Scaife ATLAS

CTS Library / Περὶ ἀέρων, ὑδάτων, τόπων

Περὶ ἀέρων, ὑδάτων, τόπων (9-12)

urn:cts:greekLit:tlg0627.tlg002.perseus-grc2:9-12
Refs {'start': {'reference': '9', 'human_reference': 'Section 9'}, 'end': {'reference': '12', 'human_reference': 'Section 12'}}
Ancestors []
Children []
prev
plain textXML
next

περὶ μὲν οὖν ὀμβρίων ὑδάτων καὶ τῶν ἀπὸ χιόνος καὶ κρυστάλλων οὕτως ἔχει. λιθιῶσι δὲ μάλιστα ἄνθρωποι καὶ ὑπὸ νεφριτίδων καὶ στραγγουρίης ἁλίσκονται καὶ ἰσχιάδων, καὶ κῆλαι γίνονται, ὅκου ὕδατα πίνουσι παντοδαπώτατα καὶ ἀπὸ ποταμῶν μεγάλων, ἐς οὓς ποταμοὶ ἕτεροι ἐμβάλλουσι, καὶ ἀπὸ λίμνης, ἐς ἣν ῥεύματα πολλὰ καὶ παντοδαπὰ ἀφικνεῦνται, καὶ ὁκόσοι ὕδασιν ἐπακτοῖσι χρέονται διὰ μακροῦ ἀγομένοισι καὶ

10
μὴ ἐκ βραχέος. οὐ γὰρ οἷόν τε ἕτερον ἑτέρῳ ἐοικέναι ὕδωρ, ἀλλὰ τὰ μὲν γλυκέα εἶναι, τὰ δὲ ἁλυκά τε καὶ στυπτηριώδεα, τὰ δὲ ἀπὸ θερμῶν ῥεῖν. συμμισγόμενα δὲ ταῦτα ἐς τωὐτὸ ἀλλήλοισι στασιάζει καὶ κρατεῖ αἰεὶ τὸ ἰσχυρότατον. ἰσχύει δὲ οὐκ αἰεὶ τωὐτό, ἀλλὰ ἄλλοτε ἄλλο κατὰ τὰ πνεύματα· τῷ μὲν γὰρ βορέης τὴν ἰσχὺν παρέχεται, τῷ δὲ νότος, καὶ τῶν λοιπῶν πέρι ωὑτὸς λόγος. ὑφίστασθαι οὖν τοῖσι τοιούτοισιν ἀνάγκη ἐν τοῖς ἀγγείοις ἰλὺν καὶ ψάμμον· καὶ ἀπὸ τούτων
20
πινομένων τὰ νοσήματα γίνεται τὰ προειρημένα· ὅτι δὲ οὐχ ἅπασιν, ἑξῆς φράσω.

ὁκόσων μὲν τε κοιλίη εὔροός τε καὶ ὑγιηρή ἐστι καὶ κύστις μὴ πυρετώδης μηδὲ στόμαχος τῆς κύστιος συμπέφρακται λίην, οὗτοι μὲν διουρεῦσι

p.96
ῥηϊδίως, καὶ ἐν τῇ κύστει οὐδὲν συστρέφεται. ὁκόσων δὲ ἂν κοιλίη πυρετώδης , ἀνάγκη καὶ τὴν κύστιν τωὐτὸ πάσχειν. ὁκόταν γὰρ θερμανθῇ μᾶλλον τῆς φύσιος, ἐφλέγμηνεν αὐτῆς στόμαχος. ὁκόταν δὲ ταῦτα πάθῃ, τὸ οὖρον οὐκ
30
ἀφίησιν, ἀλλʼ ἐν ἑωυτῇ συνέψει καὶ συγκαίει. καὶ τὸ μὲν λεπτότατον αὐτοῦ ἀποκρίνεται καὶ τὸ καθαρώτατον διιεῖ καὶ ἐξουρεῖται, τὸ δὲ παχύτατον καὶ θολωδέστατον συστρέφεται καὶ συμπήγνυται. καὶ τὸ μὲν πρῶτον μικρόν, ἔπειτα δὲ μέζον γίνεται. κυλινδεύμενον γὰρ ὑπὸ τοῦ οὔρου, τι ἂν συνίστηται παχύ, συναρμόζει πρὸς ἑωυτό, καὶ οὕτως αὔξεταί τε καὶ πωροῦται· καὶ ὁκόταν οὐρῇ, πρὸς τὸν στόμαχον τῆς κύστιος προσπίπτει ὑπὸ τοῦ οὔρου βιαζόμενον καὶ κωλύει οὐρεῖν καὶ
40
ὀδύνην παρέχει ἰσχυρήν· ὥστε τὰ αἰδοῖα τρίβουσι καὶ ἕλκουσι τὰ παιδία τὰ λιθιῶντα· δοκεῖ γὰρ αὐτοῖς τὸ αἴτιον ἐνταῦθα εἶναι τῆς οὐρήσιος. τεκμήριον δέ, ὅτι οὕτως ἔχει· τὸ γὰρ οὖρον λαμπρότατον οὐρέουσιν οἱ λιθιῶντες, ὅτι τὸ παχύτατον καὶ θολωδέστατον αὐτοῦ μένει καὶ συστρέφεται. τὰ μὲν πλεῖστα οὕτω λιθιᾷ· γίνεται δὲ παισὶν καὶ ἀπὸ τοῦ γάλακτος, ἢν μὴ ὑγιηρὸν , ἀλλὰ θερμόν τε λίην καὶ χολῶδες. τὴν γὰρ κοιλίην διαθερμαίνει καὶ τὴν κύστιν,
50
ὥστε τὸ οὖρον συγκαιόμενον ταῦτα πάσχειν. καί φημι ἄμεινον εἶναι τοῖς παιδίοισι τὸν οἶνον ὡς ὑδαρέστατον διδόναι· ἧσσον γὰρ τὰς φλέβας συγκαίει καὶ συναυαίνει. τοῖσι δὲ θήλεσι λίθοι οὐ γίνονται ὁμοίως· γὰρ οὐρητὴρ βραχύς ἐστιν τῆς κύστιος καὶ εὐρύς, ὥστε βιάζεσθαι τὸ οὖρον ῥηϊδίως. οὔτε γὰρ τῇ χειρὶ τρίβει τὸ αἰδοῖον
p.98
ὥσπερ τὸ ἄρσεν, οὔτε ἅπτεται τοῦ οὐρητῆρος· ἐς γὰρ τὰ αἰδοῖα ξυντέτρηνται, οἱ δὲ ἄνδρες οὐκ εὐθὺ τέτρηνται, καὶ διότι οἱ οὐρητῆρες οὐκ εὐρεῖς·
60
καὶ πίνουσι πλεῖον οἱ παῖδες.

περὶ μὲν οὖν τούτων ὧδε ἔχει ὅτι τούτων ἐγγύτατα. περὶ δὲ τῶν ὡρέων ὧδε ἄν τις ἐνθυμεύμενος διαγινώσκοι, ὁκοῖόν τι μέλλει ἔσεσθαι τὸ ἔτος, εἴτε νοσερὸν εἴτε ὑγιηρόν· ἢν μὲν γὰρ κατὰ λόγον γένηται τὰ σημεῖα ἐπὶ τοῖς ἄστροισι δύνουσί τε καὶ ἐπιτέλλουσιν, ἔν τε τῷ μετοπώρῳ ὕδατα γένηται, καὶ χειμὼν μέτριος καὶ μήτε λίην εὔδιος μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι ὕδατα γένηται ὡραῖα καὶ ἐν

10
τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς εἶναι. ἢν δὲ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἦρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες γίνεσθαι καὶ ὀφθαλμίας καὶ δυσεντερίας ἐμποιεῖν. ὁκόταν γὰρ τὸ πνῖγος ἐπιγένηται ἐξαίφνης τῆς τε γῆς ὑγρῆς ἐούσης ὑπὸ τῶν ὄμβρων τῶν ἐαρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη διπλόον τὸ καῦμα εἶναι, ἀπό τε τῆς γῆς διαβρόχου ἐούσης καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν μὴ συνεστηκυιῶν τοῖς ἀνθρώποις μήτε
20
τοῦ ἐγκεφάλου ἀνεξηρασμένου οὐ γὰρ οἷόν τε τοῦ ἦρος τοιούτου ἐόντος μὴ οὐ πλαδᾶν τὸ σῶμα καὶ τὴν σάρκα · ὥστε τοὺς πυρετοὺς ἐπιπίπτειν ὀξυτάτους ἅπασιν, μάλιστα δὲ τοῖσι φλεγματίῃσι. καὶ δυσεντερίας εἰκός ἐστι γίνεσθαι καὶ τῇσι γυναιξὶ καὶ τοῖς εἴδεσι τοῖς ὑγροτάτοισι. καὶ ἢν μὲν ἐπὶ κυνὸς ἐπιτολῇ ὕδωρ ἐπιγένηται καὶ χειμὼν καὶ οἱ ἐτησίαι πνεύσωσιν, ἐλπὶς παύσασθαι καὶ τὸ μετόπωρον ὑγιηρὸν γενέσθαι· ἢν δὲ μή, κίνδυνος
p.100
θανάτους τε γενέσθαι τοῖσι παιδίοισι καὶ
30
τῇσι γυναιξίν, τοῖσι δὲ πρεσβύτῃσιν ἥκιστα, τούς τε περιγενομένους ἐς τεταρταίους ἀποτελευτᾶν καὶ ἐκ τῶν τεταρταίων ἐς ὕδρωπας. ἢν δʼ μὲν χειμὼν νότιος γένηται καὶ ἔπομβρος καὶ εὔδιος, τὸ δὲ ἦρ βόρειόν τε καὶ αὐχμηρὸν καὶ χειμέριον, πρῶτον μὲν τὰς γυναῖκας, ὁκόσαι ἂν τύχωσιν ἐν γαστρὶ ἔχουσαι καὶ τόκος αὐτῇσιν πρὸς τὸ ἦρ, ἐκτιτρώσκεσθαι· ὁκόσαι δʼ ἂν καὶ τέκωσιν, ἀκρατέα τὰ παιδία τίκτειν καὶ νοσώδεα, ὥστε αὐτίκα ἀπόλλυσθαι, ζῶσι λεπτά τε ἐόντα καὶ
40
ἀσθενέα καὶ νοσώδεα. ταῦτα μὲν τῇσι γυναιξί· τοῖσι δὲ λοιποῖσι δυσεντερίας καὶ ὀφθαλμίας ξηρὰς καὶ ἐνίοισι καταρρόους ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν πνεύμονα. τοῖσι μὲν οὖν φλεγματίῃσι τὰς δυσεντερίας εἰκὸς γίνεσθαι καὶ τῇσι γυναιξὶ φλέγματος ἐπικαταρρυέντος ἀπὸ τοῦ ἐγκεφάλου διὰ τὴν ὑγρότητα τῆς φύσιος· τοῖσι δὲ χολώδεσιν ὀφθαλμίας ξηρὰς διὰ τὴν θερμότητα καὶ ξηρότητα τῆς σαρκός· τοῖσι δὲ πρεσβύτῃσι καταρρόους διὰ τὴν ἀραιότητα καὶ τὴν ἔκτηξιν τῶν φλεβῶν,
50
ὥστε ἐξαίφνης τοὺς μὲν ἀπόλλυσθαι, τοὺς δὲ παραπλήκτους γίνεσθαι τὰ δεξιὰ τὰ ἀριστερά. ὁκόταν γὰρ τοῦ χειμῶνος ἐόντος νοτίου καὶ θερμοῦ τοῦ σώματος μὴ συνιστῆται ἐγκέφαλος μηδὲ αἱ φλέβες, τοῦ ἦρος ἐπιγενομένου βορείου καὶ αὐχμηροῦ καὶ ψυχροῦ ἐγκέφαλος, ὁπηνίκα αὐτὸν ἔδει ἅμα καὶ τῷ ἦρι διαλύεσθαι καὶ καθαίρεσθαι ὑπό τε κορύζης καὶ βράγχων, τηνικαῦτα πήγνυταί τε καὶ συνίσταται, ὥστε ἐξαίφνης τοῦ θέρεος ἐπιγενομένου καὶ τοῦ καύματος καὶ τῆς
60
μεταβολῆς ἐπιγινομένης ταῦτα τὰ νοσεύματα
p.102
ἐπιπίπτειν. καὶ ὁκόσαι μὲν τῶν πολίων κέονταί τε καλῶς τοῦ ἡλίου καὶ τῶν πνευμάτων ὕδασί τε χρέονται ἀγαθοῖσιν, αὗται μὲν ἧσσον αἰσθάνονται τῶν τοιούτων μεταβολέων· ὁκόσαι δὲ ὕδασί τε ἑλείοισι χρέονται καὶ λιμνώδεσι κέονταί τε μὴ καλῶς τῶν πνευμάτων καὶ τοῦ ἡλίου, αὗται δὲ μᾶλλον. κἢν μὲν τὸ θέρος αὐχμηρὸν γένηται, θᾶσσον παύονται αἱ νοῦσοι· ἢν δὲ ἔπομβρον, πολυχρόνιοι γίνονται· καὶ φαγεδαίνας κίνδυνος
70
ἐγγίνεσθαι ἀπὸ πάσης προφάσιος, ἢν ἕλκος ἐγγένηται. καὶ λειεντερίαι καὶ ὕδρωπες τελευτῶσι τοῖσι νοσεύμασιν ἐπιγίνονται· οὐ γὰρ ἀποξηραίνονται αἱ κοιλίαι ῥηϊδίως. ἢν δὲ τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον καὶ τὸ μετόπωρον, τὸν χειμῶνα ἀνάγκη νοσερὸν εἶναι καὶ τοῖς φλεγματίῃσι καὶ τοῖς γεραιτέροισι τεσσαράκοντα ἐτέων καύσους γίνεσθαι εἰκός, τοῖσι δὲ χολώδεσι πλευρίτιδας καὶ περιπνευμονίας. ἢν δὲ τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον
80
ἔπομβρον καὶ νότιον, κεφαλαλγίας ἐς τὸν χειμῶνα καὶ σφακέλους τοῦ ἐγκεφάλου εἰκὸς γίνεσθαι, καὶ προσέτι βράγχους καὶ κορύζας καὶ βῆχας, ἐνίοισι δὲ καὶ φθίσιας. ἢν δὲ βόρειόν τε καὶ ἄνυδρον καὶ μήτε ὑπὸ κύνα ἔπομβρον μήτε ἐπὶ τῷ ἀρκτούρῳ, τοῖσι μὲν φλεγματίῃσι φύσει συμφέρει μάλιστα καὶ τοῖς ὑγροῖς τὰς φύσιας καὶ τῇσι γυναιξί· τοῖσι δὲ χολώδεσι τοῦτο πολεμιώτατον γίνεται. λίην γὰρ ἀναξηραίνονται καὶ ὀφθαλμίαι αὐτοῖσιν ἐπιγίνονται ξηραί, καὶ
90
πυρετοὶ ὀξέες καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι. τῆς γὰρ χολῆς τὸ μὲν ὑγρότατον καὶ ὑδαρέστατον ἀναξηραίνεται καὶ ἀναλίσκεται,
p.104
τὸ δὲ παχύτατον καὶ δριμύτατον λείπεται καὶ τοῦ αἵματος κατὰ τὸν αὐτὸν λόγον· ἀφʼ ὧν ταῦτα τὰ νοσεύματα αὐτοῖσι γίνεται. τοῖσι δὲ φλεγματίῃσι πάντα ταῦτα ἀρωγά ἐστιν. ἀποξηραίνονται γὰρ καὶ ἐς τὸν χειμῶνα ἀφικνέονται οὐ
98
πλαδῶντες, ἀλλὰ ἀναξηραινόμενοι.

κατὰ ταῦτά τις ἐννοεύμενος καὶ σκοπεύμενος προειδείη ἂν τὰ πλεῖστα τῶν μελλόντων ἔσεσθαι ἀπὸ τῶν μεταβολέων. φυλάσσεσθαι δὲ χρὴ μάλιστα τὰς μεταβολὰς τῶν ὡρέων τὰς μεγίστας καὶ μήτε φάρμακον διδόναι ἑκόντα μήτε καίειν τι ἐς κοιλίην μήτε τάμνειν, πρὶν παρέλθωσιν ἡμέραι δέκα καὶ πλείονες· μέγισται δέ εἰσιν αἵδε αἱ τέσσαρες καὶ ἐπικινδυνόταται· ἡλίου τροπαὶ ἀμφότεραι καὶ μᾶλλον αἱ θεριναὶ

10
καὶ αἱ ἰσημερίαι νομιζόμεναι εἶναι ἀμφότεραι, μᾶλλον δὲ αἱ μετοπωριναί· δεῖ δὲ καὶ τῶν ἄστρων τὰς ἐπιτολὰς φυλάσσεσθαι καὶ μάλιστα τοῦ κυνός, ἔπειτα ἀρκτούρου, καὶ ἔτι πληϊάδων δύσιν. τά τε γὰρ νοσεύματα μάλιστα ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν κρίνεται. καὶ τὰ μὲν ἀποφθίνει, τὰ δὲ λήγει, τὰ δὲ ἄλλα πάντα μεθίσταται ἐς ἕτερον
17
εἶδος καὶ ἑτέρην κατάστασιν.

περὶ μὲν τούτων οὕτως ἔχει. βούλομαι δὲ περὶ τῆς Ἀσίης καὶ τῆς Εὐρώπης δεῖξαι ὁκόσον διαφέρουσιν ἀλλήλων ἐς τὰ πάντα καὶ περὶ τῶν ἐθνέων τῆς μορφῆς, ὅτι διαλλάσσει καὶ μηδὲν ἔοικεν ἀλλήλοισιν. περὶ μὲν οὖν ἁπάντων πολὺς ἂν εἴη λόγος, περὶ δὲ τῶν μεγίστων καὶ πλεῖστον διαφερόντων ἐρέω ὥς μοι δοκεῖ ἔχειν. τὴν Ἀσίην πλεῖστον διαφέρειν φημὶ τῆς Εὐρώπης

p.106
ἐς τὰς φύσιας τῶν συμπάντων τῶν τε ἐκ τῆς
10
γῆς φυομένων καὶ τῶν ἀνθρώπων. πολὺ γὰρ καλλίονα καὶ μέζονα πάντα γίνεται ἐν τῇ Ἀσίῃ, τε χώρη τῆς χώρης ἡμερωτέρη καὶ τὰ ἤθεα τῶν ἀνθρώπων ἠπιώτερα καὶ εὐοργητότερα. τὸ δὲ αἴτιον τούτων κρῆσις τῶν ὡρέων, ὅτι τοῦ ἡλίου ἐν μέσῳ τῶν ἀνατολέων κεῖται πρὸς τὴν ἠῶ τοῦ τε ψυχροῦ πορρωτέρω. τὴν δὲ αὔξησιν καὶ ἡμερότητα παρέχει πλεῖστον ἁπάντων, ὁκόταν μηδὲν ἐπικρατέον βιαίως, ἀλλὰ παντὸς ἰσομοιρίη δυναστεύῃ. ἔχει δὲ κατὰ τὴν Ἀσίηνοὐ πανταχῇ
20
ὁμοίως, ἀλλʼ ὅση μὲν τῆς χώρης ἐν μέσῳ κεῖται τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, αὕτη μὲν εὐκαρποτάτη ἐστὶ καὶ εὐδενδροτάτη καὶ εὐδιεστάτη καὶ ὕδασι καλλίστοισι κέχρηται τοῖσί τε οὐρανίοισι καὶ τοῖς ἐκ τῆς γῆς. οὔτε γὰρ ὑπὸ τοῦ θερμοῦ ἐκκέκαυται λίην οὔτε ὑπὸ αὐχμῶν καὶ ἀνυδρίης ἀναξηραίνεται, οὔτε ὑπὸ ψύχεος βεβιασμένη οὔτε νοτία τε καὶ διάβροχός ἐστιν ὑπό τε ὄμβρων πολλῶν καὶ χιόνος· τά τε ὡραῖα αὐτόθι πολλὰ εἰκὸς γίνεσθαι, ὁκόσα τε ἀπὸ
30
σπερμάτων καὶ ὁκόσα αὐτὴ γῆ ἀναδιδοῖ φυτά, ὧν τοῖς καρποῖσι χρέονται ἄνθρωποι, ἡμεροῦντες ἐξ ἀγρίων καὶ ἐς ἐπιτήδειον μεταφυτεύοντες· τά τε ἐντρεφόμενα κτήνεα εὐθηνεῖν εἰκός, καὶ μάλιστα τίκτειν τε πυκνότατα καὶ ἐκτρέφειν κάλλιστα· τούς τε ἀνθρώπους εὐτραφέας εἶναι καὶ τὰ εἴδεα καλλίστους καὶ μεγέθει μεγίστους καὶ ἥκιστα διαφόρους ἐς τά τε εἴδεα αὐτῶν καὶ τὰ μεγέθεα· εἰκός τε τὴν χώρην ταύτην τοῦ ἦρος ἐγγύτατα εἶναι κατὰ τὴν φύσιν καὶ τὴν μετριότητα
40
τῶν ὡρέων. τὸ δὲ ἀνδρεῖον καὶ τὸ ταλαίπωρον
p.108
καὶ τὸ ἔμπονον καὶ τὸ θυμοειδὲς οὐκ ἂν δύναιτο ἐν τοιαύτῃ φύσει ἐγγίνεσθαι οὔτε ὁμοφύλου οὔτε ἀλλοφύλου, ἀλλὰ τὴν ἡδονὴν ἀνάγκη κρατεῖν διότι πολύμορφα γίνεται τὰ ἐν
45
τοῖς θηρίοις.

Tokens

περὶ 1 w 4
μὲν 1 w 7
οὖν 1 w 10
ὀμβρίων 1 w 17
ὑδάτων 1 w 23
καὶ 1 w 26
τῶν 1 w 29
ἀπὸ 1 w 32
χιόνος 1 w 38
καὶ 2 w 41
κρυστάλλων 1 w 51
οὕτως 1 w 56
ἔχει 1 w 60
λιθιῶσι 1 w 68
δὲ 1 w 70
μάλιστα 1 w 77
ἄνθρωποι 1 w 85
καὶ 3 w 88
ὑπὸ 1 w 91
νεφριτίδων 1 w 101
καὶ 4 w 104
στραγγουρίης 1 w 116
ἁλίσκονται 1 w 126
καὶ 5 w 129
ἰσχιάδων 1 w 137
καὶ 6 w 141
κῆλαι 1 w 146
γίνονται 1 w 154
ὅκου 1 w 159
ὕδατα 1 w 164
πίνουσι 1 w 171
παντοδαπώτατα 1 w 184
καὶ 7 w 187
ἀπὸ 2 w 190
ποταμῶν 1 w 197
μεγάλων 1 w 204
ἐς 1 w 207
οὓς 1 w 210
ποταμοὶ 1 w 217
ἕτεροι 1 w 223
ἐμβάλλουσι 1 w 233
καὶ 8 w 237
ἀπὸ 3 w 240
λίμνης 1 w 246
ἐς 2 w 249
ἣν 1 w 251
ῥεύματα 1 w 258
πολλὰ 1 w 263
καὶ 9 w 266
παντοδαπὰ 1 w 275
ἀφικνεῦνται 1 w 286
καὶ 10 w 290
ὁκόσοι 1 w 296
ὕδασιν 1 w 302
ἐπακτοῖσι 1 w 311
χρέονται 1 w 319
διὰ 1 w 322
μακροῦ 1 w 328
ἀγομένοισι 1 w 338
καὶ 11 w 341
μὴ 1 w 343
ἐκ 1 w 345
βραχέος 1 w 352
οὐ 1 w 355
γὰρ 1 w 358
οἷόν 1 w 362
τε 2 w 364
ἕτερον 1 w 370
ἑτέρῳ 1 w 375
ἐοικέναι 1 w 383
ὕδωρ 1 w 387
ἀλλὰ 1 w 392
τὰ 1 w 394
μὲν 2 w 397
γλυκέα 1 w 403
εἶναι 1 w 408
τὰ 2 w 411
δὲ 2 w 413
ἁλυκά 1 w 418
τε 4 w 420
καὶ 12 w 423
στυπτηριώδεα 1 w 435
τὰ 3 w 438
δὲ 3 w 440
ἀπὸ 4 w 443
θερμῶν 1 w 449
ῥεῖν 1 w 453
συμμισγόμενα 1 w 466
δὲ 4 w 468
ταῦτα 1 w 473
ἐς 3 w 475
τωὐτὸ 1 w 480
ἀλλήλοισι 1 w 489
στασιάζει 1 w 498
καὶ 13 w 501
κρατεῖ 1 w 507
αἰεὶ 1 w 511
τὸ 2 w 513
ἰσχυρότατον 1 w 524
ἰσχύει 1 w 531
δὲ 5 w 533
οὐκ 1 w 536
αἰεὶ 2 w 540
τωὐτό 1 w 545
ἀλλὰ 2 w 550
ἄλλοτε 1 w 556
ἄλλο 2 w 560
κατὰ 1 w 564
τὰ 5 w 566
πνεύματα 1 w 574
τῷ 1 w 577
μὲν 3 w 580
γὰρ 2 w 583
βορέης 1 w 589
τὴν 1 w 592
ἰσχὺν 1 w 597
παρέχεται 1 w 606
τῷ 2 w 609
δὲ 6 w 611
2 w 612
νότος 1 w 617
καὶ 14 w 621
τῶν 2 w 624
λοιπῶν 1 w 630
πέρι 1 w 634
ωὑτὸς 1 w 639
λόγος 1 w 644
ὑφίστασθαι 1 w 655
οὖν 2 w 658
τοῖσι 2 w 663
τοιούτοισιν 1 w 674
ἀνάγκη 1 w 680
ἐν 1 w 682
τοῖς 1 w 686
ἀγγείοις 1 w 694
ἰλὺν 1 w 698
καὶ 15 w 701
ψάμμον 1 w 707
καὶ 16 w 711
ἀπὸ 5 w 714
τούτων 1 w 720
πινομένων 1 w 729
τὰ 6 w 731
νοσήματα 1 w 739
γίνεται 1 w 746
τὰ 7 w 748
προειρημένα 1 w 759
ὅτι 1 w 763
δὲ 7 w 765
οὐχ 1 w 768
ἅπασιν 1 w 774
ἑξῆς 1 w 779
φράσω 1 w 784
ὁκόσων 1 w 791
μὲν 4 w 794
1 w 795
τε 7 w 797
κοιλίη 1 w 803
εὔροός 1 w 809
τε 8 w 811
καὶ 17 w 814
ὑγιηρή 1 w 820
ἐστι 1 w 824
καὶ 18 w 827
1 w 828
κύστις 1 w 834
μὴ 2 w 836
πυρετώδης 1 w 845
μηδὲ 1 w 849
4 w 850
στόμαχος 1 w 858
τῆς 1 w 861
κύστιος 1 w 868
συμπέφρακται 1 w 880
λίην 1 w 884
οὗτοι 1 w 890
μὲν 5 w 893
διουρεῦσι 1 w 902
ῥηϊδίως 1 w 909
καὶ 19 w 913
ἐν 2 w 915
τῇ 1 w 917
κύστει 1 w 923
οὐδὲν 1 w 928
συστρέφεται 1 w 939
ὁκόσων 2 w 946
δὲ 10 w 948
ἂν 1 w 950
2 w 951
κοιλίη 2 w 957
πυρετώδης 2 w 966
1 w 967
ἀνάγκη 2 w 974
καὶ 20 w 977
τὴν 2 w 980
κύστιν 1 w 986
τωὐτὸ 2 w 991
πάσχειν 1 w 998
ὁκόταν 1 w 1005
γὰρ 3 w 1008
θερμανθῇ 1 w 1016
μᾶλλον 1 w 1022
τῆς 2 w 1025
φύσιος 1 w 1031
ἐφλέγμηνεν 1 w 1042
αὐτῆς 1 w 1047
7 w 1048
στόμαχος 2 w 1056
ὁκόταν 2 w 1063
δὲ 11 w 1065
ταῦτα 2 w 1070
πάθῃ 1 w 1074
τὸ 5 w 1077
οὖρον 1 w 1082
οὐκ 2 w 1085
ἀφίησιν 1 w 1092
ἀλλʼ 1 w 1097
ἐν 3 w 1099
ἑωυτῇ 1 w 1104
συνέψει 1 w 1111
καὶ 21 w 1114
συγκαίει 1 w 1122
καὶ 22 w 1126
τὸ 6 w 1128
μὲν 6 w 1131
λεπτότατον 1 w 1141
αὐτοῦ 1 w 1146
ἀποκρίνεται 1 w 1157
καὶ 23 w 1160
τὸ 7 w 1162
καθαρώτατον 1 w 1173
διιεῖ 1 w 1178
καὶ 24 w 1181
ἐξουρεῖται 1 w 1191
τὸ 8 w 1194
δὲ 12 w 1196
παχύτατον 1 w 1205
καὶ 25 w 1208
θολωδέστατον 1 w 1220
συστρέφεται 2 w 1231
καὶ 26 w 1234
συμπήγνυται 1 w 1245
καὶ 27 w 1249
τὸ 9 w 1251
μὲν 7 w 1254
πρῶτον 1 w 1260
μικρόν 1 w 1266
ἔπειτα 1 w 1273
δὲ 13 w 1275
μέζον 1 w 1280
γίνεται 2 w 1287
κυλινδεύμενον 1 w 1301
γὰρ 4 w 1304
ὑπὸ 2 w 1307
τοῦ 2 w 1310
οὔρου 1 w 1315
3 w 1317
τι 6 w 1319
ἂν 2 w 1321
συνίστηται 1 w 1331
παχύ 2 w 1335
συναρμόζει 1 w 1346
πρὸς 1 w 1350
ἑωυτό 1 w 1355
καὶ 28 w 1359
οὕτως 2 w 1364
αὔξεταί 1 w 1371
τε 10 w 1373
καὶ 29 w 1376
πωροῦται 1 w 1384
καὶ 30 w 1388
ὁκόταν 3 w 1394
οὐρῇ 1 w 1398
πρὸς 2 w 1403
τὸν 1 w 1406
στόμαχον 1 w 1414
τῆς 4 w 1417
κύστιος 2 w 1424
προσπίπτει 1 w 1434
ὑπὸ 3 w 1437
τοῦ 3 w 1440
οὔρου 2 w 1445
βιαζόμενον 1 w 1455
καὶ 31 w 1458
κωλύει 1 w 1464
οὐρεῖν 1 w 1470
καὶ 32 w 1473
ὀδύνην 1 w 1479
παρέχει 1 w 1486
ἰσχυρήν 1 w 1493
ὥστε 1 w 1498
τὰ 8 w 1500
αἰδοῖα 1 w 1506
τρίβουσι 1 w 1514
καὶ 33 w 1517
ἕλκουσι 1 w 1524
τὰ 9 w 1526
παιδία 1 w 1532
τὰ 10 w 1534
λιθιῶντα 1 w 1542
δοκεῖ 1 w 1548
γὰρ 5 w 1551
αὐτοῖς 1 w 1557
τὸ 11 w 1559
αἴτιον 1 w 1565
ἐνταῦθα 1 w 1572
εἶναι 2 w 1577
τῆς 5 w 1580
οὐρήσιος 1 w 1588
τεκμήριον 1 w 1598
δέ 2 w 1600
ὅτι 2 w 1604
οὕτως 3 w 1609
ἔχει 2 w 1613
τὸ 12 w 1616
γὰρ 6 w 1619
οὖρον 2 w 1624
λαμπρότατον 1 w 1635
οὐρέουσιν 1 w 1644
οἱ 1 w 1646
λιθιῶντες 1 w 1655
ὅτι 3 w 1659
τὸ 13 w 1661
παχύτατον 2 w 1670
καὶ 34 w 1673
θολωδέστατον 2 w 1685
αὐτοῦ 2 w 1690
μένει 1 w 1695
καὶ 35 w 1698
συστρέφεται 3 w 1709
τὰ 11 w 1712
μὲν 8 w 1715
πλεῖστα 1 w 1722
οὕτω 4 w 1726
λιθιᾷ 1 w 1731
γίνεται 3 w 1739
δὲ 14 w 1741
παισὶν 1 w 1747
καὶ 36 w 1750
ἀπὸ 6 w 1753
τοῦ 5 w 1756
γάλακτος 1 w 1764
ἢν 1 w 1767
μὴ 3 w 1769
ὑγιηρὸν 1 w 1776
2 w 1777
ἀλλὰ 3 w 1782
θερμόν 1 w 1788
τε 15 w 1790
λίην 2 w 1794
καὶ 37 w 1797
χολῶδες 1 w 1804
τὴν 3 w 1808
γὰρ 7 w 1811
κοιλίην 1 w 1818
διαθερμαίνει 1 w 1830
καὶ 38 w 1833
τὴν 4 w 1836
κύστιν 2 w 1842
ὥστε 2 w 1847
τὸ 14 w 1849
οὖρον 3 w 1854
συγκαιόμενον 1 w 1866
ταῦτα 3 w 1871
πάσχειν 2 w 1878
καί 2 w 1882
φημι 1 w 1886
ἄμεινον 1 w 1893
εἶναι 3 w 1898
τοῖς 3 w 1902
παιδίοισι 1 w 1911
τὸν 2 w 1914
οἶνον 1 w 1919
ὡς 1 w 1921
ὑδαρέστατον 1 w 1932
διδόναι 1 w 1939
ἧσσον 1 w 1945
γὰρ 8 w 1948
τὰς 1 w 1951
φλέβας 1 w 1957
συγκαίει 2 w 1965
καὶ 39 w 1968
συναυαίνει 1 w 1978
τοῖσι 3 w 1984
δὲ 15 w 1986
θήλεσι 1 w 1992
λίθοι 1 w 1997
οὐ 10 w 1999
γίνονται 2 w 2007
ὁμοίως 1 w 2013
11 w 2015
γὰρ 9 w 2018
οὐρητὴρ 1 w 2025
βραχύς 1 w 2031
ἐστιν 1 w 2036
12 w 2037
τῆς 6 w 2040
κύστιος 3 w 2047
καὶ 40 w 2050
εὐρύς 1 w 2055
ὥστε 3 w 2060
βιάζεσθαι 1 w 2069
τὸ 16 w 2071
οὖρον 4 w 2076
ῥηϊδίως 2 w 2083
οὔτε 1 w 2088
γὰρ 10 w 2091
τῇ 3 w 2093
χειρὶ 1 w 2098
τρίβει 1 w 2104
τὸ 17 w 2106
αἰδοῖον 1 w 2113
ὥσπερ 1 w 2118
τὸ 18 w 2120
ἄρσεν 1 w 2125
οὔτε 2 w 2130
ἅπτεται 1 w 2137
τοῦ 6 w 2140
οὐρητῆρος 1 w 2149
ἐς 4 w 2152
γὰρ 11 w 2155
τὰ 13 w 2157
αἰδοῖα 2 w 2163
ξυντέτρηνται 1 w 2175
οἱ 2 w 2178
δὲ 16 w 2180
ἄνδρες 1 w 2186
οὐκ 3 w 2189
εὐθὺ 1 w 2193
τέτρηνται 2 w 2202
καὶ 41 w 2206
διότι 1 w 2211
οἱ 3 w 2213
οὐρητῆρες 1 w 2222
οὐκ 4 w 2225
εὐρεῖς 1 w 2231
καὶ 42 w 2235
πίνουσι 2 w 2242
πλεῖον 1 w 2248
2 w 2249
οἱ 4 w 2251
παῖδες 1 w 2257
περὶ 2 w 2262
μὲν 9 w 2265
οὖν 3 w 2268
τούτων 2 w 2274
ὧδε 1 w 2277
ἔχει 3 w 2281
3 w 2282
ὅτι 4 w 2285
τούτων 3 w 2291
ἐγγύτατα 1 w 2299
περὶ 3 w 2304
δὲ 17 w 2306
τῶν 3 w 2309
ὡρέων 1 w 2314
ὧδε 2 w 2317
ἄν 3 w 2319
τις 2 w 2322
ἐνθυμεύμενος 1 w 2334
διαγινώσκοι 1 w 2345
ὁκοῖόν 1 w 2352
τι 17 w 2354
μέλλει 1 w 2360
ἔσεσθαι 1 w 2367
τὸ 19 w 2369
ἔτος 1 w 2373
εἴτε 1 w 2378
νοσερὸν 1 w 2385
εἴτε 2 w 2389
ὑγιηρόν 1 w 2396
ἢν 2 w 2399
μὲν 10 w 2402
γὰρ 12 w 2405
κατὰ 2 w 2409
λόγον 1 w 2414
γένηται 1 w 2421
τὰ 15 w 2423
σημεῖα 1 w 2429
ἐπὶ 1 w 2432
τοῖς 4 w 2436
ἄστροισι 1 w 2444
δύνουσί 1 w 2451
τε 23 w 2453
καὶ 43 w 2456
ἐπιτέλλουσιν 1 w 2468
ἔν 1 w 2471
τε 24 w 2473
τῷ 3 w 2475
μετοπώρῳ 1 w 2483
ὕδατα 2 w 2488
γένηται 2 w 2495
καὶ 44 w 2499
14 w 2500
χειμὼν 1 w 2506
μέτριος 1 w 2513
καὶ 45 w 2516
μήτε 1 w 2520
λίην 4 w 2524
εὔδιος 1 w 2530
μήτε 2 w 2534
ὑπερβάλλων 1 w 2544
τὸν 3 w 2547
καιρὸν 1 w 2553
τῷ 4 w 2555
ψύχει 1 w 2560
ἔν 2 w 2563
τε 27 w 2565
τῷ 5 w 2567
ἦρι 1 w 2570
ὕδατα 3 w 2575
γένηται 3 w 2582
ὡραῖα 1 w 2587
καὶ 46 w 2590
ἐν 6 w 2592
τῷ 6 w 2594
θέρει 1 w 2599
οὕτω 5 w 2604
τὸ 21 w 2606
ἔτος 2 w 2610
ὑγιεινότατον 1 w 2622
εἰκὸς 1 w 2627
εἶναι 4 w 2632
ἢν 3 w 2635
δὲ 18 w 2637
15 w 2638
μὲν 11 w 2641
χειμὼν 2 w 2647
αὐχμηρὸς 1 w 2655
καὶ 47 w 2658
βόρειος 1 w 2665
γένηται 4 w 2672
τὸ 22 w 2675
δὲ 19 w 2677
ἦρ 2 w 2679
ἔπομβρον 1 w 2687
καὶ 48 w 2690
νότιον 1 w 2696
ἀνάγκη 3 w 2703
τὸ 23 w 2705
θέρος 1 w 2710
πυρετῶδες 1 w 2719
γίνεσθαι 1 w 2727
καὶ 49 w 2730
ὀφθαλμίας 1 w 2739
καὶ 50 w 2742
δυσεντερίας 1 w 2753
ἐμποιεῖν 1 w 2761
ὁκόταν 4 w 2768
γὰρ 13 w 2771
τὸ 24 w 2773
πνῖγος 1 w 2779
ἐπιγένηται 1 w 2789
ἐξαίφνης 1 w 2797
τῆς 7 w 2800
τε 29 w 2802
γῆς 1 w 2805
ὑγρῆς 1 w 2810
ἐούσης 1 w 2816
ὑπὸ 4 w 2819
τῶν 4 w 2822
ὄμβρων 1 w 2828
τῶν 5 w 2831
ἐαρινῶν 1 w 2838
καὶ 51 w 2841
ὑπὸ 5 w 2844
τοῦ 7 w 2847
νότου 1 w 2852
ἀνάγκη 4 w 2859
διπλόον 1 w 2866
τὸ 25 w 2868
καῦμα 1 w 2873
εἶναι 5 w 2878
ἀπό 1 w 2882
τε 30 w 2884
τῆς 8 w 2887
γῆς 2 w 2890
διαβρόχου 1 w 2899
ἐούσης 2 w 2905
καὶ 52 w 2908
θερμῆς 1 w 2914
καὶ 53 w 2917
ὑπὸ 6 w 2920
τοῦ 8 w 2923
ἡλίου 1 w 2928
καίοντος 1 w 2936
τῶν 6 w 2940
τε 31 w 2942
κοιλιῶν 1 w 2949
μὴ 4 w 2951
συνεστηκυιῶν 1 w 2963
τοῖς 5 w 2967
ἀνθρώποις 1 w 2976
μήτε 3 w 2980
τοῦ 9 w 2983
ἐγκεφάλου 1 w 2992
ἀνεξηρασμένου 1 w 3005
οὐ 16 w 3008
γὰρ 14 w 3011
οἷόν 2 w 3015
τε 33 w 3017
τοῦ 10 w 3020
ἦρος 1 w 3024
τοιούτου 1 w 3032
ἐόντος 1 w 3038
μὴ 5 w 3040
οὐ 17 w 3042
πλαδᾶν 1 w 3048
τὸ 26 w 3050
σῶμα 1 w 3054
καὶ 54 w 3057
τὴν 5 w 3060
σάρκα 1 w 3065
ὥστε 4 w 3071
τοὺς 1 w 3075
πυρετοὺς 1 w 3083
ἐπιπίπτειν 1 w 3093
ὀξυτάτους 1 w 3102
ἅπασιν 2 w 3108
μάλιστα 2 w 3116
δὲ 20 w 3118
τοῖσι 4 w 3123
φλεγματίῃσι 1 w 3134
καὶ 55 w 3138
δυσεντερίας 2 w 3149
εἰκός 1 w 3154
ἐστι 3 w 3158
γίνεσθαι 2 w 3166
καὶ 56 w 3169
τῇσι 1 w 3173
γυναιξὶ 1 w 3180
καὶ 57 w 3183
τοῖς 6 w 3187
εἴδεσι 1 w 3193
τοῖς 7 w 3197
ὑγροτάτοισι 1 w 3208
καὶ 58 w 3212
ἢν 4 w 3214
μὲν 12 w 3217
ἐπὶ 2 w 3220
κυνὸς 1 w 3225
ἐπιτολῇ 1 w 3232
ὕδωρ 2 w 3236
ἐπιγένηται 2 w 3246
καὶ 59 w 3249
χειμὼν 3 w 3255
καὶ 60 w 3258
οἱ 5 w 3260
ἐτησίαι 1 w 3267
πνεύσωσιν 1 w 3276
ἐλπὶς 1 w 3282
παύσασθαι 1 w 3291
καὶ 61 w 3294
τὸ 27 w 3296
μετόπωρον 1 w 3305
ὑγιηρὸν 2 w 3312
γενέσθαι 1 w 3320
ἢν 5 w 3323
δὲ 21 w 3325
μή 5 w 3327
κίνδυνος 1 w 3336
θανάτους 1 w 3344
τε 37 w 3346
γενέσθαι 2 w 3354
τοῖσι 5 w 3359
παιδίοισι 2 w 3368
καὶ 62 w 3371
τῇσι 2 w 3375
γυναιξίν 1 w 3383
τοῖσι 6 w 3389
δὲ 22 w 3391
πρεσβύτῃσιν 1 w 3402
ἥκιστα 1 w 3408
τούς 1 w 3413
τε 38 w 3415
περιγενομένους 1 w 3429
ἐς 5 w 3431
τεταρταίους 1 w 3442
ἀποτελευτᾶν 1 w 3453
καὶ 63 w 3456
ἐκ 2 w 3458
τῶν 7 w 3461
τεταρταίων 1 w 3471
ἐς 6 w 3473
ὕδρωπας 1 w 3480
ἢν 6 w 3483
δʼ 1 w 3485
17 w 3486
μὲν 13 w 3489
χειμὼν 4 w 3495
νότιος 1 w 3501
γένηται 7 w 3508
καὶ 64 w 3511
ἔπομβρος 1 w 3519
καὶ 65 w 3522
εὔδιος 2 w 3528
τὸ 28 w 3531
δὲ 23 w 3533
ἦρ 4 w 3535
βόρειόν 1 w 3542
τε 42 w 3544
καὶ 66 w 3547
αὐχμηρὸν 1 w 3555
καὶ 67 w 3558
χειμέριον 1 w 3567
πρῶτον 2 w 3574
μὲν 14 w 3577
τὰς 2 w 3580
γυναῖκας 1 w 3588
ὁκόσαι 1 w 3595
ἂν 3 w 3597
τύχωσιν 1 w 3604
ἐν 7 w 3606
γαστρὶ 1 w 3612
ἔχουσαι 1 w 3619
καὶ 68 w 3622
19 w 3623
τόκος 1 w 3628
αὐτῇσιν 1 w 3635
3 w 3636
πρὸς 3 w 3640
τὸ 29 w 3642
ἦρ 5 w 3644
ἐκτιτρώσκεσθαι 1 w 3659
ὁκόσαι 2 w 3666
δʼ 2 w 3668
ἂν 4 w 3670
καὶ 69 w 3673
τέκωσιν 1 w 3680
ἀκρατέα 1 w 3688
τὰ 17 w 3690
παιδία 2 w 3696
τίκτειν 1 w 3703
καὶ 70 w 3706
νοσώδεα 1 w 3713
ὥστε 5 w 3718
9 w 3719
αὐτίκα 1 w 3725
ἀπόλλυσθαι 1 w 3735
10 w 3737
ζῶσι 1 w 3741
λεπτά 1 w 3746
τε 45 w 3748
ἐόντα 1 w 3753
καὶ 71 w 3756
ἀσθενέα 1 w 3763
καὶ 72 w 3766
νοσώδεα 2 w 3773
ταῦτα 4 w 3779
μὲν 15 w 3782
τῇσι 4 w 3786
γυναιξί 2 w 3793
τοῖσι 7 w 3799
δὲ 24 w 3801
λοιποῖσι 1 w 3809
δυσεντερίας 3 w 3820
καὶ 73 w 3823
ὀφθαλμίας 2 w 3832
ξηρὰς 1 w 3837
καὶ 74 w 3840
ἐνίοισι 1 w 3847
καταρρόους 1 w 3857
ἀπὸ 7 w 3860
τῆς 9 w 3863
κεφαλῆς 1 w 3870
ἐπὶ 3 w 3873
τὸν 4 w 3876
πνεύμονα 1 w 3884
τοῖσι 8 w 3890
μὲν 16 w 3893
οὖν 4 w 3896
φλεγματίῃσι 2 w 3907
τὰς 3 w 3910
δυσεντερίας 4 w 3921
εἰκὸς 2 w 3926
γίνεσθαι 3 w 3934
καὶ 75 w 3937
τῇσι 5 w 3941
γυναιξὶ 2 w 3948
φλέγματος 1 w 3957
ἐπικαταρρυέντος 1 w 3972
ἀπὸ 8 w 3975
τοῦ 11 w 3978
ἐγκεφάλου 2 w 3987
διὰ 2 w 3990
τὴν 6 w 3993
ὑγρότητα 1 w 4001
τῆς 10 w 4004
φύσιος 2 w 4010
τοῖσι 9 w 4016
δὲ 25 w 4018
χολώδεσιν 1 w 4027
ὀφθαλμίας 3 w 4036
ξηρὰς 2 w 4041
διὰ 3 w 4044
τὴν 7 w 4047
θερμότητα 1 w 4056
καὶ 76 w 4059
ξηρότητα 1 w 4067
τῆς 11 w 4070
σαρκός 1 w 4076
τοῖσι 10 w 4082
δὲ 26 w 4084
πρεσβύτῃσι 2 w 4094
καταρρόους 2 w 4104
διὰ 4 w 4107
τὴν 8 w 4110
ἀραιότητα 1 w 4119
καὶ 77 w 4122
τὴν 9 w 4125
ἔκτηξιν 1 w 4132
τῶν 8 w 4135
φλεβῶν 1 w 4141
ὥστε 6 w 4146
ἐξαίφνης 2 w 4154
τοὺς 3 w 4158
μὲν 17 w 4161
ἀπόλλυσθαι 2 w 4171
τοὺς 4 w 4176
δὲ 27 w 4178
παραπλήκτους 1 w 4190
γίνεσθαι 4 w 4198
τὰ 19 w 4200
δεξιὰ 1 w 4205
11 w 4206
τὰ 20 w 4208
ἀριστερά 1 w 4216
ὁκόταν 5 w 4223
γὰρ 15 w 4226
τοῦ 12 w 4229
χειμῶνος 1 w 4237
ἐόντος 2 w 4243
νοτίου 1 w 4249
καὶ 78 w 4252
θερμοῦ 1 w 4258
τοῦ 13 w 4261
σώματος 1 w 4268
μὴ 6 w 4270
συνιστῆται 1 w 4280
22 w 4281
ἐγκέφαλος 1 w 4290
μηδὲ 2 w 4294
αἱ 1 w 4296
φλέβες 1 w 4302
τοῦ 14 w 4306
ἦρος 2 w 4310
ἐπιγενομένου 1 w 4322
βορείου 1 w 4329
καὶ 79 w 4332
αὐχμηροῦ 1 w 4340
καὶ 80 w 4343
ψυχροῦ 1 w 4349
23 w 4350
ἐγκέφαλος 2 w 4359
ὁπηνίκα 1 w 4367
αὐτὸν 1 w 4372
ἔδει 1 w 4376
ἅμα 1 w 4379
καὶ 81 w 4382
τῷ 7 w 4384
ἦρι 2 w 4387
διαλύεσθαι 1 w 4397
καὶ 82 w 4400
καθαίρεσθαι 1 w 4411
ὑπό 1 w 4414
τε 50 w 4416
κορύζης 1 w 4423
καὶ 83 w 4426
βράγχων 1 w 4433
τηνικαῦτα 1 w 4443
πήγνυταί 1 w 4451
τε 51 w 4453
καὶ 84 w 4456
συνίσταται 1 w 4466
ὥστε 7 w 4471
ἐξαίφνης 3 w 4479
τοῦ 15 w 4482
θέρεος 1 w 4488
ἐπιγενομένου 2 w 4500
καὶ 85 w 4503
τοῦ 16 w 4506
καύματος 1 w 4514
καὶ 86 w 4517
τῆς 12 w 4520
μεταβολῆς 1 w 4529
ἐπιγινομένης 1 w 4541
ταῦτα 5 w 4546
τὰ 21 w 4548
νοσεύματα 1 w 4557
ἐπιπίπτειν 2 w 4567
καὶ 87 w 4571
ὁκόσαι 3 w 4577
μὲν 18 w 4580
τῶν 9 w 4583
πολίων 1 w 4589
κέονταί 1 w 4596
τε 54 w 4598
καλῶς 1 w 4603
τοῦ 17 w 4606
ἡλίου 2 w 4611
καὶ 88 w 4614
τῶν 10 w 4617
πνευμάτων 1 w 4626
ὕδασί 1 w 4631
τε 55 w 4633
χρέονται 2 w 4641
ἀγαθοῖσιν 1 w 4650
αὗται 1 w 4656
μὲν 19 w 4659
ἧσσον 2 w 4664
αἰσθάνονται 1 w 4675
τῶν 11 w 4678
τοιούτων 1 w 4686
μεταβολέων 1 w 4696
ὁκόσαι 4 w 4703
δὲ 29 w 4705
ὕδασί 2 w 4710
τε 56 w 4712
ἑλείοισι 1 w 4720
χρέονται 3 w 4728
καὶ 89 w 4731
λιμνώδεσι 1 w 4740
κέονταί 2 w 4747
τε 57 w 4749
μὴ 7 w 4751
καλῶς 2 w 4756
τῶν 12 w 4759
πνευμάτων 2 w 4768
καὶ 90 w 4771
τοῦ 18 w 4774
ἡλίου 3 w 4779
αὗται 2 w 4785
δὲ 30 w 4787
μᾶλλον 2 w 4793
κἢν 1 w 4797
μὲν 20 w 4800
τὸ 32 w 4802
θέρος 2 w 4807
αὐχμηρὸν 2 w 4815
γένηται 8 w 4822
θᾶσσον 1 w 4829
παύονται 1 w 4837
αἱ 2 w 4839
νοῦσοι 1 w 4845
ἢν 8 w 4848
δὲ 31 w 4850
ἔπομβρον 2 w 4858
πολυχρόνιοι 1 w 4870
γίνονται 3 w 4878
καὶ 91 w 4882
φαγεδαίνας 1 w 4892
κίνδυνος 2 w 4900
ἐγγίνεσθαι 1 w 4910
ἀπὸ 9 w 4913
πάσης 1 w 4918
προφάσιος 1 w 4927
ἢν 9 w 4930
ἕλκος 1 w 4935
ἐγγένηται 1 w 4944
καὶ 92 w 4948
λειεντερίαι 1 w 4959
καὶ 93 w 4962
ὕδρωπες 1 w 4969
τελευτῶσι 1 w 4978
τοῖσι 11 w 4983
νοσεύμασιν 1 w 4993
ἐπιγίνονται 1 w 5004
οὐ 18 w 5007
γὰρ 16 w 5010
ἀποξηραίνονται 1 w 5024
αἱ 3 w 5026
κοιλίαι 1 w 5033
ῥηϊδίως 3 w 5040
ἢν 10 w 5043
δὲ 32 w 5045
τὸ 33 w 5047
θέρος 3 w 5052
ἔπομβρον 3 w 5060
γένηται 10 w 5067
καὶ 94 w 5070
νότιον 2 w 5076
καὶ 95 w 5079
τὸ 34 w 5081
μετόπωρον 2 w 5090
τὸν 6 w 5094
χειμῶνα 1 w 5101
ἀνάγκη 5 w 5107
νοσερὸν 2 w 5114
εἶναι 6 w 5119
καὶ 96 w 5122
τοῖς 8 w 5126
φλεγματίῃσι 3 w 5137
καὶ 97 w 5140
τοῖς 9 w 5144
γεραιτέροισι 1 w 5156
τεσσαράκοντα 1 w 5168
ἐτέων 1 w 5173
καύσους 1 w 5180
γίνεσθαι 6 w 5188
εἰκός 2 w 5193
τοῖσι 12 w 5199
δὲ 33 w 5201
χολώδεσι 2 w 5209
πλευρίτιδας 1 w 5220
καὶ 98 w 5223
περιπνευμονίας 1 w 5237
ἢν 11 w 5240
δὲ 34 w 5242
τὸ 36 w 5244
θέρος 4 w 5249
αὐχμηρὸν 3 w 5257
γένηται 11 w 5264
καὶ 99 w 5267
βόρειον 1 w 5274
τὸ 37 w 5277
δὲ 35 w 5279
μετόπωρον 3 w 5288
ἔπομβρον 4 w 5296
καὶ 100 w 5299
νότιον 3 w 5305
κεφαλαλγίας 1 w 5317
ἐς 7 w 5319
τὸν 7 w 5322
χειμῶνα 2 w 5329
καὶ 101 w 5332
σφακέλους 1 w 5341
τοῦ 19 w 5344
ἐγκεφάλου 3 w 5353
εἰκὸς 3 w 5358
γίνεσθαι 7 w 5366
καὶ 102 w 5370
προσέτι 1 w 5377
βράγχους 1 w 5385
καὶ 103 w 5388
κορύζας 1 w 5395
καὶ 104 w 5398
βῆχας 1 w 5403
ἐνίοισι 2 w 5411
δὲ 36 w 5413
καὶ 105 w 5416
φθίσιας 1 w 5423
ἢν 12 w 5426
δὲ 37 w 5428
βόρειόν 2 w 5435
τε 61 w 5437
4 w 5438
καὶ 106 w 5441
ἄνυδρον 1 w 5448
καὶ 107 w 5451
μήτε 4 w 5455
ὑπὸ 7 w 5458
κύνα 1 w 5462
ἔπομβρον 5 w 5470
μήτε 5 w 5474
ἐπὶ 4 w 5477
τῷ 8 w 5479
ἀρκτούρῳ 1 w 5487
τοῖσι 13 w 5493
μὲν 21 w 5496
φλεγματίῃσι 4 w 5507
φύσει 1 w 5512
συμφέρει 1 w 5520
μάλιστα 3 w 5527
καὶ 108 w 5530
τοῖς 10 w 5534
ὑγροῖς 1 w 5540
τὰς 4 w 5543
φύσιας 1 w 5549
καὶ 109 w 5552
τῇσι 6 w 5556
γυναιξί 3 w 5563
τοῖσι 14 w 5569
δὲ 38 w 5571
χολώδεσι 3 w 5579
τοῦτο 1 w 5584
πολεμιώτατον 1 w 5596
γίνεται 4 w 5603
λίην 5 w 5608
γὰρ 17 w 5611
ἀναξηραίνονται 1 w 5625
καὶ 110 w 5628
ὀφθαλμίαι 1 w 5637
αὐτοῖσιν 1 w 5645
ἐπιγίνονται 2 w 5656
ξηραί 3 w 5661
καὶ 111 w 5665
πυρετοὶ 1 w 5672
ὀξέες 1 w 5677
καὶ 112 w 5680
πολυχρόνιοι 2 w 5691
ἐνίοισι 3 w 5699
δὲ 39 w 5701
καὶ 113 w 5704
μελαγχολίαι 1 w 5715
τῆς 13 w 5719
γὰρ 18 w 5722
χολῆς 1 w 5727
τὸ 39 w 5729
μὲν 22 w 5732
ὑγρότατον 1 w 5741
καὶ 114 w 5744
ὑδαρέστατον 2 w 5755
ἀναξηραίνεται 1 w 5768
καὶ 115 w 5771
ἀναλίσκεται 1 w 5782
τὸ 40 w 5785
δὲ 40 w 5787
παχύτατον 3 w 5796
καὶ 116 w 5799
δριμύτατον 1 w 5809
λείπεται 1 w 5817
καὶ 117 w 5820
τοῦ 21 w 5823
αἵματος 1 w 5830
κατὰ 3 w 5834
τὸν 8 w 5837
αὐτὸν 2 w 5842
λόγον 2 w 5847
ἀφʼ 1 w 5851
ὧν 1 w 5853
ταῦτα 6 w 5858
τὰ 24 w 5860
νοσεύματα 2 w 5869
αὐτοῖσι 2 w 5876
γίνεται 5 w 5883
τοῖσι 17 w 5889
δὲ 41 w 5891
φλεγματίῃσι 5 w 5902
πάντα 1 w 5907
ταῦτα 7 w 5912
ἀρωγά 1 w 5917
ἐστιν 2 w 5922
ἀποξηραίνονται 2 w 5937
γὰρ 19 w 5940
καὶ 118 w 5943
ἐς 8 w 5945
τὸν 10 w 5948
χειμῶνα 3 w 5955
ἀφικνέονται 1 w 5966
οὐ 19 w 5968
πλαδῶντες 1 w 5977
ἀλλὰ 4 w 5982
ἀναξηραινόμενοι 1 w 5997
κατὰ 4 w 6002
ταῦτά 1 w 6007
τις 3 w 6010
ἐννοεύμενος 1 w 6021
καὶ 119 w 6024
σκοπεύμενος 1 w 6035
προειδείη 1 w 6044
ἂν 5 w 6046
τὰ 26 w 6048
πλεῖστα 2 w 6055
τῶν 13 w 6058
μελλόντων 1 w 6067
ἔσεσθαι 2 w 6074
ἀπὸ 10 w 6077
τῶν 14 w 6080
μεταβολέων 2 w 6090
φυλάσσεσθαι 1 w 6102
δὲ 42 w 6104
χρὴ 1 w 6107
μάλιστα 4 w 6114
τὰς 5 w 6117
μεταβολὰς 1 w 6126
τῶν 15 w 6129
ὡρέων 2 w 6134
τὰς 6 w 6137
μεγίστας 1 w 6145
καὶ 120 w 6148
μήτε 6 w 6152
φάρμακον 1 w 6160
διδόναι 2 w 6167
ἑκόντα 1 w 6173
μήτε 7 w 6177
καίειν 1 w 6183
7 w 6184
τι 28 w 6186
ἐς 9 w 6188
κοιλίην 2 w 6195
μήτε 8 w 6199
τάμνειν 1 w 6206
πρὶν 1 w 6211
παρέλθωσιν 1 w 6221
ἡμέραι 1 w 6227
δέκα 1 w 6231
18 w 6232
καὶ 121 w 6235
πλείονες 1 w 6243
μέγισται 1 w 6252
δέ 5 w 6254
εἰσιν 1 w 6259
αἵδε 1 w 6263
αἱ 4 w 6265
τέσσαρες 1 w 6273
καὶ 122 w 6276
ἐπικινδυνόταται 1 w 6291
ἡλίου 4 w 6297
τροπαὶ 1 w 6303
ἀμφότεραι 1 w 6312
καὶ 123 w 6315
μᾶλλον 3 w 6321
αἱ 5 w 6323
θεριναὶ 1 w 6330
καὶ 124 w 6333
αἱ 6 w 6335
ἰσημερίαι 1 w 6344
νομιζόμεναι 1 w 6355
εἶναι 7 w 6360
ἀμφότεραι 2 w 6369
μᾶλλον 4 w 6376
δὲ 43 w 6378
αἱ 7 w 6380
μετοπωριναί 1 w 6391
δεῖ 1 w 6395
δὲ 44 w 6397
καὶ 125 w 6400
τῶν 16 w 6403
ἄστρων 1 w 6409
τὰς 7 w 6412
ἐπιτολὰς 1 w 6420
φυλάσσεσθαι 2 w 6431
καὶ 126 w 6434
μάλιστα 5 w 6441
τοῦ 22 w 6444
κυνός 1 w 6449
ἔπειτα 2 w 6456
ἀρκτούρου 1 w 6465
καὶ 127 w 6469
ἔτι 1 w 6472
πληϊάδων 1 w 6480
δύσιν 1 w 6485
τά 7 w 6488
τε 70 w 6490
γὰρ 20 w 6493
νοσεύματα 3 w 6502
μάλιστα 6 w 6509
ἐν 12 w 6511
ταύτῃσι 1 w 6518
τῇσιν 2 w 6523
ἡμέρῃσιν 1 w 6531
κρίνεται 2 w 6539
καὶ 128 w 6543
τὰ 30 w 6545
μὲν 23 w 6548
ἀποφθίνει 1 w 6557
τὰ 31 w 6560
δὲ 45 w 6562
λήγει 1 w 6567
τὰ 32 w 6570
δὲ 46 w 6572
ἄλλα 1 w 6576
πάντα 2 w 6581
μεθίσταται 1 w 6591
ἐς 10 w 6593
ἕτερον 2 w 6599
εἶδος 1 w 6604
καὶ 129 w 6607
ἑτέρην 1 w 6613
κατάστασιν 1 w 6623
περὶ 4 w 6628
μὲν 24 w 6631
τούτων 4 w 6637
οὕτως 4 w 6642
ἔχει 4 w 6646
βούλομαι 1 w 6655
δὲ 47 w 6657
περὶ 5 w 6661
τῆς 14 w 6664
Ἀσίης 1 w 6669
καὶ 130 w 6672
τῆς 15 w 6675
Εὐρώπης 1 w 6682
δεῖξαι 1 w 6688
ὁκόσον 1 w 6694
διαφέρουσιν 1 w 6705
ἀλλήλων 1 w 6712
ἐς 11 w 6714
τὰ 33 w 6716
πάντα 3 w 6721
καὶ 131 w 6724
περὶ 6 w 6728
τῶν 17 w 6731
ἐθνέων 1 w 6737
τῆς 16 w 6740
μορφῆς 1 w 6746
ὅτι 5 w 6750
διαλλάσσει 1 w 6760
καὶ 132 w 6763
μηδὲν 1 w 6768
ἔοικεν 1 w 6774
ἀλλήλοισιν 1 w 6784
περὶ 7 w 6789
μὲν 25 w 6792
οὖν 5 w 6795
ἁπάντων 1 w 6802
πολὺς 1 w 6807
ἂν 6 w 6809
εἴη 1 w 6812
λόγος 2 w 6817
περὶ 8 w 6822
δὲ 49 w 6824
τῶν 18 w 6827
μεγίστων 1 w 6835
καὶ 133 w 6838
πλεῖστον 1 w 6846
διαφερόντων 1 w 6857
ἐρέω 1 w 6861
ὥς 1 w 6863
μοι 1 w 6866
δοκεῖ 2 w 6871
ἔχειν 1 w 6876
τὴν 10 w 6880
Ἀσίην 1 w 6885
πλεῖστον 2 w 6893
διαφέρειν 1 w 6902
φημὶ 1 w 6906
τῆς 17 w 6909
Εὐρώπης 2 w 6916
ἐς 12 w 6918
τὰς 8 w 6921
φύσιας 2 w 6927
τῶν 19 w 6930
συμπάντων 1 w 6939
τῶν 20 w 6942
τε 72 w 6944
ἐκ 4 w 6946
τῆς 18 w 6949
γῆς 3 w 6952
φυομένων 1 w 6960
καὶ 134 w 6963
τῶν 21 w 6966
ἀνθρώπων 1 w 6974
πολὺ 2 w 6979
γὰρ 21 w 6982
καλλίονα 1 w 6990
καὶ 135 w 6993
μέζονα 1 w 6999
πάντα 4 w 7004
γίνεται 6 w 7011
ἐν 13 w 7013
τῇ 11 w 7015
Ἀσίῃ 1 w 7019
3 w 7021
τε 73 w 7023
χώρη 1 w 7027
τῆς 19 w 7030
χώρης 1 w 7035
ἡμερωτέρη 1 w 7044
καὶ 136 w 7047
τὰ 35 w 7049
ἤθεα 1 w 7053
τῶν 22 w 7056
ἀνθρώπων 2 w 7064
ἠπιώτερα 1 w 7072
καὶ 137 w 7075
εὐοργητότερα 1 w 7087
τὸ 44 w 7090
δὲ 50 w 7092
αἴτιον 2 w 7098
τούτων 5 w 7104
10 w 7105
κρῆσις 1 w 7111
τῶν 23 w 7114
ὡρέων 3 w 7119
ὅτι 6 w 7123
τοῦ 23 w 7126
ἡλίου 5 w 7131
ἐν 14 w 7133
μέσῳ 1 w 7137
τῶν 24 w 7140
ἀνατολέων 1 w 7149
κεῖται 1 w 7155
πρὸς 4 w 7159
τὴν 11 w 7162
ἠῶ 1 w 7164
τοῦ 24 w 7167
τε 76 w 7169
ψυχροῦ 2 w 7175
πορρωτέρω 1 w 7184
τὴν 12 w 7188
δὲ 51 w 7190
αὔξησιν 1 w 7197
καὶ 138 w 7200
ἡμερότητα 1 w 7209
παρέχει 2 w 7216
πλεῖστον 3 w 7224
ἁπάντων 2 w 7231
ὁκόταν 6 w 7238
μηδὲν 2 w 7243
5 w 7244
ἐπικρατέον 1 w 7254
βιαίως 1 w 7260
ἀλλὰ 5 w 7265
παντὸς 1 w 7271
ἰσομοιρίη 1 w 7280
δυναστεύῃ 1 w 7289
ἔχει 6 w 7294
δὲ 53 w 7296
κατὰ 5 w 7300
τὴν 13 w 7303
Ἀσίηνοὐ 1 w 7310
πανταχῇ 1 w 7317
ὁμοίως 2 w 7323
ἀλλʼ 2 w 7328
ὅση 1 w 7331
μὲν 26 w 7334
τῆς 20 w 7337
χώρης 2 w 7342
ἐν 15 w 7344
μέσῳ 2 w 7348
κεῖται 2 w 7354
τοῦ 25 w 7357
θερμοῦ 2 w 7363
καὶ 139 w 7366
τοῦ 26 w 7369
ψυχροῦ 3 w 7375
αὕτη 1 w 7380
μὲν 27 w 7383
εὐκαρποτάτη 1 w 7394
ἐστὶ 1 w 7398
καὶ 140 w 7401
εὐδενδροτάτη 1 w 7413
καὶ 141 w 7416
εὐδιεστάτη 1 w 7426
καὶ 142 w 7429
ὕδασι 2 w 7434
καλλίστοισι 1 w 7445
κέχρηται 1 w 7453
τοῖσί 1 w 7458
τε 78 w 7460
οὐρανίοισι 1 w 7470
καὶ 143 w 7473
τοῖς 11 w 7477
ἐκ 5 w 7479
τῆς 21 w 7482
γῆς 4 w 7485
οὔτε 3 w 7490
γὰρ 22 w 7493
ὑπὸ 8 w 7496
τοῦ 27 w 7499
θερμοῦ 3 w 7505
ἐκκέκαυται 1 w 7515
λίην 7 w 7519
οὔτε 4 w 7523
ὑπὸ 9 w 7526
αὐχμῶν 1 w 7532
καὶ 144 w 7535
ἀνυδρίης 1 w 7543
ἀναξηραίνεται 2 w 7556
οὔτε 5 w 7561
ὑπὸ 10 w 7564
ψύχεος 1 w 7570
βεβιασμένη 1 w 7580
οὔτε 6 w 7584
νοτία 1 w 7589
τε 83 w 7591
καὶ 145 w 7594
διάβροχός 1 w 7603
ἐστιν 3 w 7608
ὑπό 2 w 7611
τε 84 w 7613
ὄμβρων 2 w 7619
πολλῶν 1 w 7625
καὶ 146 w 7628
χιόνος 2 w 7634
τά 12 w 7637
τε 85 w 7639
ὡραῖα 2 w 7644
αὐτόθι 1 w 7650
πολλὰ 2 w 7655
εἰκὸς 4 w 7660
γίνεσθαι 8 w 7668
ὁκόσα 5 w 7674
τε 86 w 7676
ἀπὸ 11 w 7679
σπερμάτων 1 w 7688
καὶ 147 w 7691
ὁκόσα 6 w 7696
αὐτὴ 1 w 7700
13 w 7701
γῆ 5 w 7703
ἀναδιδοῖ 1 w 7711
φυτά 1 w 7715
ὧν 2 w 7718
τοῖς 12 w 7722
καρποῖσι 1 w 7730
χρέονται 4 w 7738
ἄνθρωποι 2 w 7746
ἡμεροῦντες 1 w 7757
ἐξ 5 w 7759
ἀγρίων 1 w 7765
καὶ 148 w 7768
ἐς 13 w 7770
ἐπιτήδειον 1 w 7780
μεταφυτεύοντες 1 w 7794
τά 14 w 7797
τε 90 w 7799
ἐντρεφόμενα 1 w 7810
κτήνεα 1 w 7816
εὐθηνεῖν 1 w 7824
εἰκός 3 w 7829
καὶ 149 w 7833
μάλιστα 7 w 7840
τίκτειν 2 w 7847
τε 92 w 7849
πυκνότατα 1 w 7858
καὶ 150 w 7861
ἐκτρέφειν 1 w 7870
κάλλιστα 1 w 7878
τούς 2 w 7883
τε 93 w 7885
ἀνθρώπους 1 w 7894
εὐτραφέας 1 w 7903
εἶναι 8 w 7908
καὶ 151 w 7911
τὰ 37 w 7913
εἴδεα 1 w 7918
καλλίστους 1 w 7928
καὶ 152 w 7931
μεγέθει 1 w 7938
μεγίστους 1 w 7947
καὶ 153 w 7950
ἥκιστα 2 w 7956
διαφόρους 1 w 7965
ἐς 14 w 7967
τά 15 w 7969
τε 94 w 7971
εἴδεα 2 w 7976
αὐτῶν 1 w 7981
καὶ 154 w 7984
τὰ 38 w 7986
μεγέθεα 1 w 7993
εἰκός 4 w 7999
τε 95 w 8001
τὴν 14 w 8004
χώρην 1 w 8009
ταύτην 1 w 8015
τοῦ 28 w 8018
ἦρος 3 w 8022
ἐγγύτατα 2 w 8030
εἶναι 9 w 8035
κατὰ 6 w 8039
τὴν 15 w 8042
φύσιν 1 w 8047
καὶ 155 w 8050
τὴν 16 w 8053
μετριότητα 1 w 8063
τῶν 26 w 8066
ὡρέων 4 w 8071
τὸ 46 w 8074
δὲ 54 w 8076
ἀνδρεῖον 1 w 8084
καὶ 156 w 8087
τὸ 47 w 8089
ταλαίπωρον 1 w 8099
καὶ 157 w 8102
τὸ 48 w 8104
ἔμπονον 1 w 8111
καὶ 158 w 8114
τὸ 49 w 8116
θυμοειδὲς 1 w 8125
οὐκ 5 w 8128
ἂν 7 w 8130
δύναιτο 1 w 8137
ἐν 17 w 8139
τοιαύτῃ 1 w 8146
φύσει 2 w 8151
ἐγγίνεσθαι 2 w 8161
οὔτε 7 w 8165
ὁμοφύλου 1 w 8173
οὔτε 8 w 8177
ἀλλοφύλου 1 w 8186
ἀλλὰ 6 w 8191
τὴν 17 w 8194
ἡδονὴν 1 w 8200
ἀνάγκη 6 w 8206
κρατεῖν 1 w 8213
διότι 2 w 8218
πολύμορφα 1 w 8227
γίνεται 7 w 8234
τὰ 40 w 8236
ἐν 18 w 8238
τοῖς 13 w 8242
θηρίοις 1 w 8249