Scaife ATLAS

CTS Library / Ἀθηνᾶ

Ἀθηνᾶ (9-13)

urn:cts:greekLit:tlg0284.tlg002.perseus-grc2:9-13
Refs {'start': {'reference': '9', 'human_reference': 'Jebb_Page 9'}, 'end': {'reference': '13', 'human_reference': 'Jebb_Page 13'}}
Ancestors []
Children []
prev
plain textXML
next

ἔστω τοίνυν ἡμῖν ὕπαρ τὸ ὄναρ· σὺ δʼ, δέσποινα Ἀθηνᾶ, τήν τε ἄλλην δίδου τύχην καὶ χάριν καὶ τοῦ παρόντος ἔφαψαι λόγου, τά τε φανθέντα τέλει πρὸς τὴν ἀξίαν, ὡς ἐναργῆ τῆς νυκτὸς ἐδείκνυτο· ὡς δὲ καὶ ἔργῳ συμβῆναι σαφῆ καὶ βέβαια, ὅδε σοὶ λόγος ἔσται μικτὸς εὐχῆς τε καὶ ὕμνου τὰ νῦν. πάντα μὲν οὖν τὰ κάλλιστα

περὶ Ἀθηνᾶν τε καὶ ἐξ Ἀθηνᾶς, ἐν δὲ τοῖς ἀξιολογώτατον αἱ γοναὶ τῆς θεοῦ, κεφάλαιον μὲν εἰπεῖν ὅτι τοῦ πάντων δημιουργοῦ καὶ βασιλέως παῖς ἐστι μόνη δὴ μόνου. οὐ γὰρ εἶχεν ἐξ ὅτου ὁμοτίμου ποιήσειεν αὐτὴν, ἀλλʼ ἀναχωρήσας αὐτὸς εἰς αὑτὸν αὐτὸς ἐξ αὑτοῦ γεννᾷ τε καὶ τίκτει τὴν θεόν· ὥστε ἐστὶ μόνη βεβαίως γνησία τοῦ πατρὸς, ἐξ ἴσου καὶ ὁμολογοῦντος ἑαυτῷ τοῦ γένους γενομένη. τὸ δὲ ἔτι τούτου μεῖζον, ὅτι καὶ ἐκ τοῦ καλλίστου τῶν ἑαυτοῦ, ἐκ τῆς κεφαλῆς, ἀνῆκεν αὐτὴν, ὡς ἄρα οὔτε ἐκ τῆς ἐκείνου κεφαλῆς κάλλιον ἦν ἀνελθεῖν οὐδὲν οὔτε Ἀθηνᾷ τόπος βελτίων ἀνασχεῖν· ἀλλὰ κατʼ ἀξίαν ἄμφω συνέβαινε. γενομένη δʼ ἐκ Διὸς καὶ μόνου καὶ ἐκ τῆς κεφαλῆς οὐχ ἧττον τούτων θαυμαστὸν τὸ τέταρτον ἐφείλκετο, δή φασι συμβῆναι περὶ τὸ χάσμα τῆς κεφαλῆς τοῦ θεοῦ φάσμα· ἀνῄει γὰρ εὐθὺς ἔνοπλος, ὥσπερ ἥλιος ἀνίσχων ὁμοῦ ταῖς ἀκτῖσιν, ἔνδοθεν κοσμηθεῖσα ὑπὸ τοῦ

πατρός. διὸ δὴ καὶ οὐ θέμις οὐδέποτε αὐτὴν καταλιπεῖν τὸν πατέρα, ἀλλʼ ἀεὶ πάρεστί τε καὶ συνδιαιτᾶται,

καθάπερ συμπεφυκυῖα, ἀναπνεῖ τε εἰς αὐτὸν καὶ σύνεστι μόνη μόνῳ τῆς γενέσεως μεμνημένη, καὶ τῶν ὠδίνων ἀποδιδοῦσα πρέποντα τὸν μισθόν. δοκεῖ δέ μοι καὶ πρεσβυτάτη θεῶν φῦναι, κομιδῆ τινῶν εὐαριθμήτων καὶ τῶν πρώτων ὄντων ἐν τῷ τότε· οὐ γὰρ ἂν ἄλλως ἕκαστα Ζεὺς διεῖλεν, εἰ μὴ πάρεδρόν τε καὶ σύμβουλον τὴν Ἀθηνᾶν παρεκαθίσατο. καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα διʼ αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται· οἷα δὲ ἐν αὐλῇ θαυματοποιῶν ἅμα τοῖς αὐτοῖς τε Ζεὺς καὶ θεὸς χρῆται. οὕτως δʼ ἐστὶν αἰδέσιμος τῷ πατρὶ καὶ πάντων κεκοινώνηκε καὶ τὰ πρεσβεῖα μόνη κατείληφεν, ὥστε καὶ τῶν ποιητῶν οὓς ἂν μάλιστά τις εἴποι τυχεῖν τῆς θεοῦ, Ὅμηρος μὲν τῆς αἰγίδος αὐτῆς μνησθεὶς καὶ τοῦ τρῶσαι δαίμονος ἐπιχειρήσαντος λέγει
σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνὸς,
λέγων ἀσφαλῶς, ἐπειδή γε καὶ τῷ Διὶ τῶν σκηπτῶν καὶ
κεραυνῶν πλείονος ἄξια τὰ παρὰ τῆς Ἀθηνᾶς. Πίνδαρος δʼ αὖ φησι δεξιὰν κατὰ χεῖρα τοῦ πατρὸς αὐτὴν καθεζομένην τὰς ἐντολὰς τοῖς θεοῖς ἀποδέχεσθαι. ἀγγέλου μὲν γάρ ἐστι μείζων, γε τῶν ἀγγέλων ἄλλοις ἄλλα ἐπιτάττει πρώτη παρὰ τοῦ πατρὸς παραλαμβάνουσα, ἀντʼ ἐξηγητοῦ τινος οὖσα τοῖς θεοῖς [καὶ εἰσαγωγέως, ὅταν καὶ τούτου δέῃ]. ἅτε δὲ ἐν κορυφῇ τε τοῦ Ὀλύμπου καὶ ἐκ κορυφῆς τοῦ Διὸς γενομένη πόλεών τε πασῶν τὰς κορυφὰς ἔχει κατὰ κράτος ὡς ἀληθῶς ᾑρηκυῖα καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς οὐκ Ἄτη πατεῖ τὰς κεφαλὰς, Ἀθηνᾶ δὲ ἀνέχει καὶ ἐμβατεύει, τηροῦσα τὸ σύμβολον τῆς αὑτῆς γενέσεως.

τὸ μὲν δὴ κράτος τῆς θεοῦ τοσοῦτον ἐν οὐρανῷ καὶ γῇ. ὅσου δὲ ἀξία θεοῖς τε καὶ ἀνθρώποις ἐστί τε καὶ γεγένηται καὶ γενήσεται θεῶν μὲν ἂν παῖδες ἄμεινον εἴποιεν ὅσοι χορευταὶ τῆς Ἀθηνᾶς, πειρατέον δὲ καὶ ἡμῖν

ἀμωσγέπως εἰπεῖν, ποιηταῖς τε ἄχρι τοῦ μετρίου προσχρωμένους καὶ τῷ λόγῳ τοσοῦτον ἐφιέντας, ὡς μὴ πολύ τι παρενεγκεῖν τὸν πάντα ἰσομέτρητον συμβῆναι τῷ ὀνείρατι. λέγεται γὰρ ὡς ἐπειδὴ οἱ Γίγαντες παρετάξαντο ἐν τῇ Φλέγρᾳ, Ἐγκέλαδον μὲν καὶ τοὺς ἡγουμένους αὐτῶν κτείνει θεὸς, τοῖς δʼ ἄλλοις θεοῖς ὀλίγον τὸ ἔργον γίγνεται, ἐπεὶ καὶ τῶν ἄλλων Γιγάντων ὅσον ἦν κράτιστον κτείνει θεὸς, ἅτε καὶ φύσει πολεμίους ὄντας ἑαυτῇ διαφερόντως ἀμυνομένη· ἦσαν γὰρ ἀπʼ ἐναντίου τοῦ γένους

αὐτῇ. οἱ μὲν γὰρ ἐκ τῶν κοίλων τῆς γῆς ἐπεφύκεσαν καὶ τῶν ἀλογωτάτων, δὲ ἐκ τοῦ καθαρωτάτου τῶν ἐν τῷ αἰθέρι. πρὸς οὖν τοὺς ἐκείνων ὄφεις συμφύτους καὶ τἄλλα ὅσα τῆς γῆς ἐφείλκοντο τὸν αὑτῇ σύμφυτον κόσμον καὶ τὸ παρʼ αὑτῆς ἀντεπήγαγε πῦρ, ἕως ἐξέκαυσε καὶ ἐξεῖλε τὸ γένος. τόδε μὲν τὸ ἔργον αὐτῆς ὑπὲρ θεῶν τε καὶ τῆς θείας φύσεως ἁπάσης ᾁδεται καταπραχθέν. τὴν δὲ Τιτάνων καὶ τῶν Ὀλυμπίων θεῶν κληθέντων μάχην οὐχ ἥδιον ἐμοὶ γοῦν λέγειν. ἀλλὰ μὴν εἴς γε τὰ τῶν ἀνθρώπων πράγματα ὅσας εὐεργεσίας κατέθετο ἐνθυμηθῆναι ῥᾷον διελθεῖν λόγῳ. μὲν οὖν μεγίστη τῶν εὐεργεσιῶν καὶ διὰ πάντων τῶν γιγνομένων διήκουσα καὶ παρατείνουσα πάντας χρόνους καὶ τόπους, ὅτι Ἀθηνᾶς ἡγουμένης οὐδὲν πώποτε ἀνθρώποις ἡμαρτήθη, οὐδʼ αὖ πράξουσί ποτε χρηστὸν οὐδὲν ἄνευ τῆς Ἀθηνᾶς. εἰ δὲ δεῖ καὶ τῶν ἐν μέρει μνησθῆναι καὶ τοὺς μύθους μὴ ἀτιμάσαι, προσθῶμεν ἔλαιον ὑγιείας φάρμακον φανθὲν ὑπʼ αὐτῆς, καὶ ἐσθῆτα, ὁμοῦ μὲν κόσμον τῷ σώματι, ὁμοῦ δὲ τῆς αὐτῆς
ὑγιείας φάρμακον. ἀλλὰ μὴν ἀμφοτέρῳ γε τῷ γένει τῶν ἀνθρώπων ἐπίκουρος γεγένηται, γυναιξὶ μὲν ταλασίαν παραδοῦσα, ἀνδράσι δὲ ὅπλων χρῆσιν ἀναθεῖσα· ἀμφοτέρων αὖ τῶν καιρῶν ἐπεμελήθη, πολέμου καὶ εἰρήνης, διʼ ὅπλων καὶ νόμων. διχῆ δʼ αὖ καὶ τούτων ἑκατέρῳ προσηνέχθη. πρῶτον μὲν γὰρ τῆς ὀρείου καὶ καθʼ ἑκάστους διαίτης ἀπαλλαγῆναι καὶ συνελθόντας οἰκεῖν ἐν ταὐτῷ

μίαν συνοικίαν κοινὴν περιβαλλομένους ἥδʼ ἐστὶν πείσασα, καὶ εἰσὶν αἱ πόλεις δῶρα Ἀθηνᾶς· ὅθεν δὴ καὶ πολιοῦχος ἅπασι κέκληται. τὰς δὲ ἀκροπόλεις ἐξεῖλον αὐτῇ δικαίως, ἅμα μὲν σύμβολον τῆς γενέσεως, ἅμα δὲ ὥσπερ τοῖς βασιλεῦσι καὶ ἡγεμόσι τεμένη καὶ χώρους ἐξαιροῦσιν, οὕτω τῇ τοῦ παντὸς ἡγησαμένῃ θεῷ τὰ ἐπικαιρότατα ἐξεῖλον. ἓν μὲν δὴ τοῦτο λέγω κοινὸν εὐεργέτημα τῆς θεοῦ,

πρὸς τὴν καθʼ ἡμέραν δίαιταν, πολιτείαν καὶ νόμους, ἕτερον δὲ τὰς ἐμπύρους τε καὶ ἀπύρους τέχνας, ἃς τοῖς καθʼ ἑκάστους διεῖλέ τε καὶ διαιρεῖ· μόνη γὰρ ἁπάσης σοφίας ἡγεμών ἐστι. καὶ μὴν τῶν γε πρὸς τὸν πόλεμον συστημάτων τὰ πρωτεύοντα δύʼ ἐξεῦρέ τε καὶ κατεσκευάσατο· ὁπλῖται γὰρ καὶ ἱππεῖς τῶν Ἀθηνᾶς εὑρημάτων εἰσί. διττὰ δὲ ἑκατέρου μαρτύρια· τῶν μὲν ὁπλιτικῶν Αἰγύπτιοι μὲν τῶν κατὰ τὴν Ἀσίαν, οἱ δὲ ἐπώνυμοι τῆς θεοῦ τῶν ἐπὶ τῆς Εὐρώπης πρῶτοι προβαλόμενοι τὴν ἀσπίδα· ἔστι γὰρ καὶ κατʼ Αἴγυπτον Ἀθηνᾶς νομὸς ἱερὸς, ταῦτα ἀνάκειται. παραπλησίως δὲ καὶ περὶ τῆς ἱππικῆς. λέγεται γὰρ Ἐριχθόνιον μὲν τὸν τῆς θεοῦ τρόφιμον πρῶτον ἀνθρώπων ἅρμα ζεῦξαι ἵππων· Βελλεροφόντῃ δὲ αὖ πρὸς τὸν κέλητα γενέσθαι χαλινὸν παρὰ τῆς Ἀθηνᾶς.
Τριπτόλεμος δὲ Ἐριχθονίου νεώτερος· εἴη δʼ ἂν καὶ τούτῳ τὰ μὲν σπέρματα παρὰ τῆς Δήμητρος, τὸ δὲ ἅρμα παρὰ τῆς Ἀθηνᾶς. ὥστε νομίζειν χρὴ τοιαῦτʼ εἶναι πάντα τὰ δῶρα τῆς Ἀθηνᾶς τοῖς ἀνθρώποις, οἷα πρὸς τοὺς πολέμους ἐστὶν, ὁπλιτῶν φάλαγξ καὶ τάξις ἱππέων. ἔοικα δὲ προσθήσειν με ἀρτίως διέφυγεν, ὅτι καὶ τὰ ναυτικὰ Ἀθηνᾶς ἦν. ἐχέτω δὲ χώραν διττὴν τῷ λόγῳ. πρός τε γὰρ τοὺς πολέμους, εἴ τις καὶ οὕτω διχῆ διαιροῖτο τῶν κατʼ ἤπειρον καὶ τῶν ἐν θαλάττῃ, δείξει προνοηθεῖσαν τὴν θεόν· εἰ καὶ διχῆ πάλιν τῶν κατʼ ἤπειρον, ἕν τε τὸ αὐτὸ τὸ τῶν ναυτικῶν εἰς ἄμφω τείνει· εἰρηναῖον μὲν τὰς ὁλκάδας

καὶ τὴν διὰ τούτων ἐμπορίαν, πολεμιστήριον δὲ τὰς τριήρεις, ὥσπερ ἅρμα ἁμιλλητήριον καὶ πολεμιστήριον· περιδέξιος γὰρ θεὸς αὐτή τε καὶ τὰ δῶρα αὐτῆς. ἔοικα δὲ σμῆνος ἐπεγείρειν, καί μοι σύνδυο ἐφίησιν θεός. ἐνιδὼν γὰρ ἐμπορίᾳ τε καὶ ναυμαχίᾳ τῆς Ἀθηνᾶς οὖσιν

ἀμφοτέροις, ἐνεῖδον γεωργίᾳ τε καὶ ἐμπορίᾳ τῆς Ἀθηνᾶς οὖσιν ἀμφοτέροις, καὶ Βουζύγης τις ὑπῆλθέ με τῶν ἐξ ἀκροπόλεως, καὶ ὡς οὐκ ἦν τῷ γεωργῷ οὔτε τὸ ἄροτρον οὔτʼ, ἐπειδὴ καὶ τὸ ἄροτρον, τό γε ζεῦξαι τὰς βοῦς,
εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη,
διʼ ἧς ἄροτρον μὲν καὶ ναῦς ἐδημιουργήθη, ἐζεύχθησαν δὲ ἵπποι καὶ βόες.

φιλανθρωποτάτη δὲ αὐτὴ καὶ δυνατωτάτη. τῆς μὲν οὖν δυνάμεως τί χρὴ μεῖζον εἰπεῖν σημεῖον τὸ νικᾶν πανταχοῦ; οὐ γάρ ἐστιν Ἀθηνᾶς νίκη κυρία, ἀλλʼ Ἀθηνᾶ νίκης ἀεί· τὴν δὲ φιλανθρωπίαν οἱ περὶ Ὀρέστην λόγοι μαρτύρονται. ὃν φυγόντα μὲν ἐξ Ἄργους Ἀθήναζε, φεύγοντα δʼ Ἀθήνησι δίκην ὑπʼ Εὐμενίδων, ἴσων τῶν

ψήφων γενομένων, προσθεμένη τὴν παρʼ αὑτῆς σώζει. καὶ τοίνυν ἔτι νῦν σώζει πάντας, ἐὰν ἴσαι γένωνται· ἔδοξε γὰρ ἐξ ἐκείνου ταῖς ἴσαις προστιθέναι τὴν παρὰ τῆς Ἀθηνᾶς ἀφιεῖσαν. ἐπεὶ δὲ ἔδει παρθένον εἶναι διʼ αἰῶνος τὴν Ἀθηνᾶν καὶ μηδένα μήτε θεῶν μήτε ἀνθρώπων ψαῦσαι κατὰ τὸν τῆς πανδήμου νόμον, θαυμαστὰ οἷα κἀνταῦθα εὑρίσκεται παρὰ τοῦ πατρός· τὰ γὰρ τῆς καλλιτέκνου γέρα λαμβάνει. τῇ γὰρ Λητοῖ πλανωμένῃ διὰ πάσης γῆς καὶ θαλάττης ἡγεῖται πρὸς τὸν τόπον ὅπου εἱμαρμένον ἦν αὐτῇ τεκεῖν. καὶ ἐπειδὴ ἔτικτε, μαιοῦταί τε καὶ δέχεται τοὺς παῖδας, καὶ στεφανοῖ τὸν Ἀπόλλω κατὰ τὸν τῶν Ἑλλήνων παιᾶνα· ὥστε μὲν Ἄρτεμις λοχία ταῖς ἄλλαις ἐστὶν, αὕτη δὲ τῇ Ἀρτέμιδι λοχία πρὸς τὰς γονὰς θεὸς γεγένηται. καὶ ἔοικεν ἀμφοτέρων διδάσκαλος αὐτὴ καταστῆναι, τῆς τέχνης καὶ τῆς προαιρέσεως. παρθένος γάρ ἐστι

ἔστω 1 w 4
τοίνυν 1 w 10
ἡμῖν 1 w 14
ὕπαρ 1 w 18
τὸ 1 w 20
ὄναρ 1 w 24
σὺ 1 w 27
δʼ 1 w 29
1 w 31
δέσποινα 1 w 39
Ἀθηνᾶ 1 w 44
τήν 1 w 48
τε 1 w 50
ἄλλην 1 w 55
δίδου 1 w 60
τύχην 1 w 65
καὶ 1 w 68
χάριν 1 w 73
καὶ 2 w 76
τοῦ 1 w 79
παρόντος 1 w 87
ἔφαψαι 1 w 93
λόγου 1 w 98
τά 1 w 101
τε 2 w 103
φανθέντα 1 w 111
τέλει 1 w 116
πρὸς 1 w 120
τὴν 1 w 123
ἀξίαν 1 w 128
ὡς 1 w 131
ἐναργῆ 1 w 137
τῆς 1 w 140
νυκτὸς 1 w 146
ἐδείκνυτο 1 w 155
ὡς 2 w 158
δὲ 1 w 160
καὶ 3 w 163
ἔργῳ 1 w 167
συμβῆναι 1 w 175
σαφῆ 1 w 179
καὶ 4 w 182
βέβαια 1 w 188
ὅδε 1 w 192
σοὶ 1 w 195
λόγος 1 w 200
ἔσται 1 w 205
μικτὸς 1 w 211
εὐχῆς 1 w 216
τε 3 w 218
καὶ 5 w 221
ὕμνου 1 w 226
τὰ 1 w 228
νῦν 1 w 231
πάντα 1 w 237
μὲν 1 w 240
οὖν 1 w 243
τὰ 2 w 245
κάλλιστα 1 w 253
περὶ 1 w 257
Ἀθηνᾶν 1 w 263
τε 4 w 265
καὶ 6 w 268
ἐξ 1 w 270
Ἀθηνᾶς 1 w 276
ἐν 2 w 279
δὲ 2 w 281
τοῖς 1 w 285
ἀξιολογώτατον 1 w 298
αἱ 1 w 300
γοναὶ 1 w 305
τῆς 2 w 308
θεοῦ 1 w 312
κεφάλαιον 1 w 322
μὲν 2 w 325
εἰπεῖν 1 w 331
ὅτι 1 w 334
τοῦ 2 w 337
πάντων 1 w 343
δημιουργοῦ 1 w 353
καὶ 7 w 356
βασιλέως 1 w 364
παῖς 1 w 368
ἐστι 1 w 372
μόνη 1 w 376
δὴ 1 w 378
μόνου 1 w 383
οὐ 1 w 386
γὰρ 1 w 389
εἶχεν 1 w 394
ἐξ 2 w 396
ὅτου 1 w 400
ὁμοτίμου 1 w 408
ποιήσειεν 1 w 417
αὐτὴν 1 w 422
ἀλλʼ 1 w 427
ἀναχωρήσας 1 w 437
αὐτὸς 1 w 442
εἰς 1 w 445
αὑτὸν 1 w 450
αὐτὸς 2 w 455
ἐξ 3 w 457
αὑτοῦ 1 w 462
γεννᾷ 1 w 467
τε 5 w 469
καὶ 8 w 472
τίκτει 1 w 478
τὴν 3 w 481
θεόν 1 w 485
ὥστε 1 w 490
ἐστὶ 1 w 494
μόνη 2 w 498
βεβαίως 1 w 505
γνησία 1 w 511
τοῦ 4 w 514
πατρὸς 1 w 520
ἐξ 4 w 523
ἴσου 1 w 527
καὶ 9 w 530
ὁμολογοῦντος 1 w 542
ἑαυτῷ 1 w 547
τοῦ 5 w 550
γένους 1 w 556
γενομένη 1 w 564
τὸ 7 w 567
δὲ 3 w 569
ἔτι 1 w 572
τούτου 1 w 578
μεῖζον 1 w 584
ὅτι 2 w 588
καὶ 10 w 591
ἐκ 1 w 593
τοῦ 6 w 596
καλλίστου 1 w 605
τῶν 1 w 608
ἑαυτοῦ 1 w 614
ἐκ 2 w 617
τῆς 3 w 620
κεφαλῆς 1 w 627
ἀνῆκεν 1 w 634
αὐτὴν 2 w 639
ὡς 3 w 642
ἄρα 1 w 645
οὔτε 1 w 649
ἐκ 3 w 651
τῆς 4 w 654
ἐκείνου 1 w 661
κεφαλῆς 2 w 668
κάλλιον 1 w 675
ἦν 1 w 677
ἀνελθεῖν 1 w 685
οὐδὲν 1 w 690
οὔτε 2 w 694
Ἀθηνᾷ 1 w 699
τόπος 1 w 704
βελτίων 1 w 711
ἀνασχεῖν 1 w 719
ἀλλὰ 1 w 724
κατʼ 1 w 728
ἀξίαν 2 w 733
ἄμφω 1 w 737
συνέβαινε 1 w 746
γενομένη 2 w 755
δʼ 2 w 757
ἐκ 5 w 759
Διὸς 1 w 763
καὶ 11 w 766
μόνου 2 w 771
καὶ 12 w 774
ἐκ 6 w 776
τῆς 5 w 779
κεφαλῆς 3 w 786
οὐχ 1 w 789
ἧττον 1 w 794
τούτων 1 w 800
θαυμαστὸν 1 w 809
τὸ 9 w 811
τέταρτον 1 w 819
ἐφείλκετο 1 w 828
1 w 830
δή 1 w 832
φασι 1 w 836
συμβῆναι 2 w 844
περὶ 2 w 848
τὸ 10 w 850
χάσμα 1 w 855
τῆς 6 w 858
κεφαλῆς 4 w 865
τοῦ 8 w 868
θεοῦ 2 w 872
φάσμα 1 w 877
ἀνῄει 1 w 883
γὰρ 2 w 886
εὐθὺς 1 w 891
ἔνοπλος 1 w 898
ὥσπερ 1 w 904
ἥλιος 1 w 909
ἀνίσχων 1 w 916
ὁμοῦ 1 w 920
ταῖς 1 w 924
ἀκτῖσιν 1 w 931
ἔνδοθεν 1 w 939
κοσμηθεῖσα 1 w 949
ὑπὸ 1 w 952
τοῦ 9 w 955
πατρός 1 w 961
διὸ 1 w 965
δὴ 2 w 967
καὶ 13 w 970
οὐ 4 w 972
θέμις 1 w 977
οὐδέποτε 1 w 985
αὐτὴν 3 w 990
καταλιπεῖν 1 w 1000
τὸν 3 w 1003
πατέρα 1 w 1009
ἀλλʼ 2 w 1014
ἀεὶ 1 w 1017
πάρεστί 1 w 1024
τε 11 w 1026
καὶ 14 w 1029
συνδιαιτᾶται 1 w 1041
καθάπερ 1 w 1049
συμπεφυκυῖα 1 w 1060
ἀναπνεῖ 1 w 1068
τε 12 w 1070
εἰς 2 w 1073
αὐτὸν 1 w 1078
καὶ 15 w 1081
σύνεστι 1 w 1088
μόνη 3 w 1092
μόνῳ 1 w 1096
τῆς 7 w 1099
γενέσεως 1 w 1107
μεμνημένη 1 w 1116
καὶ 16 w 1120
τῶν 2 w 1123
ὠδίνων 1 w 1129
ἀποδιδοῦσα 1 w 1139
πρέποντα 1 w 1147
τὸν 5 w 1150
μισθόν 1 w 1156
δοκεῖ 1 w 1162
δέ 3 w 1164
μοι 1 w 1167
καὶ 17 w 1170
πρεσβυτάτη 1 w 1180
θεῶν 1 w 1184
φῦναι 1 w 1189
1 w 1191
κομιδῆ 1 w 1197
τινῶν 1 w 1202
εὐαριθμήτων 1 w 1213
καὶ 18 w 1216
τῶν 3 w 1219
πρώτων 1 w 1225
ὄντων 1 w 1230
ἐν 3 w 1232
τῷ 2 w 1234
τότε 1 w 1238
οὐ 6 w 1241
γὰρ 3 w 1244
ἂν 1 w 1246
ἄλλως 1 w 1251
ἕκαστα 1 w 1257
4 w 1258
Ζεὺς 1 w 1262
διεῖλεν 1 w 1269
εἰ 4 w 1272
μὴ 1 w 1274
πάρεδρόν 1 w 1282
τε 14 w 1284
καὶ 19 w 1287
σύμβουλον 1 w 1296
τὴν 6 w 1299
Ἀθηνᾶν 2 w 1305
παρεκαθίσατο 1 w 1317
καὶ 20 w 1321
γάρ 1 w 1324
τοι 1 w 1327
μόνη 4 w 1331
μὲν 3 w 1334
τὴν 7 w 1337
αἰγίδα 1 w 1343
διʼ 1 w 1346
αἰῶνος 1 w 1352
φορεῖ 1 w 1357
μόνη 5 w 1362
δὲ 5 w 1364
τοῖς 2 w 1368
τοῦ 10 w 1371
πατρὸς 2 w 1377
ὅπλοις 1 w 1383
εἰς 3 w 1386
τὸν 6 w 1389
Ὁμηρικὸν 1 w 1397
πόλεμον 1 w 1404
κοσμεῖται 1 w 1413
οἷα 1 w 1417
δὲ 6 w 1419
ἐν 4 w 1421
αὐλῇ 1 w 1425
θαυματοποιῶν 1 w 1437
ἅμα 1 w 1440
τοῖς 3 w 1444
αὐτοῖς 1 w 1450
6 w 1451
τε 15 w 1453
Ζεὺς 2 w 1457
καὶ 21 w 1460
2 w 1461
θεὸς 1 w 1465
χρῆται 1 w 1471
οὕτως 1 w 1477
δʼ 3 w 1479
ἐστὶν 1 w 1484
αἰδέσιμος 1 w 1493
τῷ 3 w 1495
πατρὶ 1 w 1500
καὶ 22 w 1503
πάντων 2 w 1509
κεκοινώνηκε 1 w 1520
καὶ 23 w 1523
τὰ 3 w 1525
πρεσβεῖα 1 w 1533
μόνη 6 w 1537
κατείληφεν 1 w 1547
ὥστε 2 w 1552
καὶ 24 w 1555
τῶν 4 w 1558
ποιητῶν 1 w 1565
οὓς 1 w 1568
ἂν 2 w 1570
μάλιστά 1 w 1577
τις 1 w 1580
εἴποι 1 w 1585
τυχεῖν 1 w 1591
τῆς 8 w 1594
θεοῦ 3 w 1598
Ὅμηρος 1 w 1605
μὲν 4 w 1608
τῆς 9 w 1611
αἰγίδος 1 w 1618
αὐτῆς 1 w 1623
μνησθεὶς 1 w 1631
καὶ 25 w 1634
τοῦ 11 w 1637
τρῶσαι 1 w 1643
δαίμονος 1 w 1651
ἐπιχειρήσαντος 1 w 1665
λέγει 1 w 1670
σμερδαλέην 1 w 1680
ἣν 1 w 1683
οὐδὲ 2 w 1687
Διὸς 2 w 1691
δάμνησι 1 w 1698
κεραυνὸς 1 w 1706
λέγων 1 w 1712
ἀσφαλῶς 1 w 1719
ἐπειδή 1 w 1726
γε 6 w 1728
καὶ 26 w 1731
τῷ 4 w 1733
Διὶ 1 w 1736
τῶν 6 w 1739
σκηπτῶν 1 w 1746
καὶ 27 w 1749
κεραυνῶν 1 w 1757
πλείονος 1 w 1765
ἄξια 1 w 1769
τὰ 4 w 1771
παρὰ 1 w 1775
τῆς 11 w 1778
Ἀθηνᾶς 2 w 1784
Πίνδαρος 1 w 1793
δʼ 4 w 1795
αὖ 1 w 1797
φησι 1 w 1801
δεξιὰν 1 w 1807
κατὰ 1 w 1811
χεῖρα 1 w 1816
τοῦ 12 w 1819
πατρὸς 3 w 1825
αὐτὴν 4 w 1830
καθεζομένην 1 w 1841
τὰς 1 w 1844
ἐντολὰς 1 w 1851
τοῖς 5 w 1855
θεοῖς 1 w 1860
ἀποδέχεσθαι 1 w 1871
ἀγγέλου 1 w 1879
μὲν 5 w 1882
γάρ 2 w 1885
ἐστι 2 w 1889
μείζων 1 w 1895
2 w 1897
γε 7 w 1899
τῶν 8 w 1902
ἀγγέλων 1 w 1909
ἄλλοις 1 w 1915
ἄλλα 1 w 1919
ἐπιτάττει 1 w 1928
πρώτη 1 w 1933
παρὰ 2 w 1937
τοῦ 13 w 1940
πατρὸς 4 w 1946
παραλαμβάνουσα 1 w 1960
ἀντʼ 1 w 1965
ἐξηγητοῦ 1 w 1973
τινος 1 w 1978
οὖσα 1 w 1982
τοῖς 6 w 1986
θεοῖς 2 w 1991
καὶ 28 w 1995
εἰσαγωγέως 1 w 2005
ὅταν 1 w 2010
καὶ 29 w 2013
τούτου 2 w 2019
δέῃ 1 w 2022
ἅτε 1 w 2027
δὲ 8 w 2029
ἐν 6 w 2031
κορυφῇ 1 w 2037
τε 20 w 2039
τοῦ 15 w 2042
Ὀλύμπου 1 w 2049
καὶ 30 w 2052
ἐκ 7 w 2054
κορυφῆς 1 w 2061
τοῦ 16 w 2064
Διὸς 3 w 2068
γενομένη 3 w 2076
πόλεών 1 w 2082
τε 21 w 2084
πασῶν 1 w 2089
τὰς 2 w 2092
κορυφὰς 1 w 2099
ἔχει 1 w 2103
κατὰ 2 w 2107
κράτος 1 w 2113
ὡς 4 w 2115
ἀληθῶς 1 w 2121
ᾑρηκυῖα 1 w 2128
καὶ 31 w 2131
τῶν 9 w 2134
ἀνθρώπων 1 w 2142
ὅσοι 1 w 2146
θεοφιλεῖς 1 w 2155
οὐκ 1 w 2158
Ἄτη 1 w 2161
πατεῖ 1 w 2166
τὰς 3 w 2169
κεφαλὰς 1 w 2176
Ἀθηνᾶ 6 w 2182
δὲ 9 w 2184
ἀνέχει 1 w 2190
καὶ 32 w 2193
ἐμβατεύει 1 w 2202
τηροῦσα 1 w 2210
τὸ 15 w 2212
σύμβολον 1 w 2220
τῆς 12 w 2223
αὑτῆς 1 w 2228
γενέσεως 2 w 2236
τὸ 16 w 2239
μὲν 6 w 2242
δὴ 3 w 2244
κράτος 2 w 2250
τῆς 14 w 2253
θεοῦ 4 w 2257
τοσοῦτον 1 w 2265
ἐν 7 w 2267
οὐρανῷ 1 w 2273
καὶ 33 w 2276
γῇ 1 w 2278
ὅσου 1 w 2283
δὲ 10 w 2285
ἀξία 3 w 2289
θεοῖς 3 w 2294
τε 24 w 2296
καὶ 34 w 2299
ἀνθρώποις 1 w 2308
ἐστί 1 w 2312
τε 25 w 2314
καὶ 35 w 2317
γεγένηται 1 w 2326
καὶ 36 w 2329
γενήσεται 1 w 2338
θεῶν 2 w 2342
μὲν 7 w 2345
ἂν 3 w 2347
παῖδες 1 w 2353
ἄμεινον 1 w 2360
εἴποιεν 1 w 2367
ὅσοι 2 w 2371
χορευταὶ 1 w 2379
τῆς 15 w 2382
Ἀθηνᾶς 3 w 2388
πειρατέον 1 w 2398
δὲ 11 w 2400
καὶ 37 w 2403
ἡμῖν 2 w 2407
ἀμωσγέπως 1 w 2416
εἰπεῖν 2 w 2422
ποιηταῖς 1 w 2431
τε 26 w 2433
ἄχρι 1 w 2437
τοῦ 17 w 2440
μετρίου 1 w 2447
προσχρωμένους 1 w 2460
καὶ 38 w 2463
τῷ 5 w 2465
λόγῳ 1 w 2469
τοσοῦτον 2 w 2477
ἐφιέντας 1 w 2485
ὡς 5 w 2488
μὴ 2 w 2490
πολύ 1 w 2494
τι 10 w 2496
παρενεγκεῖν 1 w 2507
2 w 2508
τὸν 7 w 2511
πάντα 2 w 2516
ἰσομέτρητον 1 w 2527
συμβῆναι 3 w 2535
τῷ 6 w 2537
ὀνείρατι 1 w 2545
λέγεται 1 w 2553
γὰρ 4 w 2556
ὡς 6 w 2558
ἐπειδὴ 1 w 2564
οἱ 1 w 2566
Γίγαντες 1 w 2574
παρετάξαντο 1 w 2585
ἐν 8 w 2587
τῇ 1 w 2589
Φλέγρᾳ 1 w 2595
Ἐγκέλαδον 1 w 2605
μὲν 8 w 2608
καὶ 39 w 2611
τοὺς 1 w 2615
ἡγουμένους 1 w 2625
αὐτῶν 1 w 2630
κτείνει 1 w 2637
5 w 2638
θεὸς 2 w 2642
τοῖς 7 w 2647
δʼ 5 w 2649
ἄλλοις 2 w 2655
θεοῖς 4 w 2660
ὀλίγον 1 w 2666
τὸ 18 w 2668
ἔργον 1 w 2673
γίγνεται 1 w 2681
ἐπεὶ 1 w 2686
καὶ 40 w 2689
τῶν 11 w 2692
ἄλλων 1 w 2697
Γιγάντων 1 w 2705
ὅσον 1 w 2709
ἦν 2 w 2711
κράτιστον 1 w 2720
κτείνει 2 w 2727
6 w 2728
θεὸς 3 w 2732
ἅτε 2 w 2736
καὶ 41 w 2739
φύσει 1 w 2744
πολεμίους 1 w 2753
ὄντας 1 w 2758
ἑαυτῇ 1 w 2763
διαφερόντως 1 w 2774
ἀμυνομένη 1 w 2783
ἦσαν 1 w 2788
γὰρ 5 w 2791
ἀπʼ 1 w 2794
ἐναντίου 1 w 2802
τοῦ 18 w 2805
γένους 2 w 2811
αὐτῇ 1 w 2815
οἱ 2 w 2818
μὲν 9 w 2821
γὰρ 6 w 2824
ἐκ 8 w 2826
τῶν 12 w 2829
κοίλων 1 w 2835
τῆς 16 w 2838
γῆς 1 w 2841
ἐπεφύκεσαν 1 w 2851
καὶ 42 w 2854
τῶν 13 w 2857
ἀλογωτάτων 1 w 2867
7 w 2869
δὲ 12 w 2871
ἐκ 9 w 2873
τοῦ 19 w 2876
καθαρωτάτου 1 w 2887
τῶν 14 w 2890
ἐν 10 w 2892
τῷ 7 w 2894
αἰθέρι 1 w 2900
πρὸς 2 w 2905
οὖν 2 w 2908
τοὺς 2 w 2912
ἐκείνων 1 w 2919
ὄφεις 1 w 2924
συμφύτους 1 w 2933
καὶ 43 w 2936
τἄλλα 1 w 2941
ὅσα 1 w 2944
τῆς 17 w 2947
γῆς 2 w 2950
ἐφείλκοντο 1 w 2960
τὸν 8 w 2963
αὑτῇ 1 w 2967
σύμφυτον 1 w 2975
κόσμον 1 w 2981
καὶ 44 w 2984
τὸ 20 w 2986
παρʼ 1 w 2990
αὑτῆς 2 w 2995
ἀντεπήγαγε 1 w 3005
πῦρ 1 w 3008
ἕως 1 w 3012
ἐξέκαυσε 1 w 3020
καὶ 45 w 3023
ἐξεῖλε 1 w 3029
τὸ 21 w 3031
γένος 1 w 3036
τόδε 1 w 3041
μὲν 10 w 3044
τὸ 22 w 3046
ἔργον 2 w 3051
αὐτῆς 2 w 3056
ὑπὲρ 1 w 3060
θεῶν 3 w 3064
τε 32 w 3066
καὶ 46 w 3069
τῆς 20 w 3072
θείας 1 w 3077
φύσεως 1 w 3083
ἁπάσης 1 w 3089
ᾁδεται 1 w 3095
καταπραχθέν 1 w 3106
τὴν 9 w 3110
δὲ 13 w 3112
Τιτάνων 1 w 3119
καὶ 47 w 3122
τῶν 15 w 3125
Ὀλυμπίων 1 w 3133
θεῶν 4 w 3137
κληθέντων 1 w 3146
μάχην 1 w 3151
οὐχ 2 w 3154
ἥδιον 1 w 3159
ἐμοὶ 1 w 3163
γοῦν 2 w 3167
λέγειν 1 w 3173
ἀλλὰ 2 w 3178
μὴν 1 w 3181
εἴς 1 w 3184
γε 15 w 3186
τὰ 10 w 3188
τῶν 16 w 3191
ἀνθρώπων 2 w 3199
πράγματα 1 w 3207
ὅσας 1 w 3211
εὐεργεσίας 1 w 3221
κατέθετο 1 w 3229
ἐνθυμηθῆναι 1 w 3240
ῥᾷον 1 w 3244
3 w 3245
διελθεῖν 1 w 3253
λόγῳ 2 w 3257
8 w 3259
μὲν 11 w 3262
οὖν 3 w 3265
μεγίστη 1 w 3272
τῶν 17 w 3275
εὐεργεσιῶν 1 w 3285
καὶ 48 w 3288
διὰ 1 w 3291
πάντων 3 w 3297
τῶν 18 w 3300
γιγνομένων 1 w 3310
διήκουσα 1 w 3318
καὶ 49 w 3321
παρατείνουσα 1 w 3333
πάντας 1 w 3339
χρόνους 1 w 3346
καὶ 50 w 3349
τόπους 1 w 3355
ὅτι 3 w 3359
Ἀθηνᾶς 4 w 3365
ἡγουμένης 1 w 3374
οὐδὲν 2 w 3379
πώποτε 1 w 3385
ἀνθρώποις 2 w 3394
ἡμαρτήθη 1 w 3402
οὐδʼ 1 w 3407
αὖ 2 w 3409
πράξουσί 1 w 3417
ποτε 3 w 3421
χρηστὸν 1 w 3428
οὐδὲν 3 w 3433
ἄνευ 1 w 3437
τῆς 21 w 3440
Ἀθηνᾶς 5 w 3446
εἰ 8 w 3449
δὲ 16 w 3451
δεῖ 1 w 3454
καὶ 51 w 3457
τῶν 19 w 3460
ἐν 12 w 3462
μέρει 1 w 3467
μνησθῆναι 1 w 3476
καὶ 52 w 3479
τοὺς 3 w 3483
μύθους 1 w 3489
μὴ 4 w 3491
ἀτιμάσαι 1 w 3499
προσθῶμεν 1 w 3509
ἔλαιον 1 w 3515
ὑγιείας 1 w 3522
φάρμακον 1 w 3530
φανθὲν 1 w 3536
ὑπʼ 1 w 3539
αὐτῆς 3 w 3544
καὶ 53 w 3548
ἐσθῆτα 1 w 3554
ὁμοῦ 2 w 3559
μὲν 12 w 3562
κόσμον 2 w 3568
τῷ 8 w 3570
σώματι 1 w 3576
ὁμοῦ 3 w 3581
δὲ 17 w 3583
τῆς 23 w 3586
αὐτῆς 4 w 3591
ὑγιείας 2 w 3598
φάρμακον 2 w 3606
ἀλλὰ 3 w 3611
μὴν 2 w 3614
ἀμφοτέρῳ 1 w 3622
γε 18 w 3624
τῷ 9 w 3626
γένει 1 w 3631
τῶν 20 w 3634
ἀνθρώπων 3 w 3642
ἐπίκουρος 1 w 3651
γεγένηται 2 w 3660
γυναιξὶ 1 w 3668
μὲν 13 w 3671
ταλασίαν 1 w 3679
παραδοῦσα 1 w 3688
ἀνδράσι 1 w 3696
δὲ 18 w 3698
ὅπλων 1 w 3703
χρῆσιν 1 w 3709
ἀναθεῖσα 1 w 3717
ἀμφοτέρων 1 w 3727
αὖ 3 w 3729
τῶν 21 w 3732
καιρῶν 1 w 3738
ἐπεμελήθη 1 w 3747
πολέμου 1 w 3755
καὶ 54 w 3758
εἰρήνης 1 w 3765
διʼ 2 w 3769
ὅπλων 2 w 3774
καὶ 55 w 3777
νόμων 1 w 3782
διχῆ 1 w 3787
δʼ 7 w 3789
αὖ 4 w 3791
καὶ 56 w 3794
τούτων 2 w 3800
ἑκατέρῳ 1 w 3807
προσηνέχθη 1 w 3817
πρῶτον 1 w 3824
μὲν 14 w 3827
γὰρ 7 w 3830
τῆς 25 w 3833
ὀρείου 1 w 3839
καὶ 57 w 3842
καθʼ 1 w 3846
ἑκάστους 1 w 3854
διαίτης 1 w 3861
ἀπαλλαγῆναι 1 w 3872
καὶ 58 w 3875
συνελθόντας 1 w 3886
οἰκεῖν 1 w 3892
ἐν 13 w 3894
ταὐτῷ 1 w 3899
μίαν 1 w 3903
συνοικίαν 1 w 3912
κοινὴν 1 w 3918
περιβαλλομένους 1 w 3933
ἥδʼ 1 w 3936
ἐστὶν 2 w 3941
11 w 3942
πείσασα 1 w 3949
καὶ 59 w 3953
εἰσὶν 1 w 3958
αἱ 2 w 3960
πόλεις 1 w 3966
δῶρα 1 w 3970
Ἀθηνᾶς 6 w 3976
ὅθεν 1 w 3981
δὴ 5 w 3983
καὶ 60 w 3986
πολιοῦχος 1 w 3995
ἅπασι 1 w 4000
κέκληται 1 w 4008
τὰς 4 w 4012
δὲ 19 w 4014
ἀκροπόλεις 1 w 4024
ἐξεῖλον 1 w 4031
αὐτῇ 2 w 4035
δικαίως 1 w 4042
ἅμα 2 w 4046
μὲν 15 w 4049
σύμβολον 2 w 4057
τῆς 26 w 4060
γενέσεως 3 w 4068
ἅμα 3 w 4072
δὲ 20 w 4074
ὥσπερ 2 w 4079
τοῖς 8 w 4083
βασιλεῦσι 1 w 4092
καὶ 61 w 4095
ἡγεμόσι 1 w 4102
τεμένη 1 w 4108
καὶ 62 w 4111
χώρους 1 w 4117
ἐξαιροῦσιν 1 w 4127
οὕτω 2 w 4132
τῇ 6 w 4134
τοῦ 20 w 4137
παντὸς 1 w 4143
ἡγησαμένῃ 1 w 4152
θεῷ 1 w 4155
τὰ 12 w 4157
ἐπικαιρότατα 1 w 4169
ἐξεῖλον 2 w 4176
ἓν 1 w 4179
μὲν 16 w 4182
δὴ 6 w 4184
τοῦτο 1 w 4189
λέγω 2 w 4193
κοινὸν 1 w 4199
εὐεργέτημα 1 w 4209
τῆς 27 w 4212
θεοῦ 5 w 4216
πρὸς 3 w 4221
τὴν 10 w 4224
καθʼ 2 w 4228
ἡμέραν 1 w 4234
δίαιταν 1 w 4241
πολιτείαν 1 w 4251
καὶ 63 w 4254
νόμους 1 w 4260
ἕτερον 1 w 4267
δὲ 21 w 4269
τὰς 5 w 4272
ἐμπύρους 1 w 4280
τε 39 w 4282
καὶ 64 w 4285
ἀπύρους 1 w 4292
τέχνας 1 w 4298
ἃς 1 w 4301
τοῖς 9 w 4305
καθʼ 3 w 4309
ἑκάστους 2 w 4317
διεῖλέ 1 w 4323
τε 40 w 4325
καὶ 65 w 4328
διαιρεῖ 1 w 4335
μόνη 7 w 4340
γὰρ 8 w 4343
ἁπάσης 2 w 4349
σοφίας 1 w 4355
ἡγεμών 1 w 4361
ἐστι 3 w 4365
καὶ 66 w 4369
μὴν 3 w 4372
τῶν 22 w 4375
γε 23 w 4377
πρὸς 4 w 4381
τὸν 10 w 4384
πόλεμον 2 w 4391
συστημάτων 1 w 4401
τὰ 14 w 4403
πρωτεύοντα 1 w 4413
δύʼ 1 w 4416
ἐξεῦρέ 1 w 4422
τε 42 w 4424
καὶ 67 w 4427
κατεσκευάσατο 1 w 4440
ὁπλῖται 1 w 4448
γὰρ 9 w 4451
καὶ 68 w 4454
ἱππεῖς 1 w 4460
τῶν 23 w 4463
Ἀθηνᾶς 7 w 4469
εὑρημάτων 1 w 4478
εἰσί 1 w 4482
διττὰ 1 w 4488
δὲ 22 w 4490
ἑκατέρου 1 w 4498
μαρτύρια 1 w 4506
τῶν 24 w 4510
μὲν 17 w 4513
ὁπλιτικῶν 1 w 4522
Αἰγύπτιοι 1 w 4531
μὲν 18 w 4534
τῶν 25 w 4537
κατὰ 3 w 4541
τὴν 11 w 4544
Ἀσίαν 1 w 4549
οἱ 3 w 4552
δὲ 23 w 4554
ἐπώνυμοι 1 w 4562
τῆς 28 w 4565
θεοῦ 6 w 4569
τῶν 26 w 4572
ἐπὶ 1 w 4575
τῆς 29 w 4578
Εὐρώπης 1 w 4585
πρῶτοι 1 w 4591
προβαλόμενοι 1 w 4603
τὴν 12 w 4606
ἀσπίδα 1 w 4612
ἔστι 1 w 4617
γὰρ 10 w 4620
καὶ 69 w 4623
κατʼ 2 w 4627
Αἴγυπτον 1 w 4635
Ἀθηνᾶς 8 w 4641
νομὸς 1 w 4646
ἱερὸς 1 w 4651
1 w 4653
ταῦτα 1 w 4658
ἀνάκειται 1 w 4667
παραπλησίως 1 w 4679
δὲ 24 w 4681
καὶ 70 w 4684
περὶ 3 w 4688
τῆς 30 w 4691
ἱππικῆς 1 w 4698
λέγεται 2 w 4706
γὰρ 11 w 4709
Ἐριχθόνιον 1 w 4719
μὲν 19 w 4722
τὸν 11 w 4725
τῆς 31 w 4728
θεοῦ 7 w 4732
τρόφιμον 1 w 4740
πρῶτον 2 w 4746
ἀνθρώπων 4 w 4754
ἅρμα 1 w 4758
ζεῦξαι 1 w 4764
ἵππων 1 w 4769
Βελλεροφόντῃ 1 w 4782
δὲ 25 w 4784
αὖ 5 w 4786
πρὸς 5 w 4790
τὸν 12 w 4793
κέλητα 1 w 4799
γενέσθαι 1 w 4807
χαλινὸν 1 w 4814
παρὰ 3 w 4818
τῆς 32 w 4821
Ἀθηνᾶς 9 w 4827
Τριπτόλεμος 1 w 4839
δὲ 26 w 4841
Ἐριχθονίου 1 w 4851
νεώτερος 1 w 4859
εἴη 1 w 4863
δʼ 9 w 4865
ἂν 4 w 4867
καὶ 71 w 4870
τούτῳ 1 w 4875
τὰ 17 w 4877
μὲν 20 w 4880
σπέρματα 1 w 4888
παρὰ 4 w 4892
τῆς 33 w 4895
Δήμητρος 1 w 4903
τὸ 28 w 4906
δὲ 27 w 4908
ἅρμα 2 w 4912
παρὰ 5 w 4916
τῆς 34 w 4919
Ἀθηνᾶς 10 w 4925
ὥστε 3 w 4930
νομίζειν 1 w 4938
χρὴ 1 w 4941
τοιαῦτʼ 1 w 4948
εἶναι 1 w 4953
πάντα 4 w 4958
τὰ 18 w 4960
δῶρα 2 w 4964
τῆς 35 w 4967
Ἀθηνᾶς 11 w 4973
τοῖς 10 w 4977
ἀνθρώποις 3 w 4986
οἷα 2 w 4990
πρὸς 6 w 4994
τοὺς 4 w 4998
πολέμους 1 w 5006
ἐστὶν 3 w 5011
ὁπλιτῶν 1 w 5019
φάλαγξ 1 w 5025
καὶ 72 w 5028
τάξις 1 w 5033
ἱππέων 1 w 5039
ἔοικα 1 w 5045
δὲ 28 w 5047
προσθήσειν 1 w 5057
18 w 5058
με 12 w 5060
ἀρτίως 1 w 5066
διέφυγεν 1 w 5074
ὅτι 4 w 5078
καὶ 73 w 5081
τὰ 19 w 5083
ναυτικὰ 1 w 5090
Ἀθηνᾶς 12 w 5096
ἦν 3 w 5098
ἐχέτω 1 w 5104
δὲ 29 w 5106
χώραν 1 w 5111
διττὴν 1 w 5117
τῷ 11 w 5119
λόγῳ 3 w 5123
πρός 1 w 5128
τε 46 w 5130
γὰρ 12 w 5133
τοὺς 5 w 5137
πολέμους 2 w 5145
εἴ 5 w 5148
τις 2 w 5151
καὶ 74 w 5154
οὕτω 3 w 5158
διχῆ 2 w 5162
διαιροῖτο 1 w 5171
τῶν 28 w 5174
κατʼ 3 w 5178
ἤπειρον 1 w 5185
καὶ 75 w 5188
τῶν 29 w 5191
ἐν 14 w 5193
θαλάττῃ 1 w 5200
δείξει 1 w 5207
προνοηθεῖσαν 1 w 5219
τὴν 14 w 5222
θεόν 2 w 5226
εἰ 12 w 5229
καὶ 76 w 5232
διχῆ 3 w 5236
πάλιν 1 w 5241
τῶν 30 w 5244
κατʼ 4 w 5248
ἤπειρον 2 w 5255
ἕν 1 w 5258
τε 47 w 5260
τὸ 29 w 5262
αὐτὸ 4 w 5266
τὸ 31 w 5268
τῶν 31 w 5271
ναυτικῶν 1 w 5279
εἰς 4 w 5282
ἄμφω 2 w 5286
τείνει 3 w 5292
εἰρηναῖον 1 w 5302
μὲν 21 w 5305
τὰς 6 w 5308
ὁλκάδας 1 w 5315
καὶ 77 w 5318
τὴν 15 w 5321
διὰ 2 w 5324
τούτων 3 w 5330
ἐμπορίαν 1 w 5338
πολεμιστήριον 1 w 5352
δὲ 30 w 5354
τὰς 7 w 5357
τριήρεις 1 w 5365
ὥσπερ 3 w 5371
ἅρμα 3 w 5375
ἁμιλλητήριον 1 w 5387
καὶ 78 w 5390
πολεμιστήριον 2 w 5403
περιδέξιος 1 w 5414
γὰρ 13 w 5417
16 w 5418
θεὸς 4 w 5422
αὐτή 1 w 5426
τε 49 w 5428
καὶ 79 w 5431
τὰ 22 w 5433
δῶρα 3 w 5437
αὐτῆς 5 w 5442
ἔοικα 2 w 5448
δὲ 31 w 5450
σμῆνος 1 w 5456
ἐπεγείρειν 1 w 5466
καί 2 w 5470
μοι 3 w 5473
σύνδυο 1 w 5479
ἐφίησιν 1 w 5486
17 w 5487
θεός 1 w 5491
ἐνιδὼν 1 w 5498
γὰρ 14 w 5501
ἐμπορίᾳ 1 w 5508
τε 50 w 5510
καὶ 80 w 5513
ναυμαχίᾳ 1 w 5521
τῆς 37 w 5524
Ἀθηνᾶς 13 w 5530
οὖσιν 1 w 5535
ἀμφοτέροις 1 w 5545
ἐνεῖδον 1 w 5553
γεωργίᾳ 1 w 5560
τε 51 w 5562
καὶ 81 w 5565
ἐμπορίᾳ 2 w 5572
τῆς 38 w 5575
Ἀθηνᾶς 14 w 5581
οὖσιν 2 w 5586
ἀμφοτέροις 2 w 5596
καὶ 82 w 5600
Βουζύγης 1 w 5608
τις 3 w 5611
ὑπῆλθέ 1 w 5617
με 13 w 5619
τῶν 32 w 5622
ἐξ 12 w 5624
ἀκροπόλεως 1 w 5634
καὶ 83 w 5638
ὡς 7 w 5640
οὐκ 2 w 5643
ἦν 4 w 5645
τῷ 12 w 5647
γεωργῷ 1 w 5653
οὔτε 3 w 5657
τὸ 32 w 5659
ἄροτρον 1 w 5666
οὔτʼ 1 w 5670
ἐπειδὴ 2 w 5677
καὶ 84 w 5680
τὸ 33 w 5682
ἄροτρον 2 w 5689
τό 6 w 5692
γε 30 w 5694
ζεῦξαι 2 w 5700
τὰς 8 w 5703
βοῦς 1 w 5707
εἰ 15 w 5710
μὴ 7 w 5712
ἐπιφροσύνην 1 w 5723
δῶκε 1 w 5727
γλαυκῶπις 1 w 5736
Ἀθήνη 1 w 5741
διʼ 3 w 5745
ἧς 1 w 5747
ἄροτρον 3 w 5754
μὲν 22 w 5757
καὶ 85 w 5760
ναῦς 1 w 5764
ἐδημιουργήθη 1 w 5776
ἐζεύχθησαν 1 w 5787
δὲ 32 w 5789
ἵπποι 1 w 5794
καὶ 86 w 5797
βόες 1 w 5801
φιλανθρωποτάτη 1 w 5816
δὲ 33 w 5818
18 w 5819
αὐτὴ 5 w 5823
καὶ 87 w 5826
δυνατωτάτη 1 w 5836
τῆς 39 w 5840
μὲν 23 w 5843
οὖν 4 w 5846
δυνάμεως 1 w 5854
τί 8 w 5856
χρὴ 2 w 5859
μεῖζον 2 w 5865
εἰπεῖν 3 w 5871
σημεῖον 1 w 5878
4 w 5879
τὸ 34 w 5881
νικᾶν 1 w 5886
πανταχοῦ 1 w 5894
οὐ 15 w 5897
γάρ 3 w 5900
ἐστιν 1 w 5905
Ἀθηνᾶς 15 w 5911
νίκη 1 w 5915
κυρία 1 w 5920
ἀλλʼ 3 w 5925
Ἀθηνᾶ 20 w 5930
νίκης 1 w 5935
ἀεί 1 w 5938
τὴν 16 w 5942
δὲ 34 w 5944
φιλανθρωπίαν 1 w 5956
οἱ 4 w 5958
περὶ 4 w 5962
Ὀρέστην 1 w 5969
λόγοι 1 w 5974
μαρτύρονται 1 w 5985
ὃν 1 w 5988
φυγόντα 1 w 5995
μὲν 24 w 5998
ἐξ 13 w 6000
Ἄργους 1 w 6006
Ἀθήναζε 1 w 6013
φεύγοντα 1 w 6022
δʼ 10 w 6024
Ἀθήνησι 1 w 6031
δίκην 1 w 6036
ὑπʼ 2 w 6039
Εὐμενίδων 1 w 6048
ἴσων 1 w 6053
τῶν 33 w 6056
ψήφων 1 w 6061
γενομένων 1 w 6070
προσθεμένη 1 w 6081
τὴν 17 w 6084
παρʼ 2 w 6088
αὑτῆς 3 w 6093
σώζει 1 w 6098
καὶ 88 w 6102
τοίνυν 2 w 6108
ἔτι 2 w 6111
νῦν 2 w 6114
σώζει 2 w 6119
πάντας 2 w 6125
ἐὰν 1 w 6129
ἴσαι 1 w 6133
γένωνται 1 w 6141
ἔδοξε 1 w 6147
γὰρ 15 w 6150
ἐξ 14 w 6152
ἐκείνου 2 w 6159
ταῖς 3 w 6163
ἴσαις 1 w 6168
προστιθέναι 1 w 6179
τὴν 18 w 6182
παρὰ 6 w 6186
τῆς 41 w 6189
Ἀθηνᾶς 16 w 6195
ἀφιεῖσαν 1 w 6203
ἐπεὶ 2 w 6208
δὲ 35 w 6210
ἔδει 1 w 6214
παρθένον 1 w 6222
εἶναι 2 w 6227
διʼ 4 w 6230
αἰῶνος 2 w 6236
τὴν 19 w 6239
Ἀθηνᾶν 3 w 6245
καὶ 89 w 6248
μηδένα 1 w 6254
μήτε 1 w 6258
θεῶν 5 w 6262
μήτε 2 w 6266
ἀνθρώπων 5 w 6274
ψαῦσαι 1 w 6280
κατὰ 4 w 6284
τὸν 13 w 6287
τῆς 42 w 6290
πανδήμου 1 w 6298
νόμον 1 w 6303
θαυμαστὰ 1 w 6312
οἷα 3 w 6315
κἀνταῦθα 1 w 6323
εὑρίσκεται 1 w 6333
παρὰ 7 w 6337
τοῦ 22 w 6340
πατρός 2 w 6346
τὰ 26 w 6349
γὰρ 16 w 6352
τῆς 43 w 6355
καλλιτέκνου 1 w 6366
γέρα 1 w 6370
λαμβάνει 1 w 6378
τῇ 7 w 6381
γὰρ 17 w 6384
Λητοῖ 1 w 6389
πλανωμένῃ 1 w 6398
διὰ 3 w 6401
πάσης 3 w 6406
γῆς 3 w 6409
καὶ 90 w 6412
θαλάττης 1 w 6420
ἡγεῖται 1 w 6427
πρὸς 7 w 6431
τὸν 14 w 6434
τόπον 1 w 6439
ὅπου 1 w 6443
εἱμαρμένον 1 w 6453
ἦν 5 w 6455
αὐτῇ 3 w 6459
τεκεῖν 1 w 6465
καὶ 91 w 6469
ἐπειδὴ 3 w 6475
ἔτικτε 1 w 6481
μαιοῦταί 1 w 6490
τε 57 w 6492
καὶ 92 w 6495
δέχεται 1 w 6502
τοὺς 6 w 6506
παῖδας 1 w 6512
καὶ 93 w 6516
στεφανοῖ 1 w 6524
τὸν 15 w 6527
Ἀπόλλω 1 w 6533
κατὰ 5 w 6537
τὸν 16 w 6540
τῶν 34 w 6543
Ἑλλήνων 1 w 6550
παιᾶνα 1 w 6556
ὥστε 4 w 6561
20 w 6562
μὲν 25 w 6565
Ἄρτεμις 1 w 6572
λοχία 1 w 6577
ταῖς 4 w 6581
ἄλλαις 1 w 6587
ἐστὶν 4 w 6592
αὕτη 1 w 6597
δὲ 36 w 6599
τῇ 9 w 6601
Ἀρτέμιδι 1 w 6609
λοχία 2 w 6614
πρὸς 8 w 6618
τὰς 9 w 6621
γονὰς 1 w 6626
21 w 6627
θεὸς 5 w 6631
γεγένηται 3 w 6640
καὶ 94 w 6644
ἔοικεν 1 w 6650
ἀμφοτέρων 2 w 6659
διδάσκαλος 1 w 6669
αὐτὴ 6 w 6673
καταστῆναι 1 w 6683
τῆς 44 w 6687
τέχνης 1 w 6693
καὶ 95 w 6696
τῆς 45 w 6699
προαιρέσεως 1 w 6710
παρθένος 1 w 6719
γάρ 4 w 6722
ἐστι 5 w 6726