Scaife ATLAS

CTS Library / Πρεσβευτικὸς πρὸς Ἀχιλλέα

Πρεσβευτικὸς πρὸς Ἀχιλλέα (430-434)

urn:cts:greekLit:tlg0284.tlg052.perseus-grc2:430-434
Refs {'start': {'reference': '430', 'human_reference': 'Jebb_Page 430'}, 'end': {'reference': '434', 'human_reference': 'Jebb_Page 434'}}
Ancestors []
Children []
prev
plain textXML
next

οὐδὲ γὰρ ἄλλο γε οὐδὲν νῦν τὸ σχῆμα πᾶν ἀποτέθειται, ἱκέτης ἐκ βασιλέως καὶ δοῦλος ἐξ ἐλευθέρου γεγονὼς, καὶ εἰ δεῖ τἀληθέστερον εἰπεῖν, ἐλέῳ θαρρῶν, ἐὰν τὰ κράτιστα φέρηται παρὰ τῆς τύχης.

καὶ μὴν εἰ δεῖ καὶ τούτων μνημονεύειν, ἐκεῖνο ἐνθυμήθητι· τῶν ἀτόπων ἐστὶ συλλεγομένης μὲν τότε τῆς στρατιᾶς οὕτω προθύμως ἔχειν σε πρὸς τὸ μετασχεῖν τῶν πραγμάτων, ὥστʼ ἐπειδὴ τάχιστα εἶδες τὰ ὅπλα ὁρμῆσαι πρὸς αὐτὰ καὶ μὴ κατασχεῖν σεαυτὸν, καὶ ταῦτα ὄντα παῖδα κἀν ταῖς κόραις κρυπτόμενον, νῦν δʼ ἐπειδὴ τηλικόσδʼ εἶ καὶ παῖδα ἔχεις ὡραῖον ὡς συνεῖναι καὶ στρατεύεσθαι, καὶ δόξαν τὴν πρώτην ἐν ἅπασιν εἴληφας, βούλεσθαι μὴ χρῆσθαι τοῖς ὅπλοις τοῖς σαυτοῦ, ἀλλὰ

ζητεῖν προφάσεις διʼ ἃς προήσει πάντα, καὶ τότε μὲν τὴν παῖδα ἀπολιπεῖν ῥᾳδίως, ἧς τί σοι φίλτερον εἰκὸς εἶναι; καὶ ἣν ὁμότιμον ἐκτήσω γυναῖκα σαυτῷ, νῦν δʼ ἑτέρας παιδὸς ἕνεκα τἀναντία γνῶναι σαυτῷ περὶ τῶν ὅλων. σκόπει μὴ οὐδὲ τῆς Δηιδαμείας ταῦτα ἄξια ἐπαινέσαι, μή τί γε ἀνδρὸς ὅτου καὶ μνησθῆναι καλόν. καὶ λέγεις δὴ τὰς μοίρας τὰς διττὰς ἀκηκοέναι παρὰ τῆς μητρὸς ἄριστα εἰδυίας περὶ αὐτῶν. ἐγὼ δὲ ἀμφιγνοῶ μὲν εἴτε σπουδάζων ταῦτα λέγεις εἴτʼ ἐρεσχελῶν ἡμᾶς καὶ φιλονεικίᾳ τινὶ θυμοῦ· οὐ γὰρ σοί γε οἱ λόγοι· πολλοῖς ἔργοις τοῦτο σοῖς τεκμαίρομαι. οὐ μὴν ἀλλʼ εἰ τὰ μάλιστα ἐσπούδακας, ἔστι σοι καὶ τούτων οὕτως ἐχόντων ὅμως τὰ δέοντα βουλεύσασθαι· μάλιστα μὲν γὰρ ἔγωγε φαίην ἂν τὴν μητέρα σου ποιεῖσθαι τούτοις συγκατατίθεσθαι τοῖς
λόγοις, ἐπεὶ καὶ πατὴρ καὶ διδάσκαλος οὕτως ἐπαίδευόν σε πειρώμενοι, ἔπειτʼ ἐνταῦθα δὴ καὶ τὸ πάνδεινόν ἐστιν, εἰ παρʼ αὐτοὺς μὲν τοὺς λόγους καὶ τὴν ἀκοὴν οὕτως ἐρρωμένως ἔσχες ὥστε τὴν εὐδοξίαν καὶ τὸ καλὸν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ γήρως αἱρεῖσθαι, ἐπειδὴ δὲ

ὡμολόγησας αὐτῇ περὶ τῆς ἀμείνονος μοίρας, πάλιν ἐξ ἀρχῆς ἕτερος γενήσει, καὶ τότε μὲν καὶ τῆς ψυχῆς τῆς σαυτοῦ πλείονος ἄξιον ἡγοῦ τὸ στρατόπεδον, νῦν δὲ οὐδὲ τῆς κόρης ἀντάξιον, μᾶλλον δὲ ἑνὸς τῶν περὶ τὴν κόρην συμβάντων. οὕτως μέντἂν ἀμφοτέρων δόξαις τὴν παῖδα τιμιωτέραν ἡγεῖσθαι, καὶ σαυτοῦ καὶ τῶν Ἀχαιῶν. πῶς γὰρ οὐ καὶ σαυτοῦ, εἰ τοῦ μὲν σώζεσθαι κρεῖττον τὸ εὐδοξεῖν, τοῦ δὲ εὐδοξεῖν κόρη; δόξαις δʼ ἂν οὕτως καὶ τὴν μητέρα ἐψεῦσθαι, καὶ σαυτὸν ἐξελέγχειν οὐκ ἐπιστάμενον λογίζεσθαι. τὸ μὲν γὰρ ἀπʼ ἀρχῆς εὐθὺς ἑλέσθαι πλεῖν οἴκαδε καὶ ζῆν ἡσυχῇ γνώμης κρίσις ἦν, τὸ δὲ τοὺς ἐπὶ τῆς στρατείας κινδύνους ἑλόμενον μεταβαλέσθαι περὶ τῶν αὐτῶν οὐ ταὐτὰ γιγνώσκειν ἐστίν· σοὶ τῶν πάντων ἥκιστα προσήκει, ὅσῳπερ ἀνθρώπων μάλιστα ἀρετὴν ἀσκεῖς καὶ τὸ μὴ ψεύδεσθαι. οὐ γὰρ δή που τοὺς μὲν ἄλλα λέγοντας, ἄλλα δὲ γιγνώσκοντας αἰτιάσει, τοὺς δὲ ὑπὲρ τῶν αὐτῶν ἄλλοτε ἄλλως βουλευομένους καὶ μὴ τοὺς αὐτοὺς ὄντας ἐπαινέσει. σκέψαι δὲ ὅτι κἀν τοῖς στρατοπέδοις μέχρι μὲν μὴ συνάγουσιν οἱ στρατηγοὶ πᾶς τις

ὡς εἰπεῖν αὐτοκράτωρ ἐστὶν αὑτοῦ, ἐπειδὰν δὲ εἰς τάξιν καταστῇ, ταύτην δεῖ σώζειν, φαῦλον νομίζεσθαι· σὺ δʼ οὐ βουλεύεσθαι δόξεις περὶ ὧν αἵρεσίς ἐστί σοι, ἀλλʼ ἀναχωρεῖν ἀπὸ τούτων προὔκρινας αὐτὸς καὶ μονονοὺ λιπεῖν τὴν τάξιν· καὶ ὄναρ μοι δοκεῖς σύ γε ἰδὼν εἰκότως ἂν αἰσχυνθῆναι. δίκαια καὶ καλὰ ταῦτα ἐγίγνωσκες, ὡς οὐχ αἱρετὸς βίος ἀνθρώπῳ μακρὸς, εἰ μὴ προσέσται τὸ πράττειν τὰ δέοντα. ἐπεὶ δὲ τὴν παῖδα οἱ κήρυκες ἄγοντες ᾤχοντο, καὶ δὴ διὰ τοῦτο ἑτέρως ἔχει τὰ τῆς φύσεως. οὐ παύσει δύο τῶν χειρίστων ὀνειδῶν ἀμφισβητῶν, δειλίας καὶ ἀπιστίας· τῶν ἐχθρῶν οὐδεὶς πώποτε ὠνείδισε.

καίτοι τίς ἂν ἦσθα πρὸς θεῶν, εἴ σοι ταῦτα

Ἀγαμέμνων ἀνετίθει; ἐγὼ δʼ ἡγοῦμαι τὸ μὲν τέλος πάντων πραγμάτων τῷ θεῷ χρῆναι καταλιπεῖν, ὥσπερ καὶ ἡμᾶς

ἅπαντας ὁρᾷς περὶ ἡμῶν αὐτῶν βεβουλευμένους. οὐ γὰρ ποικίλης δεῖται τοῦτό γε μούσης, ἀλλὰ πᾶσιν εὔδηλον ὅτι εἰρήνη πολέμου γέρας συμφορώτερον καὶ ὅτι οὐκ ἔστι μαχομένους καὶ κινδυνεύοντας ἀναιμωτὶ τὸν αἰῶνα διελθεῖν. ἀλλʼ οὐ τούτου χάριν τὰς πίστεις παραβαίνομεν· ἀλλʼ ὧν μὲν δαίμων κύριος, αὐτῷ καταλείπομεν, ὅσα δὲ εἰς λογισμοὺς ἥκει καὶ τὸ βουλεύσασθαι, μηδαμοῦ τῶν χειρόνων ἑαυτῷ τιμᾶν ἀνδρός. νὴ Διʼ ἀλλʼ οὐκ ἄξιά σου τὰ δῶρα οὐδʼ ἐκπλήξει σε ὑπισχνούμενος, οὐδʼ ἂν τὴν ψάμμον καὶ τὴν κόνιν παρέλθῃ τῷ πλήθει. ἄριστά γε, γενναῖε, καὶ γνωρίζω τούτους ἤδη τοὺς λόγους. ἐγὼ δὲ οὐ τῶν χρημάτων ἕνεκα συμβουλεύω σοι βοηθεῖν τοῖς Ἀχαιοῖς· πόθεν; μηδέποθʼ οὕτω σμικρῶς ἴδοιμι τὰ σά· ἀλλʼ ὑπὲρ αὐτοῦ τοῦ δικαίου καὶ τοῦ προσήκειν οὕτω ποιεῖν. ἀλλὰ τὰ μὲν χρήματα φιλίας τινὶ συμβόλῳ δέξασθαι εἴτε καὶ χαίρειν ἐᾷς, οὐχὶ διοίσομαι· καὶ περὶ τῆς κηδείας ταύτης ἐπὶ σχολῆς βουλεύσασθαι, μηδὲ γὰρ ἂν τοῦτό σε ἁρπάσαι. παῖς γὰρ ἂν εἴην, εἰ ταῦτα συμβουλεύοιμι, ἡγεῖσθαι
μὲν ἐκεῖνον οὐκ ἀνελεύθερον εἶναι τῇ δόσει καὶ τοῖς ἐπαγγέλμασι, σαυτῷ δὲ ἕτερα εἶναι τὰ ποιοῦντα τὴν ἔξοδον. ποῖα ταῦτα; μικρῷ πρόσθεν αὐτὸς ἀπηρίθμεις, πολλῷ χρημάτων καλλίω πράγματα. πῶς γὰρ οὐκ ἄτοπον καὶ ὑπερφυὲς, εἰ πρότερον μὲν τῶν Ἀχαιῶν τούτων ἡγούμενος δώδεκα μὲν πόλεις κατὰ θάλατταν, ἕνδεκα δʼ εἷλες κατʼ ἤπειρον οὐδὲν τῶν ἰδίων ὑπολογιζόμενος, οὐ πόνον, οὐ
κίνδυνον, οὐκ ἀσχολίαν, οὐχ ἣν φιλτάτην εἶναι φῂς σαυτῷ ψυχὴν εἰ προήσει, καὶ τοσούτων εὐποριῶν καὶ τοσαύτης εὐδαιμονίας ἀπέδειξας κυρίους· νῦν δʼ οὐδʼ εἰς αὐτὴν τὴν

σωτηρίαν αὐτοῖς ἐπαρκέσαι τολμήσεις. πόθεν πρὸς θεῶν ἐκτήσω τὴν κόρην, ἵνα τἄλλʼ ἀφῶμεν; ἀφʼ ὧν εὐηργέτεις ἡμᾶς. οὕτω γοῦν καὶ τὴν Λυρνησὸν εἷλες ἐν τῷ πλήθει τῶν ἄλλων χωρίων.

οὐκοῦν οὐ τὸ στράτευμα τῆς παιδὸς εἰκὸς εἶναι προσθήκην, ἀλλὰ τὴν παῖδα τοῦ στρατοπέδου καὶ τῶν ἄλλων πραγμάτων. ἁπάντων δὲ ἀτοπώτατον, εἰ μὲν Χρύσης τὴν θυγατέρα ἀπολαμβάνων οὐ προήχθη περαιτέρω εὔξασθαι ὡς πολεμίοις, ἀλλʼ ἐπέπαυτο τῆς ὀργῆς, ἄνθρωπος βάρβαρος καὶ φύσει πολέμιος καὶ συγκινδυνεύσας καὶ περὶ τῆς σωτηρίας αὐτῆς, σὺ δʼ αὐτήν τε ἀπολαμβάνων τὴν ἄνθρωπον καὶ πρὸς ἐκείνῃ τοσαύτας λαμβάνων, καὶ πρὸς ταῖς γυναιξὶ χρήματα, πόλεις, χώραν, συγγένειαν, θαυμάζειν δέον οὐκ ἐῶ, μέμψασθαι δʼ οὐκ ἔχεις, εἰσαεὶ μενεῖς ἐπὶ τοῦ παροξυσμοῦ; κἀκεῖνος μὲν συνεύξατο τῷ θεῷ παῦσαι τὴν νόσον ἡμῖν, σὺ δʼ οὐ βουλήσει παῦσαι τὰ τοῦ πολέμου δύσκολα; ἀλλʼ μὲν ἐξ

ἀμφοῖν ἐνεδείξατο τὴν δύναμιν τοῖς Ἀχαιοῖς, ἔκ τε ὧν καταρασάμενος πολλοὺς διέφθειρε καὶ ὧν εὐξάμενος ἅπαντας ἔσωσε, σὺ δʼ ἀξιώσεις ἀπὸ θατέρου μόνου μιμήσασθαι τὸν ἱερέα, καὶ ταῦτα ἀπὸ τῶν ἀπολλυμένων; ἀλλὰ πολλῷ βέλτιον ἦν τῷ σώζειν πάντας ἐνδείκνυσθαι τὴν ῥώμην θάτερον πράξαντα τὸ λοιπὸν φυγεῖν, καὶ προδοῦναι μὲν τὸ στρατόπεδον ἐπὶ τῷ κομίσασθαι τὴν σαυτοῦ δεινὸν ἂν ἡγήσω, σῶσαι δὲ οὐ δέξει τὸ στρατόπεδον μετὰ τοῦ τὴν σεαυτοῦ κομίζεσθαι, ἀλλʼ μὲν Ἕκτωρ πυρὶ καὶ σιδήρῳ πάντα ἐπέρχεται, καὶ σμικρόν ἐστιν αὐτῷ σῶσαι Τροίαν, σὺ δʼ ἐν τῇ σκηνῇ μενεῖς ᾁδων πρὸς λύραν; πότερον τὰ ἑτέρων ᾁδων μενεῖς; ἀλλʼ ἄμεινον ἑτέροις τὰ σαυτοῦ παρασχεῖν ᾁδειν ἐπὶ χρηστῷ τινι. ἀλλὰ τὴν μῆνιν νὴ Δίʼ ἣν μηνίεις ταύτην ὑμνήσεις ὥσπερ θεόν; δέδοικα μὴ τῶν Ἀχαιῶν ᾁδης ἐπιταφίους, οὕτως ἀωρὶ τοῦ παντὸς χρόνου

μελῳδῶν. εἶτα φῂς εἶναι φιλόψυχος καὶ καταψεύδει σαυτοῦ. καὶ τίς πρὸς θεῶν οὕτω παῖς ἐστιν ὥστε πεισθῆναι ὡς Ἀχιλλεὺς ἀγαπᾷ ζῶν καὶ διὰ ταῦτα ἔξω βελῶν ἐστιν, ὅτι οὐχ οἷόν τε ἀποθανόντα ἀναστῆναι; εἰ δʼ Ἐπειοῦ τοῦ Φωκέως ἠκούομεν, ποίους ἄν τινας ἄλλους

τούτους ἠκούομεν τοὺς λόγους; καίτοι τί λέγω; ἐκεῖνος πυκτεύων ἥδιον ἂν τεθναίη, πρὶν ἐκστῆναί τινι. ταῦτα μὲν οὖν εἰς Θερσίτην τρέποιτο καὶ ὅστις ἐκείνῳ παραπλήσιος· σὺ δὲ τᾶν μὴ σκῶπτε, μηδʼ ἀντιποιοῦ κακίας, ἧς οὐδέν σοι προσήκει· οὔτε γὰρ ἡμᾶς πείσεις οὔθʼ, ὡς ἐγᾦμαι, σαυτόν. ἀλλὰ καθελκύσας τὰς ναῦς ἀποπλέων οἰχήσει; εἶτʼ οὐκ αἰσχύνει τὰς Νηρηίδας τὰς πρὸς μητρὸς συγγενεῖς οὕτως ἀνομοίως πλέων τὴν θάλατταν νῦν καὶ πρὸ τοῦ· τότε μὲν δόξης ἀφορμὰς δύναμιν συλλέγων τῷ στρατοπέδῳ, νυνὶ δʼ ἅπασι λελυμασμένος. πρὸς ποτέρων δέ σοι ταῦτα ἄξια τῶν συγγενῶν, πότερον τῶν θαλαττίων τῶν κατʼ ἤπειρον, οἵ ποτʼ ἐλθόντες δεῦρο οὐ πρότερον
ἀπῆραν πρὶν συνεξεῖλον τῷ πολεμάρχῳ. τί δὲ καὶ θήσει πρὸς θεῶν ὄνομα τῇ θυσίᾳ, ἣν αὔριον θύσειν φῄς; πότερον χαριστήρια, τί καλεῖς αὐτήν; εἶτʼ οὐκ αἰσχύνει τοὺς θεοὺς αὐτοὺς μάρτυρας τοσαύτης κακίας ποιούμενος, θύων καὶ σπένδων καὶ παιανίζων ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς, φάσκων ἀπέχειν ἅπαντα παρʼ αὐτῶν, ὁρῶν εἰς τὸ πεδίον, μεστὸν νεκρῶν τῶν ὑπὸ σοὶ ταττομένων, ἡμέραν οὐκ οἶδα πόστην ἄνω. τί δʼ ἔσται σοι τοῦ πλοῦ τὸ σχῆμα; τίς λόγος τῶν ἰδόντων τῶν ἀκουσάντων; Ἀχιλλεὺς ἐπαναπλεῖ; ποῖα λάφυρα κομίζων, ποίας ἀπαρχὰς ἄγων, τί τῶν οἴκοι στεφανώσων, τῶν ἰδίων τῶν δημοσίων; καλὸν δὲ τῇ Σκύρῳ νῦν προσχεῖν. καὶ τί φήσεις πρὸς τὸν παῖδα τὸν σαυτοῦ; τί τῇ γυναικὶ δόξεις εἶναι βελτίων εἰπών; καὶ τί λέγω Σκῦρον γυναῖκα;

οὐδὲ 1 w 4
γὰρ 1 w 7
ἄλλο 1 w 11
γε 1 w 13
οὐδὲν 1 w 18
νῦν 1 w 21
1 w 22
τὸ 1 w 24
σχῆμα 1 w 29
πᾶν 1 w 32
ἀποτέθειται 1 w 43
ἱκέτης 1 w 50
ἐκ 1 w 52
βασιλέως 1 w 60
καὶ 1 w 63
δοῦλος 1 w 69
ἐξ 1 w 71
ἐλευθέρου 1 w 80
γεγονὼς 1 w 87
καὶ 2 w 91
εἰ 1 w 93
δεῖ 1 w 96
τἀληθέστερον 1 w 108
εἰπεῖν 1 w 114
ἐλέῳ 1 w 119
θαρρῶν 1 w 125
ἐὰν 1 w 129
τὰ 1 w 131
κράτιστα 1 w 139
φέρηται 1 w 146
παρὰ 1 w 150
τῆς 1 w 153
τύχης 1 w 158
καὶ 3 w 162
μὴν 1 w 165
εἰ 3 w 167
δεῖ 2 w 170
καὶ 4 w 173
τούτων 1 w 179
μνημονεύειν 1 w 190
ἐκεῖνο 1 w 197
ἐνθυμήθητι 1 w 207
τῶν 1 w 211
ἀτόπων 1 w 217
ἐστὶ 1 w 221
συλλεγομένης 1 w 233
μὲν 1 w 236
τότε 1 w 240
τῆς 2 w 243
στρατιᾶς 1 w 251
οὕτω 1 w 255
προθύμως 1 w 263
ἔχειν 1 w 268
σε 1 w 270
πρὸς 1 w 274
τὸ 2 w 276
μετασχεῖν 1 w 285
τῶν 2 w 288
πραγμάτων 1 w 297
ὥστʼ 1 w 302
ἐπειδὴ 1 w 308
τάχιστα 1 w 315
εἶδες 1 w 320
τὰ 2 w 322
ὅπλα 1 w 326
ὁρμῆσαι 1 w 333
πρὸς 2 w 337
αὐτὰ 1 w 341
καὶ 5 w 344
μὴ 2 w 346
κατασχεῖν 1 w 355
σεαυτὸν 1 w 362
καὶ 6 w 366
ταῦτα 1 w 371
ὄντα 1 w 375
παῖδα 1 w 380
κἀν 1 w 383
ταῖς 1 w 387
κόραις 1 w 393
κρυπτόμενον 1 w 404
νῦν 2 w 408
δʼ 1 w 410
ἐπειδὴ 2 w 416
τηλικόσδʼ 1 w 425
εἶ 2 w 427
καὶ 7 w 430
παῖδα 2 w 435
ἔχεις 1 w 440
ὡραῖον 1 w 446
ὡς 1 w 448
συνεῖναι 1 w 456
καὶ 8 w 459
στρατεύεσθαι 1 w 471
καὶ 9 w 475
δόξαν 1 w 480
τὴν 1 w 483
πρώτην 1 w 489
ἐν 2 w 491
ἅπασιν 1 w 497
εἴληφας 1 w 504
βούλεσθαι 1 w 514
μὴ 3 w 516
χρῆσθαι 1 w 523
τοῖς 1 w 527
ὅπλοις 1 w 533
τοῖς 2 w 537
σαυτοῦ 1 w 543
ἀλλὰ 1 w 548
ζητεῖν 1 w 554
προφάσεις 1 w 563
διʼ 1 w 566
ἃς 1 w 568
προήσει 1 w 575
πάντα 1 w 580
καὶ 10 w 584
τότε 2 w 588
μὲν 2 w 591
τὴν 2 w 594
παῖδα 3 w 599
ἀπολιπεῖν 1 w 608
ῥᾳδίως 1 w 614
ἧς 1 w 617
τί 1 w 619
σοι 1 w 622
φίλτερον 1 w 630
εἰκὸς 1 w 635
εἶναι 1 w 640
καὶ 11 w 644
ἣν 1 w 646
ὁμότιμον 1 w 654
ἐκτήσω 1 w 660
γυναῖκα 1 w 667
σαυτῷ 1 w 672
νῦν 3 w 676
δʼ 3 w 678
ἑτέρας 1 w 684
παιδὸς 1 w 690
ἕνεκα 1 w 695
τἀναντία 1 w 703
γνῶναι 1 w 709
σαυτῷ 2 w 714
περὶ 1 w 718
τῶν 3 w 721
ὅλων 1 w 725
σκόπει 1 w 732
μὴ 4 w 734
οὐδὲ 3 w 738
τῆς 3 w 741
Δηιδαμείας 1 w 751
1 w 752
ταῦτα 2 w 757
ἄξια 1 w 761
ἐπαινέσαι 1 w 770
μή 2 w 773
τί 3 w 775
γε 3 w 777
ἀνδρὸς 1 w 783
ὅτου 1 w 787
καὶ 12 w 790
μνησθῆναι 1 w 799
καλόν 1 w 804
καὶ 13 w 808
λέγεις 1 w 814
δὴ 3 w 816
τὰς 1 w 819
μοίρας 1 w 825
τὰς 2 w 828
διττὰς 1 w 834
ἀκηκοέναι 1 w 843
παρὰ 2 w 847
τῆς 4 w 850
μητρὸς 1 w 856
ἄριστα 1 w 862
εἰδυίας 1 w 869
περὶ 2 w 873
αὐτῶν 1 w 878
ἐγὼ 1 w 882
δὲ 4 w 884
ἀμφιγνοῶ 1 w 892
μὲν 3 w 895
εἴτε 1 w 899
σπουδάζων 1 w 908
ταῦτα 3 w 913
λέγεις 2 w 919
εἴτʼ 1 w 923
ἐρεσχελῶν 1 w 932
ἡμᾶς 1 w 936
καὶ 14 w 939
φιλονεικίᾳ 1 w 949
τινὶ 1 w 953
θυμοῦ 1 w 958
οὐ 4 w 961
γὰρ 2 w 964
σοί 1 w 967
γε 6 w 969
οἱ 1 w 971
λόγοι 1 w 976
πολλοῖς 1 w 984
ἔργοις 1 w 990
τοῦτο 1 w 995
σοῖς 1 w 999
τεκμαίρομαι 1 w 1010
οὐ 5 w 1013
μὴν 2 w 1016
ἀλλʼ 1 w 1020
εἰ 6 w 1022
τὰ 7 w 1024
μάλιστα 1 w 1031
ἐσπούδακας 1 w 1041
ἔστι 1 w 1046
σοι 2 w 1049
καὶ 15 w 1052
τούτων 2 w 1058
οὕτως 1 w 1063
ἐχόντων 1 w 1070
ὅμως 1 w 1074
τὰ 8 w 1076
δέοντα 1 w 1082
βουλεύσασθαι 1 w 1094
μάλιστα 2 w 1102
μὲν 4 w 1105
γὰρ 3 w 1108
ἔγωγε 1 w 1113
φαίην 1 w 1118
ἂν 1 w 1120
τὴν 3 w 1123
μητέρα 1 w 1129
σου 1 w 1132
ποιεῖσθαι 1 w 1141
τούτοις 1 w 1148
συγκατατίθεσθαι 1 w 1163
τοῖς 3 w 1167
λόγοις 1 w 1173
ἐπεὶ 1 w 1178
καὶ 16 w 1181
3 w 1182
πατὴρ 1 w 1187
καὶ 17 w 1190
4 w 1191
διδάσκαλος 1 w 1201
οὕτως 2 w 1206
ἐπαίδευόν 1 w 1215
σε 5 w 1217
πειρώμενοι 1 w 1227
ἔπειτʼ 1 w 1234
ἐνταῦθα 1 w 1241
δὴ 4 w 1243
καὶ 18 w 1246
τὸ 4 w 1248
πάνδεινόν 1 w 1257
ἐστιν 1 w 1262
εἰ 7 w 1265
παρʼ 1 w 1269
αὐτοὺς 1 w 1275
μὲν 5 w 1278
τοὺς 2 w 1282
λόγους 1 w 1288
καὶ 19 w 1291
τὴν 4 w 1294
ἀκοὴν 1 w 1299
οὕτως 3 w 1304
ἐρρωμένως 1 w 1313
ἔσχες 1 w 1318
ὥστε 1 w 1322
τὴν 5 w 1325
εὐδοξίαν 1 w 1333
καὶ 20 w 1336
τὸ 5 w 1338
καλὸν 1 w 1343
πρὸ 3 w 1346
τῆς 5 w 1349
ἀσφαλείας 1 w 1358
καὶ 21 w 1361
τοῦ 3 w 1364
γήρως 1 w 1369
αἱρεῖσθαι 1 w 1378
ἐπειδὴ 3 w 1385
δὲ 5 w 1387
ὡμολόγησας 1 w 1397
αὐτῇ 1 w 1401
περὶ 3 w 1405
τῆς 6 w 1408
ἀμείνονος 1 w 1417
μοίρας 2 w 1423
πάλιν 1 w 1429
ἐξ 2 w 1431
ἀρχῆς 1 w 1436
ἕτερος 1 w 1442
γενήσει 1 w 1449
καὶ 22 w 1453
τότε 3 w 1457
μὲν 6 w 1460
καὶ 23 w 1463
τῆς 7 w 1466
ψυχῆς 1 w 1471
τῆς 8 w 1474
σαυτοῦ 2 w 1480
πλείονος 1 w 1488
ἄξιον 1 w 1493
ἡγοῦ 1 w 1497
τὸ 6 w 1499
στρατόπεδον 1 w 1510
νῦν 4 w 1514
δὲ 6 w 1516
οὐδὲ 4 w 1520
τῆς 9 w 1523
κόρης 1 w 1528
ἀντάξιον 1 w 1536
μᾶλλον 1 w 1543
δὲ 8 w 1545
ἑνὸς 1 w 1549
τῶν 5 w 1552
περὶ 4 w 1556
τὴν 6 w 1559
κόρην 1 w 1564
συμβάντων 1 w 1573
οὕτως 4 w 1579
μέντἂν 1 w 1585
ἀμφοτέρων 1 w 1594
δόξαις 1 w 1600
τὴν 7 w 1603
παῖδα 4 w 1608
τιμιωτέραν 1 w 1618
ἡγεῖσθαι 1 w 1626
καὶ 24 w 1630
σαυτοῦ 3 w 1636
καὶ 25 w 1639
τῶν 6 w 1642
Ἀχαιῶν 1 w 1648
πῶς 1 w 1652
γὰρ 4 w 1655
οὐ 7 w 1657
καὶ 26 w 1660
σαυτοῦ 4 w 1666
εἰ 8 w 1669
τοῦ 7 w 1672
μὲν 7 w 1675
σώζεσθαι 1 w 1683
κρεῖττον 1 w 1691
τὸ 7 w 1693
εὐδοξεῖν 1 w 1701
τοῦ 8 w 1705
δὲ 9 w 1707
εὐδοξεῖν 2 w 1715
4 w 1716
κόρη 3 w 1720
δόξαις 2 w 1727
δʼ 4 w 1729
ἂν 3 w 1731
οὕτως 5 w 1736
καὶ 27 w 1739
τὴν 8 w 1742
μητέρα 2 w 1748
ἐψεῦσθαι 1 w 1756
καὶ 28 w 1760
σαυτὸν 1 w 1766
ἐξελέγχειν 1 w 1776
οὐκ 1 w 1779
ἐπιστάμενον 1 w 1790
λογίζεσθαι 1 w 1800
τὸ 9 w 1803
μὲν 8 w 1806
γὰρ 5 w 1809
ἀπʼ 1 w 1812
ἀρχῆς 2 w 1817
εὐθὺς 1 w 1822
ἑλέσθαι 1 w 1829
πλεῖν 1 w 1834
οἴκαδε 1 w 1840
καὶ 29 w 1843
ζῆν 1 w 1846
ἡσυχῇ 1 w 1851
γνώμης 1 w 1857
κρίσις 1 w 1863
ἦν 1 w 1865
τὸ 10 w 1868
δὲ 10 w 1870
τοὺς 3 w 1874
ἐπὶ 1 w 1877
τῆς 10 w 1880
στρατείας 1 w 1889
κινδύνους 1 w 1898
ἑλόμενον 1 w 1906
μεταβαλέσθαι 1 w 1918
περὶ 5 w 1922
τῶν 7 w 1925
αὐτῶν 2 w 1930
οὐ 9 w 1932
ταὐτὰ 1 w 1937
γιγνώσκειν 1 w 1947
ἐστίν 1 w 1952
1 w 1954
σοὶ 1 w 1957
τῶν 9 w 1960
πάντων 1 w 1966
ἥκιστα 1 w 1972
προσήκει 1 w 1980
ὅσῳπερ 1 w 1987
ἀνθρώπων 1 w 1995
μάλιστα 3 w 2002
ἀρετὴν 1 w 2008
ἀσκεῖς 1 w 2014
καὶ 30 w 2017
τὸ 11 w 2019
μὴ 6 w 2021
ψεύδεσθαι 1 w 2030
οὐ 10 w 2033
γὰρ 6 w 2036
δή 1 w 2038
που 2 w 2041
τοὺς 4 w 2045
μὲν 9 w 2048
ἄλλα 1 w 2052
λέγοντας 1 w 2060
ἄλλα 2 w 2065
δὲ 11 w 2067
γιγνώσκοντας 1 w 2079
αἰτιάσει 1 w 2087
τοὺς 5 w 2092
δὲ 12 w 2094
ὑπὲρ 1 w 2098
τῶν 10 w 2101
αὐτῶν 3 w 2106
ἄλλοτε 1 w 2112
ἄλλως 1 w 2117
βουλευομένους 1 w 2130
καὶ 31 w 2133
μὴ 7 w 2135
τοὺς 6 w 2139
αὐτοὺς 2 w 2145
ὄντας 1 w 2150
ἐπαινέσει 1 w 2159
σκέψαι 1 w 2166
δὲ 13 w 2168
ὅτι 1 w 2171
κἀν 2 w 2174
τοῖς 4 w 2178
στρατοπέδοις 1 w 2190
μέχρι 1 w 2195
μὲν 10 w 2198
μὴ 8 w 2200
συνάγουσιν 1 w 2210
οἱ 2 w 2212
στρατηγοὶ 1 w 2221
πᾶς 1 w 2224
τις 1 w 2227
ὡς 2 w 2229
εἰπεῖν 2 w 2235
αὐτοκράτωρ 1 w 2245
ἐστὶν 1 w 2250
αὑτοῦ 1 w 2255
ἐπειδὰν 1 w 2263
δὲ 14 w 2265
εἰς 1 w 2268
τάξιν 1 w 2273
καταστῇ 1 w 2280
ταύτην 1 w 2287
δεῖ 3 w 2290
σώζειν 1 w 2296
2 w 2298
φαῦλον 1 w 2304
νομίζεσθαι 1 w 2314
σὺ 1 w 2317
δʼ 5 w 2319
οὐ 11 w 2321
βουλεύεσθαι 1 w 2332
δόξεις 1 w 2338
περὶ 6 w 2342
ὧν 1 w 2344
αἵρεσίς 1 w 2351
ἐστί 2 w 2355
σοι 3 w 2358
ἀλλʼ 2 w 2363
ἀναχωρεῖν 1 w 2372
ἀπὸ 1 w 2375
τούτων 3 w 2381
2 w 2382
προὔκρινας 1 w 2392
αὐτὸς 1 w 2397
καὶ 32 w 2400
μονονοὺ 1 w 2407
λιπεῖν 2 w 2413
τὴν 10 w 2416
τάξιν 2 w 2421
2 w 2423
καὶ 33 w 2426
ὄναρ 1 w 2430
μοι 1 w 2433
δοκεῖς 1 w 2439
σύ 1 w 2441
γε 10 w 2443
ἰδὼν 1 w 2447
εἰκότως 1 w 2454
ἂν 4 w 2456
αἰσχυνθῆναι 1 w 2467
δίκαια 1 w 2474
καὶ 34 w 2477
καλὰ 1 w 2481
ταῦτα 4 w 2486
ἐγίγνωσκες 1 w 2496
ὡς 3 w 2499
οὐχ 1 w 2502
αἱρετὸς 1 w 2509
βίος 1 w 2513
ἀνθρώπῳ 1 w 2520
μακρὸς 1 w 2526
εἰ 12 w 2529
μὴ 9 w 2531
προσέσται 1 w 2540
τὸ 14 w 2542
πράττειν 1 w 2550
τὰ 10 w 2552
δέοντα 2 w 2558
ἐπεὶ 2 w 2563
δὲ 15 w 2565
τὴν 11 w 2568
παῖδα 5 w 2573
οἱ 3 w 2575
κήρυκες 1 w 2582
ἄγοντες 1 w 2589
ᾤχοντο 1 w 2595
καὶ 35 w 2599
δὴ 6 w 2601
διὰ 1 w 2604
τοῦτο 2 w 2609
ἑτέρως 1 w 2615
ἔχει 3 w 2619
τὰ 11 w 2621
τῆς 11 w 2624
φύσεως 1 w 2630
οὐ 13 w 2633
παύσει 1 w 2639
δύο 1 w 2642
τῶν 12 w 2645
χειρίστων 1 w 2654
ὀνειδῶν 1 w 2661
ἀμφισβητῶν 1 w 2671
δειλίας 1 w 2679
καὶ 36 w 2682
ἀπιστίας 1 w 2690
3 w 2692
τῶν 14 w 2695
ἐχθρῶν 1 w 2701
οὐδεὶς 1 w 2707
πώποτε 1 w 2713
ὠνείδισε 1 w 2721
καίτοι 1 w 2728
τίς 1 w 2731
ἂν 5 w 2733
ἦσθα 1 w 2737
πρὸς 3 w 2741
θεῶν 1 w 2745
εἴ 4 w 2748
σοι 4 w 2751
ταῦτα 5 w 2756
Ἀγαμέμνων 1 w 2765
ἀνετίθει 1 w 2773
ἐγὼ 2 w 2777
δʼ 6 w 2779
ἡγοῦμαι 1 w 2786
τὸ 15 w 2788
μὲν 11 w 2791
τέλος 1 w 2796
πάντων 2 w 2802
πραγμάτων 2 w 2811
τῷ 3 w 2813
θεῷ 1 w 2816
χρῆναι 1 w 2822
καταλιπεῖν 1 w 2832
ὥσπερ 1 w 2838
καὶ 37 w 2841
ἡμᾶς 2 w 2845
ἅπαντας 1 w 2852
ὁρᾷς 1 w 2856
περὶ 7 w 2860
ἡμῶν 1 w 2864
αὐτῶν 4 w 2869
βεβουλευμένους 1 w 2883
οὐ 15 w 2886
γὰρ 7 w 2889
ποικίλης 1 w 2897
δεῖται 1 w 2903
τοῦτό 1 w 2908
γε 11 w 2910
μούσης 1 w 2916
ἀλλὰ 2 w 2921
πᾶσιν 1 w 2926
εὔδηλον 1 w 2933
ὅτι 2 w 2936
εἰρήνη 1 w 2942
πολέμου 1 w 2949
γέρας 1 w 2954
συμφορώτερον 1 w 2966
καὶ 38 w 2969
ὅτι 3 w 2972
οὐκ 2 w 2975
ἔστι 2 w 2979
μαχομένους 1 w 2989
καὶ 39 w 2992
κινδυνεύοντας 1 w 3005
ἀναιμωτὶ 1 w 3013
τὸν 3 w 3016
αἰῶνα 1 w 3021
διελθεῖν 1 w 3029
ἀλλʼ 3 w 3034
οὐ 17 w 3036
τούτου 1 w 3042
χάριν 1 w 3047
τὰς 4 w 3050
πίστεις 1 w 3057
παραβαίνομεν 1 w 3069
ἀλλʼ 4 w 3074
ὧν 2 w 3076
μὲν 12 w 3079
6 w 3080
δαίμων 1 w 3086
κύριος 1 w 3092
αὐτῷ 1 w 3097
καταλείπομεν 1 w 3109
ὅσα 1 w 3113
δὲ 16 w 3115
εἰς 2 w 3118
λογισμοὺς 1 w 3127
ἥκει 1 w 3131
καὶ 40 w 3134
τὸ 17 w 3136
βουλεύσασθαι 2 w 3148
μηδαμοῦ 1 w 3156
τῶν 16 w 3159
χειρόνων 1 w 3167
ἑαυτῷ 1 w 3172
τιμᾶν 1 w 3177
ἀνδρός 1 w 3183
νὴ 1 w 3186
Διʼ 1 w 3189
ἀλλʼ 5 w 3193
οὐκ 3 w 3196
ἄξιά 1 w 3200
σου 2 w 3203
τὰ 13 w 3205
δῶρα 1 w 3209
οὐδʼ 1 w 3213
ἐκπλήξει 1 w 3221
σε 12 w 3223
ὑπισχνούμενος 1 w 3236
οὐδʼ 2 w 3241
ἂν 6 w 3243
τὴν 12 w 3246
ψάμμον 1 w 3252
καὶ 41 w 3255
τὴν 13 w 3258
κόνιν 1 w 3263
παρέλθῃ 1 w 3270
τῷ 6 w 3272
πλήθει 1 w 3278
ἄριστά 1 w 3285
γε 12 w 3287
1 w 3289
γενναῖε 1 w 3296
καὶ 42 w 3300
γνωρίζω 1 w 3307
τούτους 1 w 3314
ἤδη 1 w 3317
τοὺς 8 w 3321
λόγους 2 w 3327
ἐγὼ 3 w 3331
δὲ 17 w 3333
οὐ 21 w 3335
τῶν 17 w 3338
χρημάτων 1 w 3346
ἕνεκα 2 w 3351
συμβουλεύω 1 w 3361
σοι 5 w 3364
βοηθεῖν 1 w 3371
τοῖς 5 w 3375
Ἀχαιοῖς 1 w 3382
πόθεν 1 w 3388
μηδέποθʼ 1 w 3397
οὕτω 7 w 3401
σμικρῶς 1 w 3408
ἴδοιμι 1 w 3414
τὰ 14 w 3416
σά 1 w 3418
ἀλλʼ 6 w 3423
ὑπὲρ 2 w 3427
αὐτοῦ 1 w 3432
τοῦ 13 w 3435
δικαίου 1 w 3442
καὶ 43 w 3445
τοῦ 14 w 3448
προσήκειν 1 w 3457
οὕτω 8 w 3461
ποιεῖν 1 w 3467
ἀλλὰ 3 w 3472
τὰ 15 w 3474
μὲν 13 w 3477
χρήματα 1 w 3484
φιλίας 1 w 3490
τινὶ 2 w 3494
συμβόλῳ 1 w 3501
δέξασθαι 1 w 3509
εἴτε 2 w 3513
καὶ 44 w 3516
χαίρειν 1 w 3523
ἐᾷς 1 w 3526
οὐχὶ 1 w 3531
διοίσομαι 1 w 3540
καὶ 45 w 3544
περὶ 8 w 3548
τῆς 12 w 3551
κηδείας 1 w 3558
ταύτης 1 w 3564
ἐπὶ 2 w 3567
σχολῆς 1 w 3573
βουλεύσασθαι 3 w 3585
μηδὲ 1 w 3590
γὰρ 8 w 3593
ἂν 7 w 3595
τοῦτό 2 w 3600
σε 13 w 3602
ἁρπάσαι 1 w 3609
παῖς 1 w 3614
γὰρ 9 w 3617
ἂν 8 w 3619
εἴην 1 w 3623
εἰ 15 w 3626
ταῦτα 6 w 3631
συμβουλεύοιμι 1 w 3644
ἡγεῖσθαι 2 w 3653
μὲν 14 w 3656
ἐκεῖνον 1 w 3663
οὐκ 4 w 3666
ἀνελεύθερον 1 w 3677
εἶναι 2 w 3682
τῇ 3 w 3684
δόσει 1 w 3689
καὶ 46 w 3692
τοῖς 6 w 3696
ἐπαγγέλμασι 1 w 3707
σαυτῷ 3 w 3713
δὲ 19 w 3715
ἕτερα 1 w 3720
εἶναι 3 w 3725
τὰ 16 w 3727
ποιοῦντα 1 w 3735
τὴν 14 w 3738
ἔξοδον 1 w 3744
ποῖα 1 w 3749
ταῦτα 7 w 3754
3 w 3756
μικρῷ 1 w 3761
πρόσθεν 1 w 3768
αὐτὸς 2 w 3773
ἀπηρίθμεις 1 w 3783
πολλῷ 1 w 3789
χρημάτων 2 w 3797
καλλίω 1 w 3803
πράγματα 1 w 3811
πῶς 2 w 3815
γὰρ 10 w 3818
οὐκ 5 w 3821
ἄτοπον 1 w 3827
καὶ 47 w 3830
ὑπερφυὲς 1 w 3838
εἰ 16 w 3841
πρότερον 1 w 3849
μὲν 15 w 3852
τῶν 18 w 3855
Ἀχαιῶν 2 w 3861
τούτων 4 w 3867
ἡγούμενος 1 w 3876
δώδεκα 1 w 3882
μὲν 16 w 3885
πόλεις 1 w 3891
κατὰ 1 w 3895
θάλατταν 1 w 3903
ἕνδεκα 1 w 3910
δʼ 9 w 3912
εἷλες 1 w 3917
κατʼ 1 w 3921
ἤπειρον 1 w 3928
οὐδὲν 2 w 3933
τῶν 19 w 3936
ἰδίων 1 w 3941
ὑπολογιζόμενος 1 w 3955
οὐ 26 w 3958
πόνον 1 w 3963
οὐ 27 w 3966
κίνδυνον 1 w 3974
οὐκ 6 w 3978
ἀσχολίαν 1 w 3986
οὐχ 3 w 3990
ἣν 2 w 3992
φιλτάτην 1 w 4000
εἶναι 4 w 4005
φῂς 1 w 4008
σαυτῷ 4 w 4013
ψυχὴν 1 w 4018
εἰ 17 w 4020
προήσει 2 w 4027
καὶ 48 w 4031
τοσούτων 1 w 4039
εὐποριῶν 1 w 4047
καὶ 49 w 4050
τοσαύτης 1 w 4058
εὐδαιμονίας 1 w 4069
ἀπέδειξας 1 w 4078
κυρίους 1 w 4085
νῦν 5 w 4089
δʼ 10 w 4091
οὐδʼ 3 w 4095
εἰς 3 w 4098
αὐτὴν 1 w 4103
τὴν 16 w 4106
σωτηρίαν 1 w 4114
αὐτοῖς 1 w 4120
ἐπαρκέσαι 1 w 4129
τολμήσεις 1 w 4138
πόθεν 2 w 4144
2 w 4145
πρὸς 4 w 4149
θεῶν 2 w 4153
ἐκτήσω 2 w 4159
τὴν 17 w 4162
κόρην 2 w 4167
ἵνα 1 w 4171
τἄλλʼ 1 w 4176
ἀφῶμεν 1 w 4182
ἀφʼ 1 w 4186
ὧν 3 w 4188
εὐηργέτεις 1 w 4198
ἡμᾶς 3 w 4202
οὕτω 9 w 4207
γοῦν 1 w 4211
καὶ 50 w 4214
τὴν 18 w 4217
Λυρνησὸν 1 w 4225
εἷλες 2 w 4230
ἐν 4 w 4232
τῷ 9 w 4234
πλήθει 2 w 4240
τῶν 20 w 4243
ἄλλων 1 w 4248
χωρίων 1 w 4254
οὐκοῦν 1 w 4261
οὐ 32 w 4263
τὸ 19 w 4265
στράτευμα 1 w 4274
τῆς 13 w 4277
παιδὸς 2 w 4283
εἰκὸς 2 w 4288
εἶναι 5 w 4293
προσθήκην 1 w 4302
ἀλλὰ 4 w 4307
τὴν 19 w 4310
παῖδα 6 w 4315
τοῦ 16 w 4318
στρατοπέδου 1 w 4329
καὶ 51 w 4332
τῶν 21 w 4335
ἄλλων 2 w 4340
πραγμάτων 3 w 4349
ἁπάντων 1 w 4357
δὲ 21 w 4359
ἀτοπώτατον 1 w 4369
εἰ 20 w 4372
7 w 4373
μὲν 17 w 4376
Χρύσης 1 w 4382
τὴν 20 w 4385
θυγατέρα 1 w 4393
ἀπολαμβάνων 1 w 4404
οὐ 33 w 4406
προήχθη 1 w 4413
περαιτέρω 1 w 4422
εὔξασθαι 1 w 4430
ὡς 4 w 4432
πολεμίοις 1 w 4441
ἀλλʼ 7 w 4446
ἐπέπαυτο 1 w 4454
τῆς 14 w 4457
ὀργῆς 1 w 4462
ἄνθρωπος 1 w 4471
βάρβαρος 1 w 4479
καὶ 52 w 4482
φύσει 1 w 4487
πολέμιος 1 w 4495
καὶ 53 w 4498
συγκινδυνεύσας 1 w 4512
καὶ 54 w 4515
περὶ 9 w 4519
τῆς 15 w 4522
σωτηρίας 1 w 4530
αὐτῆς 1 w 4535
σὺ 2 w 4538
δʼ 12 w 4540
αὐτήν 1 w 4545
τε 24 w 4547
ἀπολαμβάνων 2 w 4558
τὴν 21 w 4561
ἄνθρωπον 1 w 4569
καὶ 55 w 4572
πρὸς 5 w 4576
ἐκείνῃ 1 w 4582
τοσαύτας 1 w 4590
λαμβάνων 3 w 4598
καὶ 56 w 4602
πρὸς 6 w 4606
ταῖς 2 w 4610
γυναιξὶ 1 w 4617
χρήματα 2 w 4624
πόλεις 2 w 4631
χώραν 1 w 4637
συγγένειαν 1 w 4648
4 w 4650
θαυμάζειν 1 w 4659
δέον 3 w 4663
οὐκ 8 w 4666
ἐῶ 1 w 4668
μέμψασθαι 1 w 4678
δʼ 13 w 4680
οὐκ 9 w 4683
ἔχεις 2 w 4688
εἰσαεὶ 1 w 4695
μενεῖς 1 w 4701
ἐπὶ 3 w 4704
τοῦ 17 w 4707
παροξυσμοῦ 1 w 4717
κἀκεῖνος 1 w 4726
μὲν 18 w 4729
συνεύξατο 1 w 4738
τῷ 10 w 4740
θεῷ 2 w 4743
παῦσαι 1 w 4749
τὴν 22 w 4752
νόσον 1 w 4757
ἡμῖν 1 w 4761
σὺ 3 w 4764
δʼ 14 w 4766
οὐ 36 w 4768
βουλήσει 1 w 4776
παῦσαι 2 w 4782
τὰ 18 w 4784
τοῦ 18 w 4787
πολέμου 2 w 4794
δύσκολα 1 w 4801
ἀλλʼ 8 w 4806
8 w 4807
μὲν 19 w 4810
ἐξ 4 w 4812
ἀμφοῖν 1 w 4818
ἐνεδείξατο 1 w 4828
τὴν 23 w 4831
δύναμιν 1 w 4838
τοῖς 8 w 4842
Ἀχαιοῖς 2 w 4849
ἔκ 1 w 4852
τε 25 w 4854
ὧν 4 w 4856
καταρασάμενος 1 w 4869
πολλοὺς 1 w 4876
διέφθειρε 1 w 4885
καὶ 57 w 4888
ὧν 5 w 4890
εὐξάμενος 1 w 4899
ἅπαντας 2 w 4906
ἔσωσε 1 w 4911
σὺ 4 w 4914
δʼ 15 w 4916
ἀξιώσεις 1 w 4924
ἀπὸ 2 w 4927
θατέρου 1 w 4934
μόνου 1 w 4939
μιμήσασθαι 1 w 4949
τὸν 4 w 4952
ἱερέα 1 w 4957
καὶ 58 w 4961
ταῦτα 8 w 4966
ἀπὸ 3 w 4969
τῶν 22 w 4972
ἀπολλυμένων 1 w 4983
ἀλλὰ 5 w 4988
πολλῷ 2 w 4993
βέλτιον 1 w 5000
ἦν 2 w 5002
τῷ 11 w 5004
σώζειν 2 w 5010
πάντας 1 w 5016
ἐνδείκνυσθαι 1 w 5028
τὴν 24 w 5031
ῥώμην 1 w 5036
3 w 5037
θάτερον 1 w 5044
πράξαντα 1 w 5052
τὸ 21 w 5054
λοιπὸν 1 w 5060
φυγεῖν 1 w 5066
καὶ 59 w 5070
προδοῦναι 1 w 5079
μὲν 20 w 5082
τὸ 22 w 5084
στρατόπεδον 2 w 5095
ἐπὶ 4 w 5098
τῷ 12 w 5100
κομίσασθαι 1 w 5110
τὴν 25 w 5113
σαυτοῦ 5 w 5119
δεινὸν 1 w 5125
ἂν 9 w 5127
ἡγήσω 1 w 5132
σῶσαι 1 w 5138
δὲ 22 w 5140
οὐ 37 w 5142
δέξει 1 w 5147
τὸ 23 w 5149
στρατόπεδον 3 w 5160
μετὰ 1 w 5164
τοῦ 20 w 5167
τὴν 26 w 5170
σεαυτοῦ 1 w 5177
κομίζεσθαι 1 w 5187
ἀλλʼ 9 w 5192
9 w 5193
μὲν 21 w 5196
Ἕκτωρ 1 w 5201
πυρὶ 1 w 5205
καὶ 60 w 5208
σιδήρῳ 1 w 5214
πάντα 3 w 5219
ἐπέρχεται 1 w 5228
καὶ 61 w 5232
σμικρόν 1 w 5239
ἐστιν 2 w 5244
αὐτῷ 2 w 5248
σῶσαι 2 w 5253
Τροίαν 1 w 5259
σὺ 5 w 5262
δʼ 16 w 5264
ἐν 7 w 5266
τῇ 4 w 5268
σκηνῇ 1 w 5273
μενεῖς 2 w 5279
ᾁδων 1 w 5283
πρὸς 7 w 5287
λύραν 1 w 5292
πότερον 1 w 5300
τὰ 20 w 5302
ἑτέρων 1 w 5308
ᾁδων 2 w 5312
μενεῖς 3 w 5318
ἀλλʼ 10 w 5323
ἄμεινον 1 w 5330
ἑτέροις 1 w 5337
τὰ 21 w 5339
σαυτοῦ 6 w 5345
παρασχεῖν 1 w 5354
ᾁδειν 1 w 5359
ἐπὶ 5 w 5362
χρηστῷ 1 w 5368
τινι 1 w 5372
ἀλλὰ 6 w 5377
τὴν 27 w 5380
μῆνιν 1 w 5385
νὴ 2 w 5387
Δίʼ 1 w 5390
ἣν 3 w 5392
μηνίεις 1 w 5399
ταύτην 2 w 5405
ὑμνήσεις 1 w 5413
ὥσπερ 2 w 5418
θεόν 1 w 5422
δέδοικα 1 w 5430
μὴ 10 w 5432
τῶν 23 w 5435
Ἀχαιῶν 3 w 5441
ᾁδης 1 w 5445
ἐπιταφίους 1 w 5455
οὕτως 6 w 5461
ἀωρὶ 1 w 5465
τοῦ 23 w 5468
παντὸς 1 w 5474
χρόνου 1 w 5480
μελῳδῶν 1 w 5487
εἶτα 1 w 5492
φῂς 2 w 5495
εἶναι 6 w 5500
φιλόψυχος 1 w 5509
καὶ 62 w 5512
καταψεύδει 1 w 5522
σαυτοῦ 7 w 5528
καὶ 63 w 5532
τίς 2 w 5535
3 w 5536
πρὸς 8 w 5540
θεῶν 3 w 5544
οὕτω 11 w 5548
παῖς 2 w 5552
ἐστιν 3 w 5557
ὥστε 2 w 5561
πεισθῆναι 1 w 5570
ὡς 5 w 5572
Ἀχιλλεὺς 1 w 5580
ἀγαπᾷ 1 w 5585
ζῶν 1 w 5588
καὶ 64 w 5591
διὰ 2 w 5594
ταῦτα 9 w 5599
ἔξω 1 w 5602
βελῶν 1 w 5607
ἐστιν 4 w 5612
ὅτι 4 w 5616
οὐχ 4 w 5619
οἷόν 1 w 5623
τε 29 w 5625
ἀποθανόντα 1 w 5635
ἀναστῆναι 1 w 5644
εἰ 22 w 5647
δʼ 17 w 5649
Ἐπειοῦ 1 w 5655
τοῦ 25 w 5658
Φωκέως 1 w 5664
ἠκούομεν 1 w 5672
ποίους 1 w 5679
ἄν 3 w 5681
τινας 1 w 5686
ἄλλους 1 w 5692
4 w 5693
τούτους 2 w 5700
ἠκούομεν 2 w 5708
τοὺς 9 w 5712
λόγους 3 w 5718
καίτοι 2 w 5725
τί 11 w 5727
λέγω 1 w 5731
ἐκεῖνος 1 w 5739
πυκτεύων 1 w 5747
ἥδιον 1 w 5752
ἂν 10 w 5754
τεθναίη 1 w 5761
πρὶν 1 w 5766
ἐκστῆναί 1 w 5774
τινι 2 w 5778
ταῦτα 10 w 5784
μὲν 22 w 5787
οὖν 1 w 5790
εἰς 4 w 5793
Θερσίτην 1 w 5801
τρέποιτο 1 w 5809
καὶ 65 w 5812
ὅστις 1 w 5817
ἐκείνῳ 1 w 5823
παραπλήσιος 1 w 5834
σὺ 6 w 5837
δὲ 23 w 5839
4 w 5840
τᾶν 1 w 5843
μὴ 11 w 5845
σκῶπτε 1 w 5851
μηδʼ 1 w 5856
ἀντιποιοῦ 1 w 5865
κακίας 1 w 5871
ἧς 2 w 5874
οὐδέν 1 w 5879
σοι 6 w 5882
προσήκει 3 w 5890
οὔτε 1 w 5895
γὰρ 11 w 5898
ἡμᾶς 4 w 5902
πείσεις 1 w 5909
οὔθʼ 1 w 5913
ὡς 6 w 5916
ἐγᾦμαι 1 w 5922
σαυτόν 1 w 5929
ἀλλὰ 7 w 5934
καθελκύσας 1 w 5944
τὰς 5 w 5947
ναῦς 1 w 5951
ἀποπλέων 1 w 5959
οἰχήσει 1 w 5966
εἶτʼ 1 w 5971
οὐκ 10 w 5974
αἰσχύνει 1 w 5982
τὰς 6 w 5985
Νηρηίδας 1 w 5993
τὰς 7 w 5996
πρὸς 9 w 6000
μητρὸς 2 w 6006
συγγενεῖς 1 w 6015
οὕτως 7 w 6020
ἀνομοίως 1 w 6028
πλέων 2 w 6033
τὴν 28 w 6036
θάλατταν 2 w 6044
νῦν 6 w 6047
καὶ 66 w 6050
πρὸ 11 w 6053
τοῦ 26 w 6056
τότε 4 w 6061
μὲν 23 w 6064
δόξης 1 w 6069
ἀφορμὰς 1 w 6076
δύναμιν 2 w 6083
συλλέγων 1 w 6091
τῷ 15 w 6093
στρατοπέδῳ 1 w 6103
νυνὶ 1 w 6108
δʼ 19 w 6110
ἅπασι 2 w 6115
λελυμασμένος 1 w 6127
πρὸς 10 w 6132
ποτέρων 1 w 6139
δέ 9 w 6141
σοι 7 w 6144
ταῦτα 11 w 6149
ἄξια 2 w 6153
τῶν 24 w 6156
συγγενῶν 1 w 6164
πότερον 2 w 6172
τῶν 25 w 6175
θαλαττίων 1 w 6184
5 w 6185
τῶν 26 w 6188
κατʼ 2 w 6192
ἤπειρον 2 w 6199
οἵ 1 w 6202
ποτʼ 1 w 6206
ἐλθόντες 1 w 6214
δεῦρο 1 w 6219
οὐ 41 w 6221
πρότερον 2 w 6229
ἀπῆραν 1 w 6235
πρὶν 2 w 6239
συνεξεῖλον 1 w 6249
τῷ 16 w 6251
πολεμάρχῳ 1 w 6260
τί 13 w 6263
δὲ 24 w 6265
καὶ 67 w 6268
θήσει 1 w 6273
πρὸς 11 w 6277
θεῶν 4 w 6281
ὄνομα 1 w 6286
τῇ 5 w 6288
θυσίᾳ 1 w 6293
ἣν 4 w 6296
αὔριον 1 w 6302
θύσειν 1 w 6308
φῄς 1 w 6311
πότερον 3 w 6319
χαριστήρια 1 w 6329
6 w 6331
τί 14 w 6333
καλεῖς 1 w 6339
αὐτήν 2 w 6344
εἶτʼ 2 w 6349
οὐκ 11 w 6352
αἰσχύνει 2 w 6360
τοὺς 10 w 6364
θεοὺς 1 w 6369
αὐτοὺς 3 w 6375
μάρτυρας 1 w 6383
τοσαύτης 2 w 6391
κακίας 2 w 6397
ποιούμενος 1 w 6407
θύων 1 w 6412
καὶ 68 w 6415
σπένδων 1 w 6422
καὶ 69 w 6425
παιανίζων 1 w 6434
ἐπὶ 6 w 6437
ταῖς 3 w 6441
τῶν 27 w 6444
Ἑλλήνων 1 w 6451
συμφοραῖς 1 w 6460
φάσκων 1 w 6467
ἀπέχειν 1 w 6474
ἅπαντα 3 w 6480
παρʼ 2 w 6484
αὐτῶν 5 w 6489
ὁρῶν 1 w 6494
εἰς 5 w 6497
τὸ 25 w 6499
πεδίον 1 w 6505
μεστὸν 1 w 6512
νεκρῶν 1 w 6518
τῶν 29 w 6521
ὑπὸ 1 w 6524
σοὶ 2 w 6527
ταττομένων 1 w 6537
ἡμέραν 1 w 6544
οὐκ 12 w 6547
οἶδα 1 w 6551
πόστην 1 w 6557
ἄνω 1 w 6560
τί 15 w 6563
δʼ 20 w 6565
ἔσται 1 w 6570
σοι 8 w 6573
τοῦ 27 w 6576
πλοῦ 1 w 6580
τὸ 27 w 6582
σχῆμα 2 w 6587
7 w 6589
τίς 3 w 6592
λόγος 1 w 6597
τῶν 30 w 6600
ἰδόντων 1 w 6607
8 w 6608
τῶν 31 w 6611
ἀκουσάντων 1 w 6621
Ἀχιλλεὺς 2 w 6630
ἐπαναπλεῖ 1 w 6639
ποῖα 2 w 6644
λάφυρα 1 w 6650
κομίζων 1 w 6657
9 w 6659
ποίας 1 w 6664
ἀπαρχὰς 1 w 6671
ἄγων 1 w 6675
10 w 6677
τί 17 w 6679
τῶν 32 w 6682
οἴκοι 1 w 6687
στεφανώσων 1 w 6697
11 w 6699
τῶν 33 w 6702
ἰδίων 2 w 6707
12 w 6708
τῶν 34 w 6711
δημοσίων 1 w 6719
καλὸν 2 w 6725
δὲ 25 w 6727
τῇ 6 w 6729
Σκύρῳ 1 w 6734
νῦν 7 w 6737
προσχεῖν 1 w 6745
καὶ 70 w 6749
τί 18 w 6751
φήσεις 1 w 6757
πρὸς 12 w 6761
τὸν 6 w 6764
παῖδα 7 w 6769
τὸν 7 w 6772
σαυτοῦ 8 w 6778
τί 19 w 6781
τῇ 7 w 6783
γυναικὶ 1 w 6790
δόξεις 2 w 6796
εἶναι 7 w 6801
βελτίων 1 w 6808
εἰπών 1 w 6813
καὶ 71 w 6817
τί 21 w 6819
λέγω 3 w 6823
Σκῦρον 1 w 6829
13 w 6830
γυναῖκα 2 w 6837