Scaife ATLAS

CTS Library / Νόμοι

Νόμοι (3.691-3.695)

urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:3.691-3.695
Refs {'start': {'reference': '3.691', 'human_reference': 'Book 3 Section 691'}, 'end': {'reference': '3.695', 'human_reference': 'Book 3 Section 695'}}
Ancestors [{'reference': '3'}]
Children []
prev
plain textXML
next

691
691a
ΚΛ. τὸ μὲν εἰκὸς καὶ τὸ πολύ, βασιλέων τοῦτʼ εἶναι νόσημα ὑπερηφάνως ζώντων διὰ τρυφάς.

ΑΘ. οὐκοῦν δῆλον ὡς πρῶτον τοῦτο οἱ τότε βασιλῆς ἔσχον, τὸ πλεονεκτεῖν τῶν τεθέντων νόμων, καὶ λόγῳ τε καὶ ὅρκῳ ἐπῄνεσαν, οὐ συνεφώνησαν αὑτοῖς, ἀλλὰ διαφωνία, ὡς ἡμεῖς φαμεν, οὖσα ἀμαθία μεγίστη, δοκοῦσα δὲ σοφία, πάντʼ ἐκεῖνα διὰ πλημμέλειαν καὶ ἀμουσίαν τὴν πικρὰν διέφθειρεν;

ΚΛ. ἔοικε γοῦν.

691b
ΑΘ. εἶεν· τί δὴ τὸν νομοθέτην ἔδει τότε τιθέντα εὐλαβηθῆναι τούτου περὶ τοῦ πάθους τῆς γενέσεως; ἆρʼ πρὸς θεῶν νῦν μὲν οὐδὲν σοφὸν γνῶναι τοῦτο οὐδʼ εἰπεῖν χαλεπόν, εἰ δὲ προϊδεῖν ἦν τότε, σοφώτερος ἂν ἦν ἡμῶν προϊδών;

ΜΕ. τὸ ποῖον δὴ λέγεις;

ΑΘ. εἰς τὸ γεγονὸς παρʼ ὑμῖν, Μέγιλλε, ἔστιν νῦν γε κατιδόντα γνῶναι, καὶ γνόντα εἰπεῖν ῥᾴδιον, τότε ἔδει γίγνεσθαι.

ΜΕ. σαφέστερον ἔτι λέγε.

ΑΘ. τὸ τοίνυν σαφέστατον ἂν εἴη τὸ τοιόνδε.

ΜΕ. τὸ ποῖον;

691c
ΑΘ. ἐάν τις μείζονα διδῷ τοῖς ἐλάττοσι δύναμιν παρεὶς τὸ μέτριον, πλοίοις τε ἱστία καὶ σώμασιν τροφὴν καὶ ψυχαῖς ἀρχάς, ἀνατρέπεταί που πάντα, καὶ ἐξυβρίζοντα τὰ μὲν εἰς νόσους θεῖ, τὰ δʼ εἰς ἔκγονον ὕβρεως ἀδικίαν. τί οὖν δή ποτε λέγομεν; ἆρά γε τὸ τοιόνδε, ὡς οὐκ ἔστʼ, φίλοι ἄνδρες, θνητῆς ψυχῆς φύσις ἥτις ποτὲ δυνήσεται τὴν μεγίστην ἐν ἀνθρώποις ἀρχὴν φέρειν νέα καὶ ἀνυπεύθυνος,
691d
ὥστε μὴ τῆς μεγίστης νόσου ἀνοίας πληρωθεῖσα αὑτῆς τὴν διάνοιαν, μῖσος ἔχειν πρὸς τῶν ἐγγύτατα φίλων, γενόμενον ταχὺ διέφθειρεν αὐτὴν καὶ πᾶσαν τὴν δύναμιν ἠφάνισεν αὐτῆς; τοῦτʼ οὖν εὐλαβηθῆναι γνόντας τὸ μέτριον μεγάλων νομοθετῶν. ὡς οὖν δὴ τότε γενόμενον, νῦν ἔστιν μετριώτατα τοπάσαι· τὸ δʼ ἔοικεν εἶναι

ΜΕ. τὸ ποῖον;

ΑΘ. θεὸς εἶναι κηδόμενος ὑμῶν τις, ὃς τὰ μέλλοντα προορῶν, δίδυμον ὑμῖν φυτεύσας τὴν τῶν βασιλέων γένεσιν
691e
ἐκ μονογενοῦς, εἰς τὸ μέτριον μᾶλλον συνέστειλε. καὶ μετὰ τοῦτο ἔτι φύσις τις ἀνθρωπίνη μεμειγμένη θείᾳ τινὶ δυνάμει, κατιδοῦσα ὑμῶν τὴν ἀρχὴν φλεγμαίνουσαν ἔτι, μείγνυσιν τὴν
692
692a
κατὰ γῆρας σώφρονα δύναμιν τῇ κατὰ γένος αὐθάδει ῥώμῃ, τὴν τῶν ὀκτὼ καὶ εἴκοσι γερόντων ἰσόψηφον εἰς τὰ μέγιστα τῇ τῶν βασιλέων ποιήσασα δυνάμει. δὲ τρίτος σωτὴρ ὑμῖν ἔτι σπαργῶσαν καὶ θυμουμένην τὴν ἀρχὴν ὁρῶν, οἷον ψάλιον ἐνέβαλεν αὐτῇ τὴν τῶν ἐφόρων δύναμιν, ἐγγὺς τῆς κληρωτῆς ἀγαγὼν δυνάμεως· καὶ κατὰ δὴ τοῦτον τὸν λόγον βασιλεία παρʼ ὑμῖν, ἐξ ὧν ἔδει σύμμεικτος γενομένη καὶ μέτρον ἔχουσα, σωθεῖσα αὐτὴ σωτηρίας τοῖς ἄλλοις γέγονεν
692b
αἰτία. ἐπεὶ ἐπί γε Τημένῳ καὶ Κρεσφόντῃ καὶ τοῖς τότε νομοθέταις, οἵτινες ἄρα ἦσαν νομοθετοῦντες, οὐδʼ Ἀριστοδήμου μερὶς ἐσώθη ποτʼ ἄνοὐ γὰρ ἱκανῶς ἦσαν νομοθεσίας ἔμπειροι· σχεδὸν γὰρ οὐκ ἄν ποτʼ ᾠήθησαν ὅρκοις μετριάσαι ψυχὴν νέαν, λαβοῦσαν ἀρχὴν ἐξ ἧς δυνατὸν ἦν τυραννίδα γενέσθαινῦν δʼ θεὸς ἔδειξεν οἵαν ἔδει καὶ δεῖ δὴ τὴν μενοῦσαν μάλιστα ἀρχὴν γίγνεσθαι. τὸ δὲ παρʼ
692c
ἡμῶν γιγνώσκεσθαι ταῦτα, ὅπερ εἶπον ἔμπροσθεν, νῦν μὲν γενόμενον οὐδὲν σοφόνἐκ γὰρ παραδείγματος ὁρᾶν γεγονότος οὐδὲν χαλεπόνεἰ δʼ ἦν τις προορῶν τότε ταῦτα καὶ δυνάμενος μετριάσαι τὰς ἀρχὰς καὶ μίαν ἐκ τριῶν ποιῆσαι, τά τε νοηθέντα ἂν καλὰ τότε πάντα ἀπέσωσε καὶ οὐκ ἄν ποτε Περσικὸς ἐπὶ τὴν Ἑλλάδα οὐδʼ ἄλλος οὐδεὶς στόλος ἂν ὥρμησε, καταφρονήσας ὡς ὄντων ἡμῶν βραχέος ἀξίων.

ΚΛ. ἀληθῆ λέγεις.

692d
ΑΘ. αἰσχρῶς γοῦν ἠμύναντο αὐτούς, Κλεινία. τὸ δʼ αἰσχρὸν λέγω οὐχ ὡς οὐ νικῶντές γε οἱ τότε καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καλὰς νενικήκασι μάχας· ἀλλὰ φημι αἰσχρὸν τότʼ εἶναι, τόδε λέγω, τὸ πρῶτον μὲν ἐκείνων τῶν πόλεων τριῶν οὐσῶν μίαν ὑπὲρ τῆς Ἑλλάδος ἀμῦναι, τὼ δὲ δύο κακῶς οὕτως εἶναι διεφθαρμένα, ὥστε μὲν καὶ Λακεδαίμονα διεκώλυεν ἐπαμύνειν αὐτῇ, πολεμοῦσα αὐτῇ κατὰ κράτος, δʼ αὖ πρωτεύουσα ἐν τοῖς τότε χρόνοις τοῖς
692e
περὶ τὴν διανομήν, περὶ τὸ Ἄργος, παρακαλουμένη ἀμύνειν τὸν βάρβαρον οὔθʼ ὑπήκουσεν οὔτʼ ἤμυνεν. πολλὰ δὲ λέγων ἄν τις τὰ τότε γενόμενα περὶ ἐκεῖνον τὸν πόλεμον, τῆς Ἑλλάδος οὐδαμῶς εὐσχήμονα ἂν κατηγοροῖ·

ΑΘ. οὐδʼ αὖ ἀμύνασθαι τήν γε Ἑλλάδα λέγων ὀρθῶς ἂν λέγοι, ἀλλʼ εἰ μὴ τό τε Ἀθηναίων καὶ τὸ Λακεδαιμονίων κοινῇ διανόημα
693
693a
ἤμυνεν τὴν ἐπιοῦσαν δουλείαν, σχεδὸν ἂν ἤδη πάντʼ ἦν μεμειγμένα τὰ τῶν Ἑλλήνων γένη ἐν ἀλλήλοις, καὶ βάρβαρα ἐν Ἕλλησι καὶ Ἑλληνικὰ ἐν βαρβάροις, καθάπερ ὧν Πέρσαι τυραννοῦσι τὰ νῦν διαπεφορημένα καὶ συμπεφορημένα κακῶς ἐσπαρμένα κατοικεῖται. ταῦτʼ, Κλεινία καὶ Μέγιλλε, ἔχομεν ἐπιτιμᾶν τοῖς τε πάλαι πολιτικοῖς λεγομένοις καὶ νομοθέταις καὶ τοῖς νῦν, ἵνα τὰς αἰτίας αὐτῶν ἀναζητοῦντες,
693b
ἀνευρίσκωμεν τί παρὰ ταῦτα ἔδει πράττειν ἄλλο· οἷον δὴ καὶ τὸ παρὸν εἴπομεν, ὡς ἄρα οὐ δεῖ μεγάλας ἀρχὰς οὐδʼ αὖ ἀμείκτους νομοθετεῖν, διανοηθέντας τὸ τοιόνδε, ὅτι πόλιν ἐλευθέραν τε εἶναι δεῖ καὶ ἔμφρονα καὶ ἑαυτῇ φίλην, καὶ τὸν νομοθετοῦντα πρὸς ταῦτα βλέποντα δεῖ νομοθετεῖν. μὴ θαυμάσωμεν δὲ εἰ πολλάκις ἤδη προθέμενοι ἄττα, εἰρήκαμεν ὅτι πρὸς ταῦτα δεῖ νομοθετεῖν βλέποντα τὸν νομοθέτην,
693c
τὰ δὲ προτεθέντα οὐ ταὐτὰ ἡμῖν φαίνεται ἑκάστοτε· ἀλλὰ ἀναλογίζεσθαι χρή, ὅταν πρὸς τὸ σωφρονεῖν φῶμεν δεῖν βλέπειν, πρὸς φρόνησιν φιλίαν, ὡς ἔσθʼ οὗτος σκοπὸς οὐχ ἕτερος ἀλλʼ αὐτός, καὶ ἄλλα δὴ πολλὰ ἡμᾶς τοιαῦτα ἂν γίγνηται ῥήματα μὴ διαταραττέτω.

ΚΛ. πειρασόμεθα ποιεῖν οὕτως ἐπανιόντες τοὺς λόγους· καὶ νῦν δὴ τὸ περὶ τῆς φιλίας τε καὶ φρονήσεως καὶ ἐλευθερίας, πρὸς ὅτι βουλόμενος ἔμελλες λέγειν δεῖν στοχάζεσθαι
693d
τὸν νομοθέτην, λέγε.

ΑΘ. ἄκουσον δή νυν. εἰσὶν πολιτειῶν οἷον μητέρες δύο τινές, ἐξ ὧν τὰς ἄλλας γεγονέναι λέγων ἄν τις ὀρθῶς λέγοι, καὶ τὴν μὲν προσαγορεύειν μοναρχίαν ὀρθόν, τὴν δʼ αὖ δημοκρατίαν, καὶ τῆς μὲν τὸ Περσῶν γένος ἄκρον ἔχειν, τῆς δὲ ἡμᾶς· αἱ δʼ ἄλλαι σχεδὸν ἅπασαι, καθάπερ εἶπον, ἐκ τούτων εἰσὶ διαπεποικιλμέναι. δεῖ δὴ οὖν καὶ ἀναγκαῖον μεταλαβεῖν ἀμφοῖν τούτοιν, εἴπερ ἐλευθερία τʼ ἔσται καὶ
693e
φιλία μετὰ φρονήσεως· δὴ βούλεται ἡμῖν λόγος προστάττειν, λέγων ὡς οὐκ ἄν ποτε τούτων πόλις ἄμοιρος γενομένη πολιτευθῆναι δύναιτʼ ἂν καλῶς.

ΚΛ. πῶς γὰρ ἄν;

ΑΘ. μὲν τοίνυν τὸ μοναρχικόν, δὲ τὸ ἐλεύθερον ἀγαπήσασα μειζόνως ἔδει μόνον, οὐδετέρα τὰ μέτρια κέκτηται τούτων, αἱ δὲ ὑμέτεραι, τε Λακωνικὴ καὶ Κρητική, μᾶλλον· Ἀθηναῖοι δὲ καὶ Πέρσαι τὸ μὲν πάλαι οὕτω
694
694a
πως, τὸ νῦν δὲ ἧττον. τὰ δʼ αἴτια διέλθωμεν· γάρ;

ΚΛ. πάντως, εἴ γέ που μέλλομεν προυθέμεθα περαίνειν.

ΑΘ. ἀκούωμεν δή. Πέρσαι γάρ, ὅτε μὲν τὸ μέτριον μᾶλλον δουλείας τε καὶ ἐλευθερίας ἦγον ἐπὶ Κύρου, πρῶτον μὲν ἐλεύθεροι ἐγένοντο, ἔπειτα δὲ ἄλλων πολλῶν δεσπόται. ἐλευθερίας γὰρ ἄρχοντες μεταδιδόντες ἀρχομένοις καὶ ἐπὶ τὸ ἴσον ἄγοντες, μᾶλλον φίλοι τε ἦσαν στρατιῶται στρατηγοῖς
694b
καὶ προθύμους αὑτοὺς ἐν τοῖς κινδύνοις παρείχοντο· καὶ εἴ τις αὖ φρόνιμος ἦν ἐν αὐτοῖς καὶ βουλεύειν δυνατός, οὐ φθονεροῦ τοῦ βασιλέως ὄντος, διδόντος δὲ παρρησίαν καὶ τιμῶντος τοὺς εἴς τι δυναμένους συμβουλεύειν, κοινὴν τὴν τοῦ φρονεῖν εἰς τὸ μέσον παρείχετο δύναμιν, καὶ πάντα δὴ τότε ἐπέδωκεν αὐτοῖς διʼ ἐλευθερίαν τε καὶ φιλίαν καὶ νοῦ κοινωνίαν.

ΚΛ. ἔοικέν γέ πως τὰ λεγόμενα οὕτω γεγονέναι.

694c
ΑΘ. πῇ δὴ οὖν ποτε ἀπώλετο ἐπὶ Καμβύσου καὶ πάλιν ἐπὶ Δαρείου σχεδὸν ἐσώθη; βούλεσθε οἷον μαντείᾳ διανοηθέντες χρώμεθα;

ΚΛ. φέρει γοῦν ἡμῖν σκέψιν τοῦτο ἐφʼ ὅπερ ὡρμήκαμεν.

ΑΘ. μαντεύομαι δὴ νῦν περί γε Κύρου, τὰ μὲν ἄλλʼ αὐτὸν στρατηγόν τε ἀγαθὸν εἶναι καὶ φιλόπολιν, παιδείας δὲ ὀρθῆς οὐχ ἧφθαι τὸ παράπαν, οἰκονομίᾳ τε οὐδὲν τὸν νοῦν προσεσχηκέναι.

ΚΛ. πῶς δὴ τὸ τοιοῦτον φῶμεν;

694d
ΑΘ. ἔοικεν ἐκ νέου στρατεύεσθαι διὰ βίου, ταῖς γυναιξὶν παραδοὺς τοὺς παῖδας τρέφειν. αἱ δὲ ὡς εὐδαίμονας αὐτοὺς ἐκ τῶν παίδων εὐθὺς καὶ μακαρίους ἤδη γεγονότας καὶ ἐπιδεεῖς ὄντας τούτων οὐδενὸς ἔτρεφον· κωλύουσαι δὲ ὡς οὖσιν ἱκανῶς εὐδαίμοσιν μήτε αὐτοῖς ἐναντιοῦσθαι μηδένα εἰς μηδέν, ἐπαινεῖν τε ἀναγκάζουσαι πάντας τὸ λεγόμενον πραττόμενον ὑπʼ αὐτῶν, ἔθρεψαν τοιούτους τινάς.

ΚΛ. καλήν, ὡς ἔοικας, τροφὴν εἴρηκας.

694e
ΑΘ. γυναικείαν μὲν οὖν βασιλίδων γυναικῶν νεωστὶ γεγονυιῶν πλουσίων, καὶ ἐν ἀνδρῶν ἐρημίᾳ, διὰ τὸ μὴ σχολάζειν ὑπὸ πολέμων καὶ πολλῶν κινδύνων, τοὺς παῖδας τρεφουσῶν.

ΚΛ. ἔχει γὰρ λόγον.

ΑΘ. δὲ πατήρ γε αὐτοῖς αὖ ποίμνια μὲν καὶ πρόβατα καὶ ἀγέλας ἀνδρῶν τε καὶ ἄλλων πολλῶν πολλὰς ἐκτᾶτο,
695
695a
αὐτοὺς δὲ οἷς ταῦτα παραδώσειν ἔμελλεν ἠγνόει τὴν πατρῴαν οὐ παιδευομένους τέχνην, οὖσαν Περσικήνποιμένων ὄντων Περσῶν, τραχείας χώρας ἐκγόνωνσκληρὰν καὶ ἱκανὴν ποιμένας ἀπεργάζεσθαι μάλα ἰσχυροὺς καὶ δυναμένους θυραυλεῖν καὶ ἀγρυπνεῖν καὶ εἰ στρατεύεσθαι δέοι στρατεύεσθαι· διεφθαρμένην δὲ παιδείαν ὑπὸ τῆς λεγομένης εὐδαιμονίας τὴν Μηδικὴν περιεῖδεν ὑπὸ γυναικῶν τε καὶ εὐνούχων παιδευθέντας
695b
αὑτοῦ τοὺς ὑεῖς, ὅθεν ἐγένοντο οἵους ἦν αὐτοὺς εἰκὸς γενέσθαι, τροφῇ ἀνεπιπλήκτῳ τραφέντας. παραλαβόντες δʼ οὖν οἱ παῖδες τελευτήσαντος Κύρου τρυφῆς μεστοὶ καὶ ἀνεπιπληξίας, πρῶτον μὲν τὸν ἕτερον ἅτερος ἀπέκτεινε τῷ ἴσῳ ἀγανακτῶν, μετὰ δὲ τοῦτο αὐτὸς μαινόμενος ὑπὸ μέθης τε καὶ ἀπαιδευσίας τὴν ἀρχὴν ἀπώλεσεν ὑπὸ Μήδων τε καὶ τοῦ λεγομένου τότε εὐνούχου, καταφρονήσαντος τῆς Καμβύσου μωρίας.

695c
ΚΛ. λέγεται δὴ ταῦτά γε, καὶ ἔοικεν σχεδὸν οὕτω πως γεγονέναι.

ΑΘ. καὶ μὴν καὶ πάλιν εἰς Πέρσας ἐλθεῖν τὴν ἀρχὴν διὰ Δαρείου καὶ τῶν ἑπτὰ λέγεταί που.

ΚΛ. τί μήν;

ΑΘ. θεωρῶμεν δὴ συνεπόμενοι τῷ λόγῳ. Δαρεῖος γὰρ βασιλέως οὐκ ἦν ὑός, παιδείᾳ τε οὐ διατρυφώσῃ τεθραμμένος, ἐλθὼν δʼ εἰς τὴν ἀρχὴν καὶ λαβὼν αὐτὴν ἕβδομος, διείλετο ἑπτὰ μέρη τεμόμενος, ὧν καὶ νῦν ἔτι σμικρὰ ὀνείρατα λέλειπται, καὶ νόμους ἠξίου θέμενος οἰκεῖν ἰσότητα
695d
κοινήν τινα εἰσφέρων, καὶ τὸν τοῦ Κύρου δασμόν, ὃν ὑπέσχετο Πέρσαις, εἰς τὸν νόμον ἐνέδει, φιλίαν πορίζων καὶ κοινωνίαν πᾶσιν Πέρσαις, χρήμασι καὶ δωρεαῖς τὸν Περσῶν δῆμον προσαγόμενος· τοιγαροῦν αὐτῷ τὰ στρατεύματα μετʼ εὐνοίας προσεκτήσατο χώρας οὐκ ἐλάττους ὧν κατέλιπε Κῦρος. μετὰ δὲ Δαρεῖον τῇ βασιλικῇ καὶ τρυφώσῃ πάλιν παιδευθεὶς παιδείᾳ Ξέρξης Δαρεῖε, εἰπεῖν ἐστιν δικαιότατον ἴσως, ὃς τὸ Κύρου κακὸν οὐκ
695e
ἔμαθες, ἐθρέψω δὲ Ξέρξην ἐν τοῖς αὐτοῖς ἤθεσιν ἐν οἷσπερ Κῦρος Καμβύσην δέ, ἅτε τῶν αὐτῶν παιδειῶν γενόμενος ἔκγονος, παραπλήσια ἀπετέλεσεν τοῖς Καμβύσου παθήμασιν· καὶ σχεδὸν ἔκ γε τοσούτου βασιλεὺς ἐν Πέρσαις οὐδείς πω μέγας ἐγγέγονεν ἀληθῶς, πλήν γε ὀνόματι.

Tokens

ΚΛ 1 w 2
τὸ 1 w 5
μὲν 1 w 8
εἰκὸς 1 w 13
καὶ 1 w 16
τὸ 2 w 18
πολύ 1 w 22
βασιλέων 1 w 31
τοῦτʼ 1 w 36
εἶναι 1 w 41
νόσημα 1 w 47
ὑπερηφάνως 1 w 57
ζώντων 1 w 63
διὰ 1 w 66
τρυφάς 1 w 72
ΑΘ 1 w 75
οὐκοῦν 1 w 82
δῆλον 1 w 87
ὡς 1 w 89
πρῶτον 1 w 95
τοῦτο 1 w 100
οἱ 1 w 102
τότε 1 w 106
βασιλῆς 1 w 113
ἔσχον 1 w 118
τὸ 3 w 121
πλεονεκτεῖν 1 w 132
τῶν 1 w 135
τεθέντων 1 w 143
νόμων 1 w 148
καὶ 2 w 152
1 w 153
λόγῳ 1 w 157
τε 4 w 159
καὶ 3 w 162
ὅρκῳ 1 w 166
ἐπῄνεσαν 1 w 174
οὐ 2 w 177
συνεφώνησαν 1 w 188
αὑτοῖς 1 w 194
ἀλλὰ 1 w 199
1 w 200
διαφωνία 1 w 208
ὡς 2 w 211
ἡμεῖς 1 w 216
φαμεν 1 w 221
οὖσα 1 w 226
ἀμαθία 1 w 232
μεγίστη 1 w 239
δοκοῦσα 1 w 247
δὲ 1 w 249
σοφία 1 w 254
πάντʼ 1 w 260
ἐκεῖνα 1 w 266
διὰ 2 w 269
πλημμέλειαν 1 w 280
καὶ 4 w 283
ἀμουσίαν 1 w 291
τὴν 1 w 294
πικρὰν 1 w 300
διέφθειρεν 1 w 310
ΚΛ 2 w 313
ἔοικε 1 w 319
γοῦν 1 w 323
ΑΘ 2 w 326
εἶεν 1 w 331
τί 1 w 334
δὴ 1 w 336
τὸν 1 w 339
νομοθέτην 1 w 348
ἔδει 1 w 352
τότε 2 w 356
τιθέντα 1 w 363
εὐλαβηθῆναι 1 w 374
τούτου 1 w 380
περὶ 1 w 384
τοῦ 3 w 387
πάθους 1 w 393
τῆς 1 w 396
γενέσεως 1 w 404
ἆρʼ 1 w 408
1 w 409
πρὸς 1 w 413
θεῶν 1 w 417
νῦν 1 w 420
μὲν 2 w 423
οὐδὲν 1 w 428
σοφὸν 1 w 433
γνῶναι 1 w 439
τοῦτο 2 w 444
οὐδʼ 1 w 448
εἰπεῖν 1 w 454
χαλεπόν 1 w 461
εἰ 3 w 464
δὲ 3 w 466
προϊδεῖν 1 w 474
ἦν 1 w 476
τότε 3 w 480
σοφώτερος 1 w 490
ἂν 1 w 492
ἦν 2 w 494
ἡμῶν 1 w 498
1 w 499
προϊδών 1 w 506
ΜΕ 1 w 509
τὸ 5 w 512
ποῖον 1 w 517
δὴ 2 w 519
λέγεις 1 w 525
ΑΘ 3 w 528
εἰς 1 w 532
τὸ 6 w 534
γεγονὸς 1 w 541
παρʼ 1 w 545
ὑμῖν 1 w 549
2 w 551
Μέγιλλε 1 w 558
ἔστιν 1 w 564
νῦν 2 w 567
γε 4 w 569
κατιδόντα 1 w 578
γνῶναι 2 w 584
καὶ 5 w 588
γνόντα 1 w 594
εἰπεῖν 2 w 600
ῥᾴδιον 1 w 606
2 w 608
τότε 4 w 612
ἔδει 2 w 616
γίγνεσθαι 1 w 625
ΜΕ 2 w 628
σαφέστερον 1 w 639
ἔτι 1 w 642
λέγε 2 w 646
ΑΘ 4 w 649
τὸ 7 w 652
τοίνυν 1 w 658
σαφέστατον 1 w 668
ἂν 2 w 670
εἴη 1 w 673
τὸ 8 w 675
τοιόνδε 1 w 682
ΜΕ 3 w 685
τὸ 9 w 688
ποῖον 2 w 693
ΑΘ 5 w 696
ἐάν 1 w 700
τις 1 w 703
μείζονα 1 w 710
διδῷ 1 w 714
τοῖς 2 w 718
ἐλάττοσι 1 w 726
δύναμιν 1 w 733
παρεὶς 1 w 739
τὸ 10 w 741
μέτριον 1 w 748
πλοίοις 1 w 756
τε 10 w 758
ἱστία 1 w 763
καὶ 6 w 766
σώμασιν 1 w 773
τροφὴν 1 w 779
καὶ 7 w 782
ψυχαῖς 1 w 788
ἀρχάς 1 w 793
ἀνατρέπεταί 1 w 805
που 1 w 808
πάντα 1 w 813
καὶ 8 w 817
ἐξυβρίζοντα 1 w 828
τὰ 1 w 830
μὲν 3 w 833
εἰς 2 w 836
νόσους 1 w 842
θεῖ 1 w 845
τὰ 2 w 848
δʼ 2 w 850
εἰς 3 w 853
ἔκγονον 1 w 860
ὕβρεως 1 w 866
ἀδικίαν 1 w 873
τί 3 w 876
οὖν 1 w 879
δή 1 w 881
ποτε 1 w 885
λέγομεν 1 w 892
ἆρά 1 w 896
γε 6 w 898
τὸ 11 w 900
τοιόνδε 2 w 907
ὡς 3 w 910
οὐκ 2 w 913
ἔστʼ 1 w 917
3 w 919
φίλοι 1 w 924
ἄνδρες 1 w 930
θνητῆς 1 w 937
ψυχῆς 1 w 942
φύσις 1 w 947
ἥτις 1 w 951
ποτὲ 1 w 955
δυνήσεται 1 w 964
τὴν 2 w 967
μεγίστην 1 w 975
ἐν 1 w 977
ἀνθρώποις 1 w 986
ἀρχὴν 1 w 991
φέρειν 1 w 997
νέα 1 w 1000
καὶ 9 w 1003
ἀνυπεύθυνος 1 w 1014
ὥστε 1 w 1019
μὴ 1 w 1021
τῆς 3 w 1024
μεγίστης 1 w 1032
νόσου 2 w 1037
ἀνοίας 1 w 1043
πληρωθεῖσα 1 w 1053
αὑτῆς 1 w 1058
τὴν 3 w 1061
διάνοιαν 1 w 1069
μῖσος 1 w 1075
ἔχειν 1 w 1080
πρὸς 2 w 1084
τῶν 2 w 1087
ἐγγύτατα 1 w 1095
φίλων 1 w 1100
3 w 1102
γενόμενον 1 w 1111
ταχὺ 1 w 1115
διέφθειρεν 2 w 1125
αὐτὴν 1 w 1130
καὶ 10 w 1133
πᾶσαν 1 w 1138
τὴν 5 w 1141
δύναμιν 2 w 1148
ἠφάνισεν 1 w 1156
αὐτῆς 1 w 1161
τοῦτʼ 2 w 1167
οὖν 2 w 1170
εὐλαβηθῆναι 2 w 1181
γνόντας 1 w 1188
τὸ 12 w 1190
μέτριον 2 w 1197
μεγάλων 1 w 1204
νομοθετῶν 1 w 1213
ὡς 4 w 1216
οὖν 3 w 1219
δὴ 3 w 1221
τότε 5 w 1225
γενόμενον 2 w 1234
νῦν 3 w 1238
ἔστιν 2 w 1243
μετριώτατα 1 w 1253
τοπάσαι 1 w 1260
τὸ 13 w 1263
δʼ 3 w 1265
ἔοικεν 1 w 1271
εἶναι 2 w 1276
ΜΕ 4 w 1279
τὸ 14 w 1282
ποῖον 3 w 1287
ΑΘ 6 w 1290
θεὸς 1 w 1295
εἶναι 3 w 1300
κηδόμενος 1 w 1309
ὑμῶν 1 w 1313
τις 3 w 1316
ὃς 1 w 1319
τὰ 3 w 1321
μέλλοντα 1 w 1329
προορῶν 1 w 1336
δίδυμον 1 w 1344
ὑμῖν 2 w 1348
φυτεύσας 1 w 1356
τὴν 6 w 1359
τῶν 4 w 1362
βασιλέων 2 w 1370
γένεσιν 1 w 1377
ἐκ 2 w 1379
μονογενοῦς 1 w 1389
εἰς 4 w 1393
τὸ 15 w 1395
μέτριον 3 w 1402
μᾶλλον 1 w 1408
συνέστειλε 1 w 1418
καὶ 11 w 1422
μετὰ 1 w 1426
τοῦτο 3 w 1431
ἔτι 2 w 1434
φύσις 2 w 1439
τις 4 w 1442
ἀνθρωπίνη 1 w 1451
μεμειγμένη 1 w 1461
θείᾳ 1 w 1465
τινὶ 1 w 1469
δυνάμει 1 w 1476
κατιδοῦσα 1 w 1486
ὑμῶν 2 w 1490
τὴν 7 w 1493
ἀρχὴν 2 w 1498
φλεγμαίνουσαν 1 w 1511
ἔτι 3 w 1514
μείγνυσιν 1 w 1524
τὴν 8 w 1527
κατὰ 1 w 1531
γῆρας 1 w 1536
σώφρονα 1 w 1543
δύναμιν 3 w 1550
τῇ 1 w 1552
κατὰ 2 w 1556
γένος 1 w 1561
αὐθάδει 1 w 1568
ῥώμῃ 1 w 1572
τὴν 9 w 1576
τῶν 5 w 1579
ὀκτὼ 1 w 1583
καὶ 12 w 1586
εἴκοσι 1 w 1592
γερόντων 1 w 1600
ἰσόψηφον 1 w 1608
εἰς 5 w 1611
τὰ 7 w 1613
μέγιστα 1 w 1620
τῇ 2 w 1622
τῶν 6 w 1625
βασιλέων 3 w 1633
ποιήσασα 1 w 1641
δυνάμει 2 w 1648
2 w 1650
δὲ 4 w 1652
τρίτος 1 w 1658
σωτὴρ 1 w 1663
ὑμῖν 3 w 1667
ἔτι 4 w 1670
σπαργῶσαν 1 w 1679
καὶ 13 w 1682
θυμουμένην 1 w 1692
τὴν 10 w 1695
ἀρχὴν 3 w 1700
ὁρῶν 1 w 1704
οἷον 1 w 1709
ψάλιον 1 w 1715
ἐνέβαλεν 1 w 1723
αὐτῇ 1 w 1727
τὴν 11 w 1730
τῶν 7 w 1733
ἐφόρων 1 w 1739
δύναμιν 4 w 1746
ἐγγὺς 1 w 1752
τῆς 6 w 1755
κληρωτῆς 1 w 1763
ἀγαγὼν 1 w 1769
δυνάμεως 1 w 1777
καὶ 14 w 1781
κατὰ 3 w 1785
δὴ 4 w 1787
τοῦτον 1 w 1793
τὸν 2 w 1796
λόγον 1 w 1801
4 w 1802
βασιλεία 1 w 1810
παρʼ 2 w 1814
ὑμῖν 4 w 1818
ἐξ 2 w 1821
ὧν 1 w 1823
ἔδει 3 w 1827
σύμμεικτος 1 w 1837
γενομένη 1 w 1845
καὶ 15 w 1848
μέτρον 1 w 1854
ἔχουσα 1 w 1860
σωθεῖσα 1 w 1868
αὐτὴ 2 w 1872
σωτηρίας 1 w 1880
τοῖς 3 w 1884
ἄλλοις 1 w 1890
γέγονεν 1 w 1897
αἰτία 1 w 1902
ἐπεὶ 1 w 1907
ἐπί 1 w 1910
γε 12 w 1912
Τημένῳ 1 w 1918
καὶ 16 w 1921
Κρεσφόντῃ 1 w 1930
καὶ 17 w 1933
τοῖς 4 w 1937
τότε 6 w 1941
νομοθέταις 1 w 1951
οἵτινες 1 w 1959
ἄρα 1 w 1962
ἦσαν 1 w 1966
νομοθετοῦντες 1 w 1979
οὐδʼ 2 w 1984
5 w 1985
Ἀριστοδήμου 1 w 1996
μερὶς 1 w 2001
ἐσώθη 1 w 2006
ποτʼ 1 w 2010
ἄν 2 w 2012
οὐ 7 w 2015
γὰρ 1 w 2018
ἱκανῶς 1 w 2024
ἦσαν 2 w 2028
νομοθεσίας 1 w 2038
ἔμπειροι 1 w 2046
σχεδὸν 1 w 2053
γὰρ 2 w 2056
οὐκ 3 w 2059
ἄν 3 w 2061
ποτʼ 2 w 2065
ᾠήθησαν 1 w 2072
ὅρκοις 1 w 2078
μετριάσαι 1 w 2087
ψυχὴν 1 w 2092
νέαν 1 w 2096
λαβοῦσαν 1 w 2105
ἀρχὴν 4 w 2110
ἐξ 3 w 2112
ἧς 1 w 2114
δυνατὸν 1 w 2121
ἦν 3 w 2123
τυραννίδα 1 w 2132
γενέσθαι 1 w 2140
νῦν 4 w 2144
δʼ 5 w 2146
4 w 2147
θεὸς 2 w 2151
ἔδειξεν 1 w 2158
οἵαν 1 w 2162
ἔδει 5 w 2166
καὶ 18 w 2169
δεῖ 2 w 2172
δὴ 5 w 2174
τὴν 12 w 2177
μενοῦσαν 1 w 2185
μάλιστα 1 w 2192
ἀρχὴν 5 w 2197
γίγνεσθαι 2 w 2206
τὸ 18 w 2209
δὲ 5 w 2211
παρʼ 3 w 2215
ἡμῶν 2 w 2219
γιγνώσκεσθαι 1 w 2231
ταῦτα 1 w 2236
ὅπερ 1 w 2241
εἶπον 1 w 2246
ἔμπροσθεν 1 w 2255
νῦν 5 w 2259
μὲν 4 w 2262
γενόμενον 3 w 2271
οὐδὲν 2 w 2276
σοφόν 1 w 2281
ἐκ 3 w 2284
γὰρ 3 w 2287
παραδείγματος 1 w 2300
ὁρᾶν 1 w 2304
γεγονότος 1 w 2313
οὐδὲν 3 w 2318
χαλεπόν 2 w 2325
εἰ 10 w 2328
δʼ 6 w 2330
ἦν 4 w 2332
τις 5 w 2335
προορῶν 2 w 2342
τότε 7 w 2346
ταῦτα 2 w 2351
καὶ 19 w 2354
δυνάμενος 1 w 2363
μετριάσαι 2 w 2372
τὰς 1 w 2375
ἀρχὰς 1 w 2380
καὶ 20 w 2383
μίαν 1 w 2387
ἐκ 4 w 2389
τριῶν 1 w 2394
ποιῆσαι 1 w 2401
τά 1 w 2404
τε 19 w 2406
νοηθέντα 1 w 2414
ἂν 3 w 2416
καλὰ 1 w 2420
τότε 8 w 2424
πάντα 2 w 2429
ἀπέσωσε 1 w 2436
καὶ 21 w 2439
οὐκ 4 w 2442
ἄν 4 w 2444
ποτε 2 w 2448
6 w 2449
Περσικὸς 1 w 2457
ἐπὶ 1 w 2460
τὴν 13 w 2463
Ἑλλάδα 1 w 2469
οὐδʼ 3 w 2473
ἄλλος 1 w 2478
οὐδεὶς 1 w 2484
στόλος 1 w 2490
ἂν 4 w 2492
ὥρμησε 1 w 2498
καταφρονήσας 1 w 2511
ὡς 5 w 2513
ὄντων 1 w 2518
ἡμῶν 3 w 2522
βραχέος 1 w 2529
ἀξίων 1 w 2534
ΚΛ 3 w 2537
ἀληθῆ 1 w 2543
λέγεις 2 w 2549
ΑΘ 7 w 2552
αἰσχρῶς 1 w 2560
γοῦν 2 w 2564
ἠμύναντο 1 w 2572
αὐτούς 1 w 2578
4 w 2580
Κλεινία 1 w 2587
τὸ 19 w 2590
δʼ 8 w 2592
αἰσχρὸν 1 w 2599
λέγω 1 w 2603
οὐχ 1 w 2606
ὡς 6 w 2608
οὐ 15 w 2610
νικῶντές 1 w 2618
γε 17 w 2620
οἱ 2 w 2622
τότε 9 w 2626
καὶ 22 w 2629
κατὰ 4 w 2633
γῆν 1 w 2636
καὶ 23 w 2639
κατὰ 5 w 2643
θάλατταν 1 w 2651
καλὰς 1 w 2656
νενικήκασι 1 w 2666
μάχας 1 w 2671
ἀλλὰ 2 w 2676
4 w 2677
φημι 1 w 2681
αἰσχρὸν 2 w 2688
τότʼ 1 w 2692
εἶναι 4 w 2697
τόδε 1 w 2702
λέγω 2 w 2706
τὸ 20 w 2709
πρῶτον 2 w 2715
μὲν 5 w 2718
ἐκείνων 1 w 2725
τῶν 8 w 2728
πόλεων 1 w 2734
τριῶν 2 w 2739
οὐσῶν 1 w 2744
μίαν 2 w 2748
ὑπὲρ 1 w 2752
τῆς 8 w 2755
Ἑλλάδος 1 w 2762
ἀμῦναι 1 w 2768
τὼ 2 w 2771
δὲ 8 w 2773
δύο 1 w 2776
κακῶς 1 w 2781
οὕτως 1 w 2786
εἶναι 5 w 2791
διεφθαρμένα 1 w 2802
ὥστε 2 w 2807
8 w 2808
μὲν 6 w 2811
καὶ 24 w 2814
Λακεδαίμονα 1 w 2825
διεκώλυεν 1 w 2834
ἐπαμύνειν 1 w 2843
αὐτῇ 2 w 2847
πολεμοῦσα 1 w 2857
αὐτῇ 3 w 2861
κατὰ 6 w 2865
κράτος 1 w 2871
9 w 2873
δʼ 9 w 2875
αὖ 1 w 2877
πρωτεύουσα 1 w 2887
ἐν 3 w 2889
τοῖς 5 w 2893
τότε 10 w 2897
χρόνοις 1 w 2904
τοῖς 6 w 2908
περὶ 2 w 2912
τὴν 14 w 2915
διανομήν 1 w 2923
10 w 2925
περὶ 3 w 2929
τὸ 21 w 2931
Ἄργος 1 w 2936
παρακαλουμένη 1 w 2950
ἀμύνειν 1 w 2957
τὸν 4 w 2960
βάρβαρον 1 w 2968
οὔθʼ 1 w 2972
ὑπήκουσεν 1 w 2981
οὔτʼ 1 w 2985
ἤμυνεν 1 w 2991
πολλὰ 1 w 2997
δὲ 9 w 2999
λέγων 1 w 3004
ἄν 5 w 3006
τις 6 w 3009
τὰ 13 w 3011
τότε 11 w 3015
γενόμενα 1 w 3023
περὶ 4 w 3027
ἐκεῖνον 1 w 3034
τὸν 5 w 3037
πόλεμον 1 w 3044
τῆς 9 w 3048
Ἑλλάδος 2 w 3055
οὐδαμῶς 1 w 3062
εὐσχήμονα 1 w 3071
ἂν 5 w 3073
κατηγοροῖ 1 w 3082
ΑΘ 8 w 3085
οὐδʼ 4 w 3090
αὖ 2 w 3092
ἀμύνασθαι 1 w 3101
τήν 1 w 3104
γε 19 w 3106
Ἑλλάδα 2 w 3112
λέγων 2 w 3117
ὀρθῶς 1 w 3122
ἂν 6 w 3124
λέγοι 1 w 3129
ἀλλʼ 1 w 3134
εἰ 11 w 3136
μὴ 2 w 3138
τό 15 w 3140
τε 27 w 3142
Ἀθηναίων 1 w 3150
καὶ 25 w 3153
τὸ 24 w 3155
Λακεδαιμονίων 1 w 3168
κοινῇ 1 w 3173
διανόημα 1 w 3181
ἤμυνεν 2 w 3187
τὴν 15 w 3190
ἐπιοῦσαν 1 w 3198
δουλείαν 1 w 3206
σχεδὸν 2 w 3213
ἂν 7 w 3215
ἤδη 1 w 3218
πάντʼ 2 w 3223
ἦν 5 w 3225
μεμειγμένα 1 w 3235
τὰ 14 w 3237
τῶν 9 w 3240
Ἑλλήνων 1 w 3247
γένη 1 w 3251
ἐν 4 w 3253
ἀλλήλοις 1 w 3261
καὶ 26 w 3265
βάρβαρα 1 w 3272
ἐν 5 w 3274
Ἕλλησι 1 w 3280
καὶ 27 w 3283
Ἑλληνικὰ 1 w 3291
ἐν 6 w 3293
βαρβάροις 1 w 3302
καθάπερ 1 w 3310
ὧν 2 w 3312
Πέρσαι 1 w 3318
τυραννοῦσι 1 w 3328
τὰ 15 w 3330
νῦν 6 w 3333
διαπεφορημένα 1 w 3346
καὶ 28 w 3349
συμπεφορημένα 1 w 3362
κακῶς 2 w 3367
ἐσπαρμένα 1 w 3376
κατοικεῖται 1 w 3387
ταῦτʼ 1 w 3393
5 w 3395
Κλεινία 2 w 3402
καὶ 29 w 3405
Μέγιλλε 2 w 3412
ἔχομεν 1 w 3419
ἐπιτιμᾶν 1 w 3427
τοῖς 7 w 3431
τε 28 w 3433
πάλαι 1 w 3438
πολιτικοῖς 1 w 3448
λεγομένοις 1 w 3458
καὶ 30 w 3461
νομοθέταις 2 w 3471
καὶ 31 w 3474
τοῖς 8 w 3478
νῦν 7 w 3481
ἵνα 1 w 3485
τὰς 2 w 3488
αἰτίας 1 w 3494
αὐτῶν 1 w 3499
ἀναζητοῦντες 1 w 3511
ἀνευρίσκωμεν 1 w 3524
τί 6 w 3526
παρὰ 1 w 3530
ταῦτα 3 w 3535
ἔδει 6 w 3539
πράττειν 1 w 3547
ἄλλο 3 w 3551
οἷον 2 w 3556
δὴ 6 w 3558
καὶ 32 w 3561
τὸ 25 w 3563
παρὸν 1 w 3568
εἴπομεν 1 w 3575
ὡς 7 w 3578
ἄρα 2 w 3581
οὐ 19 w 3583
δεῖ 3 w 3586
μεγάλας 1 w 3593
ἀρχὰς 2 w 3598
οὐδʼ 5 w 3602
αὖ 3 w 3604
ἀμείκτους 1 w 3613
νομοθετεῖν 1 w 3623
διανοηθέντας 1 w 3636
τὸ 26 w 3638
τοιόνδε 3 w 3645
ὅτι 1 w 3649
πόλιν 1 w 3654
ἐλευθέραν 1 w 3663
τε 32 w 3665
εἶναι 6 w 3670
δεῖ 4 w 3673
καὶ 33 w 3676
ἔμφρονα 1 w 3683
καὶ 34 w 3686
ἑαυτῇ 1 w 3691
φίλην 1 w 3696
καὶ 35 w 3700
τὸν 6 w 3703
νομοθετοῦντα 1 w 3715
πρὸς 3 w 3719
ταῦτα 4 w 3724
βλέποντα 1 w 3732
δεῖ 5 w 3735
νομοθετεῖν 2 w 3745
μὴ 3 w 3748
θαυμάσωμεν 1 w 3758
δὲ 10 w 3760
εἰ 12 w 3762
πολλάκις 1 w 3770
ἤδη 2 w 3773
προθέμενοι 1 w 3783
ἄττα 1 w 3787
εἰρήκαμεν 1 w 3797
ὅτι 2 w 3800
πρὸς 4 w 3804
ταῦτα 5 w 3809
δεῖ 6 w 3812
νομοθετεῖν 3 w 3822
βλέποντα 2 w 3830
τὸν 7 w 3833
νομοθέτην 2 w 3842
τὰ 17 w 3845
δὲ 11 w 3847
προτεθέντα 1 w 3857
οὐ 21 w 3859
ταὐτὰ 1 w 3864
ἡμῖν 1 w 3868
φαίνεται 1 w 3876
ἑκάστοτε 1 w 3884
ἀλλὰ 3 w 3889
ἀναλογίζεσθαι 1 w 3902
χρή 1 w 3905
ὅταν 1 w 3910
πρὸς 5 w 3914
τὸ 29 w 3916
σωφρονεῖν 1 w 3925
φῶμεν 1 w 3930
δεῖν 2 w 3934
βλέπειν 1 w 3941
1 w 3943
πρὸς 6 w 3947
φρόνησιν 1 w 3955
2 w 3956
φιλίαν 1 w 3962
ὡς 8 w 3965
ἔσθʼ 1 w 3969
οὗτος 1 w 3974
7 w 3975
σκοπὸς 1 w 3981
οὐχ 2 w 3984
ἕτερος 1 w 3990
ἀλλʼ 2 w 3994
8 w 3995
αὐτός 1 w 4000
καὶ 36 w 4004
ἄλλα 1 w 4008
δὴ 7 w 4010
πολλὰ 2 w 4015
ἡμᾶς 1 w 4019
τοιαῦτα 1 w 4026
ἂν 8 w 4028
γίγνηται 1 w 4036
ῥήματα 1 w 4042
μὴ 4 w 4044
διαταραττέτω 1 w 4056
ΚΛ 4 w 4059
πειρασόμεθα 1 w 4071
ποιεῖν 1 w 4077
οὕτως 2 w 4082
ἐπανιόντες 1 w 4092
τοὺς 1 w 4096
λόγους 1 w 4102
καὶ 37 w 4106
νῦν 8 w 4109
δὴ 8 w 4111
τὸ 30 w 4113
περὶ 5 w 4117
τῆς 10 w 4120
φιλίας 1 w 4126
τε 39 w 4128
καὶ 38 w 4131
φρονήσεως 1 w 4140
καὶ 39 w 4143
ἐλευθερίας 1 w 4153
πρὸς 7 w 4158
ὅτι 3 w 4161
βουλόμενος 1 w 4171
ἔμελλες 1 w 4178
λέγειν 1 w 4184
δεῖν 3 w 4188
στοχάζεσθαι 1 w 4199
τὸν 8 w 4202
νομοθέτην 3 w 4211
λέγε 5 w 4216
ΑΘ 9 w 4219
ἄκουσον 1 w 4227
δή 3 w 4229
νυν 2 w 4232
εἰσὶν 1 w 4238
πολιτειῶν 1 w 4247
οἷον 3 w 4251
μητέρες 1 w 4258
δύο 2 w 4261
τινές 1 w 4266
ἐξ 4 w 4269
ὧν 3 w 4271
τὰς 3 w 4274
ἄλλας 1 w 4279
γεγονέναι 1 w 4288
λέγων 3 w 4293
ἄν 6 w 4295
τις 7 w 4298
ὀρθῶς 2 w 4303
λέγοι 2 w 4308
καὶ 40 w 4312
τὴν 16 w 4315
μὲν 7 w 4318
προσαγορεύειν 1 w 4331
μοναρχίαν 1 w 4340
ὀρθόν 1 w 4345
τὴν 17 w 4349
δʼ 12 w 4351
αὖ 4 w 4353
δημοκρατίαν 1 w 4364
καὶ 41 w 4368
τῆς 11 w 4371
μὲν 8 w 4374
τὸ 32 w 4376
Περσῶν 1 w 4382
γένος 2 w 4387
ἄκρον 1 w 4392
ἔχειν 2 w 4397
τῆς 12 w 4401
δὲ 12 w 4403
ἡμᾶς 2 w 4407
αἱ 1 w 4410
δʼ 13 w 4412
ἄλλαι 1 w 4417
σχεδὸν 3 w 4423
ἅπασαι 1 w 4429
καθάπερ 2 w 4437
εἶπον 2 w 4442
ἐκ 7 w 4445
τούτων 1 w 4451
εἰσὶ 2 w 4455
διαπεποικιλμέναι 1 w 4471
δεῖ 9 w 4475
δὴ 9 w 4477
οὖν 4 w 4480
καὶ 42 w 4483
ἀναγκαῖον 1 w 4492
μεταλαβεῖν 1 w 4502
ἀμφοῖν 1 w 4508
τούτοιν 1 w 4515
εἴπερ 1 w 4521
ἐλευθερία 2 w 4530
τʼ 11 w 4532
ἔσται 1 w 4537
καὶ 43 w 4540
φιλία 3 w 4545
μετὰ 2 w 4549
φρονήσεως 2 w 4558
5 w 4560
δὴ 10 w 4562
βούλεται 1 w 4570
ἡμῖν 2 w 4574
9 w 4575
λόγος 1 w 4580
προστάττειν 1 w 4591
λέγων 4 w 4597
ὡς 9 w 4599
οὐκ 5 w 4602
ἄν 7 w 4604
ποτε 3 w 4608
τούτων 2 w 4614
πόλις 1 w 4619
ἄμοιρος 1 w 4626
γενομένη 2 w 4634
πολιτευθῆναι 1 w 4646
δύναιτʼ 1 w 4653
ἂν 9 w 4655
καλῶς 1 w 4660
ΚΛ 5 w 4663
πῶς 1 w 4667
γὰρ 4 w 4670
ἄν 8 w 4672
ΑΘ 10 w 4675
15 w 4677
μὲν 9 w 4680
τοίνυν 2 w 4686
τὸ 33 w 4688
μοναρχικόν 1 w 4698
16 w 4700
δὲ 13 w 4702
τὸ 34 w 4704
ἐλεύθερον 1 w 4713
ἀγαπήσασα 1 w 4722
μειζόνως 1 w 4730
3 w 4731
ἔδει 7 w 4735
μόνον 1 w 4740
οὐδετέρα 1 w 4749
τὰ 21 w 4751
μέτρια 1 w 4757
κέκτηται 1 w 4765
τούτων 3 w 4771
αἱ 2 w 4774
δὲ 14 w 4776
ὑμέτεραι 1 w 4784
2 w 4786
τε 45 w 4788
Λακωνικὴ 1 w 4796
καὶ 44 w 4799
Κρητική 1 w 4806
μᾶλλον 2 w 4813
Ἀθηναῖοι 1 w 4822
δὲ 15 w 4824
καὶ 45 w 4827
Πέρσαι 2 w 4833
τὸ 35 w 4835
μὲν 10 w 4838
πάλαι 2 w 4843
οὕτω 3 w 4847
πως 1 w 4850
τὸ 36 w 4853
νῦν 9 w 4856
δὲ 16 w 4858
ἧττον 1 w 4863
τὰ 22 w 4866
δʼ 14 w 4868
αἴτια 1 w 4873
διέλθωμεν 1 w 4882
8 w 4884
γάρ 1 w 4887
ΚΛ 6 w 4890
πάντως 1 w 4897
εἴ 5 w 4900
γέ 6 w 4902
που 2 w 4905
μέλλομεν 1 w 4913
6 w 4914
προυθέμεθα 1 w 4924
περαίνειν 1 w 4933
ΑΘ 11 w 4936
ἀκούωμεν 1 w 4945
δή 4 w 4947
Πέρσαι 3 w 4954
γάρ 2 w 4957
ὅτε 1 w 4961
μὲν 11 w 4964
τὸ 37 w 4966
μέτριον 4 w 4973
μᾶλλον 3 w 4979
δουλείας 1 w 4987
τε 47 w 4989
καὶ 46 w 4992
ἐλευθερίας 2 w 5002
ἦγον 1 w 5006
ἐπὶ 2 w 5009
Κύρου 1 w 5014
πρῶτον 3 w 5021
μὲν 12 w 5024
ἐλεύθεροι 1 w 5033
ἐγένοντο 1 w 5041
ἔπειτα 1 w 5048
δὲ 17 w 5050
ἄλλων 1 w 5055
πολλῶν 1 w 5061
δεσπόται 1 w 5069
ἐλευθερίας 3 w 5080
γὰρ 5 w 5083
ἄρχοντες 1 w 5091
μεταδιδόντες 1 w 5103
ἀρχομένοις 1 w 5113
καὶ 47 w 5116
ἐπὶ 3 w 5119
τὸ 38 w 5121
ἴσον 1 w 5125
ἄγοντες 1 w 5132
μᾶλλον 4 w 5139
φίλοι 2 w 5144
τε 51 w 5146
ἦσαν 3 w 5150
στρατιῶται 1 w 5160
στρατηγοῖς 1 w 5170
καὶ 48 w 5173
προθύμους 1 w 5182
αὑτοὺς 1 w 5188
ἐν 7 w 5190
τοῖς 9 w 5194
κινδύνοις 1 w 5203
παρείχοντο 1 w 5213
καὶ 49 w 5217
εἴ 6 w 5219
τις 8 w 5222
αὖ 5 w 5224
φρόνιμος 1 w 5232
ἦν 6 w 5234
ἐν 8 w 5236
αὐτοῖς 1 w 5242
καὶ 50 w 5245
βουλεύειν 1 w 5254
δυνατός 1 w 5261
οὐ 25 w 5264
φθονεροῦ 1 w 5272
τοῦ 11 w 5275
βασιλέως 1 w 5283
ὄντος 1 w 5288
διδόντος 1 w 5297
δὲ 18 w 5299
παρρησίαν 1 w 5308
καὶ 51 w 5311
τιμῶντος 1 w 5319
τοὺς 3 w 5323
εἴς 1 w 5326
τι 30 w 5328
δυναμένους 1 w 5338
συμβουλεύειν 1 w 5350
κοινὴν 1 w 5357
τὴν 18 w 5360
τοῦ 12 w 5363
φρονεῖν 2 w 5370
εἰς 6 w 5373
τὸ 39 w 5375
μέσον 1 w 5380
παρείχετο 1 w 5389
δύναμιν 5 w 5396
καὶ 52 w 5400
πάντα 3 w 5405
δὴ 11 w 5407
τότε 12 w 5411
ἐπέδωκεν 1 w 5419
αὐτοῖς 2 w 5425
διʼ 1 w 5428
ἐλευθερίαν 1 w 5438
τε 53 w 5440
καὶ 53 w 5443
φιλίαν 2 w 5449
καὶ 54 w 5452
νοῦ 4 w 5455
κοινωνίαν 1 w 5464
ΚΛ 7 w 5467
ἔοικέν 1 w 5474
γέ 8 w 5476
πως 2 w 5479
τὰ 23 w 5481
λεγόμενα 1 w 5489
οὕτω 4 w 5493
γεγονέναι 2 w 5502
ΑΘ 12 w 5505
πῇ 1 w 5508
δὴ 12 w 5510
οὖν 5 w 5513
ποτε 4 w 5517
ἀπώλετο 1 w 5524
ἐπὶ 4 w 5527
Καμβύσου 1 w 5535
καὶ 55 w 5538
πάλιν 1 w 5543
ἐπὶ 5 w 5546
Δαρείου 1 w 5553
σχεδὸν 4 w 5559
ἐσώθη 2 w 5564
βούλεσθε 1 w 5573
οἷον 4 w 5577
μαντείᾳ 1 w 5584
διανοηθέντες 1 w 5596
χρώμεθα 1 w 5603
ΚΛ 8 w 5606
φέρει 2 w 5612
γοῦν 3 w 5616
ἡμῖν 3 w 5620
σκέψιν 1 w 5626
τοῦτο 5 w 5631
ἐφʼ 1 w 5634
ὅπερ 2 w 5638
ὡρμήκαμεν 1 w 5647
ΑΘ 13 w 5650
μαντεύομαι 1 w 5661
δὴ 13 w 5663
νῦν 10 w 5666
περί 1 w 5670
γε 25 w 5672
Κύρου 2 w 5677
τὰ 24 w 5680
μὲν 13 w 5683
ἄλλʼ 1 w 5687
αὐτὸν 1 w 5692
στρατηγόν 1 w 5701
τε 58 w 5703
ἀγαθὸν 1 w 5709
εἶναι 7 w 5714
καὶ 56 w 5717
φιλόπολιν 1 w 5726
παιδείας 1 w 5735
δὲ 19 w 5737
ὀρθῆς 1 w 5742
οὐχ 3 w 5745
ἧφθαι 1 w 5750
τὸ 41 w 5752
παράπαν 1 w 5759
οἰκονομίᾳ 1 w 5769
τε 59 w 5771
οὐδὲν 4 w 5776
τὸν 10 w 5779
νοῦν 1 w 5783
προσεσχηκέναι 1 w 5796
ΚΛ 9 w 5799
πῶς 2 w 5803
δὴ 14 w 5805
τὸ 43 w 5807
τοιοῦτον 1 w 5815
φῶμεν 2 w 5820
ΑΘ 14 w 5823
ἔοικεν 2 w 5830
ἐκ 8 w 5832
νέου 1 w 5836
στρατεύεσθαι 1 w 5848
διὰ 3 w 5851
βίου 1 w 5855
ταῖς 1 w 5860
γυναιξὶν 1 w 5868
παραδοὺς 1 w 5876
τοὺς 4 w 5880
παῖδας 1 w 5886
τρέφειν 1 w 5893
αἱ 3 w 5896
δὲ 21 w 5898
ὡς 10 w 5900
εὐδαίμονας 1 w 5910
αὐτοὺς 1 w 5916
ἐκ 9 w 5918
τῶν 11 w 5921
παίδων 1 w 5927
εὐθὺς 1 w 5932
καὶ 57 w 5935
μακαρίους 1 w 5944
ἤδη 3 w 5947
γεγονότας 1 w 5956
καὶ 58 w 5959
ἐπιδεεῖς 1 w 5967
ὄντας 1 w 5972
τούτων 4 w 5978
οὐδενὸς 1 w 5985
ἔτρεφον 1 w 5992
κωλύουσαι 1 w 6002
δὲ 22 w 6004
ὡς 11 w 6006
οὖσιν 1 w 6011
ἱκανῶς 2 w 6017
εὐδαίμοσιν 1 w 6027
μήτε 1 w 6031
αὐτοῖς 3 w 6037
ἐναντιοῦσθαι 1 w 6049
μηδένα 1 w 6055
εἰς 7 w 6058
μηδέν 2 w 6063
ἐπαινεῖν 1 w 6072
τε 62 w 6074
ἀναγκάζουσαι 1 w 6086
πάντας 1 w 6092
τὸ 44 w 6094
λεγόμενον 1 w 6103
4 w 6104
πραττόμενον 1 w 6115
ὑπʼ 1 w 6118
αὐτῶν 2 w 6123
ἔθρεψαν 1 w 6131
τοιούτους 1 w 6140
τινάς 1 w 6145
ΚΛ 10 w 6148
καλήν 1 w 6154
ὡς 12 w 6157
ἔοικας 1 w 6163
τροφὴν 2 w 6170
εἴρηκας 1 w 6177
ΑΘ 15 w 6180
γυναικείαν 1 w 6191
μὲν 14 w 6194
οὖν 6 w 6197
βασιλίδων 1 w 6206
γυναικῶν 1 w 6214
νεωστὶ 1 w 6220
γεγονυιῶν 1 w 6229
πλουσίων 1 w 6237
καὶ 59 w 6241
ἐν 10 w 6243
ἀνδρῶν 1 w 6249
ἐρημίᾳ 1 w 6255
διὰ 4 w 6259
τὸ 45 w 6261
μὴ 5 w 6263
σχολάζειν 1 w 6272
ὑπὸ 1 w 6275
πολέμων 1 w 6282
καὶ 60 w 6285
πολλῶν 2 w 6291
κινδύνων 1 w 6299
τοὺς 6 w 6304
παῖδας 2 w 6310
τρεφουσῶν 1 w 6319
ΚΛ 11 w 6322
ἔχει 3 w 6327
γὰρ 6 w 6330
λόγον 2 w 6335
ΑΘ 16 w 6338
10 w 6340
δὲ 23 w 6342
πατήρ 1 w 6347
γε 28 w 6349
αὐτοῖς 4 w 6355
αὖ 6 w 6357
ποίμνια 1 w 6364
μὲν 15 w 6367
καὶ 61 w 6370
πρόβατα 1 w 6377
καὶ 62 w 6380
ἀγέλας 1 w 6386
ἀνδρῶν 2 w 6392
τε 63 w 6394
καὶ 63 w 6397
ἄλλων 2 w 6402
πολλῶν 3 w 6408
πολλὰς 1 w 6414
ἐκτᾶτο 1 w 6420
αὐτοὺς 2 w 6427
δὲ 24 w 6429
οἷς 1 w 6432
ταῦτα 6 w 6437
παραδώσειν 1 w 6447
ἔμελλεν 1 w 6454
ἠγνόει 1 w 6460
τὴν 19 w 6463
πατρῴαν 1 w 6470
οὐ 29 w 6472
παιδευομένους 1 w 6485
τέχνην 1 w 6491
οὖσαν 1 w 6497
Περσικήν 1 w 6505
ποιμένων 1 w 6514
ὄντων 2 w 6519
Περσῶν 2 w 6525
τραχείας 1 w 6534
χώρας 1 w 6539
ἐκγόνων 1 w 6546
σκληρὰν 1 w 6554
καὶ 64 w 6557
ἱκανὴν 1 w 6563
ποιμένας 1 w 6571
ἀπεργάζεσθαι 1 w 6583
μάλα 1 w 6587
ἰσχυροὺς 1 w 6595
καὶ 65 w 6598
δυναμένους 2 w 6608
θυραυλεῖν 1 w 6617
καὶ 66 w 6620
ἀγρυπνεῖν 1 w 6629
καὶ 67 w 6632
εἰ 18 w 6634
στρατεύεσθαι 2 w 6646
δέοι 1 w 6650
στρατεύεσθαι 3 w 6662
διεφθαρμένην 1 w 6675
δὲ 25 w 6677
παιδείαν 1 w 6685
ὑπὸ 2 w 6688
τῆς 13 w 6691
λεγομένης 1 w 6700
εὐδαιμονίας 1 w 6711
τὴν 20 w 6714
Μηδικὴν 1 w 6721
περιεῖδεν 1 w 6730
ὑπὸ 3 w 6733
γυναικῶν 2 w 6741
τε 66 w 6743
καὶ 68 w 6746
εὐνούχων 1 w 6754
παιδευθέντας 1 w 6766
αὑτοῦ 1 w 6771
τοὺς 8 w 6775
ὑεῖς 1 w 6779
ὅθεν 1 w 6784
ἐγένοντο 2 w 6792
οἵους 1 w 6797
ἦν 7 w 6799
αὐτοὺς 3 w 6805
εἰκὸς 2 w 6810
γενέσθαι 2 w 6818
τροφῇ 1 w 6824
ἀνεπιπλήκτῳ 1 w 6835
τραφέντας 1 w 6844
παραλαβόντες 1 w 6857
δʼ 15 w 6859
οὖν 7 w 6862
οἱ 3 w 6864
παῖδες 1 w 6870
τελευτήσαντος 1 w 6883
Κύρου 3 w 6888
τρυφῆς 1 w 6894
μεστοὶ 1 w 6900
καὶ 69 w 6903
ἀνεπιπληξίας 1 w 6915
πρῶτον 4 w 6922
μὲν 16 w 6925
τὸν 11 w 6928
ἕτερον 1 w 6934
ἅτερος 1 w 6940
ἀπέκτεινε 1 w 6949
τῷ 1 w 6951
ἴσῳ 1 w 6954
ἀγανακτῶν 1 w 6963
μετὰ 3 w 6968
δὲ 26 w 6970
τοῦτο 6 w 6975
αὐτὸς 1 w 6980
μαινόμενος 1 w 6990
ὑπὸ 4 w 6993
μέθης 1 w 6998
τε 72 w 7000
καὶ 70 w 7003
ἀπαιδευσίας 1 w 7014
τὴν 21 w 7017
ἀρχὴν 6 w 7022
ἀπώλεσεν 1 w 7030
ὑπὸ 5 w 7033
Μήδων 1 w 7038
τε 73 w 7040
καὶ 71 w 7043
τοῦ 16 w 7046
λεγομένου 1 w 7055
τότε 13 w 7059
εὐνούχου 1 w 7067
καταφρονήσαντος 1 w 7083
τῆς 14 w 7086
Καμβύσου 2 w 7094
μωρίας 1 w 7100
ΚΛ 12 w 7103
λέγεται 1 w 7111
δὴ 15 w 7113
ταῦτά 1 w 7118
γε 31 w 7120
καὶ 72 w 7124
ἔοικεν 3 w 7130
σχεδὸν 5 w 7136
οὕτω 5 w 7140
πως 3 w 7143
γεγονέναι 3 w 7152
ΑΘ 17 w 7155
καὶ 73 w 7159
μὴν 1 w 7162
καὶ 74 w 7165
πάλιν 2 w 7170
εἰς 8 w 7173
Πέρσας 1 w 7179
ἐλθεῖν 1 w 7185
τὴν 22 w 7188
ἀρχὴν 7 w 7193
διὰ 5 w 7196
Δαρείου 2 w 7203
καὶ 75 w 7206
τῶν 14 w 7209
ἑπτὰ 1 w 7213
λέγεταί 1 w 7220
που 3 w 7223
ΚΛ 13 w 7226
τί 8 w 7229
μήν 2 w 7232
ΑΘ 18 w 7235
θεωρῶμεν 1 w 7244
δὴ 16 w 7246
συνεπόμενοι 1 w 7257
τῷ 2 w 7259
λόγῳ 2 w 7263
Δαρεῖος 1 w 7271
γὰρ 7 w 7274
βασιλέως 2 w 7282
οὐκ 6 w 7285
ἦν 8 w 7287
ὑός 1 w 7290
παιδείᾳ 1 w 7298
τε 75 w 7300
οὐ 31 w 7302
διατρυφώσῃ 1 w 7312
τεθραμμένος 1 w 7323
ἐλθὼν 1 w 7329
δʼ 16 w 7331
εἰς 9 w 7334
τὴν 23 w 7337
ἀρχὴν 8 w 7342
καὶ 76 w 7345
λαβὼν 1 w 7350
αὐτὴν 2 w 7355
ἕβδομος 1 w 7362
διείλετο 1 w 7371
ἑπτὰ 2 w 7375
μέρη 1 w 7379
τεμόμενος 1 w 7388
ὧν 4 w 7391
καὶ 77 w 7394
νῦν 11 w 7397
ἔτι 5 w 7400
σμικρὰ 1 w 7406
ὀνείρατα 1 w 7414
λέλειπται 1 w 7423
καὶ 78 w 7427
νόμους 1 w 7433
ἠξίου 1 w 7438
θέμενος 1 w 7445
οἰκεῖν 1 w 7451
ἰσότητα 1 w 7458
κοινήν 1 w 7464
τινα 1 w 7468
εἰσφέρων 1 w 7476
καὶ 79 w 7480
τὸν 12 w 7483
τοῦ 17 w 7486
Κύρου 4 w 7491
δασμόν 1 w 7497
ὃν 1 w 7500
ὑπέσχετο 1 w 7508
Πέρσαις 1 w 7515
εἰς 10 w 7519
τὸν 13 w 7522
νόμον 1 w 7527
ἐνέδει 1 w 7533
φιλίαν 3 w 7540
πορίζων 1 w 7547
καὶ 80 w 7550
κοινωνίαν 2 w 7559
πᾶσιν 1 w 7564
Πέρσαις 2 w 7571
χρήμασι 1 w 7579
καὶ 81 w 7582
δωρεαῖς 1 w 7589
τὸν 14 w 7592
Περσῶν 3 w 7598
δῆμον 1 w 7603
προσαγόμενος 1 w 7615
τοιγαροῦν 1 w 7625
αὐτῷ 1 w 7629
τὰ 28 w 7631
στρατεύματα 1 w 7642
μετʼ 1 w 7646
εὐνοίας 1 w 7653
προσεκτήσατο 1 w 7665
χώρας 2 w 7670
οὐκ 7 w 7673
ἐλάττους 1 w 7681
ὧν 5 w 7683
κατέλιπε 1 w 7691
Κῦρος 1 w 7696
μετὰ 4 w 7701
δὲ 27 w 7703
Δαρεῖον 1 w 7710
11 w 7711
τῇ 7 w 7713
βασιλικῇ 1 w 7721
καὶ 82 w 7724
τρυφώσῃ 2 w 7731
πάλιν 3 w 7736
παιδευθεὶς 1 w 7746
παιδείᾳ 2 w 7753
Ξέρξης 1 w 7759
6 w 7761
Δαρεῖε 1 w 7767
εἰπεῖν 3 w 7774
ἐστιν 1 w 7779
δικαιότατον 1 w 7790
ἴσως 1 w 7794
ὃς 2 w 7797
τὸ 51 w 7799
Κύρου 5 w 7804
κακὸν 1 w 7809
οὐκ 8 w 7812
ἔμαθες 1 w 7818
ἐθρέψω 1 w 7825
δὲ 28 w 7827
Ξέρξην 1 w 7833
ἐν 12 w 7835
τοῖς 14 w 7839
αὐτοῖς 5 w 7845
ἤθεσιν 1 w 7851
ἐν 13 w 7853
οἷσπερ 1 w 7859
Κῦρος 2 w 7864
Καμβύσην 1 w 7872
12 w 7874
δέ 4 w 7876
ἅτε 2 w 7880
τῶν 15 w 7883
αὐτῶν 3 w 7888
παιδειῶν 1 w 7896
γενόμενος 1 w 7905
ἔκγονος 1 w 7912
παραπλήσια 1 w 7923
ἀπετέλεσεν 1 w 7933
τοῖς 16 w 7937
Καμβύσου 3 w 7945
παθήμασιν 1 w 7954
καὶ 83 w 7958
σχεδὸν 6 w 7964
ἔκ 3 w 7966
γε 35 w 7968
τοσούτου 1 w 7976
βασιλεὺς 1 w 7984
ἐν 14 w 7986
Πέρσαις 3 w 7993
οὐδείς 1 w 7999
πω 4 w 8001
μέγας 1 w 8006
ἐγγέγονεν 1 w 8015
ἀληθῶς 1 w 8021
πλήν 1 w 8026
γε 36 w 8028
ὀνόματι 1 w 8035