Scaife ATLAS

CTS Library / Νόμοι

Νόμοι (2.665-2.669)

urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:2.665-2.669
Refs {'start': {'reference': '2.665', 'human_reference': 'Book 2 Section 665'}, 'end': {'reference': '2.669', 'human_reference': 'Book 2 Section 669'}}
Ancestors [{'reference': '2'}]
Children []
prev
plain textXML
next

ΑΘ. τῇ δὴ τῆς κινήσεως
665
665a
τάξει ῥυθμὸς ὄνομα εἴη, τῇ δὲ αὖ τῆς φωνῆς, τοῦ τε ὀξέος ἅμα καὶ βαρέος συγκεραννυμένων, ἁρμονία ὄνομα προσαγορεύοιτο, χορεία δὲ τὸ συναμφότερον κληθείη. θεοὺς δὲ ἔφαμεν ἐλεοῦντας ἡμᾶς συγχορευτάς τε καὶ χορηγοὺς ἡμῖν δεδωκέναι τόν τε Ἀπόλλωνα καὶ μούσας, καὶ δὴ καὶ τρίτον ἔφαμεν, εἰ μεμνήμεθα, Διόνυσον.

ΚΛ. πῶς δʼ οὐ μεμνήμεθα;

ΑΘ. μὲν τοίνυν τοῦ Ἀπόλλωνος καὶ τῶν Μουσῶν
665b
χορὸς εἴρηνται, τὸν δὲ τρίτον καὶ τὸν λοιπὸν χορὸν ἀνάγκη τοῦ Διονύσου λέγεσθαι.

ΚΛ. πῶς δή; λέγε· μάλα γὰρ ἄτοπος γίγνοιτʼ ἂν ὥς γε ἐξαίφνης ἀκούσαντι Διονύσου πρεσβυτῶν χορός, εἰ ἄρα οἱ ὑπὲρ τριάκοντα καὶ πεντήκοντα δὲ γεγονότες ἔτη μέχρι ἑξήκοντα αὐτῷ χορεύσουσιν.

ΑΘ. ἀληθέστατα μέντοι λέγεις. λόγου δὴ δεῖ πρὸς ταῦτα οἶμαι, ὅπῃ τοῦτο εὔλογον οὕτω γιγνόμενον ἂν γίγνοιτο.

ΚΛ. τί μήν;

ΑΘ. ἆρʼ οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογεῖται;

665c
ΚΛ. τοῦ πέρι;

ΑΘ. τὸ δεῖν πάντʼ ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ δοῦλον, θῆλύν τε καὶ ἄρρενα, καὶ ὅλῃ τῇ πόλει ὅλην τὴν πόλιν αὐτὴν αὑτῇ ἐπᾴδουσαν μὴ παύεσθαί ποτε ταῦτα διεληλύθαμεν, ἁμῶς γέ πως ἀεὶ μεταβαλλόμενα καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστε ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσιν καὶ ἡδονήν.

ΚΛ. πῶς δʼ οὐχ ὁμολογοῖτʼ ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι;

665d
ΑΘ. ποῦ δὴ τοῦθʼ ἡμῖν τὸ ἄριστον τῆς πόλεως, ἡλικίαις τε καὶ ἅμα φρονήσεσιν πιθανώτατον ὂν τῶν ἐν τῇ πόλει, ᾆδον τὰ κάλλιστα μέγιστʼ ἂν ἐξεργάζοιτο ἀγαθά; τοῦτο ἀνοήτως οὕτως ἀφήσομεν, κυριώτατον ἂν εἴη τῶν καλλίστων τε καὶ ὠφελιμωτάτων ᾠδῶν;

ΚΛ. ἀλλὰ ἀδύνατον τὸ μεθιέναι, ὥς γε τὰ νῦν λεγόμενα.

ΑΘ. πῶς οὖν πρέπον ἂν εἴη τοῦτο; ὁρᾶτε εἰ τῇδε.

ΚΛ. πῇ δή;

ΑΘ. πᾶς που γιγνόμενος πρεσβύτερος ὄκνου πρὸς τὰς
665e
ᾠδὰς μεστός, καὶ χαίρει τε ἧττον πράττων τοῦτο καὶ ἀνάγκης γιγνομένης αἰσχύνοιτʼ ἂν μᾶλλον, ὅσῳ πρεσβύτερος καὶ σωφρονέστερος γίγνεται, τόσῳ μᾶλλον. ἆρʼ οὐχ οὕτως;

ΚΛ. οὕτω μὲν οὖν.

ΑΘ. οὐκοῦν ἐν θεάτρῳ γε καὶ παντοίοις ἀνθρώποις ᾄδειν ἑστὼς ὀρθὸς ἔτι μᾶλλον αἰσχύνοιτʼ ἄν· καὶ ταῦτά γʼ εἰ καθάπερ οἱ περὶ νίκης χοροὶ ἀγωνιζόμενοι πεφωνασκηκότες ἰσχνοί τε καὶ ἄσιτοι ἀναγκάζοιντο ᾄδειν οἱ τοιοῦτοι, παντάπασίν που ἀηδῶς τε καὶ αἰσχυντηλῶς ᾄδοντες ἀπροθύμως ἂν τοῦτʼ ἐργάζοιντο;

666
666a
ΚΛ. ἀναγκαιότατα μέντοι λέγεις.

ΑΘ. πῶς οὖν αὐτοὺς παραμυθησόμεθα προθύμους εἶναι πρὸς τὰς ᾠδάς; ἆρʼ οὐ νομοθετήσομεν πρῶτον μὲν τοὺς παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι, διδάσκοντες ὡς οὐ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν εἴς τε τὸ σῶμα καὶ τὴν ψυχήν, πρὶν ἐπὶ τοὺς πόνους ἐγχειρεῖν πορεύεσθαι, τὴν ἐμμανῆ εὐλαβουμένους ἕξιν τῶν νέων· μετὰ δὲ τοῦτο οἴνου μὲν δὴ γεύεσθαι τοῦ μετρίου μέχρι
666b
τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι· τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν, ἐν τοῖς συσσιτίοις εὐωχηθέντα, καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτέρων τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς, καὶ δυσθυμίας λήθῃ γίγνεσθαι μαλακώτερον ἐκ
666c
σκληροτέρου τὸ τῆς ψυχῆς ἦθος, καθάπερ εἰς πῦρ σίδηρον ἐντεθέντα γιγνόμενον, καὶ οὕτως εὐπλαστότερον εἶναι; πρῶτον μὲν δὴ διατεθεὶς οὕτως ἕκαστος ἆρʼ οὐκ ἂν ἐθέλοι προθυμότερόν γε, ἧττον αἰσχυνόμενος, οὐκ ἐν πολλοῖς ἀλλὰ ἐν μετρίοις, καὶ οὐκ ἐν ἀλλοτρίοις ἀλλʼ ἐν οἰκείοις, ᾄδειν τε καὶ πολλάκις εἰρήκαμεν ἐπᾴδειν;

ΚΛ. καὶ πολύ γε.

ΑΘ. εἰς μέν γε τὸ προάγειν τοίνυν αὐτοὺς μετέχειν ἡμῖν ᾠδῆς οὗτος τρόπος οὐκ ἂν παντάπασιν ἀσχήμων
666d
γίγνοιτο.

ΚΛ. οὐδαμῶς.

ΑΘ. ποίαν δὲ ἥσουσιν οἱ ἄνδρες φωνήν; μοῦσαν δῆλον ὅτι πρέπουσαν αὑτοῖς δεῖ γέ τινα;

ΚΛ. πῶς γὰρ οὔ;

ΑΘ. τίς ἂν οὖν πρέποι θείοις ἀνδράσιν; ἆρʼ ἂν τῶν χορῶν;

ΚΛ. ἡμεῖς γοῦν, ξένε, καὶ οἵδε οὐκ ἄλλην ἄν τινα δυναίμεθα ᾠδὴν ἣν ἐν τοῖς χοροῖς ἐμάθομεν συνήθεις ᾄδειν γενόμενοι.

ΑΘ. εἰκότως γε· ὄντως γὰρ οὐκ ἐπήβολοι γεγόνατε τῆς
666e
καλλίστης ᾠδῆς. στρατοπέδου γὰρ πολιτείαν ἔχετε ἀλλʼ οὐκ ἐν ἄστεσι κατῳκηκότων, ἀλλʼ οἷον ἁθρόους πώλους ἐν ἀγέλῃ νεμομένους φορβάδας τοὺς νέους κέκτησθε·

ΑΘ. λαβὼν δʼ ὑμῶν οὐδεὶς τὸν αὑτοῦ, παρὰ τῶν συννόμων σπάσας σφόδρα ἀγριαίνοντα καὶ ἀγανακτοῦντα, ἱπποκόμον τε ἐπέστησεν ἰδίᾳ καὶ παιδεύει ψήχων τε καὶ ἡμερῶν, καὶ πάντα προσήκοντα ἀποδιδοὺς τῇ παιδοτροφίᾳ ὅθεν οὐ μόνον ἀγαθὸς
667
667a
ἂν στρατιώτης εἴη, πόλιν δὲ καὶ ἄστη δυνάμενος διοικεῖν, ὃν δὴ κατʼ ἀρχὰς εἴπομεν τῶν Τυρταίου πολεμικῶν εἶναι πολεμικώτερον, τέταρτον ἀρετῆς ἀλλʼ οὐ πρῶτον τὴν ἀνδρείαν κτῆμα τιμῶντα ἀεὶ καὶ πανταχοῦ, ἰδιώταις τε καὶ συμπάσῃ πόλει.

ΚΛ. οὐκ οἶδα ἡμῶν, ξένε, ὅπῃ πάλιν αὖ τοὺς νομοθέτας φαυλίζεις.

ΑΘ. οὐκ, ὠγαθέ, προσέχων τούτῳ τὸν νοῦν δρῶ τοῦτο, εἴπερ· ἀλλʼ λόγος ὅπῃ φέρει, ταύτῃ πορευώμεθα, εἰ βούλεσθε. εἰ γὰρ ἔχομεν μοῦσαν τῆς τῶν χορῶν καλλίω καὶ
667b
τῆς ἐν τοῖς κοινοῖς θεάτροις, πειρώμεθα ἀποδοῦναι τούτοις οὕς φαμεν ἐκείνην μὲν αἰσχύνεσθαι, ζητεῖν δέ, ἥτις καλλίστη, ταύτης κοινωνεῖν.

ΚΛ. πάνυ γε.

ΑΘ. οὐκοῦν πρῶτον μὲν δεῖ τόδε γε ὑπάρχειν ἅπασιν ὅσοις συμπαρέπεταί τις χάρις, τοῦτο αὐτὸ μόνον αὐτοῦ τὸ σπουδαιότατον εἶναι, τινα ὀρθότητα, τὸ τρίτον ὠφελίαν; οἷον δὴ λέγω ἐδωδῇ μὲν καὶ πόσει καὶ συμπάσῃ τροφῇ παρέπεσθαι μὲν τὴν χάριν, ἣν ἡδονὴν ἂν προσείποιμεν· ἣν
667c
δὲ ὀρθότητά τε καὶ ὠφελίαν, ὅπερ ὑγιεινὸν τῶν προσφερομένων λέγομεν ἑκάστοτε, τοῦτʼ αὐτὸ εἶναι ἐν αὐτοῖς καὶ τὸ ὀρθότατον.

ΚΛ. πάνυ μὲν οὖν.

ΑΘ. καὶ μὴν καὶ τῇ μαθήσει παρακολουθεῖν μὲν τό γε τῆς χάριτος, τὴν ἡδονήν, τὴν δὲ ὀρθότητα καὶ τὴν ὠφελίαν καὶ τὸ εὖ καὶ τὸ καλῶς τὴν ἀλήθειαν εἶναι τὴν ἀποτελοῦσαν.

ΚΛ. ἔστιν οὕτως.

ΑΘ. τί δὲ τῇ τῶν ὁμοίων ἐργασίᾳ ὅσαι τέχναι εἰκαστικαί;
667d
ἆρʼ οὐκ, ἂν τοῦτο ἐξεργάζωνται, τὸ μὲν ἡδονὴν ἐν αὐτοῖς γίγνεσθαι παρεπόμενον, ἐὰν γίγνηται, χάριν αὐτὸ δικαιότατον ἂν εἴη προσαγορεύειν;

ΚΛ. ναί.

ΑΘ. τὴν δέ γε ὀρθότητά που τῶν τοιούτων ἰσότης ἄν, ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν, ἐξεργάζοιτο τοῦ τε τοσούτου καὶ τοῦ τοιούτου πρότερον, ἀλλʼ οὐχ ἡδονή.

ΚΛ. καλῶς.

ΑΘ. οὐκοῦν ἡδονῇ κρίνοιτʼ ἂν μόνον ἐκεῖνο ὀρθῶς, μήτε τινὰ ὠφελίαν μήτε ἀλήθειαν μήτε ὁμοιότητα ἀπεργαζόμενον
667e
παρέχεται, μηδʼ αὖ γε βλάβην, ἀλλʼ αὐτοῦ τούτου μόνου ἕνεκα γίγνοιτο τοῦ συμπαρεπομένου τοῖς ἄλλοις, τῆς χάριτος, ἣν δὴ κάλλιστά τις ὀνομάσαι ἂν ἡδονήν, ὅταν μηδὲν αὐτῇ τούτων ἐπακολουθῇ;

ΚΛ. ἀβλαβῆ λέγεις ἡδονὴν μόνον.

ΑΘ. ναί, καὶ παιδιάν γε εἶναι τὴν αὐτὴν ταύτην λέγω τότε, ὅταν μήτε τι βλάπτῃ μήτε ὠφελῇ σπουδῆς λόγου ἄξιον.

ΚΛ. ἀληθέστατα λέγεις.

ΑΘ. ἆρʼ οὖν οὐ πᾶσαν μίμησιν φαῖμεν ἂν ἐκ τῶν νῦν λεγομένων ἥκιστα ἡδονῇ προσήκειν κρίνεσθαι καὶ δόξῃ μὴ
668
668a
ἀληθεῖκαὶ δὴ καὶ πᾶσαν ἰσότητα· οὐ γὰρ εἴ τῳ δοκεῖ μή τις χαίρει τῳ, τό γε ἴσον ἴσον οὐδὲ τὸ σύμμετρον ἂν εἴη σύμμετρον ὅλωςἀλλὰ τῷ ἀληθεῖ πάντων μάλιστα, ἥκιστα δὲ ὁτῳοῦν ἄλλῳ;

ΚΛ. παντάπασι μὲν οὖν.

ΑΘ. οὐκοῦν μουσικήν γε πᾶσάν φαμεν εἰκαστικήν τε εἶναι καὶ μιμητικήν;

ΚΛ. τί μήν;

ΑΘ. ἥκιστʼ ἄρα ὅταν τις μουσικὴν ἡδονῇ φῇ κρίνεσθαι, τοῦτον ἀποδεκτέον τὸν λόγον, καὶ ζητητέον ἥκιστα ταύτην
668b
ὡς σπουδαίαν, εἴ τις ἄρα που καὶ γίγνοιτο, ἀλλʼ ἐκείνην τὴν ἔχουσαν τὴν ὁμοιότητα τῷ τοῦ καλοῦ μιμήματι.

ΚΛ. ἀληθέστατα.

ΑΘ. καὶ τούτοις δὴ τοῖς τὴν καλλίστην ᾠδήν τε ζητοῦσι καὶ μοῦσαν ζητητέον, ὡς ἔοικεν, οὐχ ἥτις ἡδεῖα ἀλλʼ ἥτις ὀρθή· μιμήσεως γὰρ ἦν, ὥς φαμεν, ὀρθότης, εἰ τὸ μιμηθὲν ὅσον τε καὶ οἷον ἦν ἀποτελοῖτο.

ΚΛ. πῶς γὰρ οὔ;

ΑΘ. καὶ μὴν τοῦτό γε πᾶς ἂν ὁμολογοῖ περὶ τῆς μουσικῆς, ὅτι πάντα τὰ περὶ αὐτήν ἐστιν ποιήματα μίμησίς τε
668c
καὶ ἀπεικασία· καὶ τοῦτό γε μῶν οὐκ ἂν σύμπαντες ὁμολογοῖεν ποιηταί τε καὶ ἀκροαταὶ καὶ ὑποκριταί;

ΚΛ. καὶ μάλα.

ΑΘ. δεῖ δὴ καθʼ ἕκαστόν γε, ὡς ἔοικε, γιγνώσκειν τῶν ποιημάτων ὅτι ποτʼ ἐστὶν τὸν μέλλοντα ἐν αὐτῷ μὴ ἁμαρτήσεσθαι· μὴ γὰρ γιγνώσκων τὴν οὐσίαν, τί ποτε βούλεται καὶ ὅτου ποτʼ ἐστὶν εἰκὼν ὄντως, σχολῇ τήν γε ὀρθότητα τῆς βουλήσεως καὶ ἁμαρτίαν αὐτοῦ διαγνώσεται.

ΚΛ. σχολῇ· πῶς δʼ οὔ;

668d
ΑΘ. δὲ τὸ ὀρθῶς μὴ γιγνώσκων ἆρʼ ἄν ποτε τό γε εὖ καὶ τὸ κακῶς δυνατὸς εἴη διαγνῶναι; λέγω δὲ οὐ πάνυ σαφῶς, ἀλλʼ ὧδε σαφέστερον ἴσως ἂν λεχθείη.

ΚΛ. πῶς;

ΑΘ. εἰσὶν δήπου κατὰ τὴν ὄψιν ἡμῖν ἀπεικασίαι μυρίαι.

ΚΛ. ναί.

ΑΘ. τί οὖν εἴ τις καὶ ἐν τούτοις ἀγνοοῖ τῶν μεμιμημένων ὅτι ποτʼ ἐστὶν ἕκαστον τῶν σωμάτων; ἆρʼ ἄν ποτε τό γε ὀρθῶς αὐτῶν εἰργασμένον γνοίη; λέγω δὲ τὸ τοιόνδε, οἷον τοὺς ἀριθμοὺς τοῦ σώματος καὶ ἑκάστων τῶν μερῶν
668e
τὰς θέσεις εἰ ἔχει, ὅσοι τέ εἰσιν καὶ ὁποῖα παρʼ ὁποῖα αὐτῶν κείμενα τὴν προσήκουσαν τάξιν ἀπείληφενκαὶ ἔτι δὴ χρώματά τε καὶ σχήματα πάντα ταῦτα τεταραγμένως εἴργασται· μῶν δοκεῖ ταῦτʼ ἄν ποτε διαγνῶναί τις τὸ παράπαν ἀγνοῶν ὅτι ποτʼ ἐστὶ τὸ μεμιμημένον ζῷον;

ΚΛ. καὶ πῶς;

ΑΘ. τί δʼ εἰ γιγνώσκοιμεν ὅτι τὸ γεγραμμένον τὸ πεπλασμένον ἐστὶν ἄνθρωπος, καὶ τὰ μέρη πάντα τὰ ἑαυτοῦ
669
669a
καὶ χρώματα ἅμα καὶ σχήματα ἀπείληφεν ὑπὸ τῆς τέχνης; ἆρά γε ἀναγκαῖον ἤδη τῷ ταῦτα γνόντι καὶ ἐκεῖνο ἑτοίμως γιγνώσκειν, εἴτε καλὸν εἴτε ὅπῃ ποτὲ ἐλλιπὲς ἂν εἴη κάλλους;

ΚΛ. πάντες μεντἂν ὡς ἔπος εἰπεῖν, ξένε, τὰ καλὰ τῶν ζῴων ἐγιγνώσκομεν.

ΑΘ. ὀρθότατα λέγεις. ἆρʼ οὖν οὐ περὶ ἑκάστην εἰκόνα, καὶ ἐν γραφικῇ καὶ ἐν μουσικῇ καὶ πάντῃ, τὸν μέλλοντα ἔμφρονα κριτὴν ἔσεσθαι δεῖ ταῦτα τρία ἔχειν, τέ ἐστι
669b
πρῶτον γιγνώσκειν, ἔπειτα ὡς ὀρθῶς, ἔπειθʼ ὡς εὖ, τὸ τρίτον, εἴργασται τῶν εἰκόνων ἡτισοῦν ῥήμασί τε καὶ μέλεσι καὶ τοῖς ῥυθμοῖς;

ΚΛ. ἔοικε γοῦν.

ΑΘ. μὴ τοίνυν ἀπείπωμεν λέγοντες τὸ περὶ τὴν μουσικὴν χαλεπόν· ἐπειδὴ γὰρ ὑμνεῖται περὶ αὐτὴν διαφερόντως τὰς ἄλλας εἰκόνας, εὐλαβείας δὴ δεῖται πλείστης πασῶν εἰκόνων. ἁμαρτών τε γάρ τις μέγιστʼ ἂν βλάπτοιτο,
669c
ἤθη κακὰ φιλοφρονούμενος, χαλεπώτατόν τε αἰσθέσθαι διὰ τὸ τοὺς ποιητὰς φαυλοτέρους εἶναι ποιητὰς αὐτῶν τῶν Μουσῶν. οὐ γὰρ ἂν ἐκεῖναί γε ἐξαμάρτοιέν ποτε τοσοῦτον ὥστε ῥήματα ἀνδρῶν ποιήσασαι τὸ χρῶμα γυναικῶν καὶ μέλος ἀποδοῦναι, καὶ μέλος ἐλευθέρων αὖ καὶ σχήματα συνθεῖσαι ῥυθμοὺς δούλων καὶ ἀνελευθέρων προσαρμόττειν, οὐδʼ αὖ ῥυθμοὺς καὶ σχῆμα ἐλευθέριον ὑποθεῖσαι μέλος λόγον ἐναντίον ἀποδοῦναι τοῖς ῥυθμοῖς, ἔτι δὲ θηρίων φωνὰς
669d
καὶ ἀνθρώπων καὶ ὀργάνων καὶ πάντας ψόφους εἰς ταὐτὸν οὐκ ἄν ποτε συνθεῖεν, ὡς ἕν τι μιμούμεναι· ποιηταὶ δὲ ἀνθρώπινοι σφόδρα τὰ τοιαῦτα ἐμπλέκοντες καὶ συγκυκῶντες ἀλόγως, γέλωτʼ ἂν παρασκευάζοιεν τῶν ἀνθρώπων ὅσους φησὶν Ὀρφεὺς λαχεῖν ὥραν τῆς τέρψιος. ταῦτά γε γὰρ ὁρῶσι πάντα κυκώμενα, καὶ ἔτι διασπῶσιν οἱ ποιηταὶ ῥυθμὸν μὲν καὶ σχήματα μέλους χωρίς, λόγους ψιλοὺς εἰς μέτρα
669e
τιθέντες, μέλος δʼ αὖ καὶ ῥυθμὸν ἄνευ ῥημάτων, ψιλῇ κιθαρίσει τε καὶ αὐλήσει προσχρώμενοι, ἐν οἷς δὴ παγχάλεπον ἄνευ λόγου γιγνόμενον ῥυθμόν τε καὶ ἁρμονίαν γιγνώσκειν ὅτι τε βούλεται καὶ ὅτῳ ἔοικε τῶν ἀξιολόγων μιμημάτων·

Tokens

ΑΘ 1 w 2
τῇ 1 w 5
δὴ 1 w 7
τῆς 1 w 10
κινήσεως 1 w 18
τάξει 1 w 23
ῥυθμὸς 1 w 29
ὄνομα 1 w 34
εἴη 1 w 37
τῇ 2 w 40
δὲ 1 w 42
αὖ 1 w 44
τῆς 2 w 47
φωνῆς 1 w 52
τοῦ 1 w 56
τε 1 w 58
ὀξέος 1 w 63
ἅμα 1 w 66
καὶ 1 w 69
βαρέος 1 w 75
συγκεραννυμένων 1 w 90
ἁρμονία 1 w 98
ὄνομα 2 w 103
προσαγορεύοιτο 1 w 117
χορεία 1 w 124
δὲ 2 w 126
τὸ 1 w 128
συναμφότερον 1 w 140
κληθείη 1 w 147
θεοὺς 1 w 153
δὲ 3 w 155
ἔφαμεν 1 w 161
ἐλεοῦντας 1 w 170
ἡμᾶς 1 w 174
συγχορευτάς 1 w 185
τε 3 w 187
καὶ 2 w 190
χορηγοὺς 1 w 198
ἡμῖν 1 w 202
δεδωκέναι 1 w 211
τόν 1 w 214
τε 4 w 216
Ἀπόλλωνα 1 w 224
καὶ 3 w 227
μούσας 1 w 233
καὶ 4 w 237
δὴ 2 w 239
καὶ 5 w 242
τρίτον 1 w 248
ἔφαμεν 2 w 254
εἰ 1 w 257
μεμνήμεθα 1 w 266
Διόνυσον 1 w 275
ΚΛ 1 w 278
πῶς 1 w 282
δʼ 1 w 284
οὐ 1 w 286
μεμνήμεθα 2 w 295
ΑΘ 2 w 298
1 w 300
μὲν 1 w 303
τοίνυν 1 w 309
τοῦ 2 w 312
Ἀπόλλωνος 1 w 321
καὶ 6 w 324
τῶν 1 w 327
Μουσῶν 1 w 333
χορὸς 1 w 338
εἴρηνται 1 w 346
τὸν 1 w 350
δὲ 4 w 352
τρίτον 2 w 358
καὶ 7 w 361
τὸν 2 w 364
λοιπὸν 1 w 370
χορὸν 1 w 375
ἀνάγκη 1 w 381
τοῦ 3 w 384
Διονύσου 1 w 392
λέγεσθαι 1 w 400
ΚΛ 2 w 403
πῶς 2 w 407
δή 1 w 409
λέγε 2 w 414
μάλα 1 w 419
γὰρ 1 w 422
ἄτοπος 1 w 428
γίγνοιτʼ 1 w 436
ἂν 1 w 438
ὥς 1 w 440
γε 3 w 442
ἐξαίφνης 1 w 450
ἀκούσαντι 1 w 459
Διονύσου 2 w 467
πρεσβυτῶν 1 w 476
χορός 1 w 481
εἰ 2 w 484
ἄρα 1 w 487
οἱ 1 w 489
ὑπὲρ 1 w 493
τριάκοντα 1 w 502
καὶ 8 w 505
πεντήκοντα 1 w 515
δὲ 5 w 517
γεγονότες 1 w 526
ἔτη 1 w 529
μέχρι 1 w 534
ἑξήκοντα 1 w 542
αὐτῷ 1 w 546
χορεύσουσιν 1 w 557
ΑΘ 3 w 560
ἀληθέστατα 1 w 571
μέντοι 1 w 577
λέγεις 1 w 583
λόγου 1 w 589
δὴ 3 w 591
δεῖ 1 w 594
πρὸς 1 w 598
ταῦτα 1 w 603
οἶμαι 1 w 608
ὅπῃ 1 w 612
τοῦτο 1 w 617
εὔλογον 1 w 624
οὕτω 1 w 628
γιγνόμενον 1 w 638
ἂν 2 w 640
γίγνοιτο 1 w 648
ΚΛ 3 w 651
τί 1 w 654
μήν 1 w 657
ΑΘ 4 w 660
ἆρʼ 1 w 664
οὖν 1 w 667
ἡμῖν 2 w 671
τά 3 w 673
γε 6 w 675
ἔμπροσθεν 1 w 684
ὁμολογεῖται 1 w 695
ΚΛ 4 w 698
τοῦ 5 w 702
πέρι 1 w 706
ΑΘ 5 w 709
τὸ 4 w 712
δεῖν 1 w 716
πάντʼ 1 w 721
ἄνδρα 1 w 726
καὶ 9 w 729
παῖδα 1 w 734
ἐλεύθερον 1 w 744
καὶ 10 w 747
δοῦλον 1 w 753
θῆλύν 1 w 759
τε 6 w 761
καὶ 11 w 764
ἄρρενα 1 w 770
καὶ 12 w 774
ὅλῃ 1 w 777
τῇ 3 w 779
πόλει 1 w 784
ὅλην 1 w 788
τὴν 1 w 791
πόλιν 1 w 796
αὐτὴν 1 w 801
αὑτῇ 1 w 805
ἐπᾴδουσαν 1 w 814
μὴ 1 w 816
παύεσθαί 1 w 824
ποτε 1 w 828
ταῦτα 2 w 833
1 w 834
διεληλύθαμεν 1 w 846
ἁμῶς 1 w 851
γέ 1 w 853
πως 1 w 856
ἀεὶ 1 w 859
μεταβαλλόμενα 1 w 872
καὶ 13 w 875
πάντως 1 w 881
παρεχόμενα 1 w 891
ποικιλίαν 1 w 900
ὥστε 1 w 905
ἀπληστίαν 1 w 914
εἶναί 1 w 919
τινα 1 w 923
τῶν 3 w 926
ὕμνων 1 w 931
τοῖς 1 w 935
ᾄδουσιν 1 w 942
καὶ 14 w 945
ἡδονήν 1 w 951
ΚΛ 5 w 954
πῶς 3 w 958
δʼ 2 w 960
οὐχ 1 w 963
ὁμολογοῖτʼ 1 w 973
ἂν 3 w 975
δεῖν 2 w 979
ταῦτα 3 w 984
οὕτω 2 w 988
πράττεσθαι 1 w 998
ΑΘ 6 w 1001
ποῦ 1 w 1005
δὴ 4 w 1007
τοῦθʼ 1 w 1012
ἡμῖν 3 w 1016
τὸ 5 w 1018
ἄριστον 1 w 1025
τῆς 3 w 1028
πόλεως 1 w 1034
ἡλικίαις 1 w 1043
τε 10 w 1045
καὶ 15 w 1048
ἅμα 2 w 1051
φρονήσεσιν 1 w 1061
πιθανώτατον 1 w 1072
ὂν 1 w 1074
τῶν 4 w 1077
ἐν 1 w 1079
τῇ 5 w 1081
πόλει 2 w 1086
ᾆδον 1 w 1091
τὰ 1 w 1093
κάλλιστα 1 w 1101
μέγιστʼ 1 w 1108
ἂν 4 w 1110
ἐξεργάζοιτο 1 w 1121
ἀγαθά 1 w 1126
1 w 1128
τοῦτο 2 w 1133
ἀνοήτως 1 w 1140
οὕτως 1 w 1145
ἀφήσομεν 1 w 1153
1 w 1155
κυριώτατον 1 w 1165
ἂν 5 w 1167
εἴη 2 w 1170
τῶν 5 w 1173
καλλίστων 1 w 1182
τε 11 w 1184
καὶ 16 w 1187
ὠφελιμωτάτων 1 w 1199
ᾠδῶν 1 w 1203
ΚΛ 6 w 1206
ἀλλὰ 1 w 1211
ἀδύνατον 1 w 1219
τὸ 6 w 1221
μεθιέναι 1 w 1229
ὥς 2 w 1232
γε 8 w 1234
τὰ 2 w 1236
νῦν 1 w 1239
λεγόμενα 1 w 1247
ΑΘ 7 w 1250
πῶς 4 w 1254
οὖν 2 w 1257
πρέπον 1 w 1263
ἂν 6 w 1265
εἴη 3 w 1268
τοῦτο 3 w 1273
ὁρᾶτε 1 w 1279
εἰ 3 w 1281
τῇδε 1 w 1285
ΚΛ 7 w 1288
πῇ 1 w 1291
δή 2 w 1293
ΑΘ 8 w 1296
πᾶς 1 w 1300
που 1 w 1303
γιγνόμενος 1 w 1313
πρεσβύτερος 1 w 1324
ὄκνου 1 w 1329
πρὸς 2 w 1333
τὰς 1 w 1336
ᾠδὰς 1 w 1340
μεστός 1 w 1346
καὶ 17 w 1350
χαίρει 1 w 1356
τε 14 w 1358
ἧττον 1 w 1363
πράττων 1 w 1370
τοῦτο 4 w 1375
καὶ 18 w 1378
ἀνάγκης 1 w 1385
γιγνομένης 1 w 1395
αἰσχύνοιτʼ 1 w 1405
ἂν 7 w 1407
μᾶλλον 1 w 1413
ὅσῳ 1 w 1417
πρεσβύτερος 2 w 1428
καὶ 19 w 1431
σωφρονέστερος 1 w 1444
γίγνεται 1 w 1452
τόσῳ 1 w 1457
μᾶλλον 2 w 1463
ἆρʼ 2 w 1467
οὐχ 2 w 1470
οὕτως 2 w 1475
ΚΛ 8 w 1478
οὕτω 5 w 1483
μὲν 2 w 1486
οὖν 3 w 1489
ΑΘ 9 w 1492
οὐκοῦν 1 w 1499
ἐν 2 w 1501
θεάτρῳ 1 w 1507
γε 9 w 1509
καὶ 20 w 1512
παντοίοις 1 w 1521
ἀνθρώποις 1 w 1530
ᾄδειν 1 w 1535
ἑστὼς 1 w 1540
ὀρθὸς 1 w 1545
ἔτι 1 w 1548
μᾶλλον 3 w 1554
αἰσχύνοιτʼ 2 w 1564
ἄν 2 w 1566
καὶ 21 w 1570
ταῦτά 1 w 1575
γʼ 1 w 1577
εἰ 4 w 1579
καθάπερ 1 w 1586
οἱ 2 w 1588
περὶ 1 w 1592
νίκης 1 w 1597
χοροὶ 1 w 1602
ἀγωνιζόμενοι 1 w 1614
πεφωνασκηκότες 1 w 1628
ἰσχνοί 1 w 1634
τε 18 w 1636
καὶ 22 w 1639
ἄσιτοι 1 w 1645
ἀναγκάζοιντο 1 w 1657
ᾄδειν 2 w 1662
οἱ 3 w 1664
τοιοῦτοι 1 w 1672
παντάπασίν 1 w 1683
που 2 w 1686
ἀηδῶς 1 w 1691
τε 19 w 1693
καὶ 23 w 1696
αἰσχυντηλῶς 1 w 1707
ᾄδοντες 1 w 1714
ἀπροθύμως 1 w 1723
ἂν 8 w 1725
τοῦτʼ 1 w 1730
ἐργάζοιντο 1 w 1740
ΚΛ 9 w 1743
ἀναγκαιότατα 1 w 1756
μέντοι 2 w 1762
λέγεις 2 w 1768
ΑΘ 10 w 1771
πῶς 5 w 1775
οὖν 4 w 1778
αὐτοὺς 1 w 1784
παραμυθησόμεθα 1 w 1798
προθύμους 1 w 1807
εἶναι 1 w 1812
πρὸς 3 w 1816
τὰς 2 w 1819
ᾠδάς 1 w 1823
ἆρʼ 3 w 1827
οὐ 5 w 1829
νομοθετήσομεν 1 w 1842
πρῶτον 1 w 1848
μὲν 3 w 1851
τοὺς 2 w 1855
παῖδας 1 w 1861
μέχρι 2 w 1866
ἐτῶν 1 w 1870
ὀκτωκαίδεκα 1 w 1881
τὸ 7 w 1883
παράπαν 1 w 1890
οἴνου 1 w 1895
μὴ 2 w 1897
γεύεσθαι 1 w 1905
διδάσκοντες 1 w 1917
ὡς 1 w 1919
οὐ 6 w 1921
χρὴ 1 w 1924
πῦρ 1 w 1927
ἐπὶ 1 w 1930
πῦρ 2 w 1933
ὀχετεύειν 1 w 1942
εἴς 1 w 1945
τε 23 w 1947
τὸ 8 w 1949
σῶμα 1 w 1953
καὶ 24 w 1956
τὴν 3 w 1959
ψυχήν 1 w 1964
πρὶν 1 w 1969
ἐπὶ 2 w 1972
τοὺς 3 w 1976
πόνους 1 w 1982
ἐγχειρεῖν 1 w 1991
πορεύεσθαι 1 w 2001
τὴν 4 w 2005
ἐμμανῆ 1 w 2011
εὐλαβουμένους 1 w 2024
ἕξιν 1 w 2028
τῶν 7 w 2031
νέων 1 w 2035
μετὰ 1 w 2040
δὲ 6 w 2042
τοῦτο 5 w 2047
οἴνου 2 w 2052
μὲν 4 w 2055
δὴ 5 w 2057
γεύεσθαι 2 w 2065
τοῦ 12 w 2068
μετρίου 1 w 2075
μέχρι 3 w 2080
τριάκοντα 2 w 2089
ἐτῶν 2 w 2093
μέθης 1 w 2099
δὲ 7 w 2101
καὶ 25 w 2104
πολυοινίας 1 w 2114
τὸ 9 w 2116
παράπαν 2 w 2123
τὸν 3 w 2126
νέον 1 w 2130
ἀπέχεσθαι 1 w 2139
τετταράκοντα 1 w 2152
δὲ 8 w 2154
ἐπιβαίνοντα 1 w 2165
ἐτῶν 3 w 2169
ἐν 3 w 2172
τοῖς 2 w 2176
συσσιτίοις 1 w 2186
εὐωχηθέντα 1 w 2196
καλεῖν 1 w 2203
τούς 1 w 2207
τε 25 w 2209
ἄλλους 1 w 2215
θεοὺς 2 w 2220
καὶ 26 w 2223
δὴ 6 w 2225
καὶ 27 w 2228
Διόνυσον 2 w 2236
παρακαλεῖν 1 w 2246
εἰς 1 w 2249
τὴν 5 w 2252
τῶν 10 w 2255
πρεσβυτέρων 1 w 2266
τελετὴν 1 w 2273
ἅμα 3 w 2276
καὶ 28 w 2279
παιδιάν 1 w 2286
ἣν 1 w 2289
τοῖς 3 w 2293
ἀνθρώποις 2 w 2302
ἐπίκουρον 1 w 2311
τῆς 4 w 2314
τοῦ 13 w 2317
γήρως 1 w 2322
αὐστηρότητος 1 w 2334
ἐδωρήσατο 1 w 2343
τὸν 4 w 2346
οἶνον 1 w 2351
φάρμακον 1 w 2359
ὥστε 2 w 2364
ἀνηβᾶν 1 w 2370
ἡμᾶς 2 w 2374
καὶ 29 w 2378
δυσθυμίας 1 w 2387
λήθῃ 1 w 2391
γίγνεσθαι 1 w 2400
μαλακώτερον 1 w 2411
ἐκ 1 w 2413
σκληροτέρου 1 w 2424
τὸ 12 w 2426
τῆς 5 w 2429
ψυχῆς 1 w 2434
ἦθος 1 w 2438
καθάπερ 2 w 2446
εἰς 2 w 2449
πῦρ 3 w 2452
σίδηρον 1 w 2459
ἐντεθέντα 1 w 2468
γιγνόμενον 2 w 2478
καὶ 30 w 2482
οὕτως 3 w 2487
εὐπλαστότερον 1 w 2500
εἶναι 2 w 2505
πρῶτον 2 w 2512
μὲν 5 w 2515
δὴ 7 w 2517
διατεθεὶς 1 w 2526
οὕτως 4 w 2531
ἕκαστος 1 w 2538
ἆρʼ 4 w 2541
οὐκ 2 w 2544
ἂν 9 w 2546
ἐθέλοι 1 w 2552
προθυμότερόν 1 w 2564
γε 13 w 2566
ἧττον 2 w 2572
αἰσχυνόμενος 1 w 2584
οὐκ 3 w 2588
ἐν 5 w 2590
πολλοῖς 1 w 2597
ἀλλὰ 2 w 2601
ἐν 6 w 2603
μετρίοις 1 w 2611
καὶ 31 w 2615
οὐκ 4 w 2618
ἐν 7 w 2620
ἀλλοτρίοις 1 w 2630
ἀλλʼ 1 w 2634
ἐν 8 w 2636
οἰκείοις 1 w 2644
ᾄδειν 3 w 2650
τε 33 w 2652
καὶ 32 w 2655
2 w 2656
πολλάκις 1 w 2664
εἰρήκαμεν 1 w 2673
ἐπᾴδειν 1 w 2680
ΚΛ 10 w 2683
καὶ 33 w 2687
πολύ 1 w 2691
γε 14 w 2693
ΑΘ 11 w 2696
εἰς 3 w 2700
μέν 6 w 2703
γε 15 w 2705
τὸ 13 w 2707
προάγειν 1 w 2715
τοίνυν 2 w 2721
αὐτοὺς 2 w 2727
μετέχειν 1 w 2735
ἡμῖν 4 w 2739
ᾠδῆς 1 w 2743
οὗτος 1 w 2748
5 w 2749
τρόπος 1 w 2755
οὐκ 5 w 2758
ἂν 10 w 2760
παντάπασιν 1 w 2770
ἀσχήμων 1 w 2777
γίγνοιτο 2 w 2785
ΚΛ 11 w 2788
οὐδαμῶς 1 w 2796
ΑΘ 12 w 2799
ποίαν 1 w 2805
δὲ 9 w 2807
ἥσουσιν 1 w 2814
οἱ 4 w 2816
ἄνδρες 1 w 2822
φωνήν 1 w 2827
2 w 2829
μοῦσαν 1 w 2835
3 w 2836
δῆλον 1 w 2841
ὅτι 1 w 2844
πρέπουσαν 1 w 2853
αὑτοῖς 1 w 2859
δεῖ 4 w 2862
γέ 2 w 2864
τινα 2 w 2868
ΚΛ 12 w 2871
πῶς 6 w 2875
γὰρ 2 w 2878
οὔ 1 w 2880
ΑΘ 13 w 2883
τίς 1 w 2887
ἂν 11 w 2889
οὖν 5 w 2892
πρέποι 1 w 2898
θείοις 1 w 2904
ἀνδράσιν 1 w 2912
ἆρʼ 5 w 2916
ἂν 12 w 2918
9 w 2919
τῶν 11 w 2922
χορῶν 1 w 2927
ΚΛ 13 w 2930
ἡμεῖς 1 w 2936
γοῦν 1 w 2940
1 w 2942
ξένε 1 w 2946
καὶ 34 w 2950
οἵδε 1 w 2954
οὐκ 6 w 2957
ἄλλην 1 w 2962
ἄν 4 w 2964
τινα 3 w 2968
δυναίμεθα 1 w 2977
ᾠδὴν 1 w 2981
4 w 2982
ἣν 2 w 2984
ἐν 9 w 2986
τοῖς 5 w 2990
χοροῖς 1 w 2996
ἐμάθομεν 1 w 3004
συνήθεις 1 w 3012
ᾄδειν 4 w 3017
γενόμενοι 1 w 3026
ΑΘ 14 w 3029
εἰκότως 1 w 3037
γε 18 w 3039
ὄντως 1 w 3045
γὰρ 3 w 3048
οὐκ 7 w 3051
ἐπήβολοι 1 w 3059
γεγόνατε 1 w 3067
τῆς 6 w 3070
καλλίστης 1 w 3079
ᾠδῆς 2 w 3083
στρατοπέδου 1 w 3095
γὰρ 4 w 3098
πολιτείαν 1 w 3107
ἔχετε 1 w 3112
ἀλλʼ 2 w 3116
οὐκ 8 w 3119
ἐν 10 w 3121
ἄστεσι 1 w 3127
κατῳκηκότων 1 w 3138
ἀλλʼ 3 w 3143
οἷον 1 w 3147
ἁθρόους 1 w 3154
πώλους 1 w 3160
ἐν 11 w 3162
ἀγέλῃ 1 w 3167
νεμομένους 1 w 3177
φορβάδας 1 w 3185
τοὺς 5 w 3189
νέους 1 w 3194
κέκτησθε 1 w 3202
ΑΘ 15 w 3205
λαβὼν 1 w 3211
δʼ 3 w 3213
ὑμῶν 1 w 3217
οὐδεὶς 1 w 3223
τὸν 5 w 3226
αὑτοῦ 1 w 3231
παρὰ 1 w 3236
τῶν 12 w 3239
συννόμων 1 w 3247
σπάσας 1 w 3253
σφόδρα 1 w 3259
ἀγριαίνοντα 1 w 3270
καὶ 35 w 3273
ἀγανακτοῦντα 1 w 3285
ἱπποκόμον 1 w 3295
τε 38 w 3297
ἐπέστησεν 1 w 3306
ἰδίᾳ 1 w 3310
καὶ 36 w 3313
παιδεύει 1 w 3321
ψήχων 1 w 3326
τε 39 w 3328
καὶ 37 w 3331
ἡμερῶν 1 w 3337
καὶ 38 w 3341
πάντα 1 w 3346
προσήκοντα 1 w 3356
ἀποδιδοὺς 1 w 3365
τῇ 7 w 3367
παιδοτροφίᾳ 1 w 3378
ὅθεν 1 w 3382
οὐ 16 w 3384
μόνον 1 w 3389
ἀγαθὸς 1 w 3395
ἂν 13 w 3397
στρατιώτης 1 w 3407
εἴη 4 w 3410
πόλιν 2 w 3416
δὲ 10 w 3418
καὶ 39 w 3421
ἄστη 1 w 3425
δυνάμενος 1 w 3434
διοικεῖν 1 w 3442
ὃν 1 w 3445
δὴ 9 w 3447
κατʼ 1 w 3451
ἀρχὰς 1 w 3456
εἴπομεν 1 w 3463
τῶν 13 w 3466
Τυρταίου 1 w 3474
πολεμικῶν 1 w 3483
εἶναι 3 w 3488
πολεμικώτερον 1 w 3501
τέταρτον 1 w 3510
ἀρετῆς 1 w 3516
ἀλλʼ 4 w 3520
οὐ 17 w 3522
πρῶτον 3 w 3528
τὴν 7 w 3531
ἀνδρείαν 1 w 3539
κτῆμα 1 w 3544
τιμῶντα 1 w 3551
ἀεὶ 2 w 3554
καὶ 40 w 3557
πανταχοῦ 1 w 3565
ἰδιώταις 1 w 3574
τε 41 w 3576
καὶ 41 w 3579
συμπάσῃ 1 w 3586
πόλει 3 w 3591
ΚΛ 14 w 3594
οὐκ 9 w 3598
οἶδα 1 w 3602
ἡμῶν 1 w 3606
2 w 3608
ξένε 2 w 3612
ὅπῃ 2 w 3616
πάλιν 1 w 3621
αὖ 2 w 3623
τοὺς 6 w 3627
νομοθέτας 1 w 3636
φαυλίζεις 1 w 3645
ΑΘ 16 w 3648
οὐκ 10 w 3652
ὠγαθέ 1 w 3658
προσέχων 1 w 3667
τούτῳ 1 w 3672
τὸν 6 w 3675
νοῦν 1 w 3679
δρῶ 1 w 3682
τοῦτο 6 w 3687
εἴπερ 1 w 3693
ἀλλʼ 5 w 3698
6 w 3699
λόγος 1 w 3704
ὅπῃ 3 w 3707
φέρει 1 w 3712
ταύτῃ 1 w 3718
πορευώμεθα 1 w 3728
εἰ 10 w 3731
βούλεσθε 1 w 3739
εἰ 11 w 3742
γὰρ 5 w 3745
ἔχομεν 1 w 3751
μοῦσαν 2 w 3757
τῆς 8 w 3760
τῶν 14 w 3763
χορῶν 2 w 3768
καλλίω 1 w 3774
καὶ 42 w 3777
τῆς 9 w 3780
ἐν 12 w 3782
τοῖς 6 w 3786
κοινοῖς 1 w 3793
θεάτροις 1 w 3801
πειρώμεθα 1 w 3811
ἀποδοῦναι 1 w 3820
τούτοις 1 w 3827
οὕς 1 w 3830
φαμεν 3 w 3835
ἐκείνην 1 w 3842
μὲν 6 w 3845
αἰσχύνεσθαι 1 w 3856
ζητεῖν 1 w 3863
δέ 1 w 3865
ἥτις 1 w 3870
καλλίστη 2 w 3878
ταύτης 1 w 3885
κοινωνεῖν 1 w 3894
ΚΛ 15 w 3897
πάνυ 1 w 3902
γε 20 w 3904
ΑΘ 17 w 3907
οὐκοῦν 2 w 3914
πρῶτον 4 w 3920
μὲν 7 w 3923
δεῖ 5 w 3926
τόδε 1 w 3930
γε 21 w 3932
ὑπάρχειν 1 w 3940
ἅπασιν 1 w 3946
ὅσοις 1 w 3951
συμπαρέπεταί 1 w 3963
τις 2 w 3966
χάρις 1 w 3971
5 w 3973
τοῦτο 7 w 3978
αὐτὸ 1 w 3982
μόνον 2 w 3987
αὐτοῦ 1 w 3992
τὸ 17 w 3994
σπουδαιότατον 1 w 4007
εἶναι 4 w 4012
1 w 4014
τινα 4 w 4018
ὀρθότητα 1 w 4026
6 w 4028
τὸ 18 w 4030
τρίτον 3 w 4036
ὠφελίαν 1 w 4043
οἷον 2 w 4048
δὴ 10 w 4050
λέγω 1 w 4054
ἐδωδῇ 1 w 4059
μὲν 8 w 4062
καὶ 43 w 4065
πόσει 1 w 4070
καὶ 44 w 4073
συμπάσῃ 2 w 4080
τροφῇ 1 w 4085
παρέπεσθαι 1 w 4095
μὲν 9 w 4098
τὴν 8 w 4101
χάριν 1 w 4106
ἣν 3 w 4109
ἡδονὴν 1 w 4115
ἂν 14 w 4117
προσείποιμεν 1 w 4129
ἣν 4 w 4132
δὲ 11 w 4134
ὀρθότητά 1 w 4142
τε 43 w 4144
καὶ 45 w 4147
ὠφελίαν 2 w 4154
ὅπερ 1 w 4159
ὑγιεινὸν 1 w 4167
τῶν 15 w 4170
προσφερομένων 1 w 4183
λέγομεν 1 w 4190
ἑκάστοτε 1 w 4198
τοῦτʼ 2 w 4204
αὐτὸ 2 w 4208
εἶναι 5 w 4213
ἐν 13 w 4215
αὐτοῖς 1 w 4221
καὶ 46 w 4224
τὸ 20 w 4226
ὀρθότατον 1 w 4235
ΚΛ 16 w 4238
πάνυ 2 w 4243
μὲν 10 w 4246
οὖν 6 w 4249
ΑΘ 18 w 4252
καὶ 47 w 4256
μὴν 1 w 4259
καὶ 48 w 4262
τῇ 8 w 4264
μαθήσει 1 w 4271
παρακολουθεῖν 1 w 4284
μὲν 11 w 4287
τό 6 w 4289
γε 22 w 4291
τῆς 10 w 4294
χάριτος 1 w 4301
τὴν 9 w 4305
ἡδονήν 2 w 4311
τὴν 10 w 4315
δὲ 12 w 4317
ὀρθότητα 2 w 4325
καὶ 49 w 4328
τὴν 11 w 4331
ὠφελίαν 3 w 4338
καὶ 50 w 4341
τὸ 21 w 4343
εὖ 1 w 4345
καὶ 51 w 4348
τὸ 22 w 4350
καλῶς 1 w 4355
τὴν 12 w 4358
ἀλήθειαν 1 w 4366
εἶναι 6 w 4371
τὴν 13 w 4374
ἀποτελοῦσαν 1 w 4385
ΚΛ 17 w 4388
ἔστιν 1 w 4394
οὕτως 5 w 4399
ΑΘ 19 w 4402
τί 5 w 4405
δὲ 13 w 4407
τῇ 9 w 4409
τῶν 16 w 4412
ὁμοίων 1 w 4418
ἐργασίᾳ 1 w 4425
ὅσαι 1 w 4429
τέχναι 1 w 4435
εἰκαστικαί 1 w 4445
ἆρʼ 6 w 4449
οὐκ 12 w 4452
ἂν 15 w 4455
τοῦτο 8 w 4460
ἐξεργάζωνται 1 w 4472
τὸ 23 w 4475
μὲν 12 w 4478
ἡδονὴν 2 w 4484
ἐν 14 w 4486
αὐτοῖς 2 w 4492
γίγνεσθαι 2 w 4501
παρεπόμενον 1 w 4512
ἐὰν 1 w 4516
γίγνηται 1 w 4524
χάριν 2 w 4530
αὐτὸ 3 w 4534
δικαιότατον 1 w 4545
ἂν 16 w 4547
εἴη 5 w 4550
προσαγορεύειν 1 w 4563
ΚΛ 18 w 4566
ναί 3 w 4570
ΑΘ 20 w 4573
τὴν 14 w 4577
δέ 2 w 4579
γε 23 w 4581
ὀρθότητά 2 w 4589
που 5 w 4592
τῶν 17 w 4595
τοιούτων 1 w 4603
16 w 4604
ἰσότης 1 w 4610
ἄν 5 w 4612
ὡς 2 w 4615
ἐπὶ 3 w 4618
τὸ 25 w 4620
πᾶν 1 w 4623
εἰπεῖν 1 w 4629
ἐξεργάζοιτο 2 w 4641
τοῦ 21 w 4644
τε 46 w 4646
τοσούτου 1 w 4654
καὶ 52 w 4657
τοῦ 22 w 4660
τοιούτου 1 w 4668
πρότερον 1 w 4676
ἀλλʼ 6 w 4681
οὐχ 3 w 4684
ἡδονή 3 w 4689
ΚΛ 19 w 4692
καλῶς 2 w 4698
ΑΘ 21 w 4701
οὐκοῦν 3 w 4708
ἡδονῇ 1 w 4713
κρίνοιτʼ 1 w 4721
ἂν 17 w 4723
μόνον 3 w 4728
ἐκεῖνο 1 w 4734
ὀρθῶς 1 w 4739
4 w 4741
μήτε 1 w 4745
τινὰ 1 w 4749
ὠφελίαν 4 w 4756
μήτε 2 w 4760
ἀλήθειαν 2 w 4768
μήτε 3 w 4772
ὁμοιότητα 1 w 4781
ἀπεργαζόμενον 1 w 4794
παρέχεται 1 w 4803
μηδʼ 1 w 4808
αὖ 3 w 4810
γε 24 w 4812
βλάβην 1 w 4818
ἀλλʼ 7 w 4823
αὐτοῦ 2 w 4828
τούτου 1 w 4834
μόνου 1 w 4839
ἕνεκα 1 w 4844
γίγνοιτο 3 w 4852
τοῦ 24 w 4855
συμπαρεπομένου 1 w 4869
τοῖς 9 w 4873
ἄλλοις 1 w 4879
τῆς 11 w 4883
χάριτος 2 w 4890
ἣν 5 w 4893
δὴ 11 w 4895
κάλλιστά 1 w 4903
τις 3 w 4906
ὀνομάσαι 1 w 4914
ἂν 18 w 4916
ἡδονήν 3 w 4922
ὅταν 1 w 4927
μηδὲν 1 w 4932
αὐτῇ 1 w 4936
τούτων 1 w 4942
ἐπακολουθῇ 1 w 4952
ΚΛ 20 w 4955
ἀβλαβῆ 1 w 4962
λέγεις 3 w 4968
ἡδονὴν 3 w 4974
μόνον 4 w 4979
ΑΘ 22 w 4982
ναί 4 w 4986
καὶ 53 w 4990
παιδιάν 2 w 4997
γε 26 w 4999
εἶναι 7 w 5004
τὴν 15 w 5007
αὐτὴν 2 w 5012
ταύτην 1 w 5018
λέγω 2 w 5022
τότε 2 w 5026
ὅταν 2 w 5031
μήτε 4 w 5035
τι 16 w 5037
βλάπτῃ 1 w 5043
μήτε 5 w 5047
ὠφελῇ 1 w 5052
σπουδῆς 1 w 5059
7 w 5060
λόγου 2 w 5065
ἄξιον 1 w 5070
ΚΛ 21 w 5073
ἀληθέστατα 2 w 5084
λέγεις 4 w 5090
ΑΘ 23 w 5093
ἆρʼ 7 w 5097
οὖν 7 w 5100
οὐ 24 w 5102
πᾶσαν 1 w 5107
μίμησιν 1 w 5114
φαῖμεν 1 w 5120
ἂν 19 w 5122
ἐκ 4 w 5124
τῶν 18 w 5127
νῦν 2 w 5130
λεγομένων 1 w 5139
ἥκιστα 1 w 5145
ἡδονῇ 2 w 5150
προσήκειν 1 w 5159
κρίνεσθαι 1 w 5168
καὶ 54 w 5171
δόξῃ 1 w 5175
μὴ 4 w 5177
ἀληθεῖ 1 w 5183
καὶ 55 w 5187
δὴ 12 w 5189
καὶ 56 w 5192
πᾶσαν 2 w 5197
ἰσότητα 1 w 5204
οὐ 25 w 5207
γὰρ 6 w 5210
εἴ 10 w 5212
τῳ 3 w 5214
δοκεῖ 1 w 5219
8 w 5220
μή 7 w 5222
τις 4 w 5225
χαίρει 2 w 5231
τῳ 4 w 5233
τό 8 w 5236
γε 28 w 5238
ἴσον 1 w 5242
ἴσον 2 w 5246
οὐδὲ 1 w 5250
τὸ 26 w 5252
σύμμετρον 1 w 5261
ἂν 20 w 5263
εἴη 6 w 5266
σύμμετρον 2 w 5275
ὅλως 1 w 5279
ἀλλὰ 3 w 5284
τῷ 2 w 5286
ἀληθεῖ 2 w 5292
πάντων 1 w 5298
μάλιστα 1 w 5305
ἥκιστα 2 w 5312
δὲ 16 w 5314
ὁτῳοῦν 1 w 5320
ἄλλῳ 1 w 5324
ΚΛ 22 w 5327
παντάπασι 2 w 5337
μὲν 13 w 5340
οὖν 8 w 5343
ΑΘ 24 w 5346
οὐκοῦν 4 w 5353
μουσικήν 1 w 5361
γε 29 w 5363
πᾶσάν 1 w 5368
φαμεν 4 w 5373
εἰκαστικήν 1 w 5383
τε 54 w 5385
εἶναι 8 w 5390
καὶ 57 w 5393
μιμητικήν 1 w 5402
ΚΛ 23 w 5405
τί 6 w 5408
μήν 2 w 5411
ΑΘ 25 w 5414
ἥκιστʼ 1 w 5421
ἄρα 2 w 5424
ὅταν 3 w 5428
τις 5 w 5431
μουσικὴν 1 w 5439
ἡδονῇ 3 w 5444
φῇ 2 w 5446
κρίνεσθαι 2 w 5455
τοῦτον 1 w 5462
ἀποδεκτέον 1 w 5472
τὸν 7 w 5475
λόγον 1 w 5480
καὶ 58 w 5484
ζητητέον 1 w 5492
ἥκιστα 3 w 5498
ταύτην 2 w 5504
ὡς 3 w 5506
σπουδαίαν 1 w 5515
εἴ 12 w 5518
τις 6 w 5521
ἄρα 3 w 5524
που 8 w 5527
καὶ 59 w 5530
γίγνοιτο 4 w 5538
ἀλλʼ 8 w 5543
ἐκείνην 2 w 5550
τὴν 17 w 5553
ἔχουσαν 1 w 5560
τὴν 18 w 5563
ὁμοιότητα 2 w 5572
τῷ 3 w 5574
τοῦ 26 w 5577
καλοῦ 1 w 5582
μιμήματι 1 w 5590
ΚΛ 24 w 5593
ἀληθέστατα 3 w 5604
ΑΘ 26 w 5607
καὶ 60 w 5611
τούτοις 2 w 5618
δὴ 13 w 5620
τοῖς 10 w 5624
τὴν 19 w 5627
καλλίστην 1 w 5636
ᾠδήν 1 w 5640
τε 55 w 5642
ζητοῦσι 1 w 5649
καὶ 61 w 5652
μοῦσαν 3 w 5658
ζητητέον 2 w 5666
ὡς 4 w 5669
ἔοικεν 1 w 5675
οὐχ 4 w 5679
ἥτις 2 w 5683
ἡδεῖα 1 w 5688
ἀλλʼ 9 w 5692
ἥτις 3 w 5696
ὀρθή 1 w 5700
μιμήσεως 1 w 5709
γὰρ 7 w 5712
ἦν 1 w 5714
ὥς 3 w 5717
φαμεν 5 w 5722
ὀρθότης 1 w 5730
εἰ 15 w 5733
τὸ 28 w 5735
μιμηθὲν 1 w 5742
ὅσον 1 w 5746
τε 56 w 5748
καὶ 62 w 5751
οἷον 3 w 5755
ἦν 2 w 5757
ἀποτελοῖτο 1 w 5767
ΚΛ 25 w 5770
πῶς 7 w 5774
γὰρ 8 w 5777
οὔ 2 w 5779
ΑΘ 27 w 5782
καὶ 63 w 5786
μὴν 2 w 5789
τοῦτό 1 w 5794
γε 30 w 5796
πᾶς 2 w 5799
ἂν 21 w 5801
ὁμολογοῖ 2 w 5809
περὶ 2 w 5813
τῆς 12 w 5816
μουσικῆς 1 w 5824
ὅτι 2 w 5828
πάντα 2 w 5833
τὰ 6 w 5835
περὶ 3 w 5839
αὐτήν 1 w 5844
ἐστιν 1 w 5849
ποιήματα 1 w 5857
μίμησίς 1 w 5864
τε 58 w 5866
καὶ 64 w 5869
ἀπεικασία 1 w 5878
καὶ 65 w 5882
τοῦτό 2 w 5887
γε 31 w 5889
μῶν 4 w 5892
οὐκ 15 w 5895
ἂν 22 w 5897
σύμπαντες 1 w 5906
ὁμολογοῖεν 1 w 5916
ποιηταί 1 w 5923
τε 60 w 5925
καὶ 66 w 5928
ἀκροαταὶ 1 w 5936
καὶ 67 w 5939
ὑποκριταί 1 w 5948
ΚΛ 26 w 5951
καὶ 68 w 5955
μάλα 2 w 5959
ΑΘ 28 w 5962
δεῖ 7 w 5966
δὴ 14 w 5968
καθʼ 1 w 5972
ἕκαστόν 1 w 5979
γε 32 w 5981
ὡς 5 w 5984
ἔοικε 2 w 5989
γιγνώσκειν 1 w 6000
τῶν 19 w 6003
ποιημάτων 1 w 6012
ὅτι 3 w 6015
ποτʼ 1 w 6019
ἐστὶν 1 w 6024
τὸν 8 w 6027
μέλλοντα 1 w 6035
ἐν 15 w 6037
αὐτῷ 2 w 6041
μὴ 6 w 6043
ἁμαρτήσεσθαι 1 w 6055
μὴ 7 w 6058
γὰρ 9 w 6061
γιγνώσκων 1 w 6070
τὴν 20 w 6073
οὐσίαν 1 w 6079
τί 7 w 6082
ποτε 4 w 6086
βούλεται 1 w 6094
καὶ 69 w 6097
ὅτου 1 w 6101
ποτʼ 2 w 6105
ἐστὶν 2 w 6110
εἰκὼν 1 w 6115
ὄντως 2 w 6120
σχολῇ 1 w 6126
τήν 2 w 6129
γε 33 w 6131
ὀρθότητα 3 w 6139
τῆς 13 w 6142
βουλήσεως 1 w 6151
9 w 6152
καὶ 70 w 6155
ἁμαρτίαν 1 w 6163
αὐτοῦ 3 w 6168
διαγνώσεται 1 w 6179
ΚΛ 27 w 6182
σχολῇ 2 w 6188
πῶς 8 w 6192
δʼ 5 w 6194
οὔ 3 w 6196
ΑΘ 29 w 6199
13 w 6201
δὲ 17 w 6203
τὸ 30 w 6205
ὀρθῶς 2 w 6210
μὴ 8 w 6212
γιγνώσκων 2 w 6221
ἆρʼ 8 w 6224
ἄν 6 w 6226
ποτε 5 w 6230
τό 12 w 6232
γε 34 w 6234
εὖ 2 w 6236
καὶ 71 w 6239
τὸ 31 w 6241
κακῶς 1 w 6246
δυνατὸς 1 w 6253
εἴη 7 w 6256
διαγνῶναι 1 w 6265
λέγω 3 w 6270
δὲ 18 w 6272
οὐ 31 w 6274
πάνυ 3 w 6278
σαφῶς 1 w 6283
ἀλλʼ 10 w 6288
ὧδε 1 w 6291
σαφέστερον 1 w 6301
ἴσως 1 w 6305
ἂν 23 w 6307
λεχθείη 1 w 6314
ΚΛ 28 w 6317
πῶς 9 w 6321
ΑΘ 30 w 6324
εἰσὶν 1 w 6330
δήπου 1 w 6335
κατὰ 1 w 6339
τὴν 21 w 6342
ὄψιν 1 w 6346
ἡμῖν 5 w 6350
ἀπεικασίαι 1 w 6360
μυρίαι 1 w 6366
ΚΛ 29 w 6369
ναί 5 w 6373
ΑΘ 31 w 6376
τί 9 w 6379
οὖν 9 w 6382
εἴ 14 w 6384
τις 9 w 6387
καὶ 72 w 6390
ἐν 16 w 6392
τούτοις 3 w 6399
ἀγνοοῖ 1 w 6405
τῶν 20 w 6408
μεμιμημένων 1 w 6419
ὅτι 4 w 6422
ποτʼ 3 w 6426
ἐστὶν 3 w 6431
ἕκαστον 1 w 6438
τῶν 21 w 6441
σωμάτων 1 w 6448
ἆρʼ 9 w 6452
ἄν 7 w 6454
ποτε 6 w 6458
τό 13 w 6460
γε 35 w 6462
ὀρθῶς 3 w 6467
αὐτῶν 1 w 6472
εἰργασμένον 1 w 6483
γνοίη 1 w 6488
λέγω 4 w 6493
δὲ 19 w 6495
τὸ 33 w 6497
τοιόνδε 1 w 6504
οἷον 4 w 6509
τοὺς 7 w 6513
ἀριθμοὺς 1 w 6521
τοῦ 31 w 6524
σώματος 1 w 6531
καὶ 73 w 6534
ἑκάστων 1 w 6541
τῶν 23 w 6544
μερῶν 2 w 6549
τὰς 3 w 6552
θέσεις 1 w 6558
εἰ 19 w 6560
ἔχει 1 w 6564
ὅσοι 2 w 6569
τέ 9 w 6571
εἰσιν 1 w 6576
καὶ 74 w 6579
ὁποῖα 1 w 6584
παρʼ 1 w 6588
ὁποῖα 2 w 6593
αὐτῶν 2 w 6598
κείμενα 1 w 6605
τὴν 22 w 6608
προσήκουσαν 1 w 6619
τάξιν 1 w 6624
ἀπείληφεν 1 w 6633
καὶ 75 w 6637
ἔτι 2 w 6640
δὴ 15 w 6642
χρώματά 1 w 6649
τε 65 w 6651
καὶ 76 w 6654
σχήματα 1 w 6661
10 w 6663
πάντα 3 w 6668
ταῦτα 4 w 6673
τεταραγμένως 1 w 6685
εἴργασται 1 w 6694
μῶν 5 w 6698
δοκεῖ 2 w 6703
ταῦτʼ 1 w 6708
ἄν 8 w 6710
ποτε 7 w 6714
διαγνῶναί 1 w 6723
τις 10 w 6726
τὸ 34 w 6728
παράπαν 3 w 6735
ἀγνοῶν 1 w 6741
ὅτι 5 w 6744
ποτʼ 4 w 6748
ἐστὶ 4 w 6752
τὸ 35 w 6754
μεμιμημένον 1 w 6765
ζῷον 1 w 6769
ΚΛ 30 w 6772
καὶ 77 w 6776
πῶς 10 w 6779
ΑΘ 32 w 6782
τί 10 w 6785
δʼ 6 w 6787
εἰ 21 w 6789
γιγνώσκοιμεν 1 w 6801
ὅτι 6 w 6804
τὸ 36 w 6806
γεγραμμένον 1 w 6817
11 w 6818
τὸ 37 w 6820
πεπλασμένον 1 w 6831
ἐστὶν 4 w 6836
ἄνθρωπος 1 w 6844
καὶ 78 w 6848
τὰ 9 w 6850
μέρη 1 w 6854
πάντα 4 w 6859
τὰ 10 w 6861
ἑαυτοῦ 1 w 6867
καὶ 79 w 6870
χρώματα 1 w 6877
ἅμα 4 w 6880
καὶ 80 w 6883
σχήματα 2 w 6890
ἀπείληφεν 2 w 6899
ὑπὸ 1 w 6902
τῆς 14 w 6905
τέχνης 1 w 6911
ἆρά 1 w 6915
γε 37 w 6917
ἀναγκαῖον 1 w 6926
ἤδη 1 w 6929
τῷ 5 w 6931
ταῦτα 5 w 6936
γνόντι 1 w 6942
καὶ 81 w 6945
ἐκεῖνο 2 w 6951
ἑτοίμως 1 w 6958
γιγνώσκειν 2 w 6968
εἴτε 1 w 6973
καλὸν 1 w 6978
εἴτε 2 w 6982
ὅπῃ 4 w 6985
ποτὲ 1 w 6989
ἐλλιπὲς 1 w 6996
ἂν 24 w 6998
εἴη 8 w 7001
κάλλους 1 w 7008
ΚΛ 31 w 7011
πάντες 1 w 7018
μεντἂν 1 w 7024
ὡς 6 w 7026
ἔπος 1 w 7030
εἰπεῖν 2 w 7036
3 w 7038
ξένε 3 w 7042
τὰ 11 w 7045
καλὰ 1 w 7049
τῶν 25 w 7052
ζῴων 1 w 7056
ἐγιγνώσκομεν 1 w 7068
ΑΘ 33 w 7071
ὀρθότατα 1 w 7080
λέγεις 5 w 7086
ἆρʼ 10 w 7090
οὖν 10 w 7093
οὐ 32 w 7095
περὶ 4 w 7099
ἑκάστην 1 w 7106
εἰκόνα 1 w 7112
καὶ 82 w 7116
ἐν 17 w 7118
γραφικῇ 1 w 7125
καὶ 83 w 7128
ἐν 18 w 7130
μουσικῇ 1 w 7137
καὶ 84 w 7140
πάντῃ 1 w 7145
τὸν 9 w 7149
μέλλοντα 2 w 7157
ἔμφρονα 1 w 7164
κριτὴν 1 w 7170
ἔσεσθαι 1 w 7177
δεῖ 8 w 7180
ταῦτα 6 w 7185
τρία 1 w 7189
ἔχειν 1 w 7194
25 w 7196
τέ 11 w 7198
ἐστι 2 w 7202
πρῶτον 5 w 7208
γιγνώσκειν 3 w 7218
ἔπειτα 1 w 7225
ὡς 7 w 7227
ὀρθῶς 4 w 7232
ἔπειθʼ 1 w 7239
ὡς 8 w 7241
εὖ 3 w 7243
τὸ 39 w 7246
τρίτον 4 w 7252
εἴργασται 2 w 7262
τῶν 26 w 7265
εἰκόνων 1 w 7272
ἡτισοῦν 1 w 7279
ῥήμασί 1 w 7285
τε 71 w 7287
καὶ 85 w 7290
μέλεσι 1 w 7296
καὶ 86 w 7299
τοῖς 11 w 7303
ῥυθμοῖς 1 w 7310
ΚΛ 32 w 7313
ἔοικε 3 w 7319
γοῦν 2 w 7323
ΑΘ 34 w 7326
μὴ 9 w 7329
τοίνυν 3 w 7335
ἀπείπωμεν 1 w 7344
λέγοντες 1 w 7352
τὸ 40 w 7354
περὶ 5 w 7358
τὴν 24 w 7361
μουσικὴν 2 w 7369
1 w 7370
χαλεπόν 1 w 7377
ἐπειδὴ 1 w 7384
γὰρ 10 w 7387
ὑμνεῖται 1 w 7395
περὶ 6 w 7399
αὐτὴν 3 w 7404
διαφερόντως 1 w 7415
12 w 7416
τὰς 4 w 7419
ἄλλας 1 w 7424
εἰκόνας 1 w 7431
εὐλαβείας 1 w 7441
δὴ 17 w 7443
δεῖται 1 w 7449
πλείστης 1 w 7457
πασῶν 1 w 7462
εἰκόνων 2 w 7469
ἁμαρτών 1 w 7477
τε 73 w 7479
γάρ 1 w 7482
τις 11 w 7485
μέγιστʼ 2 w 7492
ἂν 26 w 7494
βλάπτοιτο 1 w 7503
ἤθη 1 w 7507
κακὰ 1 w 7511
φιλοφρονούμενος 1 w 7526
χαλεπώτατόν 1 w 7538
τε 74 w 7540
αἰσθέσθαι 1 w 7549
διὰ 1 w 7552
τὸ 41 w 7554
τοὺς 8 w 7558
ποιητὰς 1 w 7565
φαυλοτέρους 1 w 7576
εἶναι 9 w 7581
ποιητὰς 2 w 7588
αὐτῶν 3 w 7593
τῶν 28 w 7596
Μουσῶν 2 w 7602
οὐ 33 w 7605
γὰρ 11 w 7608
ἂν 27 w 7610
ἐκεῖναί 1 w 7617
γε 39 w 7619
ἐξαμάρτοιέν 1 w 7630
ποτε 8 w 7634
τοσοῦτον 1 w 7642
ὥστε 3 w 7646
ῥήματα 1 w 7652
ἀνδρῶν 1 w 7658
ποιήσασαι 1 w 7667
τὸ 42 w 7669
χρῶμα 1 w 7674
γυναικῶν 1 w 7682
καὶ 87 w 7685
μέλος 1 w 7690
ἀποδοῦναι 2 w 7699
καὶ 88 w 7703
μέλος 2 w 7708
ἐλευθέρων 1 w 7717
αὖ 4 w 7719
καὶ 89 w 7722
σχήματα 3 w 7729
συνθεῖσαι 1 w 7738
ῥυθμοὺς 1 w 7745
δούλων 1 w 7751
καὶ 90 w 7754
ἀνελευθέρων 1 w 7765
προσαρμόττειν 1 w 7778
οὐδʼ 1 w 7783
αὖ 5 w 7785
ῥυθμοὺς 2 w 7792
καὶ 91 w 7795
σχῆμα 1 w 7800
ἐλευθέριον 1 w 7810
ὑποθεῖσαι 1 w 7819
μέλος 3 w 7824
13 w 7825
λόγον 2 w 7830
ἐναντίον 1 w 7838
ἀποδοῦναι 3 w 7847
τοῖς 12 w 7851
ῥυθμοῖς 2 w 7858
ἔτι 3 w 7862
δὲ 20 w 7864
θηρίων 1 w 7870
φωνὰς 1 w 7875
καὶ 92 w 7878
ἀνθρώπων 1 w 7886
καὶ 93 w 7889
ὀργάνων 1 w 7896
καὶ 94 w 7899
πάντας 1 w 7905
ψόφους 1 w 7911
εἰς 4 w 7914
ταὐτὸν 1 w 7920
οὐκ 16 w 7923
ἄν 10 w 7925
ποτε 9 w 7929
συνθεῖεν 1 w 7937
ὡς 9 w 7940
ἕν 2 w 7942
τι 39 w 7944
μιμούμεναι 1 w 7954
ποιηταὶ 1 w 7962
δὲ 21 w 7964
ἀνθρώπινοι 1 w 7974
σφόδρα 2 w 7980
τὰ 15 w 7982
τοιαῦτα 1 w 7989
ἐμπλέκοντες 1 w 8000
καὶ 95 w 8003
συγκυκῶντες 1 w 8014
ἀλόγως 1 w 8020
γέλωτʼ 1 w 8027
ἂν 28 w 8029
παρασκευάζοιεν 1 w 8043
τῶν 29 w 8046
ἀνθρώπων 2 w 8054
ὅσους 1 w 8059
φησὶν 1 w 8064
Ὀρφεὺς 1 w 8070
λαχεῖν 1 w 8076
ὥραν 1 w 8080
τῆς 15 w 8083
τέρψιος 1 w 8090
ταῦτά 2 w 8096
γε 40 w 8098
γὰρ 12 w 8101
ὁρῶσι 1 w 8106
πάντα 6 w 8111
κυκώμενα 1 w 8119
καὶ 96 w 8123
ἔτι 4 w 8126
διασπῶσιν 1 w 8135
οἱ 5 w 8137
ποιηταὶ 2 w 8144
ῥυθμὸν 1 w 8150
μὲν 14 w 8153
καὶ 97 w 8156
σχήματα 4 w 8163
μέλους 1 w 8169
χωρίς 1 w 8174
λόγους 1 w 8181
ψιλοὺς 1 w 8187
εἰς 5 w 8190
μέτρα 1 w 8195
τιθέντες 1 w 8203
μέλος 4 w 8209
δʼ 8 w 8211
αὖ 6 w 8213
καὶ 98 w 8216
ῥυθμὸν 2 w 8222
ἄνευ 1 w 8226
ῥημάτων 1 w 8233
ψιλῇ 1 w 8238
κιθαρίσει 1 w 8247
τε 82 w 8249
καὶ 99 w 8252
αὐλήσει 1 w 8259
προσχρώμενοι 1 w 8271
ἐν 20 w 8274
οἷς 1 w 8277
δὴ 18 w 8279
παγχάλεπον 1 w 8289
ἄνευ 2 w 8293
λόγου 4 w 8298
γιγνόμενον 3 w 8308
ῥυθμόν 1 w 8314
τε 83 w 8316
καὶ 100 w 8319
ἁρμονίαν 1 w 8327
γιγνώσκειν 4 w 8337
ὅτι 7 w 8340
τε 84 w 8342
βούλεται 2 w 8350
καὶ 101 w 8353
ὅτῳ 1 w 8356
ἔοικε 4 w 8361
τῶν 30 w 8364
ἀξιολόγων 1 w 8373
μιμημάτων 1 w 8382