Scaife ATLAS

CTS Library / De Generatione Animalium

De Generatione Animalium (3.1)

urn:cts:greekLit:tlg0086.tlg012.1st1K-grc1:3.1
Refs {'start': {'reference': '3.1', 'human_reference': 'Book 3 Chapter 1'}}
Ancestors [{'reference': '3'}]
Children []
prev
plain textXML
next

Περὶ μὲν οὖν τῆς τῶν ἡμιόνων ἀτεκνίας εἴρηται, καὶ περὶ τῶν ζῳοτοκούντων καὶ θύραζε καὶ ἐν αὑτοῖς· ἐν δὲ τοῖς ᾠοτοκοῦσι τῶν ἐναίμων τῇ μὲν παραπλησίως ἔχει τὰ περὶ τὰς γενέσεις αὐτοῖς τε καὶ τοῖς πεζοῖς καὶ ταὐτόν τι λαβεῖν ἔστι περὶ πάντων, τῇ δ ἔχει διαφορὰς καὶ πρὸς ἄλληλα καὶ πρὸς τὰ πεζὰ τῶν ζῴων. γίνεται μὲν οὖν ἀπὸ συνδυασμοῦ πάντα ὅλως, καὶ προϊεμένου γονὴν εἰς τὸ θῆλυ τοῦ ἄρρενος· τῶν δ ᾠοτοκούντων αἱ μὲν ὄρνιθες προΐενται τέλειον ᾠὸν καὶ σκληρόδερμον, ἐὰν μή τι πηρωθῇ διὰ νόσον, καὶ πάντα δίχροα τὰ τῶν ὀρνίθων ἐστίν, τῶν δ ἰχθύων οἱ μὲν σελαχώδεις, ὥσπερ εἴρηται πολλάκις, ἐν αὑτοῖς ᾠοτοκήσαντες ζῳοτοκοῦσι, μεταστάντος τοῦ ᾠοῦ ἐξ ἄλλου τόπου τῆς ὑστέρας εἰς ἄλλον, μαλακόδερμον δὲ τὸ ᾠὸν καὶ ὁμόχρων ἐστὶν αὐτῶν. εἶς δὲ μόνος οὐ ζῳοτοκεῖ τῶν τοιούτων ἐν αὑτῷ, καλούμενος βάτραχος· περὶ οὗ τὴν αἰτίαν ὕστερον λεκτέον. οἱ δὲ ἄλλοι ὅσοιπερ ᾠοτοκοῦσι τῶν ἰχθύων, μονόχρων μὲν προΐενται τὸ ᾠόν, ἀτελὲς δὲ τοῦτο· λαμβάνει γὰρ ἔξω τὴν αὔξησιν, διὰ τὴν αὐτὴν αἰτίαν δι ἥνπερ καὶ τὰ ἔσω τελειούμενα τῶν ᾠῶν. περὶ μὲν οὖν τῶν ὑστερῶν, τίνας ἔχουσι διαφορὰς καὶ διὰ τίνας αἰτίας, εἴρηται πρότερον. καὶ γὰρ τῶν ζῳοτοκούντων τὰ μὲν ἄνω πρὸς τῷ ὑπόζώματι

ἔχει τὰς ὑστέρας, τὰ δὲ κάτω πρὸς τοῖς ἄρθροις, ἄνω μὲν τὰ σελαχώδη, κάτω δὲ τὰ καὶ ἐν αὐτοῖς ζῳοτοκοῦντα καὶ θύραζε, οἷον ἄνθρωπος καὶ ἵππος καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων· καὶ τῶν ᾠοτοκούντων τὰ μὲν κάτω, καθάπερ τῶν ἰχθύων οἱ ᾠοτοκοῦντες, τὰ δ ἄνω, καθάπερ οἱ ὄρνιθες. συνίσταται μὲν οὖν κυήματα τοῖς ὄρνισι καὶ αὐτόματα, καλοῦσιν ὑπηνέμια καὶ ζεφύριά τινες, γίνεται δὲ ταῦτα τοῖς μὴ πτητικοῖς μηδὲ γαμψώνυξι τῶν ὀρνίθων, ἀλλὰ τοῖς πολυγόνοις, διὰ τὸ πολὺ περίττωμα ταῦτ ἔχειν, τοῖς δὲ γαμψώνυξιν εἰς τὰς πτέρυγας καὶ τὰ πτερὰ τρέπεσθαι τὴν τοιαύτην ἀπόκρισιν, τὸ δὲ σῶμα μικρὸν ἔχειν καὶ ξηρόν τε καὶ θερμόν, τὴν δ ἀπόκρισιν τὴν καταμηνιώδη καὶ τὴν γονὴν περίττωμα εἶναι· ἐπεὶ οὖν καὶ τῶν πτερῶν φύσις καὶ τοῦ σπέρματος γίνεται ἐκ περιττώσεως, οὐ δύναται φύσις ἐπ ἀμφότερα πολυχοεῖν. διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τὰ μὲν γαμψώνυχα οὔτ ὀχευτικά ἐστιν οὔτε πολύγονα, τὰ δὲ βαρέα καὶ τῶν πτητικῶν ὅσων τὰ σώματα ὀγκώδη, καθάπερ περιστερᾶς καὶ τῶν τοιούτων. τοῖς μὲν γὰρ βαρέσι καὶ μὴ πτητικοῖς, οἷον ἀλεκτορίσι καὶ πέρδιξι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις, πολὺ γίνεται περίττωμα τοιοῦτον· διὸ τά τε ἄρρενα αὐτῶν ὀχευτικὰ καὶ τὰ θήλεα προΐεται πολλὴν ὕλην, καὶ τίκτει τῶν τοιούτων τὰ μὲν πολλὰ τὰ δὲ πολλάκις, πολλὰ μὲν οἷον ἀλεκτορὶς καὶ πέρδιξ καὶ στρουθὸς Λιβυκός, τὰ δὲ περιστερώδη πολλὰ μὲν οὔ, πολλάκις δέ μεταξὺ γάρ ἐστι ταῦτα τῶν γαμψωνύχων καὶ τῶν βαρέων· πτητικὰ μὲν γάρ ἐστιν ὥσπερ τὰ γαμψώνυχα, πλήθη δ ἔχει τοῦ σώματος ὥσπερ τὰ Βαρέα, ὣστε διὰ μὲν τὸ πτητικὰ εἶναι καὶ ἐνταῦθα τρέπεσθαι τὸ περίττωμα ὀλίγα τίκτουσι, διὰ δὲ τὸ λῆθος τοῦ σώματος καὶ διὰ τὸ θερμὴν ἔχειν τὴν κοιλίαν καὶ πεπτικωτάτην, πρὸς δὲ τούτοις καὶ διὰ τὸ ῥᾳδίως πορίζεσθαι τὴν τροφήν, τὰ δὲ γαμψώνυχα χαλεπῶς, πολλάκις. ὀχευτικὰ δὲ καὶ πολύγονα καὶ τὰ μικρὰ τῶν ὀρνέων ἐστί,
καθάπερ ἐνίοτε καὶ τῶν φυτῶν· γὰρ εἰς τὸ σῶμα αὔξησις γίνεται περίττωμα σπερματικόν. διὸ καὶ τῶν ἀλεκτορίδων αἱ Ἀδριανικαὶ πολυτοκώταταί εἰσιν· διὰ γὰρ μικρότητα τοῦ σώματος εἰς τὴν τέκνωσιν καταναλίσκεται τροφή. καὶ αἱ ἀγεννεῖς τῶν γενναίων πολυτοκώτεραι· ὑγρότερα γὰρ τὰ σώματα τῶνδε καὶ ὀγκωδέστερα, τῶν δὲ ἰσχνότερα καὶ ξηρότερα· γὰρ θυμὸς γενναῖος ἐν τοῖς τοιούτοις γίνεται σώμασι μᾶλλον. ἔτι δὲ καὶ τῶν σκελῶν λεπτότης καὶ ἀσθένεια συμβάλλεται πρὸς τὸ τὴν φύσιν τῶν τοιούτων ὀχευτικὴν εἶναι καὶ πολύγονον, καθάπερ καὶ ἐπὶ τῶν ἀνθρώπων· γὰρ εἰς τὰ κῶλα τροφὴ τρέπεται τοῖς τοιούτοις εἰς περίττωμα σπερματικόν· γὰρ ἐκεῖθεν ἀφαιρεῖ φύσις, προστίθησιν ἐνταῦθα. τὰ δὲ γαμψώνυχα τὴν βάσιν ἰσχυρὰν ἔχει καὶ τὰ σκέλη πάχος ἔχοντα διὰ τὸν βίον, ὥστε διὰ πάσας ταύτας τὰς αἰτίας οὔτ ὀχευτικά ἐστιν οὔτε πολύγονα. μάλιστα δὲ κεγχρὶς πολύγονον· μόνον γὰρ σχεδὸν τοῦτο καὶ πίνει τῶν γαμψωνύχων, δ ὑγρότης καὶ σύμφυτος καὶ ἐπακτὸς σπερματικὸν μετὰ τῆς ὑπαρχούσης αὐτῇ θερμότητος. τίκτει δ οὐδ αὐτὴ πολλὰ λίαν, ἀλλὰ τέτταρα τὸ πλεῖστον. δὲ κόκκυξ ὀλιγοτόκον ἐστὶν οὐκ ὢν γαμψώνυχος ὅτι ψυχρὸς τὴν φύσιν ἐστίν δηλοῖ δ δειλία τοῦ ὀρέου), τὸ δὲ σπερματικὸν ζῷον δεῖ θερμὸν καὶ ὑγρὸν εἶναι. ὅτι δὲ δειλόν, φανερόν· ὑπό τε γὰρ τῶν ὀρνέων διώκεται πάντων καὶ ἐν ἀλλοτρίαις τίκτει νεοτιαῖς. τὰ δὲ περιστερώδη δύο ὡς τὰ πολλὰ τίκτειν εἴωθεν· οὔτε γὰρ μονοτόκοι εἰσίν (συθεὶς γὰρ μονοτόκος ὄρνις πλὴν κόκκυξ, καὶ οὗτος ἐνίοτε διτοκεῖ) οὔτε πολλὰ τίκτουσιν, ἀλλὰ πολλάκις δύο τρία τὰ πλεῖστα γεννῶσι, τὰ δὲ πολλὰ δύο· οὗτοι γὰρ οἱ ἀριθμοὶ μεταξὺ τοῦ ἑνὸς καὶ πολλῶν. ὅτι δὲ τοῖς πολυγόνοις τρέπεται εἰς τὸ σπέρμα τροφή, φανερὸν ἐκ τῶν συμβαινόντων. τῶν τε γὰρ δένδρων τὰ πολλὰ πολυκαρπήσαντα λίαν ἐξαυαίνεται μετὰ τὴν φοράν, ὅταν μὴ ὑπολειφθῇ τῷ σώματι τροφή,
καὶ τὰ ἐπέτεια ταὐτὸ πάσχειν ἔοικεν, οἷον τά τε χεδροπὰ καὶ σῖτος καὶ τἆλλα τὰ τοιαῦτα. τὴν γὰρ τροφὴν ἀναλίσκουσιν εἰς τὸ σπέρμα πᾶσαν· ἔστι γὰρ πολύσπερμον τὸ γένος αὐτῶν. καὶ τῶν ἀλεκτορίδων ἔνιαι πολυτοκήσασαι λίαν οὕτως ὥστε καὶ δύο τεκεῖν ἐν ἡμέρᾳ, μετὰ τὴν πολυτοκίαν ἀπέθανον. ὑπέρινοι γὰρ γίνονται καὶ οἱ ὄρίθες καὶ τὰ φυτά· τοῦτο δ ἐστὶ τὸ πάθος ὑπερβολὴ περιττώματος ἐκρίσεως. αἴτιον δὲ τὸ τοιοῦτον πάθος καὶ τῷ λέοντι τῆς ἀγονίας τῆς ὕστερον· τὸ μὲν γὰρ πρότερον τίκτει πέντε ἕξ, εἶτα τῷ ὑστέρω ἔτει τέτταρας, πάλιν δὲ τρεῖς σκύμνους, εἶτα τὸν ἐχόμενον ἀριθμὸν ἕως ἑνός, εἶτ οὐθεν ὡς ἐξαναλισκομένου τοῦ περιττώματος καὶ ἅμα τῆς ἡλικίας ληγούσης φθίνοντος τοῦ σπέρματος. τίσι μὲν οὖν γίνεται τὰ ὑπηνέμια τῶν ὀρωίθων, ἔτι δὲ ποῖοι πολύγονοι καὶ ὀλιγόγονοι αὐτῶν, καὶ διὰ τίνας αἰτίας, εἴρηται. γίνεται δὲ τὰ ὑπηνέμια, καθάπερ εἴρηται καὶ πρότερον, διὰ τὸ ὑπάρχειν ἐν τῷ θήλει τὴν ὕλην τὴν σπερματικήν, τοῖς δ ὀρνέοις μὴ γίνεσθαι τὴν τῶν καταμηνίων ἀπόκρισιν ὥσπερ τοῖς ζῳοτόκοις τοῖς ἐναίμοις· πᾶσι γὰρ τούτοις γίνεται, τοῖς μὲν πλείων, τοῖς δ ἐλάττων, τοῖς δὲ τοσαύτη τὸ πλῆθος ὥστε ὅσον γε ἐπισημαίνειν. ὁμοίως δ οὐδὲ τοῖς ἰχθύσι, καθάπερ τοῖς ὄρνισιν· διὸ καὶ τούτοις γίνεται μὲν ἄνευ ὀχείας σύστασις κυημάτων, ὁμοίως καὶ τοῖς ὄρνισιν, ἧττον δ ἐπιδήλως· ψυχροτέρα γὰρ φύσις αὐτῶν. δὲ γινομένη τοῖς ζῳοτόκοις ἀπόκρισις τῶν καταμηνίων συωίσταται τοῖς ὄρνισι κατὰ τοὺς ἱκνουμένους χρόνους τοῦ περιττώματος, καὶ διὰ τὸ τὸν τόπον εἶναι θερμὸν τὸν πρὸς τῷ διαξώματι τελειοῦται τοῖς μεγέθεσιν. πρὸς δὲ τὴν γένεσιν ἀτελῆ καὶ ταῦτα καὶ τὰ τῶν ἰχθύων ὁμοίως ἄνευ τῆς τοῦ ἄρρενος γονῆς· δ αἰτία τούτων εἴρηται πρότερον. οὐ γίνεται δὲ τὰ ὑπηνέμια τοῖς πτητικοῖς τῶν ὀρίθων διὰ τὴν αὐτὴν αἰτίαν δι ἥνπερ οὐδὲ πολυτοκεῖ τὰ τοιαῦτα· τοῖς γὰρ γαμψώνυξιν ὀλίγον τὸ περίττωμα, καὶ προσδέονται τοῦ ἄρρενος πρὸς τὴν ὁρμὴν τῆς τοῦ σπέρματος
ἐκκρίσεως. πλείω δὲ τὰ ὑπηνέμια γίνεται τῶν γόνῳ γινομένων, ἐλάττω δὲ τὸ μέγεθος διὰ μίαν αἰτίαν καὶ τὴν αὐτήν· διὰ μὲν γὰρ τὸ ἀτελῆ εἶναι ἐλάττω τὸ μέγεθος, διὰ δὲ τὸ τὸ μέγεθος ἔλαττον πλείω τὸν ἀριθμόν. καὶ ἧττον δὲ ἡδέα διὰ τὸ ἀπεπτότερα εἶναι· ἐν πᾶσι γὰρ τὸ πεπεμμένον γλυκύτερον. ὅτι μὲν οὗν οὔτε τὰ τῶν ὀρνίθων οὔτε τὰ τῶν ἰχθθύων τελειοῦται πρὸς τὴν γένεσιν ἄνευ τῶν ἀρρένων, ἱκανῶς ὦπται, περὶ δὲ τοῦ γίνεσθαι καὶ ἐν τοῖς ἰχθύσι κυήματα ἄνευ τῶν ἀρρένων οὐχ ὁμοίως, μάλιστα δ ἐπὶ τῶν ποταμίων ἑώραται περὶ τοὺς ἐρυθρίνους συμβαῖνον· ἔνιοι γὰρ εὐθὺς ἔχοντες ᾠὰ φαίνονται, καθάπερ ἐν ταὶς ἱστορίαις γέγραπται περὶ αὐτῶν. ὅλως δ ἔν γε τοῖς ὄρνισιν οὐδὲ τὰ γινόμενα διὰ τῆς ὀχείας ᾠὰ θέλει ὡς ἐπὶ τὸ πολὺ λαμβάνειν αὔξησιν, ἐὰν μὴ ὀχεύηται ὄρνις συνεχῶς. τούτου δ αἴτιον ὅτι καθάπερ ἐπὶ τῶν γυναικῶν τὸ πλησιάζειν τοῖς ἄρρεσι κατασπᾷ τὴν τῶν γυναικείων ἀπόκρισιν (ἕλκει γὰρ τὸ ὑγρὸν ὑστέρα θερμανθεῖσα, καὶ οἱ πόροι ἀναστομοῦνται), τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν ὀρνίθων ἐπιόντος κατὰ μικρὸν τοῦ καταμηνιώδους περιττώματος, θύραζε μὲν οὐκ ἀποκρίνεται διὰ τὸ ὀλίγον εἶναι καὶ πρὸς τῷ διαζώματι ἄνω τὰς ὑστέρας, συλλείβεται δ εἰς αὐτὴν τὴν ὑστέραν. τοῦτο γὰρ αὔξει τὸ ᾠόν, ὥσπερ τὰ ἔμβρυα τὰ τῶν ζῳοτόκων διὰ τοῦ ὀμφαλοῦ, τὸ ἐπιρρέον διὰ τῆς ὑστέρας, ἐπεὶ ὅταν ἅπαξ ὀχευθῇ τὰ ὄρνεα, πάντα σχεδὸν ἀεὶ διατελεῖ ᾠὰ ἔχοντα, μικρὰ δὲ πάμπαν. διὸ καὶ περὶ τῶν ὑπηνεμίων τινὲς εἰώθασι λέγειν ὡς οὐ γιγνομένων ἀλλ ὡς ὑπολειμμάτων ἐκ προτέρας ὀχείας ὄντων. τοῦτο δ ἐστὶ ψεῦδος· ὦπται γὰρ ἱκανῶς καὶ ἐπὶ νεοττῶν ἀλεκτορίδος καὶ χηνὸς γενόμενα ἄνευ ὀχείας. ἔτι δὲ αἱ πέρδικες αἱ θήλειαι, αἵ τ ἀνόχευτοι καὶ αἱ ὠχευμέναι τῶν εἰς τὰς θήρας ἀγομένων, ὀσμώμεναι τοῦ ἄρρενος καὶ ἀκούουσαι τῆς φωνῆς αἱ μὲν πληροῦνται αἱ δὲ τίκτουσι παραχρῆμα. τοῦ δὲ πάθους αἴτιον ταὐτὸν ὅπερ ἐπὶ τῶν ἀνθρώπων καὶ τῶν τετραπόδων·
ἐὰν γὰρ ὀργῶντα τύχῃ τὰ σώματα πρὸς τὴν ὁμλίαν, τὰ μὲν ἰδόντα τὰ δὲ μικρᾶς γενομένης θίξεως προίεται σπέρμα. τὰ δὲ τοιαῦτα τῶν ὀρνέων ὀχευτικὰ καὶ πολύσπερμα τὴν φύσιν ἐστίν, ὥστε μικρᾶς δεῖσθαι τῆς κινήσεως, ὅταν ὀργῶντα τύχῃ, καὶ γίνεσθαι ταχὺ τὴν ἔκκρισιν αὐτοῖς, ὥστε τοῖς μὲν ἀνοχεύτοις ὑπηνέμια συνίστασθαι, τοῖς δ ὠχευμένοις αὐξάνεσθαι καὶ τελειοῦσθαι ταχέως. τῶν δὲ θύραζε ᾠστοκούντων οἱ μὲν ὄριθες προίενται τὸ ᾠὸν τέλειον, οἱ δ ἰχθύες ἀτελές, ἀλλ ἔξω λαμβάνει τὴν αὔξησιν, καθάπερ εἴρηται καὶ πρότερον. αἴτιον δ ὅτι πολύγονόν ἐστι τὸ τῶν ἰχθύων γένος· ἀδύνατον οὖν ἔστω πολλὰ λαμβάνειν τέλος, διόπερ ἀποτίκτουσιν ἔξω. ταχεῖα δ πρόεσις· αἱ γὰρ ὑστέραι πρὸς τοῖς ἄρθροις τῶν θύραζε ᾠοτοκούντων ἰχθύων. ἔστι δὲ τὰ μὲν τῶν ὀρίθων δίχροα, τὰ δὲ τῶν ἰχθύων μονόχροα πάντων. τῆς δὲ διχροίας τὴν αἰτίαν ἴδοι τις ἂν ἐκ τῆς δυνάμεως ἑκατέρου τῶν μορίων, τοῦ τε λευκοῦ καὶ τοῦ ὠχροῦ. γίνεται μὲν γὰρ ἀπόκρισις ἐκ τοῦ αἵματος οὐθὲν γὰρ ἄναιμον ᾠοτοκεῖ ζῷον), τὸ δ αἷμα ὅτι ἐστὶν ὕλη τοῖς σώμασιν, εἴρηται πολλάκις. τὸ μὲν οὖν ἐστὶν ἐγγύτερον αὐτοῦ τῆς μορφῆς τῶν μορίων γινομένων, τὸ θερμόν· τὸ δὲ γεωδέστερον τὴν τοῦ σώματος παρέχεται σύστασιν καὶ πορρώτερόν ἐστιν. διόπερ ὅσα δίχρρά ἐστι τῶν ᾠῶν, τὴν μὲν ἀρχὴν τὸ ζῷον λαμβάνει ἐκ τοῦ λευκοῦ τῆς γενέσεως (ἐν γὰρ τῷ θερμῷ ψυχικὴ ἀρχή), τὴν δὲ τροφὴν ἐκ τοῦ ὠχροῦ. τοῖς μὲν οὖν τὴν φύσιν θερμοτέροις τῶν ζῴων διακέκριται χωρὶς ἐξ οὗ τε ἀρχὴ γίνεται καὶ ἐξ οὗ τρέφεται, καὶ τὸ μὲν λευκόν ἐστι τὸ δ ὠχρόν, καὶ πλέον ἀεὶ τὸ λευκὸν καὶ καθαρὸν τοῦ ὠχροῦ καὶ γεώδους· τοῖς δ ἧττον θερμοῖς καὶ ὑγροτέροις τὸ ὠχρὸν πλέον καὶ ὑγρότερον. ὅπερ συμβαίνει ἐπὶ τῶν λιμναίων ὀρνέων· ὑγρότεροι γὰρ τὴν φύσιν καὶ ψυχρότεροι τῶν πεζευόντων εἰσὶν ὀρνέων, ὥστε καὶ τὰ ᾠὰ τῶν τοιούτων πολλὴν ἔχει τὴν καλουμένην λέκιθον καὶ ἧττον ὠχρὰν διὰ τὸ ἧττον ἀποκεκρίσθαι τὸ λευκόν. τὰ δ ἤδη
καὶ ψυχρὰ τὴν φύσιν τῶν ᾠοτοκούντων καὶ ἔτι ὑγρὰ μᾶλλον (τοιοῦτον δ ἐστὶ τὸ τῶν ἰχθύων γένος) οὐδ ἀποκεκριμένον ἔχει τὸ λευκὸν διά τε μικρότητα καὶ διὰ τὸ πλῆθος τοῦ ψυχροῦ καὶ γεώδους· διόπερ γίνεται μονόχροα πάντα τὰ τῶν ἰχθύων, καὶ ὡς μὲν ὠχρὰ λευκά, ὡς δὲ λευκὰ ὠχρά. τὰ δὲ τῶν ὀρνέων καὶ τὰ ὑπηνέμια ἔχει ταύτην τὴν δίχροιαν· ἔχει γὰρ ἐξ οὗ ἑκάτερον ἔσται τῶν μορίων, καὶ ὅθεν ἀρχὴ καὶ ὅθεν τροφή, ἀλλὰ ταῦτ ἀτελῆ καὶ προσδεόμενα τοῦ ἄρρενος· γίνεται γὰρ τὰ ὑπηνέμια γόνιμα, ἐὰν ἔν τινι καιρῷ ὀχευθῇ ὑπὸ τοῦ ἄρρενος. οὐκ ἔστι δὲ τῆς διχροίας αἴτιον τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὡς τοῦ μὲν λευκοῦ ὄντος ἀπὸ τοῦ ἄρρενος, τοῦ δ ὠχροῦ ἀπὸ τοῦ θήλεος· ἀλλ ἄμφω γίνεται ἀπὸ τοῦ θήλεος, ἀλλὰ τὸ μὲν ψυχρὸν τὸ δὲ θερμόν. ἐν ὅσοις μὲν οὖν ἐστὶ πολὺ τὸ θερμόν, ἀποκρίνεται, ἐν ὅσοις δ ὀλίγον, οὐ δύναται· διὸ μονόχροα τὰ κυήματα, καθάπερ εἴρηται, τὰ τῶν τοιούτων. δὲ γονὴ συνέστησε μόνον· καὶ διὰ τοῦτο τὸ μὲν πρῶτον φαίνεται λευκὸν καὶ μικρὸν τὸ κύημα ἐν τοῖς ὄρνισι, προϊὸν δὲ ὠχρὸν ἅπαν, συμμιγνυμένου ἀεὶ πλείονος αἱματώδους· τέλος δ ἀποκρινομένου τοῦ θερμοῦ κύκλῳ περιίσταται τὸ λευκόν, ὥσπερ ὑγροῦ ζέοντος, ὁμοίως πάντῃ· τὸ γὰρ λευκὸν φύσει μὲν ὑγρόν, ἔχει δ ἐν αὑτῷ τὴν θερμότητα τὴν ψυχικήν· διὸ κύκλῳ ἀποκρίνεται, τὸ δ ὠχρὸν καὶ γεῶδες ἐντός. κἂν πολλὰ συνεράσας τις ᾠὰ εἰς κύστιν τι τοιοῦτον ἕψῃ πυρὶ μὴ θάττονα ποιοῦντι τὴν τοῦ θερμοῦ κίνησιν τὴν ἐν τοῖς ᾠοῖς διάκρισιν, ὥσπερ ἐν ἑνὶ ᾠῷ, καὶ τὸ ἐκ πάντων τῶν ᾠῶν σύστημα τὸ μὲν ὠχρὸν ἐν μέσῳ γίνεται, κύκλῳ δὲ τὸ λευκόν.

Tokens

Περὶ 1 w 4
μὲν 1 w 7
οὖν 1 w 10
τῆς 1 w 13
τῶν 1 w 16
ἡμιόνων 1 w 23
ἀτεκνίας 1 w 31
εἴρηται 1 w 38
καὶ 1 w 42
περὶ 1 w 46
τῶν 2 w 49
ζῳοτοκούντων 1 w 61
καὶ 2 w 64
θύραζε 1 w 70
καὶ 3 w 73
ἐν 1 w 75
αὑτοῖς 1 w 81
ἐν 2 w 84
δὲ 1 w 86
τοῖς 2 w 90
ᾠοτοκοῦσι 1 w 99
τῶν 3 w 102
ἐναίμων 1 w 109
τῇ 1 w 111
μὲν 2 w 114
παραπλησίως 1 w 125
ἔχει 1 w 129
τὰ 1 w 131
περὶ 2 w 135
τὰς 1 w 138
γενέσεις 1 w 146
αὐτοῖς 1 w 152
τε 2 w 154
καὶ 4 w 157
τοῖς 4 w 161
πεζοῖς 1 w 167
καὶ 5 w 170
ταὐτόν 1 w 176
τι 1 w 178
λαβεῖν 1 w 184
ἔστι 1 w 188
περὶ 3 w 192
πάντων 1 w 198
τῇ 2 w 201
δ 2 w 202
ἔχει 2 w 207
διαφορὰς 1 w 215
καὶ 6 w 218
πρὸς 1 w 222
ἄλληλα 1 w 228
καὶ 7 w 231
πρὸς 2 w 235
τὰ 3 w 237
πεζὰ 1 w 241
τῶν 4 w 244
ζῴων 1 w 248
γίνεται 1 w 256
μὲν 3 w 259
οὖν 2 w 262
ἀπὸ 1 w 265
συνδυασμοῦ 1 w 275
πάντα 1 w 280
ὅλως 1 w 284
καὶ 8 w 288
προϊεμένου 1 w 298
γονὴν 1 w 303
εἰς 1 w 306
τὸ 1 w 308
θῆλυ 1 w 312
τοῦ 1 w 315
ἄρρενος 1 w 322
τῶν 5 w 326
δ 5 w 327
ᾠοτοκούντων 1 w 339
αἱ 1 w 341
μὲν 4 w 344
ὄρνιθες 1 w 351
προΐενται 1 w 360
τέλειον 1 w 367
ᾠὸν 1 w 370
καὶ 9 w 373
σκληρόδερμον 1 w 385
ἐὰν 1 w 389
μή 1 w 391
τι 3 w 393
πηρωθῇ 1 w 399
διὰ 1 w 402
νόσον 1 w 407
καὶ 10 w 411
πάντα 2 w 416
δίχροα 1 w 422
τὰ 4 w 424
τῶν 6 w 427
ὀρνίθων 1 w 434
ἐστίν 1 w 439
τῶν 7 w 443
δ 9 w 444
ἰχθύων 1 w 451
οἱ 1 w 453
μὲν 5 w 456
σελαχώδεις 1 w 466
ὥσπερ 1 w 472
εἴρηται 2 w 479
πολλάκις 1 w 487
ἐν 4 w 490
αὑτοῖς 2 w 496
ᾠοτοκήσαντες 1 w 508
ζῳοτοκοῦσι 1 w 518
μεταστάντος 1 w 530
τοῦ 2 w 533
ᾠοῦ 1 w 536
ἐξ 1 w 538
ἄλλου 1 w 543
τόπου 1 w 548
τῆς 2 w 551
ὑστέρας 1 w 558
εἰς 2 w 561
ἄλλον 1 w 566
μαλακόδερμον 1 w 579
δὲ 2 w 581
τὸ 2 w 583
ᾠὸν 2 w 586
καὶ 11 w 589
ὁμόχρων 1 w 596
ἐστὶν 1 w 601
αὐτῶν 1 w 606
εἶς 1 w 610
δὲ 3 w 612
μόνος 1 w 617
οὐ 1 w 619
ζῳοτοκεῖ 1 w 627
τῶν 9 w 630
τοιούτων 1 w 638
ἐν 5 w 640
αὑτῷ 1 w 644
2 w 646
καλούμενος 1 w 656
βάτραχος 1 w 664
περὶ 4 w 669
οὗ 1 w 671
τὴν 1 w 674
αἰτίαν 1 w 680
ὕστερον 1 w 687
λεκτέον 1 w 694
οἱ 2 w 697
δὲ 4 w 699
ἄλλοι 1 w 704
ὅσοιπερ 1 w 711
ᾠοτοκοῦσι 2 w 720
τῶν 10 w 723
ἰχθύων 2 w 729
μονόχρων 1 w 738
μὲν 6 w 741
προΐενται 2 w 750
τὸ 3 w 752
ᾠόν 1 w 755
ἀτελὲς 1 w 762
δὲ 5 w 764
τοῦτο 1 w 769
λαμβάνει 1 w 778
γὰρ 1 w 781
ἔξω 1 w 784
τὴν 2 w 787
αὔξησιν 1 w 794
διὰ 2 w 798
τὴν 3 w 801
αὐτὴν 1 w 806
αἰτίαν 2 w 812
δι 4 w 814
ἥνπερ 1 w 820
καὶ 12 w 823
τὰ 5 w 825
ἔσω 1 w 828
τελειούμενα 1 w 839
τῶν 11 w 842
ᾠῶν 1 w 845
περὶ 5 w 850
μὲν 7 w 853
οὖν 3 w 856
τῶν 12 w 859
ὑστερῶν 1 w 866
τίνας 1 w 872
ἔχουσι 1 w 878
διαφορὰς 2 w 886
καὶ 13 w 889
διὰ 3 w 892
τίνας 2 w 897
αἰτίας 1 w 903
εἴρηται 3 w 911
πρότερον 1 w 919
καὶ 14 w 923
γὰρ 2 w 926
τῶν 13 w 929
ζῳοτοκούντων 2 w 941
τὰ 6 w 943
μὲν 8 w 946
ἄνω 1 w 949
πρὸς 3 w 953
τῷ 2 w 955
ὑπόζώματι 1 w 964
ἔχει 3 w 968
τὰς 2 w 971
ὑστέρας 2 w 978
τὰ 8 w 981
δὲ 6 w 983
κάτω 1 w 987
πρὸς 4 w 991
τοῖς 6 w 995
ἄρθροις 1 w 1002
ἄνω 2 w 1006
μὲν 9 w 1009
τὰ 9 w 1011
σελαχώδη 1 w 1019
κάτω 2 w 1024
δὲ 7 w 1026
τὰ 10 w 1028
καὶ 15 w 1031
ἐν 6 w 1033
αὐτοῖς 2 w 1039
ζῳοτοκοῦντα 1 w 1050
καὶ 16 w 1053
θύραζε 2 w 1059
οἷον 1 w 1064
ἄνθρωπος 1 w 1072
καὶ 17 w 1075
ἵππος 1 w 1080
καὶ 18 w 1083
τῶν 14 w 1086
ἄλλων 1 w 1091
ἕκαστον 1 w 1098
τῶν 15 w 1101
τοιούτων 2 w 1109
καὶ 19 w 1113
τῶν 16 w 1116
ᾠοτοκούντων 2 w 1127
τὰ 11 w 1129
μὲν 10 w 1132
κάτω 3 w 1136
καθάπερ 1 w 1144
τῶν 17 w 1147
ἰχθύων 3 w 1153
οἱ 3 w 1155
ᾠοτοκοῦντες 1 w 1166
τὰ 12 w 1169
δ 23 w 1170
ἄνω 3 w 1174
καθάπερ 2 w 1182
οἱ 4 w 1184
ὄρνιθες 2 w 1191
συνίσταται 1 w 1202
μὲν 11 w 1205
οὖν 4 w 1208
κυήματα 1 w 1215
τοῖς 8 w 1219
ὄρνισι 1 w 1225
καὶ 20 w 1228
αὐτόματα 1 w 1236
1 w 1238
καλοῦσιν 1 w 1246
ὑπηνέμια 1 w 1254
καὶ 21 w 1257
ζεφύριά 1 w 1264
τινες 1 w 1269
γίνεται 2 w 1277
δὲ 8 w 1279
ταῦτα 1 w 1284
τοῖς 9 w 1288
μὴ 1 w 1290
πτητικοῖς 1 w 1299
μηδὲ 1 w 1303
γαμψώνυξι 1 w 1312
τῶν 18 w 1315
ὀρνίθων 2 w 1322
ἀλλὰ 1 w 1327
τοῖς 10 w 1331
πολυγόνοις 1 w 1341
διὰ 4 w 1345
τὸ 4 w 1347
πολὺ 1 w 1351
περίττωμα 1 w 1360
ταῦτ 2 w 1364
ἔχειν 1 w 1370
τοῖς 11 w 1375
δὲ 10 w 1377
γαμψώνυξιν 1 w 1387
εἰς 3 w 1390
τὰς 3 w 1393
πτέρυγας 1 w 1401
καὶ 22 w 1404
τὰ 14 w 1406
πτερὰ 1 w 1411
τρέπεσθαι 1 w 1420
τὴν 5 w 1423
τοιαύτην 1 w 1431
ἀπόκρισιν 1 w 1440
τὸ 5 w 1443
δὲ 11 w 1445
σῶμα 1 w 1449
μικρὸν 1 w 1455
ἔχειν 2 w 1460
καὶ 23 w 1463
ξηρόν 1 w 1468
τε 11 w 1470
καὶ 24 w 1473
θερμόν 1 w 1479
τὴν 6 w 1483
δ 29 w 1484
ἀπόκρισιν 2 w 1494
τὴν 7 w 1497
καταμηνιώδη 1 w 1508
καὶ 25 w 1511
τὴν 8 w 1514
γονὴν 2 w 1519
περίττωμα 2 w 1528
εἶναι 1 w 1533
ἐπεὶ 1 w 1538
οὖν 5 w 1541
καὶ 26 w 1544
2 w 1545
τῶν 19 w 1548
πτερῶν 1 w 1554
φύσις 1 w 1559
καὶ 27 w 1562
3 w 1563
τοῦ 4 w 1566
σπέρματος 1 w 1575
γίνεται 3 w 1582
ἐκ 1 w 1584
περιττώσεως 1 w 1595
οὐ 2 w 1598
δύναται 1 w 1605
4 w 1606
φύσις 2 w 1611
ἐπ 2 w 1613
ἀμφότερα 1 w 1622
πολυχοεῖν 1 w 1631
διὰ 5 w 1635
τὴν 9 w 1638
αὐτὴν 2 w 1643
δὲ 12 w 1645
ταύτην 1 w 1651
αἰτίαν 3 w 1657
καὶ 28 w 1660
τὰ 15 w 1662
μὲν 12 w 1665
γαμψώνυχα 1 w 1674
οὔτ 1 w 1677
ὀχευτικά 1 w 1686
ἐστιν 1 w 1691
οὔτε 1 w 1695
πολύγονα 1 w 1703
τὰ 16 w 1706
δὲ 13 w 1708
βαρέα 1 w 1713
καὶ 29 w 1716
τῶν 20 w 1719
πτητικῶν 1 w 1727
ὅσων 1 w 1731
τὰ 17 w 1733
σώματα 1 w 1739
ὀγκώδη 1 w 1745
καθάπερ 3 w 1753
περιστερᾶς 1 w 1763
καὶ 30 w 1766
τῶν 21 w 1769
τοιούτων 3 w 1777
τοῖς 12 w 1782
μὲν 13 w 1785
γὰρ 3 w 1788
βαρέσι 1 w 1794
καὶ 31 w 1797
μὴ 2 w 1799
πτητικοῖς 2 w 1808
οἷον 2 w 1813
ἀλεκτορίσι 1 w 1823
καὶ 32 w 1826
πέρδιξι 1 w 1833
καὶ 33 w 1836
τοῖς 13 w 1840
ἄλλοις 1 w 1846
τοῖς 14 w 1850
τοιούτοις 1 w 1859
πολὺ 2 w 1864
γίνεται 4 w 1871
περίττωμα 3 w 1880
τοιοῦτον 1 w 1888
διὸ 1 w 1892
τά 2 w 1894
τε 16 w 1896
ἄρρενα 1 w 1902
αὐτῶν 2 w 1907
ὀχευτικὰ 1 w 1915
καὶ 34 w 1918
τὰ 18 w 1920
θήλεα 1 w 1925
προΐεται 1 w 1933
πολλὴν 1 w 1939
ὕλην 1 w 1943
καὶ 35 w 1947
τίκτει 1 w 1953
τῶν 23 w 1956
τοιούτων 4 w 1964
τὰ 19 w 1966
μὲν 14 w 1969
πολλὰ 1 w 1974
τὰ 20 w 1976
δὲ 14 w 1978
πολλάκις 2 w 1986
πολλὰ 2 w 1992
μὲν 15 w 1995
οἷον 3 w 1999
ἀλεκτορὶς 1 w 2008
καὶ 36 w 2011
πέρδιξ 2 w 2017
καὶ 37 w 2020
στρουθὸς 1 w 2028
3 w 2029
Λιβυκός 1 w 2036
τὰ 21 w 2039
δὲ 15 w 2041
περιστερώδη 1 w 2052
πολλὰ 3 w 2057
μὲν 16 w 2060
οὔ 3 w 2062
πολλάκις 3 w 2071
δέ 1 w 2073
μεταξὺ 1 w 2079
γάρ 1 w 2082
ἐστι 2 w 2086
ταῦτα 2 w 2091
τῶν 24 w 2094
γαμψωνύχων 1 w 2104
καὶ 38 w 2107
τῶν 25 w 2110
βαρέων 1 w 2116
πτητικὰ 1 w 2124
μὲν 17 w 2127
γάρ 2 w 2130
ἐστιν 2 w 2135
ὥσπερ 2 w 2140
τὰ 22 w 2142
γαμψώνυχα 2 w 2151
πλήθη 1 w 2157
δ 43 w 2158
ἔχει 6 w 2163
τοῦ 5 w 2166
σώματος 1 w 2173
ὥσπερ 3 w 2178
τὰ 23 w 2180
Βαρέα 1 w 2185
ὣστε 1 w 2190
διὰ 6 w 2193
μὲν 18 w 2196
τὸ 6 w 2198
πτητικὰ 2 w 2205
εἶναι 2 w 2210
καὶ 39 w 2213
ἐνταῦθα 1 w 2220
τρέπεσθαι 2 w 2229
τὸ 7 w 2231
περίττωμα 4 w 2240
ὀλίγα 1 w 2245
τίκτουσι 1 w 2253
διὰ 7 w 2257
δὲ 16 w 2259
τὸ 8 w 2261
λῆθος 1 w 2266
τοῦ 6 w 2269
σώματος 2 w 2276
καὶ 40 w 2279
διὰ 8 w 2282
τὸ 9 w 2284
θερμὴν 1 w 2290
ἔχειν 3 w 2295
τὴν 11 w 2298
κοιλίαν 1 w 2305
καὶ 41 w 2308
πεπτικωτάτην 1 w 2320
πρὸς 5 w 2325
δὲ 17 w 2327
τούτοις 1 w 2334
καὶ 42 w 2337
διὰ 9 w 2340
τὸ 10 w 2342
ῥᾳδίως 1 w 2348
πορίζεσθαι 1 w 2358
τὴν 12 w 2361
τροφήν 1 w 2367
τὰ 24 w 2370
δὲ 18 w 2372
γαμψώνυχα 3 w 2381
χαλεπῶς 1 w 2388
πολλάκις 4 w 2397
ὀχευτικὰ 2 w 2406
δὲ 19 w 2408
καὶ 43 w 2411
πολύγονα 2 w 2419
καὶ 44 w 2422
τὰ 25 w 2424
μικρὰ 1 w 2429
τῶν 26 w 2432
ὀρνέων 1 w 2438
ἐστί 2 w 2442
καθάπερ 4 w 2450
ἐνίοτε 1 w 2456
καὶ 45 w 2459
τῶν 27 w 2462
φυτῶν 1 w 2467
5 w 2469
γὰρ 4 w 2472
εἰς 4 w 2475
τὸ 11 w 2477
σῶμα 2 w 2481
αὔξησις 1 w 2488
γίνεται 5 w 2495
περίττωμα 5 w 2504
σπερματικόν 1 w 2515
διὸ 2 w 2519
καὶ 46 w 2522
τῶν 29 w 2525
ἀλεκτορίδων 1 w 2536
αἱ 2 w 2538
Ἀδριανικαὶ 1 w 2548
πολυτοκώταταί 1 w 2561
εἰσιν 1 w 2566
διὰ 10 w 2570
γὰρ 5 w 2573
μικρότητα 1 w 2582
τοῦ 7 w 2585
σώματος 3 w 2592
εἰς 5 w 2595
τὴν 13 w 2598
τέκνωσιν 1 w 2606
καταναλίσκεται 1 w 2620
6 w 2621
τροφή 2 w 2626
καὶ 48 w 2630
αἱ 3 w 2632
ἀγεννεῖς 1 w 2640
τῶν 30 w 2643
γενναίων 1 w 2651
πολυτοκώτεραι 1 w 2664
ὑγρότερα 1 w 2673
γὰρ 6 w 2676
τὰ 26 w 2678
σώματα 2 w 2684
τῶνδε 1 w 2689
καὶ 49 w 2692
ὀγκωδέστερα 1 w 2703
τῶν 32 w 2707
δὲ 20 w 2709
ἰσχνότερα 1 w 2718
καὶ 50 w 2721
ξηρότερα 1 w 2729
4 w 2731
γὰρ 7 w 2734
θυμὸς 1 w 2739
5 w 2740
γενναῖος 1 w 2748
ἐν 9 w 2750
τοῖς 15 w 2754
τοιούτοις 2 w 2763
γίνεται 6 w 2770
σώμασι 1 w 2776
μᾶλλον 1 w 2782
ἔτι 1 w 2786
δὲ 21 w 2788
καὶ 51 w 2791
7 w 2792
τῶν 33 w 2795
σκελῶν 1 w 2801
λεπτότης 1 w 2809
καὶ 52 w 2812
ἀσθένεια 1 w 2820
συμβάλλεται 1 w 2831
πρὸς 6 w 2835
τὸ 12 w 2837
τὴν 14 w 2840
φύσιν 1 w 2845
τῶν 34 w 2848
τοιούτων 5 w 2856
ὀχευτικὴν 1 w 2865
εἶναι 3 w 2870
καὶ 53 w 2873
πολύγονον 1 w 2882
καθάπερ 5 w 2890
καὶ 54 w 2893
ἐπὶ 1 w 2896
τῶν 35 w 2899
ἀνθρώπων 1 w 2907
8 w 2909
γὰρ 8 w 2912
εἰς 6 w 2915
τὰ 27 w 2917
κῶλα 1 w 2921
τροφὴ 1 w 2926
τρέπεται 1 w 2934
τοῖς 16 w 2938
τοιούτοις 3 w 2947
εἰς 7 w 2950
περίττωμα 6 w 2959
σπερματικόν 2 w 2970
1 w 2972
γὰρ 9 w 2975
ἐκεῖθεν 1 w 2982
ἀφαιρεῖ 1 w 2989
9 w 2990
φύσις 3 w 2995
προστίθησιν 1 w 3007
ἐνταῦθα 2 w 3014
τὰ 28 w 3017
δὲ 22 w 3019
γαμψώνυχα 4 w 3028
τὴν 15 w 3031
βάσιν 1 w 3036
ἰσχυρὰν 1 w 3043
ἔχει 8 w 3047
καὶ 55 w 3050
τὰ 29 w 3052
σκέλη 1 w 3057
πάχος 1 w 3062
ἔχοντα 1 w 3068
διὰ 11 w 3071
τὸν 1 w 3074
βίον 1 w 3078
ὥστε 1 w 3083
διὰ 12 w 3086
πάσας 1 w 3091
ταύτας 1 w 3097
τὰς 4 w 3100
αἰτίας 2 w 3106
οὔτ 3 w 3109
ὀχευτικά 2 w 3117
ἐστιν 3 w 3122
οὔτε 2 w 3126
πολύγονα 3 w 3134
μάλιστα 1 w 3142
δὲ 23 w 3144
10 w 3145
κεγχρὶς 1 w 3152
πολύγονον 2 w 3161
μόνον 1 w 3167
γὰρ 10 w 3170
σχεδὸν 1 w 3176
τοῦτο 2 w 3181
καὶ 56 w 3184
πίνει 1 w 3189
τῶν 36 w 3192
γαμψωνύχων 2 w 3202
11 w 3204
δ 66 w 3205
ὑγρότης 1 w 3212
καὶ 57 w 3215
12 w 3216
σύμφυτος 1 w 3224
καὶ 58 w 3227
13 w 3228
ἐπακτὸς 1 w 3235
σπερματικὸν 1 w 3246
μετὰ 1 w 3250
τῆς 3 w 3253
ὑπαρχούσης 1 w 3263
αὐτῇ 1 w 3267
θερμότητος 1 w 3277
τίκτει 2 w 3284
δ 67 w 3285
οὐδ 1 w 3288
αὐτὴ 3 w 3292
πολλὰ 4 w 3297
λίαν 2 w 3301
ἀλλὰ 2 w 3306
τέτταρα 1 w 3313
τὸ 15 w 3315
πλεῖστον 1 w 3323
6 w 3325
δὲ 24 w 3327
κόκκυξ 1 w 3333
ὀλιγοτόκον 1 w 3343
ἐστὶν 2 w 3348
οὐκ 1 w 3351
ὢν 1 w 3353
γαμψώνυχος 1 w 3363
ὅτι 1 w 3366
ψυχρὸς 1 w 3372
τὴν 16 w 3375
φύσιν 2 w 3380
ἐστίν 2 w 3385
δηλοῖ 1 w 3390
δ 71 w 3391
14 w 3392
δειλία 1 w 3398
τοῦ 9 w 3401
ὀρέου 1 w 3406
τὸ 16 w 3410
δὲ 25 w 3412
σπερματικὸν 2 w 3423
ζῷον 1 w 3427
δεῖ 1 w 3430
θερμὸν 1 w 3436
καὶ 59 w 3439
ὑγρὸν 1 w 3444
εἶναι 4 w 3449
ὅτι 2 w 3453
δὲ 26 w 3455
δειλόν 1 w 3461
φανερόν 1 w 3469
ὑπό 2 w 3473
τε 29 w 3475
γὰρ 11 w 3478
τῶν 37 w 3481
ὀρνέων 2 w 3487
διώκεται 1 w 3495
πάντων 2 w 3501
καὶ 60 w 3504
ἐν 11 w 3506
ἀλλοτρίαις 1 w 3516
τίκτει 3 w 3522
νεοτιαῖς 1 w 3530
τὰ 32 w 3533
δὲ 27 w 3535
περιστερώδη 2 w 3546
δύο 1 w 3549
ὡς 1 w 3551
τὰ 33 w 3553
πολλὰ 5 w 3558
τίκτειν 1 w 3565
εἴωθεν 1 w 3571
οὔτε 3 w 3576
γὰρ 12 w 3579
μονοτόκοι 1 w 3588
εἰσίν 1 w 3593
συθεὶς 1 w 3600
γὰρ 13 w 3603
μονοτόκος 1 w 3612
ὄρνις 1 w 3617
πλὴν 1 w 3621
7 w 3622
κόκκυξ 2 w 3628
καὶ 61 w 3632
οὗτος 1 w 3637
ἐνίοτε 2 w 3643
διτοκεῖ 1 w 3650
οὔτε 4 w 3655
πολλὰ 6 w 3660
τίκτουσιν 1 w 3669
ἀλλὰ 3 w 3674
πολλάκις 5 w 3682
δύο 2 w 3685
1 w 3686
τρία 2 w 3690
τὰ 34 w 3692
πλεῖστα 1 w 3699
γεννῶσι 1 w 3706
τὰ 35 w 3709
δὲ 28 w 3711
πολλὰ 7 w 3716
δύο 3 w 3719
οὗτοι 1 w 3725
γὰρ 14 w 3728
οἱ 5 w 3730
ἀριθμοὶ 1 w 3737
μεταξὺ 2 w 3743
τοῦ 10 w 3746
ἑνὸς 1 w 3750
καὶ 62 w 3753
πολλῶν 1 w 3759
ὅτι 3 w 3763
δὲ 29 w 3765
τοῖς 17 w 3769
πολυγόνοις 2 w 3779
τρέπεται 2 w 3787
εἰς 8 w 3790
τὸ 17 w 3792
σπέρμα 2 w 3798
15 w 3799
τροφή 3 w 3804
φανερὸν 1 w 3812
ἐκ 3 w 3814
τῶν 38 w 3817
συμβαινόντων 1 w 3829
τῶν 39 w 3833
τε 36 w 3835
γὰρ 15 w 3838
δένδρων 1 w 3845
τὰ 36 w 3847
πολλὰ 8 w 3852
πολυκαρπήσαντα 1 w 3866
λίαν 3 w 3870
ἐξαυαίνεται 1 w 3881
μετὰ 2 w 3885
τὴν 17 w 3888
φοράν 1 w 3893
ὅταν 1 w 3898
μὴ 4 w 3900
ὑπολειφθῇ 1 w 3909
τῷ 3 w 3911
σώματι 1 w 3917
τροφή 4 w 3922
καὶ 63 w 3926
τὰ 38 w 3928
ἐπέτεια 1 w 3935
ταὐτὸ 1 w 3940
πάσχειν 1 w 3947
ἔοικεν 1 w 3953
οἷον 4 w 3958
τά 4 w 3960
τε 38 w 3962
χεδροπὰ 1 w 3969
καὶ 64 w 3972
8 w 3973
σῖτος 1 w 3978
καὶ 65 w 3981
τἆλλα 1 w 3986
τὰ 39 w 3988
τοιαῦτα 1 w 3995
τὴν 18 w 3999
γὰρ 16 w 4002
τροφὴν 1 w 4008
ἀναλίσκουσιν 1 w 4020
εἰς 9 w 4023
τὸ 19 w 4025
σπέρμα 3 w 4031
πᾶσαν 1 w 4036
ἔστι 2 w 4041
γὰρ 17 w 4044
πολύσπερμον 1 w 4055
τὸ 20 w 4057
γένος 1 w 4062
αὐτῶν 3 w 4067
καὶ 66 w 4071
τῶν 41 w 4074
ἀλεκτορίδων 2 w 4085
ἔνιαι 1 w 4090
πολυτοκήσασαι 1 w 4103
λίαν 4 w 4107
οὕτως 1 w 4112
ὥστε 2 w 4116
καὶ 67 w 4119
δύο 4 w 4122
τεκεῖν 1 w 4128
ἐν 13 w 4130
ἡμέρᾳ 1 w 4135
μετὰ 3 w 4140
τὴν 19 w 4143
πολυτοκίαν 1 w 4153
ἀπέθανον 1 w 4161
ὑπέρινοι 1 w 4170
γὰρ 18 w 4173
γίνονται 1 w 4181
καὶ 68 w 4184
οἱ 6 w 4186
ὄρίθες 1 w 4192
καὶ 69 w 4195
τὰ 41 w 4197
φυτά 1 w 4201
τοῦτο 3 w 4207
δ 91 w 4208
ἐστὶ 3 w 4212
τὸ 21 w 4214
πάθος 1 w 4219
ὑπερβολὴ 1 w 4227
περιττώματος 1 w 4239
ἐκρίσεως 1 w 4247
αἴτιον 1 w 4254
δὲ 30 w 4256
τὸ 22 w 4258
τοιοῦτον 2 w 4266
πάθος 2 w 4271
καὶ 70 w 4274
τῷ 4 w 4276
λέοντι 1 w 4282
τῆς 4 w 4285
ἀγονίας 1 w 4292
τῆς 5 w 4295
ὕστερον 2 w 4302
τὸ 23 w 4305
μὲν 19 w 4308
γὰρ 19 w 4311
πρότερον 2 w 4319
τίκτει 5 w 4325
πέντε 1 w 4330
2 w 4331
ἕξ 1 w 4333
εἶτα 1 w 4338
τῷ 5 w 4340
ὑστέρω 1 w 4346
ἔτει 1 w 4350
τέτταρας 1 w 4358
πάλιν 1 w 4364
δὲ 31 w 4366
τρεῖς 1 w 4371
σκύμνους 1 w 4379
εἶτα 2 w 4384
τὸν 2 w 4387
ἐχόμενον 1 w 4395
ἀριθμὸν 1 w 4402
ἕως 1 w 4405
ἑνός 1 w 4409
εἶτ 3 w 4413
οὐθεν 1 w 4418
ὡς 2 w 4420
ἐξαναλισκομένου 1 w 4435
τοῦ 12 w 4438
περιττώματος 2 w 4450
καὶ 71 w 4453
ἅμα 1 w 4456
τῆς 6 w 4459
ἡλικίας 1 w 4466
ληγούσης 1 w 4474
φθίνοντος 1 w 4483
τοῦ 13 w 4486
σπέρματος 2 w 4495
τίσι 1 w 4500
μὲν 20 w 4503
οὖν 6 w 4506
γίνεται 7 w 4513
τὰ 42 w 4515
ὑπηνέμια 2 w 4523
τῶν 42 w 4526
ὀρωίθων 1 w 4533
ἔτι 2 w 4537
δὲ 32 w 4539
ποῖοι 1 w 4544
πολύγονοι 1 w 4553
καὶ 72 w 4556
ὀλιγόγονοι 1 w 4566
αὐτῶν 4 w 4571
καὶ 73 w 4575
διὰ 13 w 4578
τίνας 3 w 4583
αἰτίας 3 w 4589
εἴρηται 4 w 4597
γίνεται 8 w 4605
δὲ 33 w 4607
τὰ 43 w 4609
ὑπηνέμια 3 w 4617
καθάπερ 6 w 4625
εἴρηται 5 w 4632
καὶ 74 w 4635
πρότερον 3 w 4643
διὰ 14 w 4647
τὸ 25 w 4649
ὑπάρχειν 1 w 4657
ἐν 14 w 4659
τῷ 6 w 4661
θήλει 1 w 4666
τὴν 20 w 4669
ὕλην 2 w 4673
τὴν 21 w 4676
σπερματικήν 1 w 4687
τοῖς 18 w 4692
δ 98 w 4693
ὀρνέοις 1 w 4700
μὴ 5 w 4702
γίνεσθαι 1 w 4710
τὴν 22 w 4713
τῶν 44 w 4716
καταμηνίων 1 w 4726
ἀπόκρισιν 3 w 4735
ὥσπερ 4 w 4740
τοῖς 19 w 4744
ζῳοτόκοις 1 w 4753
τοῖς 20 w 4757
ἐναίμοις 1 w 4765
πᾶσι 1 w 4770
γὰρ 20 w 4773
τούτοις 2 w 4780
γίνεται 9 w 4787
τοῖς 21 w 4792
μὲν 21 w 4795
πλείων 1 w 4801
τοῖς 22 w 4806
δ 99 w 4807
ἐλάττων 1 w 4814
τοῖς 23 w 4819
δὲ 34 w 4821
τοσαύτη 1 w 4828
τὸ 26 w 4830
πλῆθος 1 w 4836
ὥστε 3 w 4840
ὅσον 1 w 4844
γε 6 w 4846
ἐπισημαίνειν 1 w 4858
ὁμοίως 1 w 4865
δ 101 w 4866
οὐδὲ 1 w 4870
τοῖς 24 w 4874
ἰχθύσι 1 w 4880
καθάπερ 7 w 4888
τοῖς 25 w 4892
ὄρνισιν 1 w 4899
διὸ 3 w 4903
καὶ 75 w 4906
τούτοις 3 w 4913
γίνεται 10 w 4920
μὲν 22 w 4923
ἄνευ 1 w 4927
ὀχείας 1 w 4933
σύστασις 1 w 4941
κυημάτων 1 w 4949
ὁμοίως 2 w 4956
καὶ 76 w 4959
τοῖς 26 w 4963
ὄρνισιν 2 w 4970
ἧττον 1 w 4976
δ 104 w 4977
ἐπιδήλως 1 w 4986
ψυχροτέρα 1 w 4996
γὰρ 21 w 4999
18 w 5000
φύσις 4 w 5005
αὐτῶν 5 w 5010
19 w 5012
δὲ 36 w 5014
γινομένη 1 w 5022
τοῖς 27 w 5026
ζῳοτόκοις 2 w 5035
ἀπόκρισις 1 w 5044
τῶν 46 w 5047
καταμηνίων 2 w 5057
συωίσταται 1 w 5067
τοῖς 28 w 5071
ὄρνισι 4 w 5077
κατὰ 1 w 5081
τοὺς 1 w 5085
ἱκνουμένους 1 w 5096
χρόνους 1 w 5103
τοῦ 14 w 5106
περιττώματος 3 w 5118
καὶ 77 w 5122
διὰ 15 w 5125
τὸ 27 w 5127
τὸν 3 w 5130
τόπον 1 w 5135
εἶναι 5 w 5140
θερμὸν 2 w 5146
τὸν 4 w 5149
πρὸς 7 w 5153
τῷ 7 w 5155
διαξώματι 1 w 5164
τελειοῦται 1 w 5174
τοῖς 29 w 5178
μεγέθεσιν 1 w 5187
πρὸς 8 w 5192
δὲ 37 w 5194
τὴν 23 w 5197
γένεσιν 1 w 5204
ἀτελῆ 1 w 5209
καὶ 78 w 5212
ταῦτα 3 w 5217
καὶ 79 w 5220
τὰ 45 w 5222
τῶν 47 w 5225
ἰχθύων 4 w 5231
ὁμοίως 3 w 5237
ἄνευ 2 w 5241
τῆς 7 w 5244
τοῦ 15 w 5247
ἄρρενος 2 w 5254
γονῆς 1 w 5259
20 w 5261
δ 110 w 5262
αἰτία 7 w 5268
τούτων 1 w 5274
εἴρηται 6 w 5281
πρότερον 4 w 5289
οὐ 7 w 5292
γίνεται 11 w 5299
δὲ 38 w 5301
τὰ 46 w 5303
ὑπηνέμια 4 w 5311
τοῖς 30 w 5315
πτητικοῖς 3 w 5324
τῶν 48 w 5327
ὀρίθων 1 w 5333
διὰ 16 w 5336
τὴν 24 w 5339
αὐτὴν 3 w 5344
αἰτίαν 4 w 5350
δι 28 w 5352
ἥνπερ 2 w 5357
οὐδὲ 2 w 5361
πολυτοκεῖ 1 w 5370
τὰ 47 w 5372
τοιαῦτα 2 w 5379
τοῖς 31 w 5384
γὰρ 22 w 5387
γαμψώνυξιν 2 w 5397
ὀλίγον 1 w 5403
τὸ 30 w 5405
περίττωμα 7 w 5414
καὶ 80 w 5418
προσδέονται 1 w 5429
τοῦ 16 w 5432
ἄρρενος 3 w 5439
πρὸς 9 w 5443
τὴν 26 w 5446
ὁρμὴν 1 w 5451
τῆς 8 w 5454
τοῦ 17 w 5457
σπέρματος 3 w 5466
ἐκκρίσεως 1 w 5475
πλείω 2 w 5481
δὲ 40 w 5483
τὰ 48 w 5485
ὑπηνέμια 5 w 5493
γίνεται 12 w 5500
τῶν 49 w 5503
γόνῳ 1 w 5507
γινομένων 1 w 5516
ἐλάττω 2 w 5523
δὲ 41 w 5525
τὸ 31 w 5527
μέγεθος 1 w 5534
διὰ 17 w 5537
μίαν 1 w 5541
αἰτίαν 5 w 5547
καὶ 81 w 5550
τὴν 27 w 5553
αὐτήν 1 w 5558
διὰ 18 w 5562
μὲν 23 w 5565
γὰρ 23 w 5568
τὸ 32 w 5570
ἀτελῆ 2 w 5575
εἶναι 6 w 5580
ἐλάττω 3 w 5586
τὸ 33 w 5588
μέγεθος 2 w 5595
διὰ 19 w 5599
δὲ 42 w 5601
τὸ 34 w 5603
τὸ 35 w 5605
μέγεθος 3 w 5612
ἔλαττον 1 w 5619
πλείω 3 w 5624
τὸν 5 w 5627
ἀριθμόν 1 w 5634
καὶ 82 w 5638
ἧττον 2 w 5643
δὲ 43 w 5645
ἡδέα 1 w 5649
διὰ 20 w 5652
τὸ 37 w 5654
ἀπεπτότερα 1 w 5664
εἶναι 7 w 5669
ἐν 16 w 5672
πᾶσι 2 w 5676
γὰρ 24 w 5679
τὸ 38 w 5681
πεπεμμένον 1 w 5691
γλυκύτερον 1 w 5701
ὅτι 4 w 5705
μὲν 24 w 5708
οὗν 1 w 5711
οὔτε 5 w 5715
τὰ 49 w 5717
τῶν 50 w 5720
ὀρνίθων 3 w 5727
οὔτε 6 w 5731
τὰ 50 w 5733
τῶν 51 w 5736
ἰχθθύων 1 w 5743
τελειοῦται 2 w 5753
πρὸς 10 w 5757
τὴν 28 w 5760
γένεσιν 2 w 5767
ἄνευ 3 w 5771
τῶν 52 w 5774
ἀρρένων 1 w 5781
ἱκανῶς 1 w 5788
ὦπται 1 w 5793
περὶ 6 w 5798
δὲ 44 w 5800
τοῦ 18 w 5803
γίνεσθαι 2 w 5811
καὶ 83 w 5814
ἐν 17 w 5816
τοῖς 32 w 5820
ἰχθύσι 2 w 5826
κυήματα 2 w 5833
ἄνευ 4 w 5837
τῶν 53 w 5840
ἀρρένων 2 w 5847
οὐχ 1 w 5850
ὁμοίως 4 w 5856
μάλιστα 2 w 5864
δ 126 w 5865
ἐπὶ 2 w 5868
τῶν 54 w 5871
ποταμίων 1 w 5879
ἑώραται 1 w 5886
περὶ 7 w 5890
τοὺς 2 w 5894
ἐρυθρίνους 1 w 5904
συμβαῖνον 1 w 5913
ἔνιοι 1 w 5919
γὰρ 25 w 5922
εὐθὺς 1 w 5927
ἔχοντες 1 w 5934
ᾠὰ 1 w 5936
φαίνονται 1 w 5945
καθάπερ 8 w 5953
ἐν 18 w 5955
ταὶς 1 w 5959
ἱστορίαις 1 w 5968
γέγραπται 1 w 5977
περὶ 8 w 5981
αὐτῶν 6 w 5986
ὅλως 2 w 5991
δ 127 w 5992
ἔν 3 w 5994
γε 10 w 5996
τοῖς 33 w 6000
ὄρνισιν 3 w 6007
οὐδὲ 3 w 6011
τὰ 51 w 6013
γινόμενα 1 w 6021
διὰ 21 w 6024
τῆς 9 w 6027
ὀχείας 2 w 6033
ᾠὰ 2 w 6035
θέλει 1 w 6040
ὡς 3 w 6042
ἐπὶ 3 w 6045
τὸ 39 w 6047
πολὺ 3 w 6051
λαμβάνειν 1 w 6060
αὔξησιν 2 w 6067
ἐὰν 2 w 6071
μὴ 7 w 6073
ὀχεύηται 1 w 6081
22 w 6082
ὄρνις 2 w 6087
συνεχῶς 1 w 6094
τούτου 1 w 6101
δ 130 w 6102
αἴτιον 2 w 6108
ὅτι 5 w 6111
καθάπερ 9 w 6118
ἐπὶ 4 w 6121
τῶν 56 w 6124
γυναικῶν 1 w 6132
τὸ 40 w 6134
πλησιάζειν 1 w 6144
τοῖς 34 w 6148
ἄρρεσι 1 w 6154
κατασπᾷ 1 w 6161
τὴν 29 w 6164
τῶν 57 w 6167
γυναικείων 1 w 6177
ἀπόκρισιν 4 w 6186
ἕλκει 1 w 6192
γὰρ 26 w 6195
τὸ 41 w 6197
ὑγρὸν 2 w 6202
23 w 6203
ὑστέρα 3 w 6209
θερμανθεῖσα 1 w 6220
καὶ 84 w 6224
οἱ 7 w 6226
πόροι 1 w 6231
ἀναστομοῦνται 1 w 6244
τοῦτο 4 w 6251
συμβαίνει 1 w 6260
καὶ 85 w 6263
ἐπὶ 5 w 6266
τῶν 58 w 6269
ὀρνίθων 4 w 6276
ἐπιόντος 1 w 6284
κατὰ 2 w 6288
μικρὸν 2 w 6294
τοῦ 20 w 6297
καταμηνιώδους 1 w 6310
περιττώματος 4 w 6322
2 w 6324
θύραζε 3 w 6330
μὲν 25 w 6333
οὐκ 2 w 6336
ἀποκρίνεται 1 w 6347
διὰ 22 w 6350
τὸ 42 w 6352
ὀλίγον 2 w 6358
εἶναι 8 w 6363
καὶ 86 w 6366
πρὸς 11 w 6370
τῷ 8 w 6372
διαζώματι 1 w 6381
ἄνω 4 w 6384
τὰς 5 w 6387
ὑστέρας 3 w 6394
συλλείβεται 1 w 6406
δ 134 w 6407
εἰς 10 w 6410
αὐτὴν 4 w 6415
τὴν 31 w 6418
ὑστέραν 1 w 6425
τοῦτο 5 w 6431
γὰρ 27 w 6434
αὔξει 1 w 6439
τὸ 43 w 6441
ᾠόν 2 w 6444
ὥσπερ 5 w 6450
τὰ 54 w 6452
ἔμβρυα 1 w 6458
τὰ 55 w 6460
τῶν 59 w 6463
ζῳοτόκων 1 w 6471
διὰ 23 w 6474
τοῦ 22 w 6477
ὀμφαλοῦ 1 w 6484
τὸ 44 w 6487
ἐπιρρέον 1 w 6495
διὰ 24 w 6498
τῆς 10 w 6501
ὑστέρας 4 w 6508
ἐπεὶ 2 w 6513
ὅταν 2 w 6517
ἅπαξ 1 w 6521
ὀχευθῇ 1 w 6527
τὰ 56 w 6529
ὄρνεα 1 w 6534
πάντα 3 w 6540
σχεδὸν 2 w 6546
ἀεὶ 1 w 6549
διατελεῖ 1 w 6557
ᾠὰ 3 w 6559
ἔχοντα 2 w 6565
μικρὰ 2 w 6571
δὲ 46 w 6573
πάμπαν 1 w 6579
διὸ 4 w 6583
καὶ 87 w 6586
περὶ 9 w 6590
τῶν 60 w 6593
ὑπηνεμίων 1 w 6602
τινὲς 1 w 6607
εἰώθασι 1 w 6614
λέγειν 1 w 6620
ὡς 4 w 6622
οὐ 12 w 6624
γιγνομένων 1 w 6634
ἀλλ 5 w 6637
ὡς 5 w 6639
ὑπολειμμάτων 1 w 6651
ἐκ 6 w 6653
προτέρας 1 w 6661
ὀχείας 3 w 6667
ὄντων 1 w 6672
τοῦτο 6 w 6678
δ 141 w 6679
ἐστὶ 4 w 6683
ψεῦδος 1 w 6689
ὦπται 2 w 6695
γὰρ 28 w 6698
ἱκανῶς 2 w 6704
καὶ 88 w 6707
ἐπὶ 6 w 6710
νεοττῶν 1 w 6717
ἀλεκτορίδος 1 w 6728
καὶ 89 w 6731
χηνὸς 1 w 6736
γενόμενα 1 w 6744
ἄνευ 5 w 6748
ὀχείας 4 w 6754
ἔτι 3 w 6758
δὲ 47 w 6760
αἱ 4 w 6762
πέρδικες 1 w 6770
αἱ 5 w 6772
θήλειαι 1 w 6779
αἵ 1 w 6782
τ 706 w 6783
ἀνόχευτοι 1 w 6792
καὶ 90 w 6795
αἱ 6 w 6797
ὠχευμέναι 1 w 6806
τῶν 62 w 6809
εἰς 11 w 6812
τὰς 6 w 6815
θήρας 1 w 6820
ἀγομένων 1 w 6828
ὀσμώμεναι 1 w 6838
τοῦ 24 w 6841
ἄρρενος 4 w 6848
καὶ 91 w 6851
ἀκούουσαι 1 w 6860
τῆς 11 w 6863
φωνῆς 1 w 6868
αἱ 7 w 6870
μὲν 26 w 6873
πληροῦνται 1 w 6883
αἱ 8 w 6885
δὲ 48 w 6887
τίκτουσι 3 w 6895
παραχρῆμα 1 w 6904
τοῦ 25 w 6908
δὲ 49 w 6910
πάθους 1 w 6916
αἴτιον 3 w 6922
ταὐτὸν 1 w 6928
ὅπερ 1 w 6932
ἐπὶ 7 w 6935
τῶν 63 w 6938
ἀνθρώπων 2 w 6946
καὶ 92 w 6949
τῶν 64 w 6952
τετραπόδων 1 w 6962
ἐὰν 3 w 6966
γὰρ 29 w 6969
ὀργῶντα 1 w 6976
τύχῃ 1 w 6980
τὰ 58 w 6982
σώματα 3 w 6988
πρὸς 12 w 6992
τὴν 32 w 6995
ὁμλίαν 1 w 7001
τὰ 59 w 7004
μὲν 27 w 7007
ἰδόντα 1 w 7013
τὰ 60 w 7015
δὲ 50 w 7017
μικρᾶς 1 w 7023
γενομένης 1 w 7032
θίξεως 1 w 7038
προίεται 1 w 7046
σπέρμα 6 w 7052
τὰ 61 w 7055
δὲ 51 w 7057
τοιαῦτα 3 w 7064
τῶν 65 w 7067
ὀρνέων 3 w 7073
ὀχευτικὰ 3 w 7081
καὶ 93 w 7084
πολύσπερμα 1 w 7094
τὴν 33 w 7097
φύσιν 3 w 7102
ἐστίν 3 w 7107
ὥστε 4 w 7112
μικρᾶς 2 w 7118
δεῖσθαι 1 w 7125
τῆς 12 w 7128
κινήσεως 1 w 7136
ὅταν 3 w 7141
ὀργῶντα 2 w 7148
τύχῃ 2 w 7152
καὶ 94 w 7156
γίνεσθαι 3 w 7164
ταχὺ 1 w 7168
τὴν 34 w 7171
ἔκκρισιν 1 w 7179
αὐτοῖς 3 w 7185
ὥστε 5 w 7190
τοῖς 36 w 7194
μὲν 28 w 7197
ἀνοχεύτοις 1 w 7207
ὑπηνέμια 6 w 7215
συνίστασθαι 1 w 7226
τοῖς 37 w 7231
δ 153 w 7232
ὠχευμένοις 1 w 7242
αὐξάνεσθαι 1 w 7252
καὶ 95 w 7255
τελειοῦσθαι 1 w 7266
ταχέως 1 w 7272
τῶν 66 w 7276
δὲ 52 w 7278
θύραζε 4 w 7284
ᾠστοκούντων 1 w 7295
οἱ 8 w 7297
μὲν 29 w 7300
ὄριθες 1 w 7306
προίενται 1 w 7315
τὸ 46 w 7317
ᾠὸν 3 w 7320
τέλειον 2 w 7327
οἱ 9 w 7330
δ 155 w 7331
ἰχθύες 1 w 7337
ἀτελές 1 w 7343
ἀλλ 6 w 7347
ἔξω 2 w 7350
λαμβάνει 3 w 7358
τὴν 35 w 7361
αὔξησιν 3 w 7368
καθάπερ 10 w 7376
εἴρηται 7 w 7383
καὶ 96 w 7386
πρότερον 5 w 7394
αἴτιον 4 w 7401
δ 156 w 7402
ὅτι 6 w 7405
πολύγονόν 1 w 7414
ἐστι 5 w 7418
τὸ 47 w 7420
τῶν 67 w 7423
ἰχθύων 5 w 7429
γένος 2 w 7434
ἀδύνατον 1 w 7443
οὖν 7 w 7446
ἔστω 1 w 7450
πολλὰ 9 w 7455
λαμβάνειν 2 w 7464
τέλος 1 w 7469
διόπερ 1 w 7476
ἀποτίκτουσιν 1 w 7488
ἔξω 3 w 7491
ταχεῖα 1 w 7498
δ 159 w 7499
24 w 7500
πρόεσις 1 w 7507
αἱ 9 w 7510
γὰρ 30 w 7513
ὑστέραι 1 w 7520
πρὸς 13 w 7524
τοῖς 38 w 7528
ἄρθροις 2 w 7535
τῶν 68 w 7538
θύραζε 5 w 7544
ᾠοτοκούντων 3 w 7555
ἰχθύων 6 w 7561
ἔστι 3 w 7566
δὲ 53 w 7568
τὰ 62 w 7570
μὲν 30 w 7573
τῶν 69 w 7576
ὀρίθων 2 w 7582
δίχροα 2 w 7588
τὰ 63 w 7591
δὲ 54 w 7593
τῶν 70 w 7596
ἰχθύων 7 w 7602
μονόχροα 1 w 7610
πάντων 3 w 7616
τῆς 13 w 7620
δὲ 55 w 7622
διχροίας 1 w 7630
τὴν 36 w 7633
αἰτίαν 6 w 7639
ἴδοι 1 w 7643
τις 1 w 7646
ἂν 1 w 7648
ἐκ 7 w 7650
τῆς 14 w 7653
δυνάμεως 1 w 7661
ἑκατέρου 1 w 7669
τῶν 71 w 7672
μορίων 1 w 7678
τοῦ 26 w 7682
τε 65 w 7684
λευκοῦ 1 w 7690
καὶ 97 w 7693
τοῦ 27 w 7696
ὠχροῦ 1 w 7701
γίνεται 13 w 7709
μὲν 31 w 7712
γὰρ 31 w 7715
25 w 7716
ἀπόκρισις 2 w 7725
ἐκ 8 w 7727
τοῦ 28 w 7730
αἵματος 1 w 7737
οὐθὲν 1 w 7742
γὰρ 32 w 7745
ἄναιμον 1 w 7752
ᾠοτοκεῖ 1 w 7759
ζῷον 2 w 7763
τὸ 48 w 7767
δ 167 w 7768
αἷμα 1 w 7772
ὅτι 7 w 7775
ἐστὶν 3 w 7780
ὕλη 3 w 7783
τοῖς 39 w 7787
σώμασιν 1 w 7794
εἴρηται 8 w 7802
πολλάκις 6 w 7810
τὸ 49 w 7813
μὲν 32 w 7816
οὖν 8 w 7819
ἐστὶν 4 w 7824
ἐγγύτερον 1 w 7833
αὐτοῦ 1 w 7838
τῆς 15 w 7841
μορφῆς 1 w 7847
τῶν 72 w 7850
μορίων 2 w 7856
γινομένων 2 w 7865
τὸ 50 w 7868
θερμόν 2 w 7874
τὸ 51 w 7877
δὲ 56 w 7879
γεωδέστερον 1 w 7890
τὴν 37 w 7893
τοῦ 30 w 7896
σώματος 4 w 7903
παρέχεται 1 w 7912
σύστασιν 1 w 7920
καὶ 98 w 7923
πορρώτερόν 1 w 7933
ἐστιν 4 w 7938
διόπερ 2 w 7945
ὅσα 1 w 7948
δίχρρά 1 w 7954
ἐστι 7 w 7958
τῶν 73 w 7961
ᾠῶν 2 w 7964
τὴν 38 w 7968
μὲν 33 w 7971
ἀρχὴν 1 w 7976
τὸ 52 w 7978
ζῷον 3 w 7982
λαμβάνει 5 w 7990
ἐκ 9 w 7992
τοῦ 31 w 7995
λευκοῦ 2 w 8001
τῆς 16 w 8004
γενέσεως 1 w 8012
ἐν 19 w 8015
γὰρ 33 w 8018
τῷ 9 w 8020
θερμῷ 1 w 8025
26 w 8026
ψυχικὴ 1 w 8032
ἀρχή 1 w 8036
τὴν 39 w 8041
δὲ 57 w 8043
τροφὴν 2 w 8049
ἐκ 10 w 8051
τοῦ 32 w 8054
ὠχροῦ 2 w 8059
τοῖς 40 w 8064
μὲν 34 w 8067
οὖν 9 w 8070
τὴν 40 w 8073
φύσιν 4 w 8078
θερμοτέροις 1 w 8089
τῶν 74 w 8092
ζῴων 2 w 8096
διακέκριται 1 w 8107
χωρὶς 1 w 8112
ἐξ 4 w 8114
οὗ 5 w 8116
τε 69 w 8118
27 w 8119
ἀρχὴ 2 w 8123
γίνεται 14 w 8130
καὶ 99 w 8133
ἐξ 5 w 8135
οὗ 6 w 8137
τρέφεται 1 w 8145
καὶ 100 w 8149
τὸ 53 w 8151
μὲν 35 w 8154
λευκόν 1 w 8160
ἐστι 8 w 8164
τὸ 54 w 8166
δ 174 w 8167
ὠχρόν 1 w 8172
καὶ 101 w 8176
πλέον 1 w 8181
ἀεὶ 2 w 8184
τὸ 55 w 8186
λευκὸν 1 w 8192
καὶ 102 w 8195
καθαρὸν 1 w 8202
τοῦ 33 w 8205
ὠχροῦ 3 w 8210
καὶ 103 w 8213
γεώδους 1 w 8220
τοῖς 41 w 8225
δ 176 w 8226
ἧττον 3 w 8231
θερμοῖς 1 w 8238
καὶ 104 w 8241
ὑγροτέροις 1 w 8251
τὸ 56 w 8253
ὠχρὸν 1 w 8258
πλέον 2 w 8263
καὶ 105 w 8266
ὑγρότερον 1 w 8275
ὅπερ 2 w 8280
συμβαίνει 2 w 8289
ἐπὶ 8 w 8292
τῶν 75 w 8295
λιμναίων 1 w 8303
ὀρνέων 4 w 8309
ὑγρότεροι 1 w 8319
γὰρ 34 w 8322
τὴν 41 w 8325
φύσιν 5 w 8330
καὶ 106 w 8333
ψυχρότεροι 1 w 8343
τῶν 76 w 8346
πεζευόντων 1 w 8356
εἰσὶν 1 w 8361
ὀρνέων 5 w 8367
ὥστε 6 w 8372
καὶ 107 w 8375
τὰ 64 w 8377
ᾠὰ 4 w 8379
τῶν 77 w 8382
τοιούτων 6 w 8390
πολλὴν 2 w 8396
ἔχει 9 w 8400
τὴν 42 w 8403
καλουμένην 1 w 8413
λέκιθον 1 w 8420
καὶ 108 w 8423
ἧττον 4 w 8428
ὠχρὰν 1 w 8433
διὰ 25 w 8436
τὸ 57 w 8438
ἧττον 5 w 8443
ἀποκεκρίσθαι 1 w 8455
τὸ 58 w 8457
λευκόν 2 w 8463
τὰ 65 w 8466
δ 178 w 8467
ἤδη 1 w 8470
καὶ 109 w 8473
ψυχρὰ 1 w 8478
τὴν 43 w 8481
φύσιν 6 w 8486
τῶν 78 w 8489
ᾠοτοκούντων 4 w 8500
καὶ 110 w 8503
ἔτι 4 w 8506
ὑγρὰ 1 w 8510
μᾶλλον 2 w 8516
τοιοῦτον 3 w 8525
δ 180 w 8526
ἐστὶ 7 w 8531
τὸ 59 w 8533
τῶν 79 w 8536
ἰχθύων 8 w 8542
γένος 3 w 8547
οὐδ 5 w 8551
ἀποκεκριμένον 1 w 8565
ἔχει 10 w 8569
τὸ 60 w 8571
λευκὸν 2 w 8577
διά 1 w 8580
τε 74 w 8582
μικρότητα 2 w 8591
καὶ 111 w 8594
διὰ 26 w 8597
τὸ 61 w 8599
πλῆθος 2 w 8605
τοῦ 34 w 8608
ψυχροῦ 1 w 8614
καὶ 112 w 8617
γεώδους 2 w 8624
διόπερ 3 w 8631
γίνεται 15 w 8638
μονόχροα 2 w 8646
πάντα 4 w 8651
τὰ 66 w 8653
τῶν 80 w 8656
ἰχθύων 9 w 8662
καὶ 113 w 8666
ὡς 6 w 8668
μὲν 36 w 8671
ὠχρὰ 2 w 8675
λευκά 1 w 8680
ὡς 7 w 8683
δὲ 58 w 8685
λευκὰ 1 w 8690
ὠχρά 1 w 8694
τὰ 67 w 8697
δὲ 59 w 8699
τῶν 81 w 8702
ὀρνέων 6 w 8708
καὶ 114 w 8711
τὰ 68 w 8713
ὑπηνέμια 7 w 8721
ἔχει 11 w 8725
ταύτην 2 w 8731
τὴν 44 w 8734
δίχροιαν 1 w 8742
ἔχει 12 w 8747
γὰρ 35 w 8750
ἐξ 6 w 8752
οὗ 7 w 8754
ἑκάτερον 1 w 8762
ἔσται 1 w 8767
τῶν 82 w 8770
μορίων 3 w 8776
καὶ 115 w 8780
ὅθεν 1 w 8784
28 w 8785
ἀρχὴ 3 w 8789
καὶ 116 w 8792
ὅθεν 2 w 8796
29 w 8797
τροφή 5 w 8802
ἀλλὰ 4 w 8807
ταῦτ 5 w 8811
ἀτελῆ 3 w 8817
καὶ 117 w 8820
προσδεόμενα 1 w 8831
τοῦ 35 w 8834
ἄρρενος 5 w 8841
γίνεται 16 w 8849
γὰρ 36 w 8852
τὰ 69 w 8854
ὑπηνέμια 8 w 8862
γόνιμα 1 w 8868
ἐὰν 4 w 8872
ἔν 4 w 8874
τινι 1 w 8878
καιρῷ 1 w 8883
ὀχευθῇ 2 w 8889
ὑπὸ 1 w 8892
τοῦ 36 w 8895
ἄρρενος 6 w 8902
οὐκ 3 w 8906
ἔστι 4 w 8910
δὲ 60 w 8912
τῆς 17 w 8915
διχροίας 2 w 8923
αἴτιον 5 w 8929
τὸ 62 w 8931
ἄρρεν 8 w 8936
καὶ 118 w 8939
τὸ 63 w 8941
θῆλυ 2 w 8945
ὡς 8 w 8948
τοῦ 37 w 8951
μὲν 37 w 8954
λευκοῦ 3 w 8960
ὄντος 1 w 8965
ἀπὸ 2 w 8968
τοῦ 38 w 8971
ἄρρενος 7 w 8978
τοῦ 39 w 8982
δ 192 w 8983
ὠχροῦ 4 w 8989
ἀπὸ 3 w 8992
τοῦ 40 w 8995
θήλεος 1 w 9001
ἀλλ 8 w 9005
ἄμφω 1 w 9010
γίνεται 17 w 9017
ἀπὸ 4 w 9020
τοῦ 41 w 9023
θήλεος 2 w 9029
ἀλλὰ 5 w 9034
τὸ 64 w 9036
μὲν 38 w 9039
ψυχρὸν 1 w 9045
τὸ 65 w 9047
δὲ 61 w 9049
θερμόν 3 w 9055
ἐν 20 w 9058
ὅσοις 1 w 9063
μὲν 39 w 9066
οὖν 10 w 9069
ἐστὶ 8 w 9073
πολὺ 4 w 9077
τὸ 66 w 9079
θερμόν 4 w 9085
ἀποκρίνεται 2 w 9097
ἐν 21 w 9100
ὅσοις 2 w 9105
δ 194 w 9106
ὀλίγον 3 w 9113
οὐ 16 w 9116
δύναται 2 w 9123
διὸ 5 w 9127
μονόχροα 3 w 9135
τὰ 70 w 9137
κυήματα 3 w 9144
καθάπερ 11 w 9152
εἴρηται 9 w 9159
τὰ 71 w 9162
τῶν 83 w 9165
τοιούτων 7 w 9173
30 w 9175
δὲ 62 w 9177
γονὴ 3 w 9181
συνέστησε 1 w 9190
μόνον 2 w 9195
καὶ 119 w 9199
διὰ 27 w 9202
τοῦτο 7 w 9207
τὸ 67 w 9209
μὲν 40 w 9212
πρῶτον 1 w 9218
φαίνεται 1 w 9226
λευκὸν 3 w 9232
καὶ 120 w 9235
μικρὸν 3 w 9241
τὸ 68 w 9243
κύημα 1 w 9248
ἐν 22 w 9250
τοῖς 42 w 9254
ὄρνισι 6 w 9260
προϊὸν 1 w 9267
δὲ 63 w 9269
ὠχρὸν 2 w 9274
ἅπαν 1 w 9278
συμμιγνυμένου 1 w 9292
ἀεὶ 3 w 9295
πλείονος 1 w 9303
αἱματώδους 1 w 9313
τέλος 2 w 9319
δ 201 w 9320
ἀποκρινομένου 1 w 9334
τοῦ 43 w 9337
θερμοῦ 1 w 9343
κύκλῳ 1 w 9348
περιίσταται 1 w 9359
τὸ 69 w 9361
λευκόν 3 w 9367
ὥσπερ 6 w 9373
ὑγροῦ 1 w 9378
ζέοντος 1 w 9385
ὁμοίως 5 w 9392
πάντῃ 1 w 9397
τὸ 70 w 9400
γὰρ 37 w 9403
λευκὸν 4 w 9409
φύσει 1 w 9414
μὲν 41 w 9417
ὑγρόν 1 w 9422
ἔχει 13 w 9427
δ 202 w 9428
ἐν 23 w 9431
αὑτῷ 2 w 9435
τὴν 45 w 9438
θερμότητα 1 w 9447
τὴν 46 w 9450
ψυχικήν 1 w 9457
διὸ 6 w 9461
κύκλῳ 2 w 9466
ἀποκρίνεται 3 w 9477
τὸ 71 w 9480
δ 204 w 9481
ὠχρὸν 3 w 9487
καὶ 121 w 9490
γεῶδες 1 w 9496
ἐντός 1 w 9501
κἂν 1 w 9505
πολλὰ 10 w 9510
συνεράσας 1 w 9519
τις 2 w 9522
ᾠὰ 5 w 9524
εἰς 12 w 9527
κύστιν 1 w 9533
2 w 9534
τι 61 w 9536
τοιοῦτον 4 w 9544
ἕψῃ 1 w 9547
πυρὶ 1 w 9551
μὴ 8 w 9553
θάττονα 1 w 9560
ποιοῦντι 1 w 9568
τὴν 47 w 9571
τοῦ 44 w 9574
θερμοῦ 2 w 9580
κίνησιν 1 w 9587
3 w 9588
τὴν 48 w 9591
ἐν 25 w 9593
τοῖς 43 w 9597
ᾠοῖς 1 w 9601
διάκρισιν 1 w 9610
ὥσπερ 7 w 9616
ἐν 26 w 9618
ἑνὶ 1 w 9621
ᾠῷ 1 w 9623
καὶ 122 w 9627
τὸ 72 w 9629
ἐκ 11 w 9631
πάντων 4 w 9637
τῶν 84 w 9640
ᾠῶν 3 w 9643
σύστημα 1 w 9650
τὸ 73 w 9652
μὲν 42 w 9655
ὠχρὸν 4 w 9660
ἐν 27 w 9662
μέσῳ 1 w 9666
γίνεται 18 w 9673
κύκλῳ 3 w 9679
δὲ 64 w 9681
τὸ 74 w 9683
λευκόν 4 w 9689