ἃ μὲν οὖν ἐνεδέχετο περὶ τοῦ χαρακτῆρος τοῦ ἀνδρὸς εὑρεῖν τε καὶ γράψαι, ταῦτʼ ἐστίν, ἐπὶ δὲ τὴν τῶν λόγων διάγνωσιν τρέψομαι. τοῖς μὲν οὖν γνησίοις αὐτὸ τὸ τῆς ἀναγραφῆς προσέσται μόνον, τοῖς δὲ ψευδέσι τὰ τοῦ τʼ ἐλέγχου καὶ τῆς αἰτίας διηκριβωμένα, δι’ ἣν ἕκαστον ἀθετοῦμεν αὐτῶν. ἐπεὶ δʼ ἀναγκαία πρὸς ταῦτα ἡ τῶν χρόνων διάγνωσις, τοὺς Ἀθήνησιν ἄρξαντας, ἀφʼ οὗ Δείναρχον ὑπεθέμεθα γεγονέναι χρόνου,
648
μέχρι τῆς δοθείσης αὐτῷ μετὰ τὴν φυγὴν καθόδου, γενομένους ἑβδομήκοντα, προθήσομεν. εἰσὶ δὲ οἵδε· Νικόφημος, Καλλιμήδης, Εὐχάριστος, Κηφισόδοτος, Ἀγαθοκλῆς, Ἐλπίνης, Καλλίστρατος, Διότιμος, Θούδημος, Ἀριστόδημος, Θέελλος, Ἀπολλόδωρος, p.310
Καλλίμαχος, Θεόφιλος, Θεμιστοκλῆς, Ἀρχίας, Εὔβουλος, Λυκίσκος, Πυθόδοτος, Σωσιγένης, Νικόμαχος, Θεόφραστος, Λυσιμαχίδης, Χαιρωνίδας, Φρύνιχος, 649
Πυθόδημος· ἐπὶ τούτου πρῶτον αὐτὸν εἰς δικαστήριον λόγους συγγράφειν ὑπεθέμεθα. μετὰ δὲ τοῦτον Εὐαίνετος, Κτησικλῆς, Νικοκράτης, Νικήτης, Ἀριστοφάνης, Ἀριστοφῶν, Κηφισοφῶν, Εὐθύκριτος, Ηγήμων, Χρέμης, Ἀντικλῆς, Ἡγησίας, Κηφισόδωρος, Φιλοκλῆς· 650
ἐπὶ τούτου τὴν φρουρὰν ἐδέξαντο Ἀθηναῖοι, καὶ ὁ δῆμος κατελύθη. Ἄρχιππος, Νέαιχμος, Ἀπολλόδωρος, Ἄρχιππος, Δημογένης, Δημοκλείδης, Πραξίβουλος, Νικόδωρος, Θεόφραστος, Πολέμων, Σιμωνίδης, Ἱερομνήμων, Δημήτριος, Καίριμος, Ἀναξικράτης· ἐπὶ τούτου ἡ κατασταθεῖσα ὑπὸ Κασσάνδρου ὀλιγαρχία κατελύθη, καὶ οἱ εἰσαγγελθέντες ἔφυγον, ἐν οἷς καὶ Δείναρχος ἦν. Κόροιβος, Εὐξένιππος, Φερεκλῆς, Λεώστρατος, Νικοκλῆς, Κλέαρχος, Ἡγέμαχος, Εὐκτήμων, Μνησίδημος, Ἀντιφάτης, Νικίας, Νικόστρατος, 651
Ὀλυμπιόδωρος, Φίλιππος ⋯ ἐπὶ τούτου κάθοδος ἐδόθη τοῖς τε ἄλλοις φυγάσι καὶ Δεινάρχῳ ὑπὸ βασιλέως Δημητρίου.