Scaife ATLAS

CTS Library / ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς (X-XII)

urn:cts:greekLit:tlg0551.tlg011.perseus-grc2:X-XII
Refs {'start': {'reference': 'X', 'human_reference': 'Fragment X'}, 'end': {'reference': 'XII', 'human_reference': 'Fragment XII'}}
Ancestors []
Children []
prev
plain textXML
next

δὲ Φίλιππος τοὺς ἐπιπλέοντας διέφθειρεν, ἵνα μὴ Ῥωμαίοις λέγοιεν τὰ Μακεδόνων ἐκτετρῦσθαι.

Suid. v. τετρῦσθαι.

1
ὅτι Ῥωμαῖοι ταχέως αὐξανόμενον τὸν Περσέα ὑφεωρῶντο· καὶ μάλιστα αὐτοὺς ἠρέθιζεν τῶν Ἑλλήνων φιλία καὶ γειτνίασις, οἷς ἔχθος ἐς Ῥωμαίους ἐπεποιήκεσαν οἱ Ῥωμαίων στρατηγοί. ὡς δὲ καὶ οἱ πρέσβεις οἱ ἐς Βαστέρνας ἀπεσταλμένοι τὴν Μακεδονίαν ἔφασκον ἰδεῖν ἀσφαλῶς ὠχυρωμένην καὶ παρασκευὴν ἱκανὴν καὶ νεότητα γεγυμνασμένην, Ῥωμαίους καὶ τάδε διετάρασσεν. αἰσθόμενος δʼ Περσεὺς ἑτέρους ἔπεμπε πρέσβεις, τὴν ὑπόνοιαν ἐκλύων. ἐν δὲ τούτῳ καὶ Εὐμένης τῆς περὶ τὸ Πέργαμον Ἀσίας βασιλεύς, ἀπὸ τῆς πρὸς Φίλιππον ἔχθρας δεδιὼς Περσέα ἧκεν ἐς Ῥώμην, καὶ κατηγόρει φανερῶς αὐτοῦ, παρελθὼν ἐς τὸ βουλευτήριον, ὅτι Ῥωμαίοις δυσμενὴς γένοιτο ἀεί, καὶ τὸν ἀδελφὸν οἰκείως ἐς αὐτοὺς ἔχοντα ἀνέλοι, καὶ Φιλίππῳ τε παρασκευὴν τοσήνδε κατʼ αὐτῶν συναγαγόντι συμπράξειε, καὶ βασιλεὺς γενόμενος οὐδὲν ἐκλύσειεν αὐτῆς ἀλλὰ καὶ προσεξεργάσαιτο ἕτερα, καὶ τὴν Ἑλλάδα ἀμέτρως θεραπεύοι, Βυζαντίοις τε καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς συμμαχήσας, καὶ Θρᾴκην κατακτῷτο, μέγα ὁρμητήριον, καὶ Θετταλοὺς καὶ Περραιβοὺς διαστασιάσειε βουλομένους τι πρεσβεῦσαι πρὸς ὑμᾶς.

2

καὶ τῶν ὑμετέρων, ἔφη, φίλων καὶ συμμάχων Ἀβρούπολιν μὲν ἀφῄρηται τὴν ἀρχήν, Ἀρθέταυρον δʼ ἐν Ἰλλυριοῖς δυνάστην καὶ ἔκτεινεν ἐπιβουλεύσας, καὶ τοὺς ἐργασαμένους ὑποδέδεκται. διέβαλλε δʼ αὐτοῦ καὶ τὰς ἐπιγαμίας βασιλικὰς ἄμφω γενομένας, καὶ τὰς νυμφαγωγίας ὅλῳ τῷ Ῥοδίων στόλῳ παραπεμφθείσας. ἔγκλημα δʼ ἐποίει καὶ τὴν ἐπιμέλειαν αὐτοῦ καὶ τὸ νηφάλιον τῆς διαίτης, ὄντος οὕτω νέου, καὶ ὅτι πρὸς πολλῶν ὀξέως ἐν ὀλίγῳ ἀγαπῷτο καὶ ἐπαινοῖτο. ζήλου τε καὶ φθόνου καὶ δέους μᾶλλον ἐγκλημάτων οὐδὲν Εὐμένης ἀπολιπών, ἐκέλευε τὴν σύγκλητον ὑφορᾶσθαι νέον ἐχθρὸν εὐδοκιμοῦντα καὶ γειτονεύοντα.

3

δʼ ἔργῳ μὲν οὐκ ἀξιοῦσα βασιλέα σώφρονα καὶ φιλόπονον καὶ ἐς πολλοὺς φιλάνθρωπον, ἀθρόως οὕτως ἐπαιρόμενον καὶ πατρικὸν ὄντα σφίσιν ἐχθρόν, ἐν πλευραῖς ἔχειν, λόγῳ δʼ προύτεινεν Εὐμένης αἰτιωμένη, πολεμεῖν ἔκρινε τῷ Περσεῖ. καὶ τοῦτʼ ἀπόρρητον ἔτι ἐν σφίσιν αὐτοῖς ποιούμενοι, Ἅρπαλόν τε πεμφθέντα παρὰ Περσέως ἐς ἀντιλογίαν Εὐμένους, καὶ Ῥοδίων τινὰ πρεσβευτήν, βουλομένους ἐς ὄψιν τὸν Εὐμένη διελέγχειν, παρόντος μὲν ἔτι τοῦ Εὐμένους οὐ προσήκαντο, μεταστάντος δὲ ἐδέξαντο. καὶ οἱ μὲν ἐπὶ τῷδε πρῶτον ἀγανακτοῦντές τε καὶ παρρησίᾳ χρώμενοι πλέον πολεμεῖν βουλομένους ἤδη Ῥωμαίους Περσεῖ καὶ Ῥοδίοις μᾶλλον ἐξηγρίωσαν· τῶν δὲ βουλευτῶν πολλοὶ τὸν Εὐμένη διʼ αἰτίας εἶχον ὑπὸ φθόνου καὶ δέους αἴτιον τοσοῦδε πολέμου γενόμενον. καὶ Ῥόδιοι τὴν θεωρίαν αὐτοῦ, μόνου βασιλέων, ἐς τὴν ἑορτὴν τοῦ Ἡλίου πεμπομένην οὐκ ἐδέξαντο.

4

αὐτὸς δʼ ἐς τὴν Ἀσίαν ἐπανιὼν ἐκ Κίρρας ἐς Δελφοὺς ἀνέβαινε θύσων, καὶ αὐτῷ τέσσαρες ἄνδρες ὑπὸ τὸ τειχίον ὑποστάντες ἐπεβούλευον. καὶ ἄλλας δέ τινας αἰτίας οἱ Ῥωμαῖοι ἐς τὸν Περσέως πόλεμον ὡς οὔπω κεκριμένον προσελάμβανον, καὶ πρέσβεις ἐς τοὺς φίλους βασιλέας, Εὐμένη καὶ Ἀντίοχον καὶ Ἀριαράθην καὶ Μασσανάσσην καὶ Πτολεμαῖον τὸν Αἰγύπτου, περιέπεμπον, ἑτέρους δʼ ἐς τὴν Ἑλλάδα καὶ Θεσσαλίαν καὶ Ἤπειρον καὶ Ἀκαρνανίαν, καὶ ἐς τὰς νήσους, ὅσας δύναιντο προσαγαγέσθαι· καὶ μάλιστα τοὺς Ἕλληνας ἐτάραττεν, ἡδομένους μὲν τῷ Περσεῖ φιλέλληνι ὄντι, ἀναγκαζομένους δʼ ἐνίους Ῥωμαίοις ἐς συμβάσεις χωρεῖν.

5

ὧν Περσεὺς αἰσθόμενος ἔπεμπεν ἐς Ῥώμην, ἀπορῶν τε καὶ πυνθανόμενος τί παθόντες ἐκλήθονται τῶν συγκειμένων καὶ πρέσβεις κατʼ αὐτοῦ περιπέμπουσιν ὄντος φίλου, δέον, εἰ καί τι μέμφονται, λόγῳ διακριθῆναι. οἱ δʼ ἐνεκάλουν ὅσα Εὐμένης εἴποι καὶ πάθοι, καὶ μάλιστα ὅτι Θρᾴκην κατακτῷτο, καὶ στρατιὰν ἔχοι καὶ παρασκευὴν οὐκ ἠρεμήσοντος ἀνδρός. δʼ αὖθις ἔπεμπεν ἑτέρους, οἳ ἐς τὸ βουλευτήριον ἀπαχθέντες ἔλεγον ὧδε· τοῖς μὲν προφάσεως ἐς πόλεμον, Ῥωμαῖοι, δεομένοις ἱκανὰ πάντα ἐς τὴν πρόφασιν ἐστίν. εἰ δʼ αἰδεῖσθε συνθήκας οἱ πολὺν ἀξιοῦντες αὐτῶν λόγον ἔχειν, τί παθόντες ὑπὸ Περσέως αἴρεσθε πόλεμον; οὐ γὰρ ὅτι στρατιὰν ἔχει καὶ παρασκευήν. οὐ γὰρ ἔχει ταῦτα καθʼ ὑμῶν. οὐδὲ τοὺς ἄλλους κεκτῆσθαι βασιλέας κωλύετε· οὐδʼ ἄδικον ἀσφαλῶς ἔχειν ἐς τοὺς ἀρχομένους καὶ τὰ περίοικα, καὶ εἴ τις ἔξωθεν ἐπιβουλεύοι. πρὸς δὲ ὑμᾶς, ἄνδρες Ῥωμαῖοι, ὑπὲρ τῆς εἰρήνης ἐπρέσβευσε καὶ τὰς συνθήκας ἔναγχος ἀνεκαίνισεν.

6

ἀλλʼ Ἀβρούπολιν ἐξέβαλε τῆς ἀρχῆς. ἐπιδραμόντα γε τοῖς ἡμετέροις ἀμυνόμενος. καὶ τοῦτʼ αὐτὸς ὑμῖν ἐδήλωσε Περσεύς, καὶ τὰς συνθήκας αὐτῷ μετὰ τοῦτο ἀνενεώσασθε, οὔπω διαβάλλοντος Εὐμένους. τὸ μὲν δὴ περὶ Ἀβρούπολιν καὶ πρεσβύτερόν ἐστι τῶν συνθηκῶν, καὶ παρʼ ὑμῖν, ὅτε συνετίθεσθε, δίκαιον ἐφάνη. Δόλοψι γὰρ ἐπεστράτευσεν οὖσι τῆς ἰδίας ἀρχῆς, καὶ δεινὸν εἰ τῶν ἑαυτοῦ λογισμὸν ὑμῖν ὀφλήσει. δίδωσι δʼ ὅμως, περὶ πολλοῦ ποιούμενος ὑμᾶς τε καὶ δόξαν ἀγαθήν. ἔκτειναν δʼ οἱ Δόλοπες οἵδε τὸν ἡγούμενον αὐτῶν αἰκισάμενοι, καὶ ζητεῖ Περσεὺς τί ἂν ὑμεῖς ἐδράσατε τοὺς ὑπηκόους τοιαῦτα πράξαντας. ἀλλʼ Ἀρθέταυρόν τινες ἀνελοντες ἐν Μακεδονίᾳ διέτριβον. κοινῷ γε πάντων ἀνθρώπων νόμῳ, καθὰ καὶ ὑμεῖς τοὺς ἑτέρωθεν φεύγοντας ὑποδέχεσθε. μαθὼν δὲ καὶ τοῦθʼ ὅτι ἔγκλημα ποιεῖσθε, ἐξεκήρυξεν αὐτοὺς τῆς ἀρχῆς ὅλης.

7

Βυζαντίοις δὲ καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς οὐ καθʼ ὑμῶν ἀλλὰ καθʼ ἑτέρων συνεμάχησεν. καὶ ταῦτα πάλαι ὑμῖν ἡμέτεποι πρέσβεις ἐμήνυον, καὶ οὐκ ἐμέμφεσθε μέχρι τῆς Εὐμένους διαβολῆς, ἣν οὐκ εἰάσατε τοὺς ἡμετέρους πρέσβεις ἐς ὄψιν αὐτὸν ἐλέγξαι. ἀλλὰ τὴν ἐπιβουλὴν τὴν ἐν Δελφοῖς αὐτῷ γενομένην προσγράφετε Περσεῖ, πόσων Ἑλλήνων, πόσων δὲ βαρβάρων κατʼ Εὐμένους πρεσβευσάντων πρὸς ὑμᾶς οἷς πᾶσιν ἐχθρός ἐστι τοιοῦτος ὤν. Ἐρέννιον δὲ τὸν ἐν Βρεντεσίῳ τίς ἂν πιστεύσειεν ὅτι Περσεύς, Ῥωμαῖον ὄντα καὶ φίλον ὑμέτερον καὶ πρόξενον, εἴληφεν ἐπὶ τὴν τῆς βουλῆς φαρμακείαν, ὡς ἀναλῶσαι τὴν σύγκλητον διʼ αὐτοῦ δυνάμενος, τοὺς ὑπολοίπους εὐμενεστέρους ἕξων διὰ τοὺς ἀναιρουμένους; ἀλλʼ Ἐρέννιος μὲν ἐψεύσατο τοῖς ἐπιτρίβουσιν ἐς τὸν πόλεμον ὑμᾶς πρόφασιν εὐσχήμονα διδούς, Εὐμένης δʼ ὑπʼ ἔχθρας τε καὶ φθόνου καὶ δέους οὐδὲ ταῦτʼ ὤκνησεν ἐγκαλέσαι Περσεῖ, ὅτι πολλοῖς ἔθνεσι κεχαρισμένος καὶ φιλέλλην, καὶ σωφρόνως ἀντὶ μέθης καὶ τρυφῆς ἄρχει. καὶ ταῦθʼ ὑμεῖς αὐτοῦ λέγοντος ὑπέστητε ἀκροάσασθαι.

8

τοιγάρτοι τὴν ἐκείνου διαβολὴν αὔξετε καθʼ ὑμῶν ὡς οὐ φέροντες σώφρονας καὶ δικαίους καὶ φιλοπόνους γείτονας. Περσεὺς δʼ Ἐρέννιον μὲν καὶ Εὐμένη, καὶ εἴ τις ἄλλος ἐθέλοι, προκαλεῖται παρʼ ὑμῖν ἐς ἐξέτασιν καὶ κρίσιν, ὑμᾶς δʼ ἀναμιμνήσκει μὲν τῆς ἐς Ἀντίοχον τὸν μέγαν τοῦ πατρὸς ἑαυτοῦ προθυμίας καὶ βοηθείας, ἧς ἐπιγιγνομένης καλῶς ᾐσθάνεσθε, αἰσχρὸν δὲ παρελθούσης ἐπιλαθέσθαι, προφέρει δὲ συνθήκας πατρῴας τε καὶ ἰδίας πρὸς αὐτὸν ὑμῖν γενομένας. καὶ ἐπὶ τοῖσδε οὐκ ὀκνεῖ καὶ παρακαλεῖν ὑμᾶς, θεοὺς οὓς ὠμόσατε αἰδεῖσθαι, καὶ μὴ πολέμου κατάρχειν ἀδίκως ἐς φίλους, μηδʼ ἔγκλημα ποιεῖσθαι γειτνίασιν καὶ σωφροσύνην καὶ παρασκευήν, οὐ γὰρ ἄξιον, ὡς Εὐμένους, καὶ ὑμῶν ἅπτεσθαι φθόνον φόβον. τὸ δὲ ἐναντίον ἐστὶ σῶφρον, φείδεσθαι γειτόνων ἐπιμελῶν, καὶ ὡς Εὐμένης φησίν, εὖ παρεσκευασμένων.

9

οἱ μὲν δὴ πρέσβεις τοιαῦτα εἶπον, οι δὲ οὐδὲν αὐτοῖς ἀποκρινάμενοι τὸν πόλεμον ἐς τὸ φανερὸν ἐκύρουν. καὶ ὕπατος ἐκέλευε τοὺς πρέσβεις ἐκ μεν τῆς πόλεως αὐτῆς ἡμέρας, ἐκ δὲ τῆς Ἰταλίας τριάκοντα ἄλλαις ἐξιέναι. τὰ δὲ αὐτὰ καὶ τοῖς ἐπιδημοῦσι Μακεδόνων ἐκήρυττεν. καὶ θόρυβος αὐτίκα μετὰ τὸ βουλευτήριον ἐπίφθονος ἦν, ἐν ὀλίγαις ὥραις ἐλαυνομένων τοσῶνδε ὁμοῦ, καὶ οὐδὲ ὑποζύγια εὑρεῖν ἐν οὕτω βραχεῖ διαστήματι, οὐδὲ πάντα φέρειν δυναμένων. ὑπὸ δὲ σπουδῆς οἱ μὲν οὐκ ἔφθανον ἐπὶ τοὺς σταθμούς, ἀλλʼ ἐν μέσαις ἀνεπαύοντο ταῖς ὁδοῖς, οἱ δὲ παρὰ ταῖς πύλαις μετὰ παίδων ἑαυτοὺς ἐρρίπτουν καὶ μετὰ γυναικῶν. πάντα τε ἐγίγνετο ὅσα εἰκος ἐν αἰφνιδίῳ καὶ τοιῷδε κηρύγματι· αἰφνίδιον γὰρ αὐτοῖς ἐφαίνετο διὰ τὰς ἔτι πρεσβείας.

u. p. 364.

ὅτι μετὰ τὴν νίκην Περσεύς, εἴτʼ ἐπιγελῶν Κράσσῳ καὶ τωθάζων αὐτόν, εἴτʼ ἀποπειρώμενος ὅπως ἔτι φρονήματος ἔχοι, εἴτε τὴν Ῥωμαίων δύναμίν τε καὶ παρασκευὴν ὑφορώμενος, εἴθʼ ἑτέρῳ τῳ λογισμῷ, προσέπεμπεν αὐτῷ περὶ διαλλαγῶν, καὶ πολλὰ δώσειν ὑπισχνεῖτο ὧν πατὴρ Φίλιππος οὐ συνεχώρει· καὶ μᾶλλον ὕποπτος ἦν ἐπιγελῶν καὶ πειρώμενος. δὲ Περσεῖ μὲν ἀπεκρίνατο Ῥωμαίων ἀξίας οὐκ εἶναι διαλύσεις αὐτῷ, εἰ μὴ καὶ Μακεδόνας καὶ ἑαυτὸν ἐπιτρέψειε Ῥωμαίοις· αἰδούμενος δʼ ὅτι Ῥωμαῖοι τῆς ἥττης κατῆρξαν, ἐκκλησίαν συναγαγὼν Θεσσαλοῖς μὲν ἐμαρτύρησεν ὡς ἀνδράσιν ἀγαθοῖς περὶ τὴν συμφορὰν γενομένοις, Αἰτωλῶν δὲ καὶ ἑτέρων Ἑλλήνων κατεψεύσατο ὡς πρώτων τραπέντων. καὶ τούτους ἐς Ῥώμην ἔπεμψεν.

id. p. 369.

Tokens

1 w 1
δὲ 1 w 3
Φίλιππος 1 w 11
τοὺς 1 w 15
ἐπιπλέοντας 1 w 26
διέφθειρεν 1 w 36
ἵνα 1 w 40
μὴ 1 w 42
Ῥωμαίοις 1 w 50
λέγοιεν 1 w 57
τὰ 1 w 59
Μακεδόνων 1 w 68
ἐκτετρῦσθαι 1 w 79
Suid 1 w 84
v 1 w 86
τετρῦσθαι 2 w 96
ὅτι 1 w 100
Ῥωμαῖοι 1 w 107
ταχέως 1 w 113
αὐξανόμενον 1 w 124
τὸν 1 w 127
Περσέα 1 w 133
ὑφεωρῶντο 1 w 142
καὶ 1 w 146
μάλιστα 1 w 153
αὐτοὺς 1 w 159
ἠρέθιζεν 1 w 167
1 w 168
τῶν 1 w 171
Ἑλλήνων 1 w 178
φιλία 1 w 183
καὶ 2 w 186
γειτνίασις 1 w 196
οἷς 1 w 200
ἔχθος 1 w 205
ἐς 1 w 207
Ῥωμαίους 1 w 215
ἐπεποιήκεσαν 1 w 227
οἱ 1 w 229
Ῥωμαίων 1 w 236
στρατηγοί 1 w 245
ὡς 1 w 248
δὲ 2 w 250
καὶ 3 w 253
οἱ 2 w 255
πρέσβεις 1 w 263
οἱ 3 w 265
ἐς 2 w 267
Βαστέρνας 1 w 276
ἀπεσταλμένοι 1 w 288
τὴν 1 w 291
Μακεδονίαν 1 w 301
ἔφασκον 1 w 308
ἰδεῖν 1 w 313
ἀσφαλῶς 1 w 320
ὠχυρωμένην 1 w 330
καὶ 4 w 333
παρασκευὴν 1 w 343
ἱκανὴν 1 w 349
καὶ 5 w 352
νεότητα 1 w 359
γεγυμνασμένην 1 w 372
Ῥωμαίους 2 w 381
καὶ 6 w 384
τάδε 1 w 388
διετάρασσεν 1 w 399
αἰσθόμενος 1 w 410
δʼ 1 w 412
2 w 413
Περσεὺς 1 w 420
ἑτέρους 1 w 427
ἔπεμπε 1 w 433
πρέσβεις 2 w 441
τὴν 2 w 445
ὑπόνοιαν 1 w 453
ἐκλύων 1 w 459
ἐν 1 w 462
δὲ 3 w 464
τούτῳ 1 w 469
καὶ 7 w 472
Εὐμένης 1 w 479
3 w 480
τῆς 1 w 483
περὶ 1 w 487
τὸ 2 w 489
Πέργαμον 1 w 497
Ἀσίας 1 w 502
βασιλεύς 1 w 510
ἀπὸ 1 w 514
τῆς 2 w 517
πρὸς 1 w 521
Φίλιππον 1 w 529
ἔχθρας 1 w 535
δεδιὼς 1 w 541
Περσέα 2 w 547
ἧκεν 1 w 551
ἐς 3 w 553
Ῥώμην 1 w 558
καὶ 8 w 562
κατηγόρει 1 w 571
φανερῶς 1 w 578
αὐτοῦ 1 w 583
παρελθὼν 1 w 592
ἐς 4 w 594
τὸ 3 w 596
βουλευτήριον 1 w 608
ὅτι 2 w 612
Ῥωμαίοις 2 w 620
δυσμενὴς 1 w 628
γένοιτο 1 w 635
ἀεί 1 w 638
καὶ 9 w 642
τὸν 2 w 645
ἀδελφὸν 1 w 652
οἰκείως 1 w 659
ἐς 5 w 661
αὐτοὺς 2 w 667
ἔχοντα 1 w 673
ἀνέλοι 1 w 679
καὶ 10 w 683
Φιλίππῳ 1 w 690
τε 3 w 692
παρασκευὴν 2 w 702
τοσήνδε 1 w 709
κατʼ 1 w 713
αὐτῶν 1 w 718
συναγαγόντι 1 w 729
συμπράξειε 1 w 739
καὶ 11 w 743
βασιλεὺς 1 w 751
γενόμενος 1 w 760
οὐδὲν 1 w 765
ἐκλύσειεν 1 w 774
αὐτῆς 1 w 779
ἀλλὰ 1 w 783
καὶ 12 w 786
προσεξεργάσαιτο 1 w 801
ἕτερα 1 w 806
καὶ 13 w 810
τὴν 3 w 813
Ἑλλάδα 1 w 819
ἀμέτρως 1 w 826
θεραπεύοι 1 w 835
Βυζαντίοις 1 w 846
τε 5 w 848
καὶ 14 w 851
Αἰτωλοῖς 1 w 859
καὶ 15 w 862
Βοιωτοῖς 1 w 870
συμμαχήσας 1 w 880
καὶ 16 w 884
Θρᾴκην 1 w 890
κατακτῷτο 1 w 899
μέγα 1 w 904
ὁρμητήριον 1 w 914
καὶ 17 w 918
Θετταλοὺς 1 w 927
καὶ 18 w 930
Περραιβοὺς 1 w 940
διαστασιάσειε 1 w 953
βουλομένους 1 w 964
τι 4 w 966
πρεσβεῦσαι 1 w 976
πρὸς 2 w 980
ὑμᾶς 1 w 984
καὶ 19 w 988
τῶν 3 w 991
ὑμετέρων 1 w 999
ἔφη 1 w 1003
φίλων 1 w 1009
καὶ 20 w 1012
συμμάχων 1 w 1020
Ἀβρούπολιν 1 w 1030
μὲν 1 w 1033
ἀφῄρηται 1 w 1041
τὴν 4 w 1044
ἀρχήν 1 w 1049
Ἀρθέταυρον 1 w 1060
δʼ 2 w 1062
ἐν 2 w 1064
Ἰλλυριοῖς 1 w 1073
δυνάστην 1 w 1081
καὶ 21 w 1084
ἔκτεινεν 1 w 1092
ἐπιβουλεύσας 1 w 1104
καὶ 22 w 1108
τοὺς 4 w 1112
ἐργασαμένους 1 w 1124
ὑποδέδεκται 1 w 1135
διέβαλλε 1 w 1144
δʼ 3 w 1146
αὐτοῦ 2 w 1151
καὶ 23 w 1154
τὰς 1 w 1157
ἐπιγαμίας 1 w 1166
βασιλικὰς 1 w 1175
ἄμφω 1 w 1179
γενομένας 1 w 1188
καὶ 24 w 1192
τὰς 2 w 1195
νυμφαγωγίας 1 w 1206
ὅλῳ 1 w 1209
τῷ 2 w 1211
Ῥοδίων 1 w 1217
στόλῳ 1 w 1222
παραπεμφθείσας 1 w 1236
ἔγκλημα 1 w 1244
δʼ 4 w 1246
ἐποίει 1 w 1252
καὶ 25 w 1255
τὴν 5 w 1258
ἐπιμέλειαν 1 w 1268
αὐτοῦ 3 w 1273
καὶ 26 w 1276
τὸ 5 w 1278
νηφάλιον 1 w 1286
τῆς 4 w 1289
διαίτης 1 w 1296
ὄντος 1 w 1302
οὕτω 1 w 1306
νέου 1 w 1310
καὶ 27 w 1314
ὅτι 3 w 1317
πρὸς 3 w 1321
πολλῶν 1 w 1327
ὀξέως 1 w 1332
ἐν 3 w 1334
ὀλίγῳ 1 w 1339
ἀγαπῷτο 1 w 1346
καὶ 28 w 1349
ἐπαινοῖτο 1 w 1358
ζήλου 1 w 1364
τε 7 w 1366
καὶ 29 w 1369
φθόνου 1 w 1375
καὶ 30 w 1378
δέους 1 w 1383
μᾶλλον 1 w 1389
1 w 1390
ἐγκλημάτων 1 w 1400
οὐδὲν 2 w 1405
5 w 1406
Εὐμένης 2 w 1413
ἀπολιπών 1 w 1421
ἐκέλευε 1 w 1429
τὴν 6 w 1432
σύγκλητον 1 w 1441
ὑφορᾶσθαι 1 w 1450
νέον 1 w 1454
ἐχθρὸν 1 w 1460
εὐδοκιμοῦντα 1 w 1472
καὶ 31 w 1475
γειτονεύοντα 1 w 1487
2 w 1489
δʼ 5 w 1491
ἔργῳ 1 w 1495
μὲν 2 w 1498
οὐκ 1 w 1501
ἀξιοῦσα 1 w 1508
βασιλέα 1 w 1515
σώφρονα 1 w 1522
καὶ 32 w 1525
φιλόπονον 1 w 1534
καὶ 33 w 1537
ἐς 6 w 1539
πολλοὺς 1 w 1546
φιλάνθρωπον 1 w 1557
ἀθρόως 1 w 1564
οὕτως 1 w 1569
ἐπαιρόμενον 1 w 1580
καὶ 34 w 1583
πατρικὸν 1 w 1591
ὄντα 1 w 1595
σφίσιν 1 w 1601
ἐχθρόν 1 w 1607
ἐν 4 w 1610
πλευραῖς 1 w 1618
ἔχειν 1 w 1623
λόγῳ 1 w 1628
δʼ 6 w 1630
1 w 1631
προύτεινεν 1 w 1641
6 w 1642
Εὐμένης 3 w 1649
αἰτιωμένη 1 w 1658
πολεμεῖν 1 w 1667
ἔκρινε 1 w 1673
τῷ 3 w 1675
Περσεῖ 1 w 1681
καὶ 35 w 1685
τοῦτʼ 1 w 1690
ἀπόρρητον 1 w 1699
ἔτι 1 w 1702
ἐν 5 w 1704
σφίσιν 2 w 1710
αὐτοῖς 1 w 1716
ποιούμενοι 1 w 1726
Ἅρπαλόν 1 w 1734
τε 9 w 1736
πεμφθέντα 1 w 1745
παρὰ 1 w 1749
Περσέως 1 w 1756
ἐς 7 w 1758
ἀντιλογίαν 1 w 1768
Εὐμένους 1 w 1776
καὶ 36 w 1780
Ῥοδίων 2 w 1786
τινὰ 1 w 1790
πρεσβευτήν 1 w 1800
βουλομένους 2 w 1812
ἐς 8 w 1814
ὄψιν 1 w 1818
τὸν 3 w 1821
Εὐμένη 4 w 1827
διελέγχειν 1 w 1837
παρόντος 1 w 1846
μὲν 3 w 1849
ἔτι 2 w 1852
τοῦ 5 w 1855
Εὐμένους 2 w 1863
οὐ 4 w 1865
προσήκαντο 1 w 1875
μεταστάντος 1 w 1887
δὲ 6 w 1889
ἐδέξαντο 1 w 1897
καὶ 37 w 1901
οἱ 4 w 1903
μὲν 4 w 1906
ἐπὶ 1 w 1909
τῷδε 1 w 1913
πρῶτον 1 w 1919
ἀγανακτοῦντές 1 w 1932
τε 10 w 1934
καὶ 38 w 1937
παρρησίᾳ 1 w 1945
χρώμενοι 1 w 1953
πλέον 2 w 1958
πολεμεῖν 2 w 1966
βουλομένους 3 w 1977
ἤδη 1 w 1980
Ῥωμαίους 3 w 1988
Περσεῖ 2 w 1994
καὶ 39 w 1997
Ῥοδίοις 1 w 2004
μᾶλλον 2 w 2010
ἐξηγρίωσαν 1 w 2020
τῶν 4 w 2024
δὲ 7 w 2026
βουλευτῶν 1 w 2035
πολλοὶ 1 w 2041
τὸν 4 w 2044
Εὐμένη 5 w 2050
διʼ 1 w 2053
αἰτίας 1 w 2059
εἶχον 1 w 2064
ὑπὸ 1 w 2067
φθόνου 2 w 2073
καὶ 40 w 2076
δέους 2 w 2081
αἴτιον 1 w 2087
τοσοῦδε 1 w 2094
πολέμου 1 w 2101
γενόμενον 1 w 2110
καὶ 41 w 2114
Ῥόδιοι 1 w 2120
τὴν 7 w 2123
θεωρίαν 1 w 2130
αὐτοῦ 4 w 2135
μόνου 1 w 2141
βασιλέων 1 w 2149
ἐς 9 w 2152
τὴν 8 w 2155
ἑορτὴν 1 w 2161
τοῦ 8 w 2164
Ἡλίου 1 w 2169
πεμπομένην 1 w 2179
οὐκ 2 w 2182
ἐδέξαντο 2 w 2190
αὐτὸς 1 w 2196
δʼ 7 w 2198
ἐς 10 w 2200
τὴν 10 w 2203
Ἀσίαν 1 w 2208
ἐπανιὼν 1 w 2215
ἐκ 5 w 2217
Κίρρας 1 w 2223
ἐς 11 w 2225
Δελφοὺς 1 w 2232
ἀνέβαινε 1 w 2240
θύσων 1 w 2245
καὶ 42 w 2249
αὐτῷ 1 w 2253
τέσσαρες 1 w 2261
ἄνδρες 1 w 2267
ὑπὸ 2 w 2270
τὸ 9 w 2272
τειχίον 1 w 2279
ὑποστάντες 1 w 2289
ἐπεβούλευον 1 w 2300
καὶ 43 w 2304
ἄλλας 1 w 2309
δέ 6 w 2311
τινας 1 w 2316
αἰτίας 2 w 2322
οἱ 5 w 2324
Ῥωμαῖοι 2 w 2331
ἐς 12 w 2333
τὸν 5 w 2336
Περσέως 2 w 2343
πόλεμον 1 w 2350
ὡς 2 w 2352
οὔπω 1 w 2356
κεκριμένον 1 w 2366
προσελάμβανον 1 w 2379
καὶ 44 w 2383
πρέσβεις 3 w 2391
ἐς 13 w 2393
τοὺς 5 w 2397
φίλους 1 w 2403
βασιλέας 1 w 2411
Εὐμένη 6 w 2418
καὶ 45 w 2421
Ἀντίοχον 1 w 2429
καὶ 46 w 2432
Ἀριαράθην 1 w 2441
καὶ 47 w 2444
Μασσανάσσην 1 w 2455
καὶ 48 w 2458
Πτολεμαῖον 1 w 2468
τὸν 6 w 2471
Αἰγύπτου 1 w 2479
περιέπεμπον 1 w 2491
ἑτέρους 2 w 2499
δʼ 8 w 2501
ἐς 14 w 2503
τὴν 11 w 2506
Ἑλλάδα 2 w 2512
καὶ 49 w 2515
Θεσσαλίαν 1 w 2524
καὶ 50 w 2527
Ἤπειρον 1 w 2534
καὶ 51 w 2537
Ἀκαρνανίαν 1 w 2547
καὶ 52 w 2551
ἐς 15 w 2553
τὰς 3 w 2556
νήσους 1 w 2562
ὅσας 1 w 2567
δύναιντο 1 w 2575
προσαγαγέσθαι 1 w 2588
1 w 2590
καὶ 53 w 2593
μάλιστα 2 w 2600
τοὺς 6 w 2604
Ἕλληνας 1 w 2611
ἐτάραττεν 1 w 2620
ἡδομένους 1 w 2630
μὲν 5 w 2633
τῷ 6 w 2635
Περσεῖ 3 w 2641
φιλέλληνι 1 w 2650
ὄντι 1 w 2654
ἀναγκαζομένους 1 w 2669
δʼ 9 w 2671
ἐνίους 1 w 2677
Ῥωμαίοις 3 w 2685
ἐς 16 w 2687
συμβάσεις 1 w 2696
χωρεῖν 1 w 2702
ὧν 1 w 2705
7 w 2706
Περσεὺς 2 w 2713
αἰσθόμενος 2 w 2723
ἔπεμπεν 1 w 2730
ἐς 17 w 2732
Ῥώμην 2 w 2737
ἀπορῶν 1 w 2744
τε 14 w 2746
καὶ 54 w 2749
πυνθανόμενος 1 w 2761
τί 5 w 2763
παθόντες 1 w 2771
ἐκλήθονται 1 w 2781
τῶν 6 w 2784
συγκειμένων 1 w 2795
καὶ 55 w 2798
πρέσβεις 4 w 2806
κατʼ 2 w 2810
αὐτοῦ 5 w 2815
περιπέμπουσιν 1 w 2828
ὄντος 2 w 2833
φίλου 2 w 2838
δέον 1 w 2843
εἰ 1 w 2846
καί 1 w 2849
τι 14 w 2851
μέμφονται 1 w 2860
λόγῳ 2 w 2865
διακριθῆναι 1 w 2876
οἱ 6 w 2879
δʼ 10 w 2881
ἐνεκάλουν 1 w 2890
ὅσα 2 w 2893
Εὐμένης 4 w 2900
εἴποι 1 w 2905
καὶ 56 w 2908
πάθοι 1 w 2913
καὶ 57 w 2917
μάλιστα 3 w 2924
ὅτι 4 w 2927
Θρᾴκην 2 w 2933
κατακτῷτο 2 w 2942
καὶ 58 w 2946
στρατιὰν 1 w 2954
ἔχοι 1 w 2958
καὶ 59 w 2961
παρασκευὴν 3 w 2971
οὐκ 3 w 2974
ἠρεμήσοντος 1 w 2985
ἀνδρός 1 w 2991
8 w 2993
δʼ 11 w 2995
αὖθις 1 w 3000
ἔπεμπεν 2 w 3007
ἑτέρους 3 w 3014
οἳ 1 w 3017
ἐς 18 w 3019
τὸ 12 w 3021
βουλευτήριον 2 w 3033
ἀπαχθέντες 1 w 3043
ἔλεγον 1 w 3049
ὧδε 1 w 3052
τοῖς 3 w 3057
μὲν 6 w 3060
προφάσεως 1 w 3069
ἐς 19 w 3071
πόλεμον 2 w 3078
1 w 3080
Ῥωμαῖοι 3 w 3087
δεομένοις 1 w 3097
ἱκανὰ 1 w 3102
πάντα 1 w 3107
ἐς 20 w 3109
τὴν 12 w 3112
πρόφασιν 1 w 3120
ἐστίν 1 w 3125
εἰ 2 w 3128
δʼ 12 w 3130
αἰδεῖσθε 1 w 3138
συνθήκας 1 w 3146
οἱ 7 w 3148
πολὺν 1 w 3153
ἀξιοῦντες 1 w 3162
αὐτῶν 2 w 3167
λόγον 1 w 3172
ἔχειν 2 w 3177
τί 7 w 3180
παθόντες 2 w 3188
ὑπὸ 3 w 3191
Περσέως 3 w 3198
αἴρεσθε 1 w 3205
πόλεμον 3 w 3212
οὐ 7 w 3215
γὰρ 1 w 3218
ὅτι 5 w 3221
στρατιὰν 2 w 3229
ἔχει 3 w 3233
καὶ 60 w 3236
παρασκευήν 1 w 3246
οὐ 8 w 3249
γὰρ 2 w 3252
ἔχει 4 w 3256
ταῦτα 1 w 3261
καθʼ 1 w 3265
ὑμῶν 1 w 3269
οὐδὲ 3 w 3274
τοὺς 7 w 3278
ἄλλους 1 w 3284
κεκτῆσθαι 1 w 3293
βασιλέας 2 w 3301
κωλύετε 1 w 3308
οὐδʼ 1 w 3313
ἄδικον 1 w 3319
ἀσφαλῶς 2 w 3326
ἔχειν 3 w 3331
ἐς 21 w 3333
τοὺς 8 w 3337
ἀρχομένους 1 w 3347
καὶ 61 w 3350
τὰ 5 w 3352
περίοικα 1 w 3360
καὶ 62 w 3364
εἴ 2 w 3366
τις 1 w 3369
ἔξωθεν 1 w 3375
ἐπιβουλεύοι 1 w 3386
πρὸς 4 w 3391
δὲ 9 w 3393
ὑμᾶς 2 w 3397
2 w 3399
ἄνδρες 2 w 3405
Ῥωμαῖοι 4 w 3412
ὑπὲρ 1 w 3417
τῆς 5 w 3420
εἰρήνης 1 w 3427
ἐπρέσβευσε 1 w 3437
καὶ 63 w 3440
τὰς 4 w 3443
συνθήκας 2 w 3451
ἔναγχος 1 w 3458
ἀνεκαίνισεν 1 w 3469
ἀλλʼ 1 w 3474
Ἀβρούπολιν 2 w 3484
ἐξέβαλε 1 w 3491
τῆς 6 w 3494
ἀρχῆς 1 w 3499
ἐπιδραμόντα 1 w 3511
γε 7 w 3513
τοῖς 4 w 3517
ἡμετέροις 1 w 3526
ἀμυνόμενος 1 w 3536
καὶ 64 w 3540
τοῦτʼ 2 w 3545
αὐτὸς 2 w 3550
ὑμῖν 1 w 3554
ἐδήλωσε 1 w 3561
Περσεύς 1 w 3568
καὶ 65 w 3572
τὰς 5 w 3575
συνθήκας 3 w 3583
αὐτῷ 2 w 3587
μετὰ 1 w 3591
τοῦτο 1 w 3596
ἀνενεώσασθε 1 w 3607
οὔπω 2 w 3612
διαβάλλοντος 1 w 3624
Εὐμένους 3 w 3632
τὸ 14 w 3635
μὲν 7 w 3638
δὴ 1 w 3640
περὶ 2 w 3644
Ἀβρούπολιν 3 w 3654
καὶ 66 w 3657
πρεσβύτερόν 1 w 3668
ἐστι 1 w 3672
τῶν 8 w 3675
συνθηκῶν 1 w 3683
καὶ 67 w 3687
παρʼ 1 w 3691
ὑμῖν 2 w 3695
ὅτε 1 w 3699
συνετίθεσθε 1 w 3710
δίκαιον 1 w 3718
ἐφάνη 1 w 3723
Δόλοψι 1 w 3730
γὰρ 3 w 3733
ἐπεστράτευσεν 1 w 3746
οὖσι 1 w 3750
τῆς 7 w 3753
ἰδίας 1 w 3758
ἀρχῆς 2 w 3763
καὶ 68 w 3767
δεινὸν 1 w 3773
εἰ 4 w 3775
τῶν 9 w 3778
ἑαυτοῦ 1 w 3784
λογισμὸν 1 w 3792
ὑμῖν 3 w 3796
ὀφλήσει 1 w 3803
δίδωσι 1 w 3810
δʼ 14 w 3812
ὅμως 1 w 3816
περὶ 3 w 3821
πολλοῦ 1 w 3827
ποιούμενος 1 w 3837
ὑμᾶς 3 w 3841
τε 23 w 3843
καὶ 69 w 3846
δόξαν 1 w 3851
ἀγαθήν 1 w 3857
ἔκτειναν 1 w 3866
δʼ 15 w 3868
οἱ 8 w 3870
Δόλοπες 1 w 3877
οἵδε 1 w 3881
τὸν 7 w 3884
ἡγούμενον 1 w 3893
αὐτῶν 3 w 3898
αἰκισάμενοι 1 w 3909
καὶ 70 w 3913
ζητεῖ 1 w 3918
Περσεὺς 3 w 3925
τί 9 w 3927
ἂν 1 w 3929
ὑμεῖς 1 w 3934
ἐδράσατε 1 w 3942
τοὺς 9 w 3946
ὑπηκόους 1 w 3954
τοιαῦτα 1 w 3961
πράξαντας 1 w 3970
ἀλλʼ 2 w 3975
Ἀρθέταυρόν 1 w 3985
τινες 1 w 3990
ἀνελοντες 1 w 3999
ἐν 8 w 4001
Μακεδονίᾳ 1 w 4010
διέτριβον 1 w 4019
κοινῷ 1 w 4025
γε 8 w 4027
πάντων 1 w 4033
ἀνθρώπων 1 w 4041
νόμῳ 1 w 4045
καθὰ 1 w 4050
καὶ 71 w 4053
ὑμεῖς 2 w 4058
τοὺς 10 w 4062
ἑτέρωθεν 1 w 4070
φεύγοντας 1 w 4079
ὑποδέχεσθε 1 w 4089
μαθὼν 1 w 4095
δὲ 10 w 4097
καὶ 72 w 4100
τοῦθʼ 1 w 4105
ὅτι 6 w 4108
ἔγκλημα 2 w 4115
ποιεῖσθε 1 w 4123
ἐξεκήρυξεν 1 w 4134
αὐτοὺς 3 w 4140
τῆς 8 w 4143
ἀρχῆς 3 w 4148
ὅλης 1 w 4152
Βυζαντίοις 2 w 4163
δὲ 11 w 4165
καὶ 73 w 4168
Αἰτωλοῖς 2 w 4176
καὶ 74 w 4179
Βοιωτοῖς 2 w 4187
οὐ 11 w 4189
καθʼ 2 w 4193
ὑμῶν 2 w 4197
ἀλλὰ 2 w 4201
καθʼ 3 w 4205
ἑτέρων 1 w 4211
συνεμάχησεν 1 w 4222
καὶ 75 w 4226
ταῦτα 2 w 4231
πάλαι 1 w 4236
ὑμῖν 4 w 4240
ἡμέτεποι 1 w 4248
πρέσβεις 5 w 4256
ἐμήνυον 1 w 4263
καὶ 76 w 4267
οὐκ 4 w 4270
ἐμέμφεσθε 1 w 4279
μέχρι 1 w 4284
τῆς 9 w 4287
Εὐμένους 4 w 4295
διαβολῆς 1 w 4303
ἣν 1 w 4306
οὐκ 5 w 4309
εἰάσατε 1 w 4316
τοὺς 12 w 4320
ἡμετέρους 1 w 4329
πρέσβεις 6 w 4337
ἐς 22 w 4339
ὄψιν 2 w 4343
αὐτὸν 1 w 4348
ἐλέγξαι 1 w 4355
ἀλλὰ 3 w 4360
τὴν 13 w 4363
ἐπιβουλὴν 1 w 4372
τὴν 14 w 4375
ἐν 9 w 4377
Δελφοῖς 1 w 4384
αὐτῷ 3 w 4388
γενομένην 1 w 4397
προσγράφετε 1 w 4408
Περσεῖ 4 w 4414
πόσων 1 w 4420
Ἑλλήνων 2 w 4427
πόσων 2 w 4433
δὲ 12 w 4435
βαρβάρων 1 w 4443
κατʼ 3 w 4447
Εὐμένους 5 w 4455
πρεσβευσάντων 1 w 4468
πρὸς 5 w 4472
ὑμᾶς 4 w 4476
οἷς 2 w 4479
πᾶσιν 1 w 4484
ἐχθρός 1 w 4490
ἐστι 2 w 4494
τοιοῦτος 1 w 4502
ὤν 1 w 4504
Ἐρέννιον 1 w 4513
δὲ 13 w 4515
τὸν 9 w 4518
ἐν 10 w 4520
Βρεντεσίῳ 1 w 4529
τίς 1 w 4532
ἂν 2 w 4534
πιστεύσειεν 1 w 4545
ὅτι 7 w 4548
Περσεύς 2 w 4555
Ῥωμαῖον 1 w 4563
ὄντα 2 w 4567
καὶ 77 w 4570
φίλον 1 w 4575
ὑμέτερον 1 w 4583
καὶ 78 w 4586
πρόξενον 1 w 4594
εἴληφεν 1 w 4602
ἐπὶ 2 w 4605
τὴν 15 w 4608
τῆς 10 w 4611
βουλῆς 1 w 4617
φαρμακείαν 1 w 4627
ὡς 3 w 4630
ἀναλῶσαι 1 w 4638
τὴν 16 w 4641
σύγκλητον 2 w 4650
διʼ 2 w 4653
αὐτοῦ 6 w 4658
δυνάμενος 1 w 4667
2 w 4669
τοὺς 13 w 4673
ὑπολοίπους 1 w 4683
εὐμενεστέρους 1 w 4696
ἕξων 1 w 4700
διὰ 1 w 4703
τοὺς 14 w 4707
ἀναιρουμένους 1 w 4720
ἀλλʼ 3 w 4725
Ἐρέννιος 1 w 4733
μὲν 8 w 4736
ἐψεύσατο 1 w 4744
τοῖς 6 w 4748
ἐπιτρίβουσιν 1 w 4760
ἐς 23 w 4762
τὸν 10 w 4765
πόλεμον 4 w 4772
ὑμᾶς 5 w 4776
πρόφασιν 2 w 4784
εὐσχήμονα 1 w 4793
διδούς 1 w 4799
Εὐμένης 5 w 4807
δʼ 16 w 4809
ὑπʼ 1 w 4812
ἔχθρας 2 w 4818
τε 34 w 4820
καὶ 79 w 4823
φθόνου 3 w 4829
καὶ 80 w 4832
δέους 3 w 4837
οὐδὲ 4 w 4841
ταῦτʼ 1 w 4846
ὤκνησεν 1 w 4853
ἐγκαλέσαι 1 w 4862
Περσεῖ 5 w 4868
ὅτι 8 w 4872
πολλοῖς 1 w 4879
ἔθνεσι 1 w 4885
κεχαρισμένος 1 w 4897
καὶ 81 w 4900
φιλέλλην 2 w 4908
καὶ 82 w 4912
σωφρόνως 1 w 4920
ἀντὶ 1 w 4924
μέθης 1 w 4929
καὶ 83 w 4932
τρυφῆς 1 w 4938
ἄρχει 1 w 4943
καὶ 84 w 4947
ταῦθʼ 1 w 4952
ὑμεῖς 3 w 4957
αὐτοῦ 7 w 4962
λέγοντος 1 w 4970
ὑπέστητε 1 w 4978
ἀκροάσασθαι 1 w 4989
τοιγάρτοι 1 w 4999
τὴν 17 w 5002
ἐκείνου 1 w 5009
διαβολὴν 1 w 5017
αὔξετε 1 w 5023
καθʼ 4 w 5027
ὑμῶν 3 w 5031
ὡς 4 w 5033
οὐ 15 w 5035
φέροντες 1 w 5043
σώφρονας 1 w 5051
καὶ 85 w 5054
δικαίους 1 w 5062
καὶ 86 w 5065
φιλοπόνους 1 w 5075
γείτονας 1 w 5083
Περσεὺς 4 w 5091
δʼ 17 w 5093
Ἐρέννιον 2 w 5101
μὲν 9 w 5104
καὶ 87 w 5107
Εὐμένη 9 w 5113
καὶ 88 w 5117
εἴ 4 w 5119
τις 2 w 5122
ἄλλος 1 w 5127
ἐθέλοι 1 w 5133
προκαλεῖται 1 w 5145
παρʼ 2 w 5149
ὑμῖν 5 w 5153
ἐς 24 w 5155
ἐξέτασιν 1 w 5163
καὶ 89 w 5166
κρίσιν 1 w 5172
ὑμᾶς 6 w 5177
δʼ 18 w 5179
ἀναμιμνήσκει 1 w 5191
μὲν 10 w 5194
τῆς 11 w 5197
ἐς 25 w 5199
Ἀντίοχον 2 w 5207
τὸν 11 w 5210
μέγαν 1 w 5215
τοῦ 16 w 5218
πατρὸς 1 w 5224
ἑαυτοῦ 2 w 5230
προθυμίας 1 w 5239
καὶ 90 w 5242
βοηθείας 1 w 5250
ἧς 1 w 5253
ἐπιγιγνομένης 1 w 5266
καλῶς 1 w 5271
ᾐσθάνεσθε 1 w 5280
αἰσχρὸν 1 w 5288
δὲ 15 w 5290
παρελθούσης 1 w 5301
ἐπιλαθέσθαι 1 w 5312
προφέρει 1 w 5321
δὲ 16 w 5323
συνθήκας 4 w 5331
πατρῴας 1 w 5338
τε 38 w 5340
καὶ 91 w 5343
ἰδίας 2 w 5348
πρὸς 6 w 5352
αὐτὸν 2 w 5357
ὑμῖν 6 w 5361
γενομένας 2 w 5370
καὶ 92 w 5374
ἐπὶ 3 w 5377
τοῖσδε 1 w 5383
οὐκ 6 w 5386
ὀκνεῖ 1 w 5391
καὶ 93 w 5394
παρακαλεῖν 1 w 5404
ὑμᾶς 7 w 5408
θεοὺς 1 w 5414
οὓς 1 w 5417
ὠμόσατε 1 w 5424
αἰδεῖσθαι 1 w 5433
καὶ 94 w 5437
μὴ 2 w 5439
πολέμου 2 w 5446
κατάρχειν 1 w 5455
ἀδίκως 1 w 5461
ἐς 26 w 5463
φίλους 2 w 5469
μηδʼ 1 w 5474
ἔγκλημα 3 w 5481
ποιεῖσθαι 1 w 5490
γειτνίασιν 1 w 5500
καὶ 95 w 5503
σωφροσύνην 1 w 5513
καὶ 96 w 5516
παρασκευήν 2 w 5526
οὐ 17 w 5529
γὰρ 4 w 5532
ἄξιον 1 w 5537
ὡς 5 w 5540
Εὐμένους 6 w 5548
καὶ 97 w 5552
ὑμῶν 4 w 5556
ἅπτεσθαι 1 w 5564
φθόνον 1 w 5570
3 w 5571
φόβον 1 w 5576
τὸ 21 w 5579
δὲ 17 w 5581
ἐναντίον 1 w 5589
ἐστὶ 1 w 5593
σῶφρον 1 w 5599
φείδεσθαι 1 w 5609
γειτόνων 1 w 5617
ἐπιμελῶν 1 w 5625
καὶ 98 w 5629
ὡς 6 w 5631
Εὐμένης 6 w 5638
φησίν 1 w 5643
εὖ 1 w 5646
παρεσκευασμένων 1 w 5661
οἱ 9 w 5664
μὲν 11 w 5667
δὴ 2 w 5669
πρέσβεις 7 w 5677
τοιαῦτα 2 w 5684
εἶπον 1 w 5689
οι 43 w 5692
δὲ 18 w 5694
οὐδὲν 3 w 5699
αὐτοῖς 2 w 5705
ἀποκρινάμενοι 1 w 5718
τὸν 13 w 5721
πόλεμον 5 w 5728
ἐς 27 w 5730
τὸ 23 w 5732
φανερὸν 1 w 5739
ἐκύρουν 1 w 5746
καὶ 99 w 5750
9 w 5751
ὕπατος 1 w 5757
ἐκέλευε 2 w 5764
τοὺς 15 w 5768
πρέσβεις 8 w 5776
ἐκ 10 w 5778
μεν 18 w 5781
τῆς 12 w 5784
πόλεως 1 w 5790
αὐτῆς 2 w 5795
ἡμέρας 1 w 5801
ἐκ 11 w 5804
δὲ 20 w 5806
τῆς 14 w 5809
Ἰταλίας 1 w 5816
τριάκοντα 1 w 5825
ἄλλαις 1 w 5831
ἐξιέναι 1 w 5838
τὰ 9 w 5841
δὲ 21 w 5843
αὐτὰ 1 w 5847
καὶ 100 w 5850
τοῖς 8 w 5854
ἐπιδημοῦσι 1 w 5864
Μακεδόνων 2 w 5873
ἐκήρυττεν 1 w 5882
καὶ 101 w 5886
θόρυβος 1 w 5893
αὐτίκα 1 w 5899
μετὰ 2 w 5903
τὸ 24 w 5905
βουλευτήριον 3 w 5917
ἐπίφθονος 1 w 5926
ἦν 1 w 5928
ἐν 12 w 5931
ὀλίγαις 1 w 5938
ὥραις 1 w 5943
ἐλαυνομένων 1 w 5954
τοσῶνδε 1 w 5961
ὁμοῦ 1 w 5965
καὶ 102 w 5969
οὐδὲ 6 w 5973
ὑποζύγια 1 w 5981
εὑρεῖν 1 w 5987
ἐν 13 w 5989
οὕτω 3 w 5993
βραχεῖ 1 w 5999
διαστήματι 1 w 6009
οὐδὲ 7 w 6014
πάντα 2 w 6019
φέρειν 1 w 6025
δυναμένων 1 w 6034
ὑπὸ 4 w 6038
δὲ 24 w 6040
σπουδῆς 1 w 6047
οἱ 10 w 6049
μὲν 12 w 6052
οὐκ 7 w 6055
ἔφθανον 1 w 6062
ἐπὶ 4 w 6065
τοὺς 16 w 6069
σταθμούς 1 w 6077
ἀλλʼ 4 w 6082
ἐν 14 w 6084
μέσαις 1 w 6090
ἀνεπαύοντο 1 w 6100
ταῖς 1 w 6104
ὁδοῖς 1 w 6109
οἱ 11 w 6112
δὲ 25 w 6114
παρὰ 2 w 6118
ταῖς 2 w 6122
πύλαις 1 w 6128
μετὰ 3 w 6132
παίδων 1 w 6138
ἑαυτοὺς 1 w 6145
ἐρρίπτουν 1 w 6154
καὶ 103 w 6157
μετὰ 4 w 6161
γυναικῶν 1 w 6169
πάντα 3 w 6175
τε 42 w 6177
ἐγίγνετο 1 w 6185
ὅσα 3 w 6188
εἰκος 1 w 6193
ἐν 15 w 6195
αἰφνιδίῳ 1 w 6203
καὶ 104 w 6206
τοιῷδε 1 w 6212
κηρύγματι 1 w 6221
αἰφνίδιον 1 w 6231
γὰρ 5 w 6234
αὐτοῖς 3 w 6240
ἐφαίνετο 1 w 6248
διὰ 2 w 6251
τὰς 6 w 6254
ἔτι 3 w 6257
πρεσβείας 1 w 6266
u 2 w 6268
p 1 w 6270
364 1 w 6274
ὅτι 9 w 6278
μετὰ 5 w 6282
τὴν 18 w 6285
νίκην 1 w 6290
12 w 6291
Περσεύς 3 w 6298
εἴτʼ 1 w 6303
ἐπιγελῶν 1 w 6311
Κράσσῳ 1 w 6317
καὶ 105 w 6320
τωθάζων 1 w 6327
αὐτόν 1 w 6332
εἴτʼ 2 w 6337
ἀποπειρώμενος 1 w 6350
ὅπως 1 w 6354
ἔτι 4 w 6357
φρονήματος 1 w 6367
ἔχοι 2 w 6371
εἴτε 1 w 6376
τὴν 19 w 6379
Ῥωμαίων 2 w 6386
δύναμίν 1 w 6393
τε 44 w 6395
καὶ 106 w 6398
παρασκευὴν 4 w 6408
ὑφορώμενος 1 w 6418
εἴθʼ 1 w 6423
ἑτέρῳ 1 w 6428
τῳ 2 w 6430
λογισμῷ 1 w 6437
προσέπεμπεν 1 w 6449
αὐτῷ 4 w 6453
περὶ 4 w 6457
διαλλαγῶν 1 w 6466
καὶ 107 w 6470
πολλὰ 1 w 6475
δώσειν 1 w 6481
ὑπισχνεῖτο 1 w 6491
ὧν 2 w 6493
13 w 6494
πατὴρ 1 w 6499
Φίλιππος 2 w 6507
οὐ 22 w 6509
συνεχώρει 1 w 6518
1 w 6520
καὶ 108 w 6523
μᾶλλον 3 w 6529
ὕποπτος 1 w 6536
ἦν 2 w 6538
ἐπιγελῶν 2 w 6546
καὶ 109 w 6549
πειρώμενος 2 w 6559
14 w 6561
δὲ 26 w 6563
Περσεῖ 6 w 6569
μὲν 13 w 6572
ἀπεκρίνατο 1 w 6582
Ῥωμαίων 3 w 6589
ἀξίας 1 w 6594
οὐκ 8 w 6597
εἶναι 1 w 6602
διαλύσεις 1 w 6611
αὐτῷ 5 w 6615
εἰ 7 w 6618
μὴ 3 w 6620
καὶ 110 w 6623
Μακεδόνας 1 w 6632
καὶ 111 w 6635
ἑαυτὸν 1 w 6641
ἐπιτρέψειε 1 w 6651
Ῥωμαίοις 4 w 6659
αἰδούμενος 1 w 6670
δʼ 20 w 6672
ὅτι 10 w 6675
Ῥωμαῖοι 5 w 6682
τῆς 15 w 6685
ἥττης 1 w 6690
κατῆρξαν 1 w 6698
ἐκκλησίαν 1 w 6708
συναγαγὼν 1 w 6717
Θεσσαλοῖς 1 w 6726
μὲν 14 w 6729
ἐμαρτύρησεν 1 w 6740
ὡς 7 w 6742
ἀνδράσιν 1 w 6750
ἀγαθοῖς 1 w 6757
περὶ 5 w 6761
τὴν 20 w 6764
συμφορὰν 1 w 6772
γενομένοις 1 w 6782
Αἰτωλῶν 1 w 6790
δὲ 27 w 6792
καὶ 112 w 6795
ἑτέρων 2 w 6801
Ἑλλήνων 3 w 6808
κατεψεύσατο 1 w 6819
ὡς 8 w 6821
πρώτων 1 w 6827
τραπέντων 1 w 6836
καὶ 113 w 6840
τούτους 1 w 6847
ἐς 28 w 6849
Ῥώμην 3 w 6854
ἔπεμψεν 1 w 6861
id 2 w 6864
p 2 w 6866
369 1 w 6870