Scaife ATLAS

CTS Library / Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον (222-226)

urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2:222-226
Refs {'start': {'reference': '222', 'human_reference': 'Jebb_Page 222'}, 'end': {'reference': '226', 'human_reference': 'Jebb_Page 226'}}
Ancestors []
Children []
prev
plain textXML
next

τετηρῆσθαι καὶ ἐφʼ ὑμῶν πρῶτον εἰρῆσθαι, δὲ πρότερον τοῦ δέοντος προεξήνεγκεν αὐτό. ἀλλʼ οὖν τό γε Λακεδαιμονίων στρατόπεδον κινδυνεύει τοσούτους εἶναι, ὅσους οὐδὲν ἀπεικὸς καὶ πάντας ἄρχοντας εἶναι· τὸ δʼ ἐν τοσούτοις ἀριθμοῖς καταλόγων τε καὶ γενῶν, ὧν οὐδὲ τὰ ὀνόματα ἐξευρεῖν ῥᾴδιον, ἀρξαμένους ἀπὸ ἑνὸς τοῦ διὰ πάντων διεξιόντος τε καὶ πάντα ἐφορῶντος, ἔθνη, πόλεις, στρατόπεδα, ἡγεμόνας αὐτοὺς τελευτᾶν εἰς ἕνα τεττάρων καὶ δυοῖν ἄρχοντα ἀνδρῶν, τὸ δʼ ἐν μέσῳ πᾶν ἐξελίπομεν, καὶ ὥσπερ νήματος περιστροφὴν ἐκ τῶν πλειόνων εἰς τοὺς ἐλάττους ἀεὶ κατιέναι, καὶ οὕτω διήκειν ἄλλους ἐπʼ ἄλλοις ἀεὶ ταττομένους μέχρι τῆς τελευτῆς, πῶς οὐχ ὑπὲρ πᾶσαν ἀνθρωπίνην τάξιν ἐστίν; ἐπέρχεται δέ μοι τὸ Ὁμηρικὸν εἰπεῖν μικρὸν ἐπὶ τῆς τελευτῆς ὑπαλλάξαντι

Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν ἀρχή·
ὅταν γὰρ ἄρχῃ μὲν εἷς τοσούτων, οἱ δὲ ἐπʼ αὐτῷ διάκονοί τε καὶ πρέσβεις αὐτοῦ μὲν πολὺ χείρους, ὧν δὲ ἐπιμέλονται πολὺ βελτίους, πάντα δʼ ἄνευ θορύβου καὶ ταραχῆς σιωπῇ περαίνωσι, φθόνος δʼ ἐκποδὼν , δίκης δὲ καὶ αἰδοῦς πάντα πανταχοῦ μεστὰ, καρπὸς δὲ ἀρετῆς μηδένα ἐκφεύγῃ, πῶς οὐχὶ νικᾷ τόδε τὸ ἔπος;

δοκεῖ δʼ ἔμοιγε οὐδʼ ἐν αὐτῇ τῇ πόλει πολιτείαν παραπλησίως τισὶ τῶν ἄλλων ἀνθρώπων καταστήσασθαι.

πρότερον μὲν γὰρ ἐδόκουν τρεῖς εἶναι κατʼ ἀνθρώπους πολιτεῖαι, δύο μὲν ἐν δυοῖν ὀνόμασιν, ἑκατέρα παρὰ τοὺς τῶν ἐχόντων τρόπους θεωρουμένη, τυραννὶς καὶ ὀλιγαρχία, βασιλεία καὶ ἀριστοκρατία, τρίτον δὲ ὄνομα δημοκρατία, εὖ τε καὶ χεῖρον ἀγομένη. διειλήφεσαν οὖν αἱ πόλεις ὡς ἑκάστοις αἵρεσις τύχη νικήσειε· τὸ δʼ ὑμέτερον οὐδὲν ὁμοίως ἔχει, ἀλλʼ οἱονεὶ κρᾶσις ἁπασῶν τῶν πολιτειῶν, ἄνευ γε τῆς ἐφʼ ἑκάστῃ χείρονος· οὕτω καὶ τοιοῦτον εἶδος πολιτείας νενίκηκεν. ὥστε ὅταν μὲν εἰς τὴν τοῦ δήμου τις ἰσχὺς βλέψῃ, καὶ ὡς ἁπάντων ὧν ἂν

βουληθῇ τε καὶ αἰτήσῃ ῥᾳδίως τυγχάνει, δημοκρατίαν νομιεῖ καὶ οὐδὲν ἐνδεῖν πλὴν ὧν ἐξαμαρτάνει δῆμος· ὅταν δὲ εἰς τὴν γερουσίαν ἴδῃ τὴν βουλευομένην τε καὶ τὰς ἀρχὰς ἔχουσαν, ἀριστοκρατίαν οὐκ εἶναι ταύτης ἀκριβεστέραν νομιεῖ· εἰς δὲ τὸν πάντων τούτων ἔφορόν τε καὶ πρύτανιν βλέψας, παρʼ οὗ τῷ τε δήμῳ τὸ τυγχάνειν ὧν βούλεται καὶ τοῖς ὀλίγοις τὸ ἄρχειν καὶ δύνασθαι, τοῦτον ἐκεῖνον ὁρᾷ, τὸν τὴν τελεωτάτην ἔχοντα μοναρχίαν, τυράννου τε κακῶν ἄμοιρον καὶ βασιλέως σεμνότητος μείζονα. καὶ ταῦτʼ οὐδὲν ἀπεικὸς οὕτω διελέσθαι καὶ κατιδεῖν μόνους ὑμᾶς καὶ περὶ τῶν ἔξω καὶ περὶ τῶν ἐν αὐτῇ τῇ πόλει· μόνοι γὰρ ἐστὲ ὑμεῖς ἄρχοντες ὡς εἰπεῖν κατὰ

φύσιν. οἱ μὲν γὰρ ἄλλοι οἱ πρὸ ὑμῶν δυναστεύσαντες δεσπόται καὶ δοῦλοι ἀλλήλων ἐν τῷ μέρει γιγνόμενοι καὶ νόθοι τῆς ἀρχῆς ὄντες οὕτω διεξῆλθον, ὥσπερ ἐν σφαίρᾳ τὴν τάξιν μεταλαμβάνοντες· καὶ ἐδούλευσαν Μακεδόνες Πέρσαις, Πέρσαι Μήδοις, Μῆδοι Σύροις. ὑμᾶς δὲ ἐκ τοσούτου πάντες ἴσασιν, ἐξ ὅτου περ ἴσασιν, ἄρχοντας. ἅτʼ οὖν ἐξ ἀρχῆς ὄντες ἐλεύθεροι καὶ οἷον ἐπὶ τὸ ἄρχειν εὐθὺς γενόμενοι, πάντα τὰ πρὸς τοῦτο φέροντα καλῶς ἐξηρτύσασθε, καὶ πολιτείαν γε εὕρετε ἣν οὔπω πρόσθεν οὐδεὶς καὶ θεσμοὺς καὶ τάξεις ἀφύκτους ἅπασιν ἐπεστήσατε.

δὲ ἐκ πολλοῦ μὲν ὕπεισί με καὶ πολλάκις ὤχληκε πρὸς αὐτοῖς τοῖς χείλεσι γιγνόμενον, παρενήνεκται δὲ ὑπὸ τοῦ λόγου δεῦρο ἀεὶ, τοῦτο νῦν εἰπὼν οὐκ ἂν ἴσως ἄπο καιροῦ πέσοιμι. ὅσον γὰρ μεγέθει τῆς ἁπάσης ἀρχῆς, τοσοῦτον ἐγκρατείᾳ καὶ πολιτείας ἐπινοίᾳ πάντας ὑπερβάλλεσθε, ὡς ἔστιν ἐν τοῖς εἰρημένοις. νῦν δέ μοι δοκεῖ κἀκεῖνό τις εἰπὼν οὐκ ἂν ἁμαρτεῖν, ὅτι οἱ μὲν ἄνω πάντες καὶ οἱ ἐπὶ πλεῖστον γῆς ἄρξαντες ὥσπερ σωμάτων γυμνῶν αὐτῶν τῶν ἐθνῶν ἦρξαν. πότε γὰρ πόλεις τοσαῦται κατʼ ἤπειρον καὶ κατὰ θάλατταν, πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν; τίς πω οὕτω τῶν τότε

διεξήλασεν, ἐπαριθμῶν ταῖς ἡμέραις τὰς πόλεις, ἔστι δʼ ὅτε τῆς

αὐτῆς διὰ δυοῖν καὶ τριῶν ἐξελαύνων ὥσπερ στενωπῶν· ὥστʼ οὐ μόνον τῷ κεφαλαίῳ τῆς ἀρχῆς ἡττῶνται τοσοῦτον οἱ πρότεροι, ἀλλὰ καὶ ὧν τῶν αὐτῶν ἦρξαν ὑμῖν, οὐκ ἴσων ἑκάστων οὐδὲ ὁμοίων ἦρξαν, ἀλλʼ ἔνεστι τῷ τότε ἔθνει πόλιν ἀντιστῆσαι τὴν ἐν αὐτῷ νῦν. καὶ δὴ καὶ φαίη τις ἂν ἐκείνους μὲν οἷον ἐρημίας καὶ φρουρίων βασιλεῖς γεγονέναι, ὑμᾶς δὲ πόλεων ἄρχοντας μόνους. νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφʼ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος· ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφʼ ὑμῶν τε καὶ ὑφʼ ὑμῶν. Ἰωνία δὲ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρʼ αὑτήν. δὲ σεμνὴ καὶ μεγάλη κατʼ Αἴγυπτον Ἀλεξάνδρου πόλις ἐγκαλλώπισμα τῆς ὑμετέρας γέγονεν ἡγεμονίας, ὥσπερ γυναικὸς πλουσίας ὅρμος ψέλιον ἐν πολλοῖς τοῖς ἄλλοις κτήμασι. διατελεῖτε δὲ τῶν μὲν Ἑλλήνων ὥσπερ τροφέων ἐπιμελόμενοι, χεῖρά τε ὑπερέχοντες καὶ οἷον κειμένους ἀνιστάντες, τοὺς μὲν ἀρίστους καὶ πάλαι ἡγεμόνας

ἐλευθέρους καὶ αὐτονόμους ἀφεικότες αὐτῶν, τῶν δʼ ἄλλων μετρίως καὶ κατὰ πολλὴν φειδώ τε καὶ πρόνοιαν ἐξηγούμενοι, τοὺς δὲ βαρβάρους πρὸς τὴν ἑκάστοις αὐτῶν οὖσαν φύσιν παιδεύοντες πραότερόν τε καὶ σφοδρότερον, ὥσπερ εἰκὸς ἵππων ἐπιστατῶν μὴ εἶναι χείρους, ἀνδρῶν ὄντας ἄρχοντας, ἀλλʼ ἐξητακέναι τὰς φύσεις, καὶ πρὸς ταύτας ἄγειν. καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ. καὶ αἱ μὲν ἄλλαι πᾶσαι φιλονεικίαι τὰς πράξεις ἐπιλελοίπασι, μία δὲ αὕτη κατέχει πάσας ἔρις, ὅπως ὅτι καλλίστη

καὶ ἡδίστη αὐτὴ ἑκάστη φανεῖται. πάντα δὲ μεστὰ γυμνασίων, κρηνῶν, προπυλαίων, νεῶν, δημιουργιῶν, διδασκάλων, ἐπιστημόνως τε ἔξεστιν εἰπεῖν οἷον πεπονηκυῖαν ἐξ ἀρχῆς ἀνακεκομίσθαι τὴν οἰκουμένην. δωρεαὶ δʼ οὔποτε

λείπουσιν εἰς ταύτας παρʼ ὑμῶν ἰοῦσαι, οὐδʼ ἔστιν εὑρεῖν τοὺς μειζόνων τετυχηκότας διὰ τὴν ὁμοίαν εἰς ἅπαντας ὑμῶν φιλανθρωπίαν. πόλεις τε οὖν δή που λάμπουσιν αἴγλῃ καὶ χάριτι καὶ γῆ πᾶσα οἷον παράδεισος ἐγκεκόσμηται. καπνοὶ δʼ ἐκ πεδίων καὶ φρυκτοὶ φίλιοι καὶ πολέμιοι, οἷον πνεύματος ἐκριπίσαντος, φροῦδοι γῆς ἐπέκεινα καὶ θαλάττης· ἀντεισῆκται δὲ θέας πᾶσα χάρις καὶ ἀγώνων ἄπειρος ἀριθμός. ὥστε ὅλον πῦρ ἱερὸν καὶ ἄσβεστον οὐ διαλείπει τὸ πανηγυρίζειν, ἀλλὰ περίεισιν ἄλλοτε εἰς ἄλλους, ἀεὶ δὲ ἔστι που, πάντες γὰρ ἀξίως τούτου πεπράγασιν. ὥστε μόνους ἄξιον εἶναι κατοικτεῖραι τοὺς ἔξω τῆς ὑμετέρας, εἴ τινές που εἰσὶν ἄρα, ἡγεμονίας, οἵων ἀγαθῶν στέρονται. καὶ μὴν τό γε ὑπὸ πάντων λεγόμενον, ὅτι γῆ πάντων μήτηρ καὶ πατρὶς κοινὴ πάντων, ἄριστα ὑμεῖς ἀπεδείξατε. νῦν γοῦν ἔξεστι καὶ Ἕλληνι καὶ βαρβάρῳ καὶ τὰ αὑτοῦ κομίζοντι καὶ χωρὶς τῶν αὑτοῦ βαδίζειν ὅποι βούλεται ῥᾳδίως, ἀτεχνῶς ὡς ἐκ πατρίδος εἰς πατρίδα ἰόντι· καὶ οὔτε Πύλαι Κιλίκιοι φόβον παρέχουσιν οὔτε στεναὶ καὶ ψαμμώδεις διʼ Ἀράβων ἐπʼ Αἴγυπτον πάροδοι, οὐκ ὄρη δύσβατα, οὐ ποταμῶν ἄπειρα μεγέθη, οὐ γένη βαρβάρων ἄμικτα, ἀλλʼ εἰς ἀσφάλειαν ἐξαρκεῖ Ῥωμαῖον εἶναι, μᾶλλον δὲ ἕνα τῶν ὑφʼ ὑμῖν. καὶ τὸ Ὁμήρῳ λεχθὲν γαῖα δʼ ἔτι ξυνὴ πάντων ὑμεῖς ἔργῳ ἐποιήσατε, καταμετρήσαντες μὲν πᾶσαν τὴν οἰκουμένην, ζεύξαντες δὲ παντοδαπαῖς γεφύραις ποταμοὺς, καὶ
ὄρη κόψαντες ἱππήλατον γῆν εἶναι, σταθμοῖς τε τὰ ἔρημα ἀναπλήσαντες, καὶ διαίτῃ καὶ τάξει πάντα ἡμερώσαντες. ὥστʼ ἔγωγε τὸν νομιζόμενον πρὸ Τριπτολέμου

βίον τοῦτον εἶναι τὸν πρὸ ὑμῶν ἐπινοῶ, σκληρόν τινα καὶ ἄγροικον καὶ ὀρείου διαίτης ὀλίγον ἀποκεχωρηκότα, ἀλλʼ ἄρξαι μὲν τοῦ ἡμέρου τε καὶ τοῦ νῦν τὴν Ἀθηναίων πόλιν, βεβαιωθῆναι δὲ καὶ τοῦτον ὑφʼ ὑμῶν δευτέρων, φασὶν, ἀμεινόνων.

οὐδέ γε δεῖ νῦν περιήγησιν γῆς γράφειν, οὐδʼ οἷς ἕκαστοι χρῶνται νόμοις ἀπαριθμεῖν, ἀλλʼ ὑμεῖς ἅπασι περιηγηταὶ κοινοὶ γεγόνατε, ἀναπετάσαντες ἁπάσας τῆς οἰκουμένης τὰς πύλας καὶ παρασχόντες ἐξουσίαν αὐτόπτας πάντων τοὺς θέλοντας γίγνεσθαι, νόμους τε κοινοὺς ἅπασι τάξαντες καὶ τὰ πρόσθεν λόγου μὲν διηγήσει τέρποντα, λογισμῷ δʼ εἰ λαμβάνοι τις, ἀφόρητα παύσαντες, γάμους τε κοινοὺς ποιήσαντες καὶ συντάξαντες ὥσπερ ἕνα οἶκον ἅπασαν τὴν οἰκουμένην. ἀτεχνῶς δὲ, ὥσπερ οἱ ποιηταὶ λέγουσι, πρὸ τῆς Διὸς ἀρχῆς ἅπαντα στάσεως

καὶ θορύβου καὶ ἀταξίας εἶναι μεστὰ, ἐλθόντος δὲ ἐπὶ τὴν ἀρχὴν Διὸς πάντα δὴ καταστῆναι, καὶ τοὺς Τιτᾶνας εἰς τοὺς κατωτάτω μυχοὺς τῆς γῆς ἀπελθεῖν, συνωσθέντας ὑπʼ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ θεῶν, οὕτως ἄν τις καὶ περὶ τῶν πρὸ ὑμῶν τε καὶ ἐφʼ ὑμῶν πραγμάτων λογιζόμενος ὑπολάβοι, ὡς πρὸ μὲν τῆς ὑμετέρας ἀρχῆς ἄνω καὶ κάτω συνετετάρακτο καὶ εἰκῆ ἐφέρετο, ἐπιστάντων δὲ ὑμῶν ταραχαὶ καὶ στάσεις ἔληξαν, τάξις δὲ πάντων καὶ φῶς λαμπρὸν εἰσῆλθε βίου καὶ πολιτείας, νόμοι τε ἐξεφάνησαν καὶ θεῶν βωμοὶ πίστιν ἔλαβον. πρότερον γὰρ ὥσπερ τοὺς γονέας ἐκτέμνοντες καὶ τὴν γῆν ἔτεμον, παῖδάς τε οὐ κατέκτεινον, ἀλλʼ ἀπώλλυσαν τοὺς ἀλλήλων τε καὶ τοὺς ἑαυτῶν ἐν ταῖς στάσεσι καὶ πρὸς ἱεροῖς. νῦν δὲ κοινὴ καὶ σαφὴς πᾶσι πάντων ἄδεια δέδοται αὐτῇ τε τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ κατοικοῦσι, καὶ τοῦ μὲν κακῶς πάσχειν ἅπαντα ἀφεῖσθαι, τοῦ δὲ καλῶς ἄγεσθαι πολλὰς

Tokens

τετηρῆσθαι 1 w 10
καὶ 1 w 13
ἐφʼ 1 w 16
ὑμῶν 1 w 20
πρῶτον 1 w 26
εἰρῆσθαι 1 w 34
1 w 36
δὲ 1 w 38
πρότερον 1 w 46
τοῦ 1 w 49
δέοντος 1 w 56
προεξήνεγκεν 1 w 68
αὐτό 1 w 72
ἀλλʼ 1 w 77
οὖν 1 w 80
τό 2 w 82
γε 1 w 84
Λακεδαιμονίων 1 w 97
στρατόπεδον 1 w 108
κινδυνεύει 1 w 118
τοσούτους 1 w 127
εἶναι 1 w 132
ὅσους 1 w 138
οὐδὲν 1 w 143
ἀπεικὸς 1 w 150
καὶ 2 w 153
πάντας 1 w 159
ἄρχοντας 1 w 167
εἶναι 2 w 172
τὸ 1 w 175
δʼ 1 w 177
ἐν 1 w 179
τοσούτοις 1 w 188
ἀριθμοῖς 1 w 196
καταλόγων 1 w 205
τε 3 w 207
καὶ 3 w 210
γενῶν 1 w 215
ὧν 1 w 218
οὐδὲ 2 w 222
τὰ 1 w 224
ὀνόματα 1 w 231
ἐξευρεῖν 1 w 239
ῥᾴδιον 1 w 245
ἀρξαμένους 1 w 256
ἀπὸ 1 w 259
ἑνὸς 1 w 263
τοῦ 2 w 266
διὰ 1 w 269
πάντων 1 w 275
διεξιόντος 1 w 285
τε 4 w 287
καὶ 4 w 290
πάντα 2 w 295
ἐφορῶντος 1 w 304
ἔθνη 1 w 309
πόλεις 1 w 316
στρατόπεδα 1 w 327
ἡγεμόνας 1 w 336
αὐτοὺς 1 w 342
τελευτᾶν 1 w 350
εἰς 1 w 353
ἕνα 1 w 356
τεττάρων 1 w 364
καὶ 5 w 367
δυοῖν 1 w 372
ἄρχοντα 2 w 379
ἀνδρῶν 1 w 385
τὸ 2 w 388
δʼ 2 w 390
ἐν 2 w 392
μέσῳ 1 w 396
πᾶν 1 w 399
ἐξελίπομεν 1 w 409
καὶ 6 w 413
ὥσπερ 1 w 418
νήματος 1 w 425
περιστροφὴν 1 w 436
ἐκ 1 w 438
τῶν 1 w 441
πλειόνων 1 w 449
εἰς 2 w 452
τοὺς 2 w 456
ἐλάττους 1 w 464
ἀεὶ 1 w 467
κατιέναι 1 w 475
καὶ 7 w 479
οὕτω 1 w 483
διήκειν 1 w 490
ἄλλους 1 w 496
ἐπʼ 1 w 499
ἄλλοις 1 w 505
ἀεὶ 2 w 508
ταττομένους 1 w 519
μέχρι 1 w 524
τῆς 1 w 527
τελευτῆς 1 w 535
πῶς 1 w 539
οὐχ 1 w 542
ὑπὲρ 1 w 546
πᾶσαν 1 w 551
ἀνθρωπίνην 1 w 561
τάξιν 1 w 566
ἐστίν 1 w 571
ἐπέρχεται 1 w 581
δέ 2 w 583
μοι 1 w 586
τὸ 3 w 588
Ὁμηρικὸν 1 w 596
εἰπεῖν 1 w 602
μικρὸν 1 w 608
ἐπὶ 1 w 611
τῆς 3 w 614
τελευτῆς 2 w 622
ὑπαλλάξαντι 1 w 633
Ζηνός 1 w 638
που 1 w 641
τοιήδε 1 w 647
γʼ 1 w 649
Ὀλυμπίου 1 w 657
ἔνδοθεν 1 w 664
ἀρχή 1 w 668
ὅταν 1 w 673
γὰρ 1 w 676
ἄρχῃ 1 w 680
μὲν 1 w 683
εἷς 1 w 686
τοσούτων 1 w 694
οἱ 1 w 697
δὲ 4 w 699
ἐπʼ 2 w 702
αὐτῷ 1 w 706
διάκονοί 1 w 714
τε 9 w 716
καὶ 8 w 719
πρέσβεις 1 w 727
αὐτοῦ 1 w 732
μὲν 2 w 735
πολὺ 1 w 739
χείρους 1 w 746
ὧν 2 w 749
δὲ 5 w 751
ἐπιμέλονται 1 w 762
πολὺ 2 w 766
βελτίους 1 w 774
πάντα 3 w 780
δʼ 3 w 782
ἄνευ 1 w 786
θορύβου 1 w 793
καὶ 9 w 796
ταραχῆς 1 w 803
σιωπῇ 1 w 808
περαίνωσι 1 w 817
φθόνος 1 w 824
δʼ 4 w 826
ἐκποδὼν 1 w 833
1 w 834
δίκης 1 w 840
δὲ 6 w 842
καὶ 10 w 845
αἰδοῦς 1 w 851
πάντα 4 w 856
πανταχοῦ 1 w 864
μεστὰ 1 w 869
καρπὸς 1 w 876
δὲ 7 w 878
ἀρετῆς 1 w 884
μηδένα 1 w 890
ἐκφεύγῃ 1 w 897
πῶς 2 w 901
οὐχὶ 1 w 905
νικᾷ 1 w 909
τόδε 1 w 913
τὸ 4 w 915
ἔπος 1 w 919
δοκεῖ 1 w 925
δʼ 5 w 927
ἔμοιγε 1 w 933
οὐδʼ 1 w 937
ἐν 3 w 939
αὐτῇ 1 w 943
τῇ 2 w 945
πόλει 2 w 950
πολιτείαν 1 w 959
παραπλησίως 1 w 970
τισὶ 1 w 974
τῶν 2 w 977
ἄλλων 1 w 982
ἀνθρώπων 1 w 990
καταστήσασθαι 1 w 1003
πρότερον 2 w 1012
μὲν 3 w 1015
γὰρ 2 w 1018
ἐδόκουν 1 w 1025
τρεῖς 1 w 1030
εἶναι 3 w 1035
κατʼ 1 w 1039
ἀνθρώπους 1 w 1048
πολιτεῖαι 1 w 1057
δύο 1 w 1061
μὲν 4 w 1064
ἐν 4 w 1066
δυοῖν 2 w 1071
ὀνόμασιν 1 w 1079
ἑκατέρα 1 w 1087
παρὰ 1 w 1091
τοὺς 3 w 1095
τῶν 3 w 1098
ἐχόντων 1 w 1105
τρόπους 1 w 1112
θεωρουμένη 1 w 1122
τυραννὶς 1 w 1131
καὶ 11 w 1134
ὀλιγαρχία 1 w 1143
βασιλεία 1 w 1152
καὶ 12 w 1155
ἀριστοκρατία 1 w 1167
τρίτον 1 w 1174
δὲ 8 w 1176
ὄνομα 1 w 1181
δημοκρατία 1 w 1191
εὖ 1 w 1194
τε 13 w 1196
καὶ 13 w 1199
χεῖρον 1 w 1205
ἀγομένη 1 w 1212
διειλήφεσαν 1 w 1224
οὖν 2 w 1227
αἱ 1 w 1229
πόλεις 2 w 1235
ὡς 1 w 1237
ἑκάστοις 1 w 1245
αἵρεσις 1 w 1252
1 w 1253
τύχη 1 w 1257
νικήσειε 1 w 1265
τὸ 5 w 1268
δʼ 7 w 1270
ὑμέτερον 1 w 1278
οὐδὲν 2 w 1283
ὁμοίως 1 w 1289
ἔχει 1 w 1293
ἀλλʼ 2 w 1298
οἱονεὶ 1 w 1304
κρᾶσις 1 w 1310
ἁπασῶν 1 w 1316
τῶν 4 w 1319
πολιτειῶν 1 w 1328
ἄνευ 2 w 1333
γε 5 w 1335
τῆς 6 w 1338
ἐφʼ 2 w 1341
ἑκάστῃ 1 w 1347
χείρονος 1 w 1355
οὕτω 2 w 1360
καὶ 14 w 1363
τοιοῦτον 1 w 1371
εἶδος 1 w 1376
πολιτείας 1 w 1385
νενίκηκεν 1 w 1394
ὥστε 1 w 1399
ὅταν 2 w 1403
μὲν 5 w 1406
εἰς 3 w 1409
τὴν 1 w 1412
τοῦ 4 w 1415
δήμου 1 w 1420
τις 1 w 1423
ἰσχὺς 1 w 1428
βλέψῃ 1 w 1433
καὶ 15 w 1437
ὡς 2 w 1439
ἁπάντων 1 w 1446
ὧν 3 w 1448
ἂν 1 w 1450
βουληθῇ 1 w 1457
τε 18 w 1459
καὶ 16 w 1462
αἰτήσῃ 1 w 1468
ῥᾳδίως 1 w 1474
τυγχάνει 1 w 1482
δημοκρατίαν 1 w 1494
νομιεῖ 1 w 1500
καὶ 17 w 1503
οὐδὲν 3 w 1508
ἐνδεῖν 1 w 1514
πλὴν 1 w 1518
ὧν 4 w 1520
ἐξαμαρτάνει 1 w 1531
δῆμος 1 w 1536
ὅταν 3 w 1541
δὲ 11 w 1543
εἰς 4 w 1546
τὴν 2 w 1549
γερουσίαν 1 w 1558
ἴδῃ 1 w 1561
τὴν 3 w 1564
βουλευομένην 1 w 1576
τε 19 w 1578
καὶ 18 w 1581
τὰς 1 w 1584
ἀρχὰς 1 w 1589
ἔχουσαν 1 w 1596
ἀριστοκρατίαν 1 w 1610
οὐκ 1 w 1613
εἶναι 4 w 1618
ταύτης 1 w 1624
ἀκριβεστέραν 1 w 1636
νομιεῖ 2 w 1642
εἰς 5 w 1646
δὲ 12 w 1648
τὸν 1 w 1651
πάντων 3 w 1657
τούτων 1 w 1663
ἔφορόν 1 w 1669
τε 20 w 1671
καὶ 19 w 1674
πρύτανιν 1 w 1682
βλέψας 1 w 1688
παρʼ 1 w 1693
οὗ 1 w 1695
τῷ 2 w 1697
τε 21 w 1699
δήμῳ 1 w 1703
τὸ 7 w 1705
τυγχάνειν 1 w 1714
ὧν 5 w 1716
βούλεται 1 w 1724
καὶ 20 w 1727
τοῖς 1 w 1731
ὀλίγοις 1 w 1738
τὸ 8 w 1740
ἄρχειν 1 w 1746
καὶ 21 w 1749
δύνασθαι 1 w 1757
τοῦτον 1 w 1764
ἐκεῖνον 1 w 1771
ὁρᾷ 1 w 1774
τὸν 2 w 1778
τὴν 4 w 1781
τελεωτάτην 1 w 1791
ἔχοντα 1 w 1797
μοναρχίαν 1 w 1806
τυράννου 1 w 1815
τε 23 w 1817
κακῶν 1 w 1822
ἄμοιρον 1 w 1829
καὶ 22 w 1832
βασιλέως 1 w 1840
σεμνότητος 1 w 1850
μείζονα 1 w 1857
καὶ 23 w 1861
ταῦτʼ 1 w 1866
οὐδὲν 4 w 1871
ἀπεικὸς 2 w 1878
οὕτω 3 w 1882
διελέσθαι 1 w 1891
καὶ 24 w 1894
κατιδεῖν 1 w 1902
μόνους 1 w 1908
ὑμᾶς 1 w 1912
καὶ 25 w 1915
περὶ 1 w 1919
τῶν 5 w 1922
ἔξω 1 w 1925
καὶ 26 w 1928
περὶ 2 w 1932
τῶν 6 w 1935
ἐν 6 w 1937
αὐτῇ 2 w 1941
τῇ 4 w 1943
πόλει 4 w 1948
μόνοι 1 w 1954
γὰρ 3 w 1957
ἐστὲ 1 w 1961
ὑμεῖς 1 w 1966
ἄρχοντες 1 w 1974
ὡς 3 w 1976
εἰπεῖν 2 w 1982
κατὰ 1 w 1986
φύσιν 1 w 1991
οἱ 3 w 1994
μὲν 6 w 1997
γὰρ 4 w 2000
ἄλλοι 2 w 2005
οἱ 4 w 2007
πρὸ 1 w 2010
ὑμῶν 2 w 2014
δυναστεύσαντες 1 w 2028
δεσπόται 1 w 2036
καὶ 27 w 2039
δοῦλοι 1 w 2045
ἀλλήλων 1 w 2052
ἐν 7 w 2054
τῷ 3 w 2056
μέρει 1 w 2061
γιγνόμενοι 1 w 2071
καὶ 28 w 2074
νόθοι 1 w 2079
τῆς 7 w 2082
ἀρχῆς 1 w 2087
ὄντες 1 w 2092
οὕτω 4 w 2096
διεξῆλθον 1 w 2105
ὥσπερ 2 w 2111
ἐν 8 w 2113
σφαίρᾳ 1 w 2119
τὴν 5 w 2122
τάξιν 2 w 2127
μεταλαμβάνοντες 1 w 2142
καὶ 29 w 2146
ἐδούλευσαν 1 w 2156
Μακεδόνες 1 w 2165
Πέρσαις 1 w 2172
Πέρσαι 2 w 2179
Μήδοις 1 w 2185
Μῆδοι 1 w 2191
Σύροις 1 w 2197
ὑμᾶς 2 w 2202
δὲ 14 w 2204
ἐκ 5 w 2206
τοσούτου 2 w 2214
πάντες 1 w 2220
ἴσασιν 1 w 2226
ἐξ 4 w 2229
ὅτου 1 w 2233
περ 7 w 2236
ἴσασιν 2 w 2242
ἄρχοντας 2 w 2251
ἅτʼ 1 w 2255
οὖν 3 w 2258
ἐξ 5 w 2260
ἀρχῆς 2 w 2265
ὄντες 2 w 2270
ἐλεύθεροι 1 w 2279
καὶ 30 w 2282
οἷον 1 w 2286
ἐπὶ 2 w 2289
τὸ 10 w 2291
ἄρχειν 2 w 2297
εὐθὺς 1 w 2302
γενόμενοι 1 w 2311
πάντα 5 w 2317
τὰ 5 w 2319
πρὸς 1 w 2323
τοῦτο 2 w 2328
φέροντα 1 w 2335
καλῶς 1 w 2340
ἐξηρτύσασθε 1 w 2351
καὶ 31 w 2355
πολιτείαν 2 w 2364
γε 8 w 2366
εὕρετε 1 w 2372
ἣν 1 w 2374
οὔπω 1 w 2378
πρόσθεν 1 w 2385
οὐδεὶς 1 w 2391
καὶ 32 w 2394
θεσμοὺς 1 w 2401
καὶ 33 w 2404
τάξεις 1 w 2410
ἀφύκτους 1 w 2418
ἅπασιν 1 w 2424
ἐπεστήσατε 1 w 2434
1 w 2436
δὲ 15 w 2438
ἐκ 6 w 2440
πολλοῦ 1 w 2446
μὲν 7 w 2449
ὕπεισί 1 w 2455
με 8 w 2457
καὶ 34 w 2460
πολλάκις 1 w 2468
ὤχληκε 1 w 2474
πρὸς 2 w 2478
αὐτοῖς 1 w 2484
τοῖς 3 w 2488
χείλεσι 1 w 2495
γιγνόμενον 1 w 2505
παρενήνεκται 1 w 2518
δὲ 16 w 2520
ὑπὸ 1 w 2523
τοῦ 7 w 2526
λόγου 1 w 2531
δεῦρο 1 w 2536
ἀεὶ 3 w 2539
τοῦτο 3 w 2545
νῦν 1 w 2548
εἰπὼν 1 w 2553
οὐκ 2 w 2556
ἂν 2 w 2558
ἴσως 1 w 2562
ἄπο 1 w 2565
καιροῦ 1 w 2571
πέσοιμι 1 w 2578
ὅσον 1 w 2583
γὰρ 5 w 2586
μεγέθει 1 w 2593
τῆς 8 w 2596
ἁπάσης 1 w 2602
ἀρχῆς 3 w 2607
τοσοῦτον 1 w 2616
ἐγκρατείᾳ 1 w 2625
καὶ 35 w 2628
πολιτείας 2 w 2637
ἐπινοίᾳ 1 w 2644
πάντας 2 w 2650
ὑπερβάλλεσθε 1 w 2662
ὡς 4 w 2665
ἔστιν 1 w 2670
ἐν 9 w 2672
τοῖς 4 w 2676
εἰρημένοις 1 w 2686
νῦν 2 w 2690
δέ 4 w 2692
μοι 4 w 2695
δοκεῖ 2 w 2700
κἀκεῖνό 1 w 2707
τις 2 w 2710
εἰπὼν 2 w 2715
οὐκ 3 w 2718
ἂν 3 w 2720
ἁμαρτεῖν 1 w 2728
ὅτι 1 w 2732
οἱ 5 w 2734
μὲν 8 w 2737
ἄνω 1 w 2740
πάντες 2 w 2746
καὶ 36 w 2749
οἱ 6 w 2751
ἐπὶ 3 w 2754
πλεῖστον 1 w 2762
γῆς 1 w 2765
ἄρξαντες 1 w 2773
ὥσπερ 3 w 2778
σωμάτων 1 w 2785
γυμνῶν 1 w 2791
αὐτῶν 1 w 2796
τῶν 8 w 2799
ἐθνῶν 1 w 2804
ἦρξαν 1 w 2809
πότε 1 w 2814
γὰρ 6 w 2817
πόλεις 3 w 2823
τοσαῦται 1 w 2831
κατʼ 2 w 2835
ἤπειρον 1 w 2842
καὶ 37 w 2845
κατὰ 2 w 2849
θάλατταν 1 w 2857
2 w 2859
πότε 2 w 2863
οὕτω 5 w 2867
διὰ 2 w 2870
πάντων 4 w 2876
ἐκοσμήθησαν 1 w 2887
3 w 2889
τίς 1 w 2892
πω 3 w 2894
οὕτω 6 w 2898
τῶν 9 w 2901
τότε 1 w 2905
διεξήλασεν 1 w 2915
ἐπαριθμῶν 1 w 2925
ταῖς 1 w 2929
ἡμέραις 1 w 2936
τὰς 2 w 2939
πόλεις 4 w 2945
ἔστι 2 w 2950
δʼ 8 w 2952
ὅτε 1 w 2955
τῆς 9 w 2958
αὐτῆς 1 w 2963
διὰ 3 w 2966
δυοῖν 3 w 2971
καὶ 38 w 2974
τριῶν 1 w 2979
ἐξελαύνων 1 w 2988
ὥσπερ 4 w 2993
στενωπῶν 1 w 3001
ὥστʼ 1 w 3006
οὐ 13 w 3008
μόνον 1 w 3013
τῷ 4 w 3015
κεφαλαίῳ 1 w 3023
τῆς 11 w 3026
ἀρχῆς 4 w 3031
ἡττῶνται 1 w 3039
τοσοῦτον 2 w 3047
οἱ 7 w 3049
πρότεροι 1 w 3057
ἀλλὰ 1 w 3062
καὶ 39 w 3065
ὧν 6 w 3067
τῶν 11 w 3070
αὐτῶν 2 w 3075
ἦρξαν 2 w 3080
ὑμῖν 1 w 3084
οὐκ 4 w 3088
ἴσων 1 w 3092
ἑκάστων 1 w 3099
οὐδὲ 6 w 3103
ὁμοίων 1 w 3109
ἦρξαν 3 w 3114
ἀλλʼ 3 w 3119
ἔνεστι 1 w 3125
τῷ 5 w 3127
τότε 2 w 3131
ἔθνει 1 w 3136
πόλιν 1 w 3141
ἀντιστῆσαι 1 w 3151
τὴν 6 w 3154
ἐν 10 w 3156
αὐτῷ 2 w 3160
νῦν 3 w 3163
καὶ 40 w 3167
δὴ 1 w 3169
καὶ 41 w 3172
φαίη 1 w 3176
τις 3 w 3179
ἂν 4 w 3181
ἐκείνους 1 w 3189
μὲν 9 w 3192
οἷον 2 w 3196
ἐρημίας 1 w 3203
καὶ 42 w 3206
φρουρίων 1 w 3214
βασιλεῖς 1 w 3222
γεγονέναι 1 w 3231
ὑμᾶς 3 w 3236
δὲ 18 w 3238
πόλεων 1 w 3244
ἄρχοντας 3 w 3252
μόνους 2 w 3258
νῦν 4 w 3262
ἅπασαι 1 w 3268
μὲν 10 w 3271
αἱ 2 w 3273
Ἑλληνικαὶ 1 w 3282
πόλεις 5 w 3288
ἐφʼ 3 w 3291
ὑμῶν 3 w 3295
ἀνέχουσι 1 w 3303
καὶ 44 w 3306
τὰ 8 w 3308
ἐν 11 w 3310
αὐταῖς 1 w 3316
ἀναθήματα 1 w 3325
καὶ 45 w 3328
τέχναι 1 w 3334
καὶ 46 w 3337
κόσμοι 1 w 3343
πάντες 3 w 3349
ὑμῖν 2 w 3353
ἔχουσι 1 w 3359
φιλοτιμίαν 1 w 3369
ὥσπερ 5 w 3375
ἐν 12 w 3377
προαστείῳ 1 w 3386
κόσμος 1 w 3392
ἐκπεπλήρωνται 1 w 3406
δὲ 19 w 3408
ἀκταί 1 w 3413
τε 48 w 3415
παράλιοι 1 w 3423
καὶ 47 w 3426
μεσόγειοι 1 w 3435
πόλεσι 1 w 3441
ταῖς 3 w 3446
μὲν 11 w 3449
οἰκισθείσαις 1 w 3461
ταῖς 4 w 3466
δὲ 20 w 3468
αὐξηθείσαις 1 w 3479
ἐφʼ 4 w 3482
ὑμῶν 4 w 3486
τε 49 w 3488
καὶ 48 w 3491
ὑφʼ 1 w 3494
ὑμῶν 5 w 3498
Ἰωνία 1 w 3504
δὲ 21 w 3506
4 w 3507
περιμάχητος 1 w 3518
ἐλευθερωθεῖσα 1 w 3531
φρουρῶν 1 w 3538
καὶ 49 w 3541
σατραπῶν 1 w 3549
πρόκειται 1 w 3558
πᾶσι 1 w 3562
κάλλους 1 w 3569
ἡγεμὼν 1 w 3575
ὅσον 2 w 3580
πρόσθεν 2 w 3587
ἐδόκει 1 w 3593
τῶν 13 w 3596
ἄλλων 2 w 3601
ὑπεραίρειν 1 w 3611
γενῶν 2 w 3616
χάριτι 1 w 3622
καὶ 50 w 3625
κόσμῳ 1 w 3630
τοσοῦτον 3 w 3639
νῦν 5 w 3642
ἐπιδεδωκυῖα 1 w 3653
αὐτὴ 1 w 3657
παρʼ 2 w 3661
αὑτήν 1 w 3666
6 w 3668
δὲ 22 w 3670
σεμνὴ 1 w 3675
καὶ 51 w 3678
μεγάλη 1 w 3684
κατʼ 3 w 3688
Αἴγυπτον 1 w 3696
Ἀλεξάνδρου 1 w 3706
πόλις 1 w 3711
ἐγκαλλώπισμα 1 w 3723
τῆς 12 w 3726
ὑμετέρας 1 w 3734
γέγονεν 1 w 3741
ἡγεμονίας 1 w 3750
ὥσπερ 6 w 3756
γυναικὸς 1 w 3764
πλουσίας 1 w 3772
ὅρμος 1 w 3777
4 w 3778
ψέλιον 1 w 3784
ἐν 13 w 3786
πολλοῖς 1 w 3793
τοῖς 5 w 3797
ἄλλοις 2 w 3803
κτήμασι 1 w 3810
διατελεῖτε 1 w 3821
δὲ 23 w 3823
τῶν 14 w 3826
μὲν 12 w 3829
Ἑλλήνων 1 w 3836
ὥσπερ 7 w 3841
τροφέων 1 w 3848
ἐπιμελόμενοι 1 w 3860
χεῖρά 1 w 3866
τε 52 w 3868
ὑπερέχοντες 1 w 3879
καὶ 52 w 3882
οἷον 3 w 3886
κειμένους 1 w 3895
ἀνιστάντες 1 w 3905
τοὺς 4 w 3910
μὲν 13 w 3913
ἀρίστους 1 w 3921
καὶ 53 w 3924
πάλαι 1 w 3929
ἡγεμόνας 2 w 3937
ἐλευθέρους 1 w 3947
καὶ 54 w 3950
αὐτονόμους 1 w 3960
ἀφεικότες 1 w 3969
αὐτῶν 3 w 3974
τῶν 16 w 3978
δʼ 9 w 3980
ἄλλων 3 w 3985
μετρίως 1 w 3992
καὶ 55 w 3995
κατὰ 3 w 3999
πολλὴν 1 w 4005
φειδώ 1 w 4010
τε 56 w 4012
καὶ 56 w 4015
πρόνοιαν 1 w 4023
ἐξηγούμενοι 1 w 4034
τοὺς 5 w 4039
δὲ 24 w 4041
βαρβάρους 1 w 4050
πρὸς 3 w 4054
τὴν 7 w 4057
ἑκάστοις 2 w 4065
αὐτῶν 4 w 4070
οὖσαν 1 w 4075
φύσιν 2 w 4080
παιδεύοντες 1 w 4091
πραότερόν 1 w 4100
τε 59 w 4102
καὶ 57 w 4105
σφοδρότερον 1 w 4116
ὥσπερ 8 w 4122
εἰκὸς 1 w 4127
ἵππων 1 w 4132
ἐπιστατῶν 1 w 4141
μὴ 1 w 4143
εἶναι 5 w 4148
χείρους 2 w 4155
ἀνδρῶν 2 w 4162
ὄντας 1 w 4167
ἄρχοντας 4 w 4175
ἀλλʼ 4 w 4180
ἐξητακέναι 1 w 4190
τὰς 3 w 4193
φύσεις 1 w 4199
καὶ 58 w 4203
πρὸς 4 w 4207
ταύτας 1 w 4213
ἄγειν 1 w 4218
καὶ 59 w 4222
γὰρ 7 w 4225
ὥσπερ 9 w 4230
πανηγυρίζουσα 1 w 4243
πᾶσα 2 w 4247
9 w 4248
οἰκουμένη 1 w 4257
τὸ 11 w 4259
μὲν 14 w 4262
παλαιὸν 1 w 4269
φόρημα 1 w 4275
τὸν 3 w 4278
σίδηρον 1 w 4285
κατέθετο 1 w 4293
εἰς 6 w 4297
δὲ 25 w 4299
κόσμον 1 w 4305
καὶ 60 w 4308
πάσας 1 w 4313
εὐφροσύνας 1 w 4323
τέτραπται 1 w 4332
σὺν 1 w 4335
ἐξουσίᾳ 1 w 4342
καὶ 61 w 4346
αἱ 3 w 4348
μὲν 15 w 4351
ἄλλαι 1 w 4356
πᾶσαι 1 w 4361
φιλονεικίαι 1 w 4372
τὰς 4 w 4375
πράξεις 1 w 4382
ἐπιλελοίπασι 1 w 4394
μία 3 w 4398
δὲ 26 w 4400
αὕτη 1 w 4404
κατέχει 1 w 4411
πάσας 2 w 4416
ἔρις 1 w 4420
ὅπως 1 w 4425
ὅτι 2 w 4428
καλλίστη 1 w 4436
καὶ 62 w 4439
ἡδίστη 1 w 4445
αὐτὴ 2 w 4449
ἑκάστη 1 w 4455
φανεῖται 1 w 4463
πάντα 7 w 4469
δὲ 27 w 4471
μεστὰ 2 w 4476
γυμνασίων 1 w 4485
κρηνῶν 1 w 4492
προπυλαίων 1 w 4503
νεῶν 1 w 4508
δημιουργιῶν 1 w 4520
διδασκάλων 1 w 4531
ἐπιστημόνως 1 w 4543
τε 61 w 4545
ἔξεστιν 1 w 4552
εἰπεῖν 3 w 4558
οἷον 4 w 4562
πεπονηκυῖαν 1 w 4573
ἐξ 11 w 4575
ἀρχῆς 5 w 4580
ἀνακεκομίσθαι 1 w 4593
τὴν 8 w 4596
οἰκουμένην 1 w 4606
δωρεαὶ 1 w 4613
δʼ 10 w 4615
οὔποτε 1 w 4621
λείπουσιν 1 w 4630
εἰς 7 w 4633
ταύτας 2 w 4639
παρʼ 3 w 4643
ὑμῶν 6 w 4647
ἰοῦσαι 1 w 4653
οὐδʼ 2 w 4658
ἔστιν 2 w 4663
εὑρεῖν 1 w 4669
τοὺς 6 w 4673
μειζόνων 1 w 4681
τετυχηκότας 1 w 4692
διὰ 4 w 4695
τὴν 9 w 4698
ὁμοίαν 1 w 4704
εἰς 8 w 4707
ἅπαντας 1 w 4714
ὑμῶν 7 w 4718
φιλανθρωπίαν 1 w 4730
πόλεις 6 w 4737
τε 64 w 4739
οὖν 4 w 4742
δή 3 w 4744
που 5 w 4747
λάμπουσιν 1 w 4756
αἴγλῃ 1 w 4761
καὶ 63 w 4764
χάριτι 2 w 4770
καὶ 64 w 4773
11 w 4774
γῆ 2 w 4776
πᾶσα 4 w 4780
οἷον 5 w 4784
παράδεισος 1 w 4794
ἐγκεκόσμηται 1 w 4806
καπνοὶ 1 w 4813
δʼ 12 w 4815
ἐκ 10 w 4817
πεδίων 1 w 4823
καὶ 65 w 4826
φρυκτοὶ 1 w 4833
φίλιοι 1 w 4839
καὶ 66 w 4842
πολέμιοι 1 w 4850
οἷον 6 w 4855
πνεύματος 1 w 4864
ἐκριπίσαντος 1 w 4876
φροῦδοι 1 w 4884
γῆς 2 w 4887
ἐπέκεινα 1 w 4895
καὶ 67 w 4898
θαλάττης 1 w 4906
ἀντεισῆκται 1 w 4918
δὲ 28 w 4920
θέας 1 w 4924
πᾶσα 5 w 4928
χάρις 1 w 4933
καὶ 68 w 4936
ἀγώνων 1 w 4942
ἄπειρος 1 w 4949
ἀριθμός 1 w 4956
ὥστε 2 w 4961
ὅλον 1 w 4965
πῦρ 1 w 4968
ἱερὸν 1 w 4973
καὶ 69 w 4976
ἄσβεστον 1 w 4984
οὐ 17 w 4986
διαλείπει 1 w 4995
τὸ 13 w 4997
πανηγυρίζειν 1 w 5009
ἀλλὰ 2 w 5014
περίεισιν 1 w 5023
ἄλλοτε 1 w 5029
εἰς 9 w 5032
ἄλλους 2 w 5038
ἀεὶ 4 w 5042
δὲ 29 w 5044
ἔστι 4 w 5048
που 7 w 5051
πάντες 4 w 5058
γὰρ 8 w 5061
ἀξίως 1 w 5066
τούτου 1 w 5072
πεπράγασιν 1 w 5082
ὥστε 3 w 5087
μόνους 3 w 5093
ἄξιον 1 w 5098
εἶναι 6 w 5103
κατοικτεῖραι 1 w 5115
τοὺς 7 w 5119
ἔξω 2 w 5122
τῆς 13 w 5125
ὑμετέρας 2 w 5133
εἴ 1 w 5136
τινές 1 w 5141
που 8 w 5144
εἰσὶν 1 w 5149
ἄρα 1 w 5152
ἡγεμονίας 2 w 5162
οἵων 1 w 5167
ἀγαθῶν 1 w 5173
στέρονται 1 w 5182
καὶ 70 w 5186
μὴν 1 w 5189
τό 8 w 5191
γε 17 w 5193
ὑπὸ 2 w 5196
πάντων 5 w 5202
λεγόμενον 1 w 5211
ὅτι 3 w 5215
γῆ 4 w 5217
πάντων 6 w 5223
μήτηρ 1 w 5228
καὶ 71 w 5231
πατρὶς 1 w 5237
κοινὴ 1 w 5242
πάντων 7 w 5248
ἄριστα 1 w 5255
ὑμεῖς 2 w 5260
ἀπεδείξατε 1 w 5270
νῦν 6 w 5274
γοῦν 1 w 5278
ἔξεστι 2 w 5284
καὶ 72 w 5287
Ἕλληνι 1 w 5293
καὶ 73 w 5296
βαρβάρῳ 1 w 5303
καὶ 74 w 5306
τὰ 13 w 5308
αὑτοῦ 1 w 5313
κομίζοντι 1 w 5322
καὶ 75 w 5325
χωρὶς 1 w 5330
τῶν 19 w 5333
αὑτοῦ 2 w 5338
βαδίζειν 1 w 5346
ὅποι 1 w 5350
βούλεται 2 w 5358
ῥᾳδίως 2 w 5364
ἀτεχνῶς 1 w 5372
ὡς 5 w 5374
ἐκ 12 w 5376
πατρίδος 1 w 5384
εἰς 10 w 5387
πατρίδα 1 w 5394
ἰόντι 1 w 5399
καὶ 76 w 5403
οὔτε 1 w 5407
Πύλαι 1 w 5412
Κιλίκιοι 1 w 5420
φόβον 1 w 5425
παρέχουσιν 1 w 5435
οὔτε 2 w 5439
στεναὶ 1 w 5445
καὶ 77 w 5448
ψαμμώδεις 1 w 5457
διʼ 1 w 5460
Ἀράβων 1 w 5466
ἐπʼ 3 w 5469
Αἴγυπτον 2 w 5477
πάροδοι 1 w 5484
οὐκ 5 w 5488
ὄρη 1 w 5491
δύσβατα 1 w 5498
οὐ 19 w 5501
ποταμῶν 1 w 5508
ἄπειρα 1 w 5514
μεγέθη 1 w 5520
οὐ 20 w 5523
γένη 1 w 5527
βαρβάρων 1 w 5535
ἄμικτα 1 w 5541
ἀλλʼ 5 w 5546
εἰς 11 w 5549
ἀσφάλειαν 1 w 5558
ἐξαρκεῖ 1 w 5565
Ῥωμαῖον 1 w 5572
εἶναι 7 w 5577
μᾶλλον 1 w 5584
δὲ 30 w 5586
ἕνα 2 w 5589
τῶν 20 w 5592
ὑφʼ 2 w 5595
ὑμῖν 3 w 5599
καὶ 78 w 5603
τὸ 14 w 5605
Ὁμήρῳ 1 w 5610
λεχθὲν 1 w 5616
γαῖα 1 w 5620
δʼ 13 w 5622
ἔτι 1 w 5625
ξυνὴ 1 w 5629
πάντων 8 w 5635
ὑμεῖς 3 w 5640
ἔργῳ 1 w 5644
ἐποιήσατε 1 w 5653
καταμετρήσαντες 1 w 5669
μὲν 16 w 5672
πᾶσαν 2 w 5677
τὴν 10 w 5680
οἰκουμένην 2 w 5690
ζεύξαντες 1 w 5700
δὲ 31 w 5702
παντοδαπαῖς 1 w 5713
γεφύραις 1 w 5721
ποταμοὺς 1 w 5729
καὶ 79 w 5733
ὄρη 2 w 5736
κόψαντες 1 w 5744
ἱππήλατον 1 w 5753
γῆν 1 w 5756
εἶναι 8 w 5761
σταθμοῖς 1 w 5770
τε 80 w 5772
τὰ 14 w 5774
ἔρημα 1 w 5779
ἀναπλήσαντες 1 w 5791
καὶ 80 w 5795
διαίτῃ 1 w 5801
καὶ 81 w 5804
τάξει 2 w 5809
πάντα 8 w 5814
ἡμερώσαντες 1 w 5825
ὥστʼ 2 w 5830
ἔγωγε 1 w 5835
τὸν 4 w 5838
νομιζόμενον 1 w 5849
πρὸ 6 w 5852
Τριπτολέμου 1 w 5863
βίον 1 w 5867
τοῦτον 2 w 5873
εἶναι 9 w 5878
τὸν 5 w 5881
πρὸ 7 w 5884
ὑμῶν 8 w 5888
ἐπινοῶ 1 w 5894
σκληρόν 1 w 5902
τινα 1 w 5906
καὶ 82 w 5909
ἄγροικον 1 w 5917
καὶ 83 w 5920
ὀρείου 1 w 5926
διαίτης 1 w 5933
ὀλίγον 1 w 5939
ἀποκεχωρηκότα 1 w 5952
ἀλλʼ 6 w 5957
ἄρξαι 1 w 5962
μὲν 17 w 5965
τοῦ 12 w 5968
ἡμέρου 1 w 5974
τε 83 w 5976
καὶ 84 w 5979
τοῦ 13 w 5982
νῦν 7 w 5985
τὴν 11 w 5988
Ἀθηναίων 1 w 5996
πόλιν 2 w 6001
βεβαιωθῆναι 1 w 6013
δὲ 32 w 6015
καὶ 85 w 6018
τοῦτον 3 w 6024
ὑφʼ 3 w 6027
ὑμῶν 9 w 6031
δευτέρων 1 w 6039
φασὶν 1 w 6045
ἀμεινόνων 1 w 6055
οὐδέ 1 w 6060
γε 20 w 6062
δεῖ 3 w 6065
νῦν 8 w 6068
περιήγησιν 1 w 6078
γῆς 3 w 6081
γράφειν 1 w 6088
οὐδʼ 3 w 6093
οἷς 1 w 6096
ἕκαστοι 1 w 6103
χρῶνται 1 w 6110
νόμοις 1 w 6116
ἀπαριθμεῖν 1 w 6126
ἀλλʼ 7 w 6131
ὑμεῖς 4 w 6136
ἅπασι 2 w 6141
περιηγηταὶ 1 w 6151
κοινοὶ 1 w 6157
γεγόνατε 1 w 6165
ἀναπετάσαντες 1 w 6179
ἁπάσας 1 w 6185
τῆς 14 w 6188
οἰκουμένης 1 w 6198
τὰς 5 w 6201
πύλας 1 w 6206
καὶ 86 w 6209
παρασχόντες 1 w 6220
ἐξουσίαν 1 w 6228
αὐτόπτας 1 w 6236
πάντων 9 w 6242
τοὺς 8 w 6246
θέλοντας 1 w 6254
γίγνεσθαι 1 w 6263
νόμους 2 w 6270
τε 87 w 6272
κοινοὺς 1 w 6279
ἅπασι 3 w 6284
τάξαντες 1 w 6292
καὶ 87 w 6295
τὰ 16 w 6297
πρόσθεν 3 w 6304
λόγου 2 w 6309
μὲν 18 w 6312
διηγήσει 1 w 6320
τέρποντα 1 w 6328
λογισμῷ 1 w 6336
δʼ 15 w 6338
εἰ 21 w 6340
λαμβάνοι 1 w 6348
τις 4 w 6351
ἀφόρητα 1 w 6359
παύσαντες 1 w 6368
γάμους 1 w 6375
τε 90 w 6377
κοινοὺς 2 w 6384
ποιήσαντες 1 w 6394
καὶ 88 w 6397
συντάξαντες 1 w 6408
ὥσπερ 10 w 6413
ἕνα 3 w 6416
οἶκον 1 w 6421
ἅπασαν 1 w 6427
τὴν 12 w 6430
οἰκουμένην 3 w 6440
ἀτεχνῶς 2 w 6448
δὲ 33 w 6450
ὥσπερ 11 w 6456
οἱ 8 w 6458
ποιηταὶ 1 w 6465
λέγουσι 1 w 6472
πρὸ 8 w 6476
τῆς 15 w 6479
Διὸς 1 w 6483
ἀρχῆς 6 w 6488
ἅπαντα 2 w 6494
στάσεως 1 w 6501
καὶ 89 w 6504
θορύβου 2 w 6511
καὶ 90 w 6514
ἀταξίας 1 w 6521
εἶναι 10 w 6526
μεστὰ 3 w 6531
ἐλθόντος 1 w 6540
δὲ 34 w 6542
ἐπὶ 4 w 6545
τὴν 13 w 6548
ἀρχὴν 1 w 6553
Διὸς 2 w 6557
πάντα 9 w 6562
δὴ 2 w 6564
καταστῆναι 1 w 6574
καὶ 91 w 6578
τοὺς 9 w 6582
Τιτᾶνας 1 w 6589
εἰς 12 w 6592
τοὺς 10 w 6596
κατωτάτω 1 w 6604
μυχοὺς 1 w 6610
τῆς 16 w 6613
γῆς 4 w 6616
ἀπελθεῖν 1 w 6624
συνωσθέντας 1 w 6636
ὑπʼ 1 w 6639
αὐτοῦ 2 w 6644
τε 94 w 6646
καὶ 92 w 6649
τῶν 21 w 6652
σὺν 2 w 6655
αὐτῷ 3 w 6659
θεῶν 1 w 6663
οὕτως 1 w 6669
ἄν 4 w 6671
τις 5 w 6674
καὶ 93 w 6677
περὶ 3 w 6681
τῶν 22 w 6684
πρὸ 9 w 6687
ὑμῶν 10 w 6691
τε 95 w 6693
καὶ 94 w 6696
ἐφʼ 5 w 6699
ὑμῶν 11 w 6703
πραγμάτων 1 w 6712
λογιζόμενος 1 w 6723
ὑπολάβοι 1 w 6731
ὡς 6 w 6734
πρὸ 10 w 6737
μὲν 19 w 6740
τῆς 17 w 6743
ὑμετέρας 3 w 6751
ἀρχῆς 7 w 6756
ἄνω 2 w 6759
καὶ 95 w 6762
κάτω 1 w 6766
συνετετάρακτο 1 w 6779
καὶ 96 w 6782
εἰκῆ 1 w 6786
ἐφέρετο 1 w 6793
ἐπιστάντων 1 w 6804
δὲ 35 w 6806
ὑμῶν 12 w 6810
ταραχαὶ 1 w 6817
καὶ 97 w 6820
στάσεις 1 w 6827
ἔληξαν 1 w 6833
τάξις 1 w 6839
δὲ 36 w 6841
πάντων 10 w 6847
καὶ 98 w 6850
φῶς 1 w 6853
λαμπρὸν 1 w 6860
εἰσῆλθε 1 w 6867
βίου 1 w 6871
καὶ 99 w 6874
πολιτείας 3 w 6883
νόμοι 2 w 6889
τε 98 w 6891
ἐξεφάνησαν 1 w 6901
καὶ 100 w 6904
θεῶν 2 w 6908
βωμοὶ 1 w 6913
πίστιν 1 w 6919
ἔλαβον 1 w 6925
πρότερον 3 w 6934
γὰρ 9 w 6937
ὥσπερ 12 w 6942
τοὺς 11 w 6946
γονέας 1 w 6952
ἐκτέμνοντες 1 w 6963
καὶ 101 w 6966
τὴν 14 w 6969
γῆν 2 w 6972
ἔτεμον 1 w 6978
παῖδάς 1 w 6985
τε 102 w 6987
οὐ 23 w 6989
κατέκτεινον 1 w 7000
ἀλλʼ 8 w 7005
ἀπώλλυσαν 1 w 7014
τοὺς 12 w 7018
ἀλλήλων 2 w 7025
τε 104 w 7027
καὶ 102 w 7030
τοὺς 13 w 7034
ἑαυτῶν 1 w 7040
ἐν 14 w 7042
ταῖς 5 w 7046
στάσεσι 1 w 7053
καὶ 103 w 7056
πρὸς 5 w 7060
ἱεροῖς 1 w 7066
νῦν 9 w 7070
δὲ 37 w 7072
κοινὴ 2 w 7077
καὶ 104 w 7080
σαφὴς 1 w 7085
πᾶσι 2 w 7089
πάντων 11 w 7095
ἄδεια 1 w 7100
δέδοται 1 w 7107
αὐτῇ 3 w 7111
τε 105 w 7113
τῇ 6 w 7115
γῇ 1 w 7117
καὶ 105 w 7120
τοῖς 6 w 7124
ἐν 15 w 7126
αὐτῇ 4 w 7130
κατοικοῦσι 1 w 7140
καὶ 106 w 7144
τοῦ 16 w 7147
μὲν 20 w 7150
κακῶς 1 w 7155
πάσχειν 1 w 7162
ἅπαντα 3 w 7168
ἀφεῖσθαι 1 w 7176
τοῦ 17 w 7180
δὲ 38 w 7182
καλῶς 2 w 7187
ἄγεσθαι 1 w 7194
πολλὰς 1 w 7200