Scaife ATLAS

CTS Library / Παναθηναϊκός

Παναθηναϊκός (121-125)

urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2:121-125
Refs {'start': {'reference': '121', 'human_reference': 'Jebb_Page 121'}, 'end': {'reference': '125', 'human_reference': 'Jebb_Page 125'}}
Ancestors []
Children []
prev
plain textXML
next

ἀλλʼ ἤδη τότε ἀμυνομένη καὶ δίκην ἀξιοῦσα λαβεῖν τῶν ἐν τῇ ἠπείρῳ τῇ τῶν Ἰώνων δεδουλωμένων Ἑλλήνων, οὓς μόνη μὲν ἐδέξατο φθειρομένους κατὰ πᾶσαν τὴν Ἑλλάδα, μόνη δὲ εἰς τὸ δέον κατέστησε. καὶ πρῶτοι δὴ τῶν εἰς ἐκεῖνον τὸν χρόνον Ἑλλήνων ἀναβάντες εἰς Σάρδεις στρατιᾷ κοινῇ πορθήσαντες ᾤχοντο· τέως δὲ ἐν Βαβυλῶνος τάξει καὶ τῶν ἐν Ἰνδοῖς Ἕλληνες Σάρδεις ἐθαύμαζον·

λαβὼν δὲ ταύτην πρόφασιν Δαρεῖος ἡσυχίαν ἄγειν οὐκ ἠδύνατο, ἀλλʼ ἐξήταζε τὴν ἀρχὴν καὶ τὰς δυνάμεις συνεκρότει, καὶ πᾶν μικρὸν ἦν αὐτῷ. καὶ τὸ μὲν πρόσχημα τοῦτο ἦν ἀμύνασθαι Ἀθηναίους καὶ Ἐρετριέας· παρενθήκην γὰρ τοὺς Ἐρετριέας ἐποιήσατο, ἵνα δὴ πιστὸν . δύο δʼ ὡς ἀληθῶς ἦν τὰ κινοῦντα, ἓν μὲν φόβος ἤδη καὶ ὑποψία τῆς πόλεως μὴ ἄρα οὐδὲν ἀποχρῆν ἀξιώσῃ· ἕτερον δʼ ἐπιθυμία καὶ πόθος αὐξῆσαι τὴν ἀρχὴν ἐνδόξῳ προσθήκῃ τῇ τοῦ Ἑλληνικοῦ καὶ τῆς γῆς μὴ διῃρημένως ἄρχειν, ἀλλὰ καὶ πάσης. τοῦτο δʼ οὐ παντάπασιν ἀνέλπιστον ἦν αὐτῷ, διὰ πλῆθος τῶν ἤδη δεδουλωμένων ἐθνῶν, καὶ ὀνομαστὶ γνωρίσαι φιλοτιμίαν εἶχε καὶ ψιλῇ πορείᾳ διελθεῖν ἐλπίδος κρεῖττον ἦν. πάντα γὰρ τότε Πέρσαις εἴπετο, ὥσπερ ἄλλως ζῆν οὐ δυνάμενα. ἔχων δʼ, ὡς εἶπον, μέσην τινὰ τοῦ τε φόβου καὶ τῆς ἐπιθυμίας ἦλθεν. αὐτὸς μὲν γὰρ ἀπέγνω μὴ διαβαίνειν, τὰ δʼ ἔθνη πέμπειν ἐπενόει.

καὶ πρῶτον μὲν τῶν κηρύκων περίοδος γιγνομένη κατὰ τὴν Ἑλλάδα ὑπʼ ἐκείνου τε καὶ τοῦ μετʼ ἐκεῖνον βασιλέως περὶ τῆς γῆς καὶ τοῦ ὕδατος ἀπὸ ταύτης τῆς πόλεως ἤρχετο, καὶ πάντα πρὸς ταύτην διελέγοντο· ἔν τε ταῖς ἐπιστολαῖς ταῖς Ἑλληνικαῖς καὶ ὅσαι πυκναὶ τοῖς ὑπάρχοις ᾔεσαν οὐδὲν ἦν ὅτι μὴ Ἀθῆναι, ὡς ταυτὸν ὃν εἰπεῖν τὴν Ἀθηναίων πόλιν καὶ τὴν Ἑλλάδα, καὶ οὐκ εἰπεῖν μόνον, ἀλλὰ καὶ ἔργῳ συμβαῖνον πάσας ἔχειν τὰς πόλεις, εἴ τις κατάσχοι ταύτην. καὶ μὴν ὅσα γε αὖ

τούτοις ἔδει χρήσασθαι καὶ προβουλεῦσαι περὶ τῶν ὅλων, ἅπαντα πόλις ἐξήταζεν, ἀπʼ ἀρχῆς προτάξασα τῶν

Ἑλλήνων ἑαυτήν. καὶ διχόθεν ἤδη ἀπὸ Περσῶν καὶ Ἀθηναίων συνεκροτεῖτο πόλεμος, τοῦ μὲν ἀπειλοῦντος καὶ πειρωμένου, τῆς δʼ ἀνθεστηκυίας καὶ νικώσης εὐθὺς ταῖς ἀποκρίσεσι. καὶ παρʼ ἀμφοτέρων τούτων ἐμαρτυρεῖτο ὅτι Ἀθηναίων καὶ Περσῶν ἐστιν πόλεμος περὶ τῆς Ἑλλάδος, τῶν μὲν λαβεῖν πειρωμένων, τῶν δὲ κωλῦσαι. ἐν ἐκείνοις μέντοι τοῖς καιροῖς ἔργα λόγων ἡττήθηλέγω δὲ τὰ τῶν ἄλλων ἔργα λόγων τῶν παρʼ ὑμῖνκαὶ ψήφισμα τροπαίου κρεῖττον εἰς μνήμην ἐνίκησεν ἅμα λόγῳ καὶ ἔργῳ νικῆσαν. εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν οὐ τῇ χειροτονίᾳ μόνον, ὡς νόμος, ἀλλὰ καὶ τῷ διαφθεῖραι τοὺς ἀγγέλους. τῷ δʼ ἑρμηνεύσαντι τὰ γράμματα διαχειροτονίαν μὲν ἀπέδοσαν, ἵνʼ, ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα, ἀπέκτειναν δὲ καὶ τοῦτον, ὡς οὐδʼ ἄχρι φωνῆς διακονῆσαι προσῆκον τοῖς βαρβάροις. καὶ τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ· τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν κατὰ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἑρμηνέα τῷ φύσει πολεμίῳ γίγνεσθαι. καὶ οὕτω δὴ ῥίπτουσιν εἰς
τὸ βάραθρον, ὥστʼ ἄλλους ἀναγγεῖλαι τῷ βασιλεῖ τὰς ἀποκρίσεις καὶ παρὰ τῶν πεμφθέντων μὴ ἐκγενέσθαι μαθεῖν. δὲ δὴ καὶ δὴ λαμπρῶς ἐκινεῖτο, καὶ τοῦτο μὲν τοῖς ὑπάρχοις ἐκέλευεν ἑτοιμάζειν αὐτόθεν τὰς πέδας ὑπερβαλὼν καθʼ ὅσους ᾤετο τοὺς Ἀθηναίους εἶναι, ἵνα μηδεὶς ἄδετος αὐτῶν διαφύγοι, καὶ τῆς ὀργῆς ἀπολαύων ἕως ἐξῆν, τοῦτο δὲ τοῖς πλήθεσιν ἄλλα ἄλλοις ἐπέταττεν. ἐκ δὲ τούτου κήρυκες μὲν οὐκέτι ἐφοίτων εἰς τὴν Ἑλλάδα, αὐτάγγελον δὲ ἤδη κατέπεμπε τὸν στόλον, προστήσας ἄρχοντας Περσῶν τοὺς ἀρίστους, καὶ δίδωσι πλῆθος στρατιᾶς. οὗ τὸ διαλλάττον παρʼ ἑκάστους τοὺς ἀφηγουμένους τοσοῦτόν ἐστιν ὥστʼ εἶναι τὸν μέγιστον ὅρον στόλου, βουλόμενος μηδεμίαν πρόφασιν λιπεῖν μήτʼ

ἐκείνοις μήτʼ αὐτὸς αὑτῷ τὸ μὴ οὐ πρᾶξαι περὶ ὧν ἐνετέλλετο. ταῦτα δʼ ἦν τὴν μὲν πόλιν καταποντίσαι, τὸ δὲ φῦλον κομίζειν ἅπαν ὡς αὑτὸν δὴ προειρήκειν τῷ σχήματι. θυμοῦ μὲν δὴ καὶ παρασκευῆς οὕτως εἶχε τὰ τοῦ βασιλέως, οἱ δʼ ἐφέροντο ὑπερηχοῦντες μὲν τὸν Αἰγαῖον, ἀποστεροῦντες δὲ τὴν ὄψιν τοὺς ἐντυγχάνοντας, φυγῆς δʼ ἐμπιμπλάντες τὴν θάλατταν· ὥστʼ οὐδεὶς ἦν ὅστις νῆσον τότʼ ἂν οἰκεῖν ἐβούλετο. ἔτι δʼ αὐτοῖς οὖσιν ἐν πλῷ καὶ μικρὸν πρὸ τῆς καταγωγῆς ἔδοξεν ἀπάρξασθαι τοῖς τοῦ

βασιλέως ἐπιτάγμασι καὶ ὥσπερ τι προοίμιον ᾆσαι τοῦ πολέμου· καὶ δόξαν οὕτως Ἐρετριᾶς ἐπιβάντες ᾤχοντο φέροντες, σαγήνην τινὰ μιμησάμενοι ναυτικήν. καὶ τὸ μὲν Ἐρετριέων γένος οὕτως ἀνήρπαστο ὡσπερεὶ παρʼ ἄλλου τινὸς τῶν κρειττόνων ἁρπασθὲν, οἱ δʼ ἐπὶ τὸν δεύτερον ᾔεσαν, ὡς ἀνασπάσοντες αὐτοὺς ἤδη τοὺς Ἀθηναίους καὶ τὴν Ἑλλάδα ἀναρπασόμενοι, κακῶς εἰδότες οἵαν θήραν μετέρχονται καὶ ὅτι οὐκ ἐνέχονται τῷ λόγῳ ὡς ἄρα οὐ τὰ φεύγοντα διώκουσιν, ἀλλὰ μᾶλλον τὰ τῷ διώκειν συνήθη.

οὕτω δὲ τούτων κεχωρηκότων καὶ φερομένων αὐτῶν πρὸς τὴν ἤπειρον ὥσπερ ἄλλου τινὸς ἐκ τοῦ πελάγους κακοῦ, οἱ μὲν ἄλλοι πάντες Ἕλληνες καὶ πάλαι προϊδόντες τὴν διάβασιν καὶ τότε ὁρῶντες ἤδη καθῆντο ἐκπεπληγμένοι, τὸ μέλλον ἀποσκοποῦντες, ὀνειροπολοῦντες ἕκαστοι τὰς Ἐρετριέων συμφορὰς, καὶ τοσοῦτον τῶν δεινῶν ἀπέχειν νομίζοντες ὅσον τὸν στρατὸν αὐτῶν. δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον πρὸς ἀγῶνα κοσμουμένῃ. ἱερά τε γὰρ πάντα ἀνέῳγε καὶ τὰ τῶν ἱερέων γένη συνῆγε καὶ διεπρεσβεύετο πρὸς τοὺς θεοὺς τὸν ἀρχαῖον

τρόπον, συμμάχους τε καλοῦσα καὶ ἡγεμόνας ποιουμένη· ὡς δʼ αὐτῇ τὸ θεῖον ἤσκητο, οὐδὲν ἦν ἀργὸν ἔτι, ἀλλʼ οἱ μὲν φύλακες τῶν ἱερῶν οἱ γέροντες καὶ τῆς πόλεως

ὑπελείποντο, δὲ νεότης ἐχώρει. καὶ πρῶτον μὲν τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυψαν, ὅσῳ περὶ καλλιόνων τῶν ἄθλων ἠγωνίζοντο, τοσούτῳ θαυμαστοτέραν τὴν προθυμίαν παρασχόμενοι· ἔπειτα κρείττους ἦσαν τὰ τελευταῖα τὰ ἀπὸ τῶν πυλῶν. καίτοι μεσοῦντας μὲν ἔτι τῆς πορείας προσέβαλεν ὥσπερ πνεῦμα ἀπὸ θαλάττης βοὴ συμμιγὴς ἵππων καὶ ἀνδρῶν καὶ τῶν ἄλλων ἐφολκίων τῷ στρατοπέδῳ, τῶν μὲν χρείας ἕνεκα, τῶν δὲ καὶ ψυχαγωγίας βαρβαρικῆς κεκομισμένων. ὑπερβαλόντες δʼ οὐκ εἶχον τι ἴδωσι, πλὴν τῶν πολεμίων καὶ τῶν ἀτόπων ἐκείνων φασμάτων. χαλκὸς δὲ καὶ σίδηρος πόρρωθεν εἶργε μὴ προσιέναι. τοσαύτη δʼ ἦν ὑπερηφανία τῆς παρασκευῆς καὶ τῶν ποιουμένων ὥστʼ ἐξαρκεῖν ἐδόκει τοῖς βαρβάροις ὀφθῆναι μόνον. ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις ἅπαντας εὐθὺς ἀπογνώσεσθαι καὶ δώσειν ἑαυτοὺς ἀκονιτί. αὕτη πρώτη δημοτελὴς κρίσις ἐν τῷ μέσῳ κατὰ τοὺς ἀνθρώπους ἐγένετο ἀρετῆς πρὸς πλοῦτον καὶ φρονήματος Ἑλληνικοῦ πρὸς βαρβάρων πλῆθος καὶ παρασκευὴν, οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλʼ ἔργων ἀποδείξει καὶ τῷ καλοῦντι τοῦ καιροῦ. οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν, ἀλλʼ εἰς

προθυμίαν κατεχρήσαντο, οὐδʼ ἐξεπλάγησαν τῶν ὁρωμένων τὴν ἀήθειαν, ἀλλʼ ἥσθησαν ὁρῶντες ὅσων κρείττους γενήσονται, καὶ νομίσαντες ὥσπερ ἀφορμὴν εἰληφέναι παρὰ τῆς τύχης ὑπερβαλέσθαι πάντας ἀνθρώπους ἀνδραγαθίᾳ καὶ τοῦτʼ εἶναι πλέον τῆς τοσαύτης στρατιᾶς ἔχειν ὥσπερ χρήμασιν ἀφθόνως χρήσασθαι, καὶ διανοηθέντες ὅτι νῦν ὥσπερ ἑστιάσονται λαμπρῶς ὑπὸ τῶν βαρβάρων καὶ τῆς ἀρετῆς ἀξίως τῆς ἑαυτῶν. καὶ γὰρ ἵπποι καὶ βέλη καὶ νῆες καὶ ψέλια καὶ στρεπτοὶ καὶ κύνες καὶ πάντα χρήματα δῶρα τῆς τύχης ἐστὶ προκείμενα τοῖς κρείττοσι, καὶ πάντα ταῦτα νίκη παραδίδωσι. ταῦτα καὶ στρατηγοὶ πρὸς ἑαυτοὺς εἰπόντες καὶ πρὸς ἀλλήλους ἕκαστοι διαλεχθέντες, ἐκ θεῶν ἀρξάμενοι καὶ τοῦ φίλου παιῶνος,

ἐχώρουν δρόμῳ, καθάπερ διὰ ψιλοῦ τοῦ πεδίου θέοντες, καὶ τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν τι ἐστὶ τὰ γιγνόμενα, ἀλλʼ ἅμα τε τάξεις ἐρρώγεσαν καὶ ἄνδρες ἐκτείνοντο καὶ ἵπποι συνελαμβάνοντο καὶ νῆες εἵλκοντο καὶ χρήματα ἤγετο καὶ χορεία Πανὸς ἦν τὰ ποιούμενα. ἤδη δέ τις καὶ τελευτήσας εἱστήκει περιτοξευθεὶς ὑπὸ τῶν βαρβάρων,

φοβῶν τοὺς λοιποὺς, ὥσπερ ἀθάνατος ὤν. ἀπολλύμενοι δὲ οἱ τὰ μεγάλα τολμήσαντες καὶ τρόπαια φέροντες ἐν ταῖς ναυσὶ πλείους αὐτοῖς ἐφάνησαν πρότερον. οὔτε γὰρ τὸ ἕλος οὔτε θάλαττα ἀρκούντως αὐτοὺς ἐδέχετο, οὐδʼ ἦν εὐρυχωρία τοῖς κακοῖς οὐδὲ διέξοδος, ἀλλὰ τότε ὡς ἀληθῶς ὄχλος ὄντες ᾐσθάνοντο καὶ μέγιστον ἐναντίωμα ἑαυτοῖς, καὶ τοῖς πλείοσιν ἥττους ἐγένοντο ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι. ὥστε οἱ τοῦ αἵματος ῥύακες ἤρκουν ἐν νοτίῳ ταῖς ναυσὶν εἶναι. τοσαύτη δὲ λαμπρότης τῶν ἀνδρῶν ἐκείνων ἐγένετο καὶ τοσοῦτον τῆς νίκης τὸ ἀξίωμα, ὥστε καὶ τὸ χωρίον ὥσπερ τι σύμβολον ἀρετῆς κατέστησαν. οὔκουν ἔστι γε οὐδεὶς ὅστις ἀκούσας τὸ τοῦ Μαραθῶνος ὄνομα οὐκ ἀνίσταται τῇ ψυχῇ οὐδʼ ὥσπερ ἄλλο τι τὴν ἐπωνυμίαν ἀσπάζεται καὶ σέβεται σὺν χαρᾷ. καὶ συνέβη δὲ τῇ πόλει πρώτῃ μὲν κινδυνεῦσαι τῶν κατὰ τὴν ἤπειρον Ἑλλήνων, μόνῃ δὲ ἀρκέσαι νικῆσαι, τῶν δὲ ἰδίων κινδύνων κοινὰ τὰ ἆθλα ἅπασι καταστῆσαι καὶ τροφὸν οὖσαν τῆς Ἑλλάδος τοὐναντίον τοῦ νενομισμένου ποιῆσαι. τοὺς μὲν γὰρ ἄλλους τὰ τροφεῖα κομίζεσθαι παρὰ τῶν ἐκτραφέντων νόμος λέγει, δὲ πόλις πρὸς ταῖς τροφαῖς καὶ οἷς ἔδωκεν ἐξ ἀρχῆς καὶ τὴν ἐλευθερίαν μετὰ τῆς σωτηρίας ἐν τοῖς αὑτῆς κινδύνοις ἀπέδωκε τῇ
Ἑλλάδι, ὥσπερ τοῦτο ὀφείλουσα τοῖς Ἕλλησι, ποιεῖν διὰ παντὸς αὐτοὺς εὖ καὶ τοῦτο ὡμολογηκυῖα τοῖς πρὸ τοῦ πᾶσιν. ὥστʼ εἰκότως εἰπεῖν εἶναι τὴν μὲν πόλιν τὸν ἐλευθέριον Δία τιμᾶν ἐπὶ τοῖς πραχθεῖσι προσήκειν, τοῖς δὲ

Tokens

ἀλλʼ 1 w 4
ἤδη 1 w 7
τότε 1 w 11
ἀμυνομένη 1 w 20
καὶ 1 w 23
δίκην 1 w 28
ἀξιοῦσα 1 w 35
λαβεῖν 1 w 41
τῶν 1 w 44
ἐν 1 w 46
τῇ 1 w 48
ἠπείρῳ 1 w 54
τῇ 2 w 56
τῶν 2 w 59
Ἰώνων 1 w 64
δεδουλωμένων 1 w 76
Ἑλλήνων 1 w 83
οὓς 1 w 87
μόνη 1 w 91
μὲν 1 w 94
ἐδέξατο 1 w 101
φθειρομένους 1 w 113
κατὰ 1 w 117
πᾶσαν 1 w 122
τὴν 1 w 125
Ἑλλάδα 1 w 131
μόνη 2 w 136
δὲ 1 w 138
εἰς 1 w 141
τὸ 1 w 143
δέον 1 w 147
κατέστησε 1 w 156
καὶ 2 w 160
πρῶτοι 1 w 166
δὴ 1 w 168
τῶν 3 w 171
εἰς 2 w 174
ἐκεῖνον 1 w 181
τὸν 1 w 184
χρόνον 1 w 190
Ἑλλήνων 2 w 197
ἀναβάντες 1 w 206
εἰς 3 w 209
Σάρδεις 1 w 216
στρατιᾷ 1 w 223
κοινῇ 1 w 228
πορθήσαντες 1 w 239
ᾤχοντο 1 w 245
τέως 1 w 250
δὲ 2 w 252
ἐν 2 w 254
Βαβυλῶνος 1 w 263
τάξει 1 w 268
καὶ 3 w 271
τῶν 4 w 274
ἐν 3 w 276
Ἰνδοῖς 1 w 282
Ἕλληνες 1 w 289
Σάρδεις 2 w 296
ἐθαύμαζον 1 w 305
λαβὼν 1 w 311
δὲ 3 w 313
ταύτην 1 w 319
πρόφασιν 1 w 327
Δαρεῖος 1 w 334
ἡσυχίαν 1 w 341
ἄγειν 1 w 346
οὐκ 1 w 349
ἠδύνατο 1 w 356
ἀλλʼ 2 w 361
ἐξήταζε 1 w 368
τὴν 2 w 371
ἀρχὴν 1 w 376
καὶ 4 w 379
τὰς 1 w 382
δυνάμεις 1 w 390
συνεκρότει 1 w 400
καὶ 5 w 404
πᾶν 1 w 407
μικρὸν 1 w 413
ἦν 1 w 415
αὐτῷ 1 w 419
καὶ 6 w 423
τὸ 3 w 425
μὲν 2 w 428
πρόσχημα 1 w 436
τοῦτο 1 w 441
ἦν 2 w 443
ἀμύνασθαι 1 w 452
Ἀθηναίους 1 w 461
καὶ 7 w 464
Ἐρετριέας 1 w 473
παρενθήκην 1 w 484
γὰρ 1 w 487
τοὺς 1 w 491
Ἐρετριέας 2 w 500
ἐποιήσατο 1 w 509
ἵνα 1 w 513
δὴ 2 w 515
πιστὸν 1 w 521
1 w 522
δύο 1 w 526
δʼ 1 w 528
ὡς 1 w 530
ἀληθῶς 1 w 536
ἦν 3 w 538
τὰ 3 w 540
κινοῦντα 1 w 548
ἓν 1 w 551
μὲν 3 w 554
φόβος 1 w 559
ἤδη 2 w 562
καὶ 8 w 565
ὑποψία 1 w 571
τῆς 1 w 574
πόλεως 1 w 580
μὴ 1 w 582
ἄρα 1 w 585
οὐδὲν 1 w 590
ἀποχρῆν 1 w 597
ἀξιώσῃ 1 w 603
ἕτερον 1 w 610
δʼ 2 w 612
ἐπιθυμία 1 w 620
καὶ 9 w 623
πόθος 1 w 628
αὐξῆσαι 1 w 635
τὴν 3 w 638
ἀρχὴν 2 w 643
ἐνδόξῳ 1 w 649
προσθήκῃ 1 w 657
τῇ 3 w 659
τοῦ 2 w 662
Ἑλληνικοῦ 1 w 671
καὶ 10 w 674
τῆς 2 w 677
γῆς 1 w 680
μὴ 2 w 682
διῃρημένως 1 w 692
ἄρχειν 1 w 698
ἀλλὰ 1 w 703
καὶ 11 w 706
πάσης 1 w 711
τοῦτο 2 w 717
δʼ 3 w 719
οὐ 3 w 721
παντάπασιν 1 w 731
ἀνέλπιστον 1 w 741
ἦν 4 w 743
αὐτῷ 2 w 747
διὰ 1 w 751
πλῆθος 1 w 757
τῶν 5 w 760
ἤδη 3 w 763
δεδουλωμένων 2 w 775
ἐθνῶν 1 w 780
1 w 782
καὶ 12 w 785
ὀνομαστὶ 1 w 793
γνωρίσαι 1 w 801
φιλοτιμίαν 1 w 811
εἶχε 1 w 815
καὶ 13 w 818
ψιλῇ 1 w 822
πορείᾳ 1 w 828
διελθεῖν 1 w 836
ἐλπίδος 1 w 843
κρεῖττον 1 w 851
ἦν 5 w 853
πάντα 1 w 859
γὰρ 2 w 862
τότε 2 w 866
Πέρσαις 1 w 873
εἴπετο 1 w 879
ὥσπερ 1 w 885
ἄλλως 1 w 890
ζῆν 1 w 893
οὐ 4 w 895
δυνάμενα 1 w 903
ἔχων 1 w 908
δʼ 4 w 910
ὡς 2 w 913
εἶπον 1 w 918
μέσην 1 w 924
τινὰ 1 w 928
τοῦ 4 w 931
τε 7 w 933
φόβου 1 w 938
καὶ 14 w 941
τῆς 3 w 944
ἐπιθυμίας 1 w 953
ἦλθεν 1 w 958
αὐτὸς 1 w 964
μὲν 4 w 967
γὰρ 3 w 970
ἀπέγνω 1 w 976
μὴ 3 w 978
διαβαίνειν 1 w 988
τὰ 4 w 991
δʼ 5 w 993
ἔθνη 1 w 997
πέμπειν 1 w 1004
ἐπενόει 1 w 1011
καὶ 15 w 1015
πρῶτον 1 w 1021
μὲν 5 w 1024
2 w 1025
τῶν 6 w 1028
κηρύκων 1 w 1035
περίοδος 1 w 1043
3 w 1044
γιγνομένη 1 w 1053
κατὰ 2 w 1057
τὴν 4 w 1060
Ἑλλάδα 2 w 1066
ὑπʼ 1 w 1069
ἐκείνου 1 w 1076
τε 8 w 1078
καὶ 16 w 1081
τοῦ 5 w 1084
μετʼ 1 w 1088
ἐκεῖνον 2 w 1095
βασιλέως 1 w 1103
περὶ 1 w 1107
τῆς 4 w 1110
γῆς 2 w 1113
καὶ 17 w 1116
τοῦ 6 w 1119
ὕδατος 1 w 1125
ἀπὸ 1 w 1128
ταύτης 1 w 1134
τῆς 5 w 1137
πόλεως 2 w 1143
ἤρχετο 1 w 1149
καὶ 18 w 1153
πάντα 2 w 1158
πρὸς 1 w 1162
ταύτην 2 w 1168
διελέγοντο 1 w 1178
ἔν 1 w 1181
τε 9 w 1183
ταῖς 1 w 1187
ἐπιστολαῖς 1 w 1197
ταῖς 2 w 1201
Ἑλληνικαῖς 1 w 1211
καὶ 19 w 1214
ὅσαι 1 w 1218
πυκναὶ 1 w 1224
τοῖς 1 w 1228
ὑπάρχοις 1 w 1236
ᾔεσαν 1 w 1241
οὐδὲν 2 w 1246
ἦν 6 w 1248
ὅτι 1 w 1251
μὴ 4 w 1253
Ἀθῆναι 1 w 1259
ὡς 3 w 1262
ταυτὸν 1 w 1268
ὃν 1 w 1270
εἰπεῖν 1 w 1276
τὴν 5 w 1279
Ἀθηναίων 1 w 1287
πόλιν 1 w 1292
καὶ 20 w 1295
τὴν 6 w 1298
Ἑλλάδα 3 w 1304
καὶ 21 w 1308
οὐκ 2 w 1311
εἰπεῖν 2 w 1317
μόνον 1 w 1322
ἀλλὰ 2 w 1327
καὶ 22 w 1330
ἔργῳ 1 w 1334
συμβαῖνον 1 w 1343
πάσας 1 w 1348
ἔχειν 1 w 1353
τὰς 2 w 1356
πόλεις 1 w 1362
εἴ 2 w 1365
τις 1 w 1368
κατάσχοι 1 w 1376
ταύτην 3 w 1382
καὶ 23 w 1386
μὴν 1 w 1389
ὅσα 2 w 1392
γε 2 w 1394
αὖ 1 w 1396
τούτοις 1 w 1403
ἔδει 1 w 1407
χρήσασθαι 1 w 1416
καὶ 24 w 1419
προβουλεῦσαι 1 w 1431
περὶ 2 w 1435
τῶν 7 w 1438
ὅλων 1 w 1442
ἅπαντα 1 w 1449
4 w 1450
πόλις 1 w 1455
ἐξήταζεν 1 w 1463
ἀπʼ 1 w 1467
ἀρχῆς 1 w 1472
προτάξασα 1 w 1481
τῶν 8 w 1484
Ἑλλήνων 3 w 1491
ἑαυτήν 1 w 1497
καὶ 25 w 1501
διχόθεν 1 w 1508
ἤδη 4 w 1511
ἀπὸ 2 w 1514
Περσῶν 1 w 1520
καὶ 26 w 1523
Ἀθηναίων 2 w 1531
συνεκροτεῖτο 1 w 1543
1 w 1544
πόλεμος 1 w 1551
τοῦ 7 w 1555
μὲν 6 w 1558
ἀπειλοῦντος 1 w 1569
καὶ 27 w 1572
πειρωμένου 1 w 1582
τῆς 6 w 1586
δʼ 6 w 1588
ἀνθεστηκυίας 1 w 1600
καὶ 28 w 1603
νικώσης 1 w 1610
εὐθὺς 1 w 1615
ταῖς 3 w 1619
ἀποκρίσεσι 1 w 1629
καὶ 29 w 1633
παρʼ 1 w 1637
ἀμφοτέρων 1 w 1646
τούτων 1 w 1652
ἐμαρτυρεῖτο 1 w 1663
ὅτι 2 w 1666
Ἀθηναίων 3 w 1674
καὶ 30 w 1677
Περσῶν 2 w 1683
ἐστιν 1 w 1688
2 w 1689
πόλεμος 2 w 1696
περὶ 3 w 1700
τῆς 7 w 1703
Ἑλλάδος 1 w 1710
τῶν 9 w 1714
μὲν 7 w 1717
λαβεῖν 2 w 1723
πειρωμένων 1 w 1733
τῶν 10 w 1737
δὲ 6 w 1739
κωλῦσαι 1 w 1746
ἐν 5 w 1749
ἐκείνοις 1 w 1757
μέντοι 1 w 1763
τοῖς 2 w 1767
καιροῖς 1 w 1774
ἔργα 1 w 1778
λόγων 1 w 1783
ἡττήθη 1 w 1789
λέγω 1 w 1794
δὲ 7 w 1796
τὰ 7 w 1798
τῶν 11 w 1801
ἄλλων 1 w 1806
ἔργα 2 w 1810
λόγων 2 w 1815
τῶν 12 w 1818
παρʼ 2 w 1822
ὑμῖν 1 w 1826
καὶ 31 w 1830
ψήφισμα 1 w 1837
τροπαίου 1 w 1845
κρεῖττον 2 w 1853
εἰς 4 w 1856
μνήμην 1 w 1862
ἐνίκησεν 1 w 1870
ἅμα 1 w 1873
λόγῳ 1 w 1877
καὶ 32 w 1880
ἔργῳ 2 w 1884
νικῆσαν 1 w 1891
εὐθὺς 2 w 1897
γὰρ 4 w 1900
ἐν 7 w 1902
χεροῖν 1 w 1908
κύριον 1 w 1914
ἦν 7 w 1916
οὐ 7 w 1918
τῇ 4 w 1920
χειροτονίᾳ 1 w 1930
μόνον 2 w 1935
ὡς 4 w 1938
νόμος 1 w 1943
ἀλλὰ 3 w 1948
καὶ 33 w 1951
τῷ 3 w 1953
διαφθεῖραι 1 w 1963
τοὺς 2 w 1967
ἀγγέλους 1 w 1975
τῷ 4 w 1978
δʼ 7 w 1980
ἑρμηνεύσαντι 1 w 1992
τὰ 8 w 1994
γράμματα 1 w 2002
διαχειροτονίαν 1 w 2016
μὲν 8 w 2019
ἀπέδοσαν 1 w 2027
ἵνʼ 1 w 2031
ἐπειδήπερ 1 w 2041
Ἕλλην 2 w 2046
ἦν 8 w 2048
ἔχοι 1 w 2053
πλέον 1 w 2058
τὴν 7 w 2061
τῆς 8 w 2064
κρίσεως 1 w 2071
εἰκόνα 1 w 2077
ἀπέκτειναν 1 w 2088
δὲ 8 w 2090
καὶ 34 w 2093
τοῦτον 1 w 2099
ὡς 5 w 2102
οὐδʼ 1 w 2106
ἄχρι 1 w 2110
φωνῆς 1 w 2115
διακονῆσαι 1 w 2125
προσῆκον 1 w 2133
τοῖς 3 w 2137
βαρβάροις 1 w 2146
καὶ 35 w 2150
τὸ 7 w 2152
ἰσχυρὸν 1 w 2159
περιῆλθεν 1 w 2168
αὐτῷ 3 w 2172
τὸν 4 w 2176
γὰρ 5 w 2179
τῆς 9 w 2182
πόλεως 3 w 2188
ἄποικον 1 w 2195
οὐκ 3 w 2198
ἠξίουν 1 w 2204
κατὰ 3 w 2208
τῆς 10 w 2211
πόλεως 4 w 2217
καὶ 36 w 2220
τῶν 13 w 2223
Ἑλλήνων 4 w 2230
ἑρμηνέα 1 w 2237
τῷ 6 w 2239
φύσει 1 w 2244
πολεμίῳ 1 w 2251
γίγνεσθαι 1 w 2260
καὶ 37 w 2264
οὕτω 1 w 2268
δὴ 3 w 2270
ῥίπτουσιν 1 w 2279
εἰς 5 w 2282
τὸ 9 w 2284
βάραθρον 1 w 2292
ὥστʼ 1 w 2297
ἄλλους 1 w 2303
ἀναγγεῖλαι 1 w 2313
τῷ 7 w 2315
βασιλεῖ 1 w 2322
τὰς 3 w 2325
ἀποκρίσεις 1 w 2335
καὶ 38 w 2338
παρὰ 1 w 2342
τῶν 14 w 2345
πεμφθέντων 1 w 2355
μὴ 6 w 2357
ἐκγενέσθαι 1 w 2367
μαθεῖν 1 w 2373
3 w 2375
δὲ 9 w 2377
δὴ 4 w 2379
καὶ 39 w 2382
δὴ 5 w 2384
λαμπρῶς 1 w 2391
ἐκινεῖτο 1 w 2399
καὶ 40 w 2403
τοῦτο 4 w 2408
μὲν 9 w 2411
τοῖς 4 w 2415
ὑπάρχοις 2 w 2423
ἐκέλευεν 1 w 2431
ἑτοιμάζειν 1 w 2441
αὐτόθεν 1 w 2448
τὰς 4 w 2451
πέδας 1 w 2456
ὑπερβαλὼν 1 w 2465
1 w 2466
καθʼ 1 w 2470
ὅσους 1 w 2475
ᾤετο 1 w 2479
τοὺς 3 w 2483
Ἀθηναίους 2 w 2492
εἶναι 1 w 2497
ἵνα 2 w 2501
μηδεὶς 1 w 2507
ἄδετος 1 w 2513
αὐτῶν 1 w 2518
διαφύγοι 1 w 2526
καὶ 41 w 2530
τῆς 11 w 2533
ὀργῆς 1 w 2538
ἀπολαύων 1 w 2546
ἕως 1 w 2549
ἐξῆν 1 w 2553
τοῦτο 5 w 2559
δὲ 10 w 2561
τοῖς 5 w 2565
πλήθεσιν 1 w 2573
ἄλλα 1 w 2577
ἄλλοις 1 w 2583
ἐπέταττεν 1 w 2592
ἐκ 8 w 2595
δὲ 11 w 2597
τούτου 1 w 2603
κήρυκες 1 w 2610
μὲν 10 w 2613
οὐκέτι 1 w 2619
ἐφοίτων 1 w 2626
εἰς 6 w 2629
τὴν 8 w 2632
Ἑλλάδα 4 w 2638
αὐτάγγελον 1 w 2649
δὲ 12 w 2651
ἤδη 5 w 2654
κατέπεμπε 1 w 2663
τὸν 5 w 2666
στόλον 1 w 2672
προστήσας 1 w 2682
ἄρχοντας 1 w 2690
Περσῶν 3 w 2696
τοὺς 4 w 2700
ἀρίστους 1 w 2708
καὶ 42 w 2712
δίδωσι 1 w 2718
πλῆθος 2 w 2724
στρατιᾶς 1 w 2732
οὗ 1 w 2735
τὸ 11 w 2737
διαλλάττον 1 w 2747
παρʼ 3 w 2751
ἑκάστους 1 w 2759
τοὺς 5 w 2763
ἀφηγουμένους 1 w 2775
τοσοῦτόν 1 w 2783
ἐστιν 2 w 2788
ὥστʼ 2 w 2792
εἶναι 2 w 2797
τὸν 6 w 2800
μέγιστον 1 w 2808
ὅρον 1 w 2812
στόλου 1 w 2818
βουλόμενος 1 w 2829
μηδεμίαν 1 w 2837
πρόφασιν 2 w 2845
λιπεῖν 1 w 2851
μήτʼ 1 w 2855
ἐκείνοις 2 w 2863
μήτʼ 2 w 2867
αὐτὸς 2 w 2872
αὑτῷ 1 w 2876
τὸ 14 w 2878
μὴ 7 w 2880
οὐ 11 w 2882
πρᾶξαι 1 w 2888
περὶ 4 w 2892
ὧν 1 w 2894
ἐνετέλλετο 1 w 2904
ταῦτα 1 w 2910
δʼ 9 w 2912
ἦν 9 w 2914
τὴν 9 w 2917
μὲν 11 w 2920
πόλιν 2 w 2925
καταποντίσαι 1 w 2937
τὸ 15 w 2940
δὲ 13 w 2942
φῦλον 1 w 2947
κομίζειν 1 w 2955
ἅπαν 2 w 2959
ὡς 6 w 2961
αὑτὸν 1 w 2966
1 w 2967
δὴ 6 w 2969
προειρήκειν 1 w 2980
τῷ 9 w 2982
σχήματι 1 w 2989
θυμοῦ 1 w 2995
μὲν 12 w 2998
δὴ 7 w 3000
καὶ 43 w 3003
παρασκευῆς 1 w 3013
οὕτως 1 w 3018
εἶχε 2 w 3022
τὰ 12 w 3024
τοῦ 11 w 3027
βασιλέως 2 w 3035
οἱ 1 w 3038
δʼ 10 w 3040
ἐφέροντο 1 w 3048
ὑπερηχοῦντες 1 w 3060
μὲν 13 w 3063
τὸν 8 w 3066
Αἰγαῖον 1 w 3073
ἀποστεροῦντες 1 w 3087
δὲ 14 w 3089
τὴν 10 w 3092
ὄψιν 1 w 3096
τοὺς 6 w 3100
ἐντυγχάνοντας 1 w 3113
φυγῆς 1 w 3119
δʼ 11 w 3121
ἐμπιμπλάντες 1 w 3133
τὴν 11 w 3136
θάλατταν 1 w 3144
ὥστʼ 3 w 3149
οὐδεὶς 1 w 3155
ἦν 10 w 3157
ὅστις 1 w 3162
νῆσον 1 w 3167
τότʼ 1 w 3171
ἂν 1 w 3173
οἰκεῖν 1 w 3179
ἐβούλετο 1 w 3187
ἔτι 1 w 3191
δʼ 12 w 3193
αὐτοῖς 1 w 3199
οὖσιν 1 w 3204
ἐν 10 w 3206
πλῷ 1 w 3209
καὶ 44 w 3212
μικρὸν 2 w 3218
πρὸ 2 w 3221
τῆς 12 w 3224
καταγωγῆς 1 w 3233
ἔδοξεν 1 w 3239
ἀπάρξασθαι 1 w 3249
τοῖς 7 w 3253
τοῦ 12 w 3256
βασιλέως 3 w 3264
ἐπιτάγμασι 1 w 3274
καὶ 45 w 3277
ὥσπερ 2 w 3282
τι 15 w 3284
προοίμιον 1 w 3293
ᾆσαι 1 w 3297
τοῦ 13 w 3300
πολέμου 1 w 3307
καὶ 46 w 3311
δόξαν 1 w 3316
οὕτως 2 w 3321
Ἐρετριᾶς 1 w 3329
ἐπιβάντες 1 w 3338
ᾤχοντο 2 w 3344
φέροντες 1 w 3352
σαγήνην 1 w 3360
τινὰ 2 w 3364
μιμησάμενοι 1 w 3375
ναυτικήν 1 w 3383
καὶ 47 w 3387
τὸ 18 w 3389
μὲν 14 w 3392
Ἐρετριέων 1 w 3401
γένος 1 w 3406
οὕτως 3 w 3411
ἀνήρπαστο 1 w 3420
ὡσπερεὶ 1 w 3427
παρʼ 4 w 3431
ἄλλου 2 w 3436
τινὸς 1 w 3441
τῶν 16 w 3444
κρειττόνων 1 w 3454
ἁρπασθὲν 1 w 3462
οἱ 2 w 3465
δʼ 13 w 3467
ἐπὶ 1 w 3470
τὸν 9 w 3473
δεύτερον 1 w 3481
ᾔεσαν 2 w 3486
ὡς 7 w 3489
ἀνασπάσοντες 1 w 3501
αὐτοὺς 1 w 3507
ἤδη 6 w 3510
τοὺς 8 w 3514
Ἀθηναίους 3 w 3523
καὶ 48 w 3526
τὴν 12 w 3529
Ἑλλάδα 5 w 3535
ἀναρπασόμενοι 1 w 3548
κακῶς 1 w 3554
εἰδότες 1 w 3561
οἵαν 1 w 3565
θήραν 1 w 3570
μετέρχονται 1 w 3581
καὶ 49 w 3584
ὅτι 3 w 3587
οὐκ 5 w 3590
ἐνέχονται 1 w 3599
τῷ 10 w 3601
λόγῳ 2 w 3605
ὡς 8 w 3607
ἄρα 2 w 3610
οὐ 14 w 3612
τὰ 13 w 3614
φεύγοντα 1 w 3622
διώκουσιν 1 w 3631
ἀλλὰ 4 w 3636
μᾶλλον 1 w 3642
τὰ 14 w 3644
τῷ 11 w 3646
διώκειν 1 w 3653
συνήθη 1 w 3659
οὕτω 5 w 3664
δὲ 15 w 3666
τούτων 2 w 3672
κεχωρηκότων 1 w 3683
καὶ 50 w 3686
φερομένων 1 w 3695
αὐτῶν 2 w 3700
πρὸς 2 w 3704
τὴν 13 w 3707
ἤπειρον 1 w 3714
ὥσπερ 3 w 3719
ἄλλου 3 w 3724
τινὸς 2 w 3729
ἐκ 10 w 3731
τοῦ 14 w 3734
πελάγους 1 w 3742
κακοῦ 1 w 3747
οἱ 3 w 3750
μὲν 15 w 3753
ἄλλοι 2 w 3758
πάντες 1 w 3764
Ἕλληνες 2 w 3771
καὶ 51 w 3774
πάλαι 1 w 3779
προϊδόντες 1 w 3789
τὴν 14 w 3792
διάβασιν 1 w 3800
καὶ 52 w 3803
τότε 3 w 3807
ὁρῶντες 1 w 3814
ἤδη 7 w 3817
καθῆντο 1 w 3824
ἐκπεπληγμένοι 1 w 3837
τὸ 20 w 3840
μέλλον 1 w 3846
ἀποσκοποῦντες 1 w 3859
ὀνειροπολοῦντες 1 w 3875
ἕκαστοι 1 w 3882
τὰς 5 w 3885
Ἐρετριέων 2 w 3894
συμφορὰς 1 w 3902
καὶ 53 w 3906
τοσοῦτον 1 w 3914
τῶν 18 w 3917
δεινῶν 1 w 3923
ἀπέχειν 1 w 3930
νομίζοντες 1 w 3940
ὅσον 1 w 3944
τὸν 10 w 3947
στρατὸν 1 w 3954
αὐτῶν 3 w 3959
6 w 3961
δὲ 16 w 3963
πόλις 2 w 3968
πομπὴν 1 w 3974
ἀγούσῃ 1 w 3980
προσεῴκει 1 w 3989
μᾶλλον 2 w 3995
2 w 3996
πρὸς 3 w 4000
ἀγῶνα 1 w 4005
κοσμουμένῃ 1 w 4015
ἱερά 1 w 4020
τε 29 w 4022
γὰρ 6 w 4025
πάντα 3 w 4030
ἀνέῳγε 1 w 4036
καὶ 54 w 4039
τὰ 16 w 4041
τῶν 20 w 4044
ἱερέων 1 w 4050
γένη 1 w 4054
συνῆγε 1 w 4060
καὶ 55 w 4063
διεπρεσβεύετο 1 w 4076
πρὸς 4 w 4080
τοὺς 9 w 4084
θεοὺς 1 w 4089
τὸν 12 w 4092
ἀρχαῖον 1 w 4099
τρόπον 1 w 4105
συμμάχους 1 w 4115
τε 30 w 4117
καλοῦσα 1 w 4124
καὶ 56 w 4127
ἡγεμόνας 1 w 4135
ποιουμένη 1 w 4144
ὡς 9 w 4147
δʼ 14 w 4149
αὐτῇ 1 w 4153
τὸ 24 w 4155
θεῖον 1 w 4160
ἤσκητο 1 w 4166
οὐδὲν 3 w 4172
ἦν 11 w 4174
ἀργὸν 1 w 4179
ἔτι 2 w 4182
ἀλλʼ 3 w 4187
οἱ 4 w 4189
μὲν 16 w 4192
φύλακες 1 w 4199
τῶν 21 w 4202
ἱερῶν 1 w 4207
οἱ 5 w 4209
γέροντες 1 w 4217
καὶ 57 w 4220
τῆς 13 w 4223
πόλεως 5 w 4229
ὑπελείποντο 1 w 4240
8 w 4242
δὲ 18 w 4244
νεότης 1 w 4250
ἐχώρει 1 w 4256
καὶ 58 w 4260
πρῶτον 2 w 4266
μὲν 17 w 4269
τοὺς 10 w 4273
ἐν 12 w 4275
τοῖς 8 w 4279
στεφανίταις 1 w 4290
δρόμους 1 w 4297
ἀπέκρυψαν 1 w 4306
ὅσῳ 1 w 4310
περὶ 5 w 4314
καλλιόνων 1 w 4323
τῶν 22 w 4326
ἄθλων 1 w 4331
ἠγωνίζοντο 1 w 4341
τοσούτῳ 1 w 4349
θαυμαστοτέραν 1 w 4362
τὴν 15 w 4365
προθυμίαν 1 w 4374
παρασχόμενοι 1 w 4386
ἔπειτα 1 w 4393
κρείττους 1 w 4402
ἦσαν 1 w 4406
τὰ 17 w 4408
τελευταῖα 1 w 4417
3 w 4418
τὰ 18 w 4420
ἀπὸ 3 w 4423
τῶν 23 w 4426
πυλῶν 1 w 4431
καίτοι 1 w 4438
μεσοῦντας 1 w 4447
μὲν 18 w 4450
ἔτι 3 w 4453
τῆς 14 w 4456
πορείας 1 w 4463
προσέβαλεν 1 w 4473
ὥσπερ 4 w 4478
πνεῦμα 1 w 4484
ἀπὸ 4 w 4487
θαλάττης 1 w 4495
βοὴ 1 w 4498
συμμιγὴς 1 w 4506
ἵππων 1 w 4511
καὶ 59 w 4514
ἀνδρῶν 1 w 4520
καὶ 60 w 4523
τῶν 24 w 4526
ἄλλων 2 w 4531
ἐφολκίων 1 w 4539
τῷ 12 w 4541
στρατοπέδῳ 1 w 4551
τῶν 25 w 4555
μὲν 19 w 4558
χρείας 1 w 4564
ἕνεκα 1 w 4569
τῶν 26 w 4573
δὲ 19 w 4575
καὶ 61 w 4578
ψυχαγωγίας 1 w 4588
βαρβαρικῆς 1 w 4598
κεκομισμένων 1 w 4610
ὑπερβαλόντες 1 w 4623
δʼ 15 w 4625
οὐκ 6 w 4628
εἶχον 1 w 4633
12 w 4634
τι 23 w 4636
ἴδωσι 1 w 4641
πλὴν 1 w 4646
τῶν 27 w 4649
πολεμίων 1 w 4657
καὶ 62 w 4660
τῶν 28 w 4663
ἀτόπων 1 w 4669
ἐκείνων 1 w 4676
φασμάτων 1 w 4684
χαλκὸς 1 w 4691
δὲ 20 w 4693
καὶ 63 w 4696
σίδηρος 1 w 4703
πόρρωθεν 1 w 4711
εἶργε 1 w 4716
μὴ 8 w 4718
προσιέναι 1 w 4727
τοσαύτη 1 w 4735
δʼ 16 w 4737
ἦν 12 w 4739
ὑπερηφανία 1 w 4749
τῆς 15 w 4752
παρασκευῆς 2 w 4762
καὶ 64 w 4765
τῶν 29 w 4768
ποιουμένων 1 w 4778
ὥστʼ 4 w 4782
ἐξαρκεῖν 1 w 4790
ἐδόκει 1 w 4796
τοῖς 9 w 4800
βαρβάροις 2 w 4809
ὀφθῆναι 1 w 4816
μόνον 3 w 4821
ᾤοντο 1 w 4827
γὰρ 7 w 4830
ὥσπερ 5 w 4835
ἐν 13 w 4837
ἄθλοις 1 w 4843
ἅπαντας 1 w 4850
εὐθὺς 3 w 4855
ἀπογνώσεσθαι 1 w 4867
καὶ 65 w 4870
δώσειν 1 w 4876
ἑαυτοὺς 1 w 4883
ἀκονιτί 1 w 4890
αὕτη 1 w 4895
πρώτη 1 w 4900
δημοτελὴς 1 w 4909
κρίσις 1 w 4915
ἐν 14 w 4917
τῷ 13 w 4919
μέσῳ 1 w 4923
κατὰ 4 w 4927
τοὺς 12 w 4931
ἀνθρώπους 1 w 4940
ἐγένετο 1 w 4947
ἀρετῆς 1 w 4953
πρὸς 5 w 4957
πλοῦτον 1 w 4964
καὶ 66 w 4967
φρονήματος 1 w 4977
Ἑλληνικοῦ 2 w 4986
πρὸς 6 w 4990
βαρβάρων 1 w 4998
πλῆθος 3 w 5004
καὶ 67 w 5007
παρασκευὴν 1 w 5017
οὐ 17 w 5020
λόγων 3 w 5025
εὐφημίᾳ 1 w 5032
κριθεῖσα 1 w 5040
ἀλλʼ 4 w 5045
ἔργων 1 w 5050
ἀποδείξει 1 w 5059
καὶ 68 w 5062
τῷ 14 w 5064
καλοῦντι 1 w 5072
τοῦ 15 w 5075
καιροῦ 1 w 5081
οὐ 18 w 5084
γὰρ 8 w 5087
εἰς 7 w 5090
φόβον 1 w 5095
τὴν 16 w 5098
θέαν 1 w 5102
ἔτρεψαν 1 w 5109
ἀλλʼ 5 w 5114
εἰς 8 w 5117
προθυμίαν 2 w 5126
κατεχρήσαντο 1 w 5138
οὐδʼ 2 w 5143
ἐξεπλάγησαν 1 w 5154
τῶν 30 w 5157
ὁρωμένων 1 w 5165
τὴν 17 w 5168
ἀήθειαν 1 w 5175
ἀλλʼ 6 w 5180
ἥσθησαν 1 w 5187
ὁρῶντες 2 w 5194
ὅσων 1 w 5198
κρείττους 2 w 5207
γενήσονται 1 w 5217
καὶ 69 w 5221
νομίσαντες 1 w 5231
ὥσπερ 6 w 5236
ἀφορμὴν 1 w 5243
εἰληφέναι 1 w 5252
παρὰ 2 w 5256
τῆς 17 w 5259
τύχης 1 w 5264
ὑπερβαλέσθαι 1 w 5276
πάντας 1 w 5282
ἀνθρώπους 2 w 5291
ἀνδραγαθίᾳ 1 w 5301
καὶ 70 w 5304
τοῦτʼ 1 w 5309
εἶναι 3 w 5314
πλέον 2 w 5319
τῆς 18 w 5322
τοσαύτης 1 w 5330
στρατιᾶς 2 w 5338
ἔχειν 2 w 5343
ὥσπερ 7 w 5348
χρήμασιν 1 w 5356
ἀφθόνως 1 w 5363
χρήσασθαι 2 w 5372
καὶ 71 w 5376
διανοηθέντες 1 w 5388
ὅτι 4 w 5391
νῦν 1 w 5394
ὥσπερ 8 w 5399
ἑστιάσονται 1 w 5410
λαμπρῶς 2 w 5417
ὑπὸ 1 w 5420
τῶν 31 w 5423
βαρβάρων 2 w 5431
καὶ 72 w 5434
τῆς 19 w 5437
ἀρετῆς 2 w 5443
ἀξίως 1 w 5448
τῆς 21 w 5451
ἑαυτῶν 1 w 5457
καὶ 73 w 5461
γὰρ 9 w 5464
ἵπποι 1 w 5469
καὶ 74 w 5472
βέλη 1 w 5476
καὶ 75 w 5479
νῆες 1 w 5483
καὶ 76 w 5486
ψέλια 1 w 5491
καὶ 77 w 5494
στρεπτοὶ 1 w 5502
καὶ 78 w 5505
κύνες 1 w 5510
καὶ 79 w 5513
πάντα 5 w 5518
χρήματα 1 w 5525
δῶρα 1 w 5529
τῆς 22 w 5532
τύχης 2 w 5537
ἐστὶ 1 w 5541
προκείμενα 1 w 5551
τοῖς 10 w 5555
κρείττοσι 1 w 5564
καὶ 80 w 5568
πάντα 6 w 5573
ταῦτα 2 w 5578
9 w 5579
νίκη 2 w 5583
παραδίδωσι 1 w 5593
ταῦτα 3 w 5599
καὶ 81 w 5602
στρατηγοὶ 1 w 5611
πρὸς 7 w 5615
ἑαυτοὺς 2 w 5622
εἰπόντες 1 w 5630
καὶ 82 w 5633
πρὸς 8 w 5637
ἀλλήλους 1 w 5645
ἕκαστοι 2 w 5652
διαλεχθέντες 1 w 5664
ἐκ 13 w 5667
θεῶν 1 w 5671
ἀρξάμενοι 1 w 5680
καὶ 83 w 5683
τοῦ 17 w 5686
φίλου 1 w 5691
παιῶνος 1 w 5698
ἐχώρουν 1 w 5706
δρόμῳ 1 w 5711
καθάπερ 1 w 5719
διὰ 2 w 5722
ψιλοῦ 1 w 5727
τοῦ 18 w 5730
πεδίου 1 w 5736
θέοντες 1 w 5743
καὶ 84 w 5747
τοῖς 11 w 5751
βαρβάροις 3 w 5760
οὐκ 7 w 5763
ἔδωκαν 1 w 5769
ἰδεῖν 1 w 5774
15 w 5775
τι 28 w 5777
ἐστὶ 2 w 5781
τὰ 20 w 5783
γιγνόμενα 1 w 5792
ἀλλʼ 7 w 5797
ἅμα 2 w 5800
τε 43 w 5802
τάξεις 1 w 5808
ἐρρώγεσαν 1 w 5817
καὶ 85 w 5820
ἄνδρες 1 w 5826
ἐκτείνοντο 1 w 5836
καὶ 86 w 5839
ἵπποι 2 w 5844
συνελαμβάνοντο 1 w 5858
καὶ 87 w 5861
νῆες 2 w 5865
εἵλκοντο 1 w 5873
καὶ 88 w 5876
χρήματα 2 w 5883
ἤγετο 1 w 5888
καὶ 89 w 5891
χορεία 1 w 5897
Πανὸς 1 w 5902
ἦν 13 w 5904
τὰ 21 w 5906
ποιούμενα 1 w 5915
ἤδη 8 w 5919
δέ 3 w 5921
τις 3 w 5924
καὶ 90 w 5927
τελευτήσας 1 w 5937
εἱστήκει 1 w 5945
περιτοξευθεὶς 1 w 5958
ὑπὸ 2 w 5961
τῶν 33 w 5964
βαρβάρων 3 w 5972
φοβῶν 1 w 5978
τοὺς 14 w 5982
λοιποὺς 1 w 5989
ὥσπερ 9 w 5995
ἀθάνατος 1 w 6003
ὤν 1 w 6005
ἀπολλύμενοι 1 w 6017
δὲ 21 w 6019
οἱ 6 w 6021
τὰ 22 w 6023
μεγάλα 1 w 6029
τολμήσαντες 1 w 6040
καὶ 91 w 6043
τρόπαια 1 w 6050
φέροντες 2 w 6058
ἐν 15 w 6060
ταῖς 4 w 6064
ναυσὶ 1 w 6069
πλείους 1 w 6076
αὐτοῖς 2 w 6082
ἐφάνησαν 1 w 6090
4 w 6091
πρότερον 1 w 6099
οὔτε 1 w 6104
γὰρ 10 w 6107
τὸ 25 w 6109
ἕλος 1 w 6113
οὔτε 2 w 6117
10 w 6118
θάλαττα 2 w 6125
ἀρκούντως 1 w 6134
αὐτοὺς 2 w 6140
ἐδέχετο 1 w 6147
οὐδʼ 3 w 6152
ἦν 14 w 6154
εὐρυχωρία 1 w 6163
τοῖς 13 w 6167
κακοῖς 1 w 6173
οὐδὲ 4 w 6177
διέξοδος 1 w 6185
ἀλλὰ 5 w 6190
τότε 4 w 6194
ὡς 10 w 6196
ἀληθῶς 2 w 6202
ὄχλος 1 w 6207
ὄντες 1 w 6212
ᾐσθάνοντο 1 w 6221
καὶ 92 w 6224
μέγιστον 2 w 6232
ἐναντίωμα 1 w 6241
ἑαυτοῖς 1 w 6248
καὶ 93 w 6252
τοῖς 15 w 6256
πλείοσιν 1 w 6264
ἥττους 1 w 6270
ἐγένοντο 1 w 6278
5 w 6279
ὅσοις 1 w 6284
ἄν 2 w 6286
τις 4 w 6289
ἐξ 6 w 6291
ἀρχῆς 2 w 6296
ἐθάρρησεν 1 w 6305
ἀντιστῆναι 1 w 6315
ὥστε 1 w 6320
οἱ 7 w 6322
τοῦ 19 w 6325
αἵματος 1 w 6332
ῥύακες 1 w 6338
ἤρκουν 1 w 6344
ἐν 17 w 6346
νοτίῳ 1 w 6351
ταῖς 5 w 6355
ναυσὶν 1 w 6361
εἶναι 4 w 6366
τοσαύτη 3 w 6374
δὲ 23 w 6376
11 w 6377
λαμπρότης 1 w 6386
τῶν 34 w 6389
ἀνδρῶν 2 w 6395
ἐκείνων 2 w 6402
ἐγένετο 2 w 6409
καὶ 94 w 6412
τοσοῦτον 2 w 6420
τῆς 23 w 6423
νίκης 1 w 6428
τὸ 26 w 6430
ἀξίωμα 1 w 6436
ὥστε 2 w 6441
καὶ 95 w 6444
τὸ 27 w 6446
χωρίον 1 w 6452
ὥσπερ 10 w 6457
τι 32 w 6459
σύμβολον 1 w 6467
ἀρετῆς 3 w 6473
κατέστησαν 1 w 6483
οὔκουν 1 w 6490
ἔστι 1 w 6494
γε 13 w 6496
οὐδεὶς 2 w 6502
ὅστις 2 w 6507
ἀκούσας 1 w 6514
τὸ 28 w 6516
τοῦ 20 w 6519
Μαραθῶνος 1 w 6528
ὄνομα 1 w 6533
οὐκ 8 w 6536
ἀνίσταται 1 w 6545
τῇ 6 w 6547
ψυχῇ 1 w 6551
οὐδʼ 4 w 6555
ὥσπερ 11 w 6560
ἄλλο 6 w 6564
τι 35 w 6566
τὴν 18 w 6569
ἐπωνυμίαν 1 w 6578
ἀσπάζεται 1 w 6587
καὶ 96 w 6590
σέβεται 1 w 6597
σὺν 1 w 6600
χαρᾷ 1 w 6604
καὶ 97 w 6608
συνέβη 1 w 6614
δὲ 24 w 6616
τῇ 7 w 6618
πόλει 2 w 6623
πρώτῃ 1 w 6628
μὲν 20 w 6631
κινδυνεῦσαι 1 w 6642
τῶν 35 w 6645
κατὰ 5 w 6649
τὴν 19 w 6652
ἤπειρον 2 w 6659
Ἑλλήνων 5 w 6666
μόνῃ 1 w 6671
δὲ 25 w 6673
ἀρκέσαι 1 w 6680
νικῆσαι 1 w 6687
τῶν 36 w 6691
δὲ 26 w 6693
ἰδίων 1 w 6698
κινδύνων 1 w 6706
κοινὰ 1 w 6711
τὰ 24 w 6713
ἆθλα 1 w 6717
ἅπασι 1 w 6722
καταστῆσαι 1 w 6732
καὶ 98 w 6735
τροφὸν 1 w 6741
οὖσαν 1 w 6746
τῆς 25 w 6749
Ἑλλάδος 2 w 6756
τοὐναντίον 1 w 6766
τοῦ 21 w 6769
νενομισμένου 1 w 6781
ποιῆσαι 1 w 6788
τοὺς 16 w 6793
μὲν 21 w 6796
γὰρ 11 w 6799
ἄλλους 2 w 6805
τὰ 25 w 6807
τροφεῖα 1 w 6814
κομίζεσθαι 1 w 6824
παρὰ 3 w 6828
τῶν 37 w 6831
ἐκτραφέντων 1 w 6842
7 w 6843
νόμος 2 w 6848
λέγει 1 w 6853
12 w 6855
δὲ 27 w 6857
πόλις 3 w 6862
πρὸς 9 w 6866
ταῖς 6 w 6870
τροφαῖς 1 w 6877
καὶ 99 w 6880
οἷς 1 w 6883
ἔδωκεν 1 w 6889
ἐξ 7 w 6891
ἀρχῆς 3 w 6896
καὶ 100 w 6899
τὴν 20 w 6902
ἐλευθερίαν 1 w 6912
μετὰ 1 w 6916
τῆς 26 w 6919
σωτηρίας 1 w 6927
ἐν 18 w 6929
τοῖς 16 w 6933
αὑτῆς 1 w 6938
κινδύνοις 1 w 6947
ἀπέδωκε 1 w 6954
τῇ 8 w 6956
Ἑλλάδι 1 w 6962
ὥσπερ 12 w 6968
τοῦτο 6 w 6973
ὀφείλουσα 1 w 6982
τοῖς 17 w 6986
Ἕλλησι 1 w 6992
ποιεῖν 1 w 6999
διὰ 3 w 7002
παντὸς 1 w 7008
αὐτοὺς 3 w 7014
εὖ 1 w 7016
καὶ 101 w 7019
τοῦτο 7 w 7024
ὡμολογηκυῖα 1 w 7035
τοῖς 18 w 7039
πρὸ 11 w 7042
τοῦ 24 w 7045
πᾶσιν 1 w 7050
ὥστʼ 5 w 7055
εἰκότως 1 w 7062
εἰπεῖν 3 w 7068
εἶναι 5 w 7073
τὴν 21 w 7076
μὲν 22 w 7079
πόλιν 3 w 7084
τὸν 13 w 7087
ἐλευθέριον 1 w 7097
Δία 1 w 7100
τιμᾶν 1 w 7105
ἐπὶ 2 w 7108
τοῖς 19 w 7112
πραχθεῖσι 1 w 7121
προσήκειν 1 w 7130
τοῖς 20 w 7135
δὲ 28 w 7137