Scaife ATLAS

CTS Library / Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν (532-536)

urn:cts:greekLit:tlg0284.tlg042.perseus-grc2:532-536
Refs {'start': {'reference': '532', 'human_reference': 'Jebb_Page 532'}, 'end': {'reference': '536', 'human_reference': 'Jebb_Page 536'}}
Ancestors []
Children []
prev
plain textXML
next

αὑτῶν ἀσφαλῶς οἰκεῖν. δὲ στάσις πάντων τῶν αἰσχρῶν καὶ κακῶν ὡσπερεὶ κεφάλαιόν ἐστι, καὶ μὴ ὅτι τῶν ἄλλων εἶναι κρείττους, ἀλλʼ οὐδʼ αὐτοὺς ἑαυτοῖς ὁμοιοῦσθαι. μὴ γὰρ εἰ μηδὲν ἀνήκεστον νῦν γίγνεται, μηδὲ γὰρ γένοιτό ποτε Ζεῦ καὶ θεοὶ, ἀλλά τοι τῶν γε πονηρῶν καρπῶν οὐδὲ τὸ σπέρμα φασὶ δεῖν σώζειν. πιστεύειν δὴ χρὴ καὶ Ὅμηρον ἀληθῆ λέγειν, ὡς ἄρα ἔρις ἄρχεται μὲν ἐξ ὀλιγίστου, προέρχεται δὲ ἐπὶ μήκιστον. ἄνευ γὰρ τοῦ πᾶσαν αὐτῷ τὴν Ἰλιάδα εἰς τοῦτο αὐτὸ συγκεῖσθαι καὶ στάσεως εἶναι κατηγορίαν ἅπαν τὸ ποίημα, λέγει δή που καὶ διαρρήδην εἰς τὴν Ἔριν ταυτὶ τὰ ἔπη

ὀλίγον μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει.s
ἐγὼ δʼ οὐρανοῦ μὲν ψαύειν ἔριν οὐκ ἔχω ὅπως συγχωρῶ· δειναὶ γὰρ αἱ Διὸς, οἶμαι, πύλαι κλεῖσαι πάροδον παντὶ νοσήματι· τοσοῦτον δʼ ἂν ἔχοιμι διισχυρίσασθαι ὅτι ἥκιστα δὴ τοῦτο τῶν ἀνθρωπείων περιγραπτοὺς ἔχει τοὺς ὅρους.

ὅλως μὲν οὖν οὐδὲν, οἶμαι, χρὴ τοσοῦτον ἆθλον νομίζειν οὔθʼ ὑπὸ γῆς οὔτʼ ἐν φανερῷ κατακείμενον ὥστʼ ἀξιόχρεων εἶναι μανίας τοσαύτης· εἰ δʼ ἄρα δεῖ καὶ τοῦτʼ εἰπεῖν, ἐνθυμεῖσθʼ ὅτι τοῖς Λακεδαιμονίοις τότε καὶ τοῖς Ἀθηναίοις καὶ πρός γʼ ἔτι Θηβαίοις ἦν τι σχῆμα τῶν πρὸς ἀλλήλους πραγμάτων. προστασία γὰρ τῶν Ἑλλήνων καὶ τὸ δοκοῦν ἑαυτοῖς προστάξαι κυρίοις εἶναι καὶ παρʼ ἐκείνους ἰέναι τοὺς δεομένους, καὶ χρημάτων δὴ σύλλογοι καὶ πολλὰ τοιαῦτα ὑπῆρχεν ὥσπερ ἀφορμὴ τῆς φιλονεικίας. οὐ πάντη μὲν, οἶμαι, πράγματα αἱρετὰτίς δʼ ἂν φήσειεν εὖ φρονῶν; ὅμως δʼ εἶχέ τινα νοῦν ὡς εἰπεῖν νόσος. ὑμεῖς δὲ, ἄνδρες Ἴωνες, καὶ ὑμεῖς, ἄνδρες εἴτε αὐτόχθονες εἴτε Ἀρκάδες, χαίρετε ἀκούοντες, εἴ τις ἔροιθʼ ὑμᾶς ἀντὶ τοῦ στασιάζετε καὶ φιλονεικεῖτε καὶ ταράττεσθε καὶ τετύφωσθε, τί πρὸς θεῶν ἀποκρινεῖσθε; ὑπὲρ ποίας ταῦτα ποιεῖν ἡγεμονίας, τίνων συμμάχων, ποίων λιμένων, τριήρων, φόρων, τόπων,

τί τοσοῦτόν ἐστι τὸ νικῶν τοὺς λογισμούς; οὐχ οἱ πρόγονοι μὲν ὑμῶνκαί μοι πρὸς Διὸς δοθήτω τι παρρησίας ἤδη· οὔκουν οἵ γε ἰατροὶ πάντα πρὸς ἡδονὴν ἰῶνται, ἀλλʼ ἀγαπητὸν, εἰ μὴ τὰ πλείω μετὰ ἀηδίας. φέρε δὴ καὶ τούτων βραχύ τι μνημονεύσωμεν, ἂν ἄρα ἀκούσαντες ὑφῆτε τοῦ φρονήματος ἀλλʼ ὁσονοῦν ἐκεῖνοι τοίνυν ἠγάπων, εἴ τινʼ ἔχοιεν τὸν προεστῶτα ἑαυτῶν, καὶ διετέλουν ἐν τούτῳ τῷ σχήματι τοτὲ μὲν Ἀθηναίους εὐεργέτας νομίζοντες ἐλευθεροῦντας σφᾶς ἀπὸ τῶν

βαρβάρων, πάλιν δὲ Λακεδαιμονίους ἀπʼ Ἀθηναίων, αὖθις δʼ αὖ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ διδόντες αὑτοὺς ἀσμένως, οὕτω σφόδρα ἀσχόλως εἶχον πρὸς τὸ πρωτεύειν. ἀλλὰ μὴν τά γε νυνὶ πράγματα καὶ τὸν καθεστηκότα ἀγαθῇ τύχῃ θεσμὸν τίς οὕτω παῖς ἐστιν πρεσβύτης ἔξω τοῦ φρονεῖν, ὅστις οὐκ οἶδεν ὡς μία μὲν πόλις πρώτη καὶ μεγίστη πᾶσαν ὑφʼ αὑτῇ τὴν γῆν ἔχει, εἷς δʼ οἶκος ἅπαντα ἐξηγεῖται, ἡγεμόνες δʼ ἡμῖν ἐκ νόμου φοιτῶσι καθʼ ἕκαστον ἔτος, τούτοις δʼ ἅπαντα ἐπιτέτραπται καὶ μείζω καὶ ἐλάττω πράττειν, ὅπη ποτʼ ἂν αὐτοῖς δοκῇ βέλτιστον εἶναι; τί οὖν μαθόντες εἰπέ μοι πράγματα ἡμῖν αὐτοῖς παρέχομεν καὶ ὀνειρώττομεν καὶ περὶ τῆς σκιᾶς μαχόμεθα καὶ παρὸν ἡμῖν τῆς ἡσυχίας ἀπολαύειν, ἣν οὗτοι καλῶς ποιοῦντες παρασκευάζουσι, τούτοις τε ἐνοχλοῦμεν οὐδὲν δεομένοις καὶ αὐτοὶ κακῶν ἐπισπάστων ἐπιθυμοῦμεν, ὥσπερ οὐκ ἔχοντες τοῖς ἀγαθοῖς τι χρησόμεθα; τίς γὰρ οὐκ ἂν ἀμφιγνοήσειε τὸν τρόπον, ὃν νῦν τοῖς ἡγεμόσι προσφερόμεθα; εὐνοϊκῶς μὲν γὰρ οἶμαι καὶ πιστῶς. τί δὲ οὔ; τίνες μὲν οὖν μᾶλλον ἡμῶν; ἀλλʼ ὁμιλοῦμέν γε αὐτοῖς οὐκ οἶδʼ ὅπως αὐθάδειαν τῇ κολακείᾳ κεραννύντες. ὁπόταν γὰρ πλείω μὲν ἕκαστοι θεραπεύειν αὐτοὺς ἀξιῶσιν ʼκεῖνοι δέονται, χρόνον δὲ τάττωσιν ὅσον χρὴ μένειν παρʼ ἑαυτοῖς, ἀπειλοῦντες ὡς, εἰ μὴ πείθοιντο, οὐκ ἀνέξοιντο, πάντα δʼ ὑπισχνῶνται καὶ ἑκοῦσι καὶ ἄκουσιν ὑπηρετήσειν, χρῆσθαι δʼ αὐτοῖς μόνοις

μάλιστά γε προστάττωσι, κυρίους δὲ μὴ δεῖν οἴωνται

ποιεῖν τι γιγνώσκοιεν, τί τις εἶναι φῇ τὸ τοιοῦτον δυοῖν πραγμάτων ἀνομοίων κρᾶσιν, ἧς οὐκ ἄρξασθαι θαυμαστότερον μὴ βουλομένους παύσασθαι φανεροὺς γενέσθαι; ἄρχουσι μὲν γὰρ τῶν τοιούτων οἱ φαυλότατοι δή που, καταπαύουσι δʼ οἱ βέλτιστοι. ὥστʼ ἐκείνοις μὲν προσέχειν ἐθέλειν διὰ τέλους, ἡμῖν δὲ μηδʼ ὅσον τὸ μέρος νέμειν, πῶς οὐχ ἅπασα ἂν εἴη συμφορά; θαυμάζω δʼ ὅτι σεμνύνεσθε μὲν οὐχ ἥκιστα τοῖς ναοῖς καὶ τοῖς ἀγῶσιν, οὓς κοινοὺς νομίζετε, ὑπὲρ δὲ αὐτῶν τούτων διεστήκατε. καίτοι ὅταν οἷς ὡς κοινοῖς ἀγάλλεσθε, ὑπὲρ τούτων ἐρίζητε, ὑπὲρ τοῦ λοιπὸν ταὐτὰ φρονήσετε; ἐγὼ μὲν γὰρ οἶμαι τούτῳ τό τε κοινὸν καὶ τὸ ἴδιον κεχωρίσθαι καὶ τὸν τῶν σοφῶν λόγον τοῦτο βούλεσθαι, ὡς ἄρα χρὴ κοινὰ πάντʼ εἶναι τοῖς μέλλουσιν ὡς κάλλιστα πράξειν. οὗ μὲν γὰρ χωρίς τι ἕκαστος κέκτηται, καὶ τὸ συμφέρον χωρὶς ἑκάστου. ἐκ δὲ τούτου στάσεις καὶ μάχαι καὶ διαφοραί. τὸ γὰρ οὐ σὸν τοῦτο, ἀλλʼ ἐμὸν, ἄρχει πάσης τῆς φιλονεικίας. οὗ δʼ ἅπαντες κοινὰ τὰ ὄντα ἡγοῦνται, κοινὴν περὶ αὐτῶν καὶ τὴν γνώμην ἔχουσιν.

ὑμεῖς τοίνυν ὥσπερ ἐλέγχους ταύτας κατὰ τῆς στάσεως τὰς ἐπωνυμίας ποιούμενοι κοινὰ μὲν τὰ βουλευτήρια, κοινοὺς δὲ τοὺς νεὼς καὶ τοὺς ἀγῶνας, κοινὰ δὲ πάνθʼ ὡς εἰπεῖν τὰ μέγιστα προσειρήκατε. καίτοι πῶς οὐκ ἀνάγκη θάτερα ἁμαρτάνειν; εἰ μὲν γὰρ ὀρθῶς ἐπὶ τούτοις φιλοτιμεῖσθε κοινοῖς οὖσι, πῶς οὐκ αἰσχύνεσθαι χρὴ διὰ ταῦτʼ ἐρίζοντας; εἰ δʼ οὐδέν ἐστιν αὐτῶν σεμνὸν, πῶς εἰκὸς μέγʼ ἐπʼ αὐτοῖς φρονεῖν; οἶμαι γὰρ εἰ μέχρι νῦν

τοῦθʼ ὑμᾶς ἐλελήθει καί τις ἐξευρὼν παρέδειξεν ὡς προσήκει τι τούτων καὶ τοῖς ἄλλοις, καὶ οὐ τῶν ἐχόντων ἐστὶ μόνον, ἀλλὰ πάντων κοινὰ ὥσπερ χρήματα, καὶ οὐκ ἔνεστʼ ἀποκλεῖσαι τοὺς ἄλλους τῆς ἐπʼ αὐτοῖς φιλοτιμίας, εἰκότως ἂν ἅπαντας παύσασθαι τῆς διαφορᾶς. τὸ δʼ

αὐτοὺς εἰδότας, αὐτοὺς ὀνομάζοντας, φιλοτιμουμένους τῇ προσρήσει τὰς τῆς ὁμονοίας ἀφορμὰς εἰς τὴν στάσιν ἐκτρέπειν, καὶ ταῖς τῶν ὀνομάτων εὐφημίαις εἰς δυσχέρειαν τῶν πραγμάτων καταχρῆσθαι, καὶ νοσεῖν ἐκ τούτων ἐξ ὧν εἰκὸς ἦν ἀπαλλάττεσθαι τίς οὐκ ἂν φαίη παραπλήσιον εἶναι ὥσπερ ἂν εἴ τινες ἐκ τῶν φαρμάκων τῶν πρὸς σωτηρίαν παρεσκευασμένων μὴ ὅτι βέλτιον ἀπαλλάττοιεν, ἀλλὰ καὶ διαφθείροιντο; μηδαμῶς, χρηστοί. τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδʼ ἂν εἷς νεμεσήσειεν, δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλʼ ὅπως ἀκούσεσθε εὐμενῶς· ἐὰν, μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλʼ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖν. τοῦτο δʼ ἐστὶν οὐ τὸ τῶν πλησίον εἰκῆ καταφρονεῖν οὐδὲ τὸ πάντʼ αὐτοὺς ἔχειν οἴεσθαι, πόθεν; ἀλλὰ τὸ μικρὸν δὴ καὶ ἁπλοῦν τὸ εὖ φρονεῖν. οἱ γὰρ τοῦτʼ ἔχοντες ἐν ταῖς γνώμαις ἥκιστα μὲν εἰς τείχη καὶ λιμένας καταφεύγουσιν, ἥκιστα δὲ χρημάτων καὶ στοῶν καὶ πάσης ἐπακτοῦ φιλοτιμίας προσδέονται, ἴσασι δʼ ὅτι

κἂν ὑπαίθριοι σκηνῶνται, οὐδέν εἰσι φαυλότεροι Βαβυλωνίων μεθυόντων εἴσω πυλῶν. πάντων δὲ κάλλιστον ὑπάρχει πρὸς εὐθυμίαν αὐτοῖς· οὐ γὰρ ἡγοῦνται προσθήκην αὑτοὺς εἶναι τῶν ὑπαρχόντων, ἀλλὰ πάνθʼ ὅσα ἂν κτήσωνται δεύτερα ἑαυτῶν εἶναι νομίζουσι. καὶ μὴν ἐκεῖνα μὲν τὰ καλλωπίσματα καὶ δαπάνης καὶ χρόνου καὶ τῆς παρὰ τῶν βαναύσων βοηθείας προσδεῖται, τοῦτο δʼ ἐν μέσῳ πᾶσι πρόκειται τοῖς δυνατοῖς ἰδεῖν καὶ οὐδὲν δεῖ πραγματείας, ἀλλʼ ἀπόχρη βουληθεῖσιν ἔχειν τἀγαθόν. δεῖ δὲ τοὺς ὀρθῶς βουλευομένους τῶν μὲν πολεμίων πάντως ἐθέλειν κρατεῖν, τῶν δʼ ἐπιτηδείων εἰδέναι ὅτε καιρὸς

ἡττᾶσθαι. οὐ γὰρ ἅπασα νίκη καλὴ, οὐδʼ ἐκ θεῶν ἀνθρώποις παραγίγνεται. μεστὴ δὲ καὶ τραγωδία τῶν ταῦτα παραινούντων. μέν γέ τις αὐτῶν που λέγει

φίλων γὰρ ἄρξεις μὴ κρατῶν ὅσον θέλεις,
δʼ αὖ φησι
κρατεῖς τοι τῶν φίλων ἡσσώμενος.
Δημοσθένης δὲ ἐπιστέλλων Ἀθηναίοις περὶ τῆς ὁμονοίας τὴν μὲν ἐν τοῖς τοιούτοις ἧτταν καλὴν καὶ προσήκουσαν ἔφη νίκην παρὰ τοῖς εὖ φρονοῦσι κρίνεσθαι λέγων, ἣν γονέων υἱεῖς ἡττῶνται, καὶ πολῖται συγχωροῦσιν ἀλλήλοις. ἐὰν οὖν καὶ ὑμεῖς τούτοις τοῖς λογισμοῖς ἐθελήσητε χρήσασθαι καὶ πρῶτον μὲν αὐτοὶ γνώμης οὕτως ἔχητε ὥστʼ ἀντʼ ἐραστῶν ἀλλήλοις καταστῆναι, ἐνθυμηθέντες ὡς οὐδʼ ὅστις κάλλιστος ἑαυτοῦ πώποτʼ ἠράσθη, ἀλλʼ ἑτέρου του, ἔπειτα δὲ καὶ τοῖς προεστηκόσι καὶ πολιτευομένοις παρʼ ἑκάστοις ὑμῶν παραστῇ τὸ ἐπʼ ἀδείας ταῦθʼ ὑμᾶς κατεπᾴδειν, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν τὰ
πρὸς τὴν φιλονεικίαν ἐξάγοντα πάνθʼ εὑρίσκουσι καὶ λέγειν καὶ πράττειν, οὕτω τοῦ λοιποῦ περὶ τῆς φιλίας καὶ τῆς ὁμονοίας τῆς πρὸς ἀλλήλους ὑμῶν φιλοτεχνεῖν, ἴσως ἂν ὥσπερ ἄλλο τι πρᾶγμα τῆς προσηκούσης μελέτης τυγχάνον καὶ τοῦθʼ ὑμῖν ἀκριβωθείη τε καὶ συμμείνειεν ὡς εἰπεῖν ἐν τῷ τῆς εὐχῆς ῥήματι. νῦν δʼ οὕτως ἀλογίστως διακείμεθα ὥστε ὑφʼ ὧν μὲν οὐδʼ ὁτιοῦν χρηστὸν πείσεσθαι προσδοκῶμεν, ὑπὲρ τούτων ἐρίζομεν καὶ μαχόμεθα, ὧν δʼ ἐξῆν ἡμῖν ἐπιεικείᾳ χρωμένοις ἀπολαύειν παρʼ οὐδὲν ποιούμεθα, καὶ ταῦθʼ, ὥς γʼ ἐγὼ μέμνημαι, καὶ τοῦ κρατίστου τῶν βασιλέων καὶ πάντας παιδείᾳ παρελθόντος αὐτοῦ διαρρήδην περὶ τούτων ἐπιστείλαντος τὸ κατʼ ἀρχὰς εὐθὺς καὶ ὑποσχομένου τούτους βελτίστους καὶ ἀρίστους κρινεῖν, οἵτινες ἂν τῆς ὁμονοίας ἄρχωσιν ἑκόντες εἶναι. νῦν δʼ ὅταν μὲν σεισμὸς τις κίνδυνος καταλαμβάνῃ, γνωρίζομεν ἀλλήλους καὶ συνευχόμεθα καὶ διὰ τοὺς ἑτέρους ἅτεροί φασι σώζεσθαι, ὥστε πολλὴν ἄξιον εἶναι τοῖς κινδύνοις χάριν εἰδέναι, ἐπειδὰν δὲ ἐφʼ ἡμῶν αὐτῶν γενώμεθα καὶ τοῦ πράττειν βουλόμεθα, αὐτοὶ καθιστάμεθα ἡμῖν αὐτοῖς ἀντὶ τῶν σεισμῶν, καὶ οὔτε ἡσυχίαν ἄγειν οὔτε κοινόν τι φρονῆσαι δυνάμεθα,

Tokens

αὑτῶν 1 w 5
ἀσφαλῶς 1 w 12
οἰκεῖν 1 w 18
1 w 20
δὲ 1 w 22
στάσις 1 w 28
πάντων 1 w 34
τῶν 2 w 37
αἰσχρῶν 1 w 44
καὶ 1 w 47
κακῶν 1 w 52
ὡσπερεὶ 1 w 59
κεφάλαιόν 1 w 68
ἐστι 1 w 72
καὶ 2 w 76
μὴ 1 w 78
ὅτι 1 w 81
τῶν 3 w 84
ἄλλων 1 w 89
εἶναι 1 w 94
κρείττους 1 w 103
ἀλλʼ 1 w 108
οὐδʼ 1 w 112
αὐτοὺς 1 w 118
ἑαυτοῖς 1 w 125
ὁμοιοῦσθαι 1 w 135
μὴ 2 w 138
γὰρ 1 w 141
εἰ 1 w 143
μηδὲν 1 w 148
ἀνήκεστον 1 w 157
νῦν 1 w 160
γίγνεται 1 w 168
μηδὲ 2 w 173
γὰρ 2 w 176
γένοιτό 1 w 183
ποτε 1 w 187
1 w 188
Ζεῦ 1 w 191
καὶ 3 w 194
θεοὶ 1 w 198
ἀλλά 1 w 203
τοι 1 w 206
τῶν 4 w 209
γε 1 w 211
πονηρῶν 1 w 218
καρπῶν 1 w 224
οὐδὲ 1 w 228
τὸ 1 w 230
σπέρμα 1 w 236
φασὶ 1 w 240
δεῖν 1 w 244
σώζειν 1 w 250
πιστεύειν 1 w 260
δὴ 1 w 262
χρὴ 1 w 265
καὶ 4 w 268
Ὅμηρον 1 w 274
ἀληθῆ 1 w 279
λέγειν 1 w 285
ὡς 1 w 288
ἄρα 1 w 291
ἔρις 1 w 295
ἄρχεται 1 w 302
μὲν 1 w 305
ἐξ 1 w 307
ὀλιγίστου 1 w 316
προέρχεται 1 w 327
δὲ 5 w 329
ἐπὶ 1 w 332
μήκιστον 1 w 340
ἄνευ 1 w 345
γὰρ 3 w 348
τοῦ 1 w 351
πᾶσαν 1 w 356
αὐτῷ 1 w 360
τὴν 1 w 363
Ἰλιάδα 1 w 369
εἰς 1 w 372
τοῦτο 1 w 377
αὐτὸ 1 w 381
συγκεῖσθαι 1 w 391
καὶ 5 w 394
στάσεως 1 w 401
εἶναι 2 w 406
κατηγορίαν 1 w 416
ἅπαν 1 w 420
τὸ 3 w 422
ποίημα 1 w 428
λέγει 2 w 434
δή 1 w 436
που 1 w 439
καὶ 6 w 442
διαρρήδην 1 w 451
εἰς 2 w 454
τὴν 2 w 457
Ἔριν 1 w 461
ταυτὶ 1 w 466
τὰ 1 w 468
ἔπη 1 w 471
1 w 472
ὀλίγον 1 w 478
μὲν 2 w 481
πρῶτα 1 w 486
κορύσσεται 1 w 496
αὐτὰρ 1 w 502
ἔπειτα 1 w 508
οὐρανῷ 1 w 514
ἐστήριξε 1 w 522
κάρη 1 w 526
καὶ 7 w 529
ἐπὶ 2 w 532
χθονὶ 1 w 537
βαίνει 1 w 543
s 1 w 545
ἐγὼ 1 w 548
δʼ 2 w 550
οὐρανοῦ 1 w 557
μὲν 3 w 560
ψαύειν 1 w 566
ἔριν 1 w 570
οὐκ 1 w 573
ἔχω 1 w 576
ὅπως 1 w 580
συγχωρῶ 1 w 587
δειναὶ 1 w 594
γὰρ 4 w 597
αἱ 1 w 599
Διὸς 1 w 603
οἶμαι 1 w 609
πύλαι 1 w 615
κλεῖσαι 1 w 622
πάροδον 1 w 629
παντὶ 1 w 634
νοσήματι 1 w 642
τοσοῦτον 1 w 651
δʼ 3 w 653
ἂν 1 w 655
ἔχοιμι 1 w 661
διισχυρίσασθαι 1 w 675
ὅτι 2 w 678
ἥκιστα 1 w 684
δὴ 2 w 686
τοῦτο 2 w 691
τῶν 5 w 694
ἀνθρωπείων 1 w 704
περιγραπτοὺς 1 w 716
ἔχει 1 w 720
τοὺς 3 w 724
ὅρους 1 w 729
ὅλως 1 w 734
μὲν 4 w 737
οὖν 1 w 740
οὐδὲν 1 w 745
οἶμαι 2 w 751
χρὴ 2 w 755
τοσοῦτον 2 w 763
ἆθλον 1 w 768
νομίζειν 1 w 776
οὔθʼ 1 w 780
ὑπὸ 1 w 783
γῆς 1 w 786
οὔτʼ 1 w 790
ἐν 1 w 792
φανερῷ 1 w 798
κατακείμενον 1 w 810
ὥστʼ 1 w 814
ἀξιόχρεων 1 w 823
εἶναι 3 w 828
μανίας 1 w 834
τοσαύτης 1 w 842
εἰ 4 w 845
δʼ 4 w 847
ἄρα 2 w 850
δεῖ 2 w 853
καὶ 8 w 856
τοῦτʼ 1 w 861
εἰπεῖν 1 w 867
ἐνθυμεῖσθʼ 1 w 878
ὅτι 3 w 881
τοῖς 2 w 885
Λακεδαιμονίοις 1 w 899
τότε 1 w 903
καὶ 9 w 906
τοῖς 3 w 910
Ἀθηναίοις 1 w 919
καὶ 10 w 922
πρός 1 w 926
γʼ 1 w 928
ἔτι 1 w 931
Θηβαίοις 1 w 939
ἦν 1 w 941
τι 7 w 943
σχῆμα 1 w 948
τῶν 6 w 951
πρὸς 1 w 955
ἀλλήλους 1 w 963
πραγμάτων 1 w 972
προστασία 1 w 982
γὰρ 5 w 985
τῶν 7 w 988
Ἑλλήνων 1 w 995
καὶ 11 w 998
τὸ 4 w 1000
δοκοῦν 1 w 1006
ἑαυτοῖς 2 w 1013
προστάξαι 1 w 1022
κυρίοις 1 w 1029
εἶναι 4 w 1034
καὶ 12 w 1037
παρʼ 1 w 1041
ἐκείνους 1 w 1049
ἰέναι 1 w 1054
τοὺς 4 w 1058
δεομένους 1 w 1067
καὶ 13 w 1071
χρημάτων 1 w 1079
δὴ 3 w 1081
σύλλογοι 1 w 1089
καὶ 14 w 1092
πολλὰ 1 w 1097
τοιαῦτα 1 w 1104
ὑπῆρχεν 1 w 1111
ὥσπερ 1 w 1116
ἀφορμὴ 1 w 1122
τῆς 1 w 1125
φιλονεικίας 1 w 1136
οὐ 7 w 1139
πάντη 1 w 1144
μὲν 5 w 1147
οἶμαι 3 w 1153
πράγματα 1 w 1162
αἱρετὰ 1 w 1168
τίς 1 w 1172
δʼ 5 w 1174
ἂν 2 w 1176
φήσειεν 1 w 1183
εὖ 1 w 1185
φρονῶν 1 w 1191
ὅμως 1 w 1197
δʼ 6 w 1199
εἶχέ 1 w 1203
τινα 1 w 1207
νοῦν 1 w 1211
ὡς 2 w 1213
εἰπεῖν 2 w 1219
2 w 1220
νόσος 1 w 1225
ὑμεῖς 1 w 1231
δὲ 7 w 1233
2 w 1235
ἄνδρες 1 w 1241
Ἴωνες 1 w 1246
καὶ 15 w 1250
ὑμεῖς 2 w 1255
3 w 1257
ἄνδρες 2 w 1263
εἴτε 1 w 1267
αὐτόχθονες 1 w 1277
εἴτε 2 w 1281
Ἀρκάδες 1 w 1288
χαίρετε 1 w 1296
ἀκούοντες 1 w 1305
εἴ 3 w 1308
τις 1 w 1311
ἔροιθʼ 1 w 1317
ὑμᾶς 1 w 1321
ἀντὶ 1 w 1325
τοῦ 5 w 1328
στασιάζετε 1 w 1338
καὶ 16 w 1341
φιλονεικεῖτε 1 w 1353
καὶ 17 w 1356
ταράττεσθε 1 w 1366
καὶ 18 w 1369
τετύφωσθε 1 w 1378
τί 2 w 1381
πρὸς 2 w 1385
θεῶν 1 w 1389
ἀποκρινεῖσθε 1 w 1401
ὑπὲρ 1 w 1406
ποίας 1 w 1411
ταῦτα 1 w 1416
ποιεῖν 1 w 1422
ἡγεμονίας 1 w 1431
1 w 1433
τίνων 1 w 1438
συμμάχων 1 w 1446
2 w 1448
ποίων 1 w 1453
λιμένων 1 w 1460
3 w 1462
τριήρων 1 w 1469
4 w 1471
φόρων 1 w 1476
5 w 1478
τόπων 1 w 1483
6 w 1485
τί 4 w 1487
τοσοῦτόν 1 w 1495
ἐστι 2 w 1499
τὸ 5 w 1501
νικῶν 1 w 1506
τοὺς 5 w 1510
λογισμούς 1 w 1519
οὐχ 1 w 1523
οἱ 1 w 1525
πρόγονοι 1 w 1533
μὲν 6 w 1536
ὑμῶν 1 w 1540
καί 1 w 1544
μοι 2 w 1547
πρὸς 3 w 1551
Διὸς 2 w 1555
δοθήτω 1 w 1561
τι 11 w 1563
παρρησίας 1 w 1572
ἤδη 1 w 1575
οὔκουν 1 w 1582
οἵ 1 w 1584
γε 5 w 1586
ἰατροὶ 1 w 1592
πάντα 1 w 1597
πρὸς 4 w 1601
ἡδονὴν 1 w 1607
ἰῶνται 1 w 1613
ἀλλʼ 2 w 1618
ἀγαπητὸν 1 w 1626
εἰ 7 w 1629
μὴ 4 w 1631
τὰ 4 w 1633
πλείω 1 w 1638
μετὰ 1 w 1642
ἀηδίας 1 w 1648
φέρε 1 w 1653
δὴ 4 w 1655
καὶ 19 w 1658
τούτων 1 w 1664
βραχύ 1 w 1669
τι 12 w 1671
μνημονεύσωμεν 1 w 1684
ἂν 3 w 1687
ἄρα 3 w 1690
ἀκούσαντες 1 w 1700
ὑφῆτε 1 w 1705
τοῦ 6 w 1708
φρονήματος 1 w 1718
ἀλλʼ 3 w 1722
ὁσονοῦν 1 w 1729
ἐκεῖνοι 1 w 1737
τοίνυν 1 w 1743
ἠγάπων 1 w 1749
εἴ 4 w 1752
τινʼ 1 w 1756
ἔχοιεν 1 w 1762
τὸν 2 w 1765
προεστῶτα 1 w 1774
ἑαυτῶν 1 w 1780
καὶ 20 w 1784
διετέλουν 1 w 1793
ἐν 3 w 1795
τούτῳ 1 w 1800
τῷ 2 w 1802
σχήματι 1 w 1809
τοτὲ 1 w 1813
μὲν 7 w 1816
Ἀθηναίους 1 w 1825
εὐεργέτας 1 w 1834
νομίζοντες 1 w 1844
ἐλευθεροῦντας 1 w 1857
σφᾶς 1 w 1861
ἀπὸ 1 w 1864
τῶν 9 w 1867
βαρβάρων 1 w 1875
πάλιν 1 w 1881
δὲ 8 w 1883
Λακεδαιμονίους 1 w 1897
ἀπʼ 1 w 1900
Ἀθηναίων 1 w 1908
αὖθις 1 w 1914
δʼ 7 w 1916
αὖ 2 w 1918
Φιλίππῳ 1 w 1925
καὶ 21 w 1928
Ἀλεξάνδρῳ 1 w 1937
διδόντες 1 w 1945
αὑτοὺς 1 w 1951
ἀσμένως 1 w 1958
οὕτω 1 w 1963
σφόδρα 1 w 1969
ἀσχόλως 1 w 1976
εἶχον 1 w 1981
πρὸς 5 w 1985
τὸ 8 w 1987
πρωτεύειν 1 w 1996
ἀλλὰ 1 w 2001
μὴν 1 w 2004
τά 4 w 2006
γε 6 w 2008
νυνὶ 1 w 2012
πράγματα 2 w 2020
καὶ 22 w 2023
τὸν 3 w 2026
καθεστηκότα 1 w 2037
ἀγαθῇ 1 w 2042
τύχῃ 1 w 2046
θεσμὸν 1 w 2052
τίς 2 w 2055
οὕτω 2 w 2059
παῖς 1 w 2063
ἐστιν 1 w 2068
7 w 2069
πρεσβύτης 1 w 2078
ἔξω 1 w 2081
τοῦ 7 w 2084
φρονεῖν 1 w 2091
ὅστις 1 w 2097
οὐκ 2 w 2100
οἶδεν 1 w 2105
ὡς 3 w 2107
μία 1 w 2110
μὲν 8 w 2113
πόλις 1 w 2118
5 w 2119
πρώτη 1 w 2124
καὶ 23 w 2127
μεγίστη 1 w 2134
πᾶσαν 2 w 2139
ὑφʼ 1 w 2142
αὑτῇ 1 w 2146
τὴν 3 w 2149
γῆν 1 w 2152
ἔχει 2 w 2156
εἷς 1 w 2160
δʼ 8 w 2162
οἶκος 1 w 2167
ἅπαντα 1 w 2173
ἐξηγεῖται 1 w 2182
ἡγεμόνες 1 w 2191
δʼ 9 w 2193
ἡμῖν 1 w 2197
ἐκ 3 w 2199
νόμου 1 w 2204
φοιτῶσι 1 w 2211
καθʼ 1 w 2215
ἕκαστον 1 w 2222
ἔτος 1 w 2226
τούτοις 1 w 2234
δʼ 10 w 2236
ἅπαντα 2 w 2242
ἐπιτέτραπται 1 w 2254
καὶ 24 w 2257
μείζω 1 w 2262
καὶ 25 w 2265
ἐλάττω 1 w 2271
πράττειν 1 w 2279
ὅπη 1 w 2283
ποτʼ 1 w 2287
ἂν 4 w 2289
αὐτοῖς 1 w 2295
δοκῇ 1 w 2299
βέλτιστον 1 w 2308
εἶναι 5 w 2313
τί 6 w 2316
οὖν 2 w 2319
μαθόντες 1 w 2327
εἰπέ 1 w 2331
μοι 3 w 2334
πράγματα 3 w 2342
ἡμῖν 2 w 2346
αὐτοῖς 2 w 2352
παρέχομεν 1 w 2361
καὶ 26 w 2364
ὀνειρώττομεν 1 w 2376
καὶ 27 w 2379
περὶ 1 w 2383
τῆς 2 w 2386
σκιᾶς 1 w 2391
μαχόμεθα 1 w 2399
καὶ 28 w 2402
παρὸν 1 w 2407
ἡμῖν 3 w 2411
τῆς 3 w 2414
ἡσυχίας 1 w 2421
ἀπολαύειν 1 w 2430
ἣν 1 w 2433
οὗτοι 1 w 2438
καλῶς 1 w 2443
ποιοῦντες 1 w 2452
παρασκευάζουσι 1 w 2466
τούτοις 2 w 2474
τε 20 w 2476
ἐνοχλοῦμεν 1 w 2486
οὐδὲν 2 w 2491
δεομένοις 1 w 2500
καὶ 29 w 2503
αὐτοὶ 1 w 2508
κακῶν 2 w 2513
ἐπισπάστων 1 w 2523
ἐπιθυμοῦμεν 1 w 2534
ὥσπερ 2 w 2540
οὐκ 3 w 2543
ἔχοντες 1 w 2550
τοῖς 7 w 2554
ἀγαθοῖς 1 w 2561
10 w 2562
τι 18 w 2564
χρησόμεθα 1 w 2573
τίς 3 w 2577
γὰρ 6 w 2580
οὐκ 4 w 2583
ἂν 5 w 2585
ἀμφιγνοήσειε 1 w 2597
τὸν 4 w 2600
τρόπον 1 w 2606
ὃν 1 w 2609
νῦν 2 w 2612
τοῖς 8 w 2616
ἡγεμόσι 1 w 2623
προσφερόμεθα 1 w 2635
εὐνοϊκῶς 1 w 2644
μὲν 9 w 2647
γὰρ 7 w 2650
οἶμαι 4 w 2655
καὶ 30 w 2658
πιστῶς 1 w 2664
τί 8 w 2667
δὲ 10 w 2669
οὔ 4 w 2671
τίνες 1 w 2677
μὲν 10 w 2680
οὖν 3 w 2683
μᾶλλον 1 w 2689
ἡμῶν 1 w 2693
ἀλλʼ 4 w 2698
ὁμιλοῦμέν 1 w 2707
γε 10 w 2709
αὐτοῖς 3 w 2715
οὐκ 5 w 2718
οἶδʼ 1 w 2722
ὅπως 2 w 2726
αὐθάδειαν 1 w 2735
τῇ 2 w 2737
κολακείᾳ 1 w 2745
κεραννύντες 1 w 2756
ὁπόταν 1 w 2763
γὰρ 8 w 2766
πλείω 2 w 2771
μὲν 11 w 2774
ἕκαστοι 1 w 2781
θεραπεύειν 1 w 2791
αὐτοὺς 2 w 2797
ἀξιῶσιν 1 w 2804
8 w 2805
ʼκεῖνοι 1 w 2812
δέονται 1 w 2819
χρόνον 1 w 2826
δὲ 11 w 2828
τάττωσιν 1 w 2836
ὅσον 1 w 2840
χρὴ 3 w 2843
μένειν 1 w 2849
παρʼ 2 w 2853
ἑαυτοῖς 3 w 2860
ἀπειλοῦντες 1 w 2872
ὡς 4 w 2874
εἰ 9 w 2877
μὴ 6 w 2879
πείθοιντο 1 w 2888
οὐκ 6 w 2892
ἀνέξοιντο 1 w 2901
πάντα 2 w 2907
δʼ 12 w 2909
ὑπισχνῶνται 1 w 2920
καὶ 31 w 2923
ἑκοῦσι 1 w 2929
καὶ 32 w 2932
ἄκουσιν 1 w 2939
ὑπηρετήσειν 1 w 2950
χρῆσθαι 1 w 2958
δʼ 13 w 2960
αὐτοῖς 4 w 2966
μόνοις 1 w 2972
9 w 2973
μάλιστά 1 w 2980
γε 11 w 2982
προστάττωσι 1 w 2993
κυρίους 1 w 3001
δὲ 12 w 3003
μὴ 7 w 3005
δεῖν 2 w 3009
οἴωνται 1 w 3016
ποιεῖν 2 w 3022
13 w 3023
τι 19 w 3025
γιγνώσκοιεν 1 w 3036
τί 10 w 3039
τις 3 w 3042
εἶναι 6 w 3047
φῇ 1 w 3049
τὸ 11 w 3051
τοιοῦτον 1 w 3059
10 w 3060
δυοῖν 1 w 3065
πραγμάτων 2 w 3074
ἀνομοίων 1 w 3082
κρᾶσιν 1 w 3088
ἧς 1 w 3091
οὐκ 7 w 3094
ἄρξασθαι 1 w 3102
θαυμαστότερον 1 w 3115
11 w 3116
μὴ 8 w 3118
βουλομένους 1 w 3129
παύσασθαι 1 w 3138
φανεροὺς 1 w 3146
γενέσθαι 1 w 3154
ἄρχουσι 1 w 3162
μὲν 12 w 3165
γὰρ 9 w 3168
τῶν 10 w 3171
τοιούτων 1 w 3179
οἱ 2 w 3181
φαυλότατοι 1 w 3191
δή 2 w 3193
που 2 w 3196
καταπαύουσι 1 w 3208
δʼ 14 w 3210
οἱ 3 w 3212
βέλτιστοι 1 w 3221
ὥστʼ 2 w 3226
ἐκείνοις 1 w 3234
μὲν 13 w 3237
προσέχειν 1 w 3246
ἐθέλειν 1 w 3253
διὰ 1 w 3256
τέλους 1 w 3262
ἡμῖν 4 w 3267
δὲ 13 w 3269
μηδʼ 1 w 3273
ὅσον 2 w 3277
τὸ 12 w 3279
μέρος 1 w 3284
νέμειν 1 w 3290
πῶς 1 w 3294
οὐχ 2 w 3297
ἅπασα 1 w 3302
ἂν 6 w 3304
εἴη 1 w 3307
συμφορά 1 w 3314
θαυμάζω 1 w 3322
δʼ 16 w 3324
ὅτι 4 w 3327
σεμνύνεσθε 1 w 3337
μὲν 14 w 3340
οὐχ 3 w 3343
ἥκιστα 2 w 3349
τοῖς 12 w 3353
ναοῖς 1 w 3358
καὶ 33 w 3361
τοῖς 13 w 3365
ἀγῶσιν 1 w 3371
οὓς 1 w 3375
κοινοὺς 1 w 3382
νομίζετε 1 w 3390
ὑπὲρ 2 w 3395
δὲ 14 w 3397
αὐτῶν 1 w 3402
τούτων 2 w 3408
διεστήκατε 1 w 3418
καίτοι 1 w 3425
ὅταν 1 w 3429
οἷς 1 w 3432
ὡς 5 w 3434
κοινοῖς 1 w 3441
ἀγάλλεσθε 1 w 3450
ὑπὲρ 3 w 3455
τούτων 3 w 3461
ἐρίζητε 1 w 3468
ὑπὲρ 4 w 3473
τοῦ 8 w 3476
λοιπὸν 1 w 3482
ταὐτὰ 1 w 3487
φρονήσετε 1 w 3496
ἐγὼ 2 w 3500
μὲν 15 w 3503
γὰρ 10 w 3506
οἶμαι 5 w 3511
τούτῳ 2 w 3516
τό 7 w 3518
τε 29 w 3520
κοινὸν 1 w 3526
καὶ 34 w 3529
τὸ 13 w 3531
ἴδιον 1 w 3536
κεχωρίσθαι 1 w 3546
καὶ 35 w 3549
τὸν 5 w 3552
τῶν 12 w 3555
σοφῶν 1 w 3560
λόγον 1 w 3565
τοῦτο 3 w 3570
βούλεσθαι 1 w 3579
ὡς 6 w 3582
ἄρα 4 w 3585
χρὴ 4 w 3588
κοινὰ 1 w 3593
πάντʼ 1 w 3598
εἶναι 7 w 3603
τοῖς 14 w 3607
μέλλουσιν 1 w 3616
ὡς 7 w 3618
κάλλιστα 1 w 3626
πράξειν 1 w 3633
οὗ 2 w 3636
μὲν 16 w 3639
γὰρ 11 w 3642
χωρίς 1 w 3647
τι 23 w 3649
ἕκαστος 1 w 3656
κέκτηται 1 w 3664
καὶ 36 w 3668
τὸ 15 w 3670
συμφέρον 1 w 3678
χωρὶς 1 w 3683
ἑκάστου 1 w 3690
ἐκ 5 w 3693
δὲ 15 w 3695
τούτου 1 w 3701
στάσεις 1 w 3708
καὶ 37 w 3711
μάχαι 1 w 3716
καὶ 38 w 3719
διαφοραί 1 w 3727
τὸ 16 w 3730
γὰρ 12 w 3733
οὐ 18 w 3735
σὸν 1 w 3738
τοῦτο 4 w 3743
ἀλλʼ 5 w 3748
ἐμὸν 1 w 3752
ἄρχει 1 w 3758
πάσης 1 w 3763
τῆς 4 w 3766
φιλονεικίας 2 w 3777
οὗ 3 w 3780
δʼ 17 w 3782
ἅπαντες 1 w 3789
κοινὰ 2 w 3794
τὰ 7 w 3796
ὄντα 1 w 3800
ἡγοῦνται 1 w 3808
κοινὴν 1 w 3815
περὶ 2 w 3819
αὐτῶν 2 w 3824
καὶ 39 w 3827
τὴν 4 w 3830
γνώμην 1 w 3836
ἔχουσιν 1 w 3843
ὑμεῖς 3 w 3849
τοίνυν 2 w 3855
ὥσπερ 3 w 3860
ἐλέγχους 1 w 3868
ταύτας 1 w 3874
κατὰ 1 w 3878
τῆς 5 w 3881
στάσεως 2 w 3888
τὰς 1 w 3891
ἐπωνυμίας 1 w 3900
ποιούμενοι 1 w 3910
κοινὰ 3 w 3915
μὲν 17 w 3918
τὰ 10 w 3920
βουλευτήρια 1 w 3931
κοινοὺς 2 w 3939
δὲ 16 w 3941
τοὺς 8 w 3945
νεὼς 1 w 3949
καὶ 40 w 3952
τοὺς 9 w 3956
ἀγῶνας 1 w 3962
κοινὰ 4 w 3968
δὲ 17 w 3970
πάνθʼ 1 w 3975
ὡς 8 w 3977
εἰπεῖν 3 w 3983
τὰ 11 w 3985
μέγιστα 1 w 3992
προσειρήκατε 1 w 4004
καίτοι 2 w 4011
πῶς 2 w 4014
οὐκ 8 w 4017
ἀνάγκη 1 w 4023
θάτερα 1 w 4029
ἁμαρτάνειν 1 w 4039
εἰ 11 w 4042
μὲν 18 w 4045
γὰρ 13 w 4048
ὀρθῶς 1 w 4053
ἐπὶ 3 w 4056
τούτοις 3 w 4063
φιλοτιμεῖσθε 1 w 4075
κοινοῖς 2 w 4082
οὖσι 1 w 4086
πῶς 3 w 4090
οὐκ 9 w 4093
αἰσχύνεσθαι 1 w 4104
χρὴ 5 w 4107
διὰ 2 w 4110
ταῦτʼ 1 w 4115
ἐρίζοντας 1 w 4124
εἰ 12 w 4127
δʼ 18 w 4129
οὐδέν 1 w 4134
ἐστιν 2 w 4139
αὐτῶν 3 w 4144
σεμνὸν 1 w 4150
πῶς 4 w 4154
εἰκὸς 1 w 4159
μέγʼ 1 w 4163
ἐπʼ 1 w 4166
αὐτοῖς 5 w 4172
φρονεῖν 2 w 4179
οἶμαι 6 w 4185
γὰρ 14 w 4188
εἰ 14 w 4190
μέχρι 1 w 4195
νῦν 3 w 4198
τοῦθʼ 1 w 4203
ὑμᾶς 2 w 4207
ἐλελήθει 1 w 4215
καί 4 w 4218
τις 4 w 4221
ἐξευρὼν 1 w 4228
παρέδειξεν 1 w 4238
ὡς 9 w 4240
προσήκει 1 w 4248
τι 27 w 4250
τούτων 4 w 4256
καὶ 41 w 4259
τοῖς 16 w 4263
ἄλλοις 1 w 4269
καὶ 42 w 4273
οὐ 22 w 4275
τῶν 15 w 4278
ἐχόντων 1 w 4285
ἐστὶ 1 w 4289
μόνον 1 w 4294
ἀλλὰ 2 w 4299
πάντων 2 w 4305
κοινὰ 5 w 4310
ὥσπερ 4 w 4315
χρήματα 1 w 4322
καὶ 43 w 4326
οὐκ 10 w 4329
ἔνεστʼ 1 w 4335
ἀποκλεῖσαι 1 w 4345
τοὺς 10 w 4349
ἄλλους 1 w 4355
τῆς 6 w 4358
ἐπʼ 2 w 4361
αὐτοῖς 6 w 4367
φιλοτιμίας 1 w 4377
εἰκότως 1 w 4385
ἂν 7 w 4387
ἅπαντας 1 w 4394
παύσασθαι 2 w 4403
τῆς 7 w 4406
διαφορᾶς 1 w 4414
τὸ 17 w 4417
δʼ 19 w 4419
αὐτοὺς 3 w 4425
εἰδότας 1 w 4432
αὐτοὺς 4 w 4439
ὀνομάζοντας 1 w 4450
φιλοτιμουμένους 1 w 4466
τῇ 3 w 4468
προσρήσει 1 w 4477
τὰς 2 w 4480
τῆς 8 w 4483
ὁμονοίας 1 w 4491
ἀφορμὰς 1 w 4498
εἰς 3 w 4501
τὴν 5 w 4504
στάσιν 1 w 4510
ἐκτρέπειν 1 w 4519
καὶ 44 w 4523
ταῖς 1 w 4527
τῶν 16 w 4530
ὀνομάτων 1 w 4538
εὐφημίαις 1 w 4547
εἰς 4 w 4550
δυσχέρειαν 1 w 4560
τῶν 17 w 4563
πραγμάτων 3 w 4572
καταχρῆσθαι 1 w 4583
καὶ 45 w 4587
νοσεῖν 1 w 4593
ἐκ 7 w 4595
τούτων 5 w 4601
ἐξ 4 w 4603
ὧν 1 w 4605
εἰκὸς 2 w 4610
ἦν 2 w 4612
ἀπαλλάττεσθαι 1 w 4625
τίς 4 w 4628
οὐκ 11 w 4631
ἂν 8 w 4633
φαίη 1 w 4637
παραπλήσιον 1 w 4648
εἶναι 8 w 4653
ὥσπερ 5 w 4658
ἂν 9 w 4660
εἴ 6 w 4662
τινες 1 w 4667
ἐκ 8 w 4669
τῶν 18 w 4672
φαρμάκων 1 w 4680
τῶν 19 w 4683
πρὸς 6 w 4687
σωτηρίαν 1 w 4695
παρεσκευασμένων 1 w 4710
μὴ 9 w 4712
ὅτι 5 w 4715
βέλτιον 1 w 4722
ἀπαλλάττοιεν 1 w 4734
ἀλλὰ 3 w 4739
καὶ 46 w 4742
διαφθείροιντο 1 w 4755
μηδαμῶς 1 w 4763
4 w 4765
χρηστοί 1 w 4772
τῷ 3 w 4775
μὲν 19 w 4778
γὰρ 15 w 4781
αὔξειν 1 w 4787
ἐθέλειν 2 w 4794
τὰς 3 w 4797
αὑτῶν 2 w 4802
πατρίδας 1 w 4810
καὶ 47 w 4813
τὰ 14 w 4815
ὑπάρχοντα 1 w 4824
κοσμεῖν 1 w 4831
οὐδʼ 2 w 4835
ἂν 10 w 4837
εἷς 2 w 4840
νεμεσήσειεν 1 w 4851
2 w 4853
δὲ 18 w 4855
τούτῳ 3 w 4860
πρόσεστιν 1 w 4869
ἀηδίας 2 w 4875
ἀφελεῖν 1 w 4882
ἔγωγε 1 w 4887
συμβουλεύω 1 w 4897
ἔσται 1 w 4903
δὲ 19 w 4905
τοῦτο 5 w 4910
εἴπω 1 w 4914
βούλεσθε 1 w 4922
πῶς 5 w 4925
ἀλλʼ 6 w 4930
ὅπως 3 w 4934
ἀκούσεσθε 1 w 4943
εὐμενῶς 1 w 4950
ἐὰν 1 w 4954
5 w 4956
μακάριοι 1 w 4964
τοῦ 13 w 4968
θαυμάζειν 1 w 4977
τοὺς 13 w 4981
λίθους 1 w 4987
ἀνῆτε 1 w 4992
μικρόν 1 w 4998
τι 34 w 5000
καὶ 48 w 5003
νομίσητε 1 w 5011
πλείονος 1 w 5019
ἀξίους 1 w 5025
ὑμᾶς 3 w 5029
αὐτοὺς 5 w 5035
τῶν 21 w 5038
οἰκοδομημάτων 1 w 5051
καὶ 49 w 5054
πιστεύσητε 1 w 5064
ἀληθὲς 1 w 5070
εἶναι 9 w 5075
τὸ 18 w 5077
πάλαι 1 w 5082
τοῦτο 6 w 5087
ὡς 10 w 5090
ἄρα 5 w 5093
οὐ 26 w 5095
τείχη 1 w 5100
οὐδὲ 4 w 5104
ᾠδεῖα 1 w 5109
οὐδὲ 5 w 5113
στοαὶ 1 w 5118
οὐδὲ 6 w 5122
6 w 5123
τῶν 22 w 5126
ἀψύχων 1 w 5132
κόσμος 1 w 5138
αἱ 3 w 5140
πόλεις 1 w 5146
εἶεν 1 w 5150
ἀλλʼ 7 w 5155
ἄνδρες 3 w 5161
αὑτοῖς 1 w 5167
εἰδότες 1 w 5174
θαρρεῖν 1 w 5181
τοῦτο 7 w 5187
δʼ 21 w 5189
ἐστὶν 1 w 5194
οὐ 30 w 5196
τὸ 19 w 5198
τῶν 23 w 5201
πλησίον 1 w 5208
εἰκῆ 1 w 5212
καταφρονεῖν 1 w 5223
οὐδὲ 7 w 5227
τὸ 20 w 5229
πάντʼ 2 w 5234
αὐτοὺς 6 w 5240
ἔχειν 1 w 5245
οἴεσθαι 1 w 5252
πόθεν 1 w 5258
ἀλλὰ 4 w 5263
τὸ 21 w 5265
μικρὸν 1 w 5271
δὴ 5 w 5273
καὶ 50 w 5276
ἁπλοῦν 1 w 5282
τὸ 22 w 5284
εὖ 2 w 5286
φρονεῖν 4 w 5293
οἱ 4 w 5296
γὰρ 16 w 5299
τοῦτʼ 2 w 5304
ἔχοντες 2 w 5311
ἐν 5 w 5313
ταῖς 2 w 5317
γνώμαις 1 w 5324
ἥκιστα 3 w 5330
μὲν 20 w 5333
εἰς 5 w 5336
τείχη 2 w 5341
καὶ 51 w 5344
λιμένας 1 w 5351
καταφεύγουσιν 1 w 5364
ἥκιστα 4 w 5371
δὲ 24 w 5373
χρημάτων 2 w 5381
καὶ 52 w 5384
στοῶν 1 w 5389
καὶ 53 w 5392
πάσης 2 w 5397
ἐπακτοῦ 1 w 5404
φιλοτιμίας 2 w 5414
προσδέονται 1 w 5425
ἴσασι 1 w 5431
δʼ 22 w 5433
ὅτι 6 w 5436
κἂν 1 w 5439
ὑπαίθριοι 1 w 5448
σκηνῶνται 1 w 5457
οὐδέν 2 w 5463
εἰσι 1 w 5467
φαυλότεροι 1 w 5477
Βαβυλωνίων 1 w 5487
μεθυόντων 1 w 5496
εἴσω 1 w 5500
πυλῶν 1 w 5505
πάντων 3 w 5512
δὲ 25 w 5514
κάλλιστον 1 w 5523
ὑπάρχει 1 w 5530
πρὸς 7 w 5534
εὐθυμίαν 1 w 5542
αὐτοῖς 7 w 5548
οὐ 33 w 5551
γὰρ 17 w 5554
ἡγοῦνται 2 w 5562
προσθήκην 1 w 5571
αὑτοὺς 2 w 5577
εἶναι 10 w 5582
τῶν 24 w 5585
ὑπαρχόντων 1 w 5595
ἀλλὰ 5 w 5600
πάνθʼ 2 w 5605
ὅσα 1 w 5608
ἂν 12 w 5610
κτήσωνται 1 w 5619
δεύτερα 1 w 5626
ἑαυτῶν 2 w 5632
εἶναι 11 w 5637
νομίζουσι 1 w 5646
καὶ 54 w 5650
μὴν 2 w 5653
ἐκεῖνα 1 w 5659
μὲν 21 w 5662
τὰ 15 w 5664
καλλωπίσματα 1 w 5676
καὶ 55 w 5679
δαπάνης 1 w 5686
καὶ 56 w 5689
χρόνου 1 w 5695
καὶ 57 w 5698
τῆς 9 w 5701
παρὰ 1 w 5705
τῶν 26 w 5708
βαναύσων 1 w 5716
βοηθείας 1 w 5724
προσδεῖται 1 w 5734
τοῦτο 8 w 5740
δʼ 23 w 5742
ἐν 6 w 5744
μέσῳ 1 w 5748
πᾶσι 1 w 5752
πρόκειται 1 w 5761
τοῖς 20 w 5765
δυνατοῖς 1 w 5773
ἰδεῖν 1 w 5778
καὶ 58 w 5781
οὐδὲν 3 w 5786
δεῖ 7 w 5789
πραγματείας 1 w 5800
ἀλλʼ 8 w 5805
ἀπόχρη 1 w 5811
βουληθεῖσιν 1 w 5822
ἔχειν 2 w 5827
τἀγαθόν 1 w 5834
δεῖ 8 w 5838
δὲ 27 w 5840
τοὺς 17 w 5844
ὀρθῶς 2 w 5849
βουλευομένους 1 w 5862
τῶν 27 w 5865
μὲν 22 w 5868
πολεμίων 1 w 5876
πάντως 1 w 5882
ἐθέλειν 3 w 5889
κρατεῖν 1 w 5896
τῶν 28 w 5900
δʼ 24 w 5902
ἐπιτηδείων 1 w 5912
εἰδέναι 1 w 5919
ὅτε 1 w 5922
καιρὸς 1 w 5928
ἡττᾶσθαι 1 w 5936
οὐ 35 w 5939
γὰρ 18 w 5942
ἅπασα 2 w 5947
νίκη 1 w 5951
καλὴ 1 w 5955
οὐδʼ 3 w 5960
ἐκ 10 w 5962
θεῶν 2 w 5966
ἀνθρώποις 1 w 5975
παραγίγνεται 1 w 5987
μεστὴ 1 w 5993
δὲ 28 w 5995
καὶ 59 w 5998
17 w 5999
τραγωδία 1 w 6007
τῶν 29 w 6010
ταῦτα 2 w 6015
παραινούντων 1 w 6027
7 w 6029
μέν 12 w 6032
γέ 3 w 6034
τις 5 w 6037
αὐτῶν 4 w 6042
που 3 w 6045
λέγει 3 w 6050
φίλων 1 w 6055
γὰρ 19 w 6058
ἄρξεις 1 w 6064
μὴ 11 w 6066
κρατῶν 1 w 6072
ὅσον 3 w 6076
θέλεις 1 w 6082
8 w 6084
δʼ 26 w 6086
αὖ 3 w 6088
φησι 1 w 6092
κρατεῖς 1 w 6099
τοι 15 w 6102
τῶν 32 w 6105
φίλων 2 w 6110
ἡσσώμενος 1 w 6119
Δημοσθένης 1 w 6130
δὲ 29 w 6132
ἐπιστέλλων 1 w 6142
Ἀθηναίοις 2 w 6151
περὶ 3 w 6155
τῆς 10 w 6158
ὁμονοίας 2 w 6166
τὴν 6 w 6169
μὲν 23 w 6172
ἐν 7 w 6174
τοῖς 22 w 6178
τοιούτοις 1 w 6187
ἧτταν 1 w 6192
καλὴν 1 w 6197
καὶ 60 w 6200
προσήκουσαν 1 w 6211
ἔφη 1 w 6214
νίκην 1 w 6219
παρὰ 2 w 6223
τοῖς 23 w 6227
εὖ 3 w 6229
φρονοῦσι 1 w 6237
κρίνεσθαι 1 w 6246
λέγων 1 w 6251
ἣν 2 w 6254
γονέων 1 w 6260
υἱεῖς 1 w 6265
ἡττῶνται 1 w 6273
3 w 6275
καὶ 61 w 6278
πολῖται 1 w 6285
συγχωροῦσιν 1 w 6296
ἀλλήλοις 1 w 6304
ἐὰν 2 w 6308
οὖν 4 w 6311
καὶ 62 w 6314
ὑμεῖς 4 w 6319
τούτοις 4 w 6326
τοῖς 24 w 6330
λογισμοῖς 1 w 6339
ἐθελήσητε 1 w 6348
χρήσασθαι 1 w 6357
καὶ 63 w 6360
πρῶτον 1 w 6366
μὲν 24 w 6369
αὐτοὶ 2 w 6374
γνώμης 1 w 6380
οὕτως 1 w 6385
ἔχητε 1 w 6390
ὥστʼ 3 w 6394
ἀντʼ 1 w 6398
ἐραστῶν 1 w 6405
ἀλλήλοις 2 w 6413
καταστῆναι 1 w 6423
ἐνθυμηθέντες 1 w 6436
ὡς 11 w 6438
οὐδʼ 4 w 6442
ὅστις 2 w 6447
κάλλιστος 1 w 6456
ἑαυτοῦ 1 w 6462
πώποτʼ 1 w 6468
ἠράσθη 1 w 6474
ἀλλʼ 9 w 6479
ἑτέρου 1 w 6485
του 5 w 6488
ἔπειτα 2 w 6495
δὲ 30 w 6497
καὶ 64 w 6500
τοῖς 25 w 6504
προεστηκόσι 1 w 6515
καὶ 65 w 6518
πολιτευομένοις 1 w 6532
παρʼ 3 w 6536
ἑκάστοις 1 w 6544
ὑμῶν 2 w 6548
παραστῇ 1 w 6555
τὸ 23 w 6557
ἐπʼ 3 w 6560
ἀδείας 1 w 6566
ταῦθʼ 1 w 6571
ὑμᾶς 4 w 6575
κατεπᾴδειν 1 w 6585
καὶ 66 w 6589
τὸν 6 w 6592
αὐτὸν 1 w 6597
τρόπον 2 w 6603
ὅνπερ 1 w 6608
νῦν 4 w 6611
τὰ 16 w 6613
πρὸς 8 w 6617
τὴν 7 w 6620
φιλονεικίαν 1 w 6631
ἐξάγοντα 1 w 6639
πάνθʼ 3 w 6644
εὑρίσκουσι 1 w 6654
καὶ 67 w 6657
λέγειν 2 w 6663
καὶ 68 w 6666
πράττειν 2 w 6674
οὕτω 4 w 6679
τοῦ 20 w 6682
λοιποῦ 1 w 6688
περὶ 4 w 6692
τῆς 11 w 6695
φιλίας 1 w 6701
καὶ 69 w 6704
τῆς 12 w 6707
ὁμονοίας 3 w 6715
τῆς 13 w 6718
πρὸς 9 w 6722
ἀλλήλους 2 w 6730
ὑμῶν 3 w 6734
φιλοτεχνεῖν 1 w 6745
ἴσως 1 w 6750
ἂν 13 w 6752
ὥσπερ 6 w 6757
ἄλλο 3 w 6761
τι 39 w 6763
πρᾶγμα 1 w 6769
τῆς 14 w 6772
προσηκούσης 1 w 6783
μελέτης 1 w 6790
τυγχάνον 1 w 6798
καὶ 70 w 6801
τοῦθʼ 2 w 6806
ὑμῖν 1 w 6810
ἀκριβωθείη 1 w 6820
τε 55 w 6822
καὶ 71 w 6825
συμμείνειεν 1 w 6836
ὡς 12 w 6838
εἰπεῖν 4 w 6844
ἐν 9 w 6846
τῷ 4 w 6848
τῆς 15 w 6851
εὐχῆς 1 w 6856
ῥήματι 1 w 6862
νῦν 5 w 6866
δʼ 28 w 6868
οὕτως 2 w 6873
ἀλογίστως 1 w 6882
διακείμεθα 1 w 6892
ὥστε 1 w 6896
ὑφʼ 2 w 6899
ὧν 2 w 6901
μὲν 25 w 6904
οὐδʼ 5 w 6908
ὁτιοῦν 1 w 6914
χρηστὸν 1 w 6921
πείσεσθαι 1 w 6930
προσδοκῶμεν 1 w 6941
ὑπὲρ 5 w 6946
τούτων 6 w 6952
ἐρίζομεν 1 w 6960
καὶ 72 w 6963
μαχόμεθα 2 w 6971
ὧν 3 w 6974
δʼ 30 w 6976
ἐξῆν 1 w 6980
ἡμῖν 5 w 6984
ἐπιεικείᾳ 1 w 6993
χρωμένοις 1 w 7002
ἀπολαύειν 2 w 7011
παρʼ 4 w 7015
οὐδὲν 4 w 7020
ποιούμεθα 1 w 7029
καὶ 73 w 7033
ταῦθʼ 2 w 7038
ὥς 1 w 7041
γʼ 3 w 7043
ἐγὼ 3 w 7046
μέμνημαι 1 w 7054
καὶ 74 w 7058
τοῦ 22 w 7061
κρατίστου 1 w 7070
τῶν 35 w 7073
βασιλέων 1 w 7081
καὶ 75 w 7084
πάντας 1 w 7090
παιδείᾳ 1 w 7097
παρελθόντος 1 w 7108
αὐτοῦ 1 w 7113
διαρρήδην 2 w 7122
περὶ 5 w 7126
τούτων 7 w 7132
ἐπιστείλαντος 1 w 7145
τὸ 27 w 7147
κατʼ 1 w 7151
ἀρχὰς 1 w 7156
εὐθὺς 1 w 7161
καὶ 76 w 7164
ὑποσχομένου 1 w 7175
τούτους 1 w 7182
βελτίστους 1 w 7192
καὶ 77 w 7195
ἀρίστους 1 w 7203
κρινεῖν 1 w 7210
οἵτινες 1 w 7218
ἂν 14 w 7220
τῆς 16 w 7223
ὁμονοίας 4 w 7231
ἄρχωσιν 1 w 7238
ἑκόντες 1 w 7245
εἶναι 12 w 7250
νῦν 6 w 7254
δʼ 31 w 7256
ὅταν 2 w 7260
μὲν 26 w 7263
σεισμὸς 1 w 7270
2 w 7271
τις 7 w 7274
κίνδυνος 1 w 7282
καταλαμβάνῃ 1 w 7293
γνωρίζομεν 1 w 7304
ἀλλήλους 3 w 7312
καὶ 78 w 7315
συνευχόμεθα 1 w 7326
καὶ 79 w 7329
διὰ 3 w 7332
τοὺς 18 w 7336
ἑτέρους 1 w 7343
ἅτεροί 1 w 7349
φασι 1 w 7353
σώζεσθαι 1 w 7361
ὥστε 2 w 7366
πολλὴν 1 w 7372
ἄξιον 1 w 7377
εἶναι 13 w 7382
τοῖς 26 w 7386
κινδύνοις 1 w 7395
χάριν 1 w 7400
εἰδέναι 2 w 7407
ἐπειδὰν 1 w 7415
δὲ 32 w 7417
ἐφʼ 1 w 7420
ἡμῶν 2 w 7424
αὐτῶν 5 w 7429
γενώμεθα 1 w 7437
καὶ 80 w 7440
τοῦ 24 w 7443
πράττειν 3 w 7451
1 w 7452
βουλόμεθα 1 w 7461
αὐτοὶ 3 w 7467
καθιστάμεθα 1 w 7478
ἡμῖν 6 w 7482
αὐτοῖς 8 w 7488
ἀντὶ 2 w 7492
τῶν 37 w 7495
σεισμῶν 1 w 7502
καὶ 81 w 7506
οὔτε 1 w 7510
ἡσυχίαν 1 w 7517
ἄγειν 1 w 7522
οὔτε 2 w 7526
κοινόν 1 w 7532
τι 44 w 7534
φρονῆσαι 1 w 7542
δυνάμεθα 1 w 7550