Scaife ATLAS

CTS Library / Laws

Laws (1.644-1.648)

urn:cts:greekLit:tlg0059.tlg034.perseus-grc2:1.644-1.648
Refs {'start': {'reference': '1.644', 'human_reference': 'Book 1 Section 644'}, 'end': {'reference': '1.648', 'human_reference': 'Book 1 Section 648'}}
Ancestors [{'reference': '1'}]
Children []
prev
plain textXML
next

ΑΘ. ταύτην
644
644a
τὴν τροφὴν ἀφορισάμενος λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτʼ ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς χρήματα τείνουσαν τινα πρὸς ἰσχύν, καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης, βάναυσόν τʼ εἶναι καὶ ἀνελεύθερον καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν καλεῖσθαι. ἡμεῖς δὴ μηδὲν ὀνόματι διαφερώμεθʼ αὑτοῖς, ἀλλʼ νυνδὴ λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίγνονται, καὶ δεῖ δὴ τὴν παιδείαν
644b
μηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσιν παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δʼ ἐστὶν ἐπανορθοῦσθαι, τοῦτʼ ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν.

ΚΛ. ὀρθῶς, καὶ συγχωροῦμεν λέγεις.

ΑΘ. καὶ μὴν πάλαι γε συνεχωρήσαμεν ὡς ἀγαθῶν μὲν ὄντων τῶν δυναμένων ἄρχειν αὑτῶν, κακῶν δὲ τῶν μή.

ΚΛ. λέγεις ὀρθότατα.

ΑΘ. σαφέστερον ἔτι τοίνυν ἀναλάβωμεν τοῦτʼ αὐτὸ ὅτι
644c
ποτὲ λέγομεν. καί μοι διʼ εἰκόνος ἀποδέξασθε ἐάν πως δυνατὸς ὑμῖν γένωμαι δηλῶσαι τὸ τοιοῦτον.

ΚΛ. λέγε μόνον.

ΑΘ. οὐκοῦν ἕνα μὲν ἡμῶν ἕκαστον αὐτὸν τιθῶμεν;

ΚΛ. ναί.

ΑΘ. δύο δὲ κεκτημένον ἐν αὑτῷ συμβούλω ἐναντίω τε καὶ ἄφρονε, προσαγορεύομεν ἡδονὴν καὶ λύπην;

ΚΛ. ἔστι ταῦτα.

ΑΘ. πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων, οἷν κοινὸν μὲν ὄνομα ἐλπίς, ἴδιον δέ, φόβος μὲν πρὸ λύπης
644d
ἐλπίς, θάρρος δὲ πρὸ τοῦ ἐναντίου· ἐπὶ δὲ πᾶσι τούτοις λογισμὸς ὅτι ποτʼ αὐτῶν ἄμεινον χεῖρον, ὃς γενόμενος δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται.

ΚΛ. μόγις μέν πως ἐφέπομαι, λέγε μὴν τὸ μετὰ ταῦτα ὡς ἑπομένου.

ΜΕ. καὶ ἐν ἐμοὶ μὴν ταὐτὸν τοῦτο πάθος ἔνι.

ΑΘ. περὶ δὴ τούτων διανοηθῶμεν οὑτωσί. θαῦμα μὲν ἕκαστον ἡμῶν ἡγησώμεθα τῶν ζῴων θεῖον, εἴτε ὡς παίγνιον ἐκείνων εἴτε ὡς σπουδῇ τινι συνεστηκός· οὐ γὰρ δὴ τοῦτό
644e
γε γιγνώσκομεν, τόδε δὲ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα σμήρινθοί τινες ἐνοῦσαι σπῶσίν τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπʼ ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται.

ΑΘ. μιᾷ γάρ φησιν λόγος δεῖν τῶν ἕλξεων συνεπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης, ἀνθέλκειν τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην
645
645a
δʼ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱεράν, τῆς πόλεως κοινὸν νόμον ἐπικαλουμένην, ἄλλας δὲ σκληρὰς καὶ σιδηρᾶς, τὴν δὲ μαλακὴν ἅτε χρυσῆν οὖσαν, τὰς δὲ ἄλλας παντοδαποῖς εἴδεσιν ὁμοίας. δεῖν δὴ τῇ καλλίστῃ ἀγωγῇ τῇ τοῦ νόμου ἀεὶ συλλαμβάνειν· ἅτε γὰρ τοῦ λογισμοῦ καλοῦ μὲν ὄντος, πρᾴου δὲ καὶ οὐ βιαίου, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν ἀγωγήν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα
645b
γένη. καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν μῦθος ἀρετῆς σεσωμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω εἶναι τρόπον τινὰ φανερὸν ἂν γίγνοιτο μᾶλλον νοεῖ, καὶ ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν ἑαυτῷ περὶ τῶν ἕλξεων τούτων, τούτῳ ἑπόμενον δεῖ ζῆν, πόλιν δὲ παρὰ θεῶν τινος παρὰ τούτου τοῦ γνόντος ταῦτα λόγον παραλαβοῦσαν, νόμον θεμένην, αὑτῇ τε ὁμιλεῖν καὶ ταῖς ἄλλαις πόλεσιν. οὕτω καὶ κακία δὴ καὶ ἀρετὴ
645c
σαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη· ἐναργεστέρου δʼ αὐτοῦ γενομένου καὶ παιδεία καὶ τἆλλα ἐπιτηδεύματα ἴσως ἔσται μᾶλλον καταφανῆ, καὶ δὴ καὶ τὸ περὶ τῆς ἐν τοῖς οἴνοις διατριβῆς, δοξασθείη μὲν ἂν εἶναι φαύλου πέρι μῆκος πολὺ λόγων περιττὸν εἰρημένον, φανείη δὲ τάχʼ ἂν ἴσως τοῦ μήκους γʼ αὐτῶν οὐκ ἀπάξιον.

ΚΛ. εὖ λέγεις, καὶ περαίνωμεν ὅτιπερ ἂν τῆς γε νῦν διατριβῆς ἄξιον γίγνηται.

645d
ΑΘ. λέγε δή· προσφέροντες τῷ θαύματι τούτῳ τὴν μέθην, ποῖόν τί ποτε αὐτὸ ἀπεργαζόμεθα;

ΚΛ. πρὸς τί δὲ σκοπούμενος αὐτὸ ἐπανερωτᾷς;

ΑΘ. οὐδέν πω πρὸς ὅτι, τοῦτο δὲ ὅλως κοινωνῆσαν τούτῳ ποῖόν τι συμπίπτει γίγνεσθαι. ἔτι δὲ σαφέστερον βούλομαι πειράσομαι φράζειν. ἐρωτῶ γὰρ τὸ τοιόνδε· ἆρα σφοδροτέρας τὰς ἡδονὰς καὶ λύπας καὶ θυμοὺς καὶ ἔρωτας τῶν οἴνων πόσις ἐπιτείνει;

ΚΛ. πολύ γε.

645e
ΑΘ. τί δʼ αὖ τὰς αἰσθήσεις καὶ μνήμας καὶ δόξας καὶ φρονήσεις; πότερον ὡσαύτως σφοδροτέρας; πάμπαν ἀπολείπει ταῦτα αὐτόν, ἂν κατακορής τις τῇ μέθῃ γίγνηται;

ΚΛ. ναί, πάμπαν ἀπολείπει.

ΑΘ. οὐκοῦν εἰς ταὐτὸν ἀφικνεῖται τὴν τῆς ψυχῆς ἕξιν τῇ τότε ὅτε νέος ἦν παῖς;

ΚΛ. τί μήν;

ΑΘ. ἥκιστα δὴ τότʼ ἂν αὐτὸς αὑτοῦ γίγνοιτο ἐγκρατής.

646
646a
ΚΛ. ἥκιστα.

ΑΘ. ἆρʼ οὖν πονηρότατος, φαμέν, τοιοῦτος;

ΚΛ. πολύ γε.

ΑΘ. οὐ μόνον ἄρʼ, ὡς ἔοικεν, γέρων δὶς παῖς γίγνοιτʼ ἄν, ἀλλὰ καὶ μεθυσθείς.

ΚΛ. ἄριστα εἶπες, ξένε.

ΑΘ. τούτου δὴ τοῦ ἐπιτηδεύματος ἔσθʼ ὅστις λόγος ἐπιχειρήσει πείθειν ἡμᾶς ὡς χρὴ γεύεσθαι καὶ μὴ φεύγειν παντὶ σθένει κατὰ τὸ δυνατόν;

ΚΛ. ἔοικʼ εἶναι· σὺ γοῦν φῂς καὶ ἕτοιμος ἦσθα νυνδὴ λέγειν.

646b
ΑΘ. ἀληθῆ μέντοι μνημονεύεις· καὶ νῦν γʼ εἴμʼ ἕτοιμος, ἐπειδήπερ σφώ γε ἐθελήσειν προθύμως ἔφατον ἀκούειν.

ΚΛ. πῶς δʼ οὐκ ἀκουσόμεθα; κἂν εἰ μηδενὸς ἄλλου χάριν, ἀλλὰ τοῦ θαυμαστοῦ τε καὶ ἀτόπου, εἰ δεῖ ἑκόντα ποτὲ ἄνθρωπον εἰς ἅπασαν φαυλότητα ἑαυτὸν ἐμβάλλειν.

ΑΘ. ψυχῆς λέγεις· γάρ;

ΚΛ. ναί.

ΑΘ. τί δέ; σώματος, ἑταῖρε, εἰς πονηρίαν, λεπτότητά τε καὶ αἶσχος καὶ ἀδυναμίαν, θαυμάζοιμεν ἂν εἴ ποτέ τις
646c
ἑκὼν ἐπὶ τὸ τοιοῦτον ἀφικνεῖται;

ΚΛ. πῶς γὰρ οὔ;

ΑΘ. τί οὖν; τοὺς εἰς τὰ ἰατρεῖα αὐτοὺς βαδίζοντας ἐπὶ φαρμακοποσίᾳ ἀγνοεῖν οἰόμεθα ὅτι μετʼ ὀλίγον ὕστερον καὶ ἐπὶ πολλὰς ἡμέρας ἕξουσιν τοιοῦτον τὸ σῶμα, οἷον εἰ διὰ τέλους ἔχειν μέλλοιεν, ζῆν οὐκ ἂν δέξαιντο; τοὺς ἐπὶ τὰ γυμνάσια καὶ πόνους ἰόντας οὐκ ἴσμεν ὡς ἀσθενεῖς εἰς τὸ παραχρῆμα γίγνονται;

ΚΛ. πάντα ταῦτα ἴσμεν.

ΑΘ. καὶ ὅτι τῆς μετὰ ταῦτα ὠφελίας ἕνεκα ἑκόντες πορεύονται;

646d
ΚΛ. κάλλιστα.

ΑΘ. οὐκοῦν χρὴ καὶ τῶν ἄλλων ἐπιτηδευμάτων πέρι διανοεῖσθαι τὸν αὐτὸν τρόπον;

ΚΛ. πάνυ γε.

ΑΘ. καὶ τῆς περὶ τὸν οἶνον ἄρα διατριβῆς ὡσαύτως διανοητέον, εἴπερ ἔνι τοῦτο ἐν τούτοις ὀρθῶς διανοηθῆναι.

ΚΛ. πῶς δʼ οὔ;

ΑΘ. ἂν ἄρα τινὰ ἡμῖν ὠφελίαν ἔχουσα φαίνηται μηδὲν τῆς περὶ τὸ σῶμα ἐλάττω, τῇ γε ἀρχῇ τὴν σωμασκίαν νικᾷ τῷ τὴν μὲν μετʼ ἀλγηδόνων εἶναι, τὴν δὲ μή.

646e
ΚΛ. ὀρθῶς λέγεις, θαυμάζοιμι δʼ ἂν εἴ τι δυναίμεθα τοιοῦτον ἐν αὐτῷ καταμαθεῖν.

ΑΘ. τοῦτʼ αὐτὸ δὴ νῦν, ὡς ἔοιχʼ, ἡμῖν ἤδη πειρατέον φράζειν. καί μοι λέγε· δύο φόβων εἴδη σχεδὸν ἐναντία δυνάμεθα κατανοῆσαι;

ΚΛ. ποῖα δή;

ΑΘ. τὰ τοιάδε· φοβούμεθα μέν που τὰ κακά, προσδοκῶντες γενήσεσθαι.

ΚΛ. ναί.

ΑΘ. φοβούμεθα δέ γε πολλάκις δόξαν, ἡγούμενοι δοξάζεσθαι κακοί, πράττοντες λέγοντές τι τῶν μὴ καλῶν· ὃν
647
647a
δὴ καὶ καλοῦμεν τὸν φόβον ἡμεῖς γε, οἶμαι δὲ καὶ πάντες, αἰσχύνην.

ΚΛ. τί δʼ οὔ;

ΑΘ. τούτους δὴ δύο ἔλεγον φόβους· ὧν ἕτερος ἐναντίος μὲν ταῖς ἀλγηδόσιν καὶ τοῖς ἄλλοις φόβοις, ἐναντίος δʼ ἐστὶ ταῖς πλείσταις καὶ μεγίσταις ἡδοναῖς.

ΚΛ. ὀρθότατα λέγεις.

ΑΘ. ἆρʼ οὖν οὐ καὶ νομοθέτης, καὶ πᾶς οὗ καὶ σμικρὸν ὄφελος, τοῦτον τὸν φόβον ἐν τιμῇ μεγίστῃ σέβει, καὶ καλῶν αἰδῶ, τὸ τούτῳ θάρρος ἐναντίον ἀναίδειάν τε προσαγορεύει
647b
καὶ μέγιστον κακὸν ἰδίᾳ τε καὶ δημοσίᾳ πᾶσι νενόμικεν;

ΚΛ. ὀρθῶς λέγεις.

ΑΘ. οὐκοῦν τά τʼ ἄλλα πολλὰ καὶ μεγάλα φόβος ἡμᾶς οὗτος σῴζει, καὶ τὴν ἐν τῷ πολέμῳ νίκην καὶ σωτηρίαν ἓν πρὸς ἓν οὐδὲν οὕτως σφόδρα ἡμῖν ἀπεργάζεται; δύο γὰρ οὖν ἐστὸν τὰ τὴν νίκην ἀπεργαζόμενα, θάρρος μὲν πολεμίων, φίλων δὲ φόβος αἰσχύνης πέρι κακῆς.

ΚΛ. ἔστι ταῦτα.

ΑΘ. ἄφοβον ἡμῶν ἄρα δεῖ γίγνεσθαι καὶ φοβερὸν
647c
ἕκαστον· ὧν δʼ ἑκάτερον ἕνεκα, διῃρήμεθα.

ΚΛ. πάνυ μὲν οὖν.

ΑΘ. καὶ μὴν ἄφοβόν γε ἕκαστον βουληθέντες ποιεῖν φόβων πολλῶν τινων, εἰς φόβον ἄγοντες αὐτὸν μετὰ νόμου, τοιοῦτον ἀπεργαζόμεθα.

ΚΛ. φαινόμεθα.

ΑΘ. τί δʼ ὅταν ἐπιχειρῶμέν τινα φοβερὸν ποιεῖν μετὰ δίκης; ἆρʼ οὐκ ἀναισχυντίᾳ συμβάλλοντας αὐτὸν καὶ προσγυμνάζοντας νικᾶν δεῖ ποιεῖν διαμαχόμενον αὑτοῦ ταῖς ἡδοναῖς; τῇ μὲν δειλίᾳ τῇ ἐν αὑτῷ προσμαχόμενον καὶ
647d
νικῶντα αὐτὴν δεῖ τέλεον οὕτω γίγνεσθαι πρὸς ἀνδρείαν, ἄπειρος δὲ δήπου καὶ ἀγύμναστος ὢν τῶν τοιούτων ἀγώνων ὁστισοῦν οὐδʼ ἂν ἥμισυς ἑαυτοῦ γένοιτο πρὸς ἀρετήν, σώφρων δὲ ἄρα τελέως ἔσται μὴ πολλαῖς ἡδοναῖς καὶ ἐπιθυμίαις προτρεπούσαις ἀναισχυντεῖν καὶ ἀδικεῖν διαμεμαχημένος καὶ νενικηκὼς μετὰ λόγου καὶ ἔργου καὶ τέχνης ἔν τε παιδιαῖς καὶ ἐν σπουδαῖς, ἀλλʼ ἀπαθὴς ὢν πάντων τῶν τοιούτων;

ΚΛ. οὔκουν τόν γʼ εἰκότα λόγον ἂν ἔχοι.

647e
ΑΘ. τί οὖν;

ΑΘ. φόβου φάρμακον ἔσθʼ ὅστις θεὸς ἔδωκεν ἀνθρώποις, ὥστε ὁπόσῳ πλέον ἂν ἐθέλῃ τις πίνειν αὐτοῦ, τοσούτῳ μᾶλλον αὐτὸν νομίζειν καθʼ ἑκάστην πόσιν δυστυχῆ γίγνεσθαι, καὶ φοβεῖσθαι τὰ παρόντα καὶ τὰ μέλλοντα αὑτῷ
648
648a
πάντα, καὶ τελευτῶντα εἰς πᾶν δέος ἰέναι τὸν ἀνδρειότατον ἀνθρώπων, ἐκκοιμηθέντα δὲ καὶ τοῦ πώματος ἀπαλλαγέντα πάλιν ἑκάστοτε τὸν αὐτὸν γίγνεσθαι.

ΚΛ. καὶ τί τοιοῦτον φαῖμεν ἄν, ξένε, ἐν ἀνθρώποις γεγονέναι πῶμα;

ΑΘ. οὐδέν· εἰ δʼ οὖν ἐγένετό ποθεν, ἔσθʼ ὅτι πρὸς ἀνδρείαν ἦν ἂν νομοθέτῃ χρήσιμον; οἷον τὸ τοιόνδε περὶ αὐτοῦ καὶ μάλα εἴχομεν ἂν αὐτῷ διαλέγεσθαι· φέρε, νομοθέτα, εἴτε Κρησὶν εἴθʼ οἱστισινοῦν νομοθετεῖς, πρῶτον
648b
μὲν τῶν πολιτῶν ἆρʼ ἂν δέξαιο βάσανον δυνατὸς εἶναι λαμβάνειν ἀνδρείας τε πέρι καὶ δειλίας;

ΚΛ. φαίη που πᾶς ἂν δῆλον ὅτι.

ΑΘ. τί δέ; μετʼ ἀσφαλείας καὶ ἄνευ κινδύνων μεγάλων μετὰ τῶν ἐναντίων;

ΚΛ. καὶ τοῦτο μετὰ τῆς ἀσφαλείας συνομολογήσει πᾶς.

ΑΘ. χρῷο δʼ ἂν εἰς τοὺς φόβους τούτους ἄγων καὶ ἐλέγχων ἐν τοῖς παθήμασιν, ὥστε ἀναγκάζειν ἄφοβον γίγνεσθαι,
648c
παρακελευόμενος καὶ νουθετῶν καὶ τιμῶν, τὸν δὲ ἀτιμάζων, ὅστις σοι μὴ πείθοιτο εἶναι τοιοῦτος οἷον σὺ τάττοις ἐν πᾶσιν; καὶ γυμνασάμενον μὲν εὖ καὶ ἀνδρείως ἀζήμιον ἀπαλλάττοις ἄν, κακῶς δέ, ζημίαν ἐπιτιθείς; τὸ παράπαν οὐκ ἂν χρῷο, μηδὲν ἄλλο ἐγκαλῶν τῷ πώματι;

ΚΛ. καὶ πῶς οὐκ ἂν χρῷτο, ξένε;

ΑΘ. γυμνασία γοῦν, φίλε, παρὰ τὰ νῦν θαυμαστὴ ῥᾳστώνης ἂν εἴη καθʼ ἕνα καὶ κατʼ ὀλίγους καὶ καθʼ ὁπόσους
648d
τις ἀεὶ βούλοιτο· καὶ εἴτε τις ἄρα μόνος ἐν ἐρημίᾳ, τὸ τῆς αἰσχύνης ἐπίπροσθεν ποιούμενος, πρὶν εὖ σχεῖν ἡγούμενος ὁρᾶσθαι μὴ δεῖν, οὕτω πρὸς τοὺς φόβους γυμνάζοιτο, πῶμα μόνον ἀντὶ μυρίων πραγμάτων παρασκευαζόμενος, ὀρθῶς ἄν τι πράττοι, εἴτε τις ἑαυτῷ πιστεύων φύσει καὶ μελέτῃ καλῶς παρεσκευάσθαι, μηδὲν ὀκνοῖ μετὰ συμποτῶν πλειόνων γυμναζόμενος ἐπιδείκνυσθαι τὴν ἐν τῇ τοῦ πώματος ἀναγκαίᾳ
648e
διαφορᾷ δύναμιν ὑπερθέων καὶ κρατῶν, ὥστε ὑπʼ ἀσχημοσύνης μηδὲ ἓν σφάλλεσθαι μέγα μηδʼ ἀλλοιοῦσθαι διʼ ἀρετήν, πρὸς δὲ τὴν ἐσχάτην πόσιν ἀπαλλάττοιτο πρὶν ἀφικνεῖσθαι, τὴν πάντων ἧτταν φοβούμενος ἀνθρώπων τοῦ πώματος.

ΑΘ 1 w 2
ταύτην 1 w 9
τὴν 1 w 12
τροφὴν 1 w 18
ἀφορισάμενος 1 w 30
1 w 31
λόγος 1 w 36
οὗτος 1 w 41
ὡς 1 w 44
ἐμοὶ 1 w 48
φαίνεται 1 w 56
νῦν 1 w 60
βούλοιτʼ 1 w 68
ἂν 1 w 70
μόνην 1 w 75
παιδείαν 1 w 83
προσαγορεύειν 1 w 96
τὴν 2 w 100
δὲ 1 w 102
εἰς 1 w 105
χρήματα 1 w 112
τείνουσαν 1 w 121
1 w 122
τινα 1 w 126
πρὸς 1 w 130
ἰσχύν 1 w 135
1 w 137
καὶ 1 w 140
πρὸς 2 w 144
ἄλλην 1 w 149
τινὰ 1 w 153
σοφίαν 1 w 159
ἄνευ 1 w 163
νοῦ 1 w 166
καὶ 2 w 169
δίκης 1 w 174
βάναυσόν 1 w 183
τʼ 2 w 185
εἶναι 1 w 190
καὶ 3 w 193
ἀνελεύθερον 1 w 204
καὶ 4 w 207
οὐκ 1 w 210
ἀξίαν 1 w 215
τὸ 1 w 217
παράπαν 1 w 224
παιδείαν 2 w 232
καλεῖσθαι 1 w 241
ἡμεῖς 1 w 247
δὴ 1 w 249
μηδὲν 1 w 254
ὀνόματι 1 w 261
διαφερώμεθʼ 1 w 272
αὑτοῖς 1 w 278
ἀλλʼ 1 w 283
2 w 284
νυνδὴ 1 w 289
λόγος 2 w 294
ἡμῖν 1 w 298
ὁμολογηθεὶς 1 w 309
μενέτω 1 w 315
ὡς 2 w 318
οἵ 1 w 320
γε 1 w 322
ὀρθῶς 1 w 327
πεπαιδευμένοι 1 w 340
σχεδὸν 1 w 346
ἀγαθοὶ 1 w 352
γίγνονται 1 w 361
καὶ 5 w 365
δεῖ 1 w 368
δὴ 3 w 370
τὴν 3 w 373
παιδείαν 3 w 381
μηδαμοῦ 1 w 388
ἀτιμάζειν 1 w 397
ὡς 3 w 400
πρῶτον 1 w 406
τῶν 1 w 409
καλλίστων 1 w 418
τοῖς 2 w 422
ἀρίστοις 1 w 430
ἀνδράσιν 1 w 438
παραγιγνόμενον 1 w 452
καὶ 6 w 456
εἴ 1 w 458
ποτε 1 w 462
ἐξέρχεται 1 w 471
δυνατὸν 1 w 479
δʼ 1 w 481
ἐστὶν 1 w 486
ἐπανορθοῦσθαι 1 w 499
τοῦτʼ 1 w 505
ἀεὶ 1 w 508
δραστέον 1 w 516
διὰ 1 w 519
βίου 1 w 523
παντὶ 1 w 528
κατὰ 1 w 532
δύναμιν 1 w 539
ΚΛ 1 w 542
ὀρθῶς 2 w 548
καὶ 7 w 552
συγχωροῦμεν 1 w 563
1 w 564
λέγεις 1 w 570
ΑΘ 2 w 573
καὶ 8 w 577
μὴν 1 w 580
πάλαι 1 w 585
γε 3 w 587
συνεχωρήσαμεν 1 w 600
ὡς 4 w 602
ἀγαθῶν 1 w 608
μὲν 1 w 611
ὄντων 1 w 616
τῶν 2 w 619
δυναμένων 1 w 628
ἄρχειν 1 w 634
αὑτῶν 1 w 639
κακῶν 1 w 645
δὲ 3 w 647
τῶν 4 w 650
μή 1 w 652
ΚΛ 2 w 655
λέγεις 2 w 662
ὀρθότατα 1 w 670
ΑΘ 3 w 673
σαφέστερον 1 w 684
ἔτι 1 w 687
τοίνυν 1 w 693
ἀναλάβωμεν 1 w 703
τοῦτʼ 2 w 708
αὐτὸ 1 w 712
ὅτι 1 w 715
ποτὲ 1 w 719
λέγομεν 1 w 726
καί 1 w 730
μοι 1 w 733
διʼ 1 w 736
εἰκόνος 1 w 743
ἀποδέξασθε 1 w 753
ἐάν 1 w 756
πως 1 w 759
δυνατὸς 1 w 766
ὑμῖν 1 w 770
γένωμαι 1 w 777
δηλῶσαι 1 w 784
τὸ 5 w 786
τοιοῦτον 1 w 794
ΚΛ 3 w 797
λέγε 3 w 802
μόνον 1 w 807
ΑΘ 4 w 810
οὐκοῦν 1 w 817
ἕνα 1 w 820
μὲν 2 w 823
ἡμῶν 1 w 827
ἕκαστον 1 w 834
αὐτὸν 1 w 839
τιθῶμεν 1 w 846
ΚΛ 4 w 849
ναί 1 w 853
ΑΘ 5 w 856
δύο 1 w 860
δὲ 4 w 862
κεκτημένον 1 w 872
ἐν 1 w 874
αὑτῷ 1 w 878
συμβούλω 1 w 886
ἐναντίω 1 w 893
τε 4 w 895
καὶ 9 w 898
ἄφρονε 1 w 904
1 w 906
προσαγορεύομεν 1 w 920
ἡδονὴν 1 w 926
καὶ 10 w 929
λύπην 1 w 934
ΚΛ 5 w 937
ἔστι 1 w 942
ταῦτα 1 w 947
ΑΘ 6 w 950
πρὸς 3 w 955
δὲ 5 w 957
τούτοιν 1 w 964
ἀμφοῖν 1 w 970
αὖ 1 w 972
δόξας 1 w 977
μελλόντων 1 w 986
οἷν 1 w 990
κοινὸν 1 w 996
μὲν 3 w 999
ὄνομα 1 w 1004
ἐλπίς 1 w 1009
ἴδιον 1 w 1015
δέ 2 w 1017
φόβος 1 w 1023
μὲν 4 w 1026
5 w 1027
πρὸ 4 w 1030
λύπης 1 w 1035
ἐλπίς 2 w 1040
θάρρος 1 w 1047
δὲ 6 w 1049
6 w 1050
πρὸ 5 w 1053
τοῦ 3 w 1056
ἐναντίου 1 w 1064
ἐπὶ 1 w 1068
δὲ 7 w 1070
πᾶσι 1 w 1074
τούτοις 1 w 1081
λογισμὸς 1 w 1089
ὅτι 2 w 1092
ποτʼ 1 w 1096
αὐτῶν 1 w 1101
ἄμεινον 1 w 1108
2 w 1109
χεῖρον 1 w 1115
ὃς 1 w 1118
γενόμενος 1 w 1127
δόγμα 1 w 1132
πόλεως 1 w 1138
κοινὸν 2 w 1144
νόμος 1 w 1149
ἐπωνόμασται 1 w 1160
ΚΛ 6 w 1163
μόγις 1 w 1169
μέν 4 w 1172
πως 2 w 1175
ἐφέπομαι 1 w 1183
λέγε 4 w 1188
μὴν 2 w 1191
τὸ 7 w 1193
μετὰ 1 w 1197
ταῦτα 2 w 1202
ὡς 5 w 1204
ἑπομένου 1 w 1212
ΜΕ 1 w 1215
καὶ 11 w 1219
ἐν 4 w 1221
ἐμοὶ 2 w 1225
μὴν 3 w 1228
ταὐτὸν 1 w 1234
τοῦτο 1 w 1239
πάθος 1 w 1244
ἔνι 1 w 1247
ΑΘ 7 w 1250
περὶ 1 w 1255
δὴ 4 w 1257
τούτων 1 w 1263
διανοηθῶμεν 1 w 1274
οὑτωσί 1 w 1280
θαῦμα 1 w 1286
μὲν 5 w 1289
ἕκαστον 2 w 1296
ἡμῶν 2 w 1300
ἡγησώμεθα 1 w 1309
τῶν 6 w 1312
ζῴων 1 w 1316
θεῖον 1 w 1321
εἴτε 1 w 1326
ὡς 6 w 1328
παίγνιον 1 w 1336
ἐκείνων 1 w 1343
εἴτε 2 w 1347
ὡς 7 w 1349
σπουδῇ 1 w 1355
τινι 1 w 1359
συνεστηκός 1 w 1369
οὐ 3 w 1372
γὰρ 1 w 1375
δὴ 5 w 1377
τοῦτό 1 w 1382
γε 8 w 1384
γιγνώσκομεν 1 w 1395
τόδε 1 w 1400
δὲ 8 w 1402
ἴσμεν 1 w 1407
ὅτι 3 w 1411
ταῦτα 3 w 1416
τὰ 3 w 1418
πάθη 1 w 1422
ἐν 5 w 1424
ἡμῖν 2 w 1428
οἷον 1 w 1432
νεῦρα 1 w 1437
3 w 1438
σμήρινθοί 1 w 1447
τινες 1 w 1452
ἐνοῦσαι 1 w 1459
σπῶσίν 1 w 1465
τε 7 w 1467
ἡμᾶς 1 w 1471
καὶ 12 w 1474
ἀλλήλαις 1 w 1482
ἀνθέλκουσιν 1 w 1493
ἐναντίαι 1 w 1501
οὖσαι 1 w 1506
ἐπʼ 1 w 1509
ἐναντίας 1 w 1517
πράξεις 1 w 1524
οὗ 2 w 1527
δὴ 6 w 1529
διωρισμένη 1 w 1539
ἀρετὴ 1 w 1544
καὶ 13 w 1547
κακία 1 w 1552
κεῖται 1 w 1558
ΑΘ 8 w 1561
μιᾷ 1 w 1565
γάρ 1 w 1568
φησιν 1 w 1573
4 w 1574
λόγος 3 w 1579
δεῖν 1 w 1583
τῶν 7 w 1586
ἕλξεων 1 w 1592
συνεπόμενον 1 w 1603
ἀεὶ 2 w 1606
καὶ 14 w 1609
μηδαμῇ 1 w 1615
ἀπολειπόμενον 1 w 1628
ἐκείνης 1 w 1635
ἀνθέλκειν 1 w 1645
τοῖς 3 w 1649
ἄλλοις 1 w 1655
νεύροις 1 w 1662
ἕκαστον 3 w 1669
ταύτην 2 w 1676
δʼ 2 w 1678
εἶναι 2 w 1683
τὴν 4 w 1686
τοῦ 6 w 1689
λογισμοῦ 1 w 1697
ἀγωγὴν 1 w 1703
χρυσῆν 1 w 1709
καὶ 15 w 1712
ἱεράν 1 w 1717
τῆς 1 w 1721
πόλεως 2 w 1727
κοινὸν 3 w 1733
νόμον 1 w 1738
ἐπικαλουμένην 1 w 1751
ἄλλας 1 w 1757
δὲ 9 w 1759
σκληρὰς 1 w 1766
καὶ 16 w 1769
σιδηρᾶς 1 w 1776
τὴν 5 w 1780
δὲ 10 w 1782
μαλακὴν 1 w 1789
ἅτε 1 w 1792
χρυσῆν 2 w 1798
οὖσαν 1 w 1803
τὰς 1 w 1807
δὲ 11 w 1809
ἄλλας 2 w 1814
παντοδαποῖς 1 w 1825
εἴδεσιν 1 w 1832
ὁμοίας 1 w 1838
δεῖν 2 w 1843
δὴ 7 w 1845
τῇ 1 w 1847
καλλίστῃ 1 w 1855
ἀγωγῇ 1 w 1860
τῇ 2 w 1862
τοῦ 7 w 1865
νόμου 1 w 1870
ἀεὶ 3 w 1873
συλλαμβάνειν 1 w 1885
ἅτε 2 w 1889
γὰρ 2 w 1892
τοῦ 8 w 1895
λογισμοῦ 2 w 1903
καλοῦ 1 w 1908
μὲν 6 w 1911
ὄντος 1 w 1916
πρᾴου 1 w 1922
δὲ 12 w 1924
καὶ 17 w 1927
οὐ 4 w 1929
βιαίου 1 w 1935
δεῖσθαι 1 w 1943
ὑπηρετῶν 1 w 1951
αὐτοῦ 1 w 1956
τὴν 6 w 1959
ἀγωγήν 1 w 1965
ὅπως 1 w 1970
ἂν 2 w 1972
ἐν 9 w 1974
ἡμῖν 3 w 1978
τὸ 9 w 1980
χρυσοῦν 1 w 1987
γένος 1 w 1992
νικᾷ 1 w 1996
τὰ 5 w 1998
ἄλλα 3 w 2002
γένη 1 w 2006
καὶ 18 w 2010
οὕτω 1 w 2014
δὴ 8 w 2016
περὶ 2 w 2020
θαυμάτων 1 w 2028
ὡς 8 w 2030
ὄντων 2 w 2035
ἡμῶν 3 w 2039
6 w 2040
μῦθος 1 w 2045
ἀρετῆς 1 w 2051
σεσωμένος 1 w 2060
ἂν 3 w 2062
εἴη 1 w 2065
καὶ 19 w 2069
τὸ 10 w 2071
κρείττω 1 w 2078
ἑαυτοῦ 1 w 2084
καὶ 20 w 2087
ἥττω 1 w 2091
εἶναι 3 w 2096
τρόπον 1 w 2102
τινὰ 2 w 2106
φανερὸν 1 w 2113
ἂν 4 w 2115
γίγνοιτο 1 w 2123
μᾶλλον 1 w 2129
2 w 2130
νοεῖ 1 w 2134
καὶ 21 w 2138
ὅτι 4 w 2141
πόλιν 1 w 2146
καὶ 22 w 2149
ἰδιώτην 1 w 2156
τὸν 4 w 2160
μὲν 7 w 2163
λόγον 1 w 2168
ἀληθῆ 1 w 2173
λαβόντα 1 w 2180
ἐν 10 w 2182
ἑαυτῷ 1 w 2187
περὶ 3 w 2191
τῶν 9 w 2194
ἕλξεων 2 w 2200
τούτων 2 w 2206
τούτῳ 1 w 2212
ἑπόμενον 1 w 2220
δεῖ 5 w 2223
ζῆν 1 w 2226
πόλιν 2 w 2232
δὲ 13 w 2234
4 w 2235
παρὰ 1 w 2239
θεῶν 1 w 2243
τινος 1 w 2248
5 w 2249
παρὰ 2 w 2253
τούτου 1 w 2259
τοῦ 11 w 2262
γνόντος 1 w 2269
ταῦτα 4 w 2274
λόγον 2 w 2279
παραλαβοῦσαν 1 w 2291
νόμον 2 w 2297
θεμένην 1 w 2304
αὑτῇ 1 w 2309
τε 10 w 2311
ὁμιλεῖν 1 w 2318
καὶ 23 w 2321
ταῖς 1 w 2325
ἄλλαις 1 w 2331
πόλεσιν 1 w 2338
οὕτω 2 w 2343
καὶ 24 w 2346
κακία 2 w 2351
δὴ 9 w 2353
καὶ 25 w 2356
ἀρετὴ 2 w 2361
σαφέστερον 2 w 2371
ἡμῖν 4 w 2375
διηρθρωμένον 1 w 2387
ἂν 5 w 2389
εἴη 2 w 2392
ἐναργεστέρου 1 w 2405
δʼ 3 w 2407
αὐτοῦ 2 w 2412
γενομένου 1 w 2421
καὶ 26 w 2424
παιδεία 4 w 2431
καὶ 27 w 2434
τἆλλα 1 w 2439
ἐπιτηδεύματα 1 w 2451
ἴσως 1 w 2455
ἔσται 1 w 2460
μᾶλλον 2 w 2466
καταφανῆ 1 w 2474
καὶ 28 w 2478
δὴ 10 w 2480
καὶ 29 w 2483
τὸ 12 w 2485
περὶ 4 w 2489
τῆς 3 w 2492
ἐν 12 w 2494
τοῖς 4 w 2498
οἴνοις 1 w 2504
διατριβῆς 1 w 2513
3 w 2515
δοξασθείη 1 w 2524
μὲν 8 w 2527
ἂν 6 w 2529
εἶναι 4 w 2534
φαύλου 1 w 2540
πέρι 1 w 2544
μῆκος 1 w 2549
πολὺ 1 w 2553
λόγων 1 w 2558
περιττὸν 1 w 2566
εἰρημένον 1 w 2575
φανείη 1 w 2582
δὲ 14 w 2584
τάχʼ 1 w 2588
ἂν 7 w 2590
ἴσως 2 w 2594
τοῦ 13 w 2597
μήκους 1 w 2603
γʼ 1 w 2605
αὐτῶν 2 w 2610
οὐκ 3 w 2613
ἀπάξιον 1 w 2620
ΚΛ 7 w 2623
εὖ 1 w 2626
λέγεις 3 w 2632
καὶ 30 w 2636
περαίνωμεν 1 w 2646
ὅτιπερ 1 w 2652
ἂν 8 w 2654
τῆς 4 w 2657
γε 12 w 2659
νῦν 2 w 2662
διατριβῆς 2 w 2671
ἄξιον 1 w 2676
γίγνηται 1 w 2684
ΑΘ 9 w 2687
λέγε 6 w 2692
δή 1 w 2694
προσφέροντες 1 w 2707
τῷ 3 w 2709
θαύματι 1 w 2716
τούτῳ 2 w 2721
τὴν 7 w 2724
μέθην 1 w 2729
ποῖόν 1 w 2735
τί 5 w 2737
ποτε 2 w 2741
αὐτὸ 4 w 2745
ἀπεργαζόμεθα 1 w 2757
ΚΛ 8 w 2760
πρὸς 4 w 2765
τί 6 w 2767
δὲ 15 w 2769
σκοπούμενος 1 w 2780
αὐτὸ 5 w 2784
ἐπανερωτᾷς 1 w 2794
ΑΘ 10 w 2797
οὐδέν 1 w 2803
πω 5 w 2805
πρὸς 5 w 2809
ὅτι 6 w 2812
τοῦτο 2 w 2818
δὲ 16 w 2820
ὅλως 1 w 2824
κοινωνῆσαν 1 w 2834
τούτῳ 3 w 2839
ποῖόν 2 w 2844
τι 19 w 2846
συμπίπτει 1 w 2855
γίγνεσθαι 1 w 2864
ἔτι 2 w 2868
δὲ 17 w 2870
σαφέστερον 3 w 2880
4 w 2881
βούλομαι 1 w 2889
πειράσομαι 1 w 2899
φράζειν 1 w 2906
ἐρωτῶ 1 w 2912
γὰρ 3 w 2915
τὸ 16 w 2917
τοιόνδε 1 w 2924
ἆρα 1 w 2928
σφοδροτέρας 1 w 2939
τὰς 2 w 2942
ἡδονὰς 1 w 2948
καὶ 31 w 2951
λύπας 1 w 2956
καὶ 32 w 2959
θυμοὺς 1 w 2965
καὶ 33 w 2968
ἔρωτας 1 w 2974
15 w 2975
τῶν 11 w 2978
οἴνων 1 w 2983
πόσις 1 w 2988
ἐπιτείνει 1 w 2997
ΚΛ 9 w 3000
πολύ 1 w 3005
γε 14 w 3007
ΑΘ 11 w 3010
τί 7 w 3013
δʼ 4 w 3015
αὖ 2 w 3017
τὰς 3 w 3020
αἰσθήσεις 1 w 3029
καὶ 34 w 3032
μνήμας 1 w 3038
καὶ 35 w 3041
δόξας 2 w 3046
καὶ 36 w 3049
φρονήσεις 1 w 3058
πότερον 1 w 3066
ὡσαύτως 1 w 3073
σφοδροτέρας 2 w 3084
6 w 3086
πάμπαν 1 w 3092
ἀπολείπει 1 w 3101
ταῦτα 5 w 3106
αὐτόν 1 w 3111
ἂν 9 w 3114
κατακορής 1 w 3123
τις 1 w 3126
τῇ 4 w 3128
μέθῃ 1 w 3132
γίγνηται 2 w 3140
ΚΛ 10 w 3143
ναί 2 w 3147
πάμπαν 2 w 3154
ἀπολείπει 2 w 3163
ΑΘ 12 w 3166
οὐκοῦν 2 w 3173
εἰς 2 w 3176
ταὐτὸν 2 w 3182
ἀφικνεῖται 1 w 3192
τὴν 8 w 3195
τῆς 5 w 3198
ψυχῆς 1 w 3203
ἕξιν 1 w 3207
τῇ 5 w 3209
τότε 1 w 3213
ὅτε 1 w 3216
νέος 1 w 3220
ἦν 1 w 3222
παῖς 1 w 3226
ΚΛ 11 w 3229
τί 8 w 3232
μήν 1 w 3235
ΑΘ 13 w 3238
ἥκιστα 1 w 3245
δὴ 11 w 3247
τότʼ 1 w 3251
ἂν 10 w 3253
αὐτὸς 1 w 3258
αὑτοῦ 1 w 3263
γίγνοιτο 2 w 3271
ἐγκρατής 1 w 3279
ΚΛ 12 w 3282
ἥκιστα 2 w 3289
ΑΘ 14 w 3292
ἆρʼ 1 w 3296
οὖν 1 w 3299
πονηρότατος 1 w 3310
φαμέν 1 w 3316
8 w 3318
τοιοῦτος 1 w 3326
ΚΛ 13 w 3329
πολύ 2 w 3334
γε 15 w 3336
ΑΘ 15 w 3339
οὐ 8 w 3342
μόνον 2 w 3347
ἄρʼ 1 w 3350
ὡς 9 w 3353
ἔοικεν 1 w 3359
9 w 3361
γέρων 1 w 3366
δὶς 1 w 3369
παῖς 2 w 3373
γίγνοιτʼ 1 w 3381
ἄν 2 w 3383
ἀλλὰ 1 w 3388
καὶ 37 w 3391
10 w 3392
μεθυσθείς 1 w 3401
ΚΛ 14 w 3404
ἄριστα 1 w 3411
εἶπες 1 w 3416
1 w 3418
ξένε 1 w 3422
ΑΘ 16 w 3425
τούτου 2 w 3432
δὴ 12 w 3434
τοῦ 16 w 3437
ἐπιτηδεύματος 1 w 3450
ἔσθʼ 1 w 3454
ὅστις 1 w 3459
λόγος 4 w 3464
ἐπιχειρήσει 1 w 3475
πείθειν 1 w 3482
ἡμᾶς 2 w 3486
ὡς 10 w 3488
χρὴ 1 w 3491
γεύεσθαι 1 w 3499
καὶ 38 w 3502
μὴ 4 w 3504
φεύγειν 1 w 3511
παντὶ 2 w 3516
σθένει 1 w 3522
κατὰ 2 w 3526
τὸ 19 w 3528
δυνατόν 1 w 3535
ΚΛ 15 w 3538
ἔοικʼ 1 w 3544
εἶναι 5 w 3549
σὺ 1 w 3552
γοῦν 1 w 3556
φῂς 1 w 3559
καὶ 39 w 3562
ἕτοιμος 1 w 3569
ἦσθα 1 w 3573
νυνδὴ 2 w 3578
λέγειν 1 w 3584
ΑΘ 17 w 3587
ἀληθῆ 2 w 3593
μέντοι 1 w 3599
μνημονεύεις 1 w 3610
καὶ 40 w 3614
νῦν 3 w 3617
γʼ 2 w 3619
εἴμʼ 1 w 3623
ἕτοιμος 2 w 3630
ἐπειδήπερ 1 w 3640
σφώ 1 w 3643
γε 19 w 3645
ἐθελήσειν 1 w 3654
προθύμως 1 w 3662
ἔφατον 1 w 3668
ἀκούειν 1 w 3675
ΚΛ 16 w 3678
πῶς 1 w 3682
δʼ 5 w 3684
οὐκ 5 w 3687
ἀκουσόμεθα 1 w 3697
κἂν 1 w 3701
εἰ 5 w 3703
μηδενὸς 1 w 3710
ἄλλου 1 w 3715
χάριν 1 w 3720
ἀλλὰ 2 w 3725
τοῦ 17 w 3728
θαυμαστοῦ 1 w 3737
τε 20 w 3739
καὶ 41 w 3742
ἀτόπου 1 w 3748
εἰ 6 w 3751
δεῖ 6 w 3754
ἑκόντα 1 w 3760
ποτὲ 2 w 3764
ἄνθρωπον 1 w 3772
εἰς 3 w 3775
ἅπασαν 1 w 3781
φαυλότητα 1 w 3790
ἑαυτὸν 1 w 3796
ἐμβάλλειν 1 w 3805
ΑΘ 18 w 3808
ψυχῆς 2 w 3814
λέγεις 4 w 3820
3 w 3822
γάρ 2 w 3825
ΚΛ 17 w 3828
ναί 3 w 3832
ΑΘ 19 w 3835
τί 9 w 3838
δέ 4 w 3840
σώματος 1 w 3848
2 w 3850
ἑταῖρε 1 w 3856
εἰς 4 w 3860
πονηρίαν 1 w 3868
λεπτότητά 1 w 3878
τε 21 w 3880
καὶ 42 w 3883
αἶσχος 1 w 3889
καὶ 43 w 3892
ἀδυναμίαν 1 w 3901
θαυμάζοιμεν 1 w 3913
ἂν 12 w 3915
εἴ 8 w 3917
ποτέ 1 w 3921
τις 3 w 3924
ἑκὼν 1 w 3928
ἐπὶ 2 w 3931
τὸ 21 w 3933
τοιοῦτον 2 w 3941
ἀφικνεῖται 2 w 3951
ΚΛ 18 w 3954
πῶς 2 w 3958
γὰρ 4 w 3961
οὔ 1 w 3963
ΑΘ 20 w 3966
τί 10 w 3969
οὖν 2 w 3972
τοὺς 1 w 3977
εἰς 5 w 3980
τὰ 9 w 3982
ἰατρεῖα 1 w 3989
αὐτοὺς 1 w 3995
βαδίζοντας 1 w 4005
ἐπὶ 3 w 4008
φαρμακοποσίᾳ 1 w 4020
ἀγνοεῖν 1 w 4027
οἰόμεθα 1 w 4034
ὅτι 7 w 4037
μετʼ 1 w 4041
ὀλίγον 1 w 4047
ὕστερον 1 w 4054
καὶ 44 w 4057
ἐπὶ 4 w 4060
πολλὰς 1 w 4066
ἡμέρας 1 w 4072
ἕξουσιν 1 w 4079
τοιοῦτον 3 w 4087
τὸ 22 w 4089
σῶμα 1 w 4093
οἷον 2 w 4098
εἰ 10 w 4100
διὰ 2 w 4103
τέλους 1 w 4109
ἔχειν 1 w 4114
μέλλοιεν 1 w 4122
ζῆν 2 w 4126
οὐκ 6 w 4129
ἂν 13 w 4131
δέξαιντο 1 w 4139
7 w 4141
τοὺς 3 w 4145
ἐπὶ 5 w 4148
τὰ 10 w 4150
γυμνάσια 1 w 4158
καὶ 45 w 4161
πόνους 1 w 4167
ἰόντας 1 w 4173
οὐκ 7 w 4176
ἴσμεν 2 w 4181
ὡς 11 w 4183
ἀσθενεῖς 1 w 4191
εἰς 6 w 4194
τὸ 23 w 4196
παραχρῆμα 1 w 4205
γίγνονται 2 w 4214
ΚΛ 19 w 4217
πάντα 1 w 4223
ταῦτα 6 w 4228
ἴσμεν 3 w 4233
ΑΘ 21 w 4236
καὶ 46 w 4240
ὅτι 8 w 4243
τῆς 6 w 4246
μετὰ 2 w 4250
ταῦτα 7 w 4255
ὠφελίας 1 w 4262
ἕνεκα 1 w 4267
ἑκόντες 1 w 4274
πορεύονται 1 w 4284
ΚΛ 20 w 4287
κάλλιστα 1 w 4296
ΑΘ 22 w 4299
οὐκοῦν 3 w 4306
χρὴ 2 w 4309
καὶ 47 w 4312
τῶν 12 w 4315
ἄλλων 1 w 4320
ἐπιτηδευμάτων 1 w 4333
πέρι 2 w 4337
διανοεῖσθαι 1 w 4348
τὸν 8 w 4351
αὐτὸν 4 w 4356
τρόπον 2 w 4362
ΚΛ 21 w 4365
πάνυ 1 w 4370
γε 21 w 4372
ΑΘ 23 w 4375
καὶ 48 w 4379
τῆς 7 w 4382
περὶ 5 w 4386
τὸν 10 w 4389
οἶνον 1 w 4394
ἄρα 1 w 4397
διατριβῆς 3 w 4406
ὡσαύτως 2 w 4413
διανοητέον 1 w 4423
εἴπερ 1 w 4429
ἔνι 2 w 4432
τοῦτο 3 w 4437
ἐν 13 w 4439
τούτοις 2 w 4446
ὀρθῶς 3 w 4451
διανοηθῆναι 1 w 4462
ΚΛ 22 w 4465
πῶς 3 w 4469
δʼ 6 w 4471
οὔ 2 w 4473
ΑΘ 24 w 4476
ἂν 14 w 4479
ἄρα 2 w 4482
τινὰ 3 w 4486
ἡμῖν 5 w 4490
ὠφελίαν 1 w 4497
ἔχουσα 1 w 4503
φαίνηται 1 w 4511
μηδὲν 2 w 4516
τῆς 8 w 4519
περὶ 6 w 4523
τὸ 27 w 4525
σῶμα 2 w 4529
ἐλάττω 1 w 4535
τῇ 6 w 4538
γε 22 w 4540
ἀρχῇ 1 w 4544
τὴν 9 w 4547
σωμασκίαν 1 w 4556
νικᾷ 2 w 4560
τῷ 4 w 4562
τὴν 10 w 4565
μὲν 9 w 4568
μετʼ 2 w 4572
ἀλγηδόνων 1 w 4581
εἶναι 6 w 4586
τὴν 11 w 4590
δὲ 19 w 4592
μή 5 w 4594
ΚΛ 23 w 4597
ὀρθῶς 4 w 4603
λέγεις 5 w 4609
θαυμάζοιμι 1 w 4620
δʼ 7 w 4622
ἂν 15 w 4624
εἴ 10 w 4626
τι 27 w 4628
δυναίμεθα 1 w 4637
τοιοῦτον 4 w 4645
ἐν 14 w 4647
αὐτῷ 1 w 4651
καταμαθεῖν 1 w 4661
ΑΘ 25 w 4664
τοῦτʼ 3 w 4670
αὐτὸ 9 w 4674
δὴ 14 w 4676
νῦν 4 w 4679
ὡς 12 w 4682
ἔοιχʼ 1 w 4687
ἡμῖν 6 w 4692
ἤδη 1 w 4695
πειρατέον 1 w 4704
φράζειν 2 w 4711
καί 2 w 4715
μοι 2 w 4718
λέγε 10 w 4722
δύο 2 w 4726
φόβων 1 w 4731
εἴδη 1 w 4735
σχεδὸν 2 w 4741
ἐναντία 3 w 4748
δυνάμεθα 1 w 4756
κατανοῆσαι 1 w 4766
ΚΛ 24 w 4769
ποῖα 1 w 4774
δή 3 w 4776
ΑΘ 26 w 4779
τὰ 12 w 4782
τοιάδε 1 w 4788
φοβούμεθα 1 w 4798
μέν 15 w 4801
που 3 w 4804
τὰ 13 w 4806
κακά 1 w 4810
προσδοκῶντες 1 w 4823
γενήσεσθαι 1 w 4833
ΚΛ 25 w 4836
ναί 5 w 4840
ΑΘ 27 w 4843
φοβούμεθα 2 w 4853
δέ 6 w 4855
γε 26 w 4857
πολλάκις 1 w 4865
δόξαν 1 w 4870
ἡγούμενοι 1 w 4880
δοξάζεσθαι 1 w 4890
κακοί 1 w 4895
πράττοντες 1 w 4906
8 w 4907
λέγοντές 1 w 4915
τι 28 w 4917
τῶν 13 w 4920
μὴ 5 w 4922
καλῶν 1 w 4927
ὃν 1 w 4930
δὴ 15 w 4932
καὶ 49 w 4935
καλοῦμεν 1 w 4943
τὸν 11 w 4946
φόβον 1 w 4951
ἡμεῖς 2 w 4956
γε 27 w 4958
οἶμαι 1 w 4964
δὲ 20 w 4966
καὶ 50 w 4969
πάντες 1 w 4975
αἰσχύνην 1 w 4984
ΚΛ 26 w 4987
τί 12 w 4990
δʼ 8 w 4992
οὔ 3 w 4994
ΑΘ 28 w 4997
τούτους 1 w 5005
δὴ 16 w 5007
δύο 3 w 5010
ἔλεγον 1 w 5016
φόβους 1 w 5022
ὧν 1 w 5025
11 w 5026
ἕτερος 1 w 5032
ἐναντίος 1 w 5040
μὲν 10 w 5043
ταῖς 2 w 5047
ἀλγηδόσιν 1 w 5056
καὶ 51 w 5059
τοῖς 5 w 5063
ἄλλοις 2 w 5069
φόβοις 1 w 5075
ἐναντίος 2 w 5084
δʼ 9 w 5086
ἐστὶ 2 w 5090
ταῖς 3 w 5094
πλείσταις 1 w 5103
καὶ 52 w 5106
μεγίσταις 1 w 5115
ἡδοναῖς 1 w 5122
ΚΛ 27 w 5125
ὀρθότατα 2 w 5134
λέγεις 6 w 5140
ΑΘ 29 w 5143
ἆρʼ 2 w 5147
οὖν 3 w 5150
οὐ 13 w 5152
καὶ 53 w 5155
νομοθέτης 1 w 5164
καὶ 54 w 5168
πᾶς 1 w 5171
οὗ 3 w 5173
καὶ 55 w 5176
σμικρὸν 1 w 5183
ὄφελος 1 w 5189
τοῦτον 1 w 5196
τὸν 12 w 5199
φόβον 2 w 5204
ἐν 18 w 5206
τιμῇ 1 w 5210
μεγίστῃ 1 w 5217
σέβει 1 w 5222
καὶ 56 w 5226
καλῶν 2 w 5231
αἰδῶ 1 w 5235
τὸ 31 w 5238
τούτῳ 4 w 5243
θάρρος 2 w 5249
ἐναντίον 1 w 5257
ἀναίδειάν 1 w 5266
τε 28 w 5268
προσαγορεύει 2 w 5280
καὶ 57 w 5283
μέγιστον 1 w 5291
κακὸν 1 w 5296
ἰδίᾳ 1 w 5300
τε 29 w 5302
καὶ 58 w 5305
δημοσίᾳ 1 w 5312
πᾶσι 2 w 5316
νενόμικεν 1 w 5325
ΚΛ 28 w 5328
ὀρθῶς 5 w 5334
λέγεις 7 w 5340
ΑΘ 30 w 5343
οὐκοῦν 4 w 5350
τά 3 w 5352
τʼ 11 w 5354
ἄλλα 5 w 5358
πολλὰ 2 w 5363
καὶ 59 w 5366
μεγάλα 1 w 5372
12 w 5373
φόβος 2 w 5378
ἡμᾶς 3 w 5382
οὗτος 2 w 5387
σῴζει 1 w 5392
καὶ 60 w 5396
τὴν 12 w 5399
ἐν 20 w 5401
τῷ 6 w 5403
πολέμῳ 1 w 5409
νίκην 1 w 5414
καὶ 61 w 5417
σωτηρίαν 1 w 5425
ἓν 1 w 5427
πρὸς 6 w 5431
ἓν 2 w 5433
οὐδὲν 1 w 5438
οὕτως 1 w 5443
σφόδρα 1 w 5449
ἡμῖν 7 w 5453
ἀπεργάζεται 1 w 5464
δύο 4 w 5468
γὰρ 5 w 5471
οὖν 4 w 5474
ἐστὸν 1 w 5479
τὰ 14 w 5481
τὴν 13 w 5484
νίκην 2 w 5489
ἀπεργαζόμενα 1 w 5501
θάρρος 3 w 5508
μὲν 11 w 5511
πολεμίων 1 w 5519
φίλων 1 w 5525
δὲ 22 w 5527
φόβος 3 w 5532
αἰσχύνης 1 w 5540
πέρι 3 w 5544
κακῆς 1 w 5549
ΚΛ 29 w 5552
ἔστι 2 w 5557
ταῦτα 8 w 5562
ΑΘ 31 w 5565
ἄφοβον 1 w 5572
ἡμῶν 4 w 5576
ἄρα 3 w 5579
δεῖ 7 w 5582
γίγνεσθαι 2 w 5591
καὶ 62 w 5594
φοβερὸν 1 w 5601
ἕκαστον 4 w 5608
ὧν 2 w 5611
δʼ 10 w 5613
ἑκάτερον 1 w 5621
ἕνεκα 2 w 5626
διῃρήμεθα 1 w 5636
ΚΛ 30 w 5639
πάνυ 2 w 5644
μὲν 12 w 5647
οὖν 5 w 5650
ΑΘ 32 w 5653
καὶ 63 w 5657
μὴν 4 w 5660
ἄφοβόν 1 w 5666
γε 30 w 5668
ἕκαστον 5 w 5675
βουληθέντες 1 w 5686
ποιεῖν 1 w 5692
φόβων 2 w 5697
πολλῶν 1 w 5703
τινων 1 w 5708
εἰς 7 w 5712
φόβον 3 w 5717
ἄγοντες 1 w 5724
αὐτὸν 5 w 5729
μετὰ 3 w 5733
νόμου 2 w 5738
τοιοῦτον 5 w 5747
ἀπεργαζόμεθα 2 w 5759
ΚΛ 31 w 5762
φαινόμεθα 1 w 5772
ΑΘ 33 w 5775
τί 16 w 5778
δʼ 11 w 5780
ὅταν 1 w 5784
ἐπιχειρῶμέν 1 w 5795
τινα 2 w 5799
φοβερὸν 2 w 5806
ποιεῖν 2 w 5812
μετὰ 4 w 5816
δίκης 2 w 5821
ἆρʼ 3 w 5825
οὐκ 10 w 5828
ἀναισχυντίᾳ 1 w 5839
συμβάλλοντας 1 w 5851
αὐτὸν 6 w 5856
καὶ 64 w 5859
προσγυμνάζοντας 1 w 5874
νικᾶν 1 w 5879
δεῖ 8 w 5882
ποιεῖν 3 w 5888
διαμαχόμενον 1 w 5900
αὑτοῦ 2 w 5905
ταῖς 4 w 5909
ἡδοναῖς 2 w 5916
9 w 5918
τῇ 7 w 5920
μὲν 13 w 5923
δειλίᾳ 1 w 5929
τῇ 8 w 5931
ἐν 21 w 5933
αὑτῷ 2 w 5937
προσμαχόμενον 1 w 5950
καὶ 65 w 5953
νικῶντα 1 w 5960
αὐτὴν 1 w 5965
δεῖ 9 w 5968
τέλεον 1 w 5974
οὕτω 4 w 5978
γίγνεσθαι 3 w 5987
πρὸς 7 w 5991
ἀνδρείαν 1 w 5999
ἄπειρος 1 w 6007
δὲ 23 w 6009
δήπου 1 w 6014
καὶ 66 w 6017
ἀγύμναστος 1 w 6027
ὢν 1 w 6029
τῶν 14 w 6032
τοιούτων 1 w 6040
ἀγώνων 1 w 6046
ὁστισοῦν 1 w 6054
οὐδʼ 1 w 6058
ἂν 16 w 6060
ἥμισυς 1 w 6066
ἑαυτοῦ 2 w 6072
γένοιτο 1 w 6079
πρὸς 8 w 6083
ἀρετήν 1 w 6089
σώφρων 1 w 6096
δὲ 24 w 6098
ἄρα 4 w 6101
τελέως 1 w 6107
ἔσται 2 w 6112
μὴ 7 w 6114
πολλαῖς 1 w 6121
ἡδοναῖς 3 w 6128
καὶ 67 w 6131
ἐπιθυμίαις 1 w 6141
προτρεπούσαις 1 w 6154
ἀναισχυντεῖν 1 w 6166
καὶ 68 w 6169
ἀδικεῖν 1 w 6176
διαμεμαχημένος 1 w 6190
καὶ 69 w 6193
νενικηκὼς 1 w 6202
μετὰ 5 w 6206
λόγου 1 w 6211
καὶ 70 w 6214
ἔργου 1 w 6219
καὶ 71 w 6222
τέχνης 1 w 6228
ἔν 3 w 6230
τε 35 w 6232
παιδιαῖς 1 w 6240
καὶ 72 w 6243
ἐν 22 w 6245
σπουδαῖς 1 w 6253
ἀλλʼ 2 w 6258
ἀπαθὴς 1 w 6264
ὢν 2 w 6266
πάντων 1 w 6272
τῶν 15 w 6275
τοιούτων 2 w 6283
ΚΛ 32 w 6286
οὔκουν 1 w 6293
τόν 3 w 6296
γʼ 3 w 6298
εἰκότα 1 w 6304
λόγον 3 w 6309
ἂν 17 w 6311
ἔχοι 1 w 6315
ΑΘ 34 w 6318
τί 18 w 6321
οὖν 6 w 6324
ΑΘ 35 w 6327
φόβου 2 w 6333
φάρμακον 1 w 6341
ἔσθʼ 2 w 6345
ὅστις 2 w 6350
θεὸς 1 w 6354
ἔδωκεν 1 w 6360
ἀνθρώποις 1 w 6369
ὥστε 1 w 6374
ὁπόσῳ 1 w 6379
πλέον 1 w 6384
ἂν 18 w 6386
ἐθέλῃ 1 w 6391
τις 5 w 6394
πίνειν 1 w 6400
αὐτοῦ 3 w 6405
τοσούτῳ 1 w 6413
μᾶλλον 3 w 6419
αὐτὸν 7 w 6424
νομίζειν 1 w 6432
καθʼ 1 w 6436
ἑκάστην 1 w 6443
πόσιν 1 w 6448
δυστυχῆ 1 w 6455
γίγνεσθαι 4 w 6464
καὶ 73 w 6468
φοβεῖσθαι 1 w 6477
τὰ 18 w 6479
παρόντα 1 w 6486
καὶ 74 w 6489
τὰ 19 w 6491
μέλλοντα 1 w 6499
αὑτῷ 3 w 6503
πάντα 2 w 6508
καὶ 75 w 6512
τελευτῶντα 1 w 6522
εἰς 8 w 6525
πᾶν 1 w 6528
δέος 1 w 6532
ἰέναι 1 w 6537
τὸν 17 w 6540
ἀνδρειότατον 1 w 6552
ἀνθρώπων 1 w 6560
ἐκκοιμηθέντα 1 w 6573
δὲ 25 w 6575
καὶ 76 w 6578
τοῦ 25 w 6581
πώματος 1 w 6588
ἀπαλλαγέντα 1 w 6599
πάλιν 1 w 6604
ἑκάστοτε 1 w 6612
τὸν 18 w 6615
αὐτὸν 8 w 6620
γίγνεσθαι 5 w 6629
ΚΛ 33 w 6632
καὶ 77 w 6636
τί 19 w 6638
τοιοῦτον 6 w 6646
φαῖμεν 1 w 6652
ἄν 4 w 6654
3 w 6656
ξένε 2 w 6660
ἐν 23 w 6663
ἀνθρώποις 2 w 6672
γεγονέναι 1 w 6681
πῶμα 1 w 6685
ΑΘ 36 w 6688
οὐδέν 2 w 6694
εἰ 15 w 6697
δʼ 13 w 6699
οὖν 7 w 6702
ἐγένετό 1 w 6709
ποθεν 1 w 6714
ἔσθʼ 3 w 6719
ὅτι 9 w 6722
πρὸς 9 w 6726
ἀνδρείαν 2 w 6734
ἦν 2 w 6736
ἂν 19 w 6738
νομοθέτῃ 1 w 6746
χρήσιμον 1 w 6754
οἷον 3 w 6759
τὸ 39 w 6761
τοιόνδε 2 w 6768
περὶ 7 w 6772
αὐτοῦ 4 w 6777
καὶ 78 w 6780
μάλα 1 w 6784
εἴχομεν 1 w 6791
ἂν 20 w 6793
αὐτῷ 2 w 6797
διαλέγεσθαι 1 w 6808
φέρε 1 w 6813
4 w 6815
νομοθέτα 1 w 6823
εἴτε 3 w 6828
Κρησὶν 1 w 6834
εἴθʼ 1 w 6838
οἱστισινοῦν 1 w 6849
νομοθετεῖς 1 w 6859
πρῶτον 2 w 6866
μὲν 14 w 6869
τῶν 17 w 6872
πολιτῶν 1 w 6879
ἆρʼ 4 w 6882
ἂν 21 w 6884
δέξαιο 1 w 6890
βάσανον 1 w 6897
δυνατὸς 2 w 6904
εἶναι 7 w 6909
λαμβάνειν 2 w 6918
ἀνδρείας 1 w 6926
τε 41 w 6928
πέρι 4 w 6932
καὶ 79 w 6935
δειλίας 1 w 6942
ΚΛ 34 w 6945
φαίη 1 w 6950
που 6 w 6953
πᾶς 2 w 6956
ἂν 22 w 6958
δῆλον 1 w 6963
ὅτι 10 w 6966
ΑΘ 37 w 6969
τί 20 w 6972
δέ 10 w 6974
μετʼ 3 w 6979
ἀσφαλείας 1 w 6988
καὶ 80 w 6991
ἄνευ 2 w 6995
κινδύνων 1 w 7003
μεγάλων 1 w 7010
10 w 7011
μετὰ 6 w 7015
τῶν 19 w 7018
ἐναντίων 1 w 7026
ΚΛ 35 w 7029
καὶ 81 w 7033
τοῦτο 5 w 7038
μετὰ 7 w 7042
τῆς 9 w 7045
ἀσφαλείας 2 w 7054
συνομολογήσει 1 w 7067
πᾶς 3 w 7070
ΑΘ 38 w 7073
χρῷο 1 w 7078
δʼ 14 w 7080
ἂν 23 w 7082
εἰς 9 w 7085
τοὺς 4 w 7089
φόβους 2 w 7095
τούτους 2 w 7102
ἄγων 1 w 7106
καὶ 82 w 7109
ἐλέγχων 1 w 7116
ἐν 25 w 7118
τοῖς 6 w 7122
παθήμασιν 1 w 7131
ὥστε 2 w 7136
ἀναγκάζειν 1 w 7146
ἄφοβον 2 w 7152
γίγνεσθαι 6 w 7161
παρακελευόμενος 1 w 7177
καὶ 83 w 7180
νουθετῶν 1 w 7188
καὶ 84 w 7191
τιμῶν 1 w 7196
τὸν 20 w 7200
δὲ 26 w 7202
ἀτιμάζων 1 w 7210
ὅστις 3 w 7216
σοι 1 w 7219
μὴ 8 w 7221
πείθοιτο 1 w 7229
εἶναι 8 w 7234
τοιοῦτος 2 w 7242
οἷον 4 w 7246
σὺ 2 w 7248
τάττοις 1 w 7255
ἐν 26 w 7257
πᾶσιν 1 w 7262
καὶ 85 w 7266
γυμνασάμενον 1 w 7278
μὲν 15 w 7281
εὖ 2 w 7283
καὶ 86 w 7286
ἀνδρείως 1 w 7294
ἀζήμιον 1 w 7301
ἀπαλλάττοις 1 w 7312
ἄν 6 w 7314
κακῶς 1 w 7320
δέ 11 w 7322
ζημίαν 1 w 7329
ἐπιτιθείς 1 w 7338
11 w 7340
τὸ 42 w 7342
παράπαν 2 w 7349
οὐκ 11 w 7352
ἂν 24 w 7354
χρῷο 2 w 7358
μηδὲν 3 w 7364
ἄλλο 4 w 7368
ἐγκαλῶν 1 w 7375
τῷ 10 w 7377
πώματι 1 w 7383
ΚΛ 36 w 7386
καὶ 87 w 7390
πῶς 4 w 7393
οὐκ 12 w 7396
ἂν 25 w 7398
χρῷτο 1 w 7403
5 w 7405
ξένε 3 w 7409
ΑΘ 39 w 7412
γυμνασία 1 w 7421
γοῦν 2 w 7425
6 w 7427
φίλε 1 w 7431
παρὰ 3 w 7436
τὰ 22 w 7438
νῦν 5 w 7441
θαυμαστὴ 1 w 7449
ῥᾳστώνης 1 w 7457
ἂν 26 w 7459
εἴη 3 w 7462
καθʼ 2 w 7466
ἕνα 2 w 7469
καὶ 88 w 7472
κατʼ 1 w 7476
ὀλίγους 1 w 7483
καὶ 89 w 7486
καθʼ 3 w 7490
ὁπόσους 1 w 7497
τις 7 w 7500
ἀεὶ 4 w 7503
βούλοιτο 1 w 7511
καὶ 90 w 7515
εἴτε 4 w 7519
τις 8 w 7522
ἄρα 5 w 7525
μόνος 1 w 7530
ἐν 27 w 7532
ἐρημίᾳ 1 w 7538
τὸ 43 w 7541
τῆς 10 w 7544
αἰσχύνης 2 w 7552
ἐπίπροσθεν 1 w 7562
ποιούμενος 1 w 7572
πρὶν 1 w 7577
εὖ 3 w 7579
σχεῖν 1 w 7584
ἡγούμενος 1 w 7593
ὁρᾶσθαι 1 w 7600
μὴ 9 w 7602
δεῖν 3 w 7606
οὕτω 5 w 7611
πρὸς 10 w 7615
τοὺς 5 w 7619
φόβους 3 w 7625
γυμνάζοιτο 1 w 7635
πῶμα 2 w 7640
μόνον 3 w 7645
ἀντὶ 1 w 7649
μυρίων 1 w 7655
πραγμάτων 1 w 7664
παρασκευαζόμενος 1 w 7680
ὀρθῶς 6 w 7686
ἄν 7 w 7688
τι 46 w 7690
πράττοι 1 w 7697
εἴτε 5 w 7702
τις 9 w 7705
ἑαυτῷ 2 w 7710
πιστεύων 1 w 7718
φύσει 1 w 7723
καὶ 91 w 7726
μελέτῃ 1 w 7732
καλῶς 1 w 7737
παρεσκευάσθαι 1 w 7750
μηδὲν 4 w 7756
ὀκνοῖ 1 w 7761
μετὰ 8 w 7765
συμποτῶν 1 w 7773
πλειόνων 1 w 7781
γυμναζόμενος 1 w 7793
ἐπιδείκνυσθαι 1 w 7806
τὴν 15 w 7809
ἐν 28 w 7811
τῇ 9 w 7813
τοῦ 28 w 7816
πώματος 2 w 7823
ἀναγκαίᾳ 1 w 7831
διαφορᾷ 1 w 7838
δύναμιν 2 w 7845
ὑπερθέων 1 w 7853
καὶ 92 w 7856
κρατῶν 1 w 7862
ὥστε 3 w 7867
ὑπʼ 1 w 7870
ἀσχημοσύνης 1 w 7881
μηδὲ 5 w 7885
ἓν 3 w 7887
σφάλλεσθαι 1 w 7897
μέγα 1 w 7901
μηδʼ 1 w 7905
ἀλλοιοῦσθαι 1 w 7916
διʼ 2 w 7919
ἀρετήν 2 w 7925
πρὸς 11 w 7930
δὲ 30 w 7932
τὴν 16 w 7935
ἐσχάτην 1 w 7942
πόσιν 2 w 7947
ἀπαλλάττοιτο 1 w 7959
πρὶν 2 w 7963
ἀφικνεῖσθαι 1 w 7974
τὴν 17 w 7978
πάντων 2 w 7984
ἧτταν 1 w 7989
φοβούμενος 1 w 7999
ἀνθρώπων 2 w 8007
τοῦ 29 w 8010
πώματος 3 w 8017