Scaife ATLAS

CTS Library / Νόμοι

Νόμοι (3.676-3.680)

urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:3.676-3.680
Refs {'start': {'reference': '3.676', 'human_reference': 'Book 3 Section 676'}, 'end': {'reference': '3.680', 'human_reference': 'Book 3 Section 680'}}
Ancestors [{'reference': '3'}]
Children []
prev
plain textXML
next

676
676a
ΑΘ. ταῦτα μὲν οὖν δὴ ταύτῃ· πολιτείας δὲ ἀρχὴν τίνα ποτὲ φῶμεν γεγονέναι; μῶν οὐκ ἐνθένδε τις ἂν αὐτὴν ῥᾷστά τε καὶ κάλλιστα κατίδοι;

ΚΛ. πόθεν;

ΑΘ. ὅθενπερ καὶ τὴν τῶν πόλεων ἐπίδοσιν εἰς ἀρετὴν μεταβαίνουσαν ἅμα καὶ κακίαν ἑκάστοτε θεατέον.

ΚΛ. λέγεις δὲ πόθεν;

ΑΘ. οἶμαι μὲν ἀπὸ χρόνου μήκους τε καὶ ἀπειρίας καὶ
676b
τῶν μεταβολῶν ἐν τῷ τοιούτῳ.

ΚΛ. πῶς λέγεις;

ΑΘ. φέρε, ἀφʼ οὗ πόλεις τʼ εἰσὶν καὶ ἄνθρωποι πολιτευόμενοι, δοκεῖς ἄν ποτε κατανοῆσαι χρόνου πλῆθος ὅσον γέγονεν;

ΚΛ. οὔκουν ῥᾴδιόν γε οὐδαμῶς.

ΑΘ. τὸ δέ γε ὡς ἄπλετόν τι καὶ ἀμήχανον ἂν εἴη;

ΚΛ. πάνυ μὲν οὖν τοῦτό γε.

ΑΘ. μῶν οὖν οὐ μυρίαι μὲν ἐπὶ μυρίαις ἡμῖν γεγόνασι πόλεις ἐν τούτῳ τῷ χρόνῳ, κατὰ τὸν αὐτὸν δὲ τοῦ πλήθους
676c
λόγον οὐκ ἐλάττους ἐφθαρμέναι; πεπολιτευμέναι δʼ αὖ πάσας πολιτείας πολλάκις ἑκασταχοῦ; καὶ τοτὲ μὲν ἐξ ἐλαττόνων μείζους, τοτὲ δʼ ἐκ μειζόνων ἐλάττους, καὶ χείρους ἐκ βελτιόνων γεγόνασι καὶ βελτίους ἐκ χειρόνων;

ΚΛ. ἀναγκαῖον.

ΑΘ. ταύτης δὴ πέρι λάβωμεν, εἰ δυναίμεθα, τῆς μεταβολῆς τὴν αἰτίαν· τάχα γὰρ ἂν ἴσως δείξειεν ἡμῖν τὴν πρώτην τῶν πολιτειῶν γένεσιν καὶ μετάβασιν.

ΚΛ. εὖ λέγεις, καὶ προθυμεῖσθαι δεῖ, σὲ μὲν διανοῇ περὶ αὐτῶν ἀποφαινόμενον, ἡμᾶς δὲ συνεπομένους.

677
677a
ΑΘ. ἆρʼ οὖν ὑμῖν οἱ παλαιοὶ λόγοι ἀλήθειαν ἔχειν τινὰ δοκοῦσιν;

ΚΛ. ποῖοι δή;

ΑΘ. τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς τε καὶ νόσοις καὶ ἄλλοις πολλοῖς, ἐν οἷς βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος.

ΚΛ. πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί.

ΑΘ. φέρε δή, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην τὴν τῷ κατακλυσμῷ ποτε γενομένην.

ΚΛ. τὸ ποῖόν τι περὶ αὐτῆς διανοηθέντες;

677b
ΑΘ. ὡς οἱ τότε περιφυγόντες τὴν φθορὰν σχεδὸν ὄρειοί τινες ἂν εἶεν νομῆς, ἐν κορυφαῖς που σμικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωμένα γένους.

ΚΛ. δῆλον.

ΑΘ. καὶ δὴ τοὺς τοιούτους γε ἀνάγκη που τῶν ἄλλων ἀπείρους εἶναι τεχνῶν καὶ τῶν ἐν τοῖς ἄστεσι πρὸς ἀλλήλους μηχανῶν εἴς τε πλεονεξίας καὶ φιλονικίας καὶ ὁπόσʼ ἄλλα κακουργήματα πρὸς ἀλλήλους ἐπινοοῦσιν.

ΚΛ. εἰκὸς γοῦν.

677c
ΑΘ. θῶμεν δὴ τὰς ἐν τοῖς πεδίοις πόλεις καὶ πρὸς θαλάττῃ κατοικούσας ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι;

ΚΛ. θῶμεν.

ΑΘ. οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι, καὶ εἴ τι τέχνης ἦν ἐχόμενον σπουδαίως ηὑρημένον πολιτικῆς καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔρρειν ταῦτα ἐν τῷ τότε χρόνῳ φήσομεν; πῶς γὰρ ἄν, ἄριστε, εἴ γε ἔμενεν τάδε οὕτω τὸν πάντα χρόνον ὡς νῦν διακεκόσμηται, καινὸν ἀνηυρίσκετό ποτε καὶ ὁτιοῦν;

677d
ΚΛ. τοῦτο ὅτι μὲν μυριάκις μύρια ἔτη διελάνθανεν ἄρα τοὺς τότε, χίλια δὲ ἀφʼ οὗ γέγονεν δὶς τοσαῦτα ἔτη, τὰ μὲν Δαιδάλῳ καταφανῆ γέγονεν, τὰ δὲ Ὀρφεῖ, τὰ δὲ Παλαμήδει, τὰ δὲ περὶ μουσικὴν Μαρσύᾳ καὶ Ὀλύμπῳ, περὶ λύραν δὲ Ἀμφίονι, τὰ δὲ ἄλλα ἄλλοις πάμπολλα, ὡς ἔπος εἰπεῖν χθὲς καὶ πρῴην γεγονότα.

ΑΘ. ἄριστʼ, Κλεινία, τὸν φίλον ὅτι παρέλιπες, τὸν ἀτεχνῶς χθὲς γενόμενον.

ΚΛ. μῶν φράζεις Ἐπιμενίδην;

677e
ΑΘ. ναί, τοῦτον· πολὺ γὰρ ὑμῖν ὑπερεπήδησε τῷ μηχανήματι τοὺς σύμπαντας, φίλε, λόγῳ μὲν Ἡσίοδος ἐμαντεύετο πάλαι, τῷ δὲ ἔργῳ ἐκεῖνος ἀπετέλεσεν, ὡς ὑμεῖς φατε.

ΚΛ. φαμὲν γὰρ οὖν.

ΑΘ. οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτʼ ἐγένετο φθορά, τὰ περὶ τοὺς ἀνθρώπους πράγματα, μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δʼ ἀφθόνου πλῆθος πάμπολυ, ζῴων δὲ τῶν ἄλλων ἐρρόντων, βουκόλιʼ ἄττα, καὶ εἴ τί που αἰγῶν περιλειφθὲν ἐτύγχανεν γένος, σπάνια καὶ ταῦτα
678
678a
νέμουσιν εἶναι ζῆν τότε κατʼ ἀρχάς;

ΚΛ. τί μήν;

ΑΘ. πόλεως δὲ καὶ πολιτείας πέρι καὶ νομοθεσίας, ὧν νῦν λόγος ἡμῖν παρέστηκεν, ἆρʼ ὡς ἔπος εἰπεῖν οἰόμεθα καὶ μνήμην εἶναι τὸ παράπαν;

ΚΛ. οὐδαμῶς.

ΑΘ. οὐκοῦν ἐξ ἐκείνων τῶν διακειμένων οὕτω τὰ νῦν γέγονεν ἡμῖν σύμπαντα, πόλεις τε καὶ πολιτεῖαι καὶ τέχναι καὶ νόμοι, καὶ πολλὴ μὲν πονηρία, πολλὴ δὲ καὶ ἀρετή;

ΚΛ. πῶς λέγεις;

678b
ΑΘ. ἆρʼ οἰόμεθα, θαυμάσιε, τοὺς τότε, ἀπείρους ὄντας πολλῶν μὲν καλῶν τῶν κατὰ τὰ ἄστη, πολλῶν δὲ καὶ τῶν ἐναντίων, τελέους πρὸς ἀρετὴν πρὸς κακίαν γεγονέναι;

ΚΛ. καλῶς εἶπες, καὶ μανθάνομεν λέγεις.

ΑΘ. οὐκοῦν προϊόντος μὲν τοῦ χρόνου, πληθύοντος δʼ ἡμῶν τοῦ γένους, εἰς πάντα τὰ νῦν καθεστηκότα προελήλυθεν πάντα;

ΚΛ. ὀρθότατα.

ΑΘ. οὐκ ἐξαίφνης γε, ὡς εἰκός, κατὰ σμικρὸν δὲ ἐν παμπόλλῳ τινὶ χρόνῳ.

678c
ΚΛ. καὶ μάλα πρέπει τοῦθʼ οὕτως.

ΑΘ. ἐκ γὰρ τῶν ὑψηλῶν εἰς τὰ πεδία καταβαίνειν, οἶμαι, πᾶσιν φόβος ἔναυλος ἐγεγόνει.

ΚΛ. πῶς δʼ οὔ;

ΑΘ. ἆρʼ οὐχ ἅσμενοι μὲν ἑαυτοὺς ἑώρων διʼ ὀλιγότητα ἐν τοῖς περὶ ἐκεῖνον τὸν χρόνον, πορεῖα δέ, ὥστʼ ἐπʼ ἀλλήλους τότε πορεύεσθαι κατὰ γῆν κατὰ θάλατταν, σὺν ταῖς τέχναις ὡς ἔπος εἰπεῖν πάντα σχεδὸν ἀπωλώλει; συμμίσγειν οὖν ἀλλήλοις οὐκ ἦν οἶμαι σφόδρα δυνατόν· σίδηρος γὰρ
678d
καὶ χαλκὸς καὶ πάντα τὰ μεταλλεῖα συγκεχυμένα ἠφάνιστο, ὥστε ἀπορία πᾶσα ἦν τοῦ ἀνακαθαίρεσθαι τὰ τοιαῦτα, δρυοτομίας τε εἶχον σπάνιν. εἰ γάρ πού τι καὶ περιγεγονὸς ἦν ὄργανον ἐν ὄρεσι, ταῦτα μὲν ταχὺ κατατριβέντα ἠφάνιστο, ἄλλα δὲ οὐκ ἔμελλεν γενήσεσθαι, πρὶν πάλιν τῶν μεταλλέων ἀφίκοιτο εἰς ἀνθρώπους τέχνη.

ΚΛ. πῶς γὰρ ἄν;

ΑΘ. γενεαῖς δὴ πόσαις ὕστερον οἰόμεθα τοῦθʼ οὕτως γεγονέναι;

678e
ΚΛ. δῆλον ὅτι παμπόλλαις τισίν.

ΑΘ. οὐκοῦν καὶ τέχναι, ὅσαιπερ σιδήρου δέονται καὶ χαλκοῦ καὶ τῶν τοιούτων ἁπάντων, τὸν αὐτὸν χρόνον καὶ ἔτι πλείονα ἠφανισμέναι ἂν εἶεν ἐν τῷ τότε;

ΚΛ. τί μήν;

ΑΘ. καὶ τοίνυν στάσις ἅμα καὶ πόλεμος ἀπωλώλει κατὰ τὸν τότε χρόνον πολλαχῇ.

ΚΛ. πῶς;

ΑΘ. πρῶτον μὲν ἠγάπων καὶ ἐφιλοφρονοῦντο ἀλλήλους διʼ ἐρημίαν, ἔπειτα οὐ περιμάχητος ἦν αὐτοῖς τροφή.
679
679a
νομῆς γὰρ οὐκ ἦν σπάνις, εἰ μή τισιν κατʼ ἀρχὰς ἴσως, δὴ τὸ πλεῖστον διέζων ἐν τῷ τότε χρόνῳ· γάλακτος γὰρ καὶ κρεῶν οὐδαμῶς ἐνδεεῖς ἦσαν, ἔτι δὲ θηρεύοντες οὐ φαύλην οὐδʼ ὀλίγην τροφὴν παρείχοντο. καὶ μὴν ἀμπεχόνης γε καὶ στρωμνῆς καὶ οἰκήσεων καὶ σκευῶν ἐμπύρων τε καὶ ἀπύρων ηὐπόρουν· αἱ πλαστικαὶ γὰρ καὶ ὅσαι πλεκτικαὶ τῶν τεχνῶν οὐδὲ ἓν προσδέονται σιδήρου, ταῦτα δὲ
679b
πάντα τούτω τὼ τέχνα θεὸς ἔδωκε πορίζειν τοῖς ἀνθρώποις, ἵνʼ ὁπότε εἰς τὴν τοιαύτην ἀπορίαν ἔλθοιεν, ἔχοι βλάστην καὶ ἐπίδοσιν τὸ τῶν ἀνθρώπων γένος. πένητες μὲν δὴ διὰ τὸ τοιοῦτον σφόδρα οὐκ ἦσαν, οὐδʼ ὑπὸ πενίας ἀναγκαζόμενοι διάφοροι ἑαυτοῖς ἐγίγνοντο· πλούσιοι δʼ οὐκ ἄν ποτε ἐγένοντο ἄχρυσοί τε καὶ ἀνάργυροι ὄντες, τότε ἐν ἐκείνοις παρῆν. δʼ ἄν ποτε συνοικίᾳ μήτε πλοῦτος συνοικῇ μήτε πενία, σχεδὸν ἐν ταύτῃ γενναιότατα ἤθη γίγνοιτʼ ἄν· οὔτε
679c
γὰρ ὕβρις οὔτʼ ἀδικία, ζῆλοί τε αὖ καὶ φθόνοι οὐκ ἐγγίγνονται. ἀγαθοὶ μὲν δὴ διὰ ταῦτά τε ἦσαν καὶ διὰ τὴν λεγομένην εὐήθειαν· γὰρ ἤκουον καλὰ καὶ αἰσχρά, εὐήθεις ὄντες ἡγοῦντο ἀληθέστατα λέγεσθαι καὶ ἐπείθοντο. ψεῦδος γὰρ ὑπονοεῖν οὐδεὶς ἠπίστατο διὰ σοφίαν, ὥσπερ τὰ νῦν, ἀλλὰ περὶ θεῶν τε καὶ ἀνθρώπων τὰ λεγόμενα ἀληθῆ νομίζοντες ἔζων κατὰ ταῦτα· διόπερ ἦσαν τοιοῦτοι παντάπασιν οἵους αὐτοὺς ἡμεῖς ἄρτι διεληλύθαμεν.

679d
ΚΛ. ἐμοὶ γοῦν δὴ καὶ τῷδε οὕτως ταῦτα συνδοκεῖ.

ΑΘ. οὐκοῦν εἴπωμεν ὅτι γενεαὶ διαβιοῦσαι πολλαὶ τοῦτον τὸν τρόπον τῶν πρὸ κατακλυσμοῦ γεγονότων καὶ τῶν νῦν ἀτεχνότεροι μὲν καὶ ἀμαθέστεροι πρός τε τὰς ἄλλας μέλλουσιν εἶναι τέχνας καὶ πρὸς τὰς πολεμικάς, ὅσαι τε πεζαὶ καὶ ὅσαι κατὰ θάλατταν γίγνονται τὰ νῦν, καὶ ὅσαι δὴ κατὰ πόλιν μόνον αὐτοῦ, δίκαι καὶ στάσεις λεγόμεναι, λόγοις
679e
ἔργοις τε μεμηχανημέναι πάσας μηχανὰς εἰς τὸ κακουργεῖν τε ἀλλήλους καὶ ἀδικεῖν, εὐηθέστεροι δὲ καὶ ἀνδρειότεροι καὶ ἅμα σωφρονέστεροι καὶ σύμπαντα δικαιότεροι; τὸ δὲ τούτων αἴτιον ἤδη διεληλύθαμεν.

ΚΛ. ὀρθῶς λέγεις.

ΑΘ. λελέχθω δὴ ταῦτα ἡμῖν καὶ τὰ τούτοις συνεπόμενα ἔτι πάντα εἰρήσθω τοῦδʼ ἕνεκα, ἵνα νοήσωμεν τοῖς τότε
680
680a
νόμων τίς ποτʼ ἦν χρεία καὶ τίς ἦν νομοθέτης αὐτοῖς.

ΚΛ. καὶ καλῶς γε εἴρηκας.

ΑΘ. ἆρʼ οὖν ἐκεῖνοι μὲν οὔτʼ ἐδέοντο νομοθετῶν οὔτε πω ἐφίλει κατὰ τούτους τοὺς χρόνους γίγνεσθαι τὸ τοιοῦτον; οὐδὲ γὰρ γράμματα ἔστι πω τοῖς ἐν τούτῳ τῷ μέρει τῆς περιόδου γεγονόσιν, ἀλλʼ ἔθεσι καὶ τοῖς λεγομένοις πατρίοις νόμοις ἑπόμενοι ζῶσιν.

ΚΛ. εἰκὸς γοῦν.

ΑΘ. πολιτείας δέ γε ἤδη καὶ τρόπος ἐστίν τις οὗτος.

ΚΛ. τίς;

680b
ΑΘ. δοκοῦσί μοι πάντες τὴν ἐν τούτῳ τῷ χρόνῳ πολιτείαν δυναστείαν καλεῖν, καὶ νῦν ἔτι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ κατὰ βαρβάρους ἐστίν· λέγει δʼ αὐτήν που καὶ Ὅμηρος γεγονέναι περὶ τὴν τῶν Κυκλώπων οἴκησιν, εἰπὼν
τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
680c
παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
Hom. Od. 9.112

ΚΛ. ἔοικέν γε ποιητὴς ὑμῖν οὗτος γεγονέναι χαρίεις. καὶ γὰρ δὴ καὶ ἄλλα αὐτοῦ διεληλύθαμεν μάλʼ ἀστεῖα, οὐ μὴν πολλά γε· οὐ γὰρ σφόδρα χρώμεθα οἱ Κρῆτες τοῖς ξενικοῖς ποιήμασιν.

ΜΕ. ἡμεῖς δʼ αὖ χρώμεθα μέν, καὶ ἔοικέν γε κρατεῖν τῶν τοιούτων ποιητῶν, οὐ μέντοι Λακωνικόν γε ἀλλά τινα
680d
μᾶλλον Ἰωνικὸν βίον διεξέρχεται ἑκάστοτε. νῦν μὴν εὖ τῷ σῷ λόγῳ ἔοικε μαρτυρεῖν, τὸ ἀρχαῖον αὐτῶν ἐπὶ τὴν ἀγριότητα διὰ μυθολογίας ἐπανενεγκών.

ΑΘ. ναί· συμμαρτυρεῖ γάρ, καὶ λάβωμέν γε αὐτὸν μηνυτὴν ὅτι τοιαῦται πολιτεῖαι γίγνονταί ποτε.

ΚΛ. καλῶς.

ΑΘ. μῶν οὖν οὐκ ἐκ τούτων τῶν κατὰ μίαν οἴκησιν καὶ κατὰ γένος διεσπαρμένων ὑπὸ ἀπορίας τῆς ἐν ταῖς φθοραῖς,
680e
ἐν αἷς τὸ πρεσβύτατον ἄρχει διὰ τὸ τὴν ἀρχὴν αὐτοῖς ἐκ πατρὸς καὶ μητρὸς γεγονέναι, οἷς ἑπόμενοι καθάπερ ὄρνιθες ἀγέλην μίαν ποιήσουσι, πατρονομούμενοι καὶ βασιλείαν πασῶν δικαιοτάτην βασιλευόμενοι;

ΚΛ. πάνυ μὲν οὖν.

Tokens

ΑΘ 1 w 2
ταῦτα 1 w 8
μὲν 1 w 11
οὖν 1 w 14
δὴ 1 w 16
ταύτῃ 1 w 21
πολιτείας 1 w 31
δὲ 1 w 33
ἀρχὴν 1 w 38
τίνα 1 w 42
ποτὲ 1 w 46
φῶμεν 1 w 51
γεγονέναι 1 w 60
μῶν 1 w 64
οὐκ 1 w 67
ἐνθένδε 1 w 74
τις 1 w 77
ἂν 1 w 79
αὐτὴν 1 w 84
ῥᾷστά 1 w 89
τε 2 w 91
καὶ 1 w 94
κάλλιστα 1 w 102
κατίδοι 1 w 109
ΚΛ 1 w 112
πόθεν 1 w 118
ΑΘ 2 w 121
ὅθενπερ 1 w 129
καὶ 2 w 132
τὴν 2 w 135
τῶν 1 w 138
πόλεων 1 w 144
ἐπίδοσιν 1 w 152
εἰς 1 w 155
ἀρετὴν 1 w 161
μεταβαίνουσαν 1 w 174
ἅμα 1 w 177
καὶ 3 w 180
κακίαν 1 w 186
ἑκάστοτε 1 w 194
θεατέον 1 w 201
ΚΛ 2 w 204
λέγεις 1 w 211
δὲ 2 w 213
πόθεν 2 w 218
ΑΘ 3 w 221
οἶμαι 1 w 227
μὲν 2 w 230
ἀπὸ 1 w 233
χρόνου 1 w 239
μήκους 1 w 245
τε 4 w 247
καὶ 4 w 250
ἀπειρίας 1 w 258
καὶ 5 w 261
τῶν 2 w 264
μεταβολῶν 1 w 273
ἐν 2 w 275
τῷ 1 w 277
τοιούτῳ 1 w 284
ΚΛ 3 w 287
πῶς 1 w 291
λέγεις 2 w 297
ΑΘ 4 w 300
φέρε 1 w 305
ἀφʼ 1 w 309
οὗ 1 w 311
πόλεις 1 w 317
τʼ 1 w 319
εἰσὶν 1 w 324
καὶ 6 w 327
ἄνθρωποι 1 w 335
πολιτευόμενοι 1 w 348
δοκεῖς 1 w 355
ἄν 2 w 357
ποτε 1 w 361
κατανοῆσαι 1 w 371
χρόνου 2 w 377
πλῆθος 1 w 383
ὅσον 1 w 387
γέγονεν 1 w 394
ΚΛ 4 w 397
οὔκουν 1 w 404
ῥᾴδιόν 1 w 410
γε 4 w 412
οὐδαμῶς 1 w 419
ΑΘ 5 w 422
τὸ 1 w 425
δέ 1 w 427
γε 5 w 429
ὡς 1 w 431
ἄπλετόν 1 w 438
τι 2 w 440
καὶ 7 w 443
ἀμήχανον 1 w 451
ἂν 2 w 453
εἴη 1 w 456
ΚΛ 5 w 459
πάνυ 1 w 464
μὲν 3 w 467
οὖν 2 w 470
τοῦτό 1 w 475
γε 6 w 477
ΑΘ 6 w 480
μῶν 2 w 484
οὖν 3 w 487
οὐ 3 w 489
μυρίαι 1 w 495
μὲν 4 w 498
ἐπὶ 1 w 501
μυρίαις 1 w 508
ἡμῖν 1 w 512
γεγόνασι 1 w 520
πόλεις 2 w 526
ἐν 3 w 528
τούτῳ 1 w 533
τῷ 2 w 535
χρόνῳ 1 w 540
κατὰ 1 w 545
τὸν 1 w 548
αὐτὸν 1 w 553
δὲ 3 w 555
τοῦ 2 w 558
πλήθους 1 w 565
λόγον 1 w 570
οὐκ 2 w 573
ἐλάττους 1 w 581
ἐφθαρμέναι 1 w 591
πεπολιτευμέναι 1 w 606
δʼ 1 w 608
αὖ 1 w 610
πάσας 1 w 615
πολιτείας 2 w 624
πολλάκις 1 w 632
ἑκασταχοῦ 1 w 641
καὶ 8 w 645
τοτὲ 1 w 649
μὲν 5 w 652
ἐξ 1 w 654
ἐλαττόνων 1 w 663
μείζους 1 w 670
τοτὲ 2 w 675
δʼ 2 w 677
ἐκ 1 w 679
μειζόνων 1 w 687
ἐλάττους 2 w 695
καὶ 9 w 699
χείρους 1 w 706
ἐκ 2 w 708
βελτιόνων 1 w 717
γεγόνασι 2 w 725
καὶ 10 w 728
βελτίους 1 w 736
ἐκ 3 w 738
χειρόνων 1 w 746
ΚΛ 6 w 749
ἀναγκαῖον 1 w 759
ΑΘ 7 w 762
ταύτης 1 w 769
δὴ 2 w 771
πέρι 1 w 775
λάβωμεν 1 w 782
εἰ 3 w 785
δυναίμεθα 1 w 794
τῆς 1 w 798
μεταβολῆς 1 w 807
τὴν 4 w 810
αἰτίαν 1 w 816
τάχα 1 w 821
γὰρ 1 w 824
ἂν 3 w 826
ἴσως 1 w 830
δείξειεν 1 w 838
ἡμῖν 2 w 842
τὴν 5 w 845
πρώτην 1 w 851
τῶν 3 w 854
πολιτειῶν 1 w 863
γένεσιν 1 w 870
καὶ 11 w 873
μετάβασιν 1 w 882
ΚΛ 7 w 885
εὖ 1 w 888
λέγεις 3 w 894
καὶ 12 w 898
προθυμεῖσθαι 1 w 910
δεῖ 1 w 913
σὲ 1 w 916
μὲν 6 w 919
1 w 920
διανοῇ 1 w 926
περὶ 1 w 930
αὐτῶν 1 w 935
ἀποφαινόμενον 1 w 948
ἡμᾶς 1 w 953
δὲ 4 w 955
συνεπομένους 1 w 967
ΑΘ 8 w 970
ἆρʼ 1 w 974
οὖν 4 w 977
ὑμῖν 1 w 981
οἱ 1 w 983
παλαιοὶ 1 w 990
λόγοι 1 w 995
ἀλήθειαν 1 w 1003
ἔχειν 1 w 1008
τινὰ 1 w 1012
δοκοῦσιν 1 w 1020
ΚΛ 8 w 1023
ποῖοι 1 w 1029
δή 1 w 1031
ΑΘ 9 w 1034
τὸ 4 w 1037
πολλὰς 1 w 1043
ἀνθρώπων 1 w 1051
φθορὰς 1 w 1057
γεγονέναι 2 w 1066
κατακλυσμοῖς 1 w 1078
τε 10 w 1080
καὶ 13 w 1083
νόσοις 1 w 1089
καὶ 14 w 1092
ἄλλοις 1 w 1098
πολλοῖς 1 w 1105
ἐν 4 w 1108
οἷς 1 w 1111
βραχύ 1 w 1116
τι 5 w 1118
τῶν 5 w 1121
ἀνθρώπων 2 w 1129
λείπεσθαι 1 w 1138
γένος 1 w 1143
ΚΛ 9 w 1146
πάνυ 2 w 1151
μὲν 7 w 1154
οὖν 5 w 1157
πιθανὸν 1 w 1164
τὸ 5 w 1166
τοιοῦτον 1 w 1174
πᾶν 1 w 1177
παντί 1 w 1182
ΑΘ 10 w 1185
φέρε 2 w 1190
δή 2 w 1192
νοήσωμεν 1 w 1201
μίαν 1 w 1205
τῶν 6 w 1208
πολλῶν 1 w 1214
ταύτην 1 w 1220
τὴν 6 w 1223
τῷ 3 w 1225
κατακλυσμῷ 1 w 1235
ποτε 2 w 1239
γενομένην 1 w 1248
ΚΛ 10 w 1251
τὸ 6 w 1254
ποῖόν 1 w 1259
τι 6 w 1261
περὶ 2 w 1265
αὐτῆς 1 w 1270
διανοηθέντες 1 w 1282
ΑΘ 11 w 1285
ὡς 2 w 1288
οἱ 2 w 1290
τότε 1 w 1294
περιφυγόντες 1 w 1306
τὴν 7 w 1309
φθορὰν 1 w 1315
σχεδὸν 1 w 1321
ὄρειοί 1 w 1327
τινες 1 w 1332
ἂν 4 w 1334
εἶεν 1 w 1338
νομῆς 1 w 1343
ἐν 5 w 1346
κορυφαῖς 1 w 1354
που 1 w 1357
σμικρὰ 1 w 1363
ζώπυρα 1 w 1369
τοῦ 3 w 1372
τῶν 7 w 1375
ἀνθρώπων 3 w 1383
διασεσωμένα 1 w 1394
γένους 1 w 1400
ΚΛ 11 w 1403
δῆλον 1 w 1409
ΑΘ 12 w 1412
καὶ 15 w 1416
δὴ 3 w 1418
τοὺς 1 w 1422
τοιούτους 1 w 1431
γε 12 w 1433
ἀνάγκη 1 w 1439
που 2 w 1442
τῶν 8 w 1445
ἄλλων 1 w 1450
ἀπείρους 1 w 1458
εἶναι 1 w 1463
τεχνῶν 1 w 1469
καὶ 16 w 1472
τῶν 9 w 1475
ἐν 6 w 1477
τοῖς 1 w 1481
ἄστεσι 1 w 1487
πρὸς 1 w 1491
ἀλλήλους 1 w 1499
μηχανῶν 1 w 1506
εἴς 1 w 1509
τε 17 w 1511
πλεονεξίας 1 w 1521
καὶ 17 w 1524
φιλονικίας 1 w 1534
καὶ 18 w 1537
ὁπόσʼ 1 w 1542
ἄλλα 1 w 1546
κακουργήματα 1 w 1558
πρὸς 2 w 1562
ἀλλήλους 2 w 1570
ἐπινοοῦσιν 1 w 1580
ΚΛ 12 w 1583
εἰκὸς 1 w 1589
γοῦν 1 w 1593
ΑΘ 13 w 1596
θῶμεν 1 w 1602
δὴ 4 w 1604
τὰς 1 w 1607
ἐν 7 w 1609
τοῖς 2 w 1613
πεδίοις 1 w 1620
πόλεις 3 w 1626
καὶ 19 w 1629
πρὸς 3 w 1633
θαλάττῃ 1 w 1640
κατοικούσας 1 w 1651
ἄρδην 1 w 1656
ἐν 8 w 1658
τῷ 4 w 1660
τότε 2 w 1664
χρόνῳ 2 w 1669
διαφθείρεσθαι 1 w 1682
ΚΛ 13 w 1685
θῶμεν 2 w 1691
ΑΘ 14 w 1694
οὐκοῦν 1 w 1701
ὄργανά 1 w 1707
τε 19 w 1709
πάντα 1 w 1714
ἀπόλλυσθαι 1 w 1724
καὶ 20 w 1728
εἴ 3 w 1730
τι 8 w 1732
τέχνης 1 w 1738
ἦν 1 w 1740
ἐχόμενον 1 w 1748
σπουδαίως 1 w 1757
ηὑρημένον 1 w 1766
1 w 1767
πολιτικῆς 1 w 1776
2 w 1777
καὶ 21 w 1780
σοφίας 1 w 1786
τινὸς 1 w 1791
ἑτέρας 1 w 1797
πάντα 2 w 1803
ἔρρειν 1 w 1809
ταῦτα 2 w 1814
ἐν 9 w 1816
τῷ 5 w 1818
τότε 3 w 1822
χρόνῳ 3 w 1827
φήσομεν 1 w 1834
πῶς 2 w 1838
γὰρ 2 w 1841
ἄν 3 w 1843
1 w 1845
ἄριστε 1 w 1851
εἴ 4 w 1854
γε 13 w 1856
ἔμενεν 1 w 1862
τάδε 1 w 1866
οὕτω 1 w 1870
τὸν 3 w 1873
πάντα 3 w 1878
χρόνον 1 w 1884
ὡς 3 w 1886
νῦν 1 w 1889
διακεκόσμηται 1 w 1902
καινὸν 1 w 1909
ἀνηυρίσκετό 1 w 1920
ποτε 3 w 1924
καὶ 22 w 1927
ὁτιοῦν 1 w 1933
ΚΛ 14 w 1936
τοῦτο 1 w 1942
ὅτι 1 w 1945
μὲν 8 w 1948
μυριάκις 1 w 1956
μύρια 1 w 1961
ἔτη 1 w 1964
διελάνθανεν 1 w 1975
ἄρα 1 w 1978
τοὺς 2 w 1982
τότε 4 w 1986
χίλια 1 w 1992
δὲ 5 w 1994
ἀφʼ 2 w 1997
οὗ 2 w 1999
γέγονεν 2 w 2006
3 w 2007
δὶς 1 w 2010
τοσαῦτα 1 w 2017
ἔτη 2 w 2020
τὰ 3 w 2023
μὲν 9 w 2026
Δαιδάλῳ 1 w 2033
καταφανῆ 1 w 2041
γέγονεν 3 w 2048
τὰ 4 w 2051
δὲ 6 w 2053
Ὀρφεῖ 1 w 2058
τὰ 5 w 2061
δὲ 7 w 2063
Παλαμήδει 1 w 2072
τὰ 6 w 2075
δὲ 8 w 2077
περὶ 3 w 2081
μουσικὴν 1 w 2089
Μαρσύᾳ 1 w 2095
καὶ 23 w 2098
Ὀλύμπῳ 1 w 2104
περὶ 4 w 2109
λύραν 1 w 2114
δὲ 9 w 2116
Ἀμφίονι 1 w 2123
τὰ 7 w 2126
δὲ 10 w 2128
ἄλλα 2 w 2132
ἄλλοις 2 w 2138
πάμπολλα 1 w 2146
ὡς 4 w 2149
ἔπος 1 w 2153
εἰπεῖν 1 w 2159
χθὲς 1 w 2163
καὶ 24 w 2166
πρῴην 1 w 2171
γεγονότα 1 w 2179
ΑΘ 15 w 2182
ἄριστʼ 1 w 2189
2 w 2191
Κλεινία 1 w 2198
τὸν 4 w 2202
φίλον 1 w 2207
ὅτι 2 w 2210
παρέλιπες 1 w 2219
τὸν 5 w 2223
ἀτεχνῶς 1 w 2230
χθὲς 2 w 2234
γενόμενον 1 w 2243
ΚΛ 15 w 2246
μῶν 3 w 2250
φράζεις 1 w 2257
Ἐπιμενίδην 1 w 2267
ΑΘ 16 w 2270
ναί 2 w 2274
τοῦτον 1 w 2281
πολὺ 1 w 2286
γὰρ 3 w 2289
ὑμῖν 2 w 2293
ὑπερεπήδησε 1 w 2304
τῷ 6 w 2306
μηχανήματι 1 w 2316
τοὺς 3 w 2320
σύμπαντας 1 w 2329
3 w 2331
φίλε 1 w 2335
2 w 2337
λόγῳ 1 w 2341
μὲν 10 w 2344
Ἡσίοδος 1 w 2351
ἐμαντεύετο 1 w 2361
πάλαι 1 w 2366
τῷ 7 w 2369
δὲ 11 w 2371
ἔργῳ 1 w 2375
ἐκεῖνος 1 w 2382
ἀπετέλεσεν 1 w 2392
ὡς 5 w 2395
ὑμεῖς 1 w 2400
φατε 1 w 2404
ΚΛ 16 w 2407
φαμὲν 1 w 2413
γὰρ 4 w 2416
οὖν 6 w 2419
ΑΘ 17 w 2422
οὐκοῦν 2 w 2429
οὕτω 2 w 2433
δὴ 5 w 2435
λέγωμεν 1 w 2442
ἔχειν 2 w 2447
τότε 5 w 2451
ὅτʼ 1 w 2455
ἐγένετο 1 w 2462
4 w 2463
φθορά 1 w 2468
τὰ 8 w 2471
περὶ 5 w 2475
τοὺς 4 w 2479
ἀνθρώπους 1 w 2488
πράγματα 1 w 2496
μυρίαν 1 w 2503
μέν 7 w 2506
τινα 1 w 2510
φοβερὰν 1 w 2517
ἐρημίαν 1 w 2524
γῆς 1 w 2528
δʼ 3 w 2530
ἀφθόνου 1 w 2537
πλῆθος 2 w 2543
πάμπολυ 1 w 2550
ζῴων 1 w 2555
δὲ 12 w 2557
τῶν 10 w 2560
ἄλλων 2 w 2565
ἐρρόντων 1 w 2573
βουκόλιʼ 1 w 2582
ἄττα 1 w 2586
καὶ 25 w 2590
εἴ 5 w 2592
τί 6 w 2594
που 5 w 2597
αἰγῶν 1 w 2602
περιλειφθὲν 1 w 2613
ἐτύγχανεν 1 w 2622
γένος 2 w 2627
σπάνια 1 w 2634
καὶ 26 w 2637
ταῦτα 3 w 2642
νέμουσιν 1 w 2650
εἶναι 2 w 2655
ζῆν 1 w 2658
τότε 6 w 2662
κατʼ 1 w 2666
ἀρχάς 1 w 2671
ΚΛ 17 w 2674
τί 7 w 2677
μήν 1 w 2680
ΑΘ 18 w 2683
πόλεως 1 w 2690
δὲ 13 w 2692
καὶ 27 w 2695
πολιτείας 3 w 2704
πέρι 2 w 2708
καὶ 28 w 2711
νομοθεσίας 1 w 2721
ὧν 1 w 2724
νῦν 2 w 2727
3 w 2728
λόγος 1 w 2733
ἡμῖν 3 w 2737
παρέστηκεν 1 w 2747
ἆρʼ 2 w 2751
ὡς 6 w 2753
ἔπος 2 w 2757
εἰπεῖν 2 w 2763
οἰόμεθα 1 w 2770
καὶ 29 w 2773
μνήμην 1 w 2779
εἶναι 3 w 2784
τὸ 10 w 2786
παράπαν 1 w 2793
ΚΛ 18 w 2796
οὐδαμῶς 2 w 2804
ΑΘ 19 w 2807
οὐκοῦν 3 w 2814
ἐξ 2 w 2816
ἐκείνων 1 w 2823
τῶν 11 w 2826
διακειμένων 1 w 2837
οὕτω 3 w 2841
τὰ 9 w 2843
νῦν 3 w 2846
γέγονεν 4 w 2853
ἡμῖν 4 w 2857
σύμπαντα 2 w 2865
πόλεις 4 w 2872
τε 30 w 2874
καὶ 30 w 2877
πολιτεῖαι 1 w 2886
καὶ 31 w 2889
τέχναι 1 w 2895
καὶ 32 w 2898
νόμοι 1 w 2903
καὶ 33 w 2907
πολλὴ 1 w 2912
μὲν 12 w 2915
πονηρία 1 w 2922
πολλὴ 2 w 2928
δὲ 14 w 2930
καὶ 34 w 2933
ἀρετή 1 w 2938
ΚΛ 19 w 2941
πῶς 3 w 2945
λέγεις 4 w 2951
ΑΘ 20 w 2954
ἆρʼ 3 w 2958
οἰόμεθα 2 w 2965
4 w 2967
θαυμάσιε 1 w 2975
τοὺς 5 w 2980
τότε 7 w 2984
ἀπείρους 2 w 2993
ὄντας 1 w 2998
πολλῶν 2 w 3004
μὲν 13 w 3007
καλῶν 1 w 3012
τῶν 12 w 3015
κατὰ 2 w 3019
τὰ 11 w 3021
ἄστη 1 w 3025
πολλῶν 3 w 3032
δὲ 15 w 3034
καὶ 35 w 3037
τῶν 13 w 3040
ἐναντίων 1 w 3048
τελέους 1 w 3056
πρὸς 4 w 3060
ἀρετὴν 2 w 3066
4 w 3067
πρὸς 5 w 3071
κακίαν 2 w 3077
γεγονέναι 3 w 3086
ΚΛ 20 w 3089
καλῶς 1 w 3095
εἶπες 1 w 3100
καὶ 36 w 3104
μανθάνομεν 1 w 3114
3 w 3115
λέγεις 5 w 3121
ΑΘ 21 w 3124
οὐκοῦν 4 w 3131
προϊόντος 1 w 3140
μὲν 14 w 3143
τοῦ 6 w 3146
χρόνου 3 w 3152
πληθύοντος 1 w 3163
δʼ 4 w 3165
ἡμῶν 1 w 3169
τοῦ 7 w 3172
γένους 2 w 3178
εἰς 2 w 3182
πάντα 4 w 3187
τὰ 12 w 3189
νῦν 4 w 3192
καθεστηκότα 1 w 3203
προελήλυθεν 1 w 3214
πάντα 5 w 3219
ΚΛ 21 w 3222
ὀρθότατα 1 w 3231
ΑΘ 22 w 3234
οὐκ 7 w 3238
ἐξαίφνης 1 w 3246
γε 19 w 3248
ὡς 7 w 3251
εἰκός 1 w 3256
κατὰ 3 w 3261
σμικρὸν 1 w 3268
δὲ 16 w 3270
ἐν 11 w 3272
παμπόλλῳ 1 w 3280
τινὶ 1 w 3284
χρόνῳ 4 w 3289
ΚΛ 22 w 3292
καὶ 37 w 3296
μάλα 1 w 3300
πρέπει 1 w 3306
τοῦθʼ 1 w 3311
οὕτως 1 w 3316
ΑΘ 23 w 3319
ἐκ 6 w 3322
γὰρ 5 w 3325
τῶν 14 w 3328
ὑψηλῶν 1 w 3334
εἰς 3 w 3337
τὰ 14 w 3339
πεδία 1 w 3344
καταβαίνειν 1 w 3355
οἶμαι 2 w 3361
πᾶσιν 1 w 3367
φόβος 1 w 3372
ἔναυλος 1 w 3379
ἐγεγόνει 1 w 3387
ΚΛ 23 w 3390
πῶς 4 w 3394
δʼ 5 w 3396
οὔ 2 w 3398
ΑΘ 24 w 3401
ἆρʼ 4 w 3405
οὐχ 1 w 3408
ἅσμενοι 1 w 3415
μὲν 15 w 3418
ἑαυτοὺς 1 w 3425
ἑώρων 1 w 3430
διʼ 1 w 3433
ὀλιγότητα 1 w 3442
ἐν 12 w 3444
τοῖς 3 w 3448
περὶ 6 w 3452
ἐκεῖνον 1 w 3459
τὸν 6 w 3462
χρόνον 2 w 3468
πορεῖα 1 w 3475
δέ 2 w 3477
ὥστʼ 1 w 3482
ἐπʼ 1 w 3485
ἀλλήλους 3 w 3493
τότε 8 w 3497
πορεύεσθαι 1 w 3507
κατὰ 4 w 3511
γῆν 1 w 3514
5 w 3515
κατὰ 5 w 3519
θάλατταν 1 w 3527
σὺν 1 w 3531
ταῖς 1 w 3535
τέχναις 1 w 3542
ὡς 8 w 3544
ἔπος 3 w 3548
εἰπεῖν 3 w 3554
πάντα 6 w 3559
σχεδὸν 2 w 3565
ἀπωλώλει 1 w 3573
συμμίσγειν 1 w 3584
οὖν 7 w 3587
ἀλλήλοις 1 w 3595
οὐκ 8 w 3598
ἦν 2 w 3600
οἶμαι 3 w 3605
σφόδρα 1 w 3611
δυνατόν 1 w 3618
σίδηρος 1 w 3626
γὰρ 6 w 3629
καὶ 38 w 3632
χαλκὸς 1 w 3638
καὶ 39 w 3641
πάντα 7 w 3646
τὰ 17 w 3648
μεταλλεῖα 1 w 3657
συγκεχυμένα 1 w 3668
ἠφάνιστο 1 w 3676
ὥστε 1 w 3681
ἀπορία 1 w 3687
πᾶσα 1 w 3691
ἦν 3 w 3693
τοῦ 9 w 3696
ἀνακαθαίρεσθαι 1 w 3710
τὰ 18 w 3712
τοιαῦτα 1 w 3719
δρυοτομίας 1 w 3730
τε 36 w 3732
εἶχον 1 w 3737
σπάνιν 1 w 3743
εἰ 11 w 3746
γάρ 1 w 3749
πού 1 w 3752
τι 17 w 3754
καὶ 40 w 3757
περιγεγονὸς 1 w 3768
ἦν 4 w 3770
ὄργανον 1 w 3777
ἐν 13 w 3779
ὄρεσι 1 w 3784
ταῦτα 4 w 3790
μὲν 16 w 3793
ταχὺ 1 w 3797
κατατριβέντα 1 w 3809
ἠφάνιστο 2 w 3817
ἄλλα 3 w 3822
δὲ 17 w 3824
οὐκ 9 w 3827
ἔμελλεν 1 w 3834
γενήσεσθαι 1 w 3844
πρὶν 1 w 3849
πάλιν 1 w 3854
8 w 3855
τῶν 15 w 3858
μεταλλέων 1 w 3867
ἀφίκοιτο 1 w 3875
εἰς 4 w 3878
ἀνθρώπους 2 w 3887
τέχνη 2 w 3892
ΚΛ 24 w 3895
πῶς 5 w 3899
γὰρ 7 w 3902
ἄν 4 w 3904
ΑΘ 25 w 3907
γενεαῖς 1 w 3915
δὴ 6 w 3917
πόσαις 1 w 3923
ὕστερον 1 w 3930
οἰόμεθα 3 w 3937
τοῦθʼ 2 w 3942
οὕτως 2 w 3947
γεγονέναι 4 w 3956
ΚΛ 25 w 3959
δῆλον 2 w 3965
ὅτι 3 w 3968
παμπόλλαις 1 w 3978
τισίν 1 w 3983
ΑΘ 26 w 3986
οὐκοῦν 5 w 3993
καὶ 41 w 3996
τέχναι 3 w 4002
ὅσαιπερ 1 w 4010
σιδήρου 1 w 4017
δέονται 1 w 4024
καὶ 42 w 4027
χαλκοῦ 1 w 4033
καὶ 43 w 4036
τῶν 16 w 4039
τοιούτων 1 w 4047
ἁπάντων 1 w 4054
τὸν 7 w 4058
αὐτὸν 2 w 4063
χρόνον 3 w 4069
καὶ 44 w 4072
ἔτι 1 w 4075
πλείονα 1 w 4082
ἠφανισμέναι 1 w 4093
ἂν 5 w 4095
εἶεν 2 w 4099
ἐν 14 w 4101
τῷ 8 w 4103
τότε 9 w 4107
ΚΛ 26 w 4110
τί 9 w 4113
μήν 2 w 4116
ΑΘ 27 w 4119
καὶ 45 w 4123
τοίνυν 1 w 4129
στάσις 1 w 4135
ἅμα 2 w 4138
καὶ 46 w 4141
πόλεμος 1 w 4148
ἀπωλώλει 2 w 4156
κατὰ 6 w 4160
τὸν 9 w 4163
τότε 10 w 4167
χρόνον 4 w 4173
πολλαχῇ 1 w 4180
ΚΛ 27 w 4183
πῶς 6 w 4187
ΑΘ 28 w 4190
πρῶτον 1 w 4197
μὲν 17 w 4200
ἠγάπων 1 w 4206
καὶ 47 w 4209
ἐφιλοφρονοῦντο 1 w 4223
ἀλλήλους 4 w 4231
διʼ 2 w 4234
ἐρημίαν 2 w 4241
ἔπειτα 1 w 4248
οὐ 15 w 4250
περιμάχητος 1 w 4261
ἦν 5 w 4263
αὐτοῖς 1 w 4269
9 w 4270
τροφή 1 w 4275
νομῆς 2 w 4281
γὰρ 8 w 4284
οὐκ 11 w 4287
ἦν 6 w 4289
σπάνις 1 w 4295
εἰ 13 w 4298
μή 6 w 4300
τισιν 1 w 4305
κατʼ 2 w 4309
ἀρχὰς 1 w 4314
ἴσως 2 w 4318
1 w 4320
δὴ 7 w 4322
τὸ 15 w 4324
πλεῖστον 1 w 4332
διέζων 1 w 4338
ἐν 15 w 4340
τῷ 9 w 4342
τότε 11 w 4346
χρόνῳ 5 w 4351
γάλακτος 1 w 4360
γὰρ 9 w 4363
καὶ 48 w 4366
κρεῶν 1 w 4371
οὐδαμῶς 3 w 4378
ἐνδεεῖς 1 w 4385
ἦσαν 1 w 4389
ἔτι 2 w 4393
δὲ 18 w 4395
θηρεύοντες 1 w 4405
οὐ 18 w 4407
φαύλην 1 w 4413
οὐδʼ 1 w 4417
ὀλίγην 1 w 4423
τροφὴν 1 w 4429
παρείχοντο 1 w 4439
καὶ 49 w 4443
μὴν 1 w 4446
ἀμπεχόνης 1 w 4455
γε 26 w 4457
καὶ 50 w 4460
στρωμνῆς 1 w 4468
καὶ 51 w 4471
οἰκήσεων 1 w 4479
καὶ 52 w 4482
σκευῶν 1 w 4488
ἐμπύρων 1 w 4495
τε 42 w 4497
καὶ 53 w 4500
ἀπύρων 1 w 4506
ηὐπόρουν 1 w 4514
αἱ 1 w 4517
πλαστικαὶ 1 w 4526
γὰρ 10 w 4529
καὶ 55 w 4532
ὅσαι 2 w 4536
πλεκτικαὶ 1 w 4545
τῶν 17 w 4548
τεχνῶν 2 w 4554
οὐδὲ 1 w 4558
ἓν 1 w 4560
προσδέονται 1 w 4571
σιδήρου 2 w 4578
ταῦτα 5 w 4584
δὲ 20 w 4586
πάντα 8 w 4591
τούτω 1 w 4596
τὼ 1 w 4598
τέχνα 4 w 4603
θεὸς 1 w 4607
ἔδωκε 1 w 4612
πορίζειν 1 w 4620
τοῖς 5 w 4624
ἀνθρώποις 1 w 4633
ἵνʼ 1 w 4637
ὁπότε 1 w 4642
εἰς 5 w 4645
τὴν 9 w 4648
τοιαύτην 1 w 4656
ἀπορίαν 1 w 4663
ἔλθοιεν 1 w 4670
ἔχοι 1 w 4675
βλάστην 1 w 4682
καὶ 57 w 4685
ἐπίδοσιν 2 w 4693
τὸ 16 w 4695
τῶν 18 w 4698
ἀνθρώπων 4 w 4706
γένος 3 w 4711
πένητες 1 w 4719
μὲν 18 w 4722
δὴ 8 w 4724
διὰ 1 w 4727
τὸ 17 w 4729
τοιοῦτον 2 w 4737
σφόδρα 2 w 4743
οὐκ 12 w 4746
ἦσαν 2 w 4750
οὐδʼ 2 w 4755
ὑπὸ 1 w 4758
πενίας 1 w 4764
ἀναγκαζόμενοι 1 w 4777
διάφοροι 1 w 4785
ἑαυτοῖς 1 w 4792
ἐγίγνοντο 1 w 4801
πλούσιοι 1 w 4810
δʼ 8 w 4812
οὐκ 13 w 4815
ἄν 5 w 4817
ποτε 4 w 4821
ἐγένοντο 1 w 4829
ἄχρυσοί 1 w 4836
τε 47 w 4838
καὶ 58 w 4841
ἀνάργυροι 1 w 4850
ὄντες 1 w 4855
4 w 4857
τότε 12 w 4861
ἐν 17 w 4863
ἐκείνοις 1 w 4871
παρῆν 1 w 4876
2 w 4878
δʼ 9 w 4880
ἄν 6 w 4882
ποτε 5 w 4886
συνοικίᾳ 1 w 4894
μήτε 1 w 4898
πλοῦτος 1 w 4905
συνοικῇ 1 w 4912
μήτε 2 w 4916
πενία 2 w 4921
σχεδὸν 3 w 4928
ἐν 18 w 4930
ταύτῃ 2 w 4935
γενναιότατα 1 w 4946
ἤθη 1 w 4949
γίγνοιτʼ 1 w 4957
ἄν 7 w 4959
οὔτε 1 w 4964
γὰρ 11 w 4967
ὕβρις 1 w 4972
οὔτʼ 1 w 4976
ἀδικία 1 w 4982
ζῆλοί 1 w 4988
τε 54 w 4990
αὖ 2 w 4992
καὶ 59 w 4995
φθόνοι 1 w 5001
οὐκ 14 w 5004
ἐγγίγνονται 1 w 5015
ἀγαθοὶ 1 w 5022
μὲν 19 w 5025
δὴ 9 w 5027
διὰ 2 w 5030
ταῦτά 1 w 5035
τε 55 w 5037
ἦσαν 3 w 5041
καὶ 60 w 5044
διὰ 3 w 5047
τὴν 10 w 5050
λεγομένην 1 w 5059
εὐήθειαν 1 w 5067
1 w 5069
γὰρ 12 w 5072
ἤκουον 1 w 5078
καλὰ 1 w 5082
καὶ 61 w 5085
αἰσχρά 1 w 5091
εὐήθεις 1 w 5099
ὄντες 2 w 5104
ἡγοῦντο 1 w 5111
ἀληθέστατα 1 w 5121
λέγεσθαι 1 w 5129
καὶ 62 w 5132
ἐπείθοντο 1 w 5141
ψεῦδος 1 w 5148
γὰρ 13 w 5151
ὑπονοεῖν 1 w 5159
οὐδεὶς 1 w 5165
ἠπίστατο 1 w 5173
διὰ 4 w 5176
σοφίαν 1 w 5182
ὥσπερ 1 w 5188
τὰ 20 w 5190
νῦν 5 w 5193
ἀλλὰ 1 w 5198
περὶ 7 w 5202
θεῶν 1 w 5206
τε 57 w 5208
καὶ 63 w 5211
ἀνθρώπων 5 w 5219
τὰ 21 w 5221
λεγόμενα 1 w 5229
ἀληθῆ 1 w 5234
νομίζοντες 1 w 5244
ἔζων 1 w 5248
κατὰ 7 w 5252
ταῦτα 6 w 5257
διόπερ 1 w 5264
ἦσαν 4 w 5268
τοιοῦτοι 1 w 5276
παντάπασιν 1 w 5286
οἵους 1 w 5291
αὐτοὺς 1 w 5297
ἡμεῖς 1 w 5302
ἄρτι 1 w 5306
διεληλύθαμεν 1 w 5318
ΚΛ 28 w 5321
ἐμοὶ 1 w 5326
γοῦν 3 w 5330
δὴ 10 w 5332
καὶ 64 w 5335
τῷδε 1 w 5339
οὕτως 3 w 5344
ταῦτα 7 w 5349
συνδοκεῖ 1 w 5357
ΑΘ 29 w 5360
οὐκοῦν 6 w 5367
εἴπωμεν 1 w 5374
ὅτι 4 w 5377
γενεαὶ 1 w 5383
διαβιοῦσαι 1 w 5393
πολλαὶ 1 w 5399
τοῦτον 2 w 5405
τὸν 10 w 5408
τρόπον 1 w 5414
τῶν 19 w 5417
πρὸ 6 w 5420
κατακλυσμοῦ 1 w 5431
γεγονότων 1 w 5440
καὶ 65 w 5443
τῶν 20 w 5446
νῦν 6 w 5449
ἀτεχνότεροι 1 w 5460
μὲν 20 w 5463
καὶ 66 w 5466
ἀμαθέστεροι 1 w 5477
πρός 1 w 5481
τε 62 w 5483
τὰς 2 w 5486
ἄλλας 1 w 5491
μέλλουσιν 1 w 5500
εἶναι 4 w 5505
τέχνας 1 w 5511
καὶ 67 w 5514
πρὸς 6 w 5518
τὰς 3 w 5521
πολεμικάς 1 w 5530
ὅσαι 3 w 5535
τε 63 w 5537
πεζαὶ 1 w 5542
καὶ 68 w 5545
ὅσαι 4 w 5549
κατὰ 8 w 5553
θάλατταν 2 w 5561
γίγνονται 2 w 5570
τὰ 26 w 5572
νῦν 7 w 5575
καὶ 69 w 5579
ὅσαι 5 w 5583
δὴ 11 w 5585
κατὰ 9 w 5589
πόλιν 1 w 5594
μόνον 1 w 5599
αὐτοῦ 1 w 5604
δίκαι 1 w 5610
καὶ 70 w 5613
στάσεις 1 w 5620
λεγόμεναι 1 w 5629
λόγοις 1 w 5636
ἔργοις 1 w 5642
τε 64 w 5644
μεμηχανημέναι 1 w 5657
πάσας 2 w 5662
μηχανὰς 1 w 5669
εἰς 6 w 5672
τὸ 19 w 5674
κακουργεῖν 1 w 5684
τε 65 w 5686
ἀλλήλους 5 w 5694
καὶ 71 w 5697
ἀδικεῖν 1 w 5704
εὐηθέστεροι 1 w 5716
δὲ 21 w 5718
καὶ 72 w 5721
ἀνδρειότεροι 1 w 5733
καὶ 73 w 5736
ἅμα 3 w 5739
σωφρονέστεροι 1 w 5752
καὶ 74 w 5755
σύμπαντα 3 w 5763
δικαιότεροι 1 w 5774
τὸ 20 w 5777
δὲ 22 w 5779
τούτων 1 w 5785
αἴτιον 1 w 5791
ἤδη 1 w 5794
διεληλύθαμεν 2 w 5806
ΚΛ 29 w 5809
ὀρθῶς 1 w 5815
λέγεις 6 w 5821
ΑΘ 30 w 5824
λελέχθω 1 w 5832
δὴ 12 w 5834
ταῦτα 8 w 5839
ἡμῖν 5 w 5843
καὶ 75 w 5846
τὰ 28 w 5848
τούτοις 1 w 5855
συνεπόμενα 1 w 5865
ἔτι 3 w 5868
πάντα 9 w 5873
εἰρήσθω 1 w 5880
τοῦδʼ 1 w 5885
ἕνεκα 1 w 5890
ἵνα 1 w 5894
νοήσωμεν 2 w 5902
τοῖς 7 w 5906
τότε 13 w 5910
νόμων 1 w 5915
τίς 1 w 5918
ποτʼ 1 w 5922
ἦν 7 w 5924
χρεία 1 w 5929
καὶ 76 w 5932
τίς 2 w 5935
ἦν 8 w 5937
νομοθέτης 1 w 5946
αὐτοῖς 2 w 5952
ΚΛ 30 w 5955
καὶ 77 w 5959
καλῶς 2 w 5964
γε 33 w 5966
εἴρηκας 1 w 5973
ΑΘ 31 w 5976
ἆρʼ 5 w 5980
οὖν 8 w 5983
ἐκεῖνοι 1 w 5990
μὲν 21 w 5993
οὔτʼ 2 w 5997
ἐδέοντο 1 w 6004
νομοθετῶν 1 w 6013
οὔτε 2 w 6017
πω 10 w 6019
ἐφίλει 1 w 6025
κατὰ 10 w 6029
τούτους 1 w 6036
τοὺς 8 w 6040
χρόνους 1 w 6047
γίγνεσθαι 1 w 6056
τὸ 21 w 6058
τοιοῦτον 3 w 6066
οὐδὲ 2 w 6071
γὰρ 14 w 6074
γράμματα 1 w 6082
ἔστι 1 w 6086
πω 11 w 6088
τοῖς 9 w 6092
ἐν 19 w 6094
τούτῳ 2 w 6099
τῷ 11 w 6101
μέρει 1 w 6106
τῆς 3 w 6109
περιόδου 1 w 6117
γεγονόσιν 1 w 6126
ἀλλʼ 1 w 6131
ἔθεσι 1 w 6136
καὶ 78 w 6139
τοῖς 10 w 6143
λεγομένοις 1 w 6153
πατρίοις 1 w 6161
νόμοις 1 w 6167
ἑπόμενοι 1 w 6175
ζῶσιν 1 w 6180
ΚΛ 31 w 6183
εἰκὸς 2 w 6189
γοῦν 4 w 6193
ΑΘ 32 w 6196
πολιτείας 4 w 6206
δέ 6 w 6208
γε 35 w 6210
ἤδη 2 w 6213
καὶ 79 w 6216
τρόπος 1 w 6222
ἐστίν 1 w 6227
τις 2 w 6230
οὗτος 1 w 6235
ΚΛ 32 w 6238
τίς 3 w 6242
ΑΘ 33 w 6245
δοκοῦσί 1 w 6253
μοι 3 w 6256
πάντες 1 w 6262
τὴν 11 w 6265
ἐν 20 w 6267
τούτῳ 3 w 6272
τῷ 12 w 6274
χρόνῳ 6 w 6279
πολιτείαν 1 w 6288
δυναστείαν 1 w 6298
καλεῖν 1 w 6304
1 w 6306
καὶ 80 w 6309
νῦν 8 w 6312
ἔτι 4 w 6315
πολλαχοῦ 1 w 6323
καὶ 81 w 6326
ἐν 21 w 6328
Ἕλλησι 1 w 6334
καὶ 82 w 6337
κατὰ 11 w 6341
βαρβάρους 1 w 6350
ἐστίν 2 w 6355
λέγει 7 w 6361
δʼ 11 w 6363
αὐτήν 1 w 6368
που 7 w 6371
καὶ 83 w 6374
Ὅμηρος 1 w 6380
γεγονέναι 5 w 6389
περὶ 8 w 6393
τὴν 12 w 6396
τῶν 22 w 6399
Κυκλώπων 1 w 6407
οἴκησιν 1 w 6414
εἰπὼν 1 w 6420
τοῖσιν 1 w 6427
δʼ 12 w 6429
οὔτʼ 3 w 6433
ἀγοραὶ 1 w 6439
βουληφόροι 1 w 6449
οὔτε 3 w 6453
θέμιστες 1 w 6461
ἀλλʼ 2 w 6466
οἵ 2 w 6468
γʼ 1 w 6470
ὑψηλῶν 2 w 6476
ὀρέων 1 w 6481
ναίουσι 1 w 6488
κάρηνα 1 w 6494
ἐν 22 w 6496
σπέσσι 1 w 6502
γλαφυροῖσι 1 w 6512
θεμιστεύει 1 w 6523
δὲ 24 w 6525
ἕκαστος 1 w 6532
παίδων 1 w 6538
ἠδʼ 1 w 6541
ἀλόχων 1 w 6547
οὐδʼ 3 w 6552
ἀλλήλων 1 w 6559
ἀλέγουσιν 1 w 6568
Hom 1 w 6572
Od 1 w 6575
9 1 w 6577
112 1 w 6581
ΚΛ 33 w 6583
ἔοικέν 1 w 6590
γε 38 w 6592
5 w 6593
ποιητὴς 1 w 6600
ὑμῖν 3 w 6604
οὗτος 2 w 6609
γεγονέναι 6 w 6618
χαρίεις 1 w 6625
καὶ 84 w 6629
γὰρ 15 w 6632
δὴ 13 w 6634
καὶ 85 w 6637
ἄλλα 5 w 6641
αὐτοῦ 2 w 6646
διεληλύθαμεν 3 w 6658
μάλʼ 1 w 6662
ἀστεῖα 1 w 6668
οὐ 29 w 6671
μὴν 2 w 6674
πολλά 2 w 6679
γε 40 w 6681
οὐ 30 w 6684
γὰρ 16 w 6687
σφόδρα 3 w 6693
χρώμεθα 1 w 6700
οἱ 3 w 6702
Κρῆτες 1 w 6708
τοῖς 11 w 6712
ξενικοῖς 1 w 6720
ποιήμασιν 1 w 6729
ΜΕ 1 w 6732
ἡμεῖς 2 w 6738
δʼ 15 w 6740
αὖ 3 w 6742
χρώμεθα 2 w 6749
μέν 14 w 6752
καὶ 86 w 6756
ἔοικέν 2 w 6762
γε 41 w 6764
κρατεῖν 1 w 6771
τῶν 23 w 6774
τοιούτων 2 w 6782
ποιητῶν 1 w 6789
οὐ 31 w 6792
μέντοι 1 w 6798
Λακωνικόν 1 w 6807
γε 42 w 6809
ἀλλά 1 w 6813
τινα 2 w 6817
μᾶλλον 1 w 6823
Ἰωνικὸν 1 w 6830
βίον 1 w 6834
διεξέρχεται 1 w 6845
ἑκάστοτε 2 w 6853
νῦν 9 w 6857
μὴν 3 w 6860
εὖ 2 w 6862
τῷ 13 w 6864
σῷ 1 w 6866
λόγῳ 2 w 6870
ἔοικε 1 w 6875
μαρτυρεῖν 1 w 6884
τὸ 22 w 6887
ἀρχαῖον 1 w 6894
αὐτῶν 2 w 6899
ἐπὶ 2 w 6902
τὴν 13 w 6905
ἀγριότητα 1 w 6914
διὰ 5 w 6917
μυθολογίας 1 w 6927
ἐπανενεγκών 1 w 6938
ΑΘ 34 w 6941
ναί 4 w 6945
συμμαρτυρεῖ 1 w 6957
γάρ 2 w 6960
καὶ 87 w 6964
λάβωμέν 1 w 6971
γε 43 w 6973
αὐτὸν 3 w 6978
μηνυτὴν 1 w 6985
ὅτι 5 w 6988
τοιαῦται 1 w 6996
πολιτεῖαι 2 w 7005
γίγνονταί 1 w 7014
ποτε 6 w 7018
ΚΛ 34 w 7021
καλῶς 3 w 7027
ΑΘ 35 w 7030
μῶν 5 w 7034
οὖν 9 w 7037
οὐκ 16 w 7040
ἐκ 10 w 7042
τούτων 2 w 7048
τῶν 26 w 7051
κατὰ 12 w 7055
μίαν 4 w 7059
οἴκησιν 2 w 7066
καὶ 88 w 7069
κατὰ 13 w 7073
γένος 4 w 7078
διεσπαρμένων 1 w 7090
ὑπὸ 2 w 7093
ἀπορίας 1 w 7100
τῆς 4 w 7103
ἐν 23 w 7105
ταῖς 2 w 7109
φθοραῖς 1 w 7116
ἐν 24 w 7119
αἷς 1 w 7122
τὸ 24 w 7124
πρεσβύτατον 1 w 7135
ἄρχει 1 w 7140
διὰ 6 w 7143
τὸ 25 w 7145
τὴν 15 w 7148
ἀρχὴν 2 w 7153
αὐτοῖς 3 w 7159
ἐκ 11 w 7161
πατρὸς 1 w 7167
καὶ 89 w 7170
μητρὸς 1 w 7176
γεγονέναι 7 w 7185
οἷς 2 w 7189
ἑπόμενοι 2 w 7197
καθάπερ 1 w 7204
ὄρνιθες 1 w 7211
ἀγέλην 1 w 7217
μίαν 5 w 7221
ποιήσουσι 1 w 7230
πατρονομούμενοι 1 w 7246
καὶ 90 w 7249
βασιλείαν 1 w 7258
πασῶν 1 w 7263
δικαιοτάτην 1 w 7274
βασιλευόμενοι 1 w 7287
ΚΛ 35 w 7290
πάνυ 3 w 7295
μὲν 22 w 7298
οὖν 10 w 7301