Scaife ATLAS

CTS Library / Περὶ διαίτης ὀξέων

Περὶ διαίτης ὀξέων (11-15)

urn:cts:greekLit:tlg0627.tlg004.perseus-grc2:11-15
Refs {'start': {'reference': '11', 'human_reference': 'Section 11'}, 'end': {'reference': '15', 'human_reference': 'Section 15'}}
Ancestors []
Children []
prev
plain textXML
next
11.

τιμωρητέον δὲ τοιόνδε τι μέρος τῷ ἐναντίῳ λόγῳ· μεταβολὴ τῆς διαίτης τουτέοισιν ἐγένετο, οὐ μεταβάλλοντος τοῦ σώματος οὔτε ἐπὶ τὴν ῤώμην, ὥστε προσθέσθαι δεῖν σιτία, οὔτε ἐπὶ τὴν ἀῤῥωστίην, ὥστε ἀφαιρεθῆναι· προστεκμαρτέα δὴ καὶ ἰσχὺς καὶ τρόπος τοῦ νουσήματος

304
ἑκάστου, καὶ τῆς φύσιος τοῦ ἀνθρώπου, καὶ τοῦ ἔθεος τῆς διαίτης τοῦ κάμνοντος, οὐ μοῦνον σιτίων, ἀλλὰ καὶ ποτῶν. πολλῷ δὲ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον· ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκέειν μέλλει κάμνων, μέχρις ἂν τῆς νούσου ἀκμὴ πεπανθῇ· ἐν ὁκοίοισι δὲ τὸ τοιόνδε ποιητέον γεγράψεται. πολλὰ δʼ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι γράφοι· τὸ δέ γε μὴν κρέσσον μαρτύριον· οὐ γὰρ ἠδελφισμένον ἐστὶ τῷ πρήγματι, περὶ οὗ μοι πλεῖστος λόγος εἴρηται, ἀλλʼ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον· οἱ γὰρ ἀρχόμενοι τῶν ὀξέων νουσημάτων ἔστιν ὅτε οἱ μὲν σιτία ἔφαγον
306
αὐθημερὸν ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐῤῥόφεον τὸ προστυχὸν, οἱ δὲ καὶ κυκεῶνα ἐῤῥόφεον· ἅπαντα δὲ ταῦτα κακίω μέν ἐστιν εἰ ἑτεροίως τις διαιτηθείη· πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τουτέῳ τῷ χρόνῳ ἁμαρτηθέντα, εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ἐὼν τοιάδε διαιτηθείη, καὶ πεμπταῖος· ἔτι μέντοι κάκιον, εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας, ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν πέπειρον γενέσθαι τὴν νοῦσον· οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ παντάπασιν εὐήθης νοῦσος εἴη. αἱ δὲ κατʼ ἀρχὰς ἁμαρτάδες οὐχ ὁμοίως ταύτῃσιν ἀνήκεστοί εἰσιν, ἀλλὰ πολλῷ εὐακεστότ εραι. τοῦτο οὖν ἡγεῦμαι μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῤοφήματος τοίου τοίου
308
τοῖσι μέλλουσιν ὀλίγον ὕστερον ῤοφήμασιν τοίοισιν τοίοισι χρέεσθαι. Πυθμενόθεν μὲν οὖν οὐκ ἴσασιν οὔθʼ οἱ τῇσι κριθώδεσι πτισάνῃσι χρεόμενοι, ὅτι αὐτέῃσι κακοῦνται, ὁκόταν ῤοφέειν ἄρξωνται, ἢν προκενεαγγήσωσι δύο τρεῖς ἡμέρας πλείους, οὔτʼ αὖ οἱ τῷ χυλῷ χρεόμενοι γιγνώσκουσιν ὅτι αὐτέῃσι βλάπτονται ῤοφέοντες, ὅταν μὴ ὀρθῶς ἄρξωνται τοῦ ῤοφήματος. τόδε γε μὴν καὶ φυλάσσουσι καὶ γιγνώσκουσιν, ὅτι μεγάλην τὴν βλάβην φέρει, ἢν, πρὶν πέπειρον τὴν νοῦσον γενέσθαι, κριθώδεα πτισάνην ῤοφήσῃ κάμνων, εἰθισμένος χυλῷ χρέεσθαι. πάντα οὖν ταῦτα μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶς ἄγουσιν ἐς τὰ διαιτήματα
310
οἱ ἰητροὶ τοὺς κάμνοντας· ἀλλʼ ἐν ᾗσί τε νούσοισιν οὐ χρὴ κενεαγγέειν τοὺς μέλλοντας ῤοφήμασι διαιτᾶσθαι, κενεαγγέουσιν· ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης ἐς ῤοφήματα, ἐν ταύτῃσι μεταβάλλουσι· καὶ ὡς ἐπιτοπολὺ ἀπαρτὶ ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν ἐς
312
τὰ ῤοφήματα ἐκ τῆς κενεαγγείης, ἐν οἷσι πολλάκις ἀρήγει ἐκ τῶν ῤοφημάτων πλησιάζειν τῇ κενεαγγείῃ, ἢν οὕτω τύχῃ παροξυνομένη νοῦσος. ἐνίοτε δὲ καὶ ὠμὰ ἐπισπῶνται ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ περὶ τὸν θώρηκα τόπου χολώδεα· ἀγρυπνίαι τε ξυνεμπίπτουσιν αὐτέοισι, διʼ ἃς οὐ πέσσεται νοῦσος, περίλυποί τε καὶ πικροὶ γίγνονται, καὶ παραφρονέουσι, καὶ μαρμαρυγώδεα σφέων τὰ ὄμματα, καὶ αἱ ἀκοαὶ
314
ἤχου μεσταὶ, καὶ τὰ ἀκρωτήρια κατεψυγμένα, καὶ οὖρα ἄπεπτα, καὶ πτύσματα λεπτὰ καὶ ἁλυκὰ καὶ κεχρωσμένα ἀκρήτῳ χρώματι σμικρὰ, καὶ ἱδρῶτες περὶ τὸν τράχηλον, καὶ διαπορήματα, καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ πυκνὸν μέγα λίην, ὀφρύες δεινώσιος μετέχουσαι, λειποψυχώδεα πονηρὰ, καὶ τῶν ἱματίων ἀποῤῥίψιες ἀπὸ τοῦ στήθεος, καὶ χεῖρες τρομώδεες, ἐνίοτε δὲ καὶ χεῖλος τὸ κάτω σείεται. ταῦτα δὲ ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης δηλωτικά ἐστι σφοδρῆς, καὶ ὡς ἐπιτοπολὺ ἀποθνήσκουσιν· οἱ δὲ διαφεύγοντες, μετὰ ἀποστήματος, αἵματος ῤύσιος ἐκ τῆς ῤινὸς, πῦον παχὺ πτύσαντες διαφεύγουσιν, ἄλλως δὲ οὔ. οὐδὲ γὰρ τῶν τοιουτέων ὁρέω ἐμπείρους
316
τοὺς ἰητροὺς, ὡς χρὴ διαγιγνώσκειν τὰς ἀσθενείας ἐν τῇσι νούσοισιν, αἵ τε διὰ κενεαγγείην ἀσθενεῦνται, αἵ τε διʼ ἄλλον τινὰ ἐρεθισμὸν, αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητος τῆς νούσου, ὁκόσα τε ἡμέων φύσις καὶ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καίτοι σωτηρίην θάνατον φέρει γιγνωσκόμενα ἀγνοούμενα τὰ τοιαῦτα. μέζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆς νούσου ἀσθενέοντι προσφέρῃ τις ποτὸν ῤόφημα πλεῖον σιτίον, οἰόμενος διὰ κενεαγγείην ἀσθενέειν. ἀεικὲς δὲ καὶ διὰ κενεαγγείην ἀσθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ· φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἁμαρτὰς, πολλῷ δὲ ἥσσονα τῆς ἑτέρης· καταγελαστοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἁμαρτὰς τῆς ἑτέρης· εἰ γὰρ ἄλλος ἰητρὸς καὶ ἰδιώτης
318
ἐσελθὼν, καὶ γνοὺς τὰ ξυμβεβηκότα, δῴη καὶ φαγεῖν καὶ πιεῖν, ἕτερος ἐκώλυεν, ἐπιδήλως ἂν δοκοίη ὠφεληκέναι. τὰ δὲ τοιαῦτα μάλιστα καθυβρίζεται τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων· δοκέει γὰρ αὐτέοισιν ἐσελθὼν ἰητρὸς ἰδιώτης ὡσπερεὶ τεθνεῶτα ἀναστῆσαι. γεγράψεται οὖν καὶ περὶ τουτέου σημήϊα οἷσι δεῖ ἕκαστα τουτέων διαγιγνώσκειν.

12.

παραπλήσια μέντοι τοῖσι κατὰ κοιλίην ἐστὶ καὶ ταῦτα· καὶ γὰρ ἢν ὅλον τὸ σῶμα ἀναπαύσηται πουλὺ παρὰ τὸ ἔθος, οὐκ αὐτίκα ἔῤῥωται μᾶλλον· ἢν δὲ δὴ καὶ πλείω χρόνον διελινύσαν ἐξαπίνης ἐς τοὺς πόνους ἔλθῃ, φλαῦρόν τι πρήξειεν ἐπιδήλως. οὕτω δὲ καὶ ἓν ἕκαστον τοῦ σώματος· καὶ γὰρ οἱ πόδες τοιόνδε τι πρήξειαν, καὶ τὰ ἄλλα ἄρθρα

320
μὴ εἰθισμένα πονέειν, ἢν διὰ χρόνου ἐξαπίνης πρὸς τὸ πονέειν ἔλθῃ. ταῦτα δʼ ἂν καὶ οἱ ὀδόντες καὶ οἱ ὀφθαλμοὶ πάθοιεν, καὶ πᾶν ὁτιοῦν. ἐπεὶ καὶ κοίτη παρὰ τὸ ἔθος μαλθακὴ πόνον ἐμποιέει, καὶ σκληρὴ παρὰ τὸ ἔθος, καὶ ὕπαιθρος εὐνὴ παρὰ τὸ ἔθος σκληρύνει τὸ σῶμα. ἀτὰρ καὶ τὰ τῶν τοιῶνδε πάντων ἀρκέει παραδείγματα γράψαι. εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες, μήτε ἄγαν εὐελκὴς ἐὼν, μήτε ἄγαν δυσελκὴς, αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος ἰητρεύοιτο, καὶ
322
μηδαμῆ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντος μὲν ἂν οὕτως εἴη μᾶλλον, καὶ ὑγιὴς πολλῷ θᾶσσον ἂν γένοιτο, εἰ πλανώμενος ἰητρεύοιτο· εἰ μέντοι πεμπταῖος ἑκταῖος ἐὼν καὶ ἔτι ἀνωτέρω, ἀναστὰς ἐθέλοι προβαίνειν, μᾶλλον ἂν πονέοι τότε αὐτίκα ἐξ ἀρχῆς πλανώμενος ἰητρεύοιτο· εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονήσειεν εἰ ἐκείνως ἰητρευόμενος
324
τὰ αὐτὰ ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν. διὰ τέλεος οὖν μαρτυρέει ταῦτα πάντα ἀλλήλοισιν, ὅτι πάντα ἐξαπίνης μέζω πολλῷ τοῦ μετρίου μεταβαλλόμενα ἐπὶ τὰ, καὶ ἐπὶ τὰ, βλάπτει. Πολλαπλασίη μὲν οὖν κατὰ κοιλίην βλάβη ἐστὶν, ἢν ἐκ πολλῆς κενεαγγείης ἐξαπίνης πλέον τοῦ μετρίου προσαίρηται (ἀτὰρ καὶ κατὰ τὸ
326
ἄλλο σῶμα, ἢν ἐκ πολλῆς ἡσυχίης ἐξαίφνης ἐς πλείω πόνον ἔλθοι, πουλὺ πλείω βλαβείη), εἰ ἐκ πολλῆς ἐδωδῆς ἐς κενεαγγείην μεταβάλλοι· δεῖ μέντοι καὶ τὸ σῶμὰ τουτέοισιν
328
ἐλινύειν· καὶ ἢν ἐκ πολλῆς ταλαιπωρίης ἐξαπίνης ἐς σχολήν τε καὶ ῤᾳθυμίην ἐμπέσῃ, δεῖ δὲ καὶ τουτέοισι τὴν κοιλίην ἐλινύειν ἐκ πλήθεος βρώμης· ἢν δὲ μὴ, πόνον ἐν τῷ σώματι ἐμποιήσει καὶ βάρος ὅλου τοῦ σώματος.

13.

δὴ οὖν πλεῖστός μοι λόγος γέγονε περὶ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ καὶ ἐπὶ τά· ἐς πάντα μὲν οὖν εὔχρηστον

330
ταῦτα εἰδέναι· ἀτὰρ καὶ περὶ οὗ λόγος ἦν, ὅτι ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἐς τὰ ῤοφήματα μεταβάλλουσιν ἐκ τῆς κενεαγγείης· μεταβλητέον γὰρ ὡς ἐγὼ κελεύω· ἔπειτα οὐ χρηστέον ῤοφήμασι πρὶν νοῦσος πεπανθῇ, ἄλλο τι σημεῖον φανῇ, κατʼ ἔντερον κενεαγγικὸν, ἐρεθιστικὸν, κατὰ τὰ ὑποχόνδρια, ὁκοῖα γεγράψεται. ἀγρυπνίη ἰσχυρὴ πόμα καὶ σιτίον ἀπεπτότερα ποιέει, καὶ ἐπὶ τὰ
332
ἕτερα αὖ μεταβολὴ διαλύει σῶμα, καὶ ἑφθότητα καὶ κα ρηβαρίην ἐμποιέει.

14.

γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα, καὶ μελίκρητον, καὶ ὕδωρ, καὶ ὀξύμελι, τοισίδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν. μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος, καὶ ἧσσον φρενῶν ἁπτόμενος, καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατʼ ἔντερον, μεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος· οὐκ ἐπιτήδειος δὲ οὐδὲ τοῖσι πικροχόλοισι· καὶ γὰρ οὖν διψώδης τοῖσί γε τοιουτέοισίν ἐστιν· ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω· οὐ μὴν πολέμιός γε τῷ ἐντέρῳ τῷ κάτω, ὡς κατὰ λόγον τῆς φύσης· καίτοι γε οὐ πάνυ πορίμη ἐστὶν ἀπὸ τοῦ γλυκέος οἴνου φῦσα, ἀλλʼ ἐγχρονίζει περὶ ὑποχόνδρια. καὶ γὰρ οὖν

334
οὗτος ἧσσον διουρητικὸς γίγνεται τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ· πτυάλου δὲ μᾶλλον ἀναγωγός ἐστι τοῦ ἑτέρου γλυκύς. καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώσης, μᾶλλον ἀνάγοι ἂν τοῦ ἑτέρου. δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ τὰ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει· ἐς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς καὶ καταῤῥηκτικὸς, αἰεὶ πολλὰ προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι· καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλʼ ὅμως κατὰ κύστιν κάθαρσις ὑπʼ αὐτέου γιγνομένη ῤύεται, ἢν προτρέπηται ὁκοῖον δεῖ. καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ οἴνου ὠφελίης καὶ βλάβης, ὁκόσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν. Κιῤῥῷ δὲ οἴνῳ καὶ μέλανι αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο· εἰ καρηβαρίη
336
μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἄψις, μηδὲ τὸ πτύελον κωλύοιτο τῆς ἀνόδου, μηδὲ τὸ οὖρον ἴσχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη, ἐν δὴ τοῖσι τοιουτέοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ, καὶ ὁκόσα τουτέοισιν ἐμφερέα. Προσξυνιέναι δὲ δεῖ, ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος , τὰ δὲ κατʼ ἔντερον μᾶλλον ὀνήσει, ἢν ἀκρητέστερος .

15.

μελίκρητον δὲ πινόμενον διὰ πάσης τῆς νούσου ἐν τῇσιν ὀξείῃσι νούσοισι τὸ ἐπίπαν μὲν τοῖσι πικροχόλοισι καὶ μεγαλοσπλάγχνοισιν ἧσσον ἐπιτήδειον τοῖσι μὴ τοιούτοισίν ἐστιν· διψῶδές γε μὴ ἧσσον τοῦ γλυκέος οἴνου· πλεύμονός τε γὰρ μαλθακτικόν ἐστι, καὶ πτυέλου ἀναγωγὸν μετρίως, καὶ βηχὸς παρηγορικόν· ἔχει γὰρ σμηγματῶδές

338
τι, μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον.
340
ἔστι δὲ καὶ οὐρητικὸν μελίκρητον ἱκανῶς, ἢν μή τι τῶν ἀπὸ σπλάγχνων κωλύῃ. καὶ διαχωρητικώτερον δὲ κάτω χολωδέων, ἔστι μὲν ὅτε καλῶν, ἔστι δʼ ὅτε κατακορεστέρων
342
μᾶλλον τοῦ καιροῦ, καὶ ἀφρωδεστέρων· μᾶλλον δὲ τὸ τοιοῦτο τοῖσι χολώδεσί τε καὶ μεγαλοσπλάγχνοισι γίγνεται. πτυάλου μὲν οὖν ἀναγωγὴν καὶ πλεύμονος μάλθαξιν τὸ ὑδαρέστερον μελίκρητον ποιέει μᾶλλον· τὰ μέντοι ἀφρώδεα διαχωρήματα καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα, καὶ μᾶλλον θερμὰ, τὸ ἄκρητον μᾶλλον τοῦ ὑδαρέος ἄγει· τὸ δὲ τοιόνδε διαχώρημα ἔχει μὲν καὶ ἄλλα σίνεα μεγάλα· οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβεννύει, ἀλλὰ ὁρμᾷ, δυσφορίην τε καὶ ῤιπτασμὸν τῶν μελέων ποιέει, ἑλκῶδές τέ ἐστι καὶ ἐντέρου καὶ ἕδρης· ἀλεξητήρια δὲ τουτέων γεγράψεται. ἄνευ μὲν οὖν ῤοφημάτων μελικρήτῳ χρεόμενος ἀντʼ ἄλλου ποτοῦ ἐν ταύτῃσι τῇσι νούσοισι πολλὰ ἂν εὐτυχοίης, καὶ οὐκ ἂν πολλὰ ἀτυχοίης· οἷσι δὲ δοτέον, καὶ οἷσιν οὐ δοτέον, τὰ μέγιστα εἴρηται, καὶ διʼ οὐ δοτέον Κατέγνωσται
344
δὲ μελίκρητον ὑπὸ τῶν ἀνθρώπων, ὡς καταγυιοῖ τοὺς πίνοντας, καὶ διὰ τοῦτο ταχυθάνατον εἶναι νενόμισται· ἐκλήθη δὲ τοῦτο διὰ τοὺς ἀποκαρτερέοντας· ἔνιοι γὰρ μελικρήτῳ μούνῳ χρέονται ποτῷ, ὡς τοιούτῳ δῆθεν ἐόντι· τὸ δὲ οὐ παντάπασιν ὧδε ἔχει· ἀλλʼ ὕδατος μὲν πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, εἰ μὴ ταράσσοι τὴν κοιλίην· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου μὲν ἰσχυρότερον, δὲ ἀσθενέστερον.
346
μέγα μὴν διαφέρει καὶ οἴνου καὶ μέλιτος ἀκρητότης· ἐς ἰσχὺν ἀμφοτέρων δʼ ὅμως τούτων, εἰ διπλάσιον μέτρον οἴνου ἀκρήτου πίνοι τις ὁκόσον μέλι ἐκλείχοι, πολλῷ ἂν δήπου ἰσχυρότερος εἴη ὑπὸ τοῦ μέλιτος, εἰ μοῦνον μὴ ταράσσοι τὴν κοιλίην· πολλαπλάσιον γὰρ καὶ τὸ κόπριον διεξίο ἂν αὐτέῳ. εἰ μέντοι ῤοφήματι χρέοιτο πτισάνῃ, ἐπιπίνοι δὲ μελίκρητον, ἄγαν πλησμονῶδες ἂν εἴη καὶ φυσῶδες, καὶ τοῖσι κατὰ τὰ ὑποχόνδρια σπλάγχνοισιν ἀξύμφορον· προπινόμενον μέντοι πρὸ ῤοφήματος μελίκρητον οὐ βλάπτει ὡς μεταπινόμενον, ἀλλά τι καὶ ὠφελέει. ἑφθὸν δὲ μελίκρητον ἐσιδεῖν μὲν πολλῷ κάλλιον τοῦ ὠμοῦ· λαμπρὸν γὰρ καὶ λεπτὸν καὶ λευκὸν καὶ διαφανὲς γίγνεται· ἀρετὴν δὲ ἥντινα αὐτέῳ προσθέω διαφέρουσάν τι τοῦ ὠμοῦ οὐκ ἔχω· οὐδὲ γὰρ ἥδιόν ἐστι τοῦ ὠμοῦ, ἢν τυγχάνῃ
348
γε τὸ μέλι καλὸν ἐόν· ἀσθενέστερον μέντοι γε τοῦ ὠμοῦ καὶ ἀκοπρωδέστερόν ἐστιν· ὡν οὐδετέρης τιμωρίης προσδέεται μελίκρητον. ἄγχιστα δὲ χρηστέον αὐτέῳ τοιῷδε ἐόντι, εἰ τὸ μέλι τυγχάνοι πονηρὸν ἐὸν καὶ ἀκάθαρτον καὶ μέλαν καὶ μὴ εὐῶδες· ἀφέλοιτο γὰρ ἂν ἕψησις τῶν κακοτήτων αὐτέου τὰ πλείονα τοῦ αἴσχεος.

11 1 w 2
τιμωρητέον 1 w 13
δὲ 1 w 15
τοιόνδε 1 w 22
τι 2 w 24
μέρος 1 w 29
τῷ 1 w 31
ἐναντίῳ 1 w 38
λόγῳ 1 w 42
μεταβολὴ 1 w 51
τῆς 1 w 54
διαίτης 1 w 61
τουτέοισιν 1 w 71
ἐγένετο 1 w 78
οὐ 1 w 81
μεταβάλλοντος 1 w 94
τοῦ 1 w 97
σώματος 1 w 104
οὔτε 1 w 108
ἐπὶ 1 w 111
τὴν 1 w 114
ῤώμην 1 w 119
ὥστε 1 w 124
προσθέσθαι 1 w 134
δεῖν 1 w 138
σιτία 1 w 143
οὔτε 2 w 148
ἐπὶ 2 w 151
τὴν 2 w 154
ἀῤῥωστίην 1 w 163
ὥστε 2 w 168
ἀφαιρεθῆναι 1 w 179
προστεκμαρτέα 1 w 193
δὴ 1 w 195
καὶ 1 w 198
1 w 199
ἰσχὺς 1 w 204
καὶ 2 w 207
1 w 208
τρόπος 1 w 214
τοῦ 2 w 217
νουσήματος 1 w 227
ἑκάστου 1 w 234
καὶ 3 w 238
τῆς 2 w 241
φύσιος 1 w 247
τοῦ 3 w 250
ἀνθρώπου 1 w 258
καὶ 4 w 262
τοῦ 4 w 265
ἔθεος 1 w 270
τῆς 3 w 273
διαίτης 2 w 280
τοῦ 5 w 283
κάμνοντος 1 w 292
οὐ 2 w 295
μοῦνον 1 w 301
σιτίων 1 w 307
ἀλλὰ 1 w 312
καὶ 5 w 315
ποτῶν 1 w 320
πολλῷ 1 w 326
δὲ 2 w 328
ἧσσον 1 w 333
ἐπὶ 3 w 336
τὴν 3 w 339
πρόσθεσιν 1 w 348
ἰτέον 1 w 353
ἐπεὶ 1 w 358
τήν 1 w 361
γε 1 w 363
ἀφαίρεσιν 1 w 372
ὅλως 1 w 376
ἀφελεῖν 1 w 383
πολλαχοῦ 1 w 391
λυσιτελέει 1 w 401
ὅκου 1 w 406
διαρκέειν 1 w 415
μέλλει 1 w 421
2 w 422
κάμνων 1 w 428
μέχρις 1 w 435
ἂν 1 w 437
τῆς 4 w 440
νούσου 1 w 446
2 w 447
ἀκμὴ 1 w 451
πεπανθῇ 1 w 458
ἐν 2 w 461
ὁκοίοισι 1 w 469
δὲ 3 w 471
τὸ 1 w 473
τοιόνδε 2 w 480
ποιητέον 1 w 488
γεγράψεται 1 w 498
πολλὰ 1 w 504
δʼ 1 w 506
ἄν 1 w 508
τις 1 w 511
καὶ 6 w 514
ἄλλα 1 w 518
ἠδελφισμένα 1 w 529
τοῖσιν 1 w 535
εἰρημένοισι 1 w 546
γράφοι 1 w 552
τὸ 2 w 555
δέ 1 w 557
γε 3 w 559
μὴν 1 w 562
κρέσσον 1 w 569
μαρτύριον 1 w 578
οὐ 3 w 581
γὰρ 1 w 584
ἠδελφισμένον 1 w 596
ἐστὶ 1 w 600
τῷ 2 w 602
πρήγματι 1 w 610
περὶ 1 w 615
οὗ 1 w 617
μοι 1 w 620
4 w 621
πλεῖστος 1 w 629
λόγος 1 w 634
εἴρηται 1 w 641
ἀλλʼ 1 w 646
αὐτὸ 1 w 650
τὸ 4 w 652
πρῆγμα 1 w 658
ἐπικαιρότατόν 1 w 671
ἐστι 1 w 675
διδακτήριον 1 w 686
οἱ 1 w 689
γὰρ 2 w 692
ἀρχόμενοι 1 w 701
τῶν 2 w 704
ὀξέων 1 w 709
νουσημάτων 1 w 719
ἔστιν 1 w 724
ὅτε 1 w 727
οἱ 2 w 729
μὲν 1 w 732
σιτία 2 w 737
ἔφαγον 1 w 743
αὐθημερὸν 1 w 752
ἠργμένοι 1 w 760
ἤδη 1 w 763
οἱ 3 w 766
δὲ 4 w 768
καὶ 7 w 771
τῇ 1 w 773
ὑστεραίῃ 1 w 781
οἱ 4 w 784
δὲ 5 w 786
καὶ 8 w 789
ἐῤῥόφεον 1 w 797
τὸ 5 w 799
προστυχὸν 1 w 808
οἱ 5 w 811
δὲ 6 w 813
καὶ 9 w 816
κυκεῶνα 1 w 823
ἐῤῥόφεον 2 w 831
ἅπαντα 1 w 838
δὲ 7 w 840
ταῦτα 1 w 845
κακίω 1 w 850
μέν 5 w 853
ἐστιν 1 w 858
1 w 859
εἰ 2 w 861
ἑτεροίως 1 w 869
τις 2 w 872
διαιτηθείη 1 w 882
πολλῷ 2 w 888
μέντοι 1 w 894
ἐλάσσω 1 w 900
βλάβην 1 w 906
φέρει 1 w 911
ἐν 3 w 913
τουτέῳ 1 w 919
τῷ 3 w 921
χρόνῳ 1 w 926
ἁμαρτηθέντα 1 w 937
2 w 939
εἴ 2 w 941
τις 3 w 944
τὰς 1 w 947
μὲν 2 w 950
πρώτας 1 w 956
ἡμέρας 1 w 962
δύο 1 w 965
3 w 966
τρεῖς 1 w 971
κενεαγγήσειε 1 w 983
τελείως 1 w 990
τεταρταῖος 1 w 1001
δὲ 8 w 1003
ἐὼν 1 w 1006
τοιάδε 1 w 1012
διαιτηθείη 2 w 1022
4 w 1024
καὶ 10 w 1027
πεμπταῖος 1 w 1036
ἔτι 1 w 1040
μέντοι 2 w 1046
κάκιον 1 w 1052
εἰ 3 w 1055
ταύτας 1 w 1061
πάσας 1 w 1066
τὰς 2 w 1069
ἡμέρας 2 w 1075
προκενεαγγήσας 1 w 1089
ἐν 4 w 1092
τῇσιν 1 w 1097
ὕστερον 1 w 1104
ἡμέρῃσιν 1 w 1112
οὕτω 1 w 1116
διαιτηθείη 3 w 1126
πρὶν 1 w 1131
5 w 1132
πέπειρον 1 w 1140
γενέσθαι 1 w 1148
τὴν 4 w 1151
νοῦσον 1 w 1157
οὕτω 2 w 1162
μὲν 3 w 1165
γὰρ 3 w 1168
θάνατον 1 w 1175
φέρει 2 w 1180
φανερῶς 1 w 1187
τοῖσι 2 w 1192
πλείστοισιν 1 w 1203
εἰ 4 w 1206
μὴ 3 w 1208
παντάπασιν 1 w 1218
εὐήθης 1 w 1224
6 w 1225
νοῦσος 1 w 1231
εἴη 1 w 1234
αἱ 1 w 1237
δὲ 9 w 1239
κατʼ 1 w 1243
ἀρχὰς 1 w 1248
ἁμαρτάδες 1 w 1257
οὐχ 1 w 1260
ὁμοίως 1 w 1266
ταύτῃσιν 1 w 1274
ἀνήκεστοί 1 w 1283
εἰσιν 1 w 1288
ἀλλὰ 2 w 1293
πολλῷ 3 w 1298
εὐακεστότ 1 w 1307
εραι 1 w 1311
τοῦτο 1 w 1317
οὖν 1 w 1320
ἡγεῦμαι 1 w 1327
μέγιστον 1 w 1335
διδακτήριον 2 w 1346
ὅτι 1 w 1350
οὐ 5 w 1352
στερητέαι 1 w 1361
αἱ 2 w 1363
πρῶται 1 w 1369
ἡμέραι 1 w 1375
τοῦ 7 w 1378
ῤοφήματος 1 w 1387
6 w 1388
τοίου 1 w 1393
7 w 1394
τοίου 2 w 1399
τοῖσι 3 w 1404
μέλλουσιν 1 w 1413
ὀλίγον 1 w 1419
ὕστερον 2 w 1426
ῤοφήμασιν 1 w 1435
8 w 1436
τοίοισιν 1 w 1444
9 w 1445
τοίοισι 2 w 1452
χρέεσθαι 1 w 1460
Πυθμενόθεν 1 w 1471
μὲν 4 w 1474
οὖν 2 w 1477
οὐκ 1 w 1480
ἴσασιν 1 w 1486
οὔθʼ 1 w 1490
οἱ 6 w 1492
τῇσι 2 w 1496
κριθώδεσι 1 w 1505
πτισάνῃσι 1 w 1514
χρεόμενοι 1 w 1523
ὅτι 2 w 1527
αὐτέῃσι 1 w 1534
κακοῦνται 1 w 1543
ὁκόταν 1 w 1550
ῤοφέειν 1 w 1557
ἄρξωνται 1 w 1565
ἢν 1 w 1568
προκενεαγγήσωσι 1 w 1583
δύο 2 w 1586
11 w 1587
τρεῖς 2 w 1592
ἡμέρας 3 w 1598
12 w 1599
πλείους 1 w 1606
οὔτʼ 1 w 1611
αὖ 1 w 1613
οἱ 7 w 1615
τῷ 4 w 1617
χυλῷ 1 w 1621
χρεόμενοι 2 w 1630
γιγνώσκουσιν 1 w 1642
ὅτι 3 w 1645
αὐτέῃσι 2 w 1652
βλάπτονται 1 w 1662
ῤοφέοντες 1 w 1671
ὅταν 1 w 1676
μὴ 4 w 1678
ὀρθῶς 1 w 1683
ἄρξωνται 2 w 1691
τοῦ 8 w 1694
ῤοφήματος 2 w 1703
τόδε 1 w 1708
γε 6 w 1710
μὴν 2 w 1713
καὶ 11 w 1716
φυλάσσουσι 1 w 1726
καὶ 12 w 1729
γιγνώσκουσιν 2 w 1741
ὅτι 4 w 1745
μεγάλην 1 w 1752
τὴν 5 w 1755
βλάβην 2 w 1761
φέρει 3 w 1766
ἢν 2 w 1769
πρὶν 2 w 1774
πέπειρον 2 w 1782
τὴν 6 w 1785
νοῦσον 2 w 1791
γενέσθαι 2 w 1799
κριθώδεα 1 w 1808
πτισάνην 1 w 1816
ῤοφήσῃ 1 w 1822
7 w 1823
κάμνων 2 w 1829
εἰθισμένος 1 w 1840
χυλῷ 2 w 1844
χρέεσθαι 2 w 1852
πάντα 1 w 1858
οὖν 3 w 1861
ταῦτα 2 w 1866
μεγάλα 1 w 1872
μαρτύρια 1 w 1880
ὅτι 5 w 1884
οὐκ 2 w 1887
ὀρθῶς 2 w 1892
ἄγουσιν 1 w 1899
ἐς 1 w 1901
τὰ 3 w 1903
διαιτήματα 1 w 1913
οἱ 8 w 1915
ἰητροὶ 1 w 1921
τοὺς 1 w 1925
κάμνοντας 1 w 1934
ἀλλʼ 2 w 1939
ἐν 5 w 1941
ᾗσί 1 w 1944
τε 16 w 1946
νούσοισιν 1 w 1955
οὐ 8 w 1957
χρὴ 1 w 1960
κενεαγγέειν 1 w 1971
τοὺς 2 w 1975
μέλλοντας 1 w 1984
ῤοφήμασι 2 w 1992
διαιτᾶσθαι 1 w 2002
κενεαγγέουσιν 1 w 2016
ἐν 6 w 2019
ᾗσί 2 w 2022
τε 17 w 2024
οὐ 9 w 2026
χρὴ 2 w 2029
μεταβάλλειν 1 w 2040
ἐκ 1 w 2042
κενεαγγείης 1 w 2053
ἐς 2 w 2055
ῤοφήματα 1 w 2063
ἐν 7 w 2066
ταύτῃσι 2 w 2073
μεταβάλλουσι 1 w 2085
καὶ 13 w 2089
ὡς 1 w 2091
ἐπιτοπολὺ 1 w 2100
ἀπαρτὶ 1 w 2106
ἐν 8 w 2108
τοῖσι 4 w 2113
τοιούτοισι 1 w 2123
καιροῖσι 1 w 2131
μεταβάλλουσιν 1 w 2144
ἐς 3 w 2146
τὰ 4 w 2148
ῤοφήματα 2 w 2156
ἐκ 2 w 2158
τῆς 5 w 2161
κενεαγγείης 2 w 2172
ἐν 9 w 2175
οἷσι 1 w 2179
πολλάκις 1 w 2187
ἀρήγει 1 w 2193
ἐκ 3 w 2195
τῶν 3 w 2198
ῤοφημάτων 1 w 2207
πλησιάζειν 1 w 2217
τῇ 4 w 2219
κενεαγγείῃ 1 w 2229
ἢν 3 w 2232
οὕτω 3 w 2236
τύχῃ 1 w 2240
παροξυνομένη 1 w 2252
10 w 2253
νοῦσος 2 w 2259
ἐνίοτε 1 w 2266
δὲ 10 w 2268
καὶ 14 w 2271
ὠμὰ 1 w 2274
ἐπισπῶνται 1 w 2284
ἀπὸ 1 w 2287
τῆς 6 w 2290
κεφαλῆς 1 w 2297
καὶ 15 w 2300
τοῦ 9 w 2303
περὶ 2 w 2307
τὸν 1 w 2310
θώρηκα 1 w 2316
τόπου 1 w 2321
χολώδεα 1 w 2328
ἀγρυπνίαι 1 w 2338
τε 19 w 2340
ξυνεμπίπτουσιν 1 w 2354
αὐτέοισι 1 w 2362
διʼ 1 w 2366
ἃς 1 w 2368
οὐ 10 w 2370
πέσσεται 1 w 2378
11 w 2379
νοῦσος 3 w 2385
περίλυποί 1 w 2395
τε 20 w 2397
καὶ 16 w 2400
πικροὶ 1 w 2406
γίγνονται 1 w 2415
καὶ 17 w 2419
παραφρονέουσι 1 w 2432
καὶ 18 w 2436
μαρμαρυγώδεα 1 w 2448
σφέων 1 w 2453
τὰ 5 w 2455
ὄμματα 1 w 2461
καὶ 19 w 2465
αἱ 3 w 2467
ἀκοαὶ 1 w 2472
ἤχου 1 w 2476
μεσταὶ 1 w 2482
καὶ 20 w 2486
τὰ 6 w 2488
ἀκρωτήρια 1 w 2497
κατεψυγμένα 1 w 2508
καὶ 21 w 2512
οὖρα 1 w 2516
ἄπεπτα 1 w 2522
καὶ 22 w 2526
πτύσματα 1 w 2534
λεπτὰ 1 w 2539
καὶ 23 w 2542
ἁλυκὰ 1 w 2547
καὶ 24 w 2550
κεχρωσμένα 1 w 2560
ἀκρήτῳ 1 w 2566
χρώματι 1 w 2573
σμικρὰ 1 w 2579
καὶ 25 w 2583
ἱδρῶτες 1 w 2590
περὶ 3 w 2594
τὸν 2 w 2597
τράχηλον 1 w 2605
καὶ 26 w 2609
διαπορήματα 1 w 2620
καὶ 27 w 2624
πνεῦμα 1 w 2630
προσπταῖον 1 w 2640
ἐν 11 w 2642
τῇ 5 w 2644
ἄνω 1 w 2647
φορῇ 1 w 2651
πυκνὸν 1 w 2657
15 w 2658
μέγα 1 w 2662
λίην 1 w 2666
ὀφρύες 1 w 2673
δεινώσιος 1 w 2682
μετέχουσαι 1 w 2692
λειποψυχώδεα 1 w 2705
πονηρὰ 1 w 2711
καὶ 28 w 2715
τῶν 4 w 2718
ἱματίων 1 w 2725
ἀποῤῥίψιες 1 w 2735
ἀπὸ 2 w 2738
τοῦ 10 w 2741
στήθεος 1 w 2748
καὶ 29 w 2752
χεῖρες 1 w 2758
τρομώδεες 1 w 2767
ἐνίοτε 2 w 2774
δὲ 11 w 2776
καὶ 30 w 2779
χεῖλος 1 w 2785
τὸ 8 w 2787
κάτω 1 w 2791
σείεται 1 w 2798
ταῦτα 3 w 2804
δὲ 12 w 2806
ἐν 13 w 2808
ἀρχῇσιν 1 w 2815
ἐπιφαινόμενα 1 w 2827
παραφροσύνης 1 w 2839
δηλωτικά 1 w 2847
ἐστι 3 w 2851
σφοδρῆς 1 w 2858
καὶ 31 w 2862
ὡς 2 w 2864
ἐπιτοπολὺ 2 w 2873
ἀποθνήσκουσιν 1 w 2886
οἱ 9 w 2889
δὲ 13 w 2891
διαφεύγοντες 1 w 2903
16 w 2905
μετὰ 1 w 2909
ἀποστήματος 1 w 2920
17 w 2922
αἵματος 1 w 2929
ῤύσιος 1 w 2935
ἐκ 4 w 2937
τῆς 7 w 2940
ῤινὸς 1 w 2945
18 w 2947
πῦον 1 w 2951
παχὺ 1 w 2955
πτύσαντες 1 w 2964
διαφεύγουσιν 1 w 2976
ἄλλως 1 w 2982
δὲ 14 w 2984
οὔ 5 w 2986
οὐδὲ 1 w 2991
γὰρ 4 w 2994
τῶν 5 w 2997
τοιουτέων 1 w 3006
ὁρέω 1 w 3010
ἐμπείρους 1 w 3019
τοὺς 3 w 3023
ἰητροὺς 1 w 3030
ὡς 3 w 3033
χρὴ 3 w 3036
διαγιγνώσκειν 1 w 3049
τὰς 3 w 3052
ἀσθενείας 1 w 3061
ἐν 14 w 3063
τῇσι 3 w 3067
νούσοισιν 2 w 3076
αἵ 2 w 3079
τε 26 w 3081
διὰ 1 w 3084
κενεαγγείην 1 w 3095
ἀσθενεῦνται 1 w 3106
αἵ 3 w 3109
τε 27 w 3111
διʼ 2 w 3114
ἄλλον 1 w 3119
τινὰ 1 w 3123
ἐρεθισμὸν 1 w 3132
αἵ 4 w 3135
τε 28 w 3137
διὰ 2 w 3140
πόνον 1 w 3145
καὶ 32 w 3148
ὑπὸ 1 w 3151
ὀξύτητος 1 w 3159
τῆς 8 w 3162
νούσου 2 w 3168
ὁκόσα 1 w 3174
τε 29 w 3176
ἡμέων 1 w 3181
13 w 3182
φύσις 1 w 3187
καὶ 33 w 3190
14 w 3191
ἕξις 1 w 3195
ἑκάστοισιν 1 w 3205
ἐκτεκνοῖ 1 w 3213
πάθεα 1 w 3218
καὶ 34 w 3221
εἴδεα 1 w 3226
παντοῖα 1 w 3233
καίτοι 1 w 3240
σωτηρίην 1 w 3248
19 w 3249
θάνατον 2 w 3256
φέρει 4 w 3261
γιγνωσκόμενα 1 w 3273
20 w 3274
ἀγνοούμενα 1 w 3284
τὰ 10 w 3286
τοιαῦτα 1 w 3293
μέζον 1 w 3299
μὲν 5 w 3302
γὰρ 5 w 3305
κακόν 1 w 3310
ἐστιν 2 w 3315
ἢν 4 w 3318
διὰ 3 w 3321
τὸν 3 w 3324
πόνον 2 w 3329
καὶ 35 w 3332
τὴν 7 w 3335
ὀξύτητα 1 w 3342
τῆς 9 w 3345
νούσου 3 w 3351
ἀσθενέοντι 1 w 3361
προσφέρῃ 1 w 3369
τις 4 w 3372
ποτὸν 1 w 3377
22 w 3378
ῤόφημα 1 w 3384
πλεῖον 1 w 3390
23 w 3391
σιτίον 1 w 3397
οἰόμενος 1 w 3406
διὰ 4 w 3409
κενεαγγείην 2 w 3420
ἀσθενέειν 1 w 3429
ἀεικὲς 1 w 3436
δὲ 16 w 3438
καὶ 36 w 3441
διὰ 5 w 3444
κενεαγγείην 3 w 3455
ἀσθενέοντα 1 w 3465
μὴ 6 w 3467
γνῶναι 1 w 3473
καὶ 37 w 3476
πιέζειν 1 w 3483
τῇ 7 w 3485
διαίτῃ 1 w 3491
φέρει 5 w 3497
μὲν 6 w 3500
γάρ 1 w 3503
τινα 1 w 3507
κίνδυνον 1 w 3515
καὶ 38 w 3518
αὕτη 1 w 3522
15 w 3523
ἁμαρτὰς 1 w 3530
πολλῷ 4 w 3536
δὲ 17 w 3538
ἥσσονα 1 w 3544
τῆς 10 w 3547
ἑτέρης 1 w 3553
καταγελαστοτέρη 1 w 3569
δὲ 18 w 3571
πολλῷ 5 w 3576
αὕτη 2 w 3580
μᾶλλον 1 w 3586
16 w 3587
ἁμαρτὰς 2 w 3594
τῆς 11 w 3597
ἑτέρης 2 w 3603
εἰ 7 w 3606
γὰρ 6 w 3609
ἄλλος 1 w 3614
ἰητρὸς 1 w 3620
24 w 3621
καὶ 39 w 3624
ἰδιώτης 1 w 3631
ἐσελθὼν 1 w 3638
καὶ 40 w 3642
γνοὺς 1 w 3647
τὰ 13 w 3649
ξυμβεβηκότα 1 w 3660
δῴη 1 w 3664
καὶ 41 w 3667
φαγεῖν 1 w 3673
καὶ 42 w 3676
πιεῖν 1 w 3681
2 w 3683
10 w 3684
ἕτερος 1 w 3690
ἐκώλυεν 1 w 3697
ἐπιδήλως 1 w 3706
ἂν 2 w 3708
δοκοίη 1 w 3714
ὠφεληκέναι 1 w 3724
τὰ 14 w 3727
δὲ 19 w 3729
τοιαῦτα 2 w 3736
μάλιστα 1 w 3743
καθυβρίζεται 1 w 3755
τῶν 6 w 3758
χειρωνακτέων 1 w 3770
ὑπὸ 2 w 3773
τῶν 7 w 3776
ἀνθρώπων 1 w 3784
δοκέει 1 w 3791
γὰρ 7 w 3794
αὐτέοισιν 1 w 3803
11 w 3804
ἐσελθὼν 2 w 3811
ἰητρὸς 2 w 3817
25 w 3818
ἰδιώτης 2 w 3825
ὡσπερεὶ 1 w 3832
τεθνεῶτα 1 w 3840
ἀναστῆσαι 1 w 3849
γεγράψεται 2 w 3860
οὖν 4 w 3863
καὶ 43 w 3866
περὶ 4 w 3870
τουτέου 1 w 3877
σημήϊα 1 w 3883
οἷσι 2 w 3887
δεῖ 2 w 3890
ἕκαστα 1 w 3896
τουτέων 1 w 3903
διαγιγνώσκειν 2 w 3916
12 1 w 3919
παραπλήσια 1 w 3930
μέντοι 3 w 3936
τοῖσι 5 w 3941
κατὰ 1 w 3945
κοιλίην 1 w 3952
ἐστὶ 2 w 3956
καὶ 44 w 3959
ταῦτα 4 w 3964
καὶ 45 w 3968
γὰρ 8 w 3971
ἢν 5 w 3973
ὅλον 1 w 3977
τὸ 11 w 3979
σῶμα 1 w 3983
ἀναπαύσηται 1 w 3994
πουλὺ 1 w 3999
παρὰ 1 w 4003
τὸ 12 w 4005
ἔθος 1 w 4009
οὐκ 3 w 4013
αὐτίκα 1 w 4019
ἔῤῥωται 1 w 4026
μᾶλλον 2 w 4032
ἢν 6 w 4035
δὲ 20 w 4037
δὴ 2 w 4039
καὶ 46 w 4042
πλείω 1 w 4047
χρόνον 1 w 4053
διελινύσαν 1 w 4063
ἐξαπίνης 1 w 4071
ἐς 4 w 4073
τοὺς 4 w 4077
πόνους 1 w 4083
ἔλθῃ 1 w 4087
φλαῦρόν 1 w 4095
τι 26 w 4097
πρήξειεν 1 w 4105
ἐπιδήλως 2 w 4113
οὕτω 4 w 4118
δὲ 21 w 4120
καὶ 47 w 4123
ἓν 1 w 4125
ἕκαστον 1 w 4132
τοῦ 11 w 4135
σώματος 2 w 4142
καὶ 48 w 4146
γὰρ 9 w 4149
οἱ 10 w 4151
πόδες 1 w 4156
τοιόνδε 3 w 4163
τι 27 w 4165
πρήξειαν 1 w 4173
καὶ 49 w 4177
τὰ 16 w 4179
ἄλλα 2 w 4183
ἄρθρα 1 w 4188
μὴ 7 w 4190
εἰθισμένα 1 w 4199
πονέειν 1 w 4206
ἢν 7 w 4209
διὰ 6 w 4212
χρόνου 1 w 4218
ἐξαπίνης 2 w 4226
πρὸς 1 w 4230
τὸ 13 w 4232
πονέειν 2 w 4239
ἔλθῃ 2 w 4243
ταῦτα 5 w 4249
δʼ 2 w 4251
ἂν 3 w 4253
καὶ 50 w 4256
οἱ 11 w 4258
ὀδόντες 1 w 4265
καὶ 51 w 4268
οἱ 12 w 4270
ὀφθαλμοὶ 1 w 4278
πάθοιεν 1 w 4285
καὶ 52 w 4289
πᾶν 1 w 4292
ὁτιοῦν 1 w 4298
ἐπεὶ 2 w 4303
καὶ 53 w 4306
κοίτη 1 w 4311
παρὰ 2 w 4315
τὸ 14 w 4317
ἔθος 2 w 4321
μαλθακὴ 1 w 4328
πόνον 3 w 4333
ἐμποιέει 1 w 4341
καὶ 54 w 4345
σκληρὴ 1 w 4351
παρὰ 3 w 4355
τὸ 15 w 4357
ἔθος 3 w 4361
καὶ 55 w 4365
ὕπαιθρος 1 w 4373
εὐνὴ 1 w 4377
παρὰ 4 w 4381
τὸ 16 w 4383
ἔθος 4 w 4387
σκληρύνει 1 w 4396
τὸ 17 w 4398
σῶμα 2 w 4402
ἀτὰρ 1 w 4407
καὶ 56 w 4410
τὰ 18 w 4412
τῶν 8 w 4415
τοιῶνδε 1 w 4422
πάντων 1 w 4428
ἀρκέει 1 w 4434
παραδείγματα 1 w 4446
γράψαι 1 w 4452
εἰ 9 w 4455
γάρ 2 w 4458
τις 5 w 4461
ἕλκος 1 w 4466
λαβὼν 1 w 4471
ἐν 15 w 4473
κνήμῃ 1 w 4478
μήτε 1 w 4482
λίην 3 w 4486
ἐπίκαιρον 1 w 4495
μήτε 2 w 4499
λίην 4 w 4503
εὔηθες 1 w 4509
μήτε 3 w 4514
ἄγαν 1 w 4518
εὐελκὴς 1 w 4525
ἐὼν 2 w 4528
μήτε 4 w 4533
ἄγαν 2 w 4537
δυσελκὴς 1 w 4545
αὐτίκα 2 w 4552
ἀρξάμενος 1 w 4561
ἐκ 7 w 4563
πρώτης 1 w 4569
κατακείμενος 1 w 4581
ἰητρεύοιτο 1 w 4591
καὶ 57 w 4595
μηδαμῆ 1 w 4601
μετεωρίζοι 1 w 4611
τὸ 18 w 4613
σκέλος 1 w 4619
ἀφλέγμαντος 1 w 4631
μὲν 7 w 4634
ἂν 4 w 4636
οὕτως 1 w 4641
εἴη 2 w 4644
μᾶλλον 3 w 4650
καὶ 58 w 4654
ὑγιὴς 1 w 4659
πολλῷ 6 w 4664
θᾶσσον 1 w 4670
ἂν 5 w 4672
γένοιτο 1 w 4679
29 w 4681
εἰ 10 w 4683
πλανώμενος 1 w 4693
ἰητρεύοιτο 2 w 4703
εἰ 11 w 4706
μέντοι 4 w 4712
πεμπταῖος 2 w 4721
30 w 4722
ἑκταῖος 1 w 4729
ἐὼν 3 w 4732
31 w 4733
καὶ 59 w 4736
ἔτι 2 w 4739
ἀνωτέρω 1 w 4746
ἀναστὰς 1 w 4754
ἐθέλοι 1 w 4760
προβαίνειν 1 w 4770
μᾶλλον 4 w 4777
ἂν 6 w 4779
πονέοι 1 w 4785
τότε 1 w 4789
32 w 4790
αὐτίκα 3 w 4796
ἐξ 3 w 4798
ἀρχῆς 1 w 4803
πλανώμενος 2 w 4813
ἰητρεύοιτο 3 w 4823
εἰ 12 w 4826
δὲ 22 w 4828
καὶ 60 w 4831
πολλὰ 2 w 4836
ταλαιπωρήσειεν 1 w 4850
ἐξαπίνης 3 w 4858
πολλῷ 7 w 4864
ἂν 7 w 4866
μᾶλλον 5 w 4872
πονήσειεν 1 w 4881
33 w 4882
εἰ 13 w 4884
ἐκείνως 1 w 4891
ἰητρευόμενος 1 w 4903
τὰ 20 w 4905
αὐτὰ 1 w 4909
ταῦτα 6 w 4914
ταλαιπωρήσειεν 2 w 4928
ἐν 16 w 4930
ταύτῃσι 3 w 4937
τῇσιν 2 w 4942
ἡμέρῃσιν 2 w 4950
διὰ 7 w 4954
τέλεος 1 w 4960
οὖν 5 w 4963
μαρτυρέει 1 w 4972
ταῦτα 7 w 4977
πάντα 2 w 4982
ἀλλήλοισιν 1 w 4992
ὅτι 6 w 4996
πάντα 3 w 5001
ἐξαπίνης 4 w 5009
μέζω 1 w 5013
πολλῷ 8 w 5018
τοῦ 12 w 5021
μετρίου 1 w 5028
μεταβαλλόμενα 1 w 5041
ἐπὶ 4 w 5044
τὰ 22 w 5046
καὶ 61 w 5050
ἐπὶ 5 w 5053
τὰ 23 w 5055
βλάπτει 1 w 5063
Πολλαπλασίη 1 w 5075
μὲν 8 w 5078
οὖν 6 w 5081
κατὰ 2 w 5085
κοιλίην 2 w 5092
18 w 5093
βλάβη 3 w 5098
ἐστὶν 1 w 5103
ἢν 8 w 5106
ἐκ 9 w 5108
πολλῆς 1 w 5114
κενεαγγείης 3 w 5125
ἐξαπίνης 5 w 5133
πλέον 1 w 5138
τοῦ 13 w 5141
μετρίου 2 w 5148
προσαίρηται 1 w 5159
ἀτὰρ 2 w 5164
καὶ 62 w 5167
κατὰ 3 w 5171
τὸ 19 w 5173
ἄλλο 3 w 5177
σῶμα 3 w 5181
ἢν 9 w 5184
ἐκ 10 w 5186
πολλῆς 2 w 5192
ἡσυχίης 1 w 5199
ἐξαίφνης 1 w 5207
ἐς 5 w 5209
πλείω 2 w 5214
πόνον 4 w 5219
ἔλθοι 1 w 5224
πουλὺ 2 w 5230
πλείω 3 w 5235
βλαβείη 1 w 5242
36 w 5245
εἰ 14 w 5247
ἐκ 11 w 5249
πολλῆς 3 w 5255
ἐδωδῆς 1 w 5261
ἐς 6 w 5263
κενεαγγείην 4 w 5274
μεταβάλλοι 1 w 5284
δεῖ 3 w 5288
μέντοι 5 w 5294
καὶ 63 w 5297
τὸ 20 w 5299
σῶμὰ 1 w 5303
τουτέοισιν 2 w 5313
ἐλινύειν 1 w 5321
καὶ 64 w 5325
ἢν 10 w 5327
ἐκ 12 w 5329
πολλῆς 4 w 5335
ταλαιπωρίης 1 w 5346
ἐξαπίνης 6 w 5354
ἐς 7 w 5356
σχολήν 1 w 5362
τε 41 w 5364
καὶ 65 w 5367
ῤᾳθυμίην 1 w 5375
ἐμπέσῃ 1 w 5381
δεῖ 4 w 5385
δὲ 23 w 5387
καὶ 66 w 5390
τουτέοισι 3 w 5399
τὴν 8 w 5402
κοιλίην 3 w 5409
ἐλινύειν 2 w 5417
ἐκ 13 w 5419
πλήθεος 1 w 5426
βρώμης 1 w 5432
ἢν 11 w 5435
δὲ 24 w 5437
μὴ 8 w 5439
πόνον 5 w 5445
ἐν 17 w 5447
τῷ 5 w 5449
σώματι 1 w 5455
ἐμποιήσει 1 w 5464
καὶ 67 w 5467
βάρος 1 w 5472
ὅλου 1 w 5476
τοῦ 14 w 5479
σώματος 3 w 5486
13 1 w 5489
13 w 5491
δὴ 3 w 5493
οὖν 7 w 5496
πλεῖστός 1 w 5504
μοι 2 w 5507
λόγος 2 w 5512
γέγονε 1 w 5518
περὶ 5 w 5522
τῆς 12 w 5525
μεταβολῆς 1 w 5534
τῆς 13 w 5537
ἐπὶ 6 w 5540
τὰ 27 w 5542
καὶ 68 w 5545
ἐπὶ 7 w 5548
τά 3 w 5550
ἐς 8 w 5553
πάντα 4 w 5558
μὲν 9 w 5561
οὖν 8 w 5564
εὔχρηστον 1 w 5573
ταῦτα 8 w 5578
εἰδέναι 1 w 5585
ἀτὰρ 3 w 5590
καὶ 69 w 5593
περὶ 6 w 5597
οὗ 2 w 5599
14 w 5600
λόγος 3 w 5605
ἦν 1 w 5607
ὅτι 7 w 5611
ἐν 18 w 5613
τῇσιν 3 w 5618
ὀξείῃσι 1 w 5625
νούσοισιν 3 w 5634
ἐς 9 w 5636
τὰ 29 w 5638
ῤοφήματα 3 w 5646
μεταβάλλουσιν 2 w 5659
ἐκ 14 w 5661
τῆς 14 w 5664
κενεαγγείης 4 w 5675
μεταβλητέον 1 w 5687
γὰρ 10 w 5690
ὡς 4 w 5692
ἐγὼ 1 w 5695
κελεύω 1 w 5701
ἔπειτα 1 w 5708
οὐ 13 w 5710
χρηστέον 1 w 5718
ῤοφήμασι 3 w 5726
πρὶν 3 w 5730
20 w 5731
νοῦσος 4 w 5737
πεπανθῇ 2 w 5744
39 w 5746
ἄλλο 4 w 5750
τι 34 w 5752
σημεῖον 1 w 5759
φανῇ 1 w 5763
40 w 5765
κατʼ 2 w 5769
ἔντερον 1 w 5776
κενεαγγικὸν 1 w 5787
41 w 5789
ἐρεθιστικὸν 1 w 5800
42 w 5802
κατὰ 4 w 5806
τὰ 31 w 5808
ὑποχόνδρια 1 w 5818
ὁκοῖα 1 w 5824
γεγράψεται 3 w 5834
ἀγρυπνίη 1 w 5843
ἰσχυρὴ 1 w 5849
πόμα 1 w 5853
καὶ 70 w 5856
σιτίον 2 w 5862
ἀπεπτότερα 1 w 5872
ποιέει 2 w 5878
καὶ 71 w 5882
21 w 5883
ἐπὶ 8 w 5886
τὰ 32 w 5888
ἕτερα 1 w 5893
αὖ 2 w 5895
μεταβολὴ 2 w 5903
διαλύει 1 w 5910
σῶμα 4 w 5914
καὶ 72 w 5918
ἑφθότητα 1 w 5926
καὶ 73 w 5929
κα 97 w 5931
ρηβαρίην 1 w 5939
ἐμποιέει 2 w 5947
14 1 w 5950
γλυκὺν 1 w 5957
δὲ 25 w 5959
οἶνον 1 w 5964
καὶ 74 w 5967
οἰνώδεα 1 w 5974
καὶ 75 w 5977
λευκὸν 1 w 5983
καὶ 76 w 5986
μέλανα 1 w 5992
καὶ 77 w 5996
μελίκρητον 1 w 6006
καὶ 78 w 6010
ὕδωρ 1 w 6014
καὶ 79 w 6018
ὀξύμελι 1 w 6025
τοισίδε 1 w 6033
σημαινόμενον 1 w 6045
χρὴ 4 w 6048
διορίζειν 1 w 6057
ἐν 19 w 6059
τῇσιν 4 w 6064
ὀξείῃσι 2 w 6071
νούσοισιν 4 w 6080
16 w 6082
μὲν 10 w 6085
γλυκὺς 1 w 6091
ἧσσόν 1 w 6096
ἐστι 5 w 6100
καρηβαρικὸς 1 w 6111
τοῦ 15 w 6114
οἰνώδεος 1 w 6122
καὶ 80 w 6126
ἧσσον 2 w 6131
φρενῶν 1 w 6137
ἁπτόμενος 1 w 6146
καὶ 81 w 6150
διαχωρητικώτερος 1 w 6166
δή 3 w 6168
τι 38 w 6170
τοῦ 16 w 6173
ἑτέρου 1 w 6179
κατʼ 3 w 6183
ἔντερον 2 w 6190
μεγαλόσπλαγχνος 1 w 6206
δὲ 26 w 6208
σπληνὸς 1 w 6215
καὶ 82 w 6218
ἥπατος 1 w 6224
οὐκ 4 w 6228
ἐπιτήδειος 1 w 6238
δὲ 27 w 6240
οὐδὲ 2 w 6244
τοῖσι 6 w 6249
πικροχόλοισι 1 w 6261
καὶ 83 w 6265
γὰρ 11 w 6268
οὖν 9 w 6271
διψώδης 1 w 6278
τοῖσί 1 w 6283
γε 22 w 6285
τοιουτέοισίν 1 w 6297
ἐστιν 3 w 6302
ἀτὰρ 4 w 6307
καὶ 84 w 6310
φυσώδης 1 w 6317
τοῦ 17 w 6320
ἐντέρου 1 w 6327
τοῦ 18 w 6330
ἄνω 2 w 6333
οὐ 16 w 6336
μὴν 3 w 6339
πολέμιός 1 w 6347
γε 23 w 6349
τῷ 6 w 6351
ἐντέρῳ 1 w 6357
τῷ 7 w 6359
κάτω 2 w 6363
ὡς 5 w 6366
κατὰ 5 w 6370
λόγον 1 w 6375
τῆς 15 w 6378
φύσης 1 w 6383
καίτοι 2 w 6390
γε 24 w 6392
οὐ 17 w 6394
πάνυ 1 w 6398
πορίμη 1 w 6404
ἐστὶν 2 w 6409
22 w 6410
ἀπὸ 3 w 6413
τοῦ 19 w 6416
γλυκέος 1 w 6423
οἴνου 1 w 6428
φῦσα 1 w 6432
ἀλλʼ 3 w 6437
ἐγχρονίζει 1 w 6447
περὶ 7 w 6451
ὑποχόνδρια 2 w 6461
καὶ 85 w 6465
γὰρ 12 w 6468
οὖν 10 w 6471
οὗτος 1 w 6476
ἧσσον 3 w 6481
διουρητικὸς 1 w 6492
γίγνεται 1 w 6500
τὸ 21 w 6502
ἐπίπαν 1 w 6508
τοῦ 20 w 6511
οἰνώδεος 2 w 6519
λευκοῦ 1 w 6525
πτυάλου 1 w 6533
δὲ 29 w 6535
μᾶλλον 6 w 6541
ἀναγωγός 1 w 6549
ἐστι 7 w 6553
τοῦ 21 w 6556
ἑτέρου 2 w 6562
17 w 6563
γλυκύς 1 w 6569
καὶ 86 w 6573
οἷσι 3 w 6577
μὲν 11 w 6580
διψώδης 2 w 6587
ἐστὶ 5 w 6591
πινόμενος 1 w 6600
ἧσσον 4 w 6606
ἂν 8 w 6608
τούτοισιν 1 w 6617
ἀνάγοι 1 w 6623
43 w 6624
18 w 6625
ἕτερος 2 w 6631
οἶνος 1 w 6636
οἷσι 4 w 6641
δὲ 30 w 6643
μὴ 10 w 6645
διψώσης 1 w 6652
μᾶλλον 7 w 6659
ἀνάγοι 2 w 6665
ἂν 9 w 6667
τοῦ 22 w 6670
ἑτέρου 3 w 6676
19 w 6678
δὲ 31 w 6680
λευκὸς 1 w 6686
οἰνώδης 1 w 6693
οἶνος 2 w 6698
ἐπῄνηται 1 w 6706
μὲν 12 w 6709
καὶ 87 w 6712
ἔψεκται 1 w 6719
τὰ 35 w 6721
πλεῖστα 1 w 6728
καὶ 88 w 6731
τὰ 36 w 6733
μέγιστα 1 w 6740
ἤδη 2 w 6743
ἐν 22 w 6745
τῇ 11 w 6747
τοῦ 23 w 6750
γλυκέος 2 w 6757
οἴνου 2 w 6762
διηγήσει 1 w 6770
ἐς 10 w 6773
δὲ 32 w 6775
κύστιν 1 w 6781
μᾶλλον 8 w 6787
πόριμος 1 w 6794
ἐὼν 4 w 6797
τοῦ 24 w 6800
ἑτέρου 4 w 6806
καὶ 89 w 6809
διουρητικὸς 2 w 6820
καὶ 90 w 6823
καταῤῥηκτικὸς 1 w 6836
αἰεὶ 1 w 6841
πολλὰ 3 w 6846
προσωφελέοι 1 w 6857
ἂν 10 w 6859
ἐν 23 w 6861
ταύτῃσι 4 w 6868
τῇσι 7 w 6872
νούσοισι 5 w 6880
καὶ 91 w 6884
γὰρ 13 w 6887
εἰ 16 w 6889
πρὸς 2 w 6893
ἄλλα 3 w 6897
ἀνεπιτηδειότερος 1 w 6913
τοῦ 25 w 6916
ἑτέρου 5 w 6922
πέφυκεν 1 w 6929
ἀλλʼ 4 w 6934
ὅμως 1 w 6938
23 w 6939
κατὰ 6 w 6943
κύστιν 2 w 6949
κάθαρσις 1 w 6957
ὑπʼ 1 w 6960
αὐτέου 1 w 6966
γιγνομένη 1 w 6975
ῤύεται 1 w 6981
ἢν 12 w 6984
προτρέπηται 1 w 6995
ὁκοῖον 1 w 7001
δεῖ 5 w 7004
καλὰ 1 w 7009
δὲ 33 w 7011
ταῦτα 9 w 7016
τεκμήριά 1 w 7024
ἐστι 8 w 7028
τὰ 38 w 7030
περὶ 8 w 7034
οἴνου 3 w 7039
ὠφελίης 1 w 7046
καὶ 92 w 7049
βλάβης 1 w 7055
ὁκόσα 2 w 7061
ἀκαταμάθητα 1 w 7072
ἦν 2 w 7074
τοῖσιν 2 w 7080
ἐμεῦ 1 w 7084
γεραιτέροισιν 1 w 7097
Κιῤῥῷ 1 w 7103
δὲ 34 w 7105
οἴνῳ 1 w 7109
καὶ 93 w 7112
μέλανι 1 w 7118
αὐστηρῷ 1 w 7125
ἐν 24 w 7127
ταύτῃσι 5 w 7134
τῇσι 8 w 7138
νούσοισιν 5 w 7147
ἐς 11 w 7149
τάδε 2 w 7153
ἂν 11 w 7155
χρήσαιο 1 w 7162
εἰ 17 w 7165
καρηβαρίη 1 w 7174
μὲν 13 w 7177
μὴ 11 w 7179
ἐνείη 1 w 7184
μηδὲ 1 w 7189
φρενῶν 2 w 7195
ἄψις 1 w 7199
μηδὲ 2 w 7204
τὸ 22 w 7206
πτύελον 1 w 7213
κωλύοιτο 1 w 7221
τῆς 16 w 7224
ἀνόδου 1 w 7230
μηδὲ 3 w 7235
τὸ 23 w 7237
οὖρον 1 w 7242
ἴσχοιτο 1 w 7249
τὰ 39 w 7252
διαχωρήματα 1 w 7263
δὲ 38 w 7265
πλαδαρώτερα 1 w 7276
καὶ 94 w 7279
ξυσματωδέστερα 1 w 7293
εἴη 3 w 7296
ἐν 26 w 7299
δὴ 4 w 7301
τοῖσι 8 w 7306
τοιουτέοισι 1 w 7317
πρέποι 1 w 7323
ἂν 12 w 7325
μάλιστα 2 w 7332
μεταβάλλειν 2 w 7343
ἐκ 15 w 7345
τοῦ 26 w 7348
λευκοῦ 2 w 7354
καὶ 95 w 7358
ὁκόσα 3 w 7363
τουτέοισιν 3 w 7373
ἐμφερέα 1 w 7380
Προσξυνιέναι 1 w 7393
δὲ 39 w 7395
δεῖ 6 w 7398
ὅτι 8 w 7402
τὰ 40 w 7404
μὲν 14 w 7407
ἄνω 3 w 7410
πάντα 5 w 7415
καὶ 96 w 7418
τὰ 41 w 7420
κατὰ 7 w 7424
κύστιν 3 w 7430
ἧσσον 5 w 7435
βλάψει 1 w 7441
ἢν 13 w 7444
ὑδαρέστερος 1 w 7455
1 w 7456
τὰ 43 w 7459
δὲ 40 w 7461
κατʼ 4 w 7465
ἔντερον 3 w 7472
μᾶλλον 9 w 7478
ὀνήσει 1 w 7484
ἢν 14 w 7487
ἀκρητέστερος 1 w 7499
2 w 7500
15 1 w 7503
μελίκρητον 2 w 7514
δὲ 41 w 7516
πινόμενον 1 w 7525
διὰ 8 w 7528
πάσης 1 w 7533
τῆς 17 w 7536
νούσου 4 w 7542
ἐν 27 w 7544
τῇσιν 5 w 7549
ὀξείῃσι 3 w 7556
νούσοισι 7 w 7564
τὸ 24 w 7566
ἐπίπαν 2 w 7572
μὲν 15 w 7575
τοῖσι 9 w 7580
πικροχόλοισι 2 w 7592
καὶ 97 w 7595
μεγαλοσπλάγχνοισιν 1 w 7613
ἧσσον 6 w 7618
ἐπιτήδειον 1 w 7628
47 w 7629
τοῖσι 10 w 7634
μὴ 12 w 7636
τοιούτοισίν 1 w 7647
ἐστιν 4 w 7652
διψῶδές 1 w 7660
γε 26 w 7662
μὴ 13 w 7664
ἧσσον 7 w 7669
τοῦ 27 w 7672
γλυκέος 3 w 7679
οἴνου 4 w 7684
πλεύμονός 1 w 7694
τε 55 w 7696
γὰρ 14 w 7699
μαλθακτικόν 1 w 7710
ἐστι 10 w 7714
καὶ 98 w 7718
πτυέλου 1 w 7725
ἀναγωγὸν 1 w 7733
μετρίως 1 w 7740
καὶ 99 w 7744
βηχὸς 1 w 7749
παρηγορικόν 1 w 7760
ἔχει 1 w 7765
γὰρ 15 w 7768
σμηγματῶδές 1 w 7779
τι 52 w 7781
1 w 7783
μᾶλλον 10 w 7789
τοῦ 28 w 7792
μετρίου 3 w 7799
καταγλισχραίνει 1 w 7814
τὸ 25 w 7816
πτύελον 2 w 7823
ἔστι 2 w 7828
δὲ 42 w 7830
καὶ 100 w 7833
οὐρητικὸν 1 w 7842
μελίκρητον 3 w 7852
ἱκανῶς 1 w 7858
ἢν 15 w 7861
μή 7 w 7863
τι 55 w 7865
τῶν 9 w 7868
ἀπὸ 4 w 7871
σπλάγχνων 1 w 7880
κωλύῃ 1 w 7885
καὶ 101 w 7889
διαχωρητικώτερον 1 w 7905
δὲ 43 w 7907
κάτω 3 w 7911
χολωδέων 1 w 7919
ἔστι 3 w 7924
μὲν 16 w 7927
ὅτε 2 w 7930
καλῶν 1 w 7935
ἔστι 4 w 7940
δʼ 3 w 7942
ὅτε 3 w 7945
κατακορεστέρων 1 w 7959
μᾶλλον 11 w 7965
τοῦ 29 w 7968
καιροῦ 1 w 7974
καὶ 102 w 7978
ἀφρωδεστέρων 1 w 7990
μᾶλλον 12 w 7997
δὲ 44 w 7999
τὸ 26 w 8001
τοιοῦτο 1 w 8008
τοῖσι 11 w 8013
χολώδεσί 1 w 8021
τε 59 w 8023
καὶ 103 w 8026
μεγαλοσπλάγχνοισι 2 w 8043
γίγνεται 2 w 8051
πτυάλου 2 w 8059
μὲν 17 w 8062
οὖν 11 w 8065
ἀναγωγὴν 1 w 8073
καὶ 104 w 8076
πλεύμονος 1 w 8085
μάλθαξιν 1 w 8093
τὸ 27 w 8095
ὑδαρέστερον 1 w 8106
μελίκρητον 4 w 8116
ποιέει 4 w 8122
μᾶλλον 13 w 8128
τὰ 44 w 8131
μέντοι 6 w 8137
ἀφρώδεα 1 w 8144
διαχωρήματα 2 w 8155
καὶ 105 w 8158
μᾶλλον 14 w 8164
τοῦ 30 w 8167
καιροῦ 2 w 8173
κατακορέως 1 w 8183
χολώδεα 2 w 8190
καὶ 106 w 8194
μᾶλλον 15 w 8200
θερμὰ 1 w 8205
τὸ 28 w 8208
ἄκρητον 1 w 8215
μᾶλλον 16 w 8221
τοῦ 31 w 8224
ὑδαρέος 1 w 8231
ἄγει 1 w 8235
τὸ 29 w 8238
δὲ 45 w 8240
τοιόνδε 4 w 8247
διαχώρημα 1 w 8256
ἔχει 2 w 8260
μὲν 18 w 8263
καὶ 107 w 8266
ἄλλα 4 w 8270
σίνεα 1 w 8275
μεγάλα 2 w 8281
οὔτε 3 w 8286
γὰρ 16 w 8289
ἐξ 9 w 8291
ὑποχονδρίων 1 w 8302
καῦμα 1 w 8307
σβεννύει 1 w 8315
ἀλλὰ 3 w 8320
ὁρμᾷ 1 w 8324
δυσφορίην 1 w 8334
τε 62 w 8336
καὶ 108 w 8339
ῤιπτασμὸν 1 w 8348
τῶν 10 w 8351
μελέων 1 w 8357
ποιέει 5 w 8363
ἑλκῶδές 1 w 8371
τέ 41 w 8373
ἐστι 11 w 8377
καὶ 109 w 8380
ἐντέρου 2 w 8387
καὶ 110 w 8390
ἕδρης 1 w 8395
ἀλεξητήρια 1 w 8406
δὲ 46 w 8408
τουτέων 2 w 8415
γεγράψεται 4 w 8425
ἄνευ 1 w 8430
μὲν 19 w 8433
οὖν 12 w 8436
ῤοφημάτων 2 w 8445
μελικρήτῳ 1 w 8454
χρεόμενος 1 w 8463
ἀντʼ 1 w 8467
ἄλλου 1 w 8472
ποτοῦ 1 w 8477
ἐν 29 w 8479
ταύτῃσι 6 w 8486
τῇσι 10 w 8490
νούσοισι 8 w 8498
πολλὰ 4 w 8503
ἂν 13 w 8505
εὐτυχοίης 1 w 8514
καὶ 111 w 8518
οὐκ 5 w 8521
ἂν 14 w 8523
πολλὰ 5 w 8528
ἀτυχοίης 1 w 8536
οἷσι 5 w 8541
δὲ 47 w 8543
δοτέον 1 w 8549
καὶ 112 w 8553
οἷσιν 1 w 8558
οὐ 20 w 8560
δοτέον 2 w 8566
τὰ 45 w 8569
μέγιστα 2 w 8576
εἴρηται 2 w 8583
καὶ 113 w 8587
διʼ 3 w 8590
3 w 8591
οὐ 21 w 8593
δοτέον 3 w 8599
Κατέγνωσται 1 w 8610
δὲ 48 w 8612
μελίκρητον 5 w 8622
ὑπὸ 3 w 8625
τῶν 11 w 8628
ἀνθρώπων 2 w 8636
ὡς 6 w 8639
καταγυιοῖ 1 w 8648
τοὺς 5 w 8652
πίνοντας 1 w 8660
καὶ 114 w 8664
διὰ 9 w 8667
τοῦτο 2 w 8672
ταχυθάνατον 1 w 8683
εἶναι 1 w 8688
νενόμισται 1 w 8698
ἐκλήθη 1 w 8705
δὲ 49 w 8707
τοῦτο 3 w 8712
διὰ 10 w 8715
τοὺς 6 w 8719
ἀποκαρτερέοντας 1 w 8734
ἔνιοι 1 w 8740
γὰρ 17 w 8743
μελικρήτῳ 2 w 8752
μούνῳ 1 w 8757
χρέονται 1 w 8765
ποτῷ 1 w 8769
ὡς 7 w 8772
τοιούτῳ 1 w 8779
δῆθεν 1 w 8784
ἐόντι 1 w 8789
τὸ 30 w 8792
δὲ 50 w 8794
οὐ 22 w 8796
παντάπασιν 2 w 8806
ὧδε 1 w 8809
ἔχει 3 w 8813
ἀλλʼ 5 w 8818
ὕδατος 1 w 8824
μὲν 20 w 8827
πολλῷ 9 w 8832
ἰσχυρότερόν 1 w 8843
ἐστι 12 w 8847
πινόμενον 2 w 8856
μοῦνον 2 w 8862
εἰ 18 w 8865
μὴ 14 w 8867
ταράσσοι 1 w 8875
τὴν 9 w 8878
κοιλίην 4 w 8885
ἀτὰρ 5 w 8890
καὶ 115 w 8893
οἴνου 5 w 8898
λεπτοῦ 1 w 8904
καὶ 116 w 8907
ὀλιγοφόρου 1 w 8917
καὶ 117 w 8920
ἀνόσμου 1 w 8927
3 w 8928
μὲν 21 w 8931
ἰσχυρότερον 1 w 8942
4 w 8944
δὲ 51 w 8946
ἀσθενέστερον 1 w 8958
μέγα 2 w 8963
μὴν 4 w 8966
διαφέρει 1 w 8974
καὶ 118 w 8977
οἴνου 6 w 8982
καὶ 119 w 8985
μέλιτος 1 w 8992
ἀκρητότης 1 w 9001
ἐς 12 w 9004
ἰσχὺν 1 w 9009
ἀμφοτέρων 1 w 9018
δʼ 4 w 9020
ὅμως 2 w 9024
τούτων 1 w 9030
εἰ 19 w 9033
διπλάσιον 1 w 9042
μέτρον 1 w 9048
οἴνου 7 w 9053
ἀκρήτου 1 w 9060
πίνοι 1 w 9065
τις 6 w 9068
49 w 9069
ὁκόσον 1 w 9075
μέλι 2 w 9079
ἐκλείχοι 1 w 9087
πολλῷ 10 w 9093
ἂν 15 w 9095
δήπου 1 w 9100
ἰσχυρότερος 1 w 9111
εἴη 4 w 9114
ὑπὸ 4 w 9117
τοῦ 36 w 9120
μέλιτος 2 w 9127
εἰ 20 w 9130
μοῦνον 3 w 9136
μὴ 16 w 9138
ταράσσοι 2 w 9146
τὴν 10 w 9149
κοιλίην 5 w 9156
πολλαπλάσιον 1 w 9169
γὰρ 18 w 9172
καὶ 120 w 9175
τὸ 31 w 9177
κόπριον 1 w 9184
διεξίο 1 w 9190
ἂν 16 w 9192
αὐτέῳ 1 w 9197
εἰ 21 w 9200
μέντοι 7 w 9206
ῤοφήματι 1 w 9214
χρέοιτο 1 w 9221
πτισάνῃ 2 w 9228
ἐπιπίνοι 1 w 9237
δὲ 52 w 9239
μελίκρητον 6 w 9249
ἄγαν 3 w 9254
πλησμονῶδες 1 w 9265
ἂν 17 w 9267
εἴη 5 w 9270
καὶ 121 w 9273
φυσῶδες 1 w 9280
καὶ 122 w 9284
τοῖσι 12 w 9289
κατὰ 8 w 9293
τὰ 48 w 9295
ὑποχόνδρια 3 w 9305
σπλάγχνοισιν 2 w 9317
ἀξύμφορον 1 w 9326
προπινόμενον 1 w 9339
μέντοι 8 w 9345
πρὸ 3 w 9348
ῤοφήματος 3 w 9357
μελίκρητον 7 w 9367
οὐ 23 w 9369
βλάπτει 2 w 9376
ὡς 8 w 9378
μεταπινόμενον 1 w 9391
ἀλλά 1 w 9396
τι 65 w 9398
καὶ 123 w 9401
ὠφελέει 1 w 9408
ἑφθὸν 1 w 9414
δὲ 53 w 9416
μελίκρητον 8 w 9426
ἐσιδεῖν 1 w 9433
μὲν 22 w 9436
πολλῷ 11 w 9441
κάλλιον 1 w 9448
τοῦ 37 w 9451
ὠμοῦ 1 w 9455
λαμπρὸν 1 w 9463
γὰρ 19 w 9466
καὶ 124 w 9469
λεπτὸν 1 w 9475
καὶ 125 w 9478
λευκὸν 2 w 9484
καὶ 126 w 9487
διαφανὲς 1 w 9495
γίγνεται 3 w 9503
ἀρετὴν 1 w 9510
δὲ 54 w 9512
ἥντινα 1 w 9518
αὐτέῳ 2 w 9523
προσθέω 1 w 9530
διαφέρουσάν 1 w 9541
τι 67 w 9543
τοῦ 38 w 9546
ὠμοῦ 2 w 9550
οὐκ 6 w 9553
ἔχω 1 w 9556
οὐδὲ 3 w 9561
γὰρ 20 w 9564
ἥδιόν 1 w 9569
ἐστι 13 w 9573
τοῦ 39 w 9576
ὠμοῦ 3 w 9580
ἢν 16 w 9583
τυγχάνῃ 1 w 9590
γε 29 w 9592
τὸ 33 w 9594
μέλι 4 w 9598
καλὸν 1 w 9603
ἐόν 2 w 9606
ἀσθενέστερον 2 w 9619
μέντοι 9 w 9625
γε 30 w 9627
τοῦ 40 w 9630
ὠμοῦ 4 w 9634
καὶ 127 w 9637
ἀκοπρωδέστερόν 1 w 9651
ἐστιν 5 w 9656
ὡν 1 w 9659
οὐδετέρης 1 w 9668
τιμωρίης 1 w 9676
προσδέεται 1 w 9686
μελίκρητον 9 w 9696
ἄγχιστα 1 w 9704
δὲ 56 w 9706
χρηστέον 2 w 9714
αὐτέῳ 3 w 9719
τοιῷδε 1 w 9725
ἐόντι 2 w 9730
εἰ 22 w 9733
τὸ 34 w 9735
μέλι 5 w 9739
τυγχάνοι 1 w 9747
πονηρὸν 1 w 9754
ἐὸν 1 w 9757
καὶ 128 w 9760
ἀκάθαρτον 1 w 9769
καὶ 129 w 9772
μέλαν 3 w 9777
καὶ 130 w 9780
μὴ 17 w 9782
εὐῶδες 1 w 9788
ἀφέλοιτο 1 w 9797
γὰρ 21 w 9800
ἂν 18 w 9802
24 w 9803
ἕψησις 1 w 9809
τῶν 12 w 9812
κακοτήτων 1 w 9821
αὐτέου 2 w 9827
τὰ 49 w 9829
πλείονα 1 w 9836
τοῦ 41 w 9839
αἴσχεος 1 w 9846