Scaife ATLAS

CTS Library / De fracturis

De fracturis (26-30)

urn:cts:greekLit:tlg0627.tlg009.1st1K-grc1:26-30
Refs {'start': {'reference': '26', 'human_reference': 'Chapter 26'}, 'end': {'reference': '30', 'human_reference': 'Chapter 30'}}
Ancestors []
Children []
prev
plain textXML
next

26. Χρὴ δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, οἷσιν ἂν μὴ ἐπίδοξος
τῶν ὀστέων ἀπόστασις ἔσεσθαι, τὴν αὐτὴν ἰητρείην ἰητρεύειν, ὥσπερ
ἂν οἷσιν ὀστέα μὲν κατεηγότα εἴη, ἕλκος δὲ μὴ ἔχοντα· τάς

502
τε γὰρ κατατάσιας καὶ κατορθώσιας τῶν ὀστέων τὸν αὐτὸν
τρόπον ποιέεσθαι, τήν τε ἐπίδεσιν παραπλήσιον τρόπον. Ἐπὶ
μὲν γὰρ αὐτὸ τὸ ἕλκος πισσηρὴν κηρωτὴν χρίσαντα, σπλῆνα λεπτὸν
διπλόον ἐπιδεθῆναι, τὰ δὲ πέριξ κηρωτῇ λευκῇ χρίειν. Τὰ δὲ
ὀθόνια καὶ τὰ ἀλλα πλατύρερά τινι ἐσχισμένα ἔστω, εἰ μὴ ἔλκος
εἶχεν· καὶ ἂν πρώτῳ ἐπιδέηται, συχνῷ ἔστω τοῦ ἕλκεος
πλατύτερον. Τὰ γὰρ στενότερα τοῦ ἕλκεος ζώσαντα ἔχει
τὸ ἕλκος· τὸ δὲ οὐ χρή· ἀλλ· πρώτη περιβολὴ ὅλον κατεχέτω τὸ
ἕλκος, καὶ ὑπερεχέτω τὸ ὀθόνιον ἔνθεν τε καὶ ἔνθεν. Βάλλεσθαι
μὲν οὖν χρὴ τὸ ὀθόνιον κατ αὐτὴν τὴν ἴξιν τοῦ ἕλκεος,
πιέζειν δὲ ὀλίγῳ ἧσσον εἰ μὴ ἕλκος εἶχεν, ἐπινέμεσθαι δὲ τῇ
504
ἐπιδέσει ὥσπερ καὶ πρόσθεν εἴρηται. Τὰ δὲ ὀθόνια αἰεὶ μὲν τοῦ τρόπου
τοῦ μαλθακοῦ ἔστωσαν, μᾶλλον δέ τι δεῖ ἐν τοῖσι τοιούτοισιν,
εἰ μὴ ἕλκος εἶχεν. Πλῆθος δὲ τῶν ὀθονίων, μὴ ἐλάσσω
ἔστω τῶν πρότερον εἰρημένων, ἀλλά τινι καὶ πλείω. Ἢν δὲ
ἐπιδεθῇ, δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέχθαι δὲ
μή· φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι. Τοὺς δὲ χρόνους
τοὺς αὐτοὺς μὲν χρὴ εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμόσθαι, τοὺς
αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσπερ καὶ ἐν τοῖσι πρόσθεν
εἴρηται. Μετεπιδεῖν δὲ διὰ τρίτης, πάντα μεταποιέοντα ἐς
τοὺς τρόπους τοὺς παραπλησίους, ὥσπερ καὶ πρόσθεν εἴρηται, πλὴν
ἐς τὸ σύμπαν ἧσσόν τινι πιέζειν ταῦτα ἐκεῖνα. Καὶ ἢν κατὰ
λόγον τὰ εἰκότα γένηται, ἰσχνότερον μὲν αἰεὶ εὑρεθήσεται τὸ
κατὰ τὸ ἕλκος, ἰσχνὸν δὲ καὶ τὸ ἄλλο πᾶν τὸ ὑπὸ τῆς ἐπιδέσιος
κατεχόμενον· καὶ αἵ τε ἐκπυήσιες ἔσονται θάσσους τῶν
ἄλλως ἰητρευμένων ἑλκέων, ὅσα τε σαρκία ἐν τῷ τρώματι ἐμελάνθη
καὶ ἐθανατώθη, θᾶσσον περιῤῥήγνυται καὶ ἐκπίπτει ἐπὶ ταύτῃ
τῇ ἰητρείῃ, ἐν τῇσιν ἄλλῃσιν, ἐς ὠτειλάς τε θᾶσσον ὁρμᾶται τὸ
ἕλκος οὕτως ἄλλως ἰητρευμένον. Πάντων δὲ τούτων αἴτιον,
ὅτι ἰσχνὸν μὲν τὸ κατὰ τὸ ἕλκος χωρίον γίνεται, ἰσχνὰ δὲ τὰ περιέχοντα.
Τὰ μὲν οὖν ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὡς τὰ
506
ἄνευ ἑλκώσιος ὀστέα κατηγνύμενα. Τοὺς δὲ νάρθηκας οὐ χρὴ
προστιθέναι. Διὰ τοῦτο καὶ τὰ ὀθόνια χρὴ τούτοισι πλείω εἶναι
τοῖσιν ἑτέροισιν, ὅτι τε ἧσσον πιέζεται, ὅτι τε οἱ νάρθηκες βραδύτεροι
προστίθενται. Ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, μὴ
κατὰ τὴν ἴξιν τοῦ ἕλκεος προστιθέναι, ἄλλως τε καὶ χαλαρῶς προστιθέναι,
προμηθεύμενος ὅκως μηδεμία σφίγξις μεγάλη ἔσται
ἀπὸ τῶν ναρθήκων. Εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖσι πρότερον γεγραμμένοισιν.
Τὴν μέντοι δίαιταν ἀκριβεστέρην καὶ πλείω χρόνον χρὴ
ποιέεσθαι οἷσιν ἐξ ἀρχῆς ἕλκεα γίνεται, καὶ οἷσιν ὀστέα ἐξίσχει·
καὶ τὸ ξύμπαν δὲ εἰρῆσθαι, ἐπὶ τοῖσι ἰσχυροτάτοισι τρώμασιν
ἀκριβεστέρην καὶ πουλυχρονιωτέρην εἶναι χρὴ τὴν δίαιταν.

27. αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων, καὶ οἷσιν ὀστέα μὲν
κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ἦν, ἐν δὲ τῇ ἰητρείῃ
ἐπιγίνεται. τοῖσιν ὀθονίοισιν μᾶλλον πιεχθέντος νάρθηκος ὑπὸ
ἐνέδρης, ὑπὸ ἄλλης τινὸς προφάσιος. Γινώσκεται μὲν οὖν τὰ
τοιαῦτα, ἢν ἕλκος ὑπῇ, τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν· καὶ τὸ οἴδημα
τὸ ἐν τοῖσιν ἄκροισι, σκληρότερον γίνεται τῶν τοιουτέων, καὶ
εἰ τὸν δάκτυλον ἐπαγάγοις, τὸ ἔρευθος ἐξαιρέεται, ἀτὰρ καὶ αὖθις

508
ὑποτρέχει ταχέως. Ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, λύσαντα
χρὴ, ἢν μὲν κνησμὸς κατὰ τὰς ὑποδεσμίδας, ἐπὶ τὸ ἄλλο
τὸ ἐπιδεδεμένον, πισσηρῇ κηρωτῇ ἀντὶ τῆς ἑτέρης χρῆσθαι. Ἢν δὲ
τούτων μὲν μηδὲν , αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον εὑρίσκηται,
μέλαν ἐπὶ πουλὺ ἀκάθαρτον, καὶ τῶν μὲν σαρκῶν ἐκπυησομένων,
τῶν δὲ νεύρων προσεκπεσουμένων, τουτέους οὐδὲν χρὴ
ἀναψύχειν παντάπασιν, οὐδέ τι φοβεῖσθαι τὰς ἐκπυήσιας ταύτας,
ἀλλ ἰητρεύειν, τὰ μὲν ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν
ἐξ ἀρχῆς ἕλκος ἐγένετο. Τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα
ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν τοῖσιν ἀκραίοις πάνυ χαλαροῖσι,
510
καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω, καὶ
πεπιέχθαι μὲν μηδαμῇ, ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος, τὰ
δὲ ἄλλα ἐπὶ ἧσσον. Τὰ δὲ ὀθόνια τὰ πρῶτα, ταῦτα μὲν καθαρὰ
ἔστω καὶ μὴ στενά· τὸ δὲ πλῆθος τῶν ὀθονίων ἔστω, ὅσον περ καὶ
ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιντο, ὀλίγῳ ἔλασσον. Ἐπὶ δὲ αὐτὸ τὸ
ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ κεχρισμένον· ἤν τε γὰρ
σὰρξ, ἤν τε νεῦρον μελανθῇ, προσεκπεσεῖται· τὰ γὰρ τοιαῦτα οὐ
χρὴ δριμέσιν ἰητρεύειν, ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυστα.
Μετεπιδεῖν δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι· ἀτρεμέειν
δὲ ἐπὶ μᾶλλον, τὸ πρόσθεν, καὶ ὀλιγοσιτέειν. Εἰδέναι δὲ χρὴ, εἴ
τε σὰρξ, εἴ τε νεῦρον τὸ ἐκπεσούμενόν ἐστιν, ὅτι οὕτω πολλῷ
μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον, πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται,
πολλῷ δὲ ἰσχνότερα τὰ περιέχοντα ἔσται, εἴ τις, ἀπολύσας τὰ
ὀθόνια, ἐπιθείη τι. τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος. Καίτοι καὶ
ἢν ἐκπέσῃ τὸ ἐκπεσούμενον, θᾶσσόν τε σαρκοῦται ἐκείνως ἑτέρως
ἰητρευόμενον, καὶ θᾶσσον ὠτειλοῦται. Πάντα μήν ἐστι ταῦτα
ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι. Προσσυμβάλλεται δὲ καὶ
τὰ σχήματα, καὶ οἷα χρὴ, εἶναι, καὶ ἄλλη δίαιτα, καὶ τῶν
ὀθονίων ἐπιτηδειότης.

28. Ἢν δ ἄρα ἐξαπατηθῇς ἐν τοῖσι νεοτρώτοισι, μὴ οἰόμενος
ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δ ἐπίδοξα ἀναπλῶσαι, οὐ

512
χρὴ ὀῤῥωδέειν τοῦτον τὸν τρόπον τῆς ἰητρείης· οὐδὲν γὰρ ἂν
μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἷός τε ᾖς τῇ χειρὶ
τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι. Σημεῖον δὲ τόδε,
ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ τρόπῳ τούτῳ τῆς
ἰητρείης· πῦον γὰρ συχνὸν ῥέει ἐκ τοῦ ἕλκεος, καὶ ὀργᾷν
φαίνεται. Πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον· ἐπεὶ
ἄλλως τε καὶ ἀπύρετοι γίνονται, ἢν μὴ κάρτα πιέζωνται ὑπο τῆς ἐπιδέσιος,
καὶ τὸ ἕλκος, καὶ τὰ περιέχοντα ἰσχνά. Ὅσαι μὲν οὖν
λεπτῶν πάνυ ὀστέων ἀποστάσιες, οὐδεμιῆς μεγάλης μεταβολῆς
δέονται, ἀλλ χαλαρωτέρως ἐπιδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ
514
πῦον, ἀλλ εὐαπόῤῥυτον , καὶ πυκνότερον μετεπιδεῖν, ἔστ
ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι.

29. Ὁκόσοισι δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται,
ἤν τε ἐξ ἀρχῆς προγνῷς, ἤν τε καὶ ἔπειτα μεταγνῷς,
οὐκ ἔτι τῆς αὐτῆς ἰητρείης δεῖται· ἀλλὰ τὰς μὲν κατατάσιας,
καὶ τὰς διορθώσιας οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται· σπλῆνας δὲ
χρὴ διπλοῦς, πλάτος μὲν ἡμισπιθαμιαίους, μὴ ἐλάσσους (ὁκοῖον
δὲ ἄν τι καὶ τὸ τρῶμα , πρὸς τοῦτο τεκμαίρεσθαι), μῆκος
δὲ βραχυτέρους μὲν μὴ ὀλίγῳ, ὥστε δὶς περιικνέεσθαι περὶ
τὸ τετρωμένον, μακροτέρους δὲ συχνῷ, ὥστε ἅπαξ περιικνέεσθαι,
πλῆθος δὲ, ὁκόσους ἂν ξυμφέρῃ, ποιησάμενον, τούτους
ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα, χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς
ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς ἐπιδεῖται, περιελίσσειν, κἄπειτα
σκεπαρνηδὸν παραλλάσσοντα τὰς ἀρχὰς ἀφιέναι. Ταῦτα κατά
τε αὐτὸ τὸ ἕλκος ποιέειν, καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν τοῦ ἕλκεος·
καὶ πεπιέχθω μὲν μὴ, ἀλλ ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος

516
προσκείσθω. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν,
τι τῶν ἐναίμων, τι τῶν ἄλλων φαρμάκων, τι ξύντροφόν
ἐστιν ἐπιτέγξει. Καὶ ἢν μὲν ὥρη θερινὴ , ἐπιτέγγειν
τῷ οἴνῳ τοὺς σπλῆνας πυκνά· ἢν δὲ χειμερινὴ ὥρη
, εἰρία πουλλὰ ῥυπαρὰ, νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ, ἐπικείσθω.
Ἰξαλῆν δὲ χρὴ ὑποτετάσθαι, καὶ εὐαπόῤῥυτα ποιέειν,
φυλάσσοντα τοὺς ὑποῤῥόους, μεμνημένον ὅτι οἱ τόποι οἱ ἐν τοῖσιν
αὐτοῖσι σχήμασι πολλὸν χρόνον κείμενοι, ἐκτρίμματα δυσάκεστα
ποιέουσιν.

30. Ὅσους δὲ μὴ οἷόν τε ἐπιδέσει ἰήσασθαι διά τινα τούτων
τῶν εἰρημένων τρόπων, τῶν εἰρησομένων, τούτους περὶ
πλείονος χρὴ ποιέεσθαι, ὅκως εὐθέτως σχήσουσι τὸ κατεηγὸς
τοῦ σώματος κατ ἰθυωρίην, προσέχοντα τὸν νόον, καὶ τῷ ἀνωτέρω
δὲ μᾶλλον τῷ κατωτέρω. Εἰ δέ τις μέλλοι καλῶς καὶ εὐχερῶς
ἐργάζεσθαι, ἄξιον καὶ μηχανοποιήσασθαι, ὅκως κατάτασιν δικαίην
καὶ μὴ βιαίην σχήσει τὸ κατεηγὸς τοῦ σώματος· μάλιστα δὲ

518
ἐν κνήμῃ ἐνδέχεται μηχανοποιέειν. Εἰσὶ μὲν οὖν τινες, οἳ ἐπὶ πᾶσι
τοῖσι τῆς κνήμης κατήγμασι, καὶ τοῖσιν ἐπιδεομένοισι, καὶ
τοῖσι μὴ ἐπιδεομένοισι, τὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν
κλίνην, πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες. Οὗτοι
μὲν οὖν πάντα κακὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν· οὔτε γὰρ τοῦ κατατείνεσθαι
ἄκος ἐστὶ τὸ προσδεδέσθαι τὸν πόδα, οὐδὲν γὰρ ἧσσον τὸ
ἄλλο σῶμα προσχωρήσει πρὸς τὸν πόδα, καὶ οὕτως οὐκ ἂν ἔτι τείνοιτο·
οὔτ αὖ ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ
βλάπτει, στρεφομένου γὰρ τοῦ ἄλλου σώματος τῇ τῇ, οὐδὲν
κωλύσει δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τὰ τῷ ποδὶ προσηρτημένα
ἐπακολουθέειν τῷ ἄλλῳ σώματι. Εἰ δὲ μὴ προσεδέδετο, ἧσσον
ἂν διεστρέφετο· ἧσσον γὰρ ἂν ἐγκατελείπετο ἐν τῇ κινήσει τοῦ
ἄλλου σώματος. Εἰ δέ τις σφαίρας δύο ῥάψαιτο ἐκ σκύτεος
αἰγυπτίου τοιαύτας οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι
πολλὸν χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔνθεν
χιτῶνας, τὰ μὲν πρὸς τοῦ τρώματος βαθυτέρους, τὰ δὲ πρὸς
τῶν ἄρθρων βραχυτέρους, εἶεν δὲ ὀγκηραὶ μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι
δὲ, μὲν ἄνωθεν τῶν σφυρῶν, δὲ κάτωθεν τοῦ γούνατος·
520
ἐκ δὲ πλαγίης ἄκρης δισσὰ κάτωθεν ἔχοι προσηρτημένα,
ἁπλόου ἱμάντος, διπλόου, βραχέα ὥσπερ ἀγκύλας, τὰ μέν τι τοῦ
σφυροῦ ἑκατέρωθεν, τὰ δέ τι τοῦ γούνατος· καὶ ἄνωθεν σφαῖρα
522
ἕτερα τοιαῦτα ἔχοι κατὰ τὴν ἰθυωρίην τὴν αὐτήν. Κἄπειτα κραναΐνας
ῥάβδους τέσσαρας λαβὼν ἴσον τὸ μέγεθος ἀλλήλῃσιν
ἐχούσας, πάχος μὲν ὡς δακτυλιαίας, μῆκος δὲ ὡς κεκαμμέναι
ἐναρμόσωσιν ἐς τὰ ἀπαιωρήματα, ἐπιμελόμενος ὅκως τὰ ἄκρα
τῶν ῤάβδων μὴ ἐς τὸν χρῶτα, ἀλλ ἐς τὰ ἄκρα τῶν σφαιρέων ἐγκέλσει.
Εἶναι δὲ χρὴ ζεύγεα τρία τῶν ῥάβδων, καὶ πλέω, καί τινι μακροτέρας
τὰς ἑτέρας τῶν ἑτέρων, καί τινι καὶ βραχυτέρας
καὶ σμικροτέρας, ὡς καὶ μᾶλλον διατείνειν, ἢν βούληται,
καὶ ἧσσον· ἔστωσαν δὲ αἱ ῥάβδοι ἑκάτεραι ἔνθεν καὶ ἔνθεν
τῶν σφυρῶν. Ταῦτα τοίνυν εἰ καλῶς μηχανοποιηθείη, τήν τε
κατάτασιν καὶ δικαίην ἂν παρέχοι καὶ ὁμαλὴν κατὰ τὴν
ἰθυωρίην, καὶ τῷ τρώματι πόνος οὐδεὶς ἂν εἴη· τὰ γὰρ ἀποπιέσματα,
εἴ τι καὶ ἀποπιέζοιτο, τὰ μὲν ἂν ἐς τὸν πόδα ἀπάγοιτο, τὰ δὲ ἐς
τὸν μηρόν· αἵ τε ῥάβδοι εὐθετώτεραι, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν
τῶν σφυρῶν, ὥστε μὴ κωλύεσθαι τὴν θέσιν τῆς κνήμης· τό τε
τρῶμα εὐκατάσκεπτον καὶ εὐβάστακτον· οὐδὲν γὰρ ἐμποδὼν,
εἴ τις ἐθέλοι τὰς δύο τῶν ῥάβδων τὰς ἀνωτέρω αὐτὰς πρὸς ἀλλήλας
524
ζεῦξαι, καὶ ἢν τις κούφως βούληται ἐπιβάλλειν, ὥστε τὸ
ἐπιβαλλόμενον μετέωρον ἀπὸ τοῦ τρώματος εἶναι. Εἰ μὲν οὖν αἵ τε
σφαῖραι προσηνέες καὶ καλαὶ καὶ μαλθακαὶ καὶ καιναὶ ῥαφεῖεν,
καὶ ἔντασις τῶν ῥάβδων χρηστῶς ἐνταθείη, ὥσπερ ἤδη εἴρηται,
εὔχρηστον τὸ μηχάνημα· εἰ δέ τι τουτέων μὴ καλῶς ἕξει, βλάπτοι
ἂν μᾶλλον ὠφελέοι. Χρὴ δὲ καὶ τὰς ἄλλας μηχανὰς καλῶς μηχανᾶσθαι,
μὴ μηχανᾶσθαι· αἰσχρὸν γὰρ καὶ ἄτεχνον μηχανοποιέοντα
ἀμηχανοποιέεσθαι.

Tokens

26 1 w 2
Χρὴ 1 w 6
δὲ 1 w 8
ὡς 1 w 11
ἐν 1 w 13
κεφαλαίῳ 1 w 21
εἰρῆσθαι 1 w 29
οἷσιν 1 w 35
ἂν 1 w 37
μὴ 1 w 39
ἐπίδοξος 1 w 47
1 w 48
1 w 49
τῶν 1 w 52
ὀστέων 1 w 58
ἀπόστασις 1 w 67
ἔσεσθαι 1 w 74
τὴν 1 w 78
αὐτὴν 1 w 83
ἰητρείην 1 w 91
ἰητρεύειν 1 w 100
ὥσπερ 1 w 106
ἂν 2 w 108
οἷσιν 2 w 113
ὀστέα 1 w 118
μὲν 1 w 121
κατεηγότα 1 w 130
εἴη 1 w 133
ἕλκος 1 w 139
δὲ 2 w 141
μὴ 2 w 143
ἔχοντα 1 w 149
τάς 1 w 153
τε 2 w 155
γὰρ 1 w 158
κατατάσιας 1 w 168
καὶ 1 w 171
κατορθώσιας 1 w 182
τῶν 2 w 185
ὀστέων 2 w 191
τὸν 1 w 194
αὐτὸν 1 w 199
τρόπον 1 w 205
ποιέεσθαι 1 w 214
τήν 1 w 218
τε 3 w 220
ἐπίδεσιν 1 w 228
παραπλήσιον 1 w 239
τρόπον 2 w 245
Ἐπὶ 1 w 249
μὲν 2 w 252
γὰρ 2 w 255
αὐτὸ 2 w 259
τὸ 4 w 261
ἕλκος 2 w 266
πισσηρὴν 1 w 274
κηρωτὴν 1 w 281
χρίσαντα 1 w 289
σπλῆνα 1 w 296
λεπτὸν 1 w 302
διπλόον 1 w 309
ἐπιδεθῆναι 1 w 319
τὰ 1 w 322
δὲ 3 w 324
πέριξ 1 w 329
κηρωτῇ 1 w 335
λευκῇ 1 w 340
χρίειν 1 w 346
Τὰ 1 w 349
δὲ 4 w 351
ὀθόνια 1 w 357
καὶ 2 w 360
τὰ 2 w 362
ἀλλα 1 w 366
πλατύρερά 1 w 375
τινι 1 w 379
ἐσχισμένα 1 w 388
ἔστω 1 w 392
1 w 394
εἰ 2 w 396
μὴ 3 w 398
ἔλκος 1 w 403
εἶχεν 1 w 408
καὶ 3 w 412
1 w 413
ἂν 3 w 415
πρώτῳ 1 w 420
ἐπιδέηται 1 w 429
συχνῷ 1 w 435
ἔστω 2 w 439
τοῦ 1 w 442
ἕλκεος 1 w 448
πλατύτερον 1 w 458
Τὰ 2 w 461
γὰρ 3 w 464
στενότερα 1 w 473
τοῦ 2 w 476
ἕλκεος 2 w 482
ζώσαντα 1 w 489
ἔχει 1 w 493
τὸ 6 w 495
ἕλκος 3 w 500
τὸ 7 w 503
δὲ 5 w 505
οὐ 1 w 507
χρή 1 w 510
ἀλλ 2 w 514
2 w 516
πρώτη 1 w 521
περιβολὴ 1 w 529
ὅλον 1 w 533
κατεχέτω 1 w 541
τὸ 8 w 543
ἕλκος 4 w 548
καὶ 4 w 552
ὑπερεχέτω 1 w 561
τὸ 9 w 563
ὀθόνιον 1 w 570
ἔνθεν 1 w 575
τε 8 w 577
καὶ 5 w 580
ἔνθεν 2 w 585
Βάλλεσθαι 1 w 595
μὲν 3 w 598
οὖν 1 w 601
χρὴ 1 w 604
τὸ 10 w 606
ὀθόνιον 2 w 613
κατ 5 w 616
αὐτὴν 2 w 621
τὴν 5 w 624
ἴξιν 1 w 628
τοῦ 3 w 631
ἕλκεος 3 w 637
πιέζειν 1 w 645
δὲ 6 w 647
ὀλίγῳ 1 w 652
ἧσσον 1 w 657
2 w 658
εἰ 3 w 660
μὴ 4 w 662
ἕλκος 5 w 667
εἶχεν 2 w 672
ἐπινέμεσθαι 1 w 684
δὲ 7 w 686
τῇ 2 w 688
ἐπιδέσει 1 w 696
ὥσπερ 2 w 701
καὶ 6 w 704
πρόσθεν 1 w 711
εἴρηται 1 w 718
Τὰ 3 w 721
δὲ 8 w 723
ὀθόνια 2 w 729
αἰεὶ 1 w 733
μὲν 4 w 736
τοῦ 4 w 739
τρόπου 1 w 745
τοῦ 5 w 748
μαλθακοῦ 1 w 756
ἔστωσαν 1 w 763
μᾶλλον 1 w 770
δέ 3 w 772
τι 2 w 774
δεῖ 1 w 777
ἐν 2 w 779
τοῖσι 1 w 784
τοιούτοισιν 1 w 795
3 w 797
εἰ 4 w 799
μὴ 5 w 801
ἕλκος 6 w 806
εἶχεν 3 w 811
Πλῆθος 1 w 818
δὲ 9 w 820
τῶν 3 w 823
ὀθονίων 1 w 830
μὴ 6 w 833
ἐλάσσω 1 w 839
ἔστω 4 w 843
τῶν 4 w 846
πρότερον 1 w 854
εἰρημένων 1 w 863
ἀλλά 1 w 868
τινι 2 w 872
καὶ 7 w 875
πλείω 1 w 880
Ἢν 1 w 883
δὲ 10 w 885
ἐπιδεθῇ 1 w 892
δοκείτω 1 w 900
τῷ 1 w 902
ἐπιδεδεμένῳ 1 w 913
ἡρμόσθαι 1 w 921
μὲν 5 w 924
πεπιέχθαι 1 w 934
δὲ 11 w 936
μή 1 w 938
φάτω 1 w 943
δὲ 12 w 945
κατὰ 1 w 949
τὸ 11 w 951
ἕλκος 7 w 956
μάλιστα 1 w 963
ἡρμόσθαι 2 w 971
Τοὺς 1 w 976
δὲ 13 w 978
χρόνους 1 w 985
τοὺς 1 w 989
αὐτοὺς 1 w 995
μὲν 6 w 998
χρὴ 2 w 1001
εἶναι 1 w 1006
ἐπὶ 1 w 1009
τὸ 12 w 1011
μᾶλλον 2 w 1017
δοκέειν 1 w 1024
ἡρμόσθαι 3 w 1032
τοὺς 3 w 1037
αὐτοὺς 2 w 1043
δὲ 14 w 1045
ἐπὶ 2 w 1048
τὸ 13 w 1050
μᾶλλον 3 w 1056
δοκέειν 2 w 1063
χαλᾷν 1 w 1068
ὥσπερ 3 w 1074
καὶ 8 w 1077
ἐν 3 w 1079
τοῖσι 2 w 1084
πρόσθεν 2 w 1091
εἴρηται 2 w 1098
Μετεπιδεῖν 1 w 1109
δὲ 15 w 1111
διὰ 1 w 1114
τρίτης 1 w 1120
πάντα 1 w 1126
μεταποιέοντα 1 w 1138
ἐς 1 w 1140
τοὺς 5 w 1144
τρόπους 1 w 1151
τοὺς 6 w 1155
παραπλησίους 1 w 1167
ὥσπερ 4 w 1173
καὶ 9 w 1176
πρόσθεν 3 w 1183
εἴρηται 3 w 1190
πλὴν 1 w 1195
ἐς 2 w 1197
τὸ 14 w 1199
σύμπαν 1 w 1205
ἧσσόν 1 w 1210
τινι 3 w 1214
πιέζειν 2 w 1221
ταῦτα 1 w 1226
4 w 1227
ἐκεῖνα 1 w 1233
Καὶ 1 w 1237
ἢν 1 w 1239
κατὰ 2 w 1243
λόγον 1 w 1248
τὰ 5 w 1250
εἰκότα 1 w 1256
γένηται 1 w 1263
ἰσχνότερον 1 w 1274
μὲν 7 w 1277
αἰεὶ 2 w 1281
εὑρεθήσεται 1 w 1292
τὸ 15 w 1294
κατὰ 3 w 1298
τὸ 16 w 1300
ἕλκος 8 w 1305
ἰσχνὸν 1 w 1312
δὲ 16 w 1314
καὶ 10 w 1317
τὸ 17 w 1319
ἄλλο 1 w 1323
πᾶν 1 w 1326
τὸ 18 w 1328
ὑπὸ 1 w 1331
τῆς 1 w 1334
ἐπιδέσιος 1 w 1343
κατεχόμενον 1 w 1354
καὶ 11 w 1358
αἵ 1 w 1360
τε 13 w 1362
ἐκπυήσιες 1 w 1371
ἔσονται 1 w 1378
θάσσους 1 w 1385
6 w 1386
τῶν 5 w 1389
ἄλλως 1 w 1394
ἰητρευμένων 1 w 1405
ἑλκέων 1 w 1411
ὅσα 1 w 1415
τε 14 w 1417
σαρκία 1 w 1423
ἐν 4 w 1425
τῷ 2 w 1427
τρώματι 1 w 1434
ἐμελάνθη 1 w 1442
καὶ 12 w 1445
ἐθανατώθη 1 w 1454
θᾶσσον 1 w 1461
περιῤῥήγνυται 1 w 1474
καὶ 13 w 1477
ἐκπίπτει 1 w 1485
ἐπὶ 3 w 1488
ταύτῃ 1 w 1493
τῇ 3 w 1495
ἰητρείῃ 1 w 1502
7 w 1504
ἐν 5 w 1506
τῇσιν 1 w 1511
ἄλλῃσιν 1 w 1518
ἐς 3 w 1521
ὠτειλάς 1 w 1528
τε 17 w 1530
θᾶσσον 2 w 1536
ὁρμᾶται 1 w 1543
τὸ 19 w 1545
ἕλκος 9 w 1550
οὕτως 1 w 1555
8 w 1556
ἄλλως 2 w 1561
ἰητρευμένον 1 w 1572
Πάντων 1 w 1579
δὲ 17 w 1581
τούτων 1 w 1587
αἴτιον 1 w 1593
ὅτι 1 w 1597
ἰσχνὸν 2 w 1603
μὲν 8 w 1606
τὸ 20 w 1608
κατὰ 4 w 1612
τὸ 21 w 1614
ἕλκος 10 w 1619
χωρίον 1 w 1625
γίνεται 1 w 1632
ἰσχνὰ 1 w 1638
δὲ 18 w 1640
τὰ 8 w 1642
περιέχοντα 1 w 1652
Τὰ 4 w 1655
μὲν 9 w 1658
οὖν 2 w 1661
ἄλλα 1 w 1665
πάντα 2 w 1670
παραπλησίως 1 w 1681
χρὴ 3 w 1684
ἰητρεύειν 2 w 1693
ὡς 2 w 1696
τὰ 9 w 1698
ἄνευ 1 w 1702
ἑλκώσιος 1 w 1710
ὀστέα 2 w 1715
κατηγνύμενα 1 w 1726
Τοὺς 2 w 1731
δὲ 19 w 1733
νάρθηκας 1 w 1741
οὐ 2 w 1743
χρὴ 4 w 1746
προστιθέναι 1 w 1757
Διὰ 1 w 1761
τοῦτο 1 w 1766
καὶ 14 w 1769
τὰ 10 w 1771
ὀθόνια 3 w 1777
χρὴ 5 w 1780
τούτοισι 1 w 1788
πλείω 2 w 1793
εἶναι 2 w 1798
9 w 1799
τοῖσιν 1 w 1805
ἑτέροισιν 1 w 1814
ὅτι 2 w 1818
τε 18 w 1820
ἧσσον 2 w 1825
πιέζεται 1 w 1833
ὅτι 3 w 1837
τε 19 w 1839
οἱ 1 w 1841
νάρθηκες 1 w 1849
βραδύτεροι 1 w 1859
προστίθενται 1 w 1871
Ἢν 2 w 1874
μέντοι 1 w 1880
τοὺς 7 w 1884
νάρθηκας 2 w 1892
προστιθῇς 1 w 1901
μὴ 7 w 1904
κατὰ 5 w 1908
τὴν 6 w 1911
ἴξιν 2 w 1915
τοῦ 7 w 1918
ἕλκεος 4 w 1924
προστιθέναι 2 w 1935
ἄλλως 3 w 1941
τε 21 w 1943
καὶ 15 w 1946
χαλαρῶς 1 w 1953
προστιθέναι 3 w 1964
προμηθεύμενος 1 w 1978
ὅκως 1 w 1982
μηδεμία 1 w 1989
σφίγξις 1 w 1996
μεγάλη 1 w 2002
ἔσται 1 w 2007
ἀπὸ 1 w 2010
τῶν 6 w 2013
ναρθήκων 1 w 2021
Εἴρηται 1 w 2029
δὲ 20 w 2031
τοῦτο 2 w 2036
καὶ 16 w 2039
ἐν 6 w 2041
τοῖσι 4 w 2046
πρότερον 2 w 2054
γεγραμμένοισιν 1 w 2068
Τὴν 1 w 2072
μέντοι 2 w 2078
δίαιταν 1 w 2085
ἀκριβεστέρην 1 w 2097
καὶ 17 w 2100
πλείω 3 w 2105
χρόνον 1 w 2111
χρὴ 6 w 2114
ποιέεσθαι 2 w 2123
οἷσιν 3 w 2128
ἐξ 1 w 2130
ἀρχῆς 1 w 2135
ἕλκεα 1 w 2140
γίνεται 2 w 2147
καὶ 18 w 2151
οἷσιν 4 w 2156
ὀστέα 3 w 2161
ἐξίσχει 1 w 2168
καὶ 19 w 2172
τὸ 22 w 2174
ξύμπαν 1 w 2180
δὲ 21 w 2182
εἰρῆσθαι 2 w 2190
ἐπὶ 4 w 2194
τοῖσι 5 w 2199
ἰσχυροτάτοισι 1 w 2212
τρώμασιν 1 w 2220
ἀκριβεστέρην 2 w 2232
καὶ 20 w 2235
πουλυχρονιωτέρην 1 w 2251
εἶναι 3 w 2256
χρὴ 7 w 2259
τὴν 7 w 2262
δίαιταν 2 w 2269
27 1 w 2272
1 w 2274
αὐτὴ 3 w 2278
δὲ 22 w 2280
ἰητρείη 2 w 2287
τῶν 7 w 2290
ἑλκέων 2 w 2296
καὶ 21 w 2300
οἷσιν 5 w 2305
ὀστέα 4 w 2310
μὲν 10 w 2313
κατέηγεν 1 w 2321
ἕλκος 11 w 2327
δὲ 23 w 2329
ἐξ 3 w 2331
ἀρχῆς 2 w 2336
μηδὲν 1 w 2341
ἦν 1 w 2343
ἐν 7 w 2346
δὲ 25 w 2348
τῇ 5 w 2350
ἰητρείῃ 2 w 2357
ἐπιγίνεται 1 w 2367
10 w 2369
τοῖσιν 2 w 2375
ὀθονίοισιν 1 w 2385
μᾶλλον 4 w 2391
πιεχθέντος 1 w 2401
νάρθηκος 1 w 2409
ὑπὸ 2 w 2412
ἐνέδρης 1 w 2419
11 w 2421
ὑπὸ 3 w 2424
ἄλλης 1 w 2429
τινὸς 1 w 2434
προφάσιος 1 w 2443
Γινώσκεται 1 w 2454
μὲν 11 w 2457
οὖν 3 w 2460
τὰ 12 w 2462
τοιαῦτα 1 w 2469
ἢν 2 w 2472
ἕλκος 12 w 2477
ὑπῇ 1 w 2480
τῇ 6 w 2483
τε 23 w 2485
ὀδύνῃ 1 w 2490
καὶ 22 w 2493
τοῖσι 7 w 2498
σφυγμοῖσιν 1 w 2508
καὶ 23 w 2512
τὸ 23 w 2514
οἴδημα 1 w 2520
τὸ 24 w 2522
ἐν 9 w 2524
τοῖσιν 3 w 2530
ἄκροισι 1 w 2537
σκληρότερον 1 w 2549
γίνεται 4 w 2556
τῶν 8 w 2559
τοιουτέων 1 w 2568
καὶ 24 w 2572
εἰ 8 w 2574
τὸν 4 w 2577
δάκτυλον 1 w 2585
ἐπαγάγοις 1 w 2594
τὸ 26 w 2597
ἔρευθος 1 w 2604
ἐξαιρέεται 1 w 2614
ἀτὰρ 1 w 2619
καὶ 25 w 2622
αὖθις 1 w 2627
ὑποτρέχει 1 w 2636
ταχέως 1 w 2642
Ἢν 3 w 2645
οὖν 4 w 2648
τι 15 w 2650
τοιοῦτον 1 w 2658
ὑποπτεύῃς 1 w 2667
λύσαντα 1 w 2675
χρὴ 8 w 2678
ἢν 3 w 2681
μὲν 12 w 2684
2 w 2685
κνησμὸς 1 w 2692
κατὰ 6 w 2696
τὰς 1 w 2699
ὑποδεσμίδας 1 w 2710
14 w 2712
ἐπὶ 5 w 2715
τὸ 27 w 2717
ἄλλο 2 w 2721
τὸ 28 w 2723
ἐπιδεδεμένον 1 w 2735
πισσηρῇ 1 w 2743
κηρωτῇ 2 w 2749
ἀντὶ 1 w 2753
τῆς 2 w 2756
ἑτέρης 1 w 2762
χρῆσθαι 1 w 2769
Ἢν 4 w 2772
δὲ 26 w 2774
τούτων 2 w 2780
μὲν 13 w 2783
μηδὲν 2 w 2788
3 w 2789
αὐτὸ 3 w 2794
δὲ 28 w 2796
τὸ 30 w 2798
ἕλκος 13 w 2803
ἠρεθισμένον 1 w 2814
εὑρίσκηται 1 w 2824
μέλαν 1 w 2830
ἐπὶ 6 w 2833
πουλὺ 1 w 2838
15 w 2839
ἀκάθαρτον 1 w 2848
καὶ 26 w 2852
τῶν 9 w 2855
μὲν 14 w 2858
σαρκῶν 1 w 2864
ἐκπυησομένων 1 w 2876
τῶν 10 w 2880
δὲ 29 w 2882
νεύρων 1 w 2888
προσεκπεσουμένων 1 w 2904
τουτέους 1 w 2913
οὐδὲν 1 w 2918
χρὴ 9 w 2921
ἀναψύχειν 1 w 2930
παντάπασιν 1 w 2940
οὐδέ 1 w 2945
τι 16 w 2947
φοβεῖσθαι 1 w 2956
τὰς 2 w 2959
ἐκπυήσιας 1 w 2968
ταύτας 1 w 2974
ἀλλ 4 w 2978
ἰητρεύειν 3 w 2987
τὰ 17 w 2990
μὲν 15 w 2993
ἄλλα 2 w 2997
παραπλήσιον 2 w 3008
τρόπον 3 w 3014
ὥσπερ 5 w 3020
καὶ 27 w 3023
οἷσιν 6 w 3028
ἐξ 5 w 3030
ἀρχῆς 3 w 3035
ἕλκος 14 w 3040
ἐγένετο 1 w 3047
Τοῖσι 1 w 3053
δὲ 31 w 3055
ὀθονίοισιν 2 w 3065
ἄρχεσθαι 1 w 3073
χρὴ 10 w 3076
ἐπιδέοντα 1 w 3085
ἀπὸ 2 w 3088
τοῦ 9 w 3091
οἰδήματος 1 w 3100
τοῦ 10 w 3103
ἐν 10 w 3105
τοῖσιν 4 w 3111
ἀκραίοις 1 w 3119
πάνυ 1 w 3123
χαλαροῖσι 1 w 3132
καὶ 28 w 3136
ἔπειτα 1 w 3142
ἐπινέμεσθαι 2 w 3153
τῇ 8 w 3155
ἐπιδέσει 2 w 3163
αἰεὶ 3 w 3167
ἐς 4 w 3169
τὸ 31 w 3171
ἄνω 1 w 3174
καὶ 29 w 3178
πεπιέχθαι 2 w 3187
μὲν 16 w 3190
μηδαμῇ 1 w 3196
ἡρμόσθαι 4 w 3205
δὲ 32 w 3207
μάλιστα 2 w 3214
κατὰ 7 w 3218
τὸ 32 w 3220
ἕλκος 15 w 3225
τὰ 19 w 3228
δὲ 33 w 3230
ἄλλα 3 w 3234
ἐπὶ 7 w 3237
ἧσσον 3 w 3242
Τὰ 5 w 3245
δὲ 34 w 3247
ὀθόνια 4 w 3253
τὰ 20 w 3255
πρῶτα 1 w 3260
ταῦτα 2 w 3266
μὲν 17 w 3269
καθαρὰ 1 w 3275
ἔστω 5 w 3279
καὶ 30 w 3282
μὴ 8 w 3284
στενά 1 w 3289
τὸ 33 w 3292
δὲ 35 w 3294
πλῆθος 1 w 3300
τῶν 11 w 3303
ὀθονίων 2 w 3310
ἔστω 6 w 3314
ὅσον 1 w 3319
περ 10 w 3322
καὶ 31 w 3325
ἐν 11 w 3327
τοῖσι 10 w 3332
νάρθηξιν 1 w 3340
εἰ 9 w 3342
ἐπιδέοιντο 1 w 3352
16 w 3354
ὀλίγῳ 2 w 3359
ἔλασσον 1 w 3366
Ἐπὶ 2 w 3370
δὲ 36 w 3372
αὐτὸ 4 w 3376
τὸ 35 w 3378
ἕλκος 16 w 3383
ἱκανὸν 1 w 3389
σπληνίον 1 w 3397
τῇ 9 w 3399
λευκῇ 2 w 3404
κηρωτῇ 3 w 3410
κεχρισμένον 1 w 3421
ἤν 1 w 3424
τε 27 w 3426
γὰρ 4 w 3429
σὰρξ 1 w 3433
ἤν 2 w 3436
τε 28 w 3438
νεῦρον 1 w 3444
μελανθῇ 1 w 3451
προσεκπεσεῖται 1 w 3466
τὰ 21 w 3469
γὰρ 5 w 3472
τοιαῦτα 2 w 3479
οὐ 5 w 3481
χρὴ 11 w 3484
δριμέσιν 1 w 3492
ἰητρεύειν 4 w 3501
ἀλλὰ 1 w 3506
μαλθακοῖσιν 1 w 3517
ὥσπερ 6 w 3523
τὰ 22 w 3525
πυρίκαυστα 1 w 3535
Μετεπιδεῖν 2 w 3546
δὲ 37 w 3548
διὰ 2 w 3551
τρίτης 2 w 3557
νάρθηκας 3 w 3566
δὲ 38 w 3568
μὴ 9 w 3570
προστιθέναι 4 w 3581
ἀτρεμέειν 1 w 3591
δὲ 39 w 3593
ἐπὶ 8 w 3596
μᾶλλον 5 w 3602
17 w 3604
τὸ 36 w 3606
πρόσθεν 4 w 3613
καὶ 32 w 3617
ὀλιγοσιτέειν 1 w 3629
Εἰδέναι 1 w 3637
δὲ 40 w 3639
χρὴ 12 w 3642
εἴ 5 w 3645
τε 30 w 3647
σὰρξ 2 w 3651
εἴ 6 w 3654
τε 31 w 3656
νεῦρον 2 w 3662
τὸ 37 w 3664
ἐκπεσούμενόν 1 w 3676
ἐστιν 1 w 3681
ὅτι 4 w 3685
οὕτω 2 w 3689
πολλῷ 1 w 3694
μὲν 18 w 3697
ἧσσον 4 w 3702
νέμεται 1 w 3709
ἐπὶ 9 w 3712
πλεῖον 1 w 3718
πολλῷ 2 w 3724
δὲ 41 w 3726
θᾶσσον 3 w 3732
ἐκπεσεῖται 1 w 3742
πολλῷ 3 w 3748
δὲ 42 w 3750
ἰσχνότερα 1 w 3759
τὰ 23 w 3761
περιέχοντα 2 w 3771
ἔσται 2 w 3776
18 w 3778
εἴ 7 w 3780
τις 1 w 3783
ἀπολύσας 1 w 3792
τὰ 24 w 3794
ὀθόνια 5 w 3800
ἐπιθείη 1 w 3808
τι 21 w 3810
τῶν 12 w 3814
καθαρτικῶν 1 w 3824
φαρμάκων 1 w 3832
ἐπὶ 10 w 3835
τὸ 38 w 3837
ἕλκος 17 w 3842
Καίτοι 1 w 3849
καὶ 33 w 3852
ἢν 4 w 3854
ἐκπέσῃ 1 w 3860
τὸ 39 w 3862
ἐκπεσούμενον 1 w 3874
θᾶσσόν 1 w 3881
τε 33 w 3883
σαρκοῦται 1 w 3892
ἐκείνως 1 w 3899
20 w 3900
ἑτέρως 1 w 3906
ἰητρευόμενον 1 w 3918
καὶ 34 w 3922
θᾶσσον 4 w 3928
ὠτειλοῦται 1 w 3938
Πάντα 1 w 3944
μήν 1 w 3947
ἐστι 2 w 3951
ταῦτα 3 w 3956
ὀρθῶς 1 w 3961
ἐπιδεῖν 1 w 3968
καὶ 35 w 3971
μετρίως 1 w 3978
ἐπίστασθαι 1 w 3988
Προσσυμβάλλεται 1 w 4004
δὲ 43 w 4006
καὶ 36 w 4009
τὰ 25 w 4011
σχήματα 1 w 4018
καὶ 37 w 4022
οἷα 1 w 4025
χρὴ 13 w 4028
εἶναι 4 w 4034
καὶ 38 w 4038
7 w 4039
ἄλλη 2 w 4043
δίαιτα 3 w 4049
καὶ 39 w 4053
τῶν 13 w 4056
ὀθονίων 3 w 4063
8 w 4064
ἐπιτηδειότης 1 w 4076
28 1 w 4079
Ἢν 5 w 4082
δ 86 w 4083
ἄρα 1 w 4086
ἐξαπατηθῇς 1 w 4096
ἐν 12 w 4098
τοῖσι 11 w 4103
νεοτρώτοισι 1 w 4114
μὴ 10 w 4117
οἰόμενος 1 w 4125
ὀστέων 3 w 4131
ἀπόστασιν 1 w 4140
ἔσεσθαι 2 w 4147
τὰ 26 w 4150
δ 87 w 4151
ἐπίδοξα 1 w 4158
4 w 4159
ἀναπλῶσαι 1 w 4168
οὐ 6 w 4171
χρὴ 14 w 4174
ὀῤῥωδέειν 1 w 4183
τοῦτον 1 w 4189
τὸν 5 w 4192
τρόπον 4 w 4198
τῆς 3 w 4201
ἰητρείης 1 w 4209
οὐδὲν 2 w 4215
γὰρ 6 w 4218
ἂν 4 w 4220
μέγα 1 w 4224
φλαῦρον 1 w 4231
γένοιτο 1 w 4238
ἢν 5 w 4241
μοῦνον 1 w 4247
οἷός 1 w 4251
τε 35 w 4253
ᾖς 1 w 4255
τῇ 11 w 4257
χειρὶ 1 w 4262
τὰς 3 w 4265
ἐπιδέσιας 1 w 4274
ἀγαθὰς 1 w 4280
καὶ 40 w 4283
ἀσινέας 1 w 4290
ποιέεσθαι 3 w 4299
Σημεῖον 1 w 4307
δὲ 45 w 4309
τόδε 1 w 4313
ἢν 6 w 4316
μέλλῃ 1 w 4321
ὀστέων 4 w 4327
ἀπόστασις 2 w 4336
ἔσεσθαι 3 w 4343
ἐν 13 w 4345
τῷ 3 w 4347
τρόπῳ 1 w 4352
τούτῳ 1 w 4357
τῆς 4 w 4360
ἰητρείης 2 w 4368
πῦον 1 w 4373
γὰρ 7 w 4376
συχνὸν 1 w 4382
ῥέει 1 w 4386
ἐκ 11 w 4388
τοῦ 12 w 4391
ἕλκεος 5 w 4397
καὶ 41 w 4401
ὀργᾷν 1 w 4406
φαίνεται 1 w 4414
Πυκνότερον 1 w 4425
οὖν 5 w 4428
μετεπιδέεσθαι 1 w 4441
διὰ 3 w 4444
τὸν 6 w 4447
πλάδον 1 w 4453
ἐπεὶ 1 w 4458
ἄλλως 4 w 4463
τε 38 w 4465
καὶ 42 w 4468
ἀπύρετοι 1 w 4476
γίνονται 1 w 4484
ἢν 7 w 4487
μὴ 11 w 4489
κάρτα 1 w 4494
πιέζωνται 1 w 4503
ὑπο 4 w 4506
τῆς 5 w 4509
ἐπιδέσιος 2 w 4518
καὶ 43 w 4522
τὸ 42 w 4524
ἕλκος 18 w 4529
καὶ 44 w 4533
τὰ 28 w 4535
περιέχοντα 3 w 4545
ἰσχνά 1 w 4550
Ὅσαι 1 w 4555
μὲν 19 w 4558
οὖν 6 w 4561
λεπτῶν 1 w 4567
πάνυ 2 w 4571
ὀστέων 5 w 4577
ἀποστάσιες 1 w 4587
οὐδεμιῆς 1 w 4596
μεγάλης 1 w 4603
μεταβολῆς 1 w 4612
δέονται 1 w 4619
ἀλλ 6 w 4623
24 w 4624
χαλαρωτέρως 1 w 4635
ἐπιδεῖν 2 w 4642
ὡς 3 w 4645
μὴ 12 w 4647
ἀπολαμβάνηται 1 w 4660
τὸ 43 w 4662
πῦον 2 w 4666
ἀλλ 7 w 4670
εὐαπόῤῥυτον 1 w 4681
6 w 4682
καὶ 45 w 4686
πυκνότερον 1 w 4696
μετεπιδεῖν 1 w 4706
ἔστ 9 w 4710
ἂν 5 w 4712
ἀποστῇ 1 w 4718
τὸ 44 w 4720
ὀστέον 1 w 4726
καὶ 46 w 4730
νάρθηκας 4 w 4738
μὴ 13 w 4740
προστιθέναι 5 w 4751
29 1 w 4754
Ὁκόσοισι 1 w 4763
δὲ 46 w 4765
μείζονος 1 w 4773
ὀστέου 1 w 4779
ἀπόστασις 3 w 4788
ἐπίδοξος 2 w 4796
γένηται 2 w 4803
ἤν 3 w 4806
τε 41 w 4808
ἐξ 7 w 4810
ἀρχῆς 4 w 4815
προγνῷς 1 w 4822
ἤν 4 w 4825
τε 42 w 4827
καὶ 47 w 4830
ἔπειτα 2 w 4836
μεταγνῷς 1 w 4844
οὐκ 1 w 4848
ἔτι 1 w 4851
τῆς 6 w 4854
αὐτῆς 1 w 4859
ἰητρείης 3 w 4867
δεῖται 1 w 4873
ἀλλὰ 2 w 4878
τὰς 4 w 4881
μὲν 20 w 4884
κατατάσιας 2 w 4894
καὶ 48 w 4898
τὰς 5 w 4901
διορθώσιας 1 w 4911
οὕτω 3 w 4915
ποιέεσθαι 4 w 4924
ὥσπερ 7 w 4930
εἴρηται 4 w 4937
σπλῆνας 1 w 4945
δὲ 47 w 4947
χρὴ 15 w 4950
διπλοῦς 1 w 4957
πλάτος 1 w 4964
μὲν 21 w 4967
ἡμισπιθαμιαίους 1 w 4982
μὴ 14 w 4985
ἐλάσσους 1 w 4993
ὁκοῖον 1 w 5000
δὲ 48 w 5002
ἄν 3 w 5004
τι 26 w 5006
καὶ 49 w 5009
τὸ 45 w 5011
τρῶμα 1 w 5016
2 w 5017
πρὸς 1 w 5022
τοῦτο 4 w 5027
τεκμαίρεσθαι 1 w 5039
μῆκος 1 w 5046
δὲ 49 w 5048
βραχυτέρους 1 w 5059
μὲν 22 w 5062
μὴ 15 w 5064
ὀλίγῳ 3 w 5069
25 w 5071
ὥστε 1 w 5075
δὶς 1 w 5078
περιικνέεσθαι 1 w 5091
περὶ 1 w 5095
τὸ 46 w 5097
τετρωμένον 1 w 5107
μακροτέρους 1 w 5119
δὲ 50 w 5121
συχνῷ 2 w 5126
26 w 5128
ὥστε 2 w 5132
ἅπαξ 1 w 5136
περιικνέεσθαι 2 w 5149
πλῆθος 2 w 5156
δὲ 51 w 5158
ὁκόσους 1 w 5166
ἂν 6 w 5168
ξυμφέρῃ 1 w 5175
ποιησάμενον 1 w 5187
τούτους 1 w 5195
ἐν 14 w 5197
οἴνῳ 1 w 5201
μέλανι 1 w 5207
αὐστηρῷ 1 w 5214
βρέχοντα 1 w 5222
χρὴ 16 w 5226
ἐκ 12 w 5228
μέσου 1 w 5233
ἀρχόμενον 1 w 5242
ὡς 4 w 5245
ἀπὸ 3 w 5248
δύο 1 w 5251
ἀρχῶν 1 w 5256
ὑποδεσμὶς 1 w 5265
ἐπιδεῖται 1 w 5274
περιελίσσειν 1 w 5287
κἄπειτα 1 w 5295
σκεπαρνηδὸν 1 w 5306
παραλλάσσοντα 1 w 5319
τὰς 6 w 5322
ἀρχὰς 1 w 5327
ἀφιέναι 1 w 5334
Ταῦτα 1 w 5340
κατά 1 w 5344
τε 47 w 5346
αὐτὸ 5 w 5350
τὸ 48 w 5352
ἕλκος 19 w 5357
ποιέειν 1 w 5364
καὶ 50 w 5368
κατὰ 8 w 5372
τὸ 49 w 5374
ἔνθεν 3 w 5379
καὶ 51 w 5382
ἔνθεν 4 w 5387
τοῦ 14 w 5390
ἕλκεος 6 w 5396
καὶ 52 w 5400
πεπιέχθω 1 w 5408
μὲν 23 w 5411
μὴ 16 w 5413
ἀλλ 9 w 5417
ὅσον 2 w 5421
ἑρμασμοῦ 1 w 5429
ἕνεκεν 1 w 5435
τοῦ 15 w 5438
ἕλκεος 7 w 5444
προσκείσθω 1 w 5454
Ἐπὶ 3 w 5458
δὲ 52 w 5460
αὐτὸ 6 w 5464
τὸ 51 w 5466
ἕλκος 20 w 5471
ἐπιτιθέναι 1 w 5481
χρὴ 17 w 5484
πισσηρὴν 2 w 5492
5 w 5494
τι 28 w 5496
τῶν 15 w 5499
ἐναίμων 1 w 5506
6 w 5508
τι 29 w 5510
τῶν 16 w 5513
ἄλλων 1 w 5518
φαρμάκων 2 w 5526
10 w 5528
τι 30 w 5530
ξύντροφόν 1 w 5539
ἐστιν 2 w 5544
ἐπιτέγξει 1 w 5553
Καὶ 2 w 5557
ἢν 8 w 5559
μὲν 24 w 5562
10 w 5563
ὥρη 1 w 5566
θερινὴ 1 w 5572
7 w 5573
ἐπιτέγγειν 1 w 5584
τῷ 4 w 5586
οἴνῳ 2 w 5590
τοὺς 8 w 5594
σπλῆνας 2 w 5601
πυκνά 1 w 5606
ἢν 9 w 5609
δὲ 53 w 5611
χειμερινὴ 1 w 5620
11 w 5621
ὥρη 2 w 5624
8 w 5625
εἰρία 1 w 5631
πουλλὰ 1 w 5637
ῥυπαρὰ 1 w 5643
νενοτισμένα 1 w 5655
οἴνῳ 3 w 5659
καὶ 53 w 5662
ἐλαίῳ 1 w 5667
ἐπικείσθω 1 w 5677
Ἰξαλῆν 1 w 5684
δὲ 54 w 5686
χρὴ 18 w 5689
ὑποτετάσθαι 1 w 5700
καὶ 54 w 5704
εὐαπόῤῥυτα 1 w 5714
ποιέειν 2 w 5721
φυλάσσοντα 1 w 5732
τοὺς 9 w 5736
ὑποῤῥόους 1 w 5745
μεμνημένον 1 w 5756
ὅτι 5 w 5759
οἱ 2 w 5761
τόποι 1 w 5766
οἱ 3 w 5768
ἐν 16 w 5770
τοῖσιν 5 w 5776
αὐτοῖσι 1 w 5783
σχήμασι 1 w 5790
πολλὸν 1 w 5796
χρόνον 2 w 5802
κείμενοι 1 w 5810
ἐκτρίμματα 1 w 5821
δυσάκεστα 1 w 5830
ποιέουσιν 1 w 5839
30 1 w 5842
Ὅσους 1 w 5848
δὲ 55 w 5850
μὴ 17 w 5852
οἷόν 1 w 5856
τε 49 w 5858
ἐπιδέσει 3 w 5866
ἰήσασθαι 1 w 5874
διά 1 w 5877
τινα 1 w 5881
τούτων 3 w 5887
τῶν 17 w 5890
εἰρημένων 2 w 5899
τρόπων 1 w 5905
29 w 5907
τῶν 18 w 5910
εἰρησομένων 1 w 5921
τούτους 2 w 5929
περὶ 2 w 5933
πλείονος 1 w 5941
χρὴ 19 w 5944
ποιέεσθαι 5 w 5953
ὅκως 2 w 5958
εὐθέτως 1 w 5965
σχήσουσι 1 w 5973
τὸ 52 w 5975
κατεηγὸς 1 w 5983
τοῦ 16 w 5986
σώματος 1 w 5993
κατ 20 w 5996
ἰθυωρίην 1 w 6004
προσέχοντα 1 w 6015
τὸν 7 w 6018
νόον 1 w 6022
καὶ 55 w 6026
τῷ 5 w 6028
ἀνωτέρω 1 w 6035
δὲ 56 w 6037
μᾶλλον 6 w 6043
30 w 6044
τῷ 6 w 6046
κατωτέρω 1 w 6054
Εἰ 2 w 6057
δέ 16 w 6059
τις 2 w 6062
μέλλοι 1 w 6068
καλῶς 1 w 6073
καὶ 56 w 6076
εὐχερῶς 1 w 6083
ἐργάζεσθαι 1 w 6093
ἄξιον 1 w 6099
καὶ 57 w 6102
μηχανοποιήσασθαι 1 w 6118
ὅκως 3 w 6123
κατάτασιν 1 w 6132
δικαίην 1 w 6139
καὶ 58 w 6142
μὴ 18 w 6144
βιαίην 1 w 6150
σχήσει 1 w 6156
τὸ 54 w 6158
κατεηγὸς 2 w 6166
τοῦ 17 w 6169
σώματος 2 w 6176
μάλιστα 3 w 6184
δὲ 57 w 6186
ἐν 17 w 6188
κνήμῃ 1 w 6193
ἐνδέχεται 1 w 6202
μηχανοποιέειν 1 w 6215
Εἰσὶ 1 w 6220
μὲν 25 w 6223
οὖν 7 w 6226
τινες 1 w 6231
οἳ 1 w 6234
ἐπὶ 11 w 6237
πᾶσι 1 w 6241
τοῖσι 14 w 6246
τῆς 8 w 6249
κνήμης 1 w 6255
κατήγμασι 1 w 6264
καὶ 59 w 6268
τοῖσιν 6 w 6274
ἐπιδεομένοισι 1 w 6287
καὶ 60 w 6291
τοῖσι 16 w 6296
μὴ 19 w 6298
ἐπιδεομένοισι 2 w 6311
τὸν 8 w 6315
πόδα 1 w 6319
ἄκρον 1 w 6324
προσδέουσι 1 w 6334
πρὸς 2 w 6338
τὴν 8 w 6341
κλίνην 1 w 6347
31 w 6349
πρὸς 3 w 6353
ἄλλο 3 w 6357
τι 37 w 6359
ξύλον 1 w 6364
παρὰ 2 w 6368
τὴν 9 w 6371
κλίνην 2 w 6377
κατορύξαντες 1 w 6389
Οὗτοι 1 w 6395
μὲν 26 w 6398
οὖν 8 w 6401
πάντα 3 w 6406
κακὰ 1 w 6410
ποιέουσιν 2 w 6419
ἀγαθὸν 1 w 6426
δὲ 58 w 6428
οὐδέν 1 w 6433
οὔτε 1 w 6438
γὰρ 8 w 6441
τοῦ 18 w 6444
κατατείνεσθαι 1 w 6457
ἄκος 1 w 6461
ἐστὶ 1 w 6465
τὸ 56 w 6467
προσδεδέσθαι 1 w 6479
τὸν 9 w 6482
πόδα 2 w 6486
οὐδὲν 3 w 6492
γὰρ 9 w 6495
ἧσσον 5 w 6500
τὸ 58 w 6502
ἄλλο 4 w 6506
σῶμα 1 w 6510
προσχωρήσει 1 w 6521
πρὸς 4 w 6525
τὸν 10 w 6528
πόδα 3 w 6532
καὶ 61 w 6536
οὕτως 2 w 6541
οὐκ 2 w 6544
ἂν 7 w 6546
ἔτι 2 w 6549
τείνοιτο 1 w 6557
οὔτ 2 w 6561
αὖ 2 w 6563
ἐς 5 w 6565
τὴν 10 w 6568
ἰθυωρίην 2 w 6576
οὐδὲν 4 w 6581
ὠφελέει 1 w 6588
ἀλλὰ 3 w 6593
καὶ 62 w 6596
βλάπτει 1 w 6603
στρεφομένου 1 w 6615
γὰρ 10 w 6618
τοῦ 19 w 6621
ἄλλου 1 w 6626
σώματος 3 w 6633
32 w 6634
τῇ 13 w 6636
33 w 6637
τῇ 14 w 6639
οὐδὲν 5 w 6645
κωλύσει 1 w 6652
4 w 6653
δεσμὸς 1 w 6659
τὸν 11 w 6662
πόδα 4 w 6666
καὶ 63 w 6669
τὰ 33 w 6671
ὀστέα 5 w 6676
τὰ 34 w 6678
τῷ 7 w 6680
ποδὶ 1 w 6684
προσηρτημένα 1 w 6696
ἐπακολουθέειν 1 w 6709
τῷ 8 w 6711
ἄλλῳ 1 w 6715
σώματι 1 w 6721
Εἰ 4 w 6724
δὲ 62 w 6726
μὴ 20 w 6728
προσεδέδετο 1 w 6739
ἧσσον 6 w 6745
ἂν 8 w 6747
διεστρέφετο 1 w 6758
ἧσσον 7 w 6764
γὰρ 11 w 6767
ἂν 9 w 6769
ἐγκατελείπετο 1 w 6782
ἐν 19 w 6784
τῇ 15 w 6786
κινήσει 1 w 6793
τοῦ 20 w 6796
ἄλλου 2 w 6801
σώματος 4 w 6808
Εἰ 5 w 6811
δέ 22 w 6813
τις 3 w 6816
σφαίρας 1 w 6823
δύο 2 w 6826
ῥάψαιτο 1 w 6833
ἐκ 14 w 6835
σκύτεος 1 w 6842
αἰγυπτίου 1 w 6851
τοιαύτας 1 w 6859
οἵας 1 w 6863
φοροῦσιν 1 w 6871
οἱ 4 w 6873
ἐν 20 w 6875
τῇσι 2 w 6879
μεγάλῃσι 1 w 6887
πέδῃσι 1 w 6893
πολλὸν 2 w 6899
χρόνον 3 w 6905
πεπεδημένοι 1 w 6916
αἱ 1 w 6919
δὲ 63 w 6921
σφαῖραι 1 w 6928
ἔχοιεν 1 w 6934
ἔνθεν 5 w 6939
καὶ 64 w 6942
ἔνθεν 6 w 6947
χιτῶνας 1 w 6954
τὰ 35 w 6957
μὲν 27 w 6960
πρὸς 5 w 6964
τοῦ 21 w 6967
τρώματος 1 w 6975
βαθυτέρους 1 w 6985
τὰ 36 w 6988
δὲ 64 w 6990
πρὸς 6 w 6994
τῶν 20 w 6997
ἄρθρων 1 w 7003
βραχυτέρους 2 w 7014
εἶεν 1 w 7019
δὲ 65 w 7021
ὀγκηραὶ 1 w 7028
μὲν 28 w 7031
καὶ 65 w 7034
μαλθακαὶ 1 w 7042
ἁρμόζουσαι 1 w 7053
δὲ 66 w 7055
12 w 7057
μὲν 29 w 7060
ἄνωθεν 1 w 7066
τῶν 21 w 7069
σφυρῶν 1 w 7075
13 w 7077
δὲ 67 w 7079
κάτωθεν 1 w 7086
τοῦ 22 w 7089
γούνατος 1 w 7097
ἐκ 15 w 7100
δὲ 68 w 7102
πλαγίης 1 w 7109
ἄκρης 1 w 7114
δισσὰ 1 w 7119
14 w 7120
κάτωθεν 2 w 7127
ἔχοι 2 w 7131
προσηρτημένα 2 w 7143
34 w 7145
ἁπλόου 1 w 7151
ἱμάντος 1 w 7158
35 w 7160
διπλόου 1 w 7167
βραχέα 1 w 7174
ὥσπερ 8 w 7179
ἀγκύλας 1 w 7186
τὰ 37 w 7189
μέν 25 w 7192
τι 41 w 7194
τοῦ 23 w 7197
σφυροῦ 1 w 7203
ἑκατέρωθεν 1 w 7213
τὰ 38 w 7216
δέ 23 w 7218
τι 42 w 7220
τοῦ 24 w 7223
γούνατος 2 w 7231
καὶ 67 w 7235
15 w 7236
ἄνωθεν 2 w 7242
σφαῖρα 2 w 7248
ἕτερα 1 w 7253
τοιαῦτα 3 w 7260
ἔχοι 3 w 7264
κατὰ 9 w 7268
τὴν 11 w 7271
ἰθυωρίην 3 w 7279
τὴν 12 w 7282
αὐτήν 1 w 7287
Κἄπειτα 1 w 7295
κραναΐνας 1 w 7304
ῥάβδους 1 w 7311
τέσσαρας 1 w 7319
λαβὼν 1 w 7324
ἴσον 1 w 7328
τὸ 61 w 7330
μέγεθος 1 w 7337
ἀλλήλῃσιν 1 w 7346
ἐχούσας 1 w 7353
πάχος 1 w 7359
μὲν 30 w 7362
ὡς 5 w 7364
δακτυλιαίας 1 w 7375
μῆκος 2 w 7381
δὲ 69 w 7383
ὡς 6 w 7385
κεκαμμέναι 1 w 7395
ἐναρμόσωσιν 1 w 7406
ἐς 6 w 7408
τὰ 40 w 7410
ἀπαιωρήματα 1 w 7421
ἐπιμελόμενος 1 w 7434
ὅκως 4 w 7438
τὰ 41 w 7440
ἄκρα 1 w 7444
τῶν 22 w 7447
ῤάβδων 1 w 7453
μὴ 21 w 7455
ἐς 7 w 7457
τὸν 12 w 7460
χρῶτα 1 w 7465
ἀλλ 12 w 7469
ἐς 8 w 7471
τὰ 42 w 7473
ἄκρα 2 w 7477
τῶν 23 w 7480
σφαιρέων 1 w 7488
ἐγκέλσει 1 w 7496
Εἶναι 1 w 7502
δὲ 70 w 7504
χρὴ 20 w 7507
ζεύγεα 1 w 7513
τρία 1 w 7517
τῶν 24 w 7520
ῥάβδων 1 w 7526
καὶ 68 w 7530
πλέω 1 w 7534
καί 2 w 7538
τινι 4 w 7542
μακροτέρας 1 w 7552
τὰς 7 w 7555
ἑτέρας 1 w 7561
τῶν 25 w 7564
ἑτέρων 1 w 7570
καί 3 w 7574
τινι 5 w 7578
καὶ 69 w 7581
βραχυτέρας 1 w 7591
καὶ 70 w 7594
σμικροτέρας 1 w 7605
ὡς 7 w 7608
καὶ 71 w 7611
μᾶλλον 7 w 7617
διατείνειν 1 w 7627
ἢν 10 w 7630
βούληται 1 w 7638
καὶ 72 w 7642
ἧσσον 8 w 7647
ἔστωσαν 2 w 7655
δὲ 71 w 7657
αἱ 2 w 7659
ῥάβδοι 1 w 7665
ἑκάτεραι 1 w 7673
ἔνθεν 7 w 7678
καὶ 73 w 7681
ἔνθεν 8 w 7686
τῶν 26 w 7689
σφυρῶν 2 w 7695
Ταῦτα 2 w 7701
τοίνυν 1 w 7707
εἰ 13 w 7709
καλῶς 2 w 7714
μηχανοποιηθείη 1 w 7728
τήν 3 w 7732
τε 62 w 7734
κατάτασιν 2 w 7743
καὶ 74 w 7746
δικαίην 2 w 7753
ἂν 10 w 7755
παρέχοι 1 w 7762
καὶ 75 w 7765
ὁμαλὴν 1 w 7771
κατὰ 10 w 7775
τὴν 13 w 7778
ἰθυωρίην 4 w 7786
καὶ 76 w 7790
τῷ 9 w 7792
τρώματι 2 w 7799
πόνος 1 w 7804
οὐδεὶς 1 w 7810
ἂν 11 w 7812
εἴη 2 w 7815
τὰ 45 w 7818
γὰρ 12 w 7821
ἀποπιέσματα 1 w 7832
εἴ 10 w 7835
τι 46 w 7837
καὶ 77 w 7840
ἀποπιέζοιτο 1 w 7851
τὰ 46 w 7854
μὲν 31 w 7857
ἂν 12 w 7859
ἐς 9 w 7861
τὸν 13 w 7864
πόδα 5 w 7868
ἀπάγοιτο 1 w 7876
τὰ 47 w 7879
δὲ 72 w 7881
ἐς 10 w 7883
τὸν 14 w 7886
μηρόν 1 w 7891
αἵ 2 w 7894
τε 63 w 7896
ῥάβδοι 2 w 7902
εὐθετώτεραι 1 w 7913
αἱ 3 w 7916
μὲν 32 w 7919
ἔνθεν 9 w 7924
αἱ 4 w 7927
δὲ 73 w 7929
ἔνθεν 10 w 7934
τῶν 27 w 7937
σφυρῶν 3 w 7943
ὥστε 3 w 7948
μὴ 22 w 7950
κωλύεσθαι 1 w 7959
τὴν 14 w 7962
θέσιν 1 w 7967
τῆς 9 w 7970
κνήμης 2 w 7976
τό 3 w 7979
τε 66 w 7981
τρῶμα 2 w 7986
εὐκατάσκεπτον 1 w 7999
καὶ 78 w 8002
εὐβάστακτον 1 w 8013
οὐδὲν 6 w 8019
γὰρ 13 w 8022
ἐμποδὼν 1 w 8029
εἴ 11 w 8032
τις 4 w 8035
ἐθέλοι 1 w 8041
τὰς 8 w 8044
δύο 3 w 8047
τῶν 28 w 8050
ῥάβδων 2 w 8056
τὰς 9 w 8059
ἀνωτέρω 2 w 8066
αὐτὰς 1 w 8071
πρὸς 7 w 8075
ἀλλήλας 1 w 8082
ζεῦξαι 1 w 8088
καὶ 79 w 8092
ἢν 11 w 8094
τις 5 w 8097
κούφως 1 w 8103
βούληται 2 w 8111
ἐπιβάλλειν 1 w 8121
ὥστε 4 w 8126
τὸ 65 w 8128
ἐπιβαλλόμενον 1 w 8141
μετέωρον 1 w 8149
ἀπὸ 4 w 8152
τοῦ 25 w 8155
τρώματος 2 w 8163
εἶναι 5 w 8168
Εἰ 6 w 8171
μὲν 33 w 8174
οὖν 9 w 8177
αἵ 3 w 8179
τε 68 w 8181
σφαῖραι 2 w 8188
προσηνέες 1 w 8197
καὶ 80 w 8200
καλαὶ 1 w 8205
καὶ 81 w 8208
μαλθακαὶ 2 w 8216
καὶ 83 w 8219
καιναὶ 1 w 8225
ῥαφεῖεν 1 w 8232
καὶ 84 w 8236
16 w 8237
ἔντασις 1 w 8244
τῶν 29 w 8247
ῥάβδων 3 w 8253
χρηστῶς 1 w 8260
ἐνταθείη 1 w 8268
ὥσπερ 9 w 8274
ἤδη 1 w 8277
εἴρηται 5 w 8284
εὔχρηστον 1 w 8294
τὸ 66 w 8296
μηχάνημα 1 w 8304
εἰ 14 w 8307
δέ 24 w 8309
τι 49 w 8311
τουτέων 1 w 8318
μὴ 23 w 8320
καλῶς 3 w 8325
ἕξει 1 w 8329
βλάπτοι 1 w 8337
ἂν 13 w 8339
μᾶλλον 8 w 8345
38 w 8346
ὠφελέοι 1 w 8353
Χρὴ 2 w 8357
δὲ 75 w 8359
καὶ 85 w 8362
τὰς 11 w 8365
ἄλλας 1 w 8370
μηχανὰς 1 w 8377
39 w 8378
καλῶς 4 w 8383
μηχανᾶσθαι 1 w 8393
40 w 8395
μὴ 24 w 8397
μηχανᾶσθαι 2 w 8407
αἰσχρὸν 1 w 8415
γὰρ 14 w 8418
καὶ 86 w 8421
ἄτεχνον 1 w 8428
μηχανοποιέοντα 1 w 8442
ἀμηχανοποιέεσθαι 1 w 8458