Scaife ATLAS

CTS Library / Λυσίας συρακούσιος πατρόθεν

Λυσίας συρακούσιος πατρόθεν (21-25)

urn:cts:greekLit:tlg0081.tlg003.perseus-grc2:21-25
Refs {'start': {'reference': '21', 'human_reference': 'Section 21'}, 'end': {'reference': '25', 'human_reference': 'Section 25'}}
Ancestors []
Children []
prev
plain textXML
next

Διόδοτος, εἷς τῶν μετὰ Θρασύλλου καταλεγέντων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ, μέλλων ἐκπλεῖν εἰς τὴν Ἀσίαν ἐπὶ Γλαυκίππου ἄρχοντος, ἔχων νήπια παιδία, διαθήκας ἐποιήσατο καταλιπὼν αὐτοῖς ἐπίτροπον

p.33
τὸν ἑαυτοῦ μὲν ἀδελφὸν Διογείτονα, τῶν δὲ παιδίων θεῖόν τε καὶ πάππον ἀπὸ μητρός. αὐτὸς μὲν οὖν ἐν Ἐφέσῳ μαχόμενος ἀποθνῄσκει, Διογείτων δὲ πᾶσαν τὴν οὐσίαν τῶν ὀρφανῶν διαχειρισάμενος καὶ ἐκ πολλῶν
498
πάνυ χρημάτων οὐδὲν ἀποδείξας αὐτοῖς, ἔτι περιὼν κατηγορεῖται πρὸς ἑνὸς τῶν μειρακίων δοκιμασθέντος κακῆς ἐπιτροπῆς. λέγει δὲ κατʼ αὐτοῦ τὴν δίκην τῆς ἐκείνου μὲν θυγατριδῆς τῶν δὲ μειρακίων ἀδελφῆς ἀνήρ.

προὔλαβον δὲ τὴν ὑπόθεσιν, ἵνα μᾶλλον γένηται καταφανές, εἰ μετρίᾳ καὶ προσηκούσῃ ἀρχῇ κέχρηται·

εἰ μὲν μὴ μεγάλα ἦν τὰ διαφέροντα, ἄνδρες δικασταί, οὐκ ἄν ποτε εἰς ὑμᾶς εἰσελθεῖν τούτους εἴασα, νομίζων αἴσχιστον εἶναι πρὸς τοὺς οἰκείους διαφέρεσθαι, εἰδὼς ὅτι οὐ μόνον οἱ ἀδικοῦντες χείρους ὑμῖν εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οἵτινες ἂν ἔλαττον ὑπὸ τῶν προσηκόντων ἔχοντες ἀνέχεσθαι μὴ δύνωνται. ἐπειδὴ μέντοι, ἄνδρες δικασταί, πολλῶν χρημάτων ἀπεστέρηνται καὶ πολλὰ καὶ δεινὰ πεπονθότες ὑφʼ ὦν ἥκιστα ἐχρῆν ἐπʼ

499
ἐμὲ κηδεστὴν ὄντα κατέφυγον, ἀνάγκη
p.34
μοι γεγένηται εἰπεῖν ὑπὲρ αὐτῶν. ἔχω δὲ τούτων μὲν ἀδελφὴν Διογείτονος δὲ θυγατριδῆν· καὶ πολλὰ δεηθεὶς ἀμφοτέρων τὸ μὲν πρῶτον ἔπεισʼ αὐτοὺς τοῖς φίλοις ἐπιτρέψαι δίαιταν, περὶ πολλοῦ ποιούμενος τὰ τούτων πράγματα μηδένα τῶν ἄλλων εἰδέναι. ἐπειδὴ δὲ Διογείτων, φανερῶς ἔχων ἐξηλέγχετο, περὶ τούτων οὐδενὶ τῶν αὑτοῦ φίλων ἐτόλμα πείθεσθαι, ἀλλʼ ἠβουλήθη καὶ φεύγειν δίκας καὶ μὴ οὔσας διώκειν καὶ ὑπομεῖναι τοὺς ἐσχάτους κινδύνους μᾶλλον τὰ δίκαια ποιήσας ἀπηλλάχθαι τῶν πρὸς τούτους ἐγκλημάτων, ὑμῶν δέομαι, ἐὰν μὲν ἀποδείξω οὕτως αἰσχρῶς αὐτοὺς ἐπιτετροπευμένους ὑπὸ τοῦ πάππου, ὡς οὐδεὶς πώποτε ὑπὸ τῶν οὐδὲν προσηκόντων ἐν τῇ πόλει, βοηθεῖν αὐτοῖς τὰ δίκαια· εἰ δὲ μή, τούτῳ μὲν ἅπαντα πιστεύειν, ἡμᾶς δὲ εἰς τὸν λοιπὸν χρόνον ἡγεῖσθαι χείρους
500
εἶναι. ἐξ ἀρχῆς δʼ ὑμᾶς περὶ αὐτῶν διδάξαι πειράσομαι.

τοῦτο τὸ προοίμιον ἁπάσας ἔχει τὰς ἀρετάς, ὅσας δεῖ τὸ προοίμιον ἔχειν. δηλώσουσι δὲ οἱ κανόνες αὐτῷ παρατεθέντες οἱ τῶν τεχνῶν. ἅπαντες γὰρ δή που παραγγέλλουσιν οἱ συνταξάμενοι τὰς τέχνας, ὅταν πρὸς οἰκείους ἀγών, σκοπεῖν ὅπως μὴ πονηροὶ μηδὲ φιλοπράγμονες οἱ κατήγοροι φανήσονται. κελεύουσίν

p.35
τε πρῶτον μὲν τὴν αἰτίαν εἰς τοὺς ἀντιδίκους περιιστάναι καὶ τοῦ ἐγκλήματος καὶ τοῦ ἀγῶνος καὶ λέγειν, ὅτι μεγάλα τἀδικήματα καὶ οὐκ ἐνῆν αὐτὰ μετρίως ἐνεγκεῖν καὶ ὅτι ὑπὲρ ἀναγκαιοτέρων προσώπων ἀγὼν καὶ ἐρήμων καὶ ἧττον ὑπεροφθῆναι ἀξίων, οἷς μὴ βοηθοῦντες κακίους ἂν ἐφάνησαν· καὶ ὅτι προκαλούμενοι τοὺς ἀντιδίκους εἰς διαλλαγὰς καὶ φίλοις τὰ πράγματα ἐπιτρέποντες καὶ τὰ δυνατὰ ἐλαττοῦσθαι ὑπομένοντες οὐδενὸς ἠδυνήθησαν τυχεῖν τῶν μετρίων.
501
ταῦτα μὲν δὴ παραγγέλλουσι ποιεῖν οἱ τεχνογράφοι, ἵνα τὸ ἦθος τοῦ λέγοντος ἐπιεικέστερον εἶναι δόξῃ. δύναται δὲ αὐτοῖς εὔνοιαν τοῦτο ποιεῖν καὶ ἔστι κράτιστον τῆς κατασκευῆς μέρος. ταῦθʼ ὁρῶ πάντα διὰ τοῦ προοιμίου τοῦδε γεγονότα. καὶ μὴν εἴς γε τὸ εὐμαθεῖς τοὺς ἀκροατὰς ποιῆσαι κελεύουσι συστρέψαντας εἰπεῖν τὸ πρᾶγμα, ἵνα μὴ ἀγνοῶσι τὴν ὑπόθεσιν οἱ δικασταί, καὶ οἷά περ ἂν τὰ μέλλοντα λέγεσθαι, τοιοῦτο καὶ τὸ προοίμιον ὑποτίθεσθαι ἀπʼ ἀρχῆς καὶ δεῖγμα τοῦ πράγματος ποιουμένους κατευθὺ ἀπʼ ἐνθυμημάτων πειρᾶσθαι ἄρχεσθαι. ἔχει δὴ καὶ ταῦτα τὸ προοίμιον. ἔτι περὶ τῆς προσοχῆς ὧδέ πως τεχνολογοῦσιν, ὅτι δεῖ τὸν προσεκτικοὺς μέλλοντα ποιεῖν τοὺς ἀκροατὰς καὶ λέγειν θαυμαστὰ καὶ παράδοξα καὶ δεῖσθαι τῶν δικαστῶν ἀκοῦσαι. φαίνεται δὴ καὶ ταῦτα πεποιηκὼς Λυσίας. καὶ πρόσεστι τούτοις τὸ λεῖον
p.36
τῆς ἑρμηνείας καὶ τὸ ἀφελὲς τῆς κατασκευῆς, ὦν μάλιστα δεῖ τοῖς ὑπʼ
502
οἰκείων προοιμιαζομένοις. ἄξιον δὲ καὶ τὴν διήγησιν ὡς ᾠκονόμηται καταμαθεῖν. ἔχει δὲ οὕτως·

ἀδελφοὶ ἦσαν, ἄνδρες δικασταί, Διόδοτος καὶ Διογείτων ὁμοπάτριοι καὶ ὁμομήτριοι. καὶ τὴν μὲν ἀφανῆ οὐσίαν ἐνείμαντο, τῆς δὲ φανερᾶς ἐκοινώνουν. ἐργασαμένου δὲ Διοδότου κατʼ ἐμπορίαν πολλὰ χρήματα πείθει αὐτὸν Διογείτων λαβεῖν τὴν ἑαυτοῦ θυγατέρα, περ ἦν αὐτῷ μόνη. καὶ γίνονται αὐτῷ υἱοὶ δύο καὶ θυγάτηρ. χρόνῳ δὲ ὕστερον καταλεγεὶς Διόδοτος μετὰ Θρασύλλου τῶν ὁπλιτῶν, καλέσας τὴν ἑαυτοῦ γυναῖκα ἀδελφιδῆν οὖσαν καὶ τὸν ἐκείνης μὲν πατέρα αὑτοῦ δὲ κηδεστὴν καὶ ἀδελφὸν ὁμοπάτριον, πάππον δὲ τῶν παιδίων καὶ θεῖον, ἡγούμενος διὰ ταύτας τὰς ἀναγκαιότητας οὐδενὶ μᾶλλον προσήκειν δικαίῳ περὶ τοὺς αὑτοῦ παῖδας γενέσθαι, διαθήκην

503
αὐτῷ δίδωσι καὶ πέντε τάλαντα ἀργυρίου παρακαταθήκην, ναυτικὰ δὲ ἀπέδειξεν ἐκδεδομένα ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, . . . δισχιλίας δὲ ὀφειλομένας ἐν Χερρονήσῳ. ἐπέσκηψε δέ, ἐάν τι πάθῃ, τάλαντον
504
p.37
μὲν ἐπιδοῦναι τῇ γυναικὶ καὶ τὰ ἐν τῷ δωματίῳ δοῦναι, τάλαντον δὲ τῇ θυγατρί. κατέλιπε δὲ καὶ εἴκοσι μνᾶς τῇ γυναικὶ καὶ τριάκοντα στατῆρας Κυζικηνούς. ταῦτα δὲ πράξας καὶ οἴκοι ἀντίγραφα καταλιπὼν ᾤχετο στρατευσόμενος μετὰ Θρασύλλου. ἀποθανόντος δὲ ἐκείνου ἐν Ἐφέσῳ Διογείτων τὴν μὲν θυγατέρα ἔκρυπτε τὸν θάνατον τοῦ ἀνδρὸς καὶ τὰ γράμματα λαμβάνει, κατέλιπε σεσημασμένα, φάσκων τὰ ναυτικὰ χρήματα δεῖν ἐκ τούτων τῶν
505
γραμματείων κομίσασθαι. ἐπειδὴ δὲ χρόνῳ ἐδήλωσε τὸν θάνατον αὐτοῖς καὶ ἐποίησαν τὰ νομιζόμενα, τὸν μὲν πρῶτον ἐνιαυτὸν ἐν Πειραιεῖ διῃτῶντο· ἅπαντα γὰρ αὐτοῦ κατελέλειπτο τὰ ἐπιτήδεια. ἐκείνων δʼ ἐπιλειπόντων τοὺς μὲν παῖδας εἰς ἄστυ ἀναπέμπει, τὴν δὲ μητέρα αὐτῶν ἐκδίδωσιν ἐπιδοὺς πεντακισχιλίας δραχμάς, χιλίαις ἔλαττον ὧν ἀνὴρ αὐτῆς ἔδωκεν. ὀγδόῳ δʼ ἔτει δοκιμασθέντος μετὰ ταῦτα τοῦ πρεσβυτέρου τοῖν μειρακίοιν καλέσας αὐτοὺς εἷπε Διογείτων, ὅτι καταλείποι αὐτοῖς πατὴρ εἴκοσι μνᾶς ἀργυρίου καὶ τριάκοντα στατῆρας. ἐγὼ οὖν πολλὰ τῶν ἐμαυτοῦ δεδαπάνηκα εἰς τὴν ὑμετέραν τροφήν. καὶ ἕως μὲν εἶχον, οὐδέν μοι διέφερεν· νυνὶ δὲ καὶ αὐτὸς ἀπόρως διάκειμαι. σὺ οὖν, ἐπειδὴ δεδοκίμασαι καὶ ἀνὴρ γεγένησαι, σκόπει αὐτὸς ἤδη, πόθεν ἕξεις
p.38
τὰ ἐπιτήδεια. ταῦτʼ ἀκούσαντες, ἐκπεπληγμένοι καὶ δακρύοντες ᾤχοντο πρὸς τὴν μητέρα καὶ παραλαβόντες
506
ἐκείνην ἧκον πρὸς ἐμέ, οἰκτρῶς ὑπὸ τοῦ πάθους διακείμενοι καὶ ἀθλίως ἐκπεπτωκότες, κλαίοντες καὶ παρακαλοῦντές με μὴ περιιδεῖν αὐτοὺς ἀποστερηθέντας τῶν πατρῴων μηδʼ εἰς πτωχείαν καταστάντας, ὑβρισμένους ὑφʼ ὧν ἥκιστα ἐχρῆν, ἀλλὰ βοηθῆσαι καὶ τῆς ἀδελφῆς ἕνεκα καὶ σφῶν αὐτῶν. πολλὰ ἂν εἴη λέγειν, ὅσον πένθος ἐν τῇ ἐμῇ οἰκίᾳ ἦν ἐν ἐκείνῳ τῷ χρόνῳ. τελευτῶσα δὲ μήτηρ αὐτῶν ἠντιβόλει με καὶ ἱκέτευσε συναγαγεῖν αὐτῆς τὸν πατέρα καὶ τοὺς φίλους, εἰποῦσα ὅτι, εἰ καὶ μὴ πρότερον εἴθισται λέγειν ἐν ἀνδράσι, τὸ μέγεθος αὐτὴν ἀναγκάσει τῶν συμφορῶν περὶ τῶν σφετέρων κακῶν δηλῶσαι πάντα πρὸς ἡμᾶς. ἐλθὼν δʼ ἐγὼ ἠγανάκτουν μὲν πρὸς Ἡγήμονα τὸν ἔχοντα τὴν τούτου θυγατέρα, λόγους δʼ ἐποιούμην πρὸς τοὺς ἄλλους ἐπιτηδείους, ἠξίουν δὲ τοῦτον εἰς ἔλεγχον ἰέναι περὶ τῶν πραγμάτων. Διογείτων δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελε, τελευτῶν δὲ ὑπὸ τῶν
507
φίλων ἠναγκάσθη. ἐπειδὴ δὲ συνήλθομεν, ἤρετο αὐτὸν γυνή, τίνα ποτὲ ψυχὴν ἔχων ἀξιοῖ περὶ τῶν παίδων τοιαύτῃ γνώμῃ χρῆσθαι, ἀδελφὸς μὲν ὢν τοῦ πατρὸς αὐτῶν, πατὴρ δʼ ἐμός, θεῖος δὲ αὐτοῖς καὶ πάππος. καὶ εἰ μηδένα ἀνθρώπων ᾐσχύνου, τοὺς θεοὺς ἐχρῆν σε, φησί, δεδιέναι, ὃς ἔλαβες μέν, ὅτʼ ἐκεῖνος ἐξέπλει,
508
πέντε τάλαντα παρʼ
p.39
αὐτοῦ παρακαταθήκην, καὶ περὶ τούτων ἐγὼ θέλω τοὺς παῖδας παραστησαμένη καὶ τούτους καὶ τοὺς ὕστερον ἐμαυτῇ γενομένους ὀμόσαι, ὅπου ἂν οὗτος λέγῃ· καίτοι οὐχ οὕτως ἐγώ εἰμι ἀθλία οὐδʼ οὕτω περὶ πολλοῦ ποιοῦμαι χρήματα ὥστʼ ἐπιορκήσασα κατὰ τῶν παίδων τῶν ἐμαυτῆς τὸν βίον καταναλίσκειν, ἀδίκως δὲ ἀφελέσθαι τὴν τοῦ πατρὸς οὐσίαν. ἔτι τοίνυν ἐξήλεγχεν αὐτὴ
509
ἑπτὰ τάλαντα κεκομισμένον ναυτικὰ καὶ τετρακισχιλίας δραχμὰς καὶ τούτων τὰ γράμματʼ ἀπέδειξεν. ἐν γὰρ τῇ διοικίσει, ὅτʼ ἐκ Κολλυτοῦ διῳκίζετο εἰς τὴν Φαίδρου οἰκίαν, τοὺς παῖδας ἐπιτυχόντας ἐκβεβλημένῳ βιβλίῳ ἐνεγκεῖν πρὸς αὐτήν. ἀπέφηνε δʼ αὐτὸν ἑκατὸν μνᾶς κεκομισμένον ἐγγείῳ ἐπὶ τόκῳ δεδανεισμένας καὶ ἑτέρας δισχιλίας δραχμὰς καὶ ἔπιπλα πολλοῦ ἄξια, φοιτᾶν δὲ καὶ σῖτον αὐτοῖς ἐκ Χερρονήσου καθʼ ἕκαστον ἐνιαυτόν. ἔπειτα σὺ ἐτόλμησας, ἔφη, εἰπεῖν, ἔχων τοσαῦτα χρήματα, ὡς δισχιλίας δραχμὰς τούτων πατὴρ κατέλιπε καὶ τριάκοντα στατῆρας;
510
περ ἐμοὶ καταλειφθέντα ἐκείνου τελευτήσαντος ἐγώ σοι ἔδωκα· καὶ ἐκβάλλειν τούτους ἠξίωκας θυγατριδοῦς ὄντας ἐκ τῆς οἰκίας τῆς αὑτῶν ἐν τριβωνίοις, ἀνυποδήτους, οὐ μετὰ ἀκολούθου,
p.40
οὐ μετὰ στρωμάτων, οὐ μετὰ ἱματίων, οὐ μετὰ τῶν ἐπίπλων, πατὴρ αὐτοῖς κατέλιπεν, οὐδὲ μετὰ τῶν παρακαταθηκῶν, ἃς ἐκεῖνος παρὰ σοὶ κατέθετο. καὶ νῦν τοὺς μὲν ἐκ τῆς μητρυιᾶς τῆς ἐμῆς παιδεύεις ἐν πολλοῖς χρήμασιν εὐδαίμονας ὄντας (καὶ ταῦτα μὲν καλῶς ποιεῖς), τοὺς δʼ ἐμοὺς ἀδικεῖς, οὓς ἀτίμους ἐκ τῆς οἰκίας ἐκβαλὼν ἀντὶ πλουσίων πτωχοὺς ἀποδεῖξαι προθυμεῖ. καὶ ἐπὶ τοιούτοις ἔργοις οὔτε τοὺς θεοὺς φοβεῖ οὔτε ἐμὲ τὴν συνειδυῖαν αἰσχύνῃ οὔτε τοῦ ἀδελφοῦ μέμνησαι, ἀλλὰ πάντας ἡμᾶς περὶ ἐλάττονος ποιεῖ χρημάτων. τότε μὲν οὖν, ἄνδρες δικασταί, πολλῶν καὶ δεινῶν ὑπὸ τῆς γυναικὸς ῥηθέντων
511
οὕτω διετέθημεν πάντες οἱ παρόντες ὑπὸ τῶν τούτῳ πεπραγμένων καὶ τῶν λόγων τῶν ἐκείνης, ὁρῶντες μὲν τοὺς παῖδας οἷα ἦσαν πεπονθότες, ἀναμιμνησκόμενοι δὲ τοῦ ἀποθανόντος, ὡς ἀνάξιον τῆς οὐσίας τὸν ἐπίτροπον κατέλιπεν, ἐνθυμούμενοι δέ, ὡς χαλεπὸν ἐξευρεῖν ὅτῳ χρὴ περὶ τῶν ἑαυτοῦ πιστεῦσαι· ὥστε, ἄνδρες δικασταί, μηδένα τῶν παρόντων δύνασθαι φθέγξασθαι, ἀλλὰ καὶ δακρύοντας μὴ ἧττον τῶν πεπονθότων ἀπιόντας οἴχεσθαι σιωπῇ.

Tokens

Διόδοτος 1 w 8
εἷς 1 w 12
τῶν 1 w 15
μετὰ 1 w 19
Θρασύλλου 1 w 28
καταλεγέντων 1 w 40
ἐν 1 w 42
τῷ 1 w 44
Πελοποννησιακῷ 1 w 58
πολέμῳ 1 w 64
μέλλων 1 w 71
ἐκπλεῖν 1 w 78
εἰς 1 w 81
τὴν 1 w 84
Ἀσίαν 1 w 89
ἐπὶ 1 w 92
Γλαυκίππου 1 w 102
ἄρχοντος 1 w 110
ἔχων 1 w 115
νήπια 1 w 120
παιδία 1 w 126
διαθήκας 1 w 135
ἐποιήσατο 1 w 144
καταλιπὼν 1 w 153
αὐτοῖς 1 w 159
ἐπίτροπον 1 w 168
τὸν 1 w 171
ἑαυτοῦ 1 w 177
μὲν 1 w 180
ἀδελφὸν 1 w 187
Διογείτονα 1 w 197
τῶν 2 w 201
δὲ 1 w 203
παιδίων 1 w 210
θεῖόν 1 w 215
τε 1 w 217
καὶ 1 w 220
πάππον 1 w 226
ἀπὸ 1 w 229
μητρός 1 w 235
αὐτὸς 1 w 241
μὲν 2 w 244
οὖν 1 w 247
ἐν 2 w 249
Ἐφέσῳ 1 w 254
μαχόμενος 1 w 263
ἀποθνῄσκει 1 w 273
Διογείτων 1 w 283
δὲ 2 w 285
πᾶσαν 1 w 290
τὴν 2 w 293
οὐσίαν 1 w 299
τῶν 3 w 302
ὀρφανῶν 1 w 309
διαχειρισάμενος 1 w 324
καὶ 2 w 327
ἐκ 2 w 329
πολλῶν 1 w 335
πάνυ 1 w 339
χρημάτων 1 w 347
οὐδὲν 1 w 352
ἀποδείξας 1 w 361
αὐτοῖς 2 w 367
ἔτι 1 w 371
περιὼν 1 w 377
κατηγορεῖται 1 w 389
πρὸς 1 w 393
ἑνὸς 1 w 397
τῶν 4 w 400
μειρακίων 1 w 409
δοκιμασθέντος 1 w 422
κακῆς 1 w 427
ἐπιτροπῆς 1 w 436
λέγει 1 w 442
δὲ 4 w 444
κατʼ 1 w 448
αὐτοῦ 1 w 453
τὴν 3 w 456
δίκην 1 w 461
1 w 462
τῆς 1 w 465
ἐκείνου 1 w 472
μὲν 3 w 475
θυγατριδῆς 1 w 485
τῶν 5 w 488
δὲ 5 w 490
μειρακίων 2 w 499
ἀδελφῆς 1 w 506
ἀνήρ 1 w 510
προὔλαβον 1 w 520
δὲ 6 w 522
τὴν 4 w 525
ὑπόθεσιν 1 w 533
ἵνα 1 w 537
μᾶλλον 1 w 543
γένηται 1 w 550
καταφανές 1 w 559
εἰ 2 w 562
μετρίᾳ 1 w 568
καὶ 3 w 571
προσηκούσῃ 1 w 581
ἀρχῇ 1 w 585
κέχρηται 1 w 593
εἰ 3 w 596
μὲν 4 w 599
μὴ 1 w 601
μεγάλα 1 w 607
ἦν 1 w 609
τὰ 2 w 611
διαφέροντα 1 w 621
1 w 623
ἄνδρες 1 w 629
δικασταί 1 w 637
οὐκ 1 w 641
ἄν 2 w 643
ποτε 1 w 647
εἰς 2 w 650
ὑμᾶς 1 w 654
εἰσελθεῖν 1 w 663
τούτους 1 w 670
εἴασα 1 w 675
νομίζων 1 w 683
αἴσχιστον 1 w 692
εἶναι 1 w 697
πρὸς 2 w 701
τοὺς 1 w 705
οἰκείους 1 w 713
διαφέρεσθαι 1 w 724
εἰδὼς 1 w 730
ὅτι 1 w 733
οὐ 4 w 735
μόνον 1 w 740
οἱ 1 w 742
ἀδικοῦντες 1 w 752
χείρους 1 w 759
ὑμῖν 1 w 763
εἶναι 2 w 768
δοκοῦσιν 1 w 776
ἀλλὰ 1 w 781
καὶ 4 w 784
οἵτινες 1 w 791
ἂν 1 w 793
ἔλαττον 1 w 800
ὑπὸ 1 w 803
τῶν 6 w 806
προσηκόντων 1 w 817
ἔχοντες 1 w 824
ἀνέχεσθαι 1 w 833
μὴ 2 w 835
δύνωνται 1 w 843
ἐπειδὴ 1 w 850
μέντοι 1 w 856
2 w 858
ἄνδρες 2 w 864
δικασταί 2 w 872
πολλῶν 2 w 879
χρημάτων 2 w 887
ἀπεστέρηνται 1 w 899
καὶ 5 w 902
πολλὰ 1 w 907
καὶ 6 w 910
δεινὰ 1 w 915
πεπονθότες 1 w 925
ὑφʼ 1 w 928
ὦν 1 w 930
ἥκιστα 1 w 936
ἐχρῆν 1 w 941
ἐπʼ 1 w 944
ἐμὲ 1 w 947
κηδεστὴν 1 w 955
ὄντα 1 w 959
κατέφυγον 1 w 968
ἀνάγκη 1 w 975
μοι 1 w 978
γεγένηται 1 w 987
εἰπεῖν 1 w 993
ὑπὲρ 1 w 997
αὐτῶν 1 w 1002
ἔχω 2 w 1006
δὲ 7 w 1008
τούτων 1 w 1014
μὲν 5 w 1017
ἀδελφὴν 1 w 1024
Διογείτονος 1 w 1035
δὲ 8 w 1037
θυγατριδῆν 1 w 1047
καὶ 7 w 1051
πολλὰ 2 w 1056
δεηθεὶς 1 w 1063
ἀμφοτέρων 1 w 1072
τὸ 3 w 1074
μὲν 6 w 1077
πρῶτον 1 w 1083
ἔπεισʼ 1 w 1089
αὐτοὺς 1 w 1095
τοῖς 3 w 1099
φίλοις 1 w 1105
ἐπιτρέψαι 1 w 1114
δίαιταν 1 w 1121
περὶ 1 w 1126
πολλοῦ 1 w 1132
ποιούμενος 1 w 1142
τὰ 3 w 1144
τούτων 2 w 1150
πράγματα 1 w 1158
μηδένα 1 w 1164
τῶν 8 w 1167
ἄλλων 1 w 1172
εἰδέναι 1 w 1179
ἐπειδὴ 2 w 1186
δὲ 9 w 1188
Διογείτων 2 w 1197
1 w 1199
φανερῶς 1 w 1206
ἔχων 2 w 1210
ἐξηλέγχετο 1 w 1220
περὶ 2 w 1225
τούτων 3 w 1231
οὐδενὶ 1 w 1237
τῶν 9 w 1240
αὑτοῦ 1 w 1245
φίλων 1 w 1250
ἐτόλμα 1 w 1256
πείθεσθαι 1 w 1265
ἀλλʼ 1 w 1270
ἠβουλήθη 1 w 1278
καὶ 8 w 1281
φεύγειν 1 w 1288
δίκας 1 w 1293
καὶ 9 w 1296
μὴ 3 w 1298
οὔσας 1 w 1303
διώκειν 1 w 1310
καὶ 10 w 1313
ὑπομεῖναι 1 w 1322
τοὺς 3 w 1326
ἐσχάτους 1 w 1334
κινδύνους 1 w 1343
μᾶλλον 2 w 1349
1 w 1350
τὰ 4 w 1352
δίκαια 1 w 1358
ποιήσας 1 w 1365
ἀπηλλάχθαι 1 w 1375
τῶν 10 w 1378
πρὸς 3 w 1382
τούτους 2 w 1389
ἐγκλημάτων 1 w 1399
ὑμῶν 1 w 1404
δέομαι 1 w 1410
ἐὰν 1 w 1414
μὲν 7 w 1417
ἀποδείξω 1 w 1425
οὕτως 1 w 1430
αἰσχρῶς 1 w 1437
αὐτοὺς 2 w 1443
ἐπιτετροπευμένους 1 w 1460
ὑπὸ 2 w 1463
τοῦ 4 w 1466
πάππου 1 w 1472
ὡς 1 w 1475
οὐδεὶς 1 w 1481
πώποτε 1 w 1487
ὑπὸ 3 w 1490
τῶν 11 w 1493
οὐδὲν 2 w 1498
προσηκόντων 2 w 1509
ἐν 3 w 1511
τῇ 1 w 1513
πόλει 1 w 1518
βοηθεῖν 1 w 1526
αὐτοῖς 3 w 1532
τὰ 5 w 1534
δίκαια 2 w 1540
εἰ 9 w 1543
δὲ 11 w 1545
μή 1 w 1547
τούτῳ 1 w 1553
μὲν 8 w 1556
ἅπαντα 1 w 1562
πιστεύειν 1 w 1571
ἡμᾶς 1 w 1576
δὲ 12 w 1578
εἰς 3 w 1581
τὸν 2 w 1584
λοιπὸν 1 w 1590
χρόνον 1 w 1596
ἡγεῖσθαι 1 w 1604
χείρους 2 w 1611
εἶναι 3 w 1616
ἐξ 2 w 1619
ἀρχῆς 1 w 1624
δʼ 1 w 1626
ὑμᾶς 2 w 1630
περὶ 3 w 1634
αὐτῶν 2 w 1639
διδάξαι 1 w 1646
πειράσομαι 1 w 1656
τοῦτο 1 w 1662
τὸ 5 w 1664
προοίμιον 1 w 1673
ἁπάσας 1 w 1679
ἔχει 1 w 1683
τὰς 1 w 1686
ἀρετάς 1 w 1692
ὅσας 1 w 1697
δεῖ 1 w 1700
τὸ 6 w 1702
προοίμιον 2 w 1711
ἔχειν 1 w 1716
δηλώσουσι 1 w 1726
δὲ 13 w 1728
οἱ 2 w 1730
κανόνες 1 w 1737
αὐτῷ 1 w 1741
παρατεθέντες 1 w 1753
οἱ 3 w 1755
τῶν 13 w 1758
τεχνῶν 1 w 1764
ἅπαντες 1 w 1772
γὰρ 1 w 1775
δή 1 w 1777
που 3 w 1780
παραγγέλλουσιν 1 w 1794
οἱ 4 w 1796
συνταξάμενοι 1 w 1808
τὰς 2 w 1811
τέχνας 1 w 1817
ὅταν 1 w 1822
πρὸς 4 w 1826
οἰκείους 2 w 1834
2 w 1835
ἀγών 1 w 1839
σκοπεῖν 1 w 1847
ὅπως 1 w 1851
μὴ 4 w 1853
πονηροὶ 1 w 1860
μηδὲ 1 w 1864
φιλοπράγμονες 1 w 1877
οἱ 5 w 1879
κατήγοροι 1 w 1888
φανήσονται 1 w 1898
κελεύουσίν 1 w 1909
τε 13 w 1911
πρῶτον 2 w 1917
μὲν 9 w 1920
τὴν 6 w 1923
αἰτίαν 1 w 1929
εἰς 4 w 1932
τοὺς 5 w 1936
ἀντιδίκους 1 w 1946
περιιστάναι 1 w 1957
καὶ 11 w 1960
τοῦ 6 w 1963
ἐγκλήματος 1 w 1973
καὶ 12 w 1976
τοῦ 7 w 1979
ἀγῶνος 1 w 1985
καὶ 13 w 1988
λέγειν 1 w 1994
ὅτι 2 w 1998
μεγάλα 2 w 2004
τἀδικήματα 1 w 2014
καὶ 14 w 2017
οὐκ 2 w 2020
ἐνῆν 1 w 2024
αὐτὰ 1 w 2028
μετρίως 1 w 2035
ἐνεγκεῖν 1 w 2043
καὶ 15 w 2046
ὅτι 3 w 2049
ὑπὲρ 2 w 2053
ἀναγκαιοτέρων 1 w 2066
προσώπων 1 w 2074
3 w 2075
ἀγὼν 1 w 2079
καὶ 16 w 2082
ἐρήμων 1 w 2088
καὶ 17 w 2091
ἧττον 1 w 2096
ὑπεροφθῆναι 1 w 2107
ἀξίων 1 w 2112
οἷς 1 w 2116
μὴ 5 w 2118
βοηθοῦντες 1 w 2128
κακίους 1 w 2135
ἂν 2 w 2137
ἐφάνησαν 1 w 2145
καὶ 18 w 2149
ὅτι 4 w 2152
προκαλούμενοι 1 w 2165
τοὺς 6 w 2169
ἀντιδίκους 2 w 2179
εἰς 5 w 2182
διαλλαγὰς 1 w 2191
καὶ 19 w 2194
φίλοις 2 w 2200
τὰ 9 w 2202
πράγματα 2 w 2210
ἐπιτρέποντες 1 w 2222
καὶ 20 w 2225
τὰ 10 w 2227
δυνατὰ 1 w 2233
ἐλαττοῦσθαι 1 w 2244
ὑπομένοντες 1 w 2255
οὐδενὸς 1 w 2262
ἠδυνήθησαν 1 w 2272
τυχεῖν 1 w 2278
τῶν 14 w 2281
μετρίων 1 w 2288
ταῦτα 1 w 2294
μὲν 10 w 2297
δὴ 3 w 2299
παραγγέλλουσι 2 w 2312
ποιεῖν 1 w 2318
οἱ 6 w 2320
τεχνογράφοι 1 w 2331
ἵνα 2 w 2335
τὸ 7 w 2337
ἦθος 1 w 2341
τοῦ 9 w 2344
λέγοντος 1 w 2352
ἐπιεικέστερον 1 w 2365
εἶναι 4 w 2370
δόξῃ 1 w 2374
δύναται 1 w 2382
δὲ 15 w 2384
αὐτοῖς 4 w 2390
εὔνοιαν 1 w 2397
τοῦτο 2 w 2402
ποιεῖν 2 w 2408
καὶ 21 w 2411
ἔστι 1 w 2415
κράτιστον 1 w 2424
τῆς 2 w 2427
κατασκευῆς 1 w 2437
μέρος 1 w 2442
ταῦθʼ 1 w 2448
ὁρῶ 1 w 2451
πάντα 1 w 2456
διὰ 1 w 2459
τοῦ 11 w 2462
προοιμίου 1 w 2471
τοῦδε 1 w 2476
γεγονότα 1 w 2484
καὶ 22 w 2488
μὴν 1 w 2491
εἴς 1 w 2494
γε 11 w 2496
τὸ 8 w 2498
εὐμαθεῖς 1 w 2506
τοὺς 7 w 2510
ἀκροατὰς 1 w 2518
ποιῆσαι 1 w 2525
κελεύουσι 1 w 2534
συστρέψαντας 1 w 2546
εἰπεῖν 2 w 2552
τὸ 9 w 2554
πρᾶγμα 1 w 2560
ἵνα 3 w 2564
μὴ 7 w 2566
ἀγνοῶσι 1 w 2573
τὴν 7 w 2576
ὑπόθεσιν 2 w 2584
οἱ 7 w 2586
δικασταί 3 w 2594
καὶ 23 w 2598
οἷά 1 w 2601
περ 7 w 2604
ἂν 3 w 2606
1 w 2607
τὰ 13 w 2609
μέλλοντα 1 w 2617
λέγεσθαι 1 w 2625
τοιοῦτο 1 w 2633
καὶ 24 w 2636
τὸ 10 w 2638
προοίμιον 3 w 2647
ὑποτίθεσθαι 1 w 2658
ἀπʼ 1 w 2661
ἀρχῆς 2 w 2666
καὶ 25 w 2669
δεῖγμα 1 w 2675
τοῦ 13 w 2678
πράγματος 1 w 2687
ποιουμένους 1 w 2698
κατευθὺ 1 w 2705
ἀπʼ 2 w 2708
ἐνθυμημάτων 1 w 2719
πειρᾶσθαι 1 w 2728
ἄρχεσθαι 1 w 2736
ἔχει 3 w 2741
δὴ 4 w 2743
καὶ 26 w 2746
ταῦτα 2 w 2751
τὸ 11 w 2753
προοίμιον 4 w 2762
ἔτι 2 w 2766
περὶ 4 w 2770
τῆς 3 w 2773
προσοχῆς 1 w 2781
ὧδέ 1 w 2784
πως 2 w 2787
τεχνολογοῦσιν 1 w 2800
ὅτι 5 w 2804
δεῖ 3 w 2807
τὸν 3 w 2810
προσεκτικοὺς 1 w 2822
μέλλοντα 2 w 2830
ποιεῖν 3 w 2836
τοὺς 8 w 2840
ἀκροατὰς 2 w 2848
καὶ 27 w 2851
λέγειν 2 w 2857
θαυμαστὰ 1 w 2865
καὶ 28 w 2868
παράδοξα 1 w 2876
καὶ 29 w 2879
δεῖσθαι 1 w 2886
τῶν 15 w 2889
δικαστῶν 1 w 2897
ἀκοῦσαι 1 w 2904
φαίνεται 1 w 2913
δὴ 5 w 2915
καὶ 30 w 2918
ταῦτα 3 w 2923
πεποιηκὼς 1 w 2932
5 w 2933
Λυσίας 1 w 2939
καὶ 31 w 2943
πρόσεστι 1 w 2951
τούτοις 1 w 2958
τὸ 13 w 2960
λεῖον 1 w 2965
τῆς 4 w 2968
ἑρμηνείας 1 w 2977
καὶ 32 w 2980
τὸ 14 w 2982
ἀφελὲς 1 w 2988
τῆς 5 w 2991
κατασκευῆς 2 w 3001
ὦν 2 w 3004
μάλιστα 1 w 3011
δεῖ 5 w 3014
τοῖς 6 w 3018
ὑπʼ 1 w 3021
οἰκείων 1 w 3028
προοιμιαζομένοις 1 w 3044
ἄξιον 1 w 3050
δὲ 16 w 3052
καὶ 33 w 3055
τὴν 8 w 3058
διήγησιν 1 w 3066
ὡς 2 w 3068
ᾠκονόμηται 1 w 3078
καταμαθεῖν 1 w 3088
ἔχει 4 w 3093
δὲ 17 w 3095
οὕτως 2 w 3100
ἀδελφοὶ 1 w 3108
ἦσαν 1 w 3112
5 w 3114
ἄνδρες 3 w 3120
δικασταί 4 w 3128
Διόδοτος 2 w 3137
καὶ 34 w 3140
Διογείτων 3 w 3149
ὁμοπάτριοι 1 w 3159
καὶ 35 w 3162
ὁμομήτριοι 1 w 3172
καὶ 36 w 3176
τὴν 9 w 3179
μὲν 11 w 3182
ἀφανῆ 1 w 3187
οὐσίαν 2 w 3193
ἐνείμαντο 1 w 3202
τῆς 6 w 3206
δὲ 18 w 3208
φανερᾶς 1 w 3215
ἐκοινώνουν 1 w 3225
ἐργασαμένου 1 w 3237
δὲ 19 w 3239
Διοδότου 1 w 3247
κατʼ 2 w 3251
ἐμπορίαν 1 w 3259
πολλὰ 3 w 3264
χρήματα 1 w 3271
πείθει 1 w 3277
αὐτὸν 1 w 3282
Διογείτων 4 w 3291
λαβεῖν 1 w 3297
τὴν 10 w 3300
ἑαυτοῦ 2 w 3306
θυγατέρα 1 w 3314
2 w 3316
περ 9 w 3319
ἦν 2 w 3321
αὐτῷ 2 w 3325
μόνη 1 w 3329
καὶ 37 w 3333
γίνονται 1 w 3341
αὐτῷ 3 w 3345
υἱοὶ 1 w 3349
δύο 1 w 3352
καὶ 38 w 3355
θυγάτηρ 1 w 3362
χρόνῳ 1 w 3368
δὲ 20 w 3370
ὕστερον 1 w 3377
καταλεγεὶς 1 w 3387
Διόδοτος 3 w 3395
μετὰ 2 w 3399
Θρασύλλου 2 w 3408
τῶν 17 w 3411
ὁπλιτῶν 1 w 3418
καλέσας 1 w 3426
τὴν 11 w 3429
ἑαυτοῦ 3 w 3435
γυναῖκα 1 w 3442
ἀδελφιδῆν 1 w 3451
οὖσαν 1 w 3456
καὶ 39 w 3459
τὸν 5 w 3462
ἐκείνης 1 w 3469
μὲν 12 w 3472
πατέρα 1 w 3478
αὑτοῦ 2 w 3483
δὲ 21 w 3485
κηδεστὴν 2 w 3493
καὶ 40 w 3496
ἀδελφὸν 2 w 3503
ὁμοπάτριον 1 w 3513
πάππον 2 w 3520
δὲ 22 w 3522
τῶν 19 w 3525
παιδίων 2 w 3532
καὶ 41 w 3535
θεῖον 1 w 3540
ἡγούμενος 1 w 3550
διὰ 2 w 3553
ταύτας 1 w 3559
τὰς 5 w 3562
ἀναγκαιότητας 1 w 3575
οὐδενὶ 2 w 3581
μᾶλλον 3 w 3587
προσήκειν 1 w 3596
δικαίῳ 1 w 3602
περὶ 5 w 3606
τοὺς 9 w 3610
αὑτοῦ 3 w 3615
παῖδας 1 w 3621
γενέσθαι 1 w 3629
διαθήκην 1 w 3638
αὐτῷ 4 w 3642
δίδωσι 1 w 3648
καὶ 42 w 3651
πέντε 1 w 3656
τάλαντα 1 w 3663
ἀργυρίου 1 w 3671
παρακαταθήκην 1 w 3684
ναυτικὰ 1 w 3692
δὲ 23 w 3694
ἀπέδειξεν 1 w 3703
ἐκδεδομένα 1 w 3713
ἑπτὰ 1 w 3717
τάλαντα 2 w 3724
καὶ 43 w 3727
τετταράκοντα 1 w 3739
μνᾶς 1 w 3743
δισχιλίας 1 w 3756
δὲ 24 w 3758
ὀφειλομένας 1 w 3769
ἐν 8 w 3771
Χερρονήσῳ 1 w 3780
ἐπέσκηψε 1 w 3789
δέ 5 w 3791
ἐάν 1 w 3795
τι 16 w 3797
πάθῃ 1 w 3801
τάλαντον 1 w 3810
μὲν 13 w 3813
ἐπιδοῦναι 1 w 3822
τῇ 2 w 3824
γυναικὶ 1 w 3831
καὶ 44 w 3834
τὰ 19 w 3836
ἐν 9 w 3838
τῷ 6 w 3840
δωματίῳ 1 w 3847
δοῦναι 2 w 3853
τάλαντον 2 w 3862
δὲ 25 w 3864
τῇ 3 w 3866
θυγατρί 1 w 3873
κατέλιπε 1 w 3882
δὲ 26 w 3884
καὶ 45 w 3887
εἴκοσι 1 w 3893
μνᾶς 2 w 3897
τῇ 4 w 3899
γυναικὶ 2 w 3906
καὶ 46 w 3909
τριάκοντα 1 w 3918
στατῆρας 1 w 3926
Κυζικηνούς 1 w 3936
ταῦτα 4 w 3942
δὲ 27 w 3944
πράξας 1 w 3950
καὶ 47 w 3953
οἴκοι 1 w 3958
ἀντίγραφα 1 w 3967
καταλιπὼν 2 w 3976
ᾤχετο 1 w 3981
στρατευσόμενος 1 w 3995
μετὰ 3 w 3999
Θρασύλλου 3 w 4008
ἀποθανόντος 1 w 4020
δὲ 28 w 4022
ἐκείνου 2 w 4029
ἐν 10 w 4031
Ἐφέσῳ 2 w 4036
Διογείτων 5 w 4045
τὴν 13 w 4048
μὲν 14 w 4051
θυγατέρα 2 w 4059
ἔκρυπτε 1 w 4066
τὸν 6 w 4069
θάνατον 1 w 4076
τοῦ 18 w 4079
ἀνδρὸς 1 w 4085
καὶ 48 w 4088
τὰ 21 w 4090
γράμματα 1 w 4098
λαμβάνει 1 w 4106
2 w 4108
κατέλιπε 2 w 4116
σεσημασμένα 1 w 4127
φάσκων 1 w 4134
τὰ 22 w 4136
ναυτικὰ 2 w 4143
χρήματα 2 w 4150
δεῖν 1 w 4154
ἐκ 8 w 4156
τούτων 4 w 4162
τῶν 20 w 4165
γραμματείων 1 w 4176
κομίσασθαι 1 w 4186
ἐπειδὴ 3 w 4193
δὲ 29 w 4195
χρόνῳ 2 w 4200
ἐδήλωσε 1 w 4207
τὸν 7 w 4210
θάνατον 2 w 4217
αὐτοῖς 5 w 4223
καὶ 49 w 4226
ἐποίησαν 1 w 4234
τὰ 23 w 4236
νομιζόμενα 1 w 4246
τὸν 8 w 4250
μὲν 15 w 4253
πρῶτον 3 w 4259
ἐνιαυτὸν 1 w 4267
ἐν 12 w 4269
Πειραιεῖ 1 w 4277
διῃτῶντο 1 w 4285
ἅπαντα 2 w 4292
γὰρ 2 w 4295
αὐτοῦ 2 w 4300
κατελέλειπτο 1 w 4312
τὰ 24 w 4314
ἐπιτήδεια 1 w 4323
ἐκείνων 1 w 4331
δʼ 2 w 4333
ἐπιλειπόντων 1 w 4345
τοὺς 10 w 4349
μὲν 16 w 4352
παῖδας 2 w 4358
εἰς 6 w 4361
ἄστυ 1 w 4365
ἀναπέμπει 1 w 4374
τὴν 14 w 4378
δὲ 30 w 4380
μητέρα 1 w 4386
αὐτῶν 3 w 4391
ἐκδίδωσιν 1 w 4400
ἐπιδοὺς 1 w 4407
πεντακισχιλίας 1 w 4421
δραχμάς 1 w 4428
χιλίαις 1 w 4436
ἔλαττον 2 w 4443
ὧν 1 w 4445
10 w 4446
ἀνὴρ 1 w 4450
αὐτῆς 1 w 4455
ἔδωκεν 1 w 4461
ὀγδόῳ 1 w 4467
δʼ 3 w 4469
ἔτει 1 w 4473
δοκιμασθέντος 2 w 4486
μετὰ 4 w 4490
ταῦτα 5 w 4495
τοῦ 20 w 4498
πρεσβυτέρου 1 w 4509
τοῖν 1 w 4513
μειρακίοιν 1 w 4523
καλέσας 2 w 4530
αὐτοὺς 3 w 4536
εἷπε 1 w 4540
Διογείτων 6 w 4549
ὅτι 6 w 4553
καταλείποι 1 w 4563
αὐτοῖς 6 w 4569
11 w 4570
πατὴρ 1 w 4575
εἴκοσι 2 w 4581
μνᾶς 3 w 4585
ἀργυρίου 2 w 4593
καὶ 50 w 4596
τριάκοντα 2 w 4605
στατῆρας 2 w 4613
ἐγὼ 1 w 4617
οὖν 2 w 4620
πολλὰ 4 w 4625
τῶν 23 w 4628
ἐμαυτοῦ 1 w 4635
δεδαπάνηκα 1 w 4645
εἰς 7 w 4648
τὴν 15 w 4651
ὑμετέραν 1 w 4659
τροφήν 1 w 4665
καὶ 51 w 4669
ἕως 1 w 4672
μὲν 17 w 4675
εἶχον 1 w 4680
οὐδέν 1 w 4686
μοι 2 w 4689
διέφερεν 1 w 4697
νυνὶ 1 w 4702
δὲ 31 w 4704
καὶ 52 w 4707
αὐτὸς 2 w 4712
ἀπόρως 1 w 4718
διάκειμαι 1 w 4727
σὺ 1 w 4730
οὖν 3 w 4733
ἐπειδὴ 4 w 4740
δεδοκίμασαι 1 w 4751
καὶ 53 w 4754
ἀνὴρ 2 w 4758
γεγένησαι 1 w 4767
σκόπει 1 w 4774
αὐτὸς 3 w 4779
ἤδη 1 w 4782
πόθεν 1 w 4788
ἕξεις 1 w 4793
τὰ 26 w 4795
ἐπιτήδεια 2 w 4804
ταῦτʼ 1 w 4810
ἀκούσαντες 1 w 4820
ἐκπεπληγμένοι 1 w 4834
καὶ 54 w 4837
δακρύοντες 1 w 4847
ᾤχοντο 1 w 4853
πρὸς 5 w 4857
τὴν 16 w 4860
μητέρα 2 w 4866
καὶ 55 w 4869
παραλαβόντες 1 w 4881
ἐκείνην 1 w 4888
ἧκον 1 w 4892
πρὸς 6 w 4896
ἐμέ 1 w 4899
οἰκτρῶς 1 w 4907
ὑπὸ 4 w 4910
τοῦ 22 w 4913
πάθους 1 w 4919
διακείμενοι 1 w 4930
καὶ 56 w 4933
ἀθλίως 1 w 4939
ἐκπεπτωκότες 1 w 4951
κλαίοντες 1 w 4961
καὶ 57 w 4964
παρακαλοῦντές 1 w 4977
με 24 w 4979
μὴ 8 w 4981
περιιδεῖν 1 w 4990
αὐτοὺς 4 w 4996
ἀποστερηθέντας 1 w 5010
τῶν 24 w 5013
πατρῴων 1 w 5020
μηδʼ 1 w 5024
εἰς 8 w 5027
πτωχείαν 1 w 5035
καταστάντας 1 w 5046
ὑβρισμένους 1 w 5058
ὑφʼ 2 w 5061
ὧν 2 w 5063
ἥκιστα 2 w 5069
ἐχρῆν 2 w 5074
ἀλλὰ 2 w 5079
βοηθῆσαι 1 w 5087
καὶ 58 w 5090
τῆς 8 w 5093
ἀδελφῆς 2 w 5100
ἕνεκα 1 w 5105
καὶ 59 w 5108
σφῶν 1 w 5112
αὐτῶν 4 w 5117
πολλὰ 5 w 5123
ἂν 4 w 5125
εἴη 1 w 5128
λέγειν 3 w 5134
ὅσον 1 w 5139
πένθος 1 w 5145
ἐν 13 w 5147
τῇ 5 w 5149
ἐμῇ 1 w 5152
οἰκίᾳ 1 w 5157
ἦν 3 w 5159
ἐν 14 w 5161
ἐκείνῳ 1 w 5167
τῷ 7 w 5169
χρόνῳ 3 w 5174
τελευτῶσα 1 w 5184
δὲ 32 w 5186
4 w 5187
μήτηρ 1 w 5192
αὐτῶν 5 w 5197
ἠντιβόλει 1 w 5206
με 25 w 5208
καὶ 60 w 5211
ἱκέτευσε 1 w 5219
συναγαγεῖν 1 w 5229
αὐτῆς 2 w 5234
τὸν 10 w 5237
πατέρα 2 w 5243
καὶ 61 w 5246
τοὺς 13 w 5250
φίλους 1 w 5256
εἰποῦσα 1 w 5264
ὅτι 7 w 5267
εἰ 18 w 5270
καὶ 62 w 5273
μὴ 9 w 5275
πρότερον 1 w 5283
εἴθισται 1 w 5291
λέγειν 4 w 5297
ἐν 15 w 5299
ἀνδράσι 1 w 5306
τὸ 24 w 5309
μέγεθος 1 w 5316
αὐτὴν 1 w 5321
ἀναγκάσει 1 w 5330
τῶν 27 w 5333
συμφορῶν 1 w 5341
περὶ 6 w 5345
τῶν 28 w 5348
σφετέρων 1 w 5356
κακῶν 1 w 5361
δηλῶσαι 1 w 5368
πάντα 2 w 5373
πρὸς 7 w 5377
ἡμᾶς 2 w 5381
ἐλθὼν 1 w 5387
δʼ 5 w 5389
ἐγὼ 2 w 5392
ἠγανάκτουν 1 w 5402
μὲν 18 w 5405
πρὸς 8 w 5409
Ἡγήμονα 1 w 5416
τὸν 11 w 5419
ἔχοντα 1 w 5425
τὴν 18 w 5428
τούτου 3 w 5434
θυγατέρα 3 w 5442
λόγους 1 w 5449
δʼ 6 w 5451
ἐποιούμην 1 w 5460
πρὸς 9 w 5464
τοὺς 14 w 5468
ἄλλους 1 w 5474
ἐπιτηδείους 1 w 5485
ἠξίουν 1 w 5492
δὲ 33 w 5494
τοῦτον 1 w 5500
εἰς 9 w 5503
ἔλεγχον 1 w 5510
ἰέναι 1 w 5515
περὶ 7 w 5519
τῶν 29 w 5522
πραγμάτων 1 w 5531
Διογείτων 7 w 5541
δὲ 34 w 5543
τὸ 26 w 5545
μὲν 19 w 5548
πρῶτον 4 w 5554
οὐκ 3 w 5557
ἤθελε 1 w 5562
τελευτῶν 1 w 5571
δὲ 35 w 5573
ὑπὸ 5 w 5576
τῶν 31 w 5579
φίλων 2 w 5584
ἠναγκάσθη 1 w 5593
ἐπειδὴ 5 w 5600
δὲ 36 w 5602
συνήλθομεν 1 w 5612
ἤρετο 1 w 5618
αὐτὸν 2 w 5623
6 w 5624
γυνή 1 w 5628
τίνα 1 w 5633
ποτὲ 1 w 5637
ψυχὴν 1 w 5642
ἔχων 3 w 5646
ἀξιοῖ 1 w 5651
περὶ 8 w 5655
τῶν 32 w 5658
παίδων 1 w 5664
τοιαύτῃ 1 w 5671
γνώμῃ 1 w 5676
χρῆσθαι 1 w 5683
ἀδελφὸς 1 w 5691
μὲν 20 w 5694
ὢν 1 w 5696
τοῦ 24 w 5699
πατρὸς 1 w 5705
αὐτῶν 6 w 5710
πατὴρ 2 w 5716
δʼ 7 w 5718
ἐμός 1 w 5722
θεῖος 1 w 5728
δὲ 37 w 5730
αὐτοῖς 7 w 5736
καὶ 63 w 5739
πάππος 1 w 5745
καὶ 64 w 5749
εἰ 20 w 5751
μηδένα 2 w 5757
ἀνθρώπων 1 w 5765
ᾐσχύνου 1 w 5772
τοὺς 15 w 5777
θεοὺς 1 w 5782
ἐχρῆν 3 w 5787
σε 8 w 5789
φησί 1 w 5794
δεδιέναι 1 w 5803
ὃς 1 w 5806
ἔλαβες 1 w 5812
μέν 12 w 5815
ὅτʼ 1 w 5819
ἐκεῖνος 1 w 5826
ἐξέπλει 1 w 5833
πέντε 2 w 5839
τάλαντα 3 w 5846
παρʼ 1 w 5850
αὐτοῦ 3 w 5855
παρακαταθήκην 2 w 5868
καὶ 65 w 5872
περὶ 9 w 5876
τούτων 5 w 5882
ἐγὼ 3 w 5885
θέλω 1 w 5889
τοὺς 16 w 5893
παῖδας 3 w 5899
παραστησαμένη 1 w 5912
καὶ 66 w 5915
τούτους 3 w 5922
καὶ 67 w 5925
τοὺς 17 w 5929
ὕστερον 2 w 5936
ἐμαυτῇ 1 w 5942
γενομένους 1 w 5952
ὀμόσαι 1 w 5958
ὅπου 1 w 5963
ἂν 5 w 5965
οὗτος 1 w 5970
λέγῃ 1 w 5974
καίτοι 1 w 5981
οὐχ 1 w 5984
οὕτως 3 w 5989
ἐγώ 1 w 5992
εἰμι 1 w 5996
ἀθλία 1 w 6001
οὐδʼ 1 w 6005
οὕτω 4 w 6009
περὶ 10 w 6013
πολλοῦ 2 w 6019
ποιοῦμαι 1 w 6027
χρήματα 3 w 6034
ὥστʼ 1 w 6038
ἐπιορκήσασα 1 w 6049
κατὰ 1 w 6053
τῶν 34 w 6056
παίδων 2 w 6062
τῶν 35 w 6065
ἐμαυτῆς 1 w 6072
τὸν 13 w 6075
βίον 1 w 6079
καταναλίσκειν 1 w 6092
ἀδίκως 1 w 6099
δὲ 38 w 6101
ἀφελέσθαι 1 w 6110
τὴν 19 w 6113
τοῦ 26 w 6116
πατρὸς 2 w 6122
οὐσίαν 3 w 6128
ἔτι 3 w 6132
τοίνυν 1 w 6138
ἐξήλεγχεν 1 w 6147
αὐτὴ 2 w 6151
ἑπτὰ 2 w 6155
τάλαντα 4 w 6162
κεκομισμένον 1 w 6174
ναυτικὰ 3 w 6181
καὶ 68 w 6184
τετρακισχιλίας 1 w 6198
δραχμὰς 1 w 6205
καὶ 69 w 6208
τούτων 6 w 6214
τὰ 29 w 6216
γράμματʼ 1 w 6224
ἀπέδειξεν 2 w 6233
ἐν 16 w 6236
γὰρ 3 w 6239
τῇ 7 w 6241
διοικίσει 1 w 6250
ὅτʼ 2 w 6254
ἐκ 16 w 6256
Κολλυτοῦ 1 w 6264
διῳκίζετο 1 w 6273
εἰς 10 w 6276
τὴν 20 w 6279
Φαίδρου 1 w 6286
οἰκίαν 1 w 6292
τοὺς 18 w 6297
παῖδας 4 w 6303
ἐπιτυχόντας 1 w 6314
ἐκβεβλημένῳ 1 w 6325
βιβλίῳ 1 w 6331
ἐνεγκεῖν 2 w 6339
πρὸς 10 w 6343
αὐτήν 1 w 6348
ἀπέφηνε 1 w 6356
δʼ 9 w 6358
αὐτὸν 3 w 6363
ἑκατὸν 1 w 6369
μνᾶς 4 w 6373
κεκομισμένον 2 w 6385
ἐγγείῳ 1 w 6391
ἐπὶ 2 w 6394
τόκῳ 1 w 6398
δεδανεισμένας 1 w 6411
καὶ 70 w 6414
ἑτέρας 1 w 6420
δισχιλίας 2 w 6429
δραχμὰς 2 w 6436
καὶ 71 w 6439
ἔπιπλα 1 w 6445
πολλοῦ 3 w 6451
ἄξια 1 w 6455
φοιτᾶν 1 w 6462
δὲ 39 w 6464
καὶ 72 w 6467
σῖτον 1 w 6472
αὐτοῖς 8 w 6478
ἐκ 18 w 6480
Χερρονήσου 1 w 6490
καθʼ 1 w 6494
ἕκαστον 1 w 6501
ἐνιαυτόν 1 w 6509
ἔπειτα 1 w 6516
σὺ 2 w 6518
ἐτόλμησας 1 w 6527
ἔφη 1 w 6531
εἰπεῖν 3 w 6538
ἔχων 4 w 6543
τοσαῦτα 1 w 6550
χρήματα 4 w 6557
ὡς 3 w 6560
δισχιλίας 3 w 6569
δραχμὰς 3 w 6576
12 w 6577
τούτων 7 w 6583
πατὴρ 3 w 6588
κατέλιπε 3 w 6596
καὶ 73 w 6599
τριάκοντα 3 w 6608
στατῆρας 3 w 6616
4 w 6618
περ 17 w 6621
ἐμοὶ 1 w 6625
καταλειφθέντα 1 w 6638
ἐκείνου 3 w 6645
τελευτήσαντος 1 w 6658
ἐγώ 2 w 6661
σοι 1 w 6664
ἔδωκα 1 w 6669
καὶ 74 w 6673
ἐκβάλλειν 1 w 6682
τούτους 4 w 6689
ἠξίωκας 1 w 6696
θυγατριδοῦς 1 w 6707
ὄντας 1 w 6712
ἐκ 21 w 6714
τῆς 11 w 6717
οἰκίας 1 w 6723
τῆς 12 w 6726
αὑτῶν 1 w 6731
ἐν 19 w 6733
τριβωνίοις 1 w 6743
ἀνυποδήτους 1 w 6755
οὐ 17 w 6758
μετὰ 5 w 6762
ἀκολούθου 1 w 6771
οὐ 18 w 6774
μετὰ 6 w 6778
στρωμάτων 1 w 6787
οὐ 19 w 6790
μετὰ 7 w 6794
ἱματίων 1 w 6801
οὐ 20 w 6804
μετὰ 8 w 6808
τῶν 37 w 6811
ἐπίπλων 1 w 6818
3 w 6820
13 w 6821
πατὴρ 4 w 6826
αὐτοῖς 9 w 6832
κατέλιπεν 1 w 6841
οὐδὲ 3 w 6846
μετὰ 9 w 6850
τῶν 38 w 6853
παρακαταθηκῶν 1 w 6866
ἃς 1 w 6869
ἐκεῖνος 2 w 6876
παρὰ 1 w 6880
σοὶ 1 w 6883
κατέθετο 1 w 6891
καὶ 75 w 6895
νῦν 1 w 6898
τοὺς 19 w 6902
μὲν 21 w 6905
ἐκ 23 w 6907
τῆς 13 w 6910
μητρυιᾶς 1 w 6918
τῆς 14 w 6921
ἐμῆς 1 w 6925
παιδεύεις 1 w 6934
ἐν 20 w 6936
πολλοῖς 1 w 6943
χρήμασιν 1 w 6951
εὐδαίμονας 1 w 6961
ὄντας 2 w 6966
καὶ 76 w 6970
ταῦτα 6 w 6975
μὲν 22 w 6978
καλῶς 1 w 6983
ποιεῖς 1 w 6989
τοὺς 20 w 6995
δʼ 10 w 6997
ἐμοὺς 1 w 7002
ἀδικεῖς 1 w 7009
οὓς 1 w 7013
ἀτίμους 1 w 7020
ἐκ 24 w 7022
τῆς 15 w 7025
οἰκίας 2 w 7031
ἐκβαλὼν 1 w 7038
ἀντὶ 1 w 7042
πλουσίων 1 w 7050
πτωχοὺς 1 w 7057
ἀποδεῖξαι 1 w 7066
προθυμεῖ 1 w 7074
καὶ 77 w 7078
ἐπὶ 3 w 7081
τοιούτοις 1 w 7090
ἔργοις 1 w 7096
οὔτε 1 w 7100
τοὺς 21 w 7104
θεοὺς 2 w 7109
φοβεῖ 1 w 7114
οὔτε 2 w 7118
ἐμὲ 2 w 7121
τὴν 21 w 7124
συνειδυῖαν 1 w 7134
αἰσχύνῃ 1 w 7141
οὔτε 3 w 7145
τοῦ 28 w 7148
ἀδελφοῦ 1 w 7155
μέμνησαι 1 w 7163
ἀλλὰ 3 w 7168
πάντας 1 w 7174
ἡμᾶς 3 w 7178
περὶ 11 w 7182
ἐλάττονος 1 w 7191
ποιεῖ 5 w 7196
χρημάτων 3 w 7204
τότε 1 w 7209
μὲν 23 w 7212
οὖν 4 w 7215
6 w 7217
ἄνδρες 4 w 7223
δικασταί 5 w 7231
πολλῶν 3 w 7238
καὶ 78 w 7241
δεινῶν 1 w 7247
ὑπὸ 6 w 7250
τῆς 16 w 7253
γυναικὸς 1 w 7261
ῥηθέντων 1 w 7269
οὕτω 5 w 7273
διετέθημεν 1 w 7283
πάντες 1 w 7289
οἱ 8 w 7291
παρόντες 1 w 7299
ὑπὸ 7 w 7302
τῶν 39 w 7305
τούτῳ 2 w 7310
πεπραγμένων 1 w 7321
καὶ 79 w 7324
τῶν 40 w 7327
λόγων 1 w 7332
τῶν 41 w 7335
ἐκείνης 2 w 7342
ὁρῶντες 1 w 7350
μὲν 24 w 7353
τοὺς 22 w 7357
παῖδας 5 w 7363
οἷα 1 w 7366
ἦσαν 2 w 7370
πεπονθότες 2 w 7380
ἀναμιμνησκόμενοι 1 w 7397
δὲ 41 w 7399
τοῦ 29 w 7402
ἀποθανόντος 2 w 7413
ὡς 4 w 7416
ἀνάξιον 1 w 7423
τῆς 17 w 7426
οὐσίας 1 w 7432
τὸν 16 w 7435
ἐπίτροπον 2 w 7444
κατέλιπεν 2 w 7453
ἐνθυμούμενοι 1 w 7466
δέ 8 w 7468
ὡς 5 w 7471
χαλεπὸν 1 w 7478
ἐξευρεῖν 1 w 7486
ὅτῳ 1 w 7489
χρὴ 1 w 7492
περὶ 12 w 7496
τῶν 42 w 7499
ἑαυτοῦ 4 w 7505
πιστεῦσαι 1 w 7514
ὥστε 1 w 7519
4 w 7521
ἄνδρες 5 w 7527
δικασταί 6 w 7535
μηδένα 3 w 7542
τῶν 43 w 7545
παρόντων 1 w 7553
δύνασθαι 1 w 7561
φθέγξασθαι 1 w 7571
ἀλλὰ 4 w 7576
καὶ 80 w 7579
δακρύοντας 1 w 7589
μὴ 10 w 7591
ἧττον 2 w 7596
τῶν 44 w 7599
πεπονθότων 1 w 7609
ἀπιόντας 1 w 7617
οἴχεσθαι 1 w 7625
σιωπῇ 1 w 7630