Scaife ATLAS

CTS Library / Νόμοι

Νόμοι (3.686-3.690)

urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:3.686-3.690
Refs {'start': {'reference': '3.686', 'human_reference': 'Book 3 Section 686'}, 'end': {'reference': '3.690', 'human_reference': 'Book 3 Section 690'}}
Ancestors [{'reference': '3'}]
Children []
prev
plain textXML
next

ΑΘ. οὐκοῦν καὶ τὸ βεβαίως οἴεσθαι ταῦθʼ ἕξειν εἰκὸς
686
686a
αὐτοὺς καὶ χρόνον τινʼ ἂν πολὺν μένειν, ἅτε κεκοινωνηκότας μὲν πολλῶν πόνων καὶ κινδύνων ἀλλήλοις, ὑπὸ γένους δὲ ἑνὸς τῶν βασιλέων ἀδελφῶν ὄντων διακεκοσμῆσθαι, πρὸς τούτοις δʼ ἔτι καὶ πολλοῖς μάντεσι κεχρημένους εἶναι τοῖς τε ἄλλοις καὶ τῷ Δελφικῷ Ἀπόλλωνι;

ΜΕ. πῶς δʼ οὐκ εἰκός;

ΑΘ. ταῦτα δὴ τὰ μεγάλα οὕτως προσδοκώμενα διέπτατο, ὡς ἔοικε, τότε ταχύ, πλὴν ὅπερ εἴπομεν νυνδὴ σμικροῦ
686b
μέρους τοῦ περὶ τὸν ὑμέτερον τόπον, καὶ τοῦτο δὴ πρὸς τὰ δύο μέρη πολεμοῦν οὐ πώποτε πέπαυται μέχρι τὰ νῦν· ἐπεὶ γενομένη γε τότε διάνοια καὶ συμφωνήσασα εἰς ἕν, ἀνυπόστατον ἄν τινα δύναμιν ἔσχε κατὰ πόλεμον.

ΜΕ. πῶς γὰρ οὔ;

ΑΘ. πῶς οὖν καὶ πῇ διώλετο; ἆρʼ οὐκ ἄξιον ἐπισκοπεῖν τηλικοῦτον καὶ τοιοῦτον σύστημα ἥτις ποτὲ τύχη διέφθειρε;

ΜΕ. σχολῇ γὰρ οὖν δή τις ἂν ἄλλο σκοπῶν, νόμους
686c
πολιτείας ἄλλας θεάσαιτο σῳζούσας καλὰ καὶ μεγάλα πράγματα καὶ τοὐναντίον διαφθειρούσας τὸ παράπαν, εἰ ἀμελήσειε τούτων.

ΑΘ. τοῦτο μὲν ἄρα, ὡς ἔοικεν, εὐτυχῶς πως ἐμβεβήκαμέν γε εἴς τινα σκέψιν ἱκανήν.

ΜΕ. πάνυ μὲν οὖν.

ΑΘ. ἆρʼ οὖν, θαυμάσιε, λελήθαμεν ἄνθρωποι πάντες, καὶ τὰ νῦν δὴ ἡμεῖς, οἰόμενοι μὲν ἑκάστοτέ τι καλὸν ὁρᾶν πρᾶγμα γενόμενον καὶ θαυμαστὰ ἂν ἐργασάμενον, εἴ τις ἄρα
686d
ἠπιστήθη καλῶς αὐτῷ χρῆσθαι κατά τινα τρόπον, τὸ δὲ νῦν γε ἡμεῖς τάχʼ ἂν ἴσως περὶ τοῦτο αὐτὸ οὔτʼ ὀρθῶς διανοοίμεθα οὔτε κατὰ φύσιν, καὶ δὴ καὶ περὶ τὰ ἄλλα πάντες πάντα, περὶ ὧν ἂν οὕτω διανοηθῶσιν;

ΜΕ. λέγεις δὲ δὴ τί, καὶ περὶ τίνος σοι φῶμεν μάλιστʼ εἰρῆσθαι τοῦτον τὸν λόγον;

ΑΘ. ὠγαθέ, καὶ αὐτὸς ἐμαυτοῦ νυνδὴ κατεγέλασα. ἀποβλέψας γὰρ πρὸς τοῦτον τὸν στόλον οὗ πέρι διαλεγόμεθα, ἔδοξέ μοι πάγκαλός τε εἶναι καὶ θαυμαστὸν κτῆμα παραπεσεῖν τοῖς Ἕλλησιν, ὅπερ εἶπον, εἴ τις ἄρα αὐτῷ τότε
686e
καλῶς ἐχρήσατο.

ΜΕ. οὐκοῦν εὖ καὶ ἐχόντως νοῦν σύ τε πάντα εἶπες καὶ ἐπῃνέσαμεν ἡμεῖς;

ΑΘ. ἴσως· ἐννοῶ γε μὴν ὡς πᾶς, ὃς ἂν ἴδῃ τι μέγα καὶ δύναμιν ἔχον πολλὴν καὶ ῥώμην, εὐθὺς ἔπαθε τοῦτο, ὡς εἴπερ ἐπίσταιτο κεκτημένος αὐτῷ χρῆσθαι τοιούτῳ τε ὄντι καὶ τηλικούτῳ, θαυμάστʼ ἂν καὶ πολλὰ κατεργασάμενος εὐδαιμονοῖ.

687
687a
ΜΕ. οὐκοῦν ὀρθὸν καὶ τοῦτο; πῶς λέγεις;

ΑΘ. σκόπει δὴ ποῖ βλέπων τὸν ἔπαινον τοῦτον περὶ ἑκάστου τιθέμενος ὀρθῶς λέγει· πρῶτον δὲ περὶ αὐτοῦ τοῦ νῦν λεγομένου, πῶς, εἰ κατὰ τρόπον ἠπιστήθησαν τάξαι τὸ στρατόπεδον οἱ τότε διακοσμοῦντες, τοῦ καιροῦ πως ἂν ἔτυχον; ἆρʼ οὐκ εἰ συνέστησάν τε ἀσφαλῶς αὐτὸ διέσῳζόν τε εἰς τὸν ἀεὶ χρόνον, ὥστε αὐτούς τε ἐλευθέρους εἶναι καὶ ἄλλων ἄρχοντας ὧν βουληθεῖεν, καὶ ὅλως ἐν ἀνθρώποις πᾶσι
687b
καὶ Ἕλλησι καὶ βαρβάροις πράττειν ὅτι ἐπιθυμοῖεν αὐτοί τε καὶ οἱ ἔκγονοι; μῶν οὐ τούτων χάριν ἐπαινοῖεν ἄν;

ΜΕ. πάνυ μὲν οὖν.

ΑΘ. ἆρʼ οὖν καὶ ὃς ἂν ἰδὼν πλοῦτον μέγαν τιμὰς διαφερούσας γένους, καὶ ὁτιοῦν τῶν τοιούτων, εἴπῃ ταὐτὰ ταῦτα, πρὸς τοῦτο βλέπων εἶπεν, ὡς διὰ τοῦτο αὐτῷ γενησόμενα ὧν ἂν ἐπιθυμῇ πάντα τὰ πλεῖστα καὶ ὅσα ἀξιώτατα λόγου;

ΜΕ. ἔοικε γοῦν.

687c
ΑΘ. φέρε δή, πάντων ἀνθρώπων ἐστὶ κοινὸν ἐπιθύμημα ἕν τι τὸ νῦν ὑπὸ τοῦ λόγου δηλούμενον, ὡς αὐτός φησιν λόγος;

ΜΕ. τὸ ποῖον;

ΑΘ. τὸ κατὰ τὴν τῆς αὑτοῦ ψυχῆς ἐπίταξιν τὰ γιγνόμενα γίγνεσθαι, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή, τά γε ἀνθρώπινα.

ΜΕ. τί μήν;

ΑΘ. οὐκοῦν ἐπείπερ βουλόμεθα πάντες τὸ τοιοῦτον ἀεί, παῖδές τε ὄντες καὶ ἄνδρες πρεσβῦται, τοῦτʼ αὐτὸ καὶ εὐχοίμεθʼ ἂν ἀναγκαίως διὰ τέλους;

ΜΕ. πῶς δʼ οὔ;

687d
ΑΘ. καὶ μὴν τοῖς γε φίλοις που συνευχοίμεθʼ ἂν ταῦτα ἅπερ ἐκεῖνοι ἑαυτοῖσιν.

ΜΕ. τί μήν;

ΑΘ. φίλος μὲν ὑὸς πατρί, παῖς ὢν ἀνδρί.

ΜΕ. πῶς δʼ οὔ;

ΑΘ. καὶ μὴν ὧν γʼ παῖς εὔχεται ἑαυτῷ γίγνεσθαι, πολλὰ πατὴρ ἀπεύξαιτʼ ἂν τοῖς θεοῖς μηδαμῶς κατὰ τὰς τοῦ ὑέος εὐχὰς γίγνεσθαι.

ΜΕ. ὅταν ἀνόητος ὢν καὶ ἔτι νέος εὔχηται, λέγεις;

ΑΘ. καὶ ὅταν γε πατὴρ ὢν γέρων καὶ σφόδρα νεανίας,
687e
μηδὲν τῶν καλῶν καὶ τῶν δικαίων γιγνώσκων, εὔχηται μάλα προθύμως ἐν παθήμασιν ἀδελφοῖς ὢν τοῖς γενομένοις Θησεῖ πρὸς τὸν δυστυχῶς τελευτήσαντα Ἱππόλυτον, δὲ παῖς γιγνώσκῃ, τότε, δοκεῖς, παῖς πατρὶ συνεύξεται;

ΜΕ. μανθάνω λέγεις. λέγειν γάρ μοι δοκεῖς ὡς οὐ τοῦτο εὐκτέον οὐδὲ ἐπεικτέον, ἕπεσθαι πάντα τῇ ἑαυτοῦ βουλήσει, τὴν βούλησιν δὲ πολὺ μᾶλλον τῇ ἑαυτοῦ φρονήσει· τοῦτο δὲ καὶ πόλιν καὶ ἕνα ἡμῶν ἕκαστον καὶ εὔχεσθαι δεῖν καὶ σπεύδειν, ὅπως νοῦν ἕξει.

688
688a
ΑΘ. ναί, καὶ δὴ καὶ πολιτικόν γε ἄνδρα νομοθέτην ὡς ἀεὶ δεῖ πρὸς τοῦτο βλέποντα τιθέναι τὰς τάξεις τῶν νόμων, αὐτός τε ἐμνήσθην καὶ ὑμᾶς ἐπαναμιμνῄσκω, κατʼ ἀρχὰς εἰ μεμνήμεθα τὰ λεχθέντα, ὅτι τὸ μὲν σφῷν ἦν παρακέλευμα ὡς χρεὼν εἴη τὸν ἀγαθὸν νομοθέτην πάντα πολέμου χάριν τὰ νόμιμα τιθέναι, τὸ δὲ ἐμὸν ἔλεγον ὅτι τοῦτο μὲν πρὸς μίαν ἀρετὴν οὐσῶν τεττάρων κελεύοι τίθεσθαι τοὺς νόμους,
688b
δέοι δὲ δὴ πρὸς πᾶσαν μὲν βλέπειν, μάλιστα δὲ καὶ πρὸς πρώτην τὴν τῆς συμπάσης ἡγεμόνα ἀρετῆς, φρόνησις δʼ εἴη τοῦτο καὶ νοῦς καὶ δόξα μετʼ ἔρωτός τε καὶ ἐπιθυμίας τούτοις ἑπομένης. ἥκει δὴ πάλιν λόγος εἰς ταὐτόν, καὶ λέγων ἐγὼ νῦν λέγω πάλιν ἅπερ τότε, εἰ μὲν βούλεσθε, ὡς παίζων, εἰ δʼ, ὡς σπουδάζων, ὅτι δή φημι εὐχῇ χρῆσθαι σφαλερὸν εἶναι νοῦν μὴ κεκτημένον, ἀλλὰ τἀναντία ταῖς βουλήσεσίν
688c
οἱ γίγνεσθαι. σπουδάζοντα δʼ εἴ με τιθέναι βούλεσθε, τίθετε· πάνυ γὰρ οὖν προσδοκῶ νῦν ὑμᾶς εὑρήσειν, τῷ λόγῳ ἑπομένους ὃν ὀλίγον ἔμπροσθε προυθέμεθα, τῆς τῶν βασιλέων τε φθορᾶς καὶ ὅλου τοῦ διανοήματος οὐ δειλίαν οὖσαν τὴν αἰτίαν, οὐδʼ ὅτι τὰ περὶ τὸν πόλεμον οὐκ ἠπίσταντο ἄρχοντές τε καὶ οὓς προσῆκεν ἄρχεσθαι, τῇ λοιπῇ δὲ πάσῃ κακίᾳ διεφθαρμένα, καὶ μάλιστα τῇ περὶ τὰ μέγιστα τῶν
688d
ἀνθρωπίνων πραγμάτων ἀμαθίᾳ. ταῦτʼ οὖν ὡς οὕτω γέγονε περὶ τὰ τότε, καὶ νῦν, εἴ που, γίγνεται, καὶ ἐς τὸν ἔπειτα χρόνον οὐκ ἄλλως συμβήσεται, ἐὰν βούλησθε, πειράσομαι ἰὼν κατὰ τὸν ἑξῆς λόγον ἀνευρίσκειν τε καὶ ὑμῖν δηλοῦν κατὰ δύναμιν ὡς οὖσιν φίλοις.

ΚΛ. λόγῳ μὲν τοίνυν σε, ξένε, ἐπαινεῖν ἐπαχθέστερον, ἔργῳ δὲ σφόδρα ἐπαινεσόμεθα· προθύμως γὰρ τοῖς λεγομένοις ἐπακολουθήσομεν, ἐν οἷς γε ἐλεύθερος ἐπαινῶν καὶ μὴ μάλιστʼ ἐστὶν καταφανής.

688e
ΜΕ. ἄριστʼ, Κλεινία, καὶ ποιῶμεν λέγεις.

ΚΛ. ἔσται ταῦτα, ἐὰν θεὸς ἐθέλῃ. λέγε μόνον.

ΑΘ. φαμὲν δή νυν, καθʼ ὁδὸν ἰόντες τὴν λοιπὴν τοῦ λόγου, τὴν μεγίστην ἀμαθίαν τότε ἐκείνην τὴν δύναμιν ἀπολέσαι καὶ νῦν ταὐτὸν τοῦτο πεφυκέναι ποιεῖν, ὥστε τόν γε νομοθέτην, εἰ τοῦθʼ οὕτως ἔχει, πειρατέον ταῖς πόλεσιν φρόνησιν μὲν ὅσην δυνατὸν ἐμποιεῖν, τὴν δʼ ἄνοιαν ὅτι μάλιστα ἐξαιρεῖν.

ΚΛ. δῆλον.

689
689a
ΑΘ. τίς οὖν μεγίστη δικαίως ἂν λέγοιτο ἀμαθία; σκοπεῖτε εἰ συνδόξει καὶ σφῷν λεγόμενον· ἐγὼ μὲν δὴ τὴν τοιάνδε τίθεμαι.

ΚΛ. ποίαν;

ΑΘ. τὴν ὅταν τῴ τι δόξαν καλὸν ἀγαθὸν εἶναι μὴ φιλῇ τοῦτο ἀλλὰ μισῇ, τὸ δὲ πονηρὸν καὶ ἄδικον δοκοῦν εἶναι φιλῇ τε καὶ ἀσπάζηται. ταύτην τὴν διαφωνίαν λύπης τε καὶ ἡδονῆς πρὸς τὴν κατὰ λόγον δόξαν ἀμαθίαν φημὶ εἶναι τὴν ἐσχάτην, μεγίστην δέ, ὅτι τοῦ πλήθους ἐστὶ τῆς ψυχῆς·
689b
τὸ γὰρ λυπούμενον καὶ ἡδόμενον αὐτῆς ὅπερ δῆμός τε καὶ πλῆθος πόλεώς ἐστιν. ὅταν οὖν ἐπιστήμαις δόξαις λόγῳ ἐναντιῶται, τοῖς φύσει ἀρχικοῖς, ψυχή, τοῦτο ἄνοιαν προσαγορεύω, πόλεώς τε, ὅταν ἄρχουσιν καὶ νόμοις μὴ πείθηται τὸ πλῆθος, ταὐτόν, καὶ δὴ καὶ ἑνὸς ἀνδρός, ὁπόταν καλοὶ ἐν ψυχῇ λόγοι ἐνόντες μηδὲν ποιῶσιν πλέον ἀλλὰ δὴ τούτοις πᾶν τοὐναντίον, ταύτας πάσας ἀμαθίας τὰς πλημμελεστάτας
689c
ἔγωγʼ ἂν θείην πόλεώς τε καὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν, ἀλλʼ οὐ τὰς τῶν δημιουργῶν, εἰ ἄρα μου καταμανθάνετε, ξένοι, λέγω.

ΚΛ. μανθάνομέν τε, φίλε, καὶ συγχωροῦμεν λέγεις.

ΑΘ. τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτʼ ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα
689d
πρὸς τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα, τοὺς δὲ τοὐναντίον ἔχοντας τούτων ὡς σοφούς τε προσρητέον, ἂν καὶ τὸ λεγόμενον μήτε γράμματα μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσιν. πῶς γὰρ ἄν, φίλοι, ἄνευ συμφωνίας γένοιτʼ ἂν φρονήσεως καὶ τὸ σμικρότατον εἶδος; οὐκ ἔστιν, ἀλλʼ καλλίστη καὶ μεγίστη τῶν συμφωνιῶν μεγίστη δικαιότατʼ ἂν λέγοιτο σοφία, ἧς μὲν κατὰ λόγον ζῶν μέτοχος, δὲ ἀπολειπόμενος οἰκοφθόρος καὶ περὶ πόλιν οὐδαμῇ σωτὴρ ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων εἰς ταῦτα
689e
ἑκάστοτε φανεῖται. ταῦτα μὲν οὖν, καθάπερ εἴπομεν ἄρτι, λελεγμένα τεθήτω ταύτῃ.

ΚΛ. κείσθω γὰρ οὖν.

ΑΘ. ἄρχοντας δὲ δὴ καὶ ἀρχομένους ἀναγκαῖον ἐν ταῖς πόλεσιν εἶναί που.

ΚΛ. τί μήν;

690
690a
ΑΘ. εἶεν· ἀξιώματα δὲ δὴ τοῦ τε ἄρχειν καὶ ἄρχεσθαι ποῖά ἐστι καὶ πόσα, ἔν τε πόλεσιν μεγάλαις καὶ σμικραῖς ἔν τε οἰκίαις ὡσαύτως; ἆρʼ οὐχὶ ἓν μὲν τό τε πατρὸς καὶ μητρός; καὶ ὅλως γονέας ἐκγόνων ἄρχειν ἀξίωμα ὀρθὸν πανταχοῦ ἂν εἴη;

ΚΛ. καὶ μάλα.

ΑΘ. τούτῳ δέ γε ἑπόμενον γενναίους ἀγεννῶν ἄρχειν· καὶ τρίτον ἔτι τούτοις συνέπεται τὸ πρεσβυτέρους μὲν ἄρχειν δεῖν, νεωτέρους δὲ ἄρχεσθαι.

ΚΛ. τί μήν;

690b
ΑΘ. τέταρτον δʼ αὖ δούλους μὲν ἄρχεσθαι, δεσπότας δὲ ἄρχειν.

ΚΛ. πῶς γὰρ οὔ;

ΑΘ. πέμπτον γε οἶμαι τὸ κρείττονα μὲν ἄρχειν, τὸν ἥττω δὲ ἄρχεσθαι.

ΚΛ. μάλα γε ἀναγκαῖον ἀρχὴν εἴρηκας.

ΑΘ. καὶ πλείστην γε ἐν σύμπασιν τοῖς ζῴοις οὖσαν καὶ κατὰ φύσιν, ὡς Θηβαῖος ἔφη ποτὲ Πίνδαρος. τὸ δὲ μέγιστον, ὡς ἔοικεν, ἀξίωμα ἕκτον ἂν γίγνοιτο, ἕπεσθαι μὲν τὸν ἀνεπιστήμονα κελεῦον, τὸν δὲ φρονοῦντα ἡγεῖσθαί τε καὶ
690c
ἄρχειν. καίτοι τοῦτό γε, Πίνδαρε σοφώτατε, σχεδὸν οὐκ ἂν παρὰ φύσιν ἔγωγε φαίην γίγνεσθαι, κατὰ φύσιν δέ, τὴν τοῦ νόμου ἑκόντων ἀρχὴν ἀλλʼ οὐ βίαιον πεφυκυῖαν.

ΚΛ. ὀρθότατα λέγεις.

ΑΘ. θεοφιλῆ δέ γε καὶ εὐτυχῆ τινα λέγοντες ἑβδόμην ἀρχήν, εἰς κλῆρόν τινα προάγομεν, καὶ λαχόντα μὲν ἄρχειν, δυσκληροῦντα δὲ ἀπιόντα ἄρχεσθαι τὸ δικαιότατον εἶναί φαμεν.

ΚΛ. ἀληθέστατα λέγεις.

690d
ΑΘ.ὁρᾷς δή, φαῖμεν ἄν, νομοθέτα, πρός τινα παίζοντες τῶν ἐπὶ νόμων θέσιν ἰόντων ῥᾳδίως, ὅσα ἐστὶ πρὸς ἄρχοντας ἀξιώματα, καὶ ὅτι πεφυκότα πρὸς ἄλληλα ἐναντίως; νῦν γὰρ δὴ στάσεων πηγήν τινα ἀνηυρήκαμεν ἡμεῖς, ἣν δεῖ σε θεραπεύειν. πρῶτον δὲ μεθʼ ἡμῶν ἀνάσκεψαι πῶς τε καὶ τί παρὰ ταῦτα ἁμαρτόντες οἱ περί τε Ἄργος καὶ Μεσσήνην βασιλῆς αὑτοὺς ἅμα καὶ τὴν τῶν Ἑλλήνων δύναμιν,
690e
οὖσαν θαυμαστὴν ἐν τῷ τότε χρόνῳ, διέφθειραν. ἆρʼ οὐκ ἀγνοήσαντες τὸν Ἡσίοδον ὀρθότατα λέγοντα ὡς τὸ ἥμισυ τοῦ παντὸς πολλάκις ἐστὶ πλέον; ὁπόταν τὸ μὲν ὅλον λαμβάνειν ζημιῶδες, τὸ δʼ ἥμισυ μέτριον, τότε τὸ μέτριον τοῦ ἀμέτρου πλέον ἡγήσατο, ἄμεινον ὂν χείρονος.

ΚΛ. ὀρθότατά γε.

ΑΘ. πότερον οὖν οἰόμεθα περὶ βασιλέας τοῦτʼ ἐγγιγνόμενον ἑκάστοτε διαφθείρειν πρότερον, ἐν τοῖσιν δήμοις;

Tokens

ΑΘ 1 w 2
οὐκοῦν 1 w 9
καὶ 1 w 12
τὸ 1 w 14
βεβαίως 1 w 21
οἴεσθαι 1 w 28
ταῦθʼ 1 w 33
ἕξειν 1 w 38
εἰκὸς 1 w 43
αὐτοὺς 1 w 49
καὶ 2 w 52
χρόνον 1 w 58
τινʼ 1 w 62
ἂν 1 w 64
πολὺν 1 w 69
μένειν 1 w 75
ἅτε 1 w 79
κεκοινωνηκότας 1 w 93
μὲν 1 w 96
πολλῶν 1 w 102
πόνων 1 w 107
καὶ 3 w 110
κινδύνων 1 w 118
ἀλλήλοις 1 w 126
ὑπὸ 1 w 130
γένους 1 w 136
δὲ 1 w 138
ἑνὸς 1 w 142
τῶν 1 w 145
βασιλέων 1 w 153
ἀδελφῶν 1 w 160
ὄντων 1 w 165
διακεκοσμῆσθαι 1 w 179
πρὸς 1 w 184
τούτοις 1 w 191
δʼ 1 w 193
ἔτι 1 w 196
καὶ 4 w 199
πολλοῖς 1 w 206
μάντεσι 1 w 213
κεχρημένους 1 w 224
εἶναι 1 w 229
τοῖς 1 w 233
τε 3 w 235
ἄλλοις 1 w 241
καὶ 5 w 244
τῷ 1 w 246
Δελφικῷ 1 w 253
Ἀπόλλωνι 1 w 261
ΜΕ 1 w 264
πῶς 1 w 268
δʼ 2 w 270
οὐκ 2 w 273
εἰκός 1 w 278
ΑΘ 2 w 281
ταῦτα 1 w 287
δὴ 1 w 289
τὰ 1 w 291
μεγάλα 1 w 297
οὕτως 1 w 302
προσδοκώμενα 1 w 314
διέπτατο 1 w 322
ὡς 1 w 325
ἔοικε 1 w 330
τότε 1 w 335
ταχύ 1 w 339
πλὴν 1 w 344
ὅπερ 1 w 348
εἴπομεν 1 w 355
νυνδὴ 1 w 360
σμικροῦ 1 w 367
μέρους 1 w 373
τοῦ 1 w 376
περὶ 1 w 380
τὸν 1 w 383
ὑμέτερον 1 w 391
τόπον 1 w 396
καὶ 6 w 400
τοῦτο 1 w 405
δὴ 3 w 407
πρὸς 2 w 411
τὰ 2 w 413
δύο 1 w 416
μέρη 1 w 420
πολεμοῦν 1 w 428
οὐ 3 w 430
πώποτε 1 w 436
πέπαυται 1 w 444
μέχρι 1 w 449
τὰ 3 w 451
νῦν 1 w 454
ἐπεὶ 1 w 459
γενομένη 1 w 467
γε 2 w 469
1 w 470
τότε 2 w 474
διάνοια 1 w 481
καὶ 7 w 484
συμφωνήσασα 1 w 495
εἰς 1 w 498
ἕν 1 w 500
ἀνυπόστατον 1 w 512
ἄν 1 w 514
τινα 1 w 518
δύναμιν 1 w 525
ἔσχε 1 w 529
κατὰ 1 w 533
πόλεμον 1 w 540
ΜΕ 2 w 543
πῶς 2 w 547
γὰρ 1 w 550
οὔ 1 w 552
ΑΘ 3 w 555
πῶς 3 w 559
οὖν 1 w 562
καὶ 8 w 565
πῇ 1 w 567
διώλετο 1 w 574
ἆρʼ 1 w 578
οὐκ 3 w 581
ἄξιον 1 w 586
ἐπισκοπεῖν 1 w 596
τηλικοῦτον 1 w 606
καὶ 9 w 609
τοιοῦτον 1 w 617
σύστημα 1 w 624
ἥτις 1 w 628
ποτὲ 1 w 632
τύχη 1 w 636
διέφθειρε 1 w 645
ΜΕ 3 w 648
σχολῇ 1 w 654
γὰρ 2 w 657
οὖν 2 w 660
δή 1 w 662
τις 2 w 665
ἂν 2 w 667
ἄλλο 2 w 671
σκοπῶν 1 w 677
1 w 679
νόμους 1 w 685
2 w 686
πολιτείας 1 w 695
ἄλλας 1 w 700
θεάσαιτο 1 w 708
σῳζούσας 1 w 716
καλὰ 1 w 720
καὶ 10 w 723
μεγάλα 2 w 729
πράγματα 1 w 737
3 w 738
καὶ 11 w 741
τοὐναντίον 1 w 751
διαφθειρούσας 1 w 764
τὸ 3 w 766
παράπαν 1 w 773
εἰ 4 w 776
ἀμελήσειε 1 w 785
τούτων 1 w 791
ΑΘ 4 w 794
τοῦτο 2 w 800
μὲν 2 w 803
ἄρα 1 w 806
ὡς 2 w 809
ἔοικεν 1 w 815
εὐτυχῶς 1 w 823
πως 1 w 826
ἐμβεβήκαμέν 1 w 837
γε 3 w 839
εἴς 1 w 842
τινα 2 w 846
σκέψιν 1 w 852
ἱκανήν 1 w 858
ΜΕ 4 w 861
πάνυ 1 w 866
μὲν 3 w 869
οὖν 3 w 872
ΑΘ 5 w 875
ἆρʼ 2 w 879
οὖν 4 w 882
1 w 884
θαυμάσιε 1 w 892
λελήθαμεν 1 w 902
ἄνθρωποι 1 w 910
πάντες 1 w 916
καὶ 12 w 920
τὰ 5 w 922
νῦν 2 w 925
δὴ 4 w 927
ἡμεῖς 1 w 932
οἰόμενοι 1 w 941
μὲν 4 w 944
ἑκάστοτέ 1 w 952
τι 7 w 954
καλὸν 1 w 959
ὁρᾶν 1 w 963
πρᾶγμα 1 w 969
γενόμενον 1 w 978
καὶ 13 w 981
θαυμαστὰ 1 w 989
ἂν 3 w 991
ἐργασάμενον 1 w 1002
εἴ 3 w 1005
τις 3 w 1008
ἄρα 2 w 1011
ἠπιστήθη 1 w 1019
καλῶς 1 w 1024
αὐτῷ 1 w 1028
χρῆσθαι 1 w 1035
κατά 1 w 1039
τινα 3 w 1043
τρόπον 1 w 1049
τὸ 4 w 1052
δὲ 2 w 1054
νῦν 3 w 1057
γε 5 w 1059
ἡμεῖς 2 w 1064
τάχʼ 1 w 1068
ἂν 4 w 1070
ἴσως 1 w 1074
περὶ 2 w 1078
τοῦτο 3 w 1083
αὐτὸ 1 w 1087
οὔτʼ 1 w 1091
ὀρθῶς 1 w 1096
διανοοίμεθα 1 w 1107
οὔτε 1 w 1111
κατὰ 2 w 1115
φύσιν 1 w 1120
καὶ 14 w 1124
δὴ 5 w 1126
καὶ 15 w 1129
περὶ 3 w 1133
τὰ 8 w 1135
ἄλλα 2 w 1139
πάντες 2 w 1145
πάντα 1 w 1150
περὶ 4 w 1155
ὧν 1 w 1157
ἂν 5 w 1159
οὕτω 2 w 1163
διανοηθῶσιν 1 w 1174
ΜΕ 5 w 1177
λέγεις 1 w 1184
δὲ 3 w 1186
δὴ 6 w 1188
τί 2 w 1190
καὶ 16 w 1194
περὶ 5 w 1198
τίνος 1 w 1203
σοι 1 w 1206
φῶμεν 1 w 1211
μάλιστʼ 1 w 1218
εἰρῆσθαι 1 w 1226
τοῦτον 1 w 1232
τὸν 2 w 1235
λόγον 1 w 1240
ΑΘ 6 w 1243
ὠγαθέ 1 w 1249
καὶ 17 w 1253
αὐτὸς 1 w 1258
ἐμαυτοῦ 1 w 1265
νυνδὴ 2 w 1270
κατεγέλασα 1 w 1280
ἀποβλέψας 1 w 1290
γὰρ 3 w 1293
πρὸς 3 w 1297
τοῦτον 2 w 1303
τὸν 3 w 1306
στόλον 1 w 1312
οὗ 1 w 1314
πέρι 1 w 1318
διαλεγόμεθα 1 w 1329
ἔδοξέ 1 w 1335
μοι 1 w 1338
πάγκαλός 1 w 1346
τε 13 w 1348
εἶναι 2 w 1353
καὶ 18 w 1356
θαυμαστὸν 1 w 1365
κτῆμα 1 w 1370
παραπεσεῖν 1 w 1380
τοῖς 2 w 1384
Ἕλλησιν 1 w 1391
ὅπερ 2 w 1396
εἶπον 1 w 1401
εἴ 4 w 1404
τις 4 w 1407
ἄρα 3 w 1410
αὐτῷ 2 w 1414
τότε 3 w 1418
καλῶς 2 w 1423
ἐχρήσατο 1 w 1431
ΜΕ 6 w 1434
οὐκοῦν 2 w 1441
εὖ 1 w 1443
καὶ 19 w 1446
ἐχόντως 1 w 1453
νοῦν 1 w 1457
σύ 2 w 1459
τε 15 w 1461
πάντα 2 w 1466
εἶπες 1 w 1471
καὶ 20 w 1474
ἐπῃνέσαμεν 1 w 1484
ἡμεῖς 3 w 1489
ΑΘ 7 w 1492
ἴσως 2 w 1497
ἐννοῶ 1 w 1503
γε 7 w 1505
μὴν 1 w 1508
ὡς 3 w 1510
πᾶς 1 w 1513
ὃς 1 w 1516
ἂν 6 w 1518
ἴδῃ 1 w 1521
τι 11 w 1523
μέγα 1 w 1527
καὶ 21 w 1530
δύναμιν 2 w 1537
ἔχον 1 w 1541
πολλὴν 1 w 1547
καὶ 22 w 1550
ῥώμην 1 w 1555
εὐθὺς 1 w 1561
ἔπαθε 1 w 1566
τοῦτο 6 w 1571
ὡς 4 w 1574
εἴπερ 1 w 1579
ἐπίσταιτο 1 w 1588
2 w 1589
κεκτημένος 1 w 1599
αὐτῷ 3 w 1603
χρῆσθαι 2 w 1610
τοιούτῳ 1 w 1617
τε 16 w 1619
ὄντι 1 w 1623
καὶ 23 w 1626
τηλικούτῳ 1 w 1635
θαυμάστʼ 1 w 1644
ἂν 7 w 1646
καὶ 24 w 1649
πολλὰ 1 w 1654
κατεργασάμενος 1 w 1668
εὐδαιμονοῖ 1 w 1678
ΜΕ 7 w 1681
οὐκοῦν 3 w 1688
ὀρθὸν 1 w 1693
καὶ 25 w 1696
τοῦτο 7 w 1701
4 w 1703
πῶς 4 w 1706
λέγεις 2 w 1712
ΑΘ 8 w 1715
σκόπει 1 w 1722
δὴ 8 w 1724
ποῖ 1 w 1727
βλέπων 1 w 1733
3 w 1734
τὸν 5 w 1737
ἔπαινον 1 w 1744
τοῦτον 3 w 1750
περὶ 6 w 1754
ἑκάστου 1 w 1761
τιθέμενος 1 w 1770
ὀρθῶς 2 w 1775
λέγει 3 w 1780
πρῶτον 1 w 1787
δὲ 4 w 1789
περὶ 7 w 1793
αὐτοῦ 1 w 1798
τοῦ 12 w 1801
νῦν 4 w 1804
λεγομένου 1 w 1813
πῶς 5 w 1817
εἰ 6 w 1820
κατὰ 3 w 1824
τρόπον 2 w 1830
ἠπιστήθησαν 1 w 1841
τάξαι 1 w 1846
τὸ 11 w 1848
στρατόπεδον 1 w 1859
οἱ 1 w 1861
τότε 4 w 1865
διακοσμοῦντες 1 w 1878
τοῦ 13 w 1882
καιροῦ 1 w 1888
πως 2 w 1891
ἂν 8 w 1893
ἔτυχον 1 w 1899
ἆρʼ 3 w 1903
οὐκ 6 w 1906
εἰ 7 w 1908
συνέστησάν 1 w 1918
τε 20 w 1920
ἀσφαλῶς 1 w 1927
αὐτὸ 3 w 1931
διέσῳζόν 1 w 1939
τε 21 w 1941
εἰς 2 w 1944
τὸν 6 w 1947
ἀεὶ 1 w 1950
χρόνον 2 w 1956
ὥστε 1 w 1961
αὐτούς 1 w 1967
τε 23 w 1969
ἐλευθέρους 1 w 1979
εἶναι 3 w 1984
καὶ 26 w 1987
ἄλλων 1 w 1992
ἄρχοντας 1 w 2000
ὧν 2 w 2002
βουληθεῖεν 1 w 2012
καὶ 27 w 2016
ὅλως 1 w 2020
ἐν 2 w 2022
ἀνθρώποις 1 w 2031
πᾶσι 1 w 2035
καὶ 28 w 2038
Ἕλλησι 2 w 2044
καὶ 29 w 2047
βαρβάροις 1 w 2056
πράττειν 1 w 2064
ὅτι 1 w 2067
ἐπιθυμοῖεν 1 w 2077
αὐτοί 1 w 2082
τε 25 w 2084
καὶ 30 w 2087
οἱ 2 w 2089
ἔκγονοι 1 w 2096
μῶν 1 w 2100
οὐ 9 w 2102
τούτων 2 w 2108
χάριν 1 w 2113
ἐπαινοῖεν 1 w 2122
ἄν 3 w 2124
ΜΕ 8 w 2127
πάνυ 2 w 2132
μὲν 5 w 2135
οὖν 5 w 2138
ΑΘ 9 w 2141
ἆρʼ 4 w 2145
οὖν 6 w 2148
καὶ 31 w 2151
ὃς 2 w 2153
ἂν 9 w 2155
ἰδὼν 1 w 2159
πλοῦτον 1 w 2166
μέγαν 1 w 2171
5 w 2172
τιμὰς 1 w 2177
διαφερούσας 1 w 2188
γένους 2 w 2194
6 w 2196
καὶ 32 w 2199
ὁτιοῦν 1 w 2205
τῶν 2 w 2208
τοιούτων 1 w 2216
εἴπῃ 1 w 2221
ταὐτὰ 1 w 2226
ταῦτα 2 w 2231
πρὸς 4 w 2236
τοῦτο 9 w 2241
βλέπων 2 w 2247
εἶπεν 1 w 2252
ὡς 5 w 2255
διὰ 1 w 2258
τοῦτο 10 w 2263
αὐτῷ 4 w 2267
γενησόμενα 1 w 2277
ὧν 3 w 2279
ἂν 10 w 2281
ἐπιθυμῇ 1 w 2288
πάντα 3 w 2293
7 w 2294
τὰ 11 w 2296
πλεῖστα 1 w 2303
καὶ 33 w 2306
ὅσα 1 w 2309
ἀξιώτατα 1 w 2317
λόγου 1 w 2322
ΜΕ 9 w 2325
ἔοικε 3 w 2331
γοῦν 1 w 2335
ΑΘ 10 w 2338
φέρε 1 w 2343
δή 2 w 2345
πάντων 1 w 2352
ἀνθρώπων 1 w 2360
ἐστὶ 1 w 2364
κοινὸν 1 w 2370
ἐπιθύμημα 1 w 2379
ἕν 2 w 2381
τι 17 w 2383
τὸ 14 w 2385
νῦν 5 w 2388
ὑπὸ 2 w 2391
τοῦ 16 w 2394
λόγου 2 w 2399
δηλούμενον 1 w 2409
ὡς 6 w 2412
αὐτός 1 w 2417
φησιν 1 w 2422
5 w 2423
λόγος 1 w 2428
ΜΕ 10 w 2431
τὸ 15 w 2434
ποῖον 1 w 2439
ΑΘ 11 w 2442
τὸ 16 w 2445
κατὰ 4 w 2449
τὴν 1 w 2452
τῆς 1 w 2455
αὑτοῦ 1 w 2460
ψυχῆς 1 w 2465
ἐπίταξιν 1 w 2473
τὰ 13 w 2475
γιγνόμενα 1 w 2484
γίγνεσθαι 1 w 2493
μάλιστα 1 w 2501
μὲν 6 w 2504
ἅπαντα 1 w 2510
εἰ 9 w 2513
δὲ 5 w 2515
μή 1 w 2517
τά 4 w 2520
γε 11 w 2522
ἀνθρώπινα 1 w 2531
ΜΕ 11 w 2534
τί 4 w 2537
μήν 1 w 2540
ΑΘ 12 w 2543
οὐκοῦν 4 w 2550
ἐπείπερ 1 w 2557
βουλόμεθα 1 w 2566
πάντες 3 w 2572
τὸ 17 w 2574
τοιοῦτον 2 w 2582
ἀεί 1 w 2585
παῖδές 1 w 2592
τε 27 w 2594
ὄντες 1 w 2599
καὶ 34 w 2602
ἄνδρες 1 w 2608
πρεσβῦται 1 w 2617
τοῦτʼ 1 w 2623
αὐτὸ 4 w 2627
καὶ 35 w 2630
εὐχοίμεθʼ 1 w 2639
ἂν 11 w 2641
ἀναγκαίως 1 w 2650
διὰ 2 w 2653
τέλους 1 w 2659
ΜΕ 12 w 2662
πῶς 6 w 2666
δʼ 3 w 2668
οὔ 4 w 2670
ΑΘ 13 w 2673
καὶ 36 w 2677
μὴν 2 w 2680
τοῖς 3 w 2684
γε 12 w 2686
φίλοις 1 w 2692
που 1 w 2695
συνευχοίμεθʼ 1 w 2707
ἂν 12 w 2709
ταῦτα 3 w 2714
ἅπερ 1 w 2718
ἐκεῖνοι 1 w 2725
ἑαυτοῖσιν 1 w 2734
ΜΕ 13 w 2737
τί 5 w 2740
μήν 2 w 2743
ΑΘ 14 w 2746
φίλος 1 w 2752
μὲν 7 w 2755
ὑὸς 1 w 2758
πατρί 1 w 2763
παῖς 1 w 2768
ὢν 1 w 2770
ἀνδρί 1 w 2775
ΜΕ 14 w 2778
πῶς 7 w 2782
δʼ 4 w 2784
οὔ 5 w 2786
ΑΘ 15 w 2789
καὶ 37 w 2793
μὴν 3 w 2796
ὧν 4 w 2798
γʼ 1 w 2800
6 w 2801
παῖς 2 w 2805
εὔχεται 1 w 2812
ἑαυτῷ 1 w 2817
γίγνεσθαι 2 w 2826
πολλὰ 2 w 2832
7 w 2833
πατὴρ 1 w 2838
ἀπεύξαιτʼ 1 w 2847
ἂν 13 w 2849
τοῖς 4 w 2853
θεοῖς 1 w 2858
μηδαμῶς 1 w 2865
κατὰ 5 w 2869
τὰς 1 w 2872
τοῦ 19 w 2875
ὑέος 1 w 2879
εὐχὰς 1 w 2884
γίγνεσθαι 3 w 2893
ΜΕ 15 w 2896
ὅταν 1 w 2901
ἀνόητος 1 w 2908
ὢν 2 w 2910
καὶ 38 w 2913
ἔτι 2 w 2916
νέος 1 w 2920
εὔχηται 1 w 2927
λέγεις 3 w 2934
ΑΘ 16 w 2937
καὶ 39 w 2941
ὅταν 2 w 2945
γε 14 w 2947
8 w 2948
πατὴρ 2 w 2953
ὢν 3 w 2955
γέρων 1 w 2960
8 w 2961
καὶ 40 w 2964
σφόδρα 1 w 2970
νεανίας 1 w 2977
μηδὲν 1 w 2983
τῶν 3 w 2986
καλῶν 1 w 2991
καὶ 41 w 2994
τῶν 4 w 2997
δικαίων 1 w 3004
γιγνώσκων 1 w 3013
εὔχηται 2 w 3021
μάλα 1 w 3025
προθύμως 1 w 3033
ἐν 3 w 3035
παθήμασιν 1 w 3044
ἀδελφοῖς 1 w 3052
ὢν 4 w 3054
τοῖς 5 w 3058
γενομένοις 1 w 3068
Θησεῖ 1 w 3073
πρὸς 5 w 3077
τὸν 7 w 3080
δυστυχῶς 1 w 3088
τελευτήσαντα 1 w 3100
Ἱππόλυτον 1 w 3109
9 w 3111
δὲ 7 w 3113
παῖς 3 w 3117
γιγνώσκῃ 1 w 3125
τότε 5 w 3130
δοκεῖς 1 w 3137
παῖς 4 w 3142
πατρὶ 1 w 3147
συνεύξεται 1 w 3157
ΜΕ 16 w 3160
μανθάνω 1 w 3168
3 w 3169
λέγεις 4 w 3175
λέγειν 1 w 3182
γάρ 1 w 3185
μοι 2 w 3188
δοκεῖς 2 w 3194
ὡς 7 w 3196
οὐ 11 w 3198
τοῦτο 11 w 3203
εὐκτέον 1 w 3210
οὐδὲ 1 w 3214
ἐπεικτέον 1 w 3223
ἕπεσθαι 1 w 3231
πάντα 4 w 3236
τῇ 1 w 3238
ἑαυτοῦ 1 w 3244
βουλήσει 1 w 3252
τὴν 2 w 3256
βούλησιν 1 w 3264
δὲ 9 w 3266
πολὺ 2 w 3270
μᾶλλον 1 w 3276
τῇ 2 w 3278
ἑαυτοῦ 2 w 3284
φρονήσει 1 w 3292
τοῦτο 12 w 3298
δὲ 10 w 3300
καὶ 42 w 3303
πόλιν 1 w 3308
καὶ 43 w 3311
ἕνα 1 w 3314
ἡμῶν 1 w 3318
ἕκαστον 1 w 3325
καὶ 44 w 3328
εὔχεσθαι 1 w 3336
δεῖν 1 w 3340
καὶ 45 w 3343
σπεύδειν 1 w 3351
ὅπως 1 w 3356
νοῦν 2 w 3360
ἕξει 2 w 3364
ΑΘ 17 w 3367
ναί 1 w 3371
καὶ 46 w 3375
δὴ 9 w 3377
καὶ 47 w 3380
πολιτικόν 1 w 3389
γε 18 w 3391
ἄνδρα 1 w 3396
νομοθέτην 1 w 3405
ὡς 8 w 3407
ἀεὶ 2 w 3410
δεῖ 2 w 3413
πρὸς 6 w 3417
τοῦτο 13 w 3422
βλέποντα 1 w 3430
τιθέναι 1 w 3437
τὰς 2 w 3440
τάξεις 1 w 3446
τῶν 5 w 3449
νόμων 1 w 3454
αὐτός 2 w 3460
τε 31 w 3462
ἐμνήσθην 1 w 3470
καὶ 48 w 3473
ὑμᾶς 1 w 3477
ἐπαναμιμνῄσκω 1 w 3490
κατʼ 1 w 3495
ἀρχὰς 1 w 3500
εἰ 10 w 3502
μεμνήμεθα 1 w 3511
τὰ 17 w 3513
λεχθέντα 1 w 3521
ὅτι 2 w 3525
τὸ 20 w 3527
μὲν 8 w 3530
σφῷν 1 w 3534
ἦν 1 w 3536
παρακέλευμα 1 w 3547
ὡς 9 w 3549
χρεὼν 1 w 3554
εἴη 1 w 3557
τὸν 8 w 3560
ἀγαθὸν 1 w 3566
νομοθέτην 2 w 3575
πάντα 5 w 3580
πολέμου 1 w 3587
χάριν 2 w 3592
τὰ 18 w 3594
νόμιμα 1 w 3600
τιθέναι 2 w 3607
τὸ 22 w 3610
δὲ 11 w 3612
ἐμὸν 1 w 3616
ἔλεγον 1 w 3622
ὅτι 3 w 3625
τοῦτο 14 w 3630
μὲν 9 w 3633
πρὸς 7 w 3637
μίαν 1 w 3641
ἀρετὴν 1 w 3647
οὐσῶν 1 w 3652
τεττάρων 1 w 3660
κελεύοι 1 w 3667
τίθεσθαι 1 w 3675
τοὺς 2 w 3679
νόμους 2 w 3685
δέοι 1 w 3690
δὲ 12 w 3692
δὴ 10 w 3694
πρὸς 8 w 3698
πᾶσαν 1 w 3703
μὲν 10 w 3706
βλέπειν 1 w 3713
μάλιστα 2 w 3721
δὲ 13 w 3723
καὶ 49 w 3726
πρὸς 9 w 3730
πρώτην 1 w 3736
τὴν 4 w 3739
τῆς 2 w 3742
συμπάσης 1 w 3750
ἡγεμόνα 1 w 3757
ἀρετῆς 1 w 3763
φρόνησις 1 w 3772
δʼ 5 w 3774
εἴη 2 w 3777
τοῦτο 15 w 3782
καὶ 50 w 3785
νοῦς 1 w 3789
καὶ 51 w 3792
δόξα 1 w 3796
μετʼ 1 w 3800
ἔρωτός 1 w 3806
τε 33 w 3808
καὶ 52 w 3811
ἐπιθυμίας 1 w 3820
τούτοις 2 w 3827
ἑπομένης 1 w 3835
ἥκει 1 w 3840
δὴ 11 w 3842
πάλιν 1 w 3847
10 w 3848
λόγος 2 w 3853
εἰς 3 w 3856
ταὐτόν 1 w 3862
καὶ 53 w 3866
11 w 3867
λέγων 1 w 3872
ἐγὼ 1 w 3875
νῦν 6 w 3878
λέγω 2 w 3882
πάλιν 2 w 3887
ἅπερ 2 w 3891
τότε 6 w 3895
εἰ 12 w 3898
μὲν 11 w 3901
βούλεσθε 1 w 3909
ὡς 10 w 3912
παίζων 1 w 3918
εἰ 13 w 3921
δʼ 6 w 3923
ὡς 11 w 3926
σπουδάζων 1 w 3935
ὅτι 4 w 3939
δή 3 w 3941
φημι 1 w 3945
εὐχῇ 1 w 3949
χρῆσθαι 3 w 3956
σφαλερὸν 1 w 3964
εἶναι 4 w 3969
νοῦν 3 w 3973
μὴ 4 w 3975
κεκτημένον 1 w 3985
ἀλλὰ 1 w 3990
τἀναντία 1 w 3998
ταῖς 1 w 4002
βουλήσεσίν 1 w 4012
οἱ 3 w 4014
γίγνεσθαι 4 w 4023
σπουδάζοντα 1 w 4035
δʼ 7 w 4037
εἴ 9 w 4039
με 28 w 4041
τιθέναι 3 w 4048
βούλεσθε 2 w 4056
τίθετε 1 w 4063
πάνυ 3 w 4068
γὰρ 4 w 4071
οὖν 7 w 4074
προσδοκῶ 1 w 4082
νῦν 7 w 4085
ὑμᾶς 2 w 4089
εὑρήσειν 1 w 4097
τῷ 7 w 4100
λόγῳ 1 w 4104
ἑπομένους 1 w 4113
ὃν 1 w 4115
ὀλίγον 1 w 4121
ἔμπροσθε 1 w 4129
προυθέμεθα 1 w 4139
τῆς 4 w 4143
τῶν 6 w 4146
βασιλέων 2 w 4154
τε 36 w 4156
φθορᾶς 1 w 4162
καὶ 54 w 4165
ὅλου 1 w 4169
τοῦ 27 w 4172
διανοήματος 1 w 4183
οὐ 14 w 4185
δειλίαν 1 w 4192
οὖσαν 1 w 4197
τὴν 5 w 4200
αἰτίαν 1 w 4206
οὐδʼ 1 w 4211
ὅτι 5 w 4214
τὰ 19 w 4216
περὶ 8 w 4220
τὸν 9 w 4223
πόλεμον 2 w 4230
οὐκ 8 w 4233
ἠπίσταντο 1 w 4242
ἄρχοντές 1 w 4250
τε 37 w 4252
καὶ 55 w 4255
οὓς 1 w 4258
προσῆκεν 1 w 4266
ἄρχεσθαι 1 w 4274
τῇ 3 w 4277
λοιπῇ 1 w 4282
δὲ 14 w 4284
πάσῃ 1 w 4288
κακίᾳ 1 w 4293
διεφθαρμένα 1 w 4304
καὶ 56 w 4308
μάλιστα 3 w 4315
τῇ 4 w 4317
περὶ 9 w 4321
τὰ 20 w 4323
μέγιστα 1 w 4330
τῶν 7 w 4333
ἀνθρωπίνων 1 w 4343
πραγμάτων 1 w 4352
ἀμαθίᾳ 1 w 4358
ταῦτʼ 1 w 4364
οὖν 8 w 4367
ὡς 12 w 4369
οὕτω 3 w 4373
γέγονε 1 w 4379
περὶ 10 w 4383
τὰ 21 w 4385
τότε 7 w 4389
καὶ 57 w 4393
νῦν 8 w 4396
εἴ 10 w 4399
που 4 w 4402
γίγνεται 1 w 4411
καὶ 58 w 4415
ἐς 1 w 4417
τὸν 10 w 4420
ἔπειτα 1 w 4426
χρόνον 3 w 4432
οὐκ 9 w 4435
ἄλλως 1 w 4440
συμβήσεται 1 w 4450
ἐὰν 1 w 4454
βούλησθε 1 w 4462
πειράσομαι 1 w 4473
ἰὼν 1 w 4476
κατὰ 6 w 4480
τὸν 11 w 4483
ἑξῆς 1 w 4487
λόγον 2 w 4492
ἀνευρίσκειν 1 w 4503
τε 39 w 4505
καὶ 59 w 4508
ὑμῖν 1 w 4512
δηλοῦν 1 w 4518
κατὰ 7 w 4522
δύναμιν 3 w 4529
ὡς 13 w 4531
οὖσιν 1 w 4536
φίλοις 2 w 4542
ΚΛ 1 w 4545
λόγῳ 2 w 4550
μὲν 12 w 4553
τοίνυν 1 w 4559
σε 9 w 4561
2 w 4563
ξένε 1 w 4567
ἐπαινεῖν 1 w 4576
ἐπαχθέστερον 1 w 4588
ἔργῳ 1 w 4593
δὲ 15 w 4595
σφόδρα 2 w 4601
ἐπαινεσόμεθα 1 w 4613
προθύμως 2 w 4622
γὰρ 5 w 4625
τοῖς 6 w 4629
λεγομένοις 1 w 4639
ἐπακολουθήσομεν 1 w 4654
ἐν 4 w 4657
οἷς 1 w 4660
14 w 4661
γε 20 w 4663
ἐλεύθερος 1 w 4672
ἐπαινῶν 1 w 4679
καὶ 60 w 4682
μὴ 5 w 4684
μάλιστʼ 2 w 4691
ἐστὶν 1 w 4696
καταφανής 1 w 4705
ΜΕ 17 w 4708
ἄριστʼ 1 w 4715
3 w 4717
Κλεινία 1 w 4724
καὶ 61 w 4728
ποιῶμεν 1 w 4735
1 w 4736
λέγεις 5 w 4742
ΚΛ 2 w 4745
ἔσται 1 w 4751
ταῦτα 4 w 4756
ἐὰν 2 w 4760
θεὸς 1 w 4764
ἐθέλῃ 1 w 4769
λέγε 8 w 4774
μόνον 1 w 4779
ΑΘ 18 w 4782
φαμὲν 1 w 4788
δή 4 w 4790
νυν 4 w 4793
καθʼ 1 w 4798
ὁδὸν 1 w 4802
ἰόντες 1 w 4808
τὴν 6 w 4811
λοιπὴν 1 w 4817
τοῦ 28 w 4820
λόγου 3 w 4825
τὴν 7 w 4829
μεγίστην 1 w 4837
ἀμαθίαν 1 w 4844
τότε 8 w 4848
ἐκείνην 1 w 4855
τὴν 8 w 4858
δύναμιν 4 w 4865
ἀπολέσαι 1 w 4873
καὶ 62 w 4876
νῦν 9 w 4879
ταὐτὸν 1 w 4885
τοῦτο 16 w 4890
πεφυκέναι 1 w 4899
ποιεῖν 1 w 4905
ὥστε 2 w 4910
τόν 2 w 4913
γε 23 w 4915
νομοθέτην 3 w 4924
εἰ 14 w 4927
τοῦθʼ 1 w 4932
οὕτως 2 w 4937
ἔχει 1 w 4941
πειρατέον 1 w 4951
ταῖς 2 w 4955
πόλεσιν 1 w 4962
φρόνησιν 1 w 4970
μὲν 14 w 4973
ὅσην 1 w 4977
δυνατὸν 1 w 4984
ἐμποιεῖν 1 w 4992
τὴν 9 w 4996
δʼ 9 w 4998
ἄνοιαν 1 w 5004
ὅτι 6 w 5007
μάλιστα 4 w 5014
ἐξαιρεῖν 1 w 5022
ΚΛ 3 w 5025
δῆλον 1 w 5031
ΑΘ 19 w 5034
τίς 1 w 5038
οὖν 9 w 5041
7 w 5042
μεγίστη 2 w 5049
δικαίως 1 w 5056
ἂν 14 w 5058
λέγοιτο 1 w 5065
ἀμαθία 2 w 5071
σκοπεῖτε 1 w 5080
εἰ 15 w 5082
συνδόξει 1 w 5090
καὶ 63 w 5093
σφῷν 2 w 5097
λεγόμενον 1 w 5106
ἐγὼ 2 w 5110
μὲν 15 w 5113
δὴ 12 w 5115
τὴν 10 w 5118
τοιάνδε 1 w 5125
τίθεμαι 1 w 5132
ΚΛ 4 w 5135
ποίαν 1 w 5141
ΑΘ 20 w 5144
τὴν 11 w 5148
ὅταν 3 w 5152
τῴ 1 w 5154
τι 28 w 5156
δόξαν 1 w 5161
καλὸν 2 w 5166
9 w 5167
ἀγαθὸν 2 w 5173
εἶναι 5 w 5178
μὴ 6 w 5180
φιλῇ 1 w 5184
τοῦτο 17 w 5189
ἀλλὰ 2 w 5193
μισῇ 1 w 5197
τὸ 28 w 5200
δὲ 16 w 5202
πονηρὸν 1 w 5209
καὶ 64 w 5212
ἄδικον 1 w 5218
δοκοῦν 1 w 5224
εἶναι 6 w 5229
φιλῇ 2 w 5233
τε 45 w 5235
καὶ 65 w 5238
ἀσπάζηται 1 w 5247
ταύτην 1 w 5254
τὴν 12 w 5257
διαφωνίαν 1 w 5266
λύπης 1 w 5271
τε 46 w 5273
καὶ 66 w 5276
ἡδονῆς 1 w 5282
πρὸς 10 w 5286
τὴν 13 w 5289
κατὰ 8 w 5293
λόγον 3 w 5298
δόξαν 2 w 5303
ἀμαθίαν 2 w 5310
φημὶ 1 w 5314
εἶναι 7 w 5319
τὴν 14 w 5322
ἐσχάτην 1 w 5329
μεγίστην 2 w 5338
δέ 3 w 5340
ὅτι 7 w 5344
τοῦ 32 w 5347
πλήθους 1 w 5354
ἐστὶ 3 w 5358
τῆς 5 w 5361
ψυχῆς 2 w 5366
τὸ 29 w 5369
γὰρ 6 w 5372
λυπούμενον 1 w 5382
καὶ 67 w 5385
ἡδόμενον 1 w 5393
αὐτῆς 1 w 5398
ὅπερ 3 w 5402
δῆμός 1 w 5407
τε 47 w 5409
καὶ 68 w 5412
πλῆθος 1 w 5418
πόλεώς 1 w 5424
ἐστιν 1 w 5429
ὅταν 4 w 5434
οὖν 10 w 5437
ἐπιστήμαις 1 w 5447
10 w 5448
δόξαις 1 w 5454
11 w 5455
λόγῳ 3 w 5459
ἐναντιῶται 1 w 5469
τοῖς 7 w 5474
φύσει 1 w 5479
ἀρχικοῖς 1 w 5487
10 w 5489
ψυχή 1 w 5493
τοῦτο 18 w 5499
ἄνοιαν 2 w 5505
προσαγορεύω 1 w 5516
πόλεώς 2 w 5523
τε 48 w 5525
ὅταν 5 w 5530
ἄρχουσιν 1 w 5538
καὶ 69 w 5541
νόμοις 1 w 5547
μὴ 7 w 5549
πείθηται 1 w 5557
τὸ 30 w 5559
πλῆθος 2 w 5565
ταὐτόν 2 w 5572
καὶ 70 w 5576
δὴ 13 w 5578
καὶ 71 w 5581
ἑνὸς 2 w 5585
ἀνδρός 1 w 5591
ὁπόταν 1 w 5598
καλοὶ 1 w 5603
ἐν 6 w 5605
ψυχῇ 1 w 5609
λόγοι 1 w 5614
ἐνόντες 1 w 5621
μηδὲν 2 w 5626
ποιῶσιν 1 w 5633
πλέον 1 w 5638
ἀλλὰ 3 w 5642
δὴ 14 w 5644
τούτοις 3 w 5651
πᾶν 1 w 5654
τοὐναντίον 2 w 5664
ταύτας 1 w 5671
πάσας 1 w 5676
ἀμαθίας 1 w 5683
τὰς 3 w 5686
πλημμελεστάτας 1 w 5700
ἔγωγʼ 1 w 5705
ἂν 15 w 5707
θείην 1 w 5712
πόλεώς 3 w 5718
τε 50 w 5720
καὶ 72 w 5723
ἑνὸς 3 w 5727
ἑκάστου 2 w 5734
τῶν 8 w 5737
πολιτῶν 1 w 5744
ἀλλʼ 1 w 5749
οὐ 19 w 5751
τὰς 4 w 5754
τῶν 10 w 5757
δημιουργῶν 1 w 5767
εἰ 16 w 5770
ἄρα 4 w 5773
μου 4 w 5776
καταμανθάνετε 1 w 5789
4 w 5791
ξένοι 1 w 5796
5 w 5798
λέγω 3 w 5802
ΚΛ 5 w 5805
μανθάνομέν 1 w 5816
τε 52 w 5818
5 w 5820
φίλε 1 w 5824
καὶ 73 w 5828
συγχωροῦμεν 1 w 5839
2 w 5840
λέγεις 6 w 5846
ΑΘ 21 w 5849
τοῦτο 19 w 5855
μὲν 16 w 5858
τοίνυν 2 w 5864
οὕτω 5 w 5868
κείσθω 1 w 5874
δεδογμένον 1 w 5884
καὶ 74 w 5887
λεγόμενον 2 w 5896
ὡς 14 w 5899
τοῖς 8 w 5903
ταῦτʼ 2 w 5908
ἀμαθαίνουσι 1 w 5919
τῶν 11 w 5922
πολιτῶν 2 w 5929
οὐδὲν 1 w 5934
ἐπιτρεπτέον 1 w 5945
ἀρχῆς 1 w 5950
ἐχόμενον 1 w 5958
καὶ 75 w 5961
ὡς 15 w 5963
ἀμαθέσιν 1 w 5971
ὀνειδιστέον 1 w 5982
ἂν 16 w 5985
καὶ 76 w 5988
πάνυ 4 w 5992
λογιστικοί 1 w 6002
τε 53 w 6004
ὦσι 1 w 6007
καὶ 77 w 6010
πάντα 6 w 6015
τὰ 27 w 6017
κομψὰ 1 w 6022
καὶ 78 w 6025
ὅσα 2 w 6028
πρὸς 11 w 6032
τάχος 1 w 6037
τῆς 7 w 6040
ψυχῆς 3 w 6045
πεφυκότα 1 w 6053
διαπεπονημένοι 1 w 6067
ἅπαντα 2 w 6073
τοὺς 3 w 6078
δὲ 19 w 6080
τοὐναντίον 3 w 6090
ἔχοντας 1 w 6097
τούτων 3 w 6103
ὡς 16 w 6105
σοφούς 1 w 6111
τε 54 w 6113
προσρητέον 1 w 6123
ἂν 17 w 6126
καὶ 79 w 6129
τὸ 31 w 6131
λεγόμενον 3 w 6140
μήτε 1 w 6144
γράμματα 1 w 6152
μήτε 2 w 6156
νεῖν 2 w 6160
ἐπίστωνται 1 w 6170
καὶ 80 w 6174
τὰς 5 w 6177
ἀρχὰς 2 w 6182
δοτέον 1 w 6188
ὡς 17 w 6190
ἔμφροσιν 1 w 6198
πῶς 8 w 6202
γὰρ 7 w 6205
ἄν 8 w 6207
7 w 6209
φίλοι 3 w 6214
ἄνευ 1 w 6219
συμφωνίας 1 w 6228
γένοιτʼ 1 w 6235
ἂν 18 w 6237
φρονήσεως 1 w 6246
καὶ 81 w 6249
τὸ 32 w 6251
σμικρότατον 1 w 6262
εἶδος 1 w 6267
οὐκ 10 w 6271
ἔστιν 1 w 6276
ἀλλʼ 2 w 6281
11 w 6282
καλλίστη 1 w 6290
καὶ 82 w 6293
μεγίστη 4 w 6300
τῶν 13 w 6303
συμφωνιῶν 1 w 6312
μεγίστη 5 w 6319
δικαιότατʼ 1 w 6329
ἂν 19 w 6331
λέγοιτο 2 w 6338
σοφία 1 w 6343
ἧς 1 w 6346
14 w 6347
μὲν 17 w 6350
κατὰ 9 w 6354
λόγον 4 w 6359
ζῶν 1 w 6362
μέτοχος 1 w 6369
15 w 6371
δὲ 20 w 6373
ἀπολειπόμενος 1 w 6386
οἰκοφθόρος 1 w 6396
καὶ 83 w 6399
περὶ 11 w 6403
πόλιν 2 w 6408
οὐδαμῇ 1 w 6414
σωτὴρ 1 w 6419
ἀλλὰ 4 w 6423
πᾶν 2 w 6426
τοὐναντίον 4 w 6436
ἀμαθαίνων 1 w 6445
εἰς 4 w 6448
ταῦτα 5 w 6453
ἑκάστοτε 1 w 6461
φανεῖται 1 w 6469
ταῦτα 6 w 6475
μὲν 18 w 6478
οὖν 11 w 6481
καθάπερ 1 w 6489
εἴπομεν 2 w 6496
ἄρτι 1 w 6500
λελεγμένα 1 w 6510
τεθήτω 1 w 6516
ταύτῃ 1 w 6521
ΚΛ 6 w 6524
κείσθω 2 w 6531
γὰρ 8 w 6534
οὖν 12 w 6537
ΑΘ 22 w 6540
ἄρχοντας 2 w 6549
δὲ 21 w 6551
δὴ 15 w 6553
καὶ 84 w 6556
ἀρχομένους 1 w 6566
ἀναγκαῖον 1 w 6575
ἐν 8 w 6577
ταῖς 3 w 6581
πόλεσιν 2 w 6588
εἶναί 1 w 6593
που 5 w 6596
ΚΛ 7 w 6599
τί 15 w 6602
μήν 3 w 6605
ΑΘ 23 w 6608
εἶεν 1 w 6613
ἀξιώματα 1 w 6622
δὲ 22 w 6624
δὴ 16 w 6626
τοῦ 35 w 6629
τε 59 w 6631
ἄρχειν 1 w 6637
καὶ 85 w 6640
ἄρχεσθαι 2 w 6648
ποῖά 1 w 6652
ἐστι 2 w 6656
καὶ 86 w 6659
πόσα 1 w 6663
ἔν 1 w 6666
τε 60 w 6668
πόλεσιν 3 w 6675
μεγάλαις 1 w 6683
καὶ 87 w 6686
σμικραῖς 1 w 6694
ἔν 2 w 6696
τε 61 w 6698
οἰκίαις 1 w 6705
ὡσαύτως 1 w 6712
ἆρʼ 5 w 6716
οὐχὶ 1 w 6720
ἓν 1 w 6722
μὲν 19 w 6725
τό 18 w 6727
τε 62 w 6729
πατρὸς 1 w 6735
καὶ 88 w 6738
μητρός 1 w 6744
καὶ 89 w 6748
ὅλως 2 w 6752
γονέας 1 w 6758
ἐκγόνων 1 w 6765
ἄρχειν 2 w 6771
ἀξίωμα 1 w 6777
ὀρθὸν 2 w 6782
πανταχοῦ 1 w 6790
ἂν 20 w 6792
εἴη 3 w 6795
ΚΛ 8 w 6798
καὶ 90 w 6802
μάλα 2 w 6806
ΑΘ 24 w 6809
τούτῳ 1 w 6815
δέ 4 w 6817
γε 25 w 6819
ἑπόμενον 1 w 6827
γενναίους 1 w 6836
ἀγεννῶν 1 w 6843
ἄρχειν 3 w 6849
καὶ 91 w 6853
τρίτον 1 w 6859
ἔτι 3 w 6862
τούτοις 4 w 6869
συνέπεται 1 w 6878
τὸ 33 w 6880
πρεσβυτέρους 1 w 6892
μὲν 20 w 6895
ἄρχειν 4 w 6901
δεῖν 2 w 6905
νεωτέρους 1 w 6915
δὲ 23 w 6917
ἄρχεσθαι 3 w 6925
ΚΛ 9 w 6928
τί 16 w 6931
μήν 4 w 6934
ΑΘ 25 w 6937
τέταρτον 1 w 6946
δʼ 10 w 6948
αὖ 1 w 6950
δούλους 1 w 6957
μὲν 21 w 6960
ἄρχεσθαι 4 w 6968
δεσπότας 1 w 6977
δὲ 24 w 6979
ἄρχειν 5 w 6985
ΚΛ 10 w 6988
πῶς 9 w 6992
γὰρ 9 w 6995
οὔ 6 w 6997
ΑΘ 26 w 7000
πέμπτον 1 w 7008
γε 28 w 7010
οἶμαι 1 w 7015
τὸ 34 w 7017
κρείττονα 1 w 7026
μὲν 22 w 7029
ἄρχειν 6 w 7035
τὸν 14 w 7039
ἥττω 1 w 7043
δὲ 25 w 7045
ἄρχεσθαι 5 w 7053
ΚΛ 11 w 7056
μάλα 3 w 7061
γε 29 w 7063
ἀναγκαῖον 2 w 7072
ἀρχὴν 1 w 7077
εἴρηκας 1 w 7084
ΑΘ 27 w 7087
καὶ 92 w 7091
πλείστην 1 w 7099
γε 30 w 7101
ἐν 9 w 7103
σύμπασιν 1 w 7111
τοῖς 9 w 7115
ζῴοις 1 w 7120
οὖσαν 2 w 7125
καὶ 93 w 7128
κατὰ 10 w 7132
φύσιν 2 w 7137
ὡς 18 w 7140
16 w 7141
Θηβαῖος 1 w 7148
ἔφη 1 w 7151
ποτὲ 2 w 7155
Πίνδαρος 1 w 7163
τὸ 36 w 7166
δὲ 26 w 7168
μέγιστον 1 w 7176
ὡς 19 w 7179
ἔοικεν 2 w 7185
ἀξίωμα 2 w 7192
ἕκτον 1 w 7197
ἂν 21 w 7199
γίγνοιτο 1 w 7207
ἕπεσθαι 2 w 7215
μὲν 23 w 7218
τὸν 15 w 7221
ἀνεπιστήμονα 1 w 7233
κελεῦον 1 w 7240
τὸν 16 w 7244
δὲ 27 w 7246
φρονοῦντα 1 w 7255
ἡγεῖσθαί 1 w 7263
τε 63 w 7265
καὶ 94 w 7268
ἄρχειν 7 w 7274
καίτοι 1 w 7281
τοῦτό 1 w 7286
γε 32 w 7288
8 w 7290
Πίνδαρε 1 w 7297
σοφώτατε 1 w 7305
σχεδὸν 1 w 7312
οὐκ 11 w 7315
ἂν 22 w 7317
παρὰ 1 w 7321
φύσιν 3 w 7326
ἔγωγε 1 w 7331
φαίην 1 w 7336
γίγνεσθαι 5 w 7345
κατὰ 11 w 7350
φύσιν 4 w 7355
δέ 5 w 7357
τὴν 15 w 7361
τοῦ 37 w 7364
νόμου 3 w 7369
ἑκόντων 1 w 7376
ἀρχὴν 2 w 7381
ἀλλʼ 3 w 7385
οὐ 27 w 7387
βίαιον 1 w 7393
πεφυκυῖαν 1 w 7402
ΚΛ 12 w 7405
ὀρθότατα 1 w 7414
λέγεις 7 w 7420
ΑΘ 28 w 7423
θεοφιλῆ 1 w 7431
δέ 6 w 7433
γε 35 w 7435
καὶ 95 w 7438
εὐτυχῆ 1 w 7444
τινα 4 w 7448
λέγοντες 1 w 7456
ἑβδόμην 1 w 7463
ἀρχήν 1 w 7468
εἰς 5 w 7472
κλῆρόν 1 w 7478
τινα 5 w 7482
προάγομεν 1 w 7491
καὶ 96 w 7495
λαχόντα 1 w 7502
μὲν 24 w 7505
ἄρχειν 8 w 7511
δυσκληροῦντα 1 w 7524
δὲ 28 w 7526
ἀπιόντα 1 w 7533
ἄρχεσθαι 6 w 7541
τὸ 39 w 7543
δικαιότατον 1 w 7554
εἶναί 2 w 7559
φαμεν 1 w 7564
ΚΛ 13 w 7567
ἀληθέστατα 1 w 7578
λέγεις 8 w 7584
ΑΘ 29 w 7587
ὁρᾷς 1 w 7592
δή 5 w 7594
φαῖμεν 1 w 7601
ἄν 10 w 7603
9 w 7605
νομοθέτα 1 w 7613
πρός 1 w 7618
τινα 6 w 7622
παίζοντες 1 w 7631
τῶν 14 w 7634
ἐπὶ 1 w 7637
νόμων 2 w 7642
θέσιν 2 w 7647
ἰόντων 1 w 7653
ῥᾳδίως 1 w 7659
ὅσα 3 w 7663
ἐστὶ 4 w 7667
πρὸς 12 w 7671
ἄρχοντας 3 w 7679
ἀξιώματα 2 w 7687
καὶ 97 w 7691
ὅτι 8 w 7694
πεφυκότα 2 w 7702
πρὸς 13 w 7706
ἄλληλα 1 w 7712
ἐναντίως 1 w 7720
νῦν 10 w 7724
γὰρ 10 w 7727
δὴ 17 w 7729
στάσεων 1 w 7736
πηγήν 1 w 7741
τινα 7 w 7745
ἀνηυρήκαμεν 1 w 7756
ἡμεῖς 4 w 7761
ἣν 1 w 7764
δεῖ 4 w 7767
σε 13 w 7769
θεραπεύειν 1 w 7779
πρῶτον 2 w 7786
δὲ 29 w 7788
μεθʼ 3 w 7792
ἡμῶν 2 w 7796
ἀνάσκεψαι 1 w 7805
πῶς 10 w 7808
τε 67 w 7810
καὶ 98 w 7813
τί 18 w 7815
παρὰ 2 w 7819
ταῦτα 7 w 7824
ἁμαρτόντες 1 w 7834
οἱ 4 w 7836
περί 1 w 7840
τε 69 w 7842
Ἄργος 1 w 7847
καὶ 99 w 7850
Μεσσήνην 1 w 7858
βασιλῆς 1 w 7865
αὑτοὺς 1 w 7871
ἅμα 1 w 7874
καὶ 100 w 7877
τὴν 16 w 7880
τῶν 15 w 7883
Ἑλλήνων 1 w 7890
δύναμιν 5 w 7897
οὖσαν 3 w 7903
θαυμαστὴν 1 w 7912
ἐν 11 w 7914
τῷ 8 w 7916
τότε 9 w 7920
χρόνῳ 1 w 7925
διέφθειραν 1 w 7936
ἆρʼ 6 w 7940
οὐκ 12 w 7943
ἀγνοήσαντες 1 w 7954
τὸν 17 w 7957
Ἡσίοδον 1 w 7964
ὀρθότατα 2 w 7972
λέγοντα 1 w 7979
ὡς 20 w 7981
τὸ 41 w 7983
ἥμισυ 1 w 7988
τοῦ 38 w 7991
παντὸς 1 w 7997
πολλάκις 1 w 8005
ἐστὶ 5 w 8009
πλέον 2 w 8014
ὁπόταν 2 w 8021
1 w 8022
τὸ 43 w 8024
μὲν 25 w 8027
ὅλον 1 w 8031
λαμβάνειν 1 w 8040
ζημιῶδες 1 w 8048
τὸ 44 w 8051
δʼ 11 w 8053
ἥμισυ 2 w 8058
μέτριον 1 w 8065
τότε 10 w 8070
τὸ 45 w 8072
μέτριον 2 w 8079
τοῦ 39 w 8082
ἀμέτρου 1 w 8089
πλέον 3 w 8094
ἡγήσατο 1 w 8101
ἄμεινον 1 w 8109
ὂν 1 w 8111
χείρονος 1 w 8119
ΚΛ 14 w 8122
ὀρθότατά 1 w 8131
γε 37 w 8133
ΑΘ 30 w 8136
πότερον 1 w 8144
οὖν 13 w 8147
οἰόμεθα 1 w 8154
περὶ 12 w 8158
βασιλέας 1 w 8166
τοῦτʼ 2 w 8171
ἐγγιγνόμενον 1 w 8183
ἑκάστοτε 2 w 8191
διαφθείρειν 1 w 8202
πρότερον 1 w 8210
12 w 8212
ἐν 12 w 8214
τοῖσιν 2 w 8220
δήμοις 1 w 8226