, τῷ δὲ στήθεϊ τοῦ ποδὸς βαίνουσιν ἐπὶ τὴν γῆν· ὀλίγον δὲ ἐς
τὸ ἔσω μέρος ῥέπουσι τοῖσι δακτύλοισιν ἄκροισιν. Ὀχέειν δὲ δύναται
τὸ σῶμα τὸ σιναρὸν σκέλος τούτοισι πολλῷ μᾶλλον, οἷσιν ἂν ἐς
τὸ ἔσω μέρος ἐκπεπτώκῃ, ἅμα μὲν, ὅτι κεφαλὴ τοῦ μηροῦ, καὶ
αὐχὴν τοῦ ἄρθρου πλάγιος φύσει πεφυκὼς, ὑπὸ συχνῷ μέρεϊ τοῦ
ἰσχίου τὴν ὑπόστασιν πεποίηται, ἅμα δὲ, ὅτι ἄκρος ποὺς οὐκ ἐς τὸ
ἔξω μέρος ἀναγκάζεται ἐκκεκλίσθαι, ἀλλ ἐγγύς ἐστι τῆς ἰθυωρίης
τῆς κατὰ τὸ σῶμα, καὶ τείνει καὶ ἐσωτέρω. Ὅταν οὖν τρίβον μὲν
λάβῃ τὸ ἄρθρον ἐν τῇ σαρκὶ, εἰς ἣν ἐξεκλίθη, δὲ σὰρξ γλισχρανθῇ,
ἀνώδυνον τῷ χρόνῳ γίνεται· ὅταν δὲ ἀνώδυνον γένηται, δύνανται
μὲν ὁδοιπορέειν ἄνευ ξύλου, ἢν ἄλλως βούλωνται· δύνανται δὲ ὀχέειν
τὸ σῶμα ἐπὶ τὸ σιναρὸν σκέλος. Δι οὖν τὴν χρῆσιν ἧσσον τοῖσι
τοιούτοισιν ἐκθηλύνονται αἱ σάρκες, οἷσιν ὀλίγον πρόσθεν εἴρητκι·
ἐκθηλύνονται δὲ πλεῖον, ἔλασσον· μᾶλλον δέ τι ἐκθηλύνονται
κατὰ τὸ ἔσω μέρος, κατὰ τὸ ἔξω, ὡς ἐπὶ τὸ πολύ. Τὸ μέντοι ὑπόδημα
μετεξέτεροι τούτων ὑποδέεσθαι οὐ δύνανται διὰ τὴν ἀκαμπίην
τοῦ σκέλεος, οἱ δέ τινες καὶ δύνανται. Οἷσι δὲ ἂν ἐν γαστρὶ ἐοῦσιν
ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, ἔτι ἐν αὐξήσει ἐοῦσι βίῃ ἐκπεσὸν ἤδη
μὴ ἐμπέσῃ, καὶ ὑπὸ νούσου ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον καὶ ἐκπαλήσῃ
(πολλὰ γὰρ τοιαῦτα γίνεται, καὶ ἐνίων μὲν τῶν τοιούτων
ἢν ἐπισφακελίσῃ μηρὸς, ἐμπυήματα χρόνια καὶ ἔμμοτα γίνεται,
καὶ ὀστέων ψιλώσιες ἐνίοισιν), ὁμοίως δὲ καὶ οἷσιν ἐπισφακελίζει,
242
καὶ οἶσι μὴ ἐπισφακελίζει, τοῦ μηροῦ τὸ ὀστέον πολλῷ βραχύτερον
γίνεται, καὶ οὐκ ἐθέλει ξυναύξεσθαι, ὥσπερ τοῦ ὑγιέος· τὰ μέντοι
τῆς κνήμης βραχύτερα μὲν γίνεται, τὰ τῆς ἑτέρης, ὀλίγῳ δὲ,
διὰ τὰς αὐτὰς προφάσιας, αἳ καὶ πρόσθεν εἴρηνται· ὁδοιπορέειν τε
δύνανται οἱ τοιοῦτοι, οἱ μέν τινες αὐτῶν τοῦτον τὸν τρόπον, ὥσπερ
οἷσι τετελειωμένοισιν ἐξέπεσε καὶ μὴ ἐνέπεσεν, οἱ δὲ καὶ βαίνουσι
μὲν παντὶ τῷ ποδὶ, διαῤῥέπουσι δὲ ἐν τῇσιν ὁδοιπορίῃσιν, ἀναγκαζόμενοι
διὰ τὴν βραχύτητα τοῦ σκέλεος. Ταῦτα δὲ τοιαῦτα γίνεται,
ἢν ἐπιμελέως μὲν παιδαγωγηθῶσιν ἐν τοῖσι σχήμασι καὶ ὀρθῶς, ἐν
οἷσι δεῖ, πρὶν κρατυνθῆναι ἐς τὴν ὁδοιπορίην, ἐπιμελέως δὲ καὶ
ὀρθῶς, ἐπὴν κρατυνθῶσιν· πλείστης δὲ ἐπιμελείης δέονται, οἷσιν
ἂν νηπιωτάτοισιν ἐοῦσιν αὕτη ξυμφορὴ γένηται· ἢν γὰρ ἀμεληθῶσι
νήπιοι ἐόντες, ἀχρήϊον παντάπασι καὶ ἀναυξὲς ὅλον τὸ σκέλος
γίνεται. Αἱ δὲ σάρκες τοῦ ξύμπαντος σκέλεος μινύθουσι μᾶλλον,
τοῦ ὑγιέος· πάνυ μὴν πολλῷ ἧσσον τούτοισι μινύθουσιν, οἷσιν
ἂν ἔσω ἐκπεπτώκῃ, διὰ τὴν χρῆσιν καὶ τὴν ταλαιπωρίην, οἷον
εὐθέως δύνασθαι χρέεσθαι τῷ σκέλεϊ, ὡς καὶ πρόσθεν ὀλίγῳ περὶ
τῶν γαλιαγκώνων εἴρηται.

Tokens

51 1 w 2
Ἢν 1 w 5
δὲ 1 w 7
μηροῦ 1 w 12
ἄρθρον 1 w 18
ἐξ 1 w 20
ἰσχίου 1 w 26
ἐκπέσῃ 1 w 32
ἐκπίπτει 1 w 41
δὲ 2 w 43
κατὰ 1 w 47
τέσσαρας 1 w 55
τρόπους 1 w 62
ἐς 1 w 65
μὲν 1 w 68
τὸ 1 w 70
ἔσω 1 w 73
πλειστάκις 1 w 83
ἐς 2 w 86
δὲ 3 w 88
τὸ 2 w 90
ἔξω 1 w 93
τῶν 1 w 96
ἄλλων 1 w 101
πλειστάκις 2 w 111
ἐς 3 w 114
δὲ 4 w 116
τὸ 3 w 118
ὄπισθεν 1 w 125
καὶ 1 w 128
τὸ 4 w 130
ἔμπροσθεν 1 w 139
ἐκπίπτει 2 w 147
μὲν 2 w 150
ὀλιγάκις 1 w 159
δέ 1 w 161
οἷσι 1 w 166
μὲν 3 w 169
οὖν 1 w 172
ἂν 1 w 174
ἐκβῇ 1 w 178
ἐς 4 w 180
τὸ 5 w 182
ἔσω 2 w 185
μακρότερον 1 w 196
τὸ 6 w 198
σκέλος 1 w 204
φαίνεται 1 w 212
παραβαλλόμενον 1 w 227
πρὸς 1 w 231
τὸ 7 w 233
ἕτερον 1 w 239
διὰ 1 w 243
δισσὰς 1 w 249
προφάσιας 1 w 258
εἰκότως 1 w 265
ἐπί 1 w 269
τε 5 w 271
γὰρ 1 w 274
τὸ 8 w 276
ἀπὸ 1 w 279
τοῦ 1 w 282
ἰσχίου 2 w 288
πεφυκὸς 1 w 295
ὀστέον 1 w 301
τὸ 9 w 304
ἄνω 1 w 307
φερόμενον 1 w 316
πρὸς 2 w 320
τὸν 1 w 323
κτένα 1 w 328
ἐπὶ 1 w 332
τοῦτο 1 w 337
1 w 338
ἐπίβασις 1 w 346
τῆς 1 w 349
κεφαλῆς 1 w 356
τοῦ 3 w 359
μηροῦ 2 w 364
γίνεται 1 w 371
καὶ 2 w 375
1 w 376
αὐχὴν 1 w 381
τοῦ 4 w 384
ἄρθρου 1 w 390
ἐπὶ 2 w 393
τῆς 2 w 396
κοτύλης 1 w 403
ὀχέεται 1 w 410
Ἔξωθέν 1 w 417
τε 6 w 419
αὖ 1 w 421
2 w 422
γλουτὸς 1 w 429
κοῖλος 1 w 435
φαίνεται 2 w 443
ἅτε 1 w 447
ἔσω 3 w 450
ῥεψάσης 1 w 457
τῆς 3 w 460
κεφαλῆς 2 w 467
τοῦ 5 w 470
μηροῦ 3 w 475
τό 1 w 478
τε 8 w 480
αὖ 2 w 482
κατὰ 2 w 486
τὸ 12 w 488
γόνυ 1 w 492
τοῦ 6 w 495
μηροῦ 4 w 500
ἄκρον 1 w 505
ἀναγκάζεται 1 w 516
ἔξω 2 w 519
ῥέπειν 1 w 525
καὶ 3 w 529
2 w 530
κνήμη 1 w 535
καὶ 4 w 538
3 w 539
ποὺς 1 w 543
ὡσαύτως 1 w 550
Ἅτε 1 w 554
οὖν 2 w 557
ἔξω 3 w 560
ῥέποντος 1 w 568
τοῦ 7 w 571
ποδὸς 1 w 576
οἱ 1 w 579
ἰητροὶ 1 w 585
δι 3 w 587
ἀπειρίην 1 w 595
τὸν 2 w 598
ὑγιέα 1 w 603
πόδα 1 w 607
πρὸς 3 w 611
τοῦτον 1 w 617
προσίσχουσιν 1 w 629
ἀλλ 1 w 633
οὐ 1 w 635
τοῦτον 2 w 641
πρὸς 4 w 645
τὸν 3 w 648
ὑγιέα 2 w 653
διὰ 2 w 657
τοῦτο 4 w 662
πουλὺ 1 w 667
μακρότερον 2 w 677
φαίνεται 3 w 685
τὸ 15 w 687
σιναρὸν 1 w 694
τοῦ 11 w 697
ὑγιέος 1 w 703
πολλαχῆ 1 w 711
δὲ 5 w 713
καὶ 5 w 716
ἄλλῃ 1 w 720
τὰ 3 w 722
τοιαῦτα 1 w 729
παραξύνεσιν 1 w 740
ἔχει 1 w 744
Οὐ 1 w 747
μὴν 1 w 750
οὐδὲ 1 w 754
ξυγκάμπτειν 1 w 765
δύνανται 1 w 773
κατὰ 3 w 777
τὸν 4 w 780
βουβῶνα 1 w 787
ὁμοίως 1 w 793
τῷ 1 w 795
ὑγιέϊ 1 w 800
ἀτὰρ 1 w 805
καὶ 6 w 808
ψαυομένη 1 w 816
3 w 817
κεφαλὴ 1 w 823
τοῦ 12 w 826
μηροῦ 5 w 831
κατὰ 4 w 835
τὸν 5 w 838
περίνεον 1 w 846
ὑπερογκέουσα 1 w 858
εὔδηλός 1 w 865
ἐστιν 1 w 870
Τὰ 1 w 873
μὲν 4 w 876
οὖν 3 w 879
σημήϊα 1 w 885
ταῦτά 1 w 890
ἐστιν 2 w 895
οἷσιν 1 w 901
ἂν 2 w 903
ἔσω 4 w 906
ἐκπεπτώκῃ 1 w 915
5 w 916
μηρός 1 w 921
52 1 w 924
Οἷσι 1 w 929
μὲν 5 w 932
ἂν 3 w 934
οὖν 4 w 937
ἐκπεσὼν 1 w 944
μὴ 2 w 946
ἐμπέσῃ 1 w 952
ἀλλὰ 1 w 957
καταπορηθῇ 1 w 967
καὶ 7 w 970
ἀμεληθῇ 1 w 977
1 w 979
τε 12 w 981
ὁδοιπορίη 1 w 990
περιφοράδην 1 w 1001
τοῦ 13 w 1004
σκέλεος 1 w 1011
ὥσπερ 1 w 1016
τοῖσι 1 w 1021
βουσὶ 1 w 1026
γίνεται 2 w 1033
καὶ 8 w 1037
4 w 1038
ὄχησις 1 w 1044
πλείστη 1 w 1051
αὐτέοισιν 1 w 1060
ἐπὶ 3 w 1063
τοῦ 14 w 1066
ὑγιέος 2 w 1072
σκέλεός 1 w 1079
ἐστιν 3 w 1084
Καὶ 1 w 1088
ἀναγκάζονται 1 w 1100
κατὰ 5 w 1104
τὸν 6 w 1107
κενεῶνα 1 w 1114
καὶ 9 w 1117
κατὰ 6 w 1121
τὸ 19 w 1123
ἄρθρον 2 w 1129
τὸ 20 w 1131
ἐκπεπτωκὸς 1 w 1141
κοῖλοι 1 w 1147
καὶ 10 w 1150
σκολιοὶ 1 w 1157
εἶναι 1 w 1162
κατὰ 7 w 1167
δὲ 7 w 1169
τὸ 21 w 1171
ὑγιὲς 1 w 1176
ἐς 5 w 1178
τὸ 22 w 1180
ἔξω 4 w 1183
7 w 1184
γλουτὸς 2 w 1191
ἀναγκάζεται 2 w 1202
περιφερὴς 1 w 1211
εἶναι 2 w 1216
εἰ 2 w 1219
γάρ 1 w 1222
τις 1 w 1225
ἔξω 5 w 1228
τῷ 2 w 1230
ποδὶ 1 w 1234
τοῦ 15 w 1237
ὑγιέος 3 w 1243
σκέλεος 2 w 1250
βαίνοι 1 w 1256
ἀπωθοίη 1 w 1264
ἂν 4 w 1266
τὸ 24 w 1268
σῶμα 1 w 1272
τὸ 25 w 1274
ἄλλο 1 w 1278
ἐς 6 w 1280
τὸ 26 w 1282
σιναρὸν 2 w 1289
σκέλος 2 w 1295
τὴν 1 w 1298
ὄχησιν 1 w 1304
ποιέεσθαι 1 w 1313
τὸ 27 w 1316
δὲ 8 w 1318
σιναρὸν 3 w 1325
οὐκ 1 w 1328
ἂν 5 w 1330
δύναιτο 1 w 1337
ὀχέειν 1 w 1343
πῶς 1 w 1347
γάρ 2 w 1350
ἀναγκάζεται 3 w 1362
οὖν 5 w 1365
οὕτω 1 w 1369
κατὰ 8 w 1373
τοῦ 16 w 1376
ὑγιέος 4 w 1382
σκέλεος 3 w 1389
τῷ 3 w 1391
ποδὶ 2 w 1395
ἔσω 5 w 1398
βαίνειν 1 w 1405
ἀλλὰ 2 w 1410
μὴ 3 w 1412
ἔξω 6 w 1415
οὕτω 2 w 1420
γὰρ 2 w 1423
ὀχέει 2 w 1428
μάλιστα 1 w 1435
τὸ 28 w 1437
σκέλος 3 w 1443
τὸ 29 w 1445
ὑγιὲς 2 w 1450
καὶ 11 w 1454
τὸ 30 w 1456
ἑωυτοῦ 1 w 1462
μέρος 1 w 1467
τοῦ 18 w 1470
σώματος 1 w 1477
καὶ 12 w 1481
τὸ 31 w 1483
τοῦ 19 w 1486
σιναροῦ 1 w 1493
σκέλεος 4 w 1500
μέρος 2 w 1505
Κοιλαινόμενοι 1 w 1519
δὲ 9 w 1521
κατὰ 9 w 1525
τὸν 7 w 1528
κενεῶνα 2 w 1535
καὶ 13 w 1538
κατὰ 10 w 1542
τὰ 13 w 1544
ἄρθρα 1 w 1549
μικροὶ 1 w 1556
φαίνονται 1 w 1565
καὶ 14 w 1569
τῷ 4 w 1571
ξύλῳ 1 w 1575
ἀναγκάζονται 2 w 1587
ἀντερείδεσθαι 1 w 1600
πλάγιοι 1 w 1607
κατὰ 11 w 1611
τὸ 33 w 1613
ὑγιὲς 3 w 1618
σκέλος 4 w 1624
δέονται 1 w 1632
γὰρ 3 w 1635
ἀντικοντώσιος 1 w 1648
ταύτῃ 1 w 1653
ἐπὶ 4 w 1657
τοῦτο 5 w 1662
γὰρ 4 w 1665
οἱ 2 w 1667
γλουτοὶ 1 w 1674
ῥέπουσι 1 w 1681
καὶ 15 w 1685
τὸ 34 w 1687
ἄχθος 1 w 1692
τοῦ 21 w 1695
σώματος 2 w 1702
ὀχέεται 2 w 1709
ἐπὶ 5 w 1712
τοῦτο 6 w 1717
Ἀναγκάζονται 1 w 1730
δὲ 10 w 1732
καὶ 16 w 1735
ἐπικύπτειν 1 w 1745
τὴν 2 w 1749
γὰρ 5 w 1752
χεῖρα 1 w 1757
τὴν 3 w 1760
κατὰ 12 w 1764
τὸ 35 w 1766
σκέλος 5 w 1772
τὸ 36 w 1774
σιναρὸν 4 w 1781
ἀναγκάζονται 3 w 1793
κατὰ 13 w 1797
πλάγιον 1 w 1804
τὸν 8 w 1807
μηρὸν 1 w 1812
ἐρείδειν 1 w 1820
οὐ 4 w 1823
γὰρ 6 w 1826
δύναται 1 w 1833
τὸ 38 w 1835
σιναρὸν 5 w 1842
σκέλος 6 w 1848
ὀχέειν 2 w 1854
τὸ 39 w 1856
σῶμα 2 w 1860
ἐν 1 w 1862
τῇ 1 w 1864
μεταλλαγῇ 1 w 1873
τῶν 2 w 1876
σκελέων 1 w 1883
ἢν 1 w 1886
μὴ 4 w 1888
κατέχηται 1 w 1897
πρὸς 5 w 1901
τὴν 4 w 1904
γῆν 1 w 1907
πιεζόμενον 1 w 1917
Ἐν 1 w 1920
τούτοισιν 1 w 1929
οὖν 6 w 1932
τοῖσι 2 w 1937
σχήμασιν 1 w 1945
ἀναγκάζονται 4 w 1957
ἐσχηματίσθαι 1 w 1969
οἷσιν 2 w 1975
ἂν 6 w 1977
ἔσω 6 w 1980
ἐκβὰν 1 w 1985
τὸ 40 w 1987
ἄρθρον 3 w 1993
μὴ 5 w 1995
ἐμπέσῃ 2 w 2001
οὐ 5 w 2004
προβουλεύσαντος 1 w 2019
τοῦ 23 w 2022
ἀνθρώπου 1 w 2030
ὅκως 1 w 2035
ἂν 7 w 2037
ῥήϊστα 1 w 2043
ἐσχηματισμένον 1 w 2057
ἔῃ 1 w 2059
ἀλλ 4 w 2063
αὐτὴ 1 w 2067
5 w 2068
ξυμφορὴ 1 w 2075
διδάσκει 1 w 2083
ἐκ 9 w 2085
τῶν 3 w 2088
παρεόντων 1 w 2097
τὰ 17 w 2099
ῥήϊστα 2 w 2105
αἱρέεσθαι 1 w 2114
Ἐπεὶ 1 w 2119
καὶ 17 w 2122
ὁκόσοι 1 w 2128
ἕλκος 1 w 2133
ἔχοντες 1 w 2140
ἐν 2 w 2142
ποδὶ 3 w 2146
2 w 2147
κνήμῃ 1 w 2152
οὐ 6 w 2154
κάρτα 1 w 2159
δύνανται 2 w 2167
ἐπιβαίνειν 1 w 2177
τῷ 5 w 2179
σκέλεϊ 1 w 2185
πάντες 1 w 2192
καὶ 18 w 2196
οἱ 3 w 2198
νήπιοι 1 w 2204
οὕτως 1 w 2210
ὁδοιπορέουσιν 1 w 2223
ἔξω 7 w 2227
γὰρ 7 w 2230
βαίνουσι 1 w 2238
τῷ 6 w 2240
σιναρῷ 1 w 2246
σκέλεϊ 2 w 2252
καὶ 19 w 2256
δισσὰ 2 w 2261
κερδαίνουσι 1 w 2272
δισσῶν 1 w 2279
γὰρ 8 w 2282
δέονται 2 w 2289
τό 2 w 2292
τε 17 w 2294
γὰρ 9 w 2297
σῶμα 3 w 2301
οὐκ 2 w 2304
ὀχέεται 3 w 2311
ὁμοίως 2 w 2317
ἐπὶ 6 w 2320
τοῦ 24 w 2323
ἔξω 8 w 2326
ἀποβαινομένου 1 w 2339
ὥσπερ 2 w 2345
ἐπὶ 7 w 2348
τοῦ 25 w 2351
εἴσω 1 w 2355
οὐδὲ 2 w 2360
γὰρ 10 w 2363
κατ 16 w 2366
ἰθυωρίην 1 w 2374
αὐτῷ 1 w 2378
γίνεται 3 w 2385
τὸ 41 w 2387
ἄχθος 2 w 2392
ἀλλὰ 3 w 2397
πολλῷ 1 w 2402
μᾶλλον 1 w 2408
ἐπὶ 8 w 2411
τοῦ 26 w 2414
ὑποβαινομένου 1 w 2427
κατ 17 w 2431
ἰθυωρίην 2 w 2439
γὰρ 11 w 2442
αὐτῷ 2 w 2446
γίνεται 4 w 2453
τὸ 42 w 2455
ἄχθος 3 w 2460
ἔν 1 w 2462
τε 18 w 2464
αὐτῇ 1 w 2468
τῇ 3 w 2470
ὁδοιπορίῃ 1 w 2479
καὶ 20 w 2482
τῇ 4 w 2484
μεταλλαγῇ 2 w 2493
τῶν 4 w 2496
σκελέων 2 w 2503
Ἐν 2 w 2506
τούτῳ 1 w 2511
τῷ 9 w 2513
σχήματι 1 w 2520
τάχιστα 1 w 2527
ἂν 8 w 2529
δύναιτο 2 w 2536
ὑποτιθέναι 1 w 2546
τὸ 43 w 2548
ὑγιὲς 4 w 2553
σκέλος 7 w 2559
εἰ 3 w 2562
τῷ 10 w 2564
μὲν 6 w 2567
σιναρῷ 2 w 2573
ἐξωτέρω 1 w 2580
βαίνοι 2 w 2586
τῷ 11 w 2589
δὲ 12 w 2591
ὑγιέϊ 2 w 2596
ἐσωτέρω 1 w 2603
Περὶ 1 w 2608
οὗ 1 w 2610
οὖν 7 w 2613
12 w 2614
λόγος 1 w 2619
ἀγαθὸν 1 w 2626
εὑρίσκεσθαι 1 w 2637
αὐτὸ 1 w 2641
ἑωυτῷ 1 w 2646
τὸ 45 w 2648
σῶμα 4 w 2652
ἐς 7 w 2655
τὰ 18 w 2658
ῥήϊστα 3 w 2664
τῶν 5 w 2667
σχημάτων 1 w 2675
Ὅσοισι 1 w 2682
μὲν 7 w 2685
οὖν 8 w 2688
μήπω 1 w 2692
τετελειωμένοισιν 1 w 2708
ἐς 8 w 2710
αὔξησιν 1 w 2717
ἐκπεσὼν 2 w 2724
μὴ 6 w 2726
ἐμπέσοι 1 w 2733
γυιοῦται 1 w 2742
13 w 2743
μηρὸς 1 w 2748
καὶ 21 w 2751
6 w 2752
κνήμη 2 w 2757
καὶ 22 w 2760
14 w 2761
πούς 1 w 2765
οὔτε 1 w 2770
γὰρ 12 w 2773
τὰ 19 w 2775
ὀστέα 1 w 2780
ἐς 9 w 2782
τὸ 46 w 2784
μῆκος 1 w 2789
ὁμοίως 3 w 2795
αὔξεται 1 w 2802
ἀλλὰ 4 w 2807
βραχύτερα 1 w 2816
γίνεται 5 w 2823
μάλιστα 2 w 2831
δὲ 13 w 2833
τὸ 47 w 2835
τοῦ 27 w 2838
μηροῦ 6 w 2843
ἄσαρκόν 1 w 2851
τε 23 w 2853
ἅπαν 1 w 2857
τὸ 48 w 2859
σκέλος 8 w 2865
καὶ 23 w 2868
ἄμυον 1 w 2873
καὶ 24 w 2876
ἐκτεθηλυσμένον 1 w 2890
καὶ 25 w 2893
λεπτότερον 1 w 2903
γίνεται 6 w 2910
ἅμα 1 w 2914
μὲν 8 w 2917
διὰ 3 w 2921
τὴν 5 w 2924
στέρησιν 1 w 2932
τῆς 4 w 2935
χώρης 1 w 2940
τοῦ 28 w 2943
ἄρθρου 2 w 2949
ἅμα 2 w 2953
δὲ 14 w 2955
ὅτι 1 w 2959
ἀδύνατον 1 w 2967
χρέεσθαί 1 w 2975
ἐστιν 4 w 2980
ὅτι 2 w 2984
οὐ 9 w 2986
κατὰ 14 w 2990
φύσιν 1 w 2995
κέεται 1 w 3001
χρῆσις 1 w 3008
γὰρ 13 w 3011
μετεξετέρη 1 w 3021
ῥύεται 1 w 3027
τῆς 5 w 3030
ἄγαν 1 w 3034
ἐκθηλύνσιος 1 w 3045
ῥύεται 2 w 3052
δέ 4 w 3054
τι 12 w 3056
καὶ 26 w 3059
τῆς 6 w 3062
ἐπὶ 9 w 3065
μῆκος 2 w 3070
ἀναυξήσιος 1 w 3080
Κακοῦται 1 w 3089
μὲν 9 w 3092
οὖν 9 w 3095
μάλιστα 3 w 3102
οἷσιν 3 w 3108
ἂν 9 w 3110
ἐν 3 w 3112
γαστρὶ 1 w 3118
ἐοῦσιν 1 w 3124
ἐξαρθρήσῃ 1 w 3133
τοῦτο 7 w 3138
τὸ 49 w 3140
ἄρθρον 4 w 3146
δεύτερον 1 w 3155
δὲ 15 w 3157
οἷσιν 4 w 3163
ἂν 10 w 3165
ὡς 1 w 3167
νηπιωτάτοισιν 1 w 3180
ἐοῦσιν 2 w 3186
ἥκιστα 1 w 3193
δὲ 16 w 3195
τοῖσι 3 w 3200
τετελειωμένοισιν 2 w 3216
Τοῖσι 1 w 3222
μὲν 10 w 3225
οὖν 10 w 3228
τετελειωμένοισιν 3 w 3244
εἴρηται 1 w 3251
οἵη 1 w 3255
τις 2 w 3258
7 w 3259
ὁδοιπορίη 2 w 3268
γίνεται 7 w 3275
οἷσι 6 w 3280
δ 51 w 3281
ἂν 11 w 3283
νηπίοισιν 1 w 3292
ἐοῦσιν 3 w 3298
8 w 3299
ξυμφορὴ 2 w 3306
αὕτη 1 w 3310
γένηται 1 w 3317
οἱ 4 w 3320
μὲν 11 w 3323
πλεῖστοι 1 w 3331
καταβλακεύουσι 1 w 3345
τὴν 6 w 3348
διόρθωσιν 1 w 3357
τοῦ 30 w 3360
σώματος 3 w 3367
ἀλλὰ 5 w 3372
κακῶς 1 w 3377
εἰλέονται 1 w 3386
ἐπὶ 10 w 3389
τὸ 50 w 3391
ὑγιὲς 5 w 3396
σκέλος 9 w 3402
τῇ 5 w 3405
χειρὶ 1 w 3410
πρὸς 6 w 3414
τὴν 7 w 3417
γῆν 2 w 3420
ἀπερειδόμενοι 1 w 3433
τῇ 6 w 3435
κατὰ 15 w 3439
τὸ 51 w 3441
ὑγιὲς 6 w 3446
σκέλος 10 w 3452
καταβλακεύουσι 2 w 3467
δὲ 17 w 3469
ἔνιοι 1 w 3474
τὴν 8 w 3477
ἐς 10 w 3479
τὸ 52 w 3481
ὀρθὸν 1 w 3486
ὁδοιπορίην 1 w 3496
καὶ 27 w 3500
οἷσιν 5 w 3505
ἂν 12 w 3507
τετελειωμένοισιν 4 w 3523
αὕτη 2 w 3527
9 w 3528
ξυμφορὴ 3 w 3535
γένηται 2 w 3542
Ὁκόσοι 1 w 3549
δ 56 w 3550
ἂν 13 w 3552
νήπιοι 2 w 3558
ἐόντες 1 w 3564
ταύτῃ 2 w 3570
τῇ 7 w 3572
ξυμφορῇ 1 w 3579
χρησάμενοι 1 w 3589
ὀρθῶς 1 w 3595
παιδαγωγηθῶσι 1 w 3608
τῷ 13 w 3611
μὲν 12 w 3614
ὑγιέϊ 3 w 3619
σκέλεϊ 3 w 3625
χρέονται 1 w 3633
ἐς 11 w 3635
ὐρθὸν 1 w 3640
ὑπὸ 1 w 3644
δὲ 18 w 3646
τὴν 9 w 3649
μασχάλην 1 w 3657
τὴν 10 w 3660
κατὰ 16 w 3664
τὸ 53 w 3666
ὑγιὲς 7 w 3671
σκέλος 11 w 3677
σκίπωνα 1 w 3684
περιφέρουσι 1 w 3695
μετεξέτεροι 1 w 3707
δὲ 19 w 3709
καὶ 28 w 3713
ὑπ 5 w 3715
ἀμφοτέρας 1 w 3724
τὰς 1 w 3727
χεῖρας 1 w 3733
τὸ 54 w 3736
δὲ 20 w 3738
σιναρὸν 6 w 3745
σκέλος 12 w 3751
μετέωρον 1 w 3759
ἔχουσι 1 w 3765
καὶ 29 w 3769
τοσούτῳ 1 w 3776
ῥηΐους 1 w 3782
εἰσὶν 1 w 3787
ὅσῳ 1 w 3791
ἂν 14 w 3793
αὐτοῖσιν 1 w 3801
ἔλασσον 1 w 3808
τὸ 55 w 3810
σκέλος 13 w 3816
τὸ 56 w 3818
σιναρὸν 7 w 3825
ἔῃ 2 w 3827
τὸ 57 w 3830
δὲ 21 w 3832
ὑγιὲς 8 w 3837
ἰσχύει 1 w 3843
αὐτέοισιν 2 w 3852
οὐδὲν 1 w 3857
ἧσσον 1 w 3862
3 w 3864
εἰ 6 w 3866
καὶ 30 w 3869
ἀμφότερα 1 w 3877
ὑγιέα 3 w 3882
ἦν 1 w 3884
Θηλύνονται 1 w 3895
δὲ 23 w 3897
πᾶσι 1 w 3901
τοῖσι 5 w 3906
τοιούτοισιν 1 w 3917
αἱ 2 w 3919
σάρκες 1 w 3925
τοῦ 31 w 3928
σκέλεος 5 w 3935
μᾶλλον 2 w 3942
δέ 5 w 3944
τι 14 w 3946
θηλύνονται 1 w 3956
αἱ 3 w 3958
ἐκ 13 w 3960
τοῦ 32 w 3963
ἔξω 9 w 3966
μέρεος 1 w 3972
4 w 3974
αἱ 4 w 3976
ἐκ 14 w 3978
τοῦ 33 w 3981
ἔσω 7 w 3984
ὡς 2 w 3986
ἐπὶ 11 w 3989
πολύ 1 w 3993
53 1 w 3996
Μυθολογοῦσι 1 w 4008
δέ 6 w 4010
τινες 1 w 4015
ὅτι 3 w 4019
αἱ 5 w 4021
Ἀμαζονίδες 1 w 4031
τὸ 58 w 4033
ἄρσεν 1 w 4038
γένος 1 w 4043
τὸ 59 w 4045
ἑωυτῶν 1 w 4051
αὐτίκα 1 w 4057
νήπιον 1 w 4063
ἐὸν 1 w 4066
ἐξαρθρέουσιν 1 w 4078
αἱ 6 w 4081
μὲν 13 w 4084
κατὰ 17 w 4089
τὰ 25 w 4092
γούνατα 1 w 4100
αἱ 7 w 4103
δὲ 24 w 4105
κατὰ 18 w 4110
τὰ 27 w 4112
ἰσχία 1 w 4117
ὡς 3 w 4120
δῆθεν 1 w 4125
χωλὰ 1 w 4129
γίνοιτο 1 w 4136
καὶ 31 w 4140
μὴ 7 w 4142
ἐπιβουλεύοι 1 w 4153
τὸ 60 w 4155
ἄρσεν 2 w 4160
γένος 2 w 4165
τῷ 14 w 4167
θήλεϊ 1 w 4172
χειρώναξιν 1 w 4183
ἄρα 1 w 4186
τουτέοισι 1 w 4195
χρέονται 2 w 4203
ὁκόσα 1 w 4209
5 w 4210
σκυτείης 1 w 4218
ἔργα 1 w 4222
6 w 4224
χαλκείης 1 w 4232
7 w 4234
ἄλλο 2 w 4238
6 w 4239
τι 17 w 4241
ἑδραῖον 1 w 4248
ἔργον 1 w 4253
Εἰ 1 w 4256
μὲν 14 w 4259
οὖν 11 w 4262
ἀληθέα 1 w 4268
ταῦτά 2 w 4273
ἐστιν 5 w 4278
ἐγὼ 1 w 4282
μὲν 15 w 4285
οὐκ 3 w 4288
οἶδα 1 w 4292
ὅτι 4 w 4296
δὲ 25 w 4298
γίνοιτο 2 w 4305
ἂν 15 w 4307
τοιαῦτα 2 w 4314
οἶδα 2 w 4319
εἴ 3 w 4322
τις 3 w 4325
ἐξαρθρέοι 1 w 4334
αὐτίκα 2 w 4340
νήπια 1 w 4345
ἐόντα 1 w 4350
Κατὰ 1 w 4355
μὲν 16 w 4358
οὖν 12 w 4361
τὰ 29 w 4363
ἰσχία 2 w 4368
μέζον 1 w 4373
τὸ 61 w 4375
διάφορόν 1 w 4383
ἐστιν 6 w 4388
ἐς 12 w 4390
τὸ 62 w 4392
ἔσω 8 w 4395
8 w 4397
ἐς 13 w 4399
τὸ 63 w 4401
ἔξω 10 w 4404
ἐξαρθρῆσαι 1 w 4414
κατὰ 19 w 4419
δὲ 26 w 4421
τὰ 31 w 4423
γούνατα 2 w 4430
διαφέρει 1 w 4438
μέν 10 w 4441
τι 22 w 4443
ἔλασσον 2 w 4451
δέ 7 w 4453
τι 23 w 4455
διαφέρει 2 w 4463
τρόπος 1 w 4470
δὲ 27 w 4472
ἑκατέρου 1 w 4480
τοῦ 34 w 4483
χωλώματος 1 w 4492
ἴδιός 1 w 4497
ἐστιν 7 w 4502
κυλλοῦται 1 w 4512
γὰρ 14 w 4515
μᾶλλον 3 w 4521
οἷσιν 6 w 4527
ἂν 16 w 4529
ἐς 14 w 4531
τὸ 64 w 4533
ἔξω 11 w 4536
ἐξαρθρήσῃ 2 w 4545
ὀρθοὶ 1 w 4551
δὲ 28 w 4553
ἧσσον 2 w 4558
ἵστανται 1 w 4566
οἷσιν 7 w 4572
ἂν 17 w 4574
ἐς 15 w 4576
τὸ 65 w 4578
ἔσω 9 w 4581
ἐξαρθρήσῃ 3 w 4590
Ὡσαύτως 1 w 4598
δὲ 29 w 4600
καὶ 32 w 4603
ἢν 2 w 4605
παρὰ 1 w 4609
τὸ 66 w 4611
σφυρὸν 1 w 4617
ἐξαρθρήσῃ 4 w 4626
ἢν 3 w 4629
μὲν 17 w 4632
ἐς 16 w 4634
τὸ 67 w 4636
ἔξω 12 w 4639
μέρος 3 w 4644
κυλλοὶ 1 w 4651
μὲν 18 w 4654
γίνονται 1 w 4662
ἑστάναι 1 w 4670
δὲ 30 w 4672
δύνανται 3 w 4680
ἢν 4 w 4683
δὲ 31 w 4685
ἐς 17 w 4687
τὸ 68 w 4689
ἔσω 10 w 4692
μέρος 4 w 4697
βλαισοὶ 1 w 4705
μὲν 19 w 4708
γίνονται 2 w 4716
ἧσσον 3 w 4722
δὲ 32 w 4724
ἑστάναι 2 w 4731
δύνανται 4 w 4739
1 w 4741
γε 1 w 4743
μὴν 2 w 4746
ξυναύξησις 1 w 4756
τῶν 7 w 4759
ὀστέων 1 w 4765
τοιήδε 1 w 4771
γίνεται 8 w 4778
οἷσι 10 w 4783
μὲν 20 w 4786
ἂν 18 w 4788
τὸ 69 w 4790
κατὰ 20 w 4794
τὸ 70 w 4796
σφυρὸν 2 w 4802
ὀστέον 2 w 4808
τὸ 71 w 4810
τῆς 7 w 4813
κνήμης 1 w 4819
ἐκστῇ 1 w 4824
τούτοισι 2 w 4833
μὲν 21 w 4836
τὰ 33 w 4838
τοῦ 35 w 4841
ποδὸς 2 w 4846
ὀστέα 2 w 4851
ἥκιστα 2 w 4857
ξυναύξεται 1 w 4867
ταῦτα 1 w 4873
γὰρ 15 w 4876
ἐγγυτάτω 1 w 4884
τοῦ 36 w 4887
τρώματός 1 w 4895
ἐστι 8 w 4899
τὰ 34 w 4902
δὲ 33 w 4904
τῆς 8 w 4907
κνήμης 2 w 4913
ὀστέα 3 w 4918
αὔξεται 2 w 4925
μὲν 22 w 4928
οὐ 12 w 4931
πολὺ 1 w 4935
δὲ 34 w 4937
ἐνδεεστέρως 1 w 4948
αἱ 8 w 4951
μέντοι 1 w 4957
σάρκες 2 w 4963
μινύθουσιν 1 w 4973
Οἷσι 2 w 4978
δ 92 w 4979
ἂν 19 w 4981
κατὰ 21 w 4985
μὲν 23 w 4988
τὸ 72 w 4990
σφυρὸν 3 w 4996
μένῃ 1 w 5000
τὸ 73 w 5002
ἄρθρον 5 w 5008
κατὰ 22 w 5012
φύσιν 2 w 5017
κατὰ 23 w 5022
δὲ 35 w 5024
τὸ 74 w 5026
γόνυ 2 w 5030
ἐξεστήκῃ 1 w 5038
τούτοισι 3 w 5047
τὸ 75 w 5049
τῆς 9 w 5052
κνήμης 3 w 5058
ὀστέον 3 w 5064
οὐκ 4 w 5067
ἐθέλει 1 w 5073
ξυναύξεσθαι 1 w 5084
ὁμοίως 4 w 5090
ἀλλὰ 6 w 5095
βραχύτατον 1 w 5105
γίνεται 9 w 5112
τοῦτο 8 w 5118
γὰρ 16 w 5121
ἐγγυτάτω 2 w 5129
τοῦ 38 w 5132
τρώματός 2 w 5140
ἐστιν 8 w 5145
τοῦ 39 w 5149
μέντοι 2 w 5155
ποδὸς 3 w 5160
τὰ 38 w 5162
ὀστέα 4 w 5167
μινύθει 1 w 5174
μὲν 24 w 5177
ἀτὰρ 2 w 5182
οὐχ 1 w 5185
ὁμοίως 5 w 5191
ὥσπερ 3 w 5197
ὀλίγον 1 w 5203
τι 27 w 5205
πρόσθεν 1 w 5212
εἴρηται 2 w 5219
ὅτι 5 w 5223
τὸ 76 w 5225
ἄρθρον 6 w 5231
τὸ 77 w 5233
παρὰ 2 w 5237
τὸν 9 w 5240
πόδα 2 w 5244
σῶόν 1 w 5248
ἐστιν 9 w 5253
εἰ 7 w 5256
δέ 8 w 5258
οἱ 5 w 5260
χρέεσθαι 1 w 5268
ἠδύναντο 1 w 5276
ὥσπερ 4 w 5282
καὶ 33 w 5285
τῷ 15 w 5287
κυλλῷ 1 w 5292
ἔτι 1 w 5296
ἂν 20 w 5298
ἧσσον 4 w 5303
ἐμινύθει 1 w 5311
τὰ 40 w 5313
τοῦ 40 w 5316
ποδὸς 4 w 5321
ὀστέα 5 w 5326
τούτοισιν 2 w 5335
Οἷσι 3 w 5340
δ 99 w 5341
ἂν 21 w 5343
κατὰ 24 w 5347
τὸ 79 w 5349
ἰσχίον 1 w 5355
10 w 5356
ἐξάρθρησις 1 w 5366
γένηται 3 w 5373
τούτοισι 5 w 5382
τοῦ 41 w 5385
μηροῦ 7 w 5390
τὸ 80 w 5392
ὀστέον 4 w 5398
οὐκ 5 w 5401
ἐθέλει 2 w 5407
ξυναύξεσθαι 2 w 5418
ὁμοίως 6 w 5424
τοῦτο 9 w 5430
γὰρ 17 w 5433
ἐγγυτάτω 3 w 5441
τοῦ 43 w 5444
τρώματός 3 w 5452
ἐστιν 10 w 5457
ἀλλὰ 7 w 5462
βραχύτερον 1 w 5472
τοῦ 44 w 5475
ὑγιέος 5 w 5481
γίνεται 10 w 5488
τὰ 42 w 5491
μέντοι 3 w 5497
τῆς 10 w 5500
κνήμης 4 w 5506
ὀστέα 6 w 5511
οὐχ 2 w 5514
ὁμοίως 7 w 5520
τούτοισιν 3 w 5529
ἀναυξέα 1 w 5536
γίνεται 11 w 5543
οὐδὲ 4 w 5548
τὰ 43 w 5550
τοῦ 45 w 5553
ποδὸς 5 w 5558
διὰ 4 w 5562
τοῦτο 10 w 5567
δὲ 37 w 5569
ὅτι 6 w 5573
τὸ 81 w 5575
τοῦ 47 w 5578
μηροῦ 8 w 5583
ἄρθρον 7 w 5589
τὸ 82 w 5591
παρὰ 3 w 5595
τὴν 11 w 5598
κνήμην 1 w 5604
ἐν 5 w 5606
τῇ 9 w 5608
ἑωυτοῦ 2 w 5614
φύσει 1 w 5619
μένει 1 w 5624
καὶ 34 w 5628
τὸ 83 w 5630
τῆς 11 w 5633
κνήμης 5 w 5639
τὸ 84 w 5641
παρὰ 4 w 5645
τὸν 10 w 5648
πόδα 3 w 5652
σάρκες 3 w 5659
μέντοι 4 w 5665
μινύθουσι 2 w 5674
παντὸς 1 w 5680
τοῦ 49 w 5683
σκέλεος 6 w 5690
τούτοισιν 4 w 5699
εἰ 8 w 5702
μέντοι 5 w 5708
χρέεσθαι 2 w 5716
τῷ 16 w 5718
σκέλεϊ 4 w 5724
ἠδύναντο 2 w 5732
ἔτι 2 w 5736
ἂν 22 w 5738
μᾶλλον 4 w 5744
τὰ 44 w 5746
ὀστέα 7 w 5751
ξυνηυξάνετο 1 w 5762
ὡς 4 w 5765
καὶ 35 w 5768
πρόσθεν 2 w 5775
εἴρηται 3 w 5782
πλὴν 1 w 5787
τοῦ 50 w 5790
μηροῦ 9 w 5795
κἂν 1 w 5799
ἧσσον 5 w 5804
ἄσαρκα 1 w 5810
εἴη 1 w 5813
ἀσαρκότερα 1 w 5824
δὲ 38 w 5826
πολλῷ 2 w 5831
12 w 5832
εἰ 9 w 5834
ὑγιέα 4 w 5839
ἦν 2 w 5841
Σημήϊον 1 w 5849
δὲ 39 w 5851
ὅτι 7 w 5855
ταῦτα 2 w 5860
τοιαῦτά 1 w 5867
ἐστιν 11 w 5872
ὁκόσοι 2 w 5879
γὰρ 18 w 5882
τοῦ 51 w 5886
βραχίονος 1 w 5895
ἐκπεσόντος 1 w 5905
γαλιάγκωνες 1 w 5917
ἐγένοντο 1 w 5925
ἐκ 17 w 5927
γενεῆς 1 w 5933
13 w 5935
καὶ 36 w 5938
ἐν 6 w 5940
αὐξήσει 1 w 5947
πρὶν 1 w 5951
τελειωθῆναι 1 w 5962
οὗτοι 1 w 5968
τὸ 87 w 5970
μὲν 25 w 5973
ὀστέον 5 w 5979
τοῦ 52 w 5982
βραχίονος 2 w 5991
βραχὺ 1 w 5996
ἴσχουσι 1 w 6003
τὸν 11 w 6007
δὲ 40 w 6009
πῆχυν 1 w 6014
καὶ 37 w 6017
ἄκρην 1 w 6022
τὴν 12 w 6025
χεῖρα 3 w 6030
ὀλίγῳ 1 w 6035
ἐνδεεστέρην 1 w 6046
τοῦ 53 w 6049
ὑγιέος 6 w 6055
διὰ 5 w 6059
ταύτας 1 w 6065
τὰς 2 w 6068
προφάσιας 2 w 6077
τὰς 3 w 6080
εἰρημένας 1 w 6089
ὅτι 8 w 6093
24 w 6094
μὲν 26 w 6097
βραχίων 1 w 6104
ἐγγυτάτω 4 w 6112
τοῦ 54 w 6115
ἄρθρου 3 w 6121
τοῦ 55 w 6124
τρώματός 4 w 6132
ἐστιν 12 w 6137
ὥστε 1 w 6142
διὰ 6 w 6145
τοῦτο 11 w 6150
βραχύτερος 1 w 6160
γέγονεν 1 w 6167
25 w 6169
δ 112 w 6170
αὖ 3 w 6172
πῆχυς 1 w 6177
διὰ 7 w 6180
τοῦτο 12 w 6185
οὐχ 3 w 6188
ὁμοίως 8 w 6194
ἐνακούει 1 w 6202
τῆς 12 w 6205
ξυμφορῆς 1 w 6213
ὅτι 9 w 6217
τὸ 89 w 6219
τοῦ 58 w 6222
βραχίονος 3 w 6231
ἄρθρον 8 w 6237
τὸ 90 w 6239
πρὸς 7 w 6243
τοῦ 59 w 6246
πήχεος 1 w 6252
ἐν 9 w 6254
τῇ 10 w 6256
ἀρχαίῃ 1 w 6262
φύσει 2 w 6267
μένει 2 w 6272
4 w 6274
τε 44 w 6276
αὖ 4 w 6278
χεὶρ 1 w 6282
ἄκρη 2 w 6286
ἔτι 3 w 6289
τηλοτέρω 1 w 6297
ἄπεστιν 1 w 6304
14 w 6306
27 w 6307
πῆχυς 2 w 6312
ἀπὸ 2 w 6316
τῆς 13 w 6319
ξυμφορῆς 2 w 6327
Διὰ 1 w 6331
ταύτας 2 w 6337
οὖν 13 w 6340
τὰς 4 w 6343
εἰρημένας 2 w 6352
προφάσιας 3 w 6361
τῶν 8 w 6365
ὀστέων 2 w 6371
τά 14 w 6373
τε 45 w 6375
μὴ 9 w 6377
ξυναυξανόμενα 1 w 6390
οὐ 19 w 6392
ξυναυξάνεται 1 w 6404
τά 15 w 6407
τε 46 w 6409
ξυναυξανόμενα 2 w 6422
ξυν 9 w 6425
αυξάνεται 2 w 6435
Ἐς 1 w 6438
δὲ 41 w 6440
τὸ 91 w 6442
εὔσαρκον 1 w 6450
τῇ 11 w 6452
χειρὶ 2 w 6457
καὶ 38 w 6460
τῷ 17 w 6462
βραχίονι 1 w 6470
11 w 6471
ταλαιπωρίη 1 w 6481
τῆς 14 w 6484
χειρὸς 1 w 6490
μέγα 1 w 6494
προσωφελέει 1 w 6505
ὅσα 1 w 6509
γὰρ 19 w 6512
χειρῶν 1 w 6518
ἔργα 2 w 6522
ἐστὶ 1 w 6526
τὰ 48 w 6529
πλεῖστα 1 w 6536
προθυμέονται 1 w 6548
οἱ 6 w 6550
γαλιάγκωνες 2 w 6561
ἐργάζεσθαι 1 w 6571
τῇ 12 w 6573
χειρὶ 3 w 6578
ταύτῃ 3 w 6583
ὅσα 2 w 6587
περ 11 w 6590
καὶ 39 w 6593
τῇ 13 w 6595
ἑτέρῃ 1 w 6600
δύνανται 5 w 6608
οὐδὲν 2 w 6614
ἐνδεεστέρως 2 w 6625
τῆς 15 w 6628
ἀσινέος 1 w 6635
οὐ 21 w 6638
γὰρ 20 w 6641
δεῖ 1 w 6644
ὀχέεσθαι 1 w 6652
τὸ 92 w 6654
σῶμα 5 w 6658
ἐπὶ 12 w 6661
τῶν 9 w 6664
χειρῶν 2 w 6670
ὡς 5 w 6673
ἐπὶ 13 w 6676
τῶν 10 w 6679
σκελέων 3 w 6686
ἀλλὰ 8 w 6691
κοῦφα 1 w 6696
αὐτέῃσι 1 w 6703
τὰ 49 w 6705
ἔργα 3 w 6709
ἐστίν 1 w 6714
Διὰ 2 w 6718
δὲ 43 w 6720
τὴν 13 w 6723
χρῆσιν 1 w 6729
οὐ 22 w 6731
μινύθουσιν 2 w 6741
αἱ 9 w 6743
σάρκες 4 w 6749
αἱ 10 w 6751
κατὰ 25 w 6755
τὴν 14 w 6758
χεῖρα 4 w 6763
καὶ 40 w 6766
τὸν 12 w 6769
πῆχυν 2 w 6774
τοῖσι 6 w 6779
γαλιάγκωσιν 1 w 6790
ἀλλὰ 9 w 6795
καὶ 41 w 6798
28 w 6799
βραχίων 2 w 6806
τι 41 w 6808
προσωφελέεται 1 w 6821
ἐς 18 w 6823
εὐσαρκίην 1 w 6832
διὰ 8 w 6835
ταῦτα 3 w 6840
ὅταν 1 w 6845
δὲ 44 w 6847
ἰσχίον 2 w 6853
ἐκπαλὲς 1 w 6860
γένηται 4 w 6867
ἐς 19 w 6869
τὸ 94 w 6871
ἔσω 11 w 6874
μέρος 5 w 6879
ἐκ 19 w 6881
γενεῆς 2 w 6887
15 w 6889
καὶ 42 w 6892
ἔτι 4 w 6895
νηπίῳ 1 w 6900
ἐόντι 1 w 6905
μινύθουσιν 3 w 6916
αἱ 11 w 6918
σάρκες 5 w 6924
διὰ 9 w 6927
τοῦτο 13 w 6932
μᾶλλον 5 w 6938
16 w 6939
τῆς 16 w 6942
χειρὸς 2 w 6948
ὅτι 10 w 6952
οὐ 23 w 6954
δύνανται 6 w 6962
χρέεσθαι 3 w 6970
τῷ 18 w 6972
σκέλεϊ 5 w 6978
Μαρτύριον 1 w 6988
δέ 9 w 6990
τι 45 w 6992
ἓν 1 w 6994
ἔσται 1 w 6999
καὶ 43 w 7002
ἐν 11 w 7004
τοῖσιν 2 w 7010
ὀλίγον 2 w 7016
ὕστερον 1 w 7023
εἰρησομένοισιν 1 w 7037
ὅτι 11 w 7041
ταῦτα 4 w 7046
τοιαῦτά 2 w 7053
ἐστιν 13 w 7058
54 1 w 7061
Ὁκόσοισι 1 w 7070
δ 125 w 7071
ἂν 24 w 7073
ἐς 20 w 7075
τὸ 95 w 7077
ἔξω 13 w 7080
12 w 7081
τοῦ 61 w 7084
μηροῦ 10 w 7089
κεφαλὴ 2 w 7095
ἐκβῇ 2 w 7099
τούτοισι 8 w 7108
βραχύτερον 2 w 7118
μὲν 27 w 7121
τὸ 96 w 7123
σκέλος 14 w 7129
φαίνεται 4 w 7137
παρατεινόμενον 1 w 7151
παρὰ 5 w 7155
τὸ 97 w 7157
ἕτερον 2 w 7163
εἰκότως 2 w 7171
οὐ 24 w 7174
γὰρ 21 w 7177
ἐπ 19 w 7179
ὀστέον 6 w 7185
13 w 7186
ἐπίβασις 2 w 7194
τῆς 17 w 7197
κεφαλῆς 3 w 7204
τοῦ 62 w 7207
μηροῦ 11 w 7212
ἐστιν 14 w 7217
ὡς 6 w 7220
ὅτε 1 w 7223
ἔσω 12 w 7226
ἐκπέπτωκεν 1 w 7236
ἀλλὰ 10 w 7241
παρ 10 w 7244
ὀστέον 7 w 7250
παρεγκεκλιμένην 1 w 7265
τὴν 15 w 7268
φύσιν 3 w 7273
ἔχον 2 w 7277
ἐν 12 w 7280
σαρκὶ 1 w 7285
δὲ 45 w 7287
στηρίζεται 1 w 7297
ὑγρῇ 1 w 7301
καὶ 44 w 7304
ὑπεικούσῃ 1 w 7313
διὰ 10 w 7317
τοῦτο 14 w 7322
μὲν 28 w 7325
βραχύτερον 3 w 7335
φαίνεται 5 w 7343
Ἔσωθεν 1 w 7350
δὲ 46 w 7352
29 w 7353
μηρὸς 2 w 7358
παρὰ 6 w 7362
τὴν 16 w 7365
πλιχάδα 1 w 7372
καλεομένην 1 w 7382
κοιλότερος 1 w 7392
καὶ 45 w 7395
ἀσαρκότερος 1 w 7406
φαίνεται 6 w 7414
ἔξωθεν 1 w 7421
δὲ 47 w 7423
30 w 7424
γλουτὸς 3 w 7431
ὑποκυρτότερος 1 w 7444
ἅτε 2 w 7448
ἐς 21 w 7450
τὸ 99 w 7452
ἔξω 15 w 7455
τῆς 18 w 7458
κεφαλῆς 4 w 7465
τοῦ 64 w 7468
μηροῦ 12 w 7473
ὠλισθηκυίης 1 w 7484
ἀτὰρ 3 w 7489
καὶ 46 w 7492
ἀνωτέρω 1 w 7499
φαίνεται 7 w 7507
31 w 7508
γλουτὸς 4 w 7515
ἅτε 3 w 7519
ὑπειξάσης 1 w 7528
τῆς 19 w 7531
σαρκὸς 1 w 7537
τῆς 20 w 7540
ἐνταῦθα 1 w 7547
τῇ 14 w 7549
τοῦ 65 w 7552
μηροῦ 13 w 7557
κεφαλῇ 1 w 7563
τὸ 101 w 7566
δὲ 48 w 7568
παρὰ 7 w 7572
τὸ 102 w 7574
γόνυ 3 w 7578
τοῦ 66 w 7581
μηροῦ 14 w 7586
ἄκρον 2 w 7591
ἔσω 13 w 7594
ῥέπον 2 w 7599
φαίνεται 8 w 7607
καὶ 47 w 7611
14 w 7612
κνήμη 9 w 7617
αὶ 49 w 7620
32 w 7621
πούς 2 w 7625
ἀτὰρ 4 w 7630
οὐδὲ 6 w 7634
ξυγκάμπτειν 2 w 7645
ὥσπερ 5 w 7650
τὸ 103 w 7652
ὑγιὲς 9 w 7657
σκέλος 15 w 7663
δύνανται 7 w 7671
Τὰ 2 w 7674
μὲν 29 w 7677
οὖν 14 w 7680
σημήϊα 2 w 7686
ταῦτα 5 w 7691
τοῦ 67 w 7694
ἔξω 16 w 7697
ἐκπεπτωκότος 1 w 7709
μηροῦ 15 w 7714
εἰσιν 1 w 7719
55 1 w 7722
Οἷσι 4 w 7727
μὲν 30 w 7730
οὖν 15 w 7733
ἂν 25 w 7735
τετελειωμένοισιν 5 w 7751
ἤδη 1 w 7754
ἐκπεσὸν 1 w 7761
τὸ 104 w 7763
ἄρθρον 9 w 7769
μὴ 10 w 7771
ἐμπέσῃ 3 w 7777
τούτοισι 9 w 7786
βραχύτερον 4 w 7796
μὲν 31 w 7799
φαίνεται 9 w 7807
τὸ 105 w 7809
ξύμπαν 1 w 7815
σκέλος 16 w 7821
ἐν 14 w 7824
δὲ 50 w 7826
τῇ 15 w 7828
ὁδοιπορίῃ 2 w 7837
τῇ 16 w 7839
μὲν 32 w 7842
πτέρνῃ 1 w 7848
οὐ 26 w 7850
δύνανται 8 w 7858
καθικνέεσθαι 1 w 7870
ἐπὶ 14 w 7873
τῆς 21 w 7876
γῆς 1 w 7879
τῷ 19 w 7882
δὲ 51 w 7884
στήθεϊ 1 w 7890
τοῦ 68 w 7893
ποδὸς 6 w 7898
βαίνουσιν 1 w 7907
ἐπὶ 15 w 7910
τὴν 17 w 7913
γῆν 3 w 7916
ὀλίγον 3 w 7923
δὲ 52 w 7925
ἐς 22 w 7927
τὸ 106 w 7929
ἔσω 14 w 7932
μέρος 6 w 7937
ῥέπουσι 2 w 7944
τοῖσι 8 w 7949
δακτύλοισιν 1 w 7960
ἄκροισιν 1 w 7968
Ὀχέειν 1 w 7975
δὲ 53 w 7977
δύναται 2 w 7984
τὸ 107 w 7986
σῶμα 6 w 7990
τὸ 108 w 7992
σιναρὸν 8 w 7999
σκέλος 17 w 8005
τούτοισι 10 w 8013
πολλῷ 3 w 8018
μᾶλλον 6 w 8024
17 w 8026
οἷσιν 8 w 8031
ἂν 26 w 8033
ἐς 23 w 8035
τὸ 109 w 8037
ἔσω 15 w 8040
μέρος 7 w 8045
ἐκπεπτώκῃ 2 w 8054
ἅμα 3 w 8058
μὲν 33 w 8061
ὅτι 12 w 8065
15 w 8066
κεφαλὴ 3 w 8072
τοῦ 69 w 8075
μηροῦ 16 w 8080
καὶ 48 w 8084
34 w 8085
αὐχὴν 2 w 8090
τοῦ 70 w 8093
ἄρθρου 4 w 8099
πλάγιος 1 w 8106
φύσει 3 w 8111
πεφυκὼς 1 w 8118
ὑπὸ 2 w 8122
συχνῷ 1 w 8127
μέρεϊ 1 w 8132
τοῦ 71 w 8135
ἰσχίου 3 w 8141
τὴν 18 w 8144
ὑπόστασιν 1 w 8153
πεποίηται 1 w 8162
ἅμα 4 w 8166
δὲ 54 w 8168
ὅτι 13 w 8172
ἄκρος 1 w 8177
35 w 8178
ποὺς 2 w 8182
οὐκ 6 w 8185
ἐς 24 w 8187
τὸ 110 w 8189
ἔξω 17 w 8192
μέρος 8 w 8197
ἀναγκάζεται 4 w 8208
ἐκκεκλίσθαι 1 w 8219
ἀλλ 13 w 8223
ἐγγύς 1 w 8228
ἐστι 16 w 8232
τῆς 22 w 8235
ἰθυωρίης 1 w 8243
τῆς 23 w 8246
κατὰ 26 w 8250
τὸ 111 w 8252
σῶμα 7 w 8256
καὶ 49 w 8260
τείνει 1 w 8266
καὶ 50 w 8269
ἐσωτέρω 2 w 8276
Ὅταν 1 w 8281
οὖν 16 w 8284
τρίβον 1 w 8290
μὲν 34 w 8293
λάβῃ 1 w 8297
τὸ 112 w 8299
ἄρθρον 10 w 8305
ἐν 15 w 8307
τῇ 17 w 8309
σαρκὶ 2 w 8314
εἰς 1 w 8318
ἣν 1 w 8320
ἐξεκλίθη 1 w 8328
16 w 8330
δὲ 55 w 8332
σὰρξ 1 w 8336
γλισχρανθῇ 1 w 8346
ἀνώδυνον 1 w 8355
τῷ 20 w 8357
χρόνῳ 1 w 8362
γίνεται 12 w 8369
ὅταν 2 w 8374
δὲ 56 w 8376
ἀνώδυνον 2 w 8384
γένηται 5 w 8391
δύνανται 9 w 8400
μὲν 35 w 8403
ὁδοιπορέειν 1 w 8414
ἄνευ 1 w 8418
ξύλου 1 w 8423
ἢν 5 w 8426
ἄλλως 1 w 8431
βούλωνται 1 w 8440
δύνανται 10 w 8449
δὲ 57 w 8451
ὀχέειν 3 w 8457
τὸ 113 w 8459
σῶμα 8 w 8463
ἐπὶ 16 w 8466
τὸ 114 w 8468
σιναρὸν 9 w 8475
σκέλος 18 w 8481
Δι 3 w 8484
οὖν 17 w 8487
τὴν 19 w 8490
χρῆσιν 2 w 8496
ἧσσον 6 w 8501
τοῖσι 9 w 8506
τοιούτοισιν 2 w 8517
ἐκθηλύνονται 1 w 8529
αἱ 12 w 8531
σάρκες 6 w 8537
19 w 8539
οἷσιν 9 w 8544
ὀλίγον 4 w 8550
πρόσθεν 3 w 8557
εἴρητκι 1 w 8564
ἐκθηλύνονται 2 w 8577
δὲ 58 w 8579
20 w 8580
πλεῖον 1 w 8586
21 w 8588
ἔλασσον 3 w 8595
μᾶλλον 7 w 8602
δέ 10 w 8604
τι 52 w 8606
ἐκθηλύνονται 3 w 8618
κατὰ 27 w 8622
τὸ 115 w 8624
ἔσω 16 w 8627
μέρος 9 w 8632
22 w 8634
κατὰ 28 w 8638
τὸ 116 w 8640
ἔξω 18 w 8643
ὡς 7 w 8646
ἐπὶ 17 w 8649
τὸ 117 w 8651
πολύ 2 w 8655
Τὸ 1 w 8658
μέντοι 6 w 8664
ὑπόδημα 1 w 8671
μετεξέτεροι 2 w 8682
τούτων 1 w 8688
ὑποδέεσθαι 1 w 8698
οὐ 28 w 8700
δύνανται 11 w 8708
διὰ 11 w 8711
τὴν 20 w 8714
ἀκαμπίην 1 w 8722
τοῦ 72 w 8725
σκέλεος 7 w 8732
οἱ 7 w 8735
δέ 12 w 8737
τινες 2 w 8742
καὶ 51 w 8745
δύνανται 12 w 8753
Οἷσι 5 w 8758
δὲ 59 w 8760
ἂν 27 w 8762
ἐν 16 w 8764
γαστρὶ 2 w 8770
ἐοῦσιν 4 w 8776
ἐξαρθρήσῃ 5 w 8785
τοῦτο 15 w 8790
τὸ 118 w 8792
ἄρθρον 11 w 8798
23 w 8800
ἔτι 5 w 8803
ἐν 17 w 8805
αὐξήσει 2 w 8812
ἐοῦσι 5 w 8817
βίῃ 1 w 8820
ἐκπεσὸν 2 w 8827
ἤδη 2 w 8830
μὴ 11 w 8832
ἐμπέσῃ 4 w 8838
24 w 8840
καὶ 52 w 8843
ὑπὸ 3 w 8846
νούσου 1 w 8852
ἐξαρθρήσῃ 6 w 8861
τοῦτο 16 w 8866
τὸ 119 w 8868
ἄρθρον 12 w 8874
καὶ 53 w 8877
ἐκπαλήσῃ 1 w 8885
πολλὰ 1 w 8891
γὰρ 22 w 8894
τοιαῦτα 3 w 8901
γίνεται 13 w 8908
καὶ 54 w 8912
ἐνίων 1 w 8917
μὲν 36 w 8920
τῶν 11 w 8923
τοιούτων 1 w 8931
ἢν 6 w 8933
ἐπισφακελίσῃ 1 w 8945
37 w 8946
μηρὸς 3 w 8951
ἐμπυήματα 1 w 8961
χρόνια 1 w 8967
καὶ 55 w 8970
ἔμμοτα 1 w 8976
γίνεται 14 w 8983
καὶ 56 w 8987
ὀστέων 3 w 8993
ψιλώσιες 1 w 9001
ἐνίοισιν 1 w 9009
ὁμοίως 9 w 9017
δὲ 60 w 9019
καὶ 57 w 9022
οἷσιν 10 w 9027
ἐπισφακελίζει 1 w 9040
καὶ 58 w 9044
οἶσι 1 w 9048
μὴ 12 w 9050
ἐπισφακελίζει 2 w 9063
τοῦ 75 w 9067
μηροῦ 17 w 9072
τὸ 120 w 9074
ὀστέον 8 w 9080
πολλῷ 4 w 9085
βραχύτερον 5 w 9095
γίνεται 15 w 9102
καὶ 59 w 9106
οὐκ 7 w 9109
ἐθέλει 3 w 9115
ξυναύξεσθαι 3 w 9126
ὥσπερ 6 w 9132
τοῦ 76 w 9135
ὑγιέος 7 w 9141
τὰ 56 w 9144
μέντοι 7 w 9150
τῆς 24 w 9153
κνήμης 6 w 9159
βραχύτερα 2 w 9168
μὲν 37 w 9171
γίνεται 16 w 9178
26 w 9180
τὰ 57 w 9182
τῆς 25 w 9185
ἑτέρης 1 w 9191
ὀλίγῳ 2 w 9197
δὲ 61 w 9199
διὰ 12 w 9203
τὰς 5 w 9206
αὐτὰς 1 w 9211
προφάσιας 4 w 9220
αἳ 1 w 9223
καὶ 60 w 9226
πρόσθεν 4 w 9233
εἴρηνται 1 w 9241
ὁδοιπορέειν 2 w 9253
τε 67 w 9255
δύνανται 13 w 9263
οἱ 8 w 9265
τοιοῦτοι 1 w 9273
οἱ 9 w 9276
μέν 27 w 9279
τινες 3 w 9284
αὐτῶν 1 w 9289
τοῦτον 3 w 9295
τὸν 13 w 9298
τρόπον 1 w 9304
ὥσπερ 7 w 9310
οἷσι 14 w 9314
τετελειωμένοισιν 6 w 9330
ἐξέπεσε 1 w 9337
καὶ 61 w 9340
μὴ 13 w 9342
ἐνέπεσεν 1 w 9350
οἱ 10 w 9353
δὲ 62 w 9355
καὶ 62 w 9358
βαίνουσι 3 w 9366
μὲν 38 w 9369
παντὶ 1 w 9374
τῷ 21 w 9376
ποδὶ 4 w 9380
διαῤῥέπουσι 1 w 9392
δὲ 63 w 9394
ἐν 21 w 9396
τῇσιν 1 w 9401
ὁδοιπορίῃσιν 1 w 9413
ἀναγκαζόμενοι 1 w 9427
διὰ 13 w 9430
τὴν 21 w 9433
βραχύτητα 1 w 9442
τοῦ 78 w 9445
σκέλεος 8 w 9452
Ταῦτα 1 w 9458
δὲ 64 w 9460
τοιαῦτα 4 w 9467
γίνεται 17 w 9474
ἢν 7 w 9477
ἐπιμελέως 1 w 9486
μὲν 39 w 9489
παιδαγωγηθῶσιν 1 w 9503
ἐν 22 w 9505
τοῖσι 10 w 9510
σχήμασι 2 w 9517
καὶ 63 w 9520
ὀρθῶς 2 w 9525
ἐν 23 w 9528
οἷσι 15 w 9532
δεῖ 2 w 9535
πρὶν 2 w 9540
κρατυνθῆναι 1 w 9551
ἐς 25 w 9553
τὴν 22 w 9556
ὁδοιπορίην 2 w 9566
ἐπιμελέως 2 w 9576
δὲ 65 w 9578
καὶ 64 w 9581
ὀρθῶς 3 w 9586
ἐπὴν 1 w 9591
κρατυνθῶσιν 1 w 9602
πλείστης 1 w 9611
δὲ 66 w 9613
ἐπιμελείης 1 w 9623
δέονται 3 w 9630
οἷσιν 11 w 9636
ἂν 28 w 9638
νηπιωτάτοισιν 2 w 9651
ἐοῦσιν 5 w 9657
αὕτη 3 w 9661
17 w 9662
ξυμφορὴ 4 w 9669
γένηται 6 w 9676
ἢν 8 w 9679
γὰρ 23 w 9682
ἀμεληθῶσι 1 w 9691
νήπιοι 3 w 9697
ἐόντες 2 w 9703
ἀχρήϊον 1 w 9711
παντάπασι 1 w 9720
καὶ 65 w 9723
ἀναυξὲς 1 w 9730
ὅλον 1 w 9734
τὸ 122 w 9736
σκέλος 19 w 9742
γίνεται 18 w 9749
Αἱ 1 w 9752
δὲ 67 w 9754
σάρκες 7 w 9760
τοῦ 79 w 9763
ξύμπαντος 1 w 9772
σκέλεος 9 w 9779
μινύθουσι 5 w 9788
μᾶλλον 8 w 9794
29 w 9796
τοῦ 80 w 9799
ὑγιέος 8 w 9805
πάνυ 1 w 9810
μὴν 3 w 9813
πολλῷ 5 w 9818
ἧσσον 7 w 9823
τούτοισι 11 w 9831
μινύθουσιν 4 w 9841
30 w 9843
οἷσιν 12 w 9848
ἂν 29 w 9850
ἔσω 17 w 9853
ἐκπεπτώκῃ 3 w 9862
διὰ 14 w 9866
τὴν 23 w 9869
χρῆσιν 3 w 9875
καὶ 66 w 9878
τὴν 24 w 9881
ταλαιπωρίην 1 w 9892
οἷον 1 w 9897
εὐθέως 1 w 9903
δύνασθαι 1 w 9911
χρέεσθαι 4 w 9919
τῷ 22 w 9921
σκέλεϊ 6 w 9927
ὡς 8 w 9930
καὶ 67 w 9933
πρόσθεν 5 w 9940
ὀλίγῳ 3 w 9945
περὶ 1 w 9949
τῶν 13 w 9952
γαλιαγκώνων 1 w 9963
εἴρηται 4 w 9970