Scaife ATLAS

CTS Library / Republic

Republic (1.327-1.331)

urn:cts:greekLit:tlg0059.tlg030.perseus-grc2:1.327-1.331
Refs {'start': {'reference': '1.327', 'human_reference': 'Book 1 Section 327'}, 'end': {'reference': '1.331', 'human_reference': 'Book 1 Section 331'}}
Ancestors [{'reference': '1'}]
Children []
prev
plain textXML
next

327
327a
κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος προσευξόμενός τε τῇ θεῷ καὶ ἅμα τὴν ἑορτὴν βουλόμενος θεάσασθαι τίνα τρόπον ποιήσουσιν ἅτε νῦν πρῶτον ἄγοντες. καλὴ μὲν οὖν μοι καὶ τῶν ἐπιχωρίων πομπὴ ἔδοξεν εἶναι, οὐ μέντοι ἧττον ἐφαίνετο πρέπειν ἣν οἱ Θρᾷκες ἔπεμπον.
327b
προσευξάμενοι δὲ καὶ θεωρήσαντες ἀπῇμεν πρὸς τὸ ἄστυ. κατιδὼν οὖν πόρρωθεν ἡμᾶς οἴκαδε ὡρμημένους Πολέμαρχος Κεφάλου ἐκέλευσε δραμόντα τὸν παῖδα περιμεῖναί κελεῦσαι. καί μου ὄπισθεν παῖς λαβόμενος τοῦ ἱματίου, κελεύει ὑμᾶς, ἔφη, Πολέμαρχος περιμεῖναι. καὶ ἐγὼ μετεστράφην τε καὶ ἠρόμην ὅπου αὐτὸς εἴη. οὗτος, ἔφη, ὄπισθεν προσέρχεται· ἀλλὰ περιμένετε. ἀλλὰ περιμενοῦμεν, δʼ ὃς Γλαύκων.
327c
καὶ ὀλίγῳ ὕστερον τε Πολέμαρχος ἧκε καὶ Ἀδείμαντος τοῦ Γλαύκωνος ἀδελφὸς καὶ Νικήρατος Νικίου καὶ ἄλλοι τινὲς ὡς ἀπὸ τῆς πομπῆς.
οὖν Πολέμαρχος ἔφη· Σώκρατες, δοκεῖτέ μοι πρὸς ἄστυ ὡρμῆσθαι ὡς ἀπιόντες.
οὐ γὰρ κακῶς δοξάζεις, ἦν δʼ ἐγώ.
ὁρᾷς οὖν ἡμᾶς, ἔφη, ὅσοι ἐσμέν;
πῶς γὰρ οὔ;
τοίνυν τούτων, ἔφη, κρείττους γένεσθε μένετʼ αὐτοῦ.
οὐκοῦν, ἦν δʼ ἐγώ, ἔτι ἓν λείπεται, τὸ ἢν πείσωμεν ὑμᾶς ὡς χρὴ ἡμᾶς ἀφεῖναι;
καὶ δύναισθʼ ἄν, δʼ ὅς, πεῖσαι μὴ ἀκούοντας;
οὐδαμῶς, ἔφη Γλαύκων.
ὡς τοίνυν μὴ ἀκουσομένων, οὕτω διανοεῖσθε.

328
328a
καὶ Ἀδείμαντος, ἆρά γε, δʼ ὅς, οὐδʼ ἴστε ὅτι λαμπὰς ἔσται πρὸς ἑσπέραν ἀφʼ ἵππων τῇ θεῷ;
ἀφʼ ἵππων; ἦν δʼ ἐγώ· καινόν γε τοῦτο. λαμπάδια ἔχοντες διαδώσουσιν ἀλλήλοις ἁμιλλώμενοι τοῖς ἵπποις; πῶς λέγεις;
οὕτως, ἔφη Πολέμαρχος. καὶ πρός γε παννυχίδα ποιήσουσιν, ἣν ἄξιον θεάσασθαι· ἐξαναστησόμεθα γὰρ μετὰ τὸ δεῖπνον καὶ τὴν παννυχίδα θεασόμεθα. καὶ συνεσόμεθά τε πολλοῖς τῶν νέων αὐτόθι καὶ διαλεξόμεθα. ἀλλὰ μένετε
328b
καὶ μὴ ἄλλως ποιεῖτε.
καὶ Γλαύκων, ἔοικεν, ἔφη, μενετέον εἶναι.
ἀλλʼ εἰ δοκεῖ, ἦν δʼ ἐγώ, οὕτω χρὴ ποιεῖν.
ἦιμεν οὖν οἴκαδε εἰς τοῦ Πολεμάρχου, καὶ Λυσίαν τε αὐτόθι κατελάβομεν καὶ Εὐθύδημον, τοὺς τοῦ Πολεμάρχου ἀδελφούς, καὶ δὴ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον καὶ Χαρμαντίδην τὸν Παιανιᾶ καὶ Κλειτοφῶντα τὸν Ἀριστωνύμου· ἦν δʼ ἔνδον καὶ πατὴρ τοῦ Πολεμάρχου Κέφαλος. καὶ μάλα πρεσβύτης μοι ἔδοξεν εἶναι· διὰ χρόνου γὰρ καὶ
328c
ἑωράκη αὐτόν. καθῆστο δὲ ἐστεφανωμένος ἐπί τινος προσκεφαλαίου τε καὶ δίφρου· τεθυκὼς γὰρ ἐτύγχανεν ἐν τῇ αὐλῇ. ἐκαθεζόμεθα οὖν παρʼ αὐτόν· ἔκειντο γὰρ δίφροι τινὲς αὐτόθι κύκλῳ.
εὐθὺς οὖν με ἰδὼν Κέφαλος ἠσπάζετό τε καὶ εἶπεν· Σώκρατες, οὐ δὲ θαμίζεις ἡμῖν καταβαίνων εἰς τὸν Πειραιᾶ. χρῆν μέντοι. εἰ μὲν γὰρ ἐγὼ ἔτι ἐν δυνάμει τοῦ ῥᾳδίως πορεύεσθαι πρὸς τὸ ἄστυ, οὐδὲν ἂν σὲ ἔδει δεῦρο
328d
ἰέναι, ἀλλʼ ἡμεῖς ἂν παρὰ σὲ ᾖμεν· νῦν δέ σε χρὴ πυκνότερον δεῦρο ἰέναι. ὡς εὖ ἴσθι ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί. μὴ οὖν ἄλλως ποίει, ἀλλὰ τοῖσδέ τε τοῖς νεανίσκοις σύνισθι καὶ δεῦρο παρʼ ἡμᾶς φοίτα ὡς παρὰ φίλους τε καὶ πάνυ οἰκείους.
καὶ μήν, ἦν δʼ ἐγώ, Κέφαλε, χαίρω γε διαλεγόμενος
328e
τοῖς σφόδρα πρεσβύταις· δοκεῖ γάρ μοι χρῆναι παρʼ αὐτῶν πυνθάνεσθαι, ὥσπερ τινὰ ὁδὸν προεληλυθότων ἣν καὶ ἡμᾶς ἴσως δεήσει πορεύεσθαι, ποία τίς ἐστιν, τραχεῖα καὶ χαλεπή, ῥᾳδία καὶ εὔπορος. καὶ δὴ καὶ σοῦ ἡδέως ἂν πυθοίμην ὅτι σοι φαίνεται τοῦτο, ἐπειδὴ ἐνταῦθα ἤδη εἶ τῆς ἡλικίας δὴ
ἐπὶ γήραος οὐδῷ
φασιν εἶναι οἱ ποιηταί, πότερον χαλεπὸν τοῦ βίου, πῶς σὺ αὐτὸ ἐξαγγέλλεις.

329
329a
ἐγώ σοι, ἔφη, νὴ τὸν Δία ἐρῶ, Σώκρατες, οἷόν γέ μοι φαίνεται. πολλάκις γὰρ συνερχόμεθά τινες εἰς ταὐτὸν παραπλησίαν ἡλικίαν ἔχοντες, διασῴζοντες τὴν παλαιὰν παροιμίαν· οἱ οὖν πλεῖστοι ἡμῶν ὀλοφύρονται συνιόντες, τὰς ἐν τῇ νεότητι ἡδονὰς ποθοῦντες καὶ ἀναμιμνῃσκόμενοι περί τε τἀφροδίσια καὶ περὶ πότους τε καὶ εὐωχίας καὶ ἄλλʼ ἄττα τῶν τοιούτων ἔχεται, καὶ ἀγανακτοῦσιν ὡς μεγάλων τινῶν ἀπεστερημένοι καὶ τότε μὲν εὖ ζῶντες, νῦν δὲ οὐδὲ ζῶντες.
329b
ἔνιοι δὲ καὶ τὰς τῶν οἰκείων προπηλακίσεις τοῦ γήρως ὀδύρονται, καὶ ἐπὶ τούτῳ δὴ τὸ γῆρας ὑμνοῦσιν ὅσων κακῶν σφίσιν αἴτιον. ἐμοὶ δὲ δοκοῦσιν, Σώκρατες, οὗτοι οὐ τὸ αἴτιον αἰτιᾶσθαι. εἰ γὰρ ἦν τοῦτʼ αἴτιον, κἂν ἐγὼ τὰ αὐτὰ ταῦτα ἐπεπόνθη, ἕνεκά γε γήρως, καὶ οἱ ἄλλοι πάντες ὅσοι ἐνταῦθα ἦλθον ἡλικίας. νῦν δʼ ἔγωγε ἤδη ἐντετύχηκα οὐχ οὕτως ἔχουσιν καὶ ἄλλοις, καὶ δὴ καὶ Σοφοκλεῖ ποτε τῷ ποιητῇ παρεγενόμην ἐρωτωμένῳ ὑπό τινος· πῶς, ἔφη,
329c
Σοφόκλεις, ἔχεις πρὸς τἀφροδίσια; ἔτι οἷός τε εἶ γυναικὶ συγγίγνεσθαι; καὶ ὅς, εὐφήμει, ἔφη, ἄνθρωπε· ἁσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδράς. εὖ οὖν μοι καὶ τότε ἔδοξεν ἐκεῖνος εἰπεῖν, καὶ νῦν οὐχ ἧττον. παντάπασι γὰρ τῶν γε τοιούτων ἐν τῷ γήρᾳ πολλὴ εἰρήνη γίγνεται καὶ ἐλευθερία· ἐπειδὰν αἱ ἐπιθυμίαι παύσωνται κατατείνουσαι καὶ χαλάσωσιν, παντάπασιν τὸ τοῦ Σοφοκλέους γίγνεται,
329d
δεσποτῶν πάνυ πολλῶν ἐστι καὶ μαινομένων ἀπηλλάχθαι. ἀλλὰ καὶ τούτων πέρι καὶ τῶν γε πρὸς τοὺς οἰκείους μία τις αἰτία ἐστίν, οὐ τὸ γῆρας, Σώκρατες, ἀλλʼ τρόπος τῶν ἀνθρώπων. ἂν μὲν γὰρ κόσμιοι καὶ εὔκολοι ὦσιν, καὶ τὸ γῆρας μετρίως ἐστὶν ἐπίπονον· εἰ δὲ μή, καὶ γῆρας, Σώκρατες, καὶ νεότης χαλεπὴ τῷ τοιούτῳ συμβαίνει.
καὶ ἐγὼ ἀγασθεὶς αὐτοῦ εἰπόντος ταῦτα, βουλόμενος ἔτι
329e
λέγειν αὐτὸν ἐκίνουν καὶ εἶπον· Κέφαλε, οἶμαί σου τοὺς πολλούς, ὅταν ταῦτα λέγῃς, οὐκ ἀποδέχεσθαι ἀλλʼ ἡγεῖσθαί σε ῥᾳδίως τὸ γῆρας φέρειν οὐ διὰ τὸν τρόπον ἀλλὰ διὰ τὸ πολλὴν οὐσίαν κεκτῆσθαι· τοῖς γὰρ πλουσίοις πολλὰ παραμύθιά φασιν εἶναι.

ἀληθῆ, ἔφη, λέγεις· οὐ γὰρ ἀποδέχονται. καὶ λέγουσι μέν τι, οὐ μέντοι γε ὅσον οἴονται· ἀλλὰ τὸ τοῦ Θεμιστοκλέους εὖ ἔχει, ὃς τῷ Σεριφίῳ λοιδορουμένῳ καὶ λέγοντι
330
330a
ὅτι οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν εὐδοκιμοῖ, ἀπεκρίνατο ὅτι οὔτʼ ἂν αὐτὸς Σερίφιος ὢν ὀνομαστὸς ἐγένετο οὔτʼ ἐκεῖνος Ἀθηναῖος. καὶ τοῖς δὴ μὴ πλουσίοις, χαλεπῶς δὲ τὸ γῆρας φέρουσιν, εὖ ἔχει αὐτὸς λόγος, ὅτι οὔτʼ ἂν ἐπιεικὴς πάνυ τι ῥᾳδίως γῆρας μετὰ πενίας ἐνέγκοι οὔθʼ μὴ ἐπιεικὴς πλουτήσας εὔκολός ποτʼ ἂν ἑαυτῷ γένοιτο.
πότερον δέ, ἦν δʼ ἐγώ, Κέφαλε, ὧν κέκτησαι τὰ πλείω παρέλαβες ἐπεκτήσω;
330b
ποῖʼ ἐπεκτησάμην, ἔφη, Σώκρατες; μέσος τις γέγονα χρηματιστὴς τοῦ τε πάππου καὶ τοῦ πατρός. μὲν γὰρ πάππος τε καὶ ὁμώνυμος ἐμοὶ σχεδόν τι ὅσην ἐγὼ νῦν οὐσίαν κέκτημαι παραλαβὼν πολλάκις τοσαύτην ἐποίησεν, Λυσανίας δὲ πατὴρ ἔτι ἐλάττω αὐτὴν ἐποίησε τῆς νῦν οὔσης· ἐγὼ δὲ ἀγαπῶ ἐὰν μὴ ἐλάττω καταλίπω τούτοισιν, ἀλλὰ βραχεῖ γέ τινι πλείω παρέλαβον.
οὗ τοι ἕνεκα ἠρόμην, ἦν δʼ ἐγώ, ὅτι μοι ἔδοξας οὐ σφόδρα
330c
ἀγαπᾶν τὰ χρήματα, τοῦτο δὲ ποιοῦσιν ὡς τὸ πολὺ οἳ ἂν μὴ αὐτοὶ κτήσωνται· οἱ δὲ κτησάμενοι διπλῇ οἱ ἄλλοι ἀσπάζονται αὐτά. ὥσπερ γὰρ οἱ ποιηταὶ τὰ αὑτῶν ποιήματα καὶ οἱ πατέρες τοὺς παῖδας ἀγαπῶσιν, ταύτῃ τε δὴ καὶ οἱ χρηματισάμενοι περὶ τὰ χρήματα σπουδάζουσιν ὡς ἔργον ἑαυτῶν, καὶ κατὰ τὴν χρείαν ᾗπερ οἱ ἄλλοι. χαλεποὶ οὖν καὶ συγγενέσθαι εἰσίν, οὐδὲν ἐθέλοντες ἐπαινεῖν ἀλλʼ τὸν πλοῦτον.
ἀληθῆ, ἔφη, λέγεις.
330d
πάνυ μὲν οὖν, ἦν δʼ ἐγώ. ἀλλά μοι ἔτι τοσόνδε εἰπέ· τί μέγιστον οἴει ἀγαθὸν ἀπολελαυκέναι τοῦ πολλὴν οὐσίαν κεκτῆσθαι;
, δʼ ὅς, ἴσως οὐκ ἂν πολλοὺς πείσαιμι λέγων. εὖ γὰρ ἴσθι, ἔφη, Σώκρατες, ὅτι, ἐπειδάν τις ἐγγὺς τοῦ οἴεσθαι τελευτήσειν, εἰσέρχεται αὐτῷ δέος καὶ φροντὶς περὶ ὧν ἔμπροσθεν οὐκ εἰσῄει. οἵ τε γὰρ λεγόμενοι μῦθοι περὶ τῶν ἐν Ἅιδου, ὡς τὸν ἐνθάδε ἀδικήσαντα δεῖ ἐκεῖ διδόναι
330e
δίκην, καταγελώμενοι τέως, τότε δὴ στρέφουσιν αὐτοῦ τὴν ψυχὴν μὴ ἀληθεῖς ὦσιν· καὶ αὐτόςἤτοι ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας καὶ ὥσπερ ἤδη ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλόν τι καθορᾷ αὐτάὑποψίας δʼ οὖν καὶ δείματος μεστὸς γίγνεται καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ εἴ τινά τι ἠδίκησεν.

μὲν οὖν εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖδες, θαμὰ ἐγειρόμενος δειμαίνει
331
331a
καὶ ζῇ μετὰ κακῆς ἐλπίδος· τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ γηροτρόφος , ὡς καὶ Πίνδαρος λέγει. χαριέντως γάρ τοι, Σώκρατες, τοῦτʼ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν δικαίως καὶ ὁσίως τὸν βίον διαγάγῃ,
γλυκεῖά οἱ καρδίαν
ἀτάλλοισα γηροτρόφος συναορεῖ
ἐλπὶς μάλιστα θνατῶν πολύστροφον
γνώμαν κυβερνᾷ.
Pindar Frag. 214, Loebεὖ οὖν λέγει θαυμαστῶς ὡς σφόδρα. πρὸς δὴ τοῦτʼ ἔγωγε τίθημι τὴν τῶν χρημάτων κτῆσιν πλείστου ἀξίαν εἶναι, οὔ
331b
τι παντὶ ἀνδρὶ ἀλλὰ τῷ ἐπιεικεῖ καὶ κοσμίῳ. τὸ γὰρ μηδὲ ἄκοντά τινα ἐξαπατῆσαι ψεύσασθαι, μηδʼ αὖ ὀφείλοντα θεῷ θυσίας τινὰς ἀνθρώπῳ χρήματα ἔπειτα ἐκεῖσε ἀπιέναι δεδιότα, μέγα μέρος εἰς τοῦτο τῶν χρημάτων κτῆσις συμβάλλεται. ἔχει δὲ καὶ ἄλλας χρείας πολλάς· ἀλλὰ ἕν γε ἀνθʼ ἑνὸς οὐκ ἐλάχιστον ἔγωγε θείην ἂν εἰς τοῦτο ἀνδρὶ νοῦν ἔχοντι, Σώκρατες, πλοῦτον χρησιμώτατον εἶναι.
331c
παγκάλως, ἦν δʼ ἐγώ, λέγεις, Κέφαλε. τοῦτο δʼ αὐτό, τὴν δικαιοσύνην, πότερα τὴν ἀλήθειαν αὐτὸ φήσομεν εἶναι ἁπλῶς οὕτως καὶ τὸ ἀποδιδόναι ἄν τίς τι παρά του λάβῃ, καὶ αὐτὰ ταῦτα ἔστιν ἐνίοτε μὲν δικαίως, ἐνίοτε δὲ ἀδίκως ποιεῖν; οἷον τοιόνδε λέγω· πᾶς ἄν που εἴποι, εἴ τις λάβοι παρὰ φίλου ἀνδρὸς σωφρονοῦντος ὅπλα, εἰ μανεὶς ἀπαιτοῖ, ὅτι οὔτε χρὴ τὰ τοιαῦτα ἀποδιδόναι, οὔτε δίκαιος ἂν εἴη ἀποδιδούς, οὐδʼ αὖ πρὸς τὸν οὕτως ἔχοντα πάντα ἐθέλων τἀληθῆ λέγειν.
331d
ὀρθῶς, ἔφη, λέγεις.
οὐκ ἄρα οὗτος ὅρος ἐστὶν δικαιοσύνης, ἀληθῆ τε λέγειν καὶ ἂν λάβῃ τις ἀποδιδόναι.
πάνυ μὲν οὖν, ἔφη, Σώκρατες, ὑπολαβὼν Πολέμαρχος, εἴπερ γέ τι χρὴ Σιμωνίδῃ πείθεσθαι.
καὶ μέντοι, ἔφη Κέφαλος, καὶ παραδίδωμι ὑμῖν τὸν λόγον· δεῖ γάρ με ἤδη τῶν ἱερῶν ἐπιμεληθῆναι.
οὐκοῦν, ἔφη, ἐγώ, Πολέμαρχος, τῶν γε σῶν κληρονόμος;
πάνυ γε, δʼ ὃς γελάσας, καὶ ἅμα ᾔει πρὸς τὰ ἱερά.
331e
λέγε δή, εἶπον ἐγώ, σὺ τοῦ λόγου κληρονόμος, τί φῂς τὸν Σιμωνίδην λέγοντα ὀρθῶς λέγειν περὶ δικαιοσύνης;
ὅτι, δʼ ὅς, τὸ τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι δίκαιόν ἐστι· τοῦτο λέγων δοκεῖ ἔμοιγε καλῶς λέγειν.

κατέβην 1 w 7
χθὲς 1 w 11
εἰς 1 w 14
Πειραιᾶ 1 w 21
μετὰ 1 w 25
Γλαύκωνος 1 w 34
τοῦ 1 w 37
Ἀρίστωνος 1 w 46
προσευξόμενός 1 w 59
τε 1 w 61
τῇ 1 w 63
θεῷ 1 w 66
καὶ 1 w 69
ἅμα 1 w 72
τὴν 1 w 75
ἑορτὴν 1 w 81
βουλόμενος 1 w 91
θεάσασθαι 1 w 100
τίνα 1 w 104
τρόπον 1 w 110
ποιήσουσιν 1 w 120
ἅτε 1 w 123
νῦν 1 w 126
πρῶτον 1 w 132
ἄγοντες 1 w 139
καλὴ 1 w 144
μὲν 1 w 147
οὖν 1 w 150
μοι 1 w 153
καὶ 2 w 156
1 w 157
τῶν 1 w 160
ἐπιχωρίων 1 w 169
πομπὴ 1 w 174
ἔδοξεν 1 w 180
εἶναι 1 w 185
οὐ 1 w 188
μέντοι 1 w 194
ἧττον 1 w 199
ἐφαίνετο 1 w 207
πρέπειν 1 w 214
ἣν 1 w 216
οἱ 1 w 218
Θρᾷκες 1 w 224
ἔπεμπον 1 w 231
προσευξάμενοι 1 w 245
δὲ 1 w 247
καὶ 3 w 250
θεωρήσαντες 1 w 261
ἀπῇμεν 1 w 267
πρὸς 1 w 271
τὸ 1 w 273
ἄστυ 1 w 277
κατιδὼν 1 w 285
οὖν 2 w 288
πόρρωθεν 1 w 296
ἡμᾶς 1 w 300
οἴκαδε 1 w 306
ὡρμημένους 1 w 316
Πολέμαρχος 1 w 326
1 w 327
Κεφάλου 1 w 334
ἐκέλευσε 1 w 342
δραμόντα 1 w 350
τὸν 1 w 353
παῖδα 1 w 358
περιμεῖναί 1 w 368
2 w 369
κελεῦσαι 1 w 377
καί 1 w 381
μου 1 w 384
ὄπισθεν 1 w 391
2 w 392
παῖς 1 w 396
λαβόμενος 1 w 405
τοῦ 2 w 408
ἱματίου 1 w 415
κελεύει 1 w 423
ὑμᾶς 1 w 427
ἔφη 1 w 431
Πολέμαρχος 2 w 442
περιμεῖναι 1 w 452
καὶ 4 w 456
ἐγὼ 1 w 459
μετεστράφην 1 w 470
τε 6 w 472
καὶ 5 w 475
ἠρόμην 1 w 481
ὅπου 1 w 485
αὐτὸς 1 w 490
εἴη 1 w 493
οὗτος 1 w 499
ἔφη 2 w 503
ὄπισθεν 2 w 511
προσέρχεται 1 w 522
ἀλλὰ 1 w 527
περιμένετε 1 w 537
ἀλλὰ 2 w 542
περιμενοῦμεν 1 w 554
1 w 556
δʼ 1 w 558
ὃς 1 w 560
3 w 561
Γλαύκων 2 w 568
καὶ 6 w 572
ὀλίγῳ 1 w 577
ὕστερον 1 w 584
2 w 585
τε 9 w 587
Πολέμαρχος 3 w 597
ἧκε 1 w 600
καὶ 7 w 603
Ἀδείμαντος 1 w 613
4 w 614
τοῦ 3 w 617
Γλαύκωνος 2 w 626
ἀδελφὸς 1 w 633
καὶ 8 w 636
Νικήρατος 1 w 645
5 w 646
Νικίου 1 w 652
καὶ 9 w 655
ἄλλοι 1 w 660
τινὲς 1 w 665
ὡς 1 w 667
ἀπὸ 1 w 670
τῆς 1 w 673
πομπῆς 1 w 679
6 w 681
οὖν 3 w 684
Πολέμαρχος 4 w 694
ἔφη 3 w 697
1 w 699
Σώκρατες 1 w 707
δοκεῖτέ 1 w 715
μοι 2 w 718
πρὸς 2 w 722
ἄστυ 2 w 726
ὡρμῆσθαι 1 w 734
ὡς 2 w 736
ἀπιόντες 1 w 744
οὐ 2 w 747
γὰρ 1 w 750
κακῶς 1 w 755
δοξάζεις 1 w 763
ἦν 1 w 766
δʼ 2 w 768
ἐγώ 1 w 771
ὁρᾷς 1 w 776
οὖν 4 w 779
ἡμᾶς 2 w 783
ἔφη 4 w 787
ὅσοι 1 w 792
ἐσμέν 1 w 797
πῶς 1 w 801
γὰρ 2 w 804
οὔ 1 w 806
1 w 808
τοίνυν 1 w 814
τούτων 1 w 820
ἔφη 5 w 824
κρείττους 1 w 834
γένεσθε 1 w 841
2 w 842
μένετʼ 1 w 848
αὐτοῦ 1 w 853
οὐκοῦν 1 w 860
ἦν 2 w 863
δʼ 3 w 865
ἐγώ 2 w 868
ἔτι 1 w 872
ἓν 1 w 874
λείπεται 1 w 882
τὸ 4 w 885
ἢν 1 w 887
πείσωμεν 1 w 895
ὑμᾶς 2 w 899
ὡς 3 w 901
χρὴ 1 w 904
ἡμᾶς 3 w 908
ἀφεῖναι 1 w 915
4 w 917
καὶ 10 w 920
δύναισθʼ 1 w 928
ἄν 1 w 930
5 w 932
δʼ 4 w 934
ὅς 1 w 936
πεῖσαι 1 w 943
μὴ 1 w 945
ἀκούοντας 1 w 954
οὐδαμῶς 1 w 962
ἔφη 6 w 966
8 w 967
Γλαύκων 4 w 974
ὡς 4 w 977
τοίνυν 2 w 983
μὴ 2 w 985
ἀκουσομένων 1 w 996
οὕτω 1 w 1001
διανοεῖσθε 1 w 1011
καὶ 11 w 1015
9 w 1016
Ἀδείμαντος 2 w 1026
ἆρά 1 w 1030
γε 1 w 1032
6 w 1034
δʼ 5 w 1036
ὅς 2 w 1038
οὐδʼ 1 w 1043
ἴστε 1 w 1047
ὅτι 1 w 1050
λαμπὰς 1 w 1056
ἔσται 1 w 1061
πρὸς 3 w 1065
ἑσπέραν 1 w 1072
ἀφʼ 1 w 1075
ἵππων 1 w 1080
τῇ 2 w 1082
θεῷ 2 w 1085
ἀφʼ 2 w 1089
ἵππων 2 w 1094
ἦν 3 w 1097
δʼ 7 w 1099
ἐγώ 3 w 1102
καινόν 1 w 1109
γε 2 w 1111
τοῦτο 1 w 1116
λαμπάδια 1 w 1125
ἔχοντες 1 w 1132
διαδώσουσιν 1 w 1143
ἀλλήλοις 1 w 1151
ἁμιλλώμενοι 1 w 1162
τοῖς 1 w 1166
ἵπποις 1 w 1172
4 w 1174
πῶς 2 w 1177
λέγεις 1 w 1183
οὕτως 1 w 1189
ἔφη 7 w 1193
10 w 1194
Πολέμαρχος 5 w 1204
καὶ 12 w 1208
πρός 1 w 1212
γε 4 w 1214
παννυχίδα 1 w 1223
ποιήσουσιν 2 w 1233
ἣν 2 w 1236
ἄξιον 1 w 1241
θεάσασθαι 2 w 1250
ἐξαναστησόμεθα 1 w 1265
γὰρ 3 w 1268
μετὰ 2 w 1272
τὸ 5 w 1274
δεῖπνον 1 w 1281
καὶ 13 w 1284
τὴν 3 w 1287
παννυχίδα 2 w 1296
θεασόμεθα 1 w 1305
καὶ 14 w 1309
συνεσόμεθά 1 w 1319
τε 14 w 1321
πολλοῖς 1 w 1328
τῶν 2 w 1331
νέων 1 w 1335
αὐτόθι 1 w 1341
καὶ 15 w 1344
διαλεξόμεθα 1 w 1355
ἀλλὰ 3 w 1360
μένετε 2 w 1366
καὶ 16 w 1369
μὴ 3 w 1371
ἄλλως 1 w 1376
ποιεῖτε 1 w 1383
καὶ 17 w 1387
11 w 1388
Γλαύκων 5 w 1395
ἔοικεν 1 w 1402
ἔφη 8 w 1406
μενετέον 1 w 1415
εἶναι 2 w 1420
ἀλλʼ 1 w 1425
εἰ 2 w 1427
δοκεῖ 2 w 1432
ἦν 4 w 1435
δʼ 8 w 1437
ἐγώ 4 w 1440
οὕτω 3 w 1445
χρὴ 2 w 1448
ποιεῖν 1 w 1454
ἦιμεν 1 w 1460
οὖν 5 w 1463
οἴκαδε 2 w 1469
εἰς 2 w 1472
τοῦ 6 w 1475
Πολεμάρχου 1 w 1485
καὶ 18 w 1489
Λυσίαν 1 w 1495
τε 17 w 1497
αὐτόθι 2 w 1503
κατελάβομεν 1 w 1514
καὶ 19 w 1517
Εὐθύδημον 1 w 1526
τοὺς 1 w 1531
τοῦ 7 w 1534
Πολεμάρχου 2 w 1544
ἀδελφούς 1 w 1552
καὶ 20 w 1556
δὴ 1 w 1558
καὶ 21 w 1561
Θρασύμαχον 1 w 1571
τὸν 2 w 1574
Καλχηδόνιον 1 w 1585
καὶ 22 w 1588
Χαρμαντίδην 1 w 1599
τὸν 3 w 1602
Παιανιᾶ 1 w 1609
καὶ 23 w 1612
Κλειτοφῶντα 1 w 1623
τὸν 4 w 1626
Ἀριστωνύμου 1 w 1637
ἦν 5 w 1640
δʼ 9 w 1642
ἔνδον 1 w 1647
καὶ 24 w 1650
12 w 1651
πατὴρ 1 w 1656
13 w 1657
τοῦ 8 w 1660
Πολεμάρχου 3 w 1670
Κέφαλος 1 w 1677
καὶ 25 w 1681
μάλα 1 w 1685
πρεσβύτης 1 w 1694
μοι 3 w 1697
ἔδοξεν 2 w 1703
εἶναι 3 w 1708
διὰ 1 w 1712
χρόνου 1 w 1718
γὰρ 4 w 1721
καὶ 26 w 1724
ἑωράκη 1 w 1730
αὐτόν 1 w 1735
καθῆστο 1 w 1743
δὲ 2 w 1745
ἐστεφανωμένος 1 w 1758
ἐπί 1 w 1761
τινος 1 w 1766
προσκεφαλαίου 1 w 1779
τε 20 w 1781
καὶ 27 w 1784
δίφρου 1 w 1790
τεθυκὼς 1 w 1798
γὰρ 5 w 1801
ἐτύγχανεν 1 w 1810
ἐν 1 w 1812
τῇ 3 w 1814
αὐλῇ 1 w 1818
ἐκαθεζόμεθα 1 w 1830
οὖν 6 w 1833
παρʼ 1 w 1837
αὐτόν 2 w 1842
ἔκειντο 1 w 1850
γὰρ 6 w 1853
δίφροι 1 w 1859
τινὲς 2 w 1864
αὐτόθι 3 w 1870
κύκλῳ 1 w 1875
εὐθὺς 1 w 1881
οὖν 7 w 1884
με 23 w 1886
ἰδὼν 1 w 1890
14 w 1891
Κέφαλος 2 w 1898
ἠσπάζετό 1 w 1906
τε 22 w 1908
καὶ 28 w 1911
εἶπεν 1 w 1916
2 w 1918
Σώκρατες 2 w 1926
οὐ 6 w 1929
δὲ 3 w 1931
θαμίζεις 1 w 1939
ἡμῖν 1 w 1943
καταβαίνων 1 w 1953
εἰς 3 w 1956
τὸν 5 w 1959
Πειραιᾶ 2 w 1966
χρῆν 1 w 1971
μέντοι 2 w 1977
εἰ 5 w 1980
μὲν 2 w 1983
γὰρ 7 w 1986
ἐγὼ 2 w 1989
ἔτι 2 w 1992
ἐν 2 w 1994
δυνάμει 1 w 2001
11 w 2002
τοῦ 9 w 2005
ῥᾳδίως 1 w 2011
πορεύεσθαι 1 w 2021
πρὸς 4 w 2025
τὸ 10 w 2027
ἄστυ 3 w 2031
οὐδὲν 1 w 2037
ἂν 1 w 2039
σὲ 1 w 2041
ἔδει 1 w 2045
δεῦρο 1 w 2050
ἰέναι 1 w 2055
ἀλλʼ 2 w 2060
ἡμεῖς 1 w 2065
ἂν 2 w 2067
παρὰ 1 w 2071
σὲ 2 w 2073
ᾖμεν 1 w 2077
νῦν 2 w 2081
δέ 1 w 2083
σε 4 w 2085
χρὴ 3 w 2088
πυκνότερον 1 w 2098
δεῦρο 2 w 2103
ἰέναι 2 w 2108
ὡς 5 w 2111
εὖ 1 w 2113
ἴσθι 1 w 2117
ὅτι 2 w 2120
ἔμοιγε 1 w 2126
ὅσον 1 w 2130
αἱ 1 w 2132
ἄλλαι 1 w 2137
αἱ 2 w 2139
κατὰ 1 w 2143
τὸ 11 w 2145
σῶμα 1 w 2149
ἡδοναὶ 1 w 2155
ἀπομαραίνονται 1 w 2169
τοσοῦτον 1 w 2178
αὔξονται 1 w 2186
αἱ 3 w 2188
περὶ 1 w 2192
τοὺς 2 w 2196
λόγους 1 w 2202
ἐπιθυμίαι 1 w 2211
τε 25 w 2213
καὶ 29 w 2216
ἡδοναί 1 w 2222
μὴ 4 w 2225
οὖν 8 w 2228
ἄλλως 2 w 2233
ποίει 1 w 2238
ἀλλὰ 4 w 2243
τοῖσδέ 1 w 2249
τε 26 w 2251
τοῖς 2 w 2255
νεανίσκοις 1 w 2265
σύνισθι 1 w 2272
καὶ 30 w 2275
δεῦρο 3 w 2280
παρʼ 2 w 2284
ἡμᾶς 4 w 2288
φοίτα 1 w 2293
ὡς 6 w 2295
παρὰ 2 w 2299
φίλους 1 w 2305
τε 27 w 2307
καὶ 31 w 2310
πάνυ 1 w 2314
οἰκείους 1 w 2322
καὶ 32 w 2326
μήν 1 w 2329
ἦν 6 w 2332
δʼ 10 w 2334
ἐγώ 5 w 2337
3 w 2339
Κέφαλε 1 w 2345
χαίρω 1 w 2351
γε 6 w 2353
διαλεγόμενος 1 w 2365
τοῖς 3 w 2369
σφόδρα 1 w 2375
πρεσβύταις 1 w 2385
δοκεῖ 3 w 2391
γάρ 1 w 2394
μοι 5 w 2397
χρῆναι 1 w 2403
παρʼ 3 w 2407
αὐτῶν 1 w 2412
πυνθάνεσθαι 1 w 2423
ὥσπερ 1 w 2429
τινὰ 1 w 2433
ὁδὸν 1 w 2437
προεληλυθότων 1 w 2450
ἣν 3 w 2452
καὶ 33 w 2455
ἡμᾶς 5 w 2459
ἴσως 1 w 2463
δεήσει 1 w 2469
πορεύεσθαι 2 w 2479
ποία 1 w 2484
τίς 1 w 2487
ἐστιν 1 w 2492
τραχεῖα 1 w 2500
καὶ 34 w 2503
χαλεπή 1 w 2509
5 w 2511
ῥᾳδία 1 w 2516
καὶ 35 w 2519
εὔπορος 1 w 2526
καὶ 36 w 2530
δὴ 2 w 2532
καὶ 37 w 2535
σοῦ 2 w 2538
ἡδέως 1 w 2543
ἂν 3 w 2545
πυθοίμην 1 w 2553
ὅτι 3 w 2556
σοι 2 w 2559
φαίνεται 1 w 2567
τοῦτο 2 w 2572
ἐπειδὴ 1 w 2579
ἐνταῦθα 1 w 2586
ἤδη 1 w 2589
εἶ 5 w 2591
τῆς 2 w 2594
ἡλικίας 1 w 2601
2 w 2602
δὴ 4 w 2604
ἐπὶ 1 w 2607
γήραος 1 w 2613
οὐδῷ 1 w 2617
φασιν 1 w 2622
εἶναι 4 w 2627
οἱ 2 w 2629
ποιηταί 1 w 2636
πότερον 1 w 2644
χαλεπὸν 1 w 2651
τοῦ 11 w 2654
βίου 1 w 2658
6 w 2660
πῶς 3 w 2663
σὺ 1 w 2665
αὐτὸ 2 w 2669
ἐξαγγέλλεις 1 w 2680
ἐγώ 6 w 2684
σοι 3 w 2687
ἔφη 9 w 2691
νὴ 1 w 2694
τὸν 6 w 2697
Δία 1 w 2700
ἐρῶ 1 w 2703
4 w 2705
Σώκρατες 3 w 2713
οἷόν 1 w 2718
γέ 3 w 2720
μοι 6 w 2723
φαίνεται 2 w 2731
πολλάκις 1 w 2740
γὰρ 8 w 2743
συνερχόμεθά 1 w 2754
τινες 1 w 2759
εἰς 4 w 2762
ταὐτὸν 1 w 2768
παραπλησίαν 1 w 2779
ἡλικίαν 1 w 2786
ἔχοντες 2 w 2793
διασῴζοντες 1 w 2805
τὴν 4 w 2808
παλαιὰν 1 w 2815
παροιμίαν 1 w 2824
οἱ 3 w 2827
οὖν 9 w 2830
πλεῖστοι 1 w 2838
ἡμῶν 1 w 2842
ὀλοφύρονται 1 w 2853
συνιόντες 1 w 2862
τὰς 1 w 2866
ἐν 4 w 2868
τῇ 4 w 2870
νεότητι 1 w 2877
ἡδονὰς 1 w 2883
ποθοῦντες 1 w 2892
καὶ 38 w 2895
ἀναμιμνῃσκόμενοι 1 w 2911
περί 1 w 2915
τε 34 w 2917
τἀφροδίσια 1 w 2927
καὶ 39 w 2930
περὶ 2 w 2934
πότους 1 w 2940
τε 35 w 2942
καὶ 40 w 2945
εὐωχίας 1 w 2952
καὶ 41 w 2955
ἄλλʼ 1 w 2959
ἄττα 1 w 2963
1 w 2964
τῶν 4 w 2967
τοιούτων 1 w 2975
ἔχεται 1 w 2981
καὶ 42 w 2985
ἀγανακτοῦσιν 1 w 2997
ὡς 7 w 2999
μεγάλων 1 w 3006
τινῶν 1 w 3011
ἀπεστερημένοι 1 w 3024
καὶ 43 w 3027
τότε 1 w 3031
μὲν 3 w 3034
εὖ 2 w 3036
ζῶντες 1 w 3042
νῦν 3 w 3046
δὲ 5 w 3048
οὐδὲ 2 w 3052
ζῶντες 2 w 3058
ἔνιοι 1 w 3064
δὲ 7 w 3066
καὶ 44 w 3069
τὰς 2 w 3072
τῶν 5 w 3075
οἰκείων 1 w 3082
προπηλακίσεις 1 w 3095
τοῦ 13 w 3098
γήρως 1 w 3103
ὀδύρονται 1 w 3112
καὶ 45 w 3116
ἐπὶ 2 w 3119
τούτῳ 1 w 3124
δὴ 5 w 3126
τὸ 15 w 3128
γῆρας 1 w 3133
ὑμνοῦσιν 1 w 3141
ὅσων 1 w 3145
κακῶν 1 w 3150
σφίσιν 1 w 3156
αἴτιον 1 w 3162
ἐμοὶ 1 w 3167
δὲ 8 w 3169
δοκοῦσιν 1 w 3177
5 w 3179
Σώκρατες 4 w 3187
οὗτοι 1 w 3193
οὐ 10 w 3195
τὸ 16 w 3197
αἴτιον 2 w 3203
αἰτιᾶσθαι 1 w 3212
εἰ 7 w 3215
γὰρ 9 w 3218
ἦν 7 w 3220
τοῦτʼ 1 w 3225
αἴτιον 3 w 3231
κἂν 1 w 3235
ἐγὼ 3 w 3238
τὰ 6 w 3240
αὐτὰ 1 w 3244
ταῦτα 1 w 3249
ἐπεπόνθη 1 w 3257
ἕνεκά 1 w 3263
γε 7 w 3265
γήρως 2 w 3270
καὶ 46 w 3274
οἱ 4 w 3276
ἄλλοι 2 w 3281
πάντες 1 w 3287
ὅσοι 2 w 3291
ἐνταῦθα 2 w 3298
ἦλθον 1 w 3303
ἡλικίας 2 w 3310
νῦν 4 w 3314
δʼ 11 w 3316
ἔγωγε 1 w 3321
ἤδη 2 w 3324
ἐντετύχηκα 1 w 3334
οὐχ 1 w 3337
οὕτως 2 w 3342
ἔχουσιν 1 w 3349
καὶ 47 w 3352
ἄλλοις 1 w 3358
καὶ 48 w 3362
δὴ 6 w 3364
καὶ 49 w 3367
Σοφοκλεῖ 1 w 3375
ποτε 1 w 3379
τῷ 1 w 3381
ποιητῇ 1 w 3387
παρεγενόμην 1 w 3398
ἐρωτωμένῳ 1 w 3407
ὑπό 1 w 3410
τινος 2 w 3415
πῶς 4 w 3419
ἔφη 10 w 3423
6 w 3425
Σοφόκλεις 1 w 3434
ἔχεις 1 w 3440
πρὸς 5 w 3444
τἀφροδίσια 2 w 3454
ἔτι 3 w 3458
οἷός 1 w 3462
τε 44 w 3464
εἶ 7 w 3466
γυναικὶ 1 w 3473
συγγίγνεσθαι 1 w 3485
καὶ 50 w 3489
ὅς 3 w 3491
εὐφήμει 1 w 3499
ἔφη 11 w 3503
7 w 3505
ἄνθρωπε 1 w 3512
ἁσμενέστατα 1 w 3524
μέντοι 3 w 3530
αὐτὸ 4 w 3534
ἀπέφυγον 1 w 3542
ὥσπερ 2 w 3548
λυττῶντά 1 w 3556
τινα 1 w 3560
καὶ 51 w 3563
ἄγριον 1 w 3569
δεσπότην 1 w 3577
ἀποδράς 1 w 3584
εὖ 3 w 3587
οὖν 10 w 3590
μοι 7 w 3593
καὶ 52 w 3596
τότε 2 w 3600
ἔδοξεν 3 w 3606
ἐκεῖνος 1 w 3613
εἰπεῖν 1 w 3619
καὶ 53 w 3623
νῦν 5 w 3626
οὐχ 2 w 3629
ἧττον 2 w 3634
παντάπασι 1 w 3644
γὰρ 10 w 3647
τῶν 7 w 3650
γε 10 w 3652
τοιούτων 2 w 3660
ἐν 7 w 3662
τῷ 2 w 3664
γήρᾳ 1 w 3668
πολλὴ 1 w 3673
εἰρήνη 1 w 3679
γίγνεται 1 w 3687
καὶ 54 w 3690
ἐλευθερία 1 w 3699
ἐπειδὰν 1 w 3707
αἱ 4 w 3709
ἐπιθυμίαι 2 w 3718
παύσωνται 1 w 3727
κατατείνουσαι 1 w 3740
καὶ 55 w 3743
χαλάσωσιν 1 w 3752
παντάπασιν 1 w 3763
τὸ 18 w 3765
τοῦ 15 w 3768
Σοφοκλέους 1 w 3778
γίγνεται 2 w 3786
δεσποτῶν 1 w 3795
πάνυ 2 w 3799
πολλῶν 1 w 3805
ἐστι 2 w 3809
καὶ 56 w 3812
μαινομένων 1 w 3822
ἀπηλλάχθαι 1 w 3832
ἀλλὰ 5 w 3837
καὶ 57 w 3840
τούτων 2 w 3846
πέρι 1 w 3850
καὶ 58 w 3853
τῶν 9 w 3856
γε 11 w 3858
πρὸς 6 w 3862
τοὺς 3 w 3866
οἰκείους 2 w 3874
μία 4 w 3877
τις 1 w 3880
αἰτία 1 w 3885
ἐστίν 1 w 3890
οὐ 13 w 3893
τὸ 19 w 3895
γῆρας 2 w 3900
8 w 3902
Σώκρατες 5 w 3910
ἀλλʼ 3 w 3915
16 w 3916
τρόπος 1 w 3922
τῶν 10 w 3925
ἀνθρώπων 1 w 3933
ἂν 5 w 3936
μὲν 4 w 3939
γὰρ 11 w 3942
κόσμιοι 1 w 3949
καὶ 59 w 3952
εὔκολοι 1 w 3959
ὦσιν 1 w 3963
καὶ 60 w 3967
τὸ 20 w 3969
γῆρας 3 w 3974
μετρίως 1 w 3981
ἐστὶν 1 w 3986
ἐπίπονον 1 w 3994
εἰ 10 w 3997
δὲ 9 w 3999
μή 2 w 4001
καὶ 61 w 4005
γῆρας 4 w 4010
10 w 4012
Σώκρατες 6 w 4020
καὶ 62 w 4024
νεότης 1 w 4030
χαλεπὴ 1 w 4036
τῷ 3 w 4038
τοιούτῳ 1 w 4045
συμβαίνει 1 w 4054
καὶ 63 w 4058
ἐγὼ 4 w 4061
ἀγασθεὶς 1 w 4069
αὐτοῦ 2 w 4074
εἰπόντος 1 w 4082
ταῦτα 2 w 4087
βουλόμενος 2 w 4098
ἔτι 4 w 4101
λέγειν 1 w 4107
αὐτὸν 2 w 4112
ἐκίνουν 1 w 4119
καὶ 64 w 4122
εἶπον 1 w 4127
11 w 4129
Κέφαλε 2 w 4135
οἶμαί 1 w 4141
σου 4 w 4144
τοὺς 4 w 4148
πολλούς 1 w 4155
ὅταν 1 w 4160
ταῦτα 3 w 4165
λέγῃς 1 w 4170
οὐκ 2 w 4174
ἀποδέχεσθαι 1 w 4185
ἀλλʼ 4 w 4189
ἡγεῖσθαί 1 w 4197
σε 7 w 4199
ῥᾳδίως 2 w 4205
τὸ 22 w 4207
γῆρας 5 w 4212
φέρειν 1 w 4218
οὐ 15 w 4220
διὰ 2 w 4223
τὸν 9 w 4226
τρόπον 2 w 4232
ἀλλὰ 6 w 4236
διὰ 3 w 4239
τὸ 24 w 4241
πολλὴν 1 w 4247
οὐσίαν 1 w 4253
κεκτῆσθαι 1 w 4262
τοῖς 4 w 4267
γὰρ 12 w 4270
πλουσίοις 1 w 4279
πολλὰ 1 w 4284
παραμύθιά 1 w 4293
φασιν 2 w 4298
εἶναι 5 w 4303
ἀληθῆ 1 w 4309
ἔφη 12 w 4313
λέγεις 2 w 4320
οὐ 17 w 4323
γὰρ 13 w 4326
ἀποδέχονται 1 w 4337
καὶ 65 w 4341
λέγουσι 1 w 4348
μέν 14 w 4351
τι 25 w 4353
οὐ 18 w 4356
μέντοι 4 w 4362
γε 15 w 4364
ὅσον 2 w 4368
οἴονται 1 w 4375
ἀλλὰ 7 w 4380
τὸ 25 w 4382
τοῦ 17 w 4385
Θεμιστοκλέους 1 w 4398
εὖ 4 w 4400
ἔχει 2 w 4404
ὃς 2 w 4407
τῷ 4 w 4409
Σεριφίῳ 1 w 4416
λοιδορουμένῳ 1 w 4428
καὶ 66 w 4431
λέγοντι 1 w 4438
ὅτι 4 w 4441
οὐ 19 w 4443
διʼ 1 w 4446
αὑτὸν 1 w 4451
ἀλλὰ 8 w 4455
διὰ 4 w 4458
τὴν 5 w 4461
πόλιν 1 w 4466
εὐδοκιμοῖ 1 w 4475
ἀπεκρίνατο 1 w 4486
ὅτι 5 w 4489
οὔτʼ 1 w 4493
ἂν 6 w 4495
αὐτὸς 2 w 4500
Σερίφιος 1 w 4508
ὢν 1 w 4510
ὀνομαστὸς 1 w 4519
ἐγένετο 1 w 4526
οὔτʼ 2 w 4530
ἐκεῖνος 2 w 4537
Ἀθηναῖος 1 w 4545
καὶ 67 w 4549
τοῖς 5 w 4553
δὴ 7 w 4555
μὴ 5 w 4557
πλουσίοις 2 w 4566
χαλεπῶς 1 w 4574
δὲ 10 w 4576
τὸ 29 w 4578
γῆρας 6 w 4583
φέρουσιν 1 w 4591
εὖ 5 w 4594
ἔχει 3 w 4598
17 w 4599
αὐτὸς 3 w 4604
λόγος 1 w 4609
ὅτι 6 w 4613
οὔτʼ 3 w 4617
ἂν 7 w 4619
18 w 4620
ἐπιεικὴς 1 w 4628
πάνυ 3 w 4632
τι 30 w 4634
ῥᾳδίως 3 w 4640
γῆρας 7 w 4645
μετὰ 3 w 4649
πενίας 1 w 4655
ἐνέγκοι 1 w 4662
οὔθʼ 1 w 4666
19 w 4667
μὴ 6 w 4669
ἐπιεικὴς 2 w 4677
πλουτήσας 1 w 4686
εὔκολός 1 w 4693
ποτʼ 1 w 4697
ἂν 8 w 4699
ἑαυτῷ 1 w 4704
γένοιτο 1 w 4711
πότερον 2 w 4719
δέ 6 w 4721
ἦν 8 w 4724
δʼ 12 w 4726
ἐγώ 7 w 4729
12 w 4731
Κέφαλε 3 w 4737
ὧν 1 w 4740
κέκτησαι 1 w 4748
τὰ 9 w 4750
πλείω 1 w 4755
παρέλαβες 1 w 4764
7 w 4765
ἐπεκτήσω 1 w 4773
ποῖʼ 1 w 4778
ἐπεκτησάμην 1 w 4789
ἔφη 13 w 4793
13 w 4795
Σώκρατες 7 w 4803
μέσος 1 w 4809
τις 2 w 4812
γέγονα 1 w 4818
χρηματιστὴς 1 w 4829
τοῦ 18 w 4832
τε 51 w 4834
πάππου 1 w 4840
καὶ 68 w 4843
τοῦ 19 w 4846
πατρός 1 w 4852
20 w 4854
μὲν 5 w 4857
γὰρ 14 w 4860
πάππος 1 w 4866
τε 52 w 4868
καὶ 69 w 4871
ὁμώνυμος 1 w 4879
ἐμοὶ 2 w 4883
σχεδόν 1 w 4889
τι 33 w 4891
ὅσην 1 w 4895
ἐγὼ 5 w 4898
νῦν 6 w 4901
οὐσίαν 2 w 4907
κέκτημαι 1 w 4915
παραλαβὼν 1 w 4924
πολλάκις 2 w 4932
τοσαύτην 1 w 4940
ἐποίησεν 1 w 4948
Λυσανίας 1 w 4957
δὲ 11 w 4959
22 w 4960
πατὴρ 2 w 4965
ἔτι 5 w 4968
ἐλάττω 1 w 4974
αὐτὴν 1 w 4979
ἐποίησε 2 w 4986
τῆς 3 w 4989
νῦν 7 w 4992
οὔσης 1 w 4997
ἐγὼ 6 w 5001
δὲ 12 w 5003
ἀγαπῶ 1 w 5008
ἐὰν 1 w 5011
μὴ 7 w 5013
ἐλάττω 2 w 5019
καταλίπω 1 w 5027
τούτοισιν 1 w 5036
ἀλλὰ 9 w 5041
βραχεῖ 1 w 5047
γέ 7 w 5049
τινι 1 w 5053
πλείω 2 w 5058
8 w 5059
παρέλαβον 1 w 5068
οὗ 3 w 5071
τοι 11 w 5074
ἕνεκα 1 w 5079
ἠρόμην 2 w 5085
ἦν 9 w 5088
δʼ 13 w 5090
ἐγώ 8 w 5093
ὅτι 7 w 5097
μοι 8 w 5100
ἔδοξας 1 w 5106
οὐ 21 w 5108
σφόδρα 2 w 5114
ἀγαπᾶν 1 w 5120
τὰ 10 w 5122
χρήματα 1 w 5129
τοῦτο 3 w 5135
δὲ 13 w 5137
ποιοῦσιν 1 w 5145
ὡς 8 w 5147
τὸ 31 w 5149
πολὺ 1 w 5153
οἳ 1 w 5155
ἂν 9 w 5157
μὴ 8 w 5159
αὐτοὶ 1 w 5164
κτήσωνται 1 w 5173
οἱ 5 w 5176
δὲ 14 w 5178
κτησάμενοι 1 w 5188
διπλῇ 1 w 5193
9 w 5194
οἱ 6 w 5196
ἄλλοι 4 w 5201
ἀσπάζονται 1 w 5211
αὐτά 1 w 5215
ὥσπερ 3 w 5221
γὰρ 15 w 5224
οἱ 7 w 5226
ποιηταὶ 1 w 5233
τὰ 11 w 5235
αὑτῶν 1 w 5240
ποιήματα 1 w 5248
καὶ 70 w 5251
οἱ 8 w 5253
πατέρες 1 w 5260
τοὺς 5 w 5264
παῖδας 1 w 5270
ἀγαπῶσιν 1 w 5278
ταύτῃ 1 w 5284
τε 53 w 5286
δὴ 8 w 5288
καὶ 71 w 5291
οἱ 9 w 5293
χρηματισάμενοι 1 w 5307
περὶ 3 w 5311
τὰ 12 w 5313
χρήματα 2 w 5320
σπουδάζουσιν 1 w 5332
ὡς 9 w 5334
ἔργον 1 w 5339
ἑαυτῶν 1 w 5345
καὶ 72 w 5349
κατὰ 2 w 5353
τὴν 7 w 5356
χρείαν 1 w 5362
ᾗπερ 1 w 5366
οἱ 10 w 5368
ἄλλοι 5 w 5373
χαλεποὶ 1 w 5381
οὖν 11 w 5384
καὶ 73 w 5387
συγγενέσθαι 1 w 5398
εἰσίν 1 w 5403
οὐδὲν 2 w 5409
ἐθέλοντες 1 w 5418
ἐπαινεῖν 1 w 5426
ἀλλʼ 5 w 5430
10 w 5431
τὸν 11 w 5434
πλοῦτον 1 w 5441
ἀληθῆ 2 w 5447
ἔφη 14 w 5451
λέγεις 3 w 5458
πάνυ 4 w 5463
μὲν 6 w 5466
οὖν 12 w 5469
ἦν 10 w 5472
δʼ 14 w 5474
ἐγώ 9 w 5477
ἀλλά 1 w 5482
μοι 9 w 5485
ἔτι 6 w 5488
τοσόνδε 1 w 5495
εἰπέ 1 w 5499
τί 7 w 5502
μέγιστον 1 w 5510
οἴει 1 w 5514
ἀγαθὸν 1 w 5520
ἀπολελαυκέναι 1 w 5533
τοῦ 21 w 5536
πολλὴν 2 w 5542
οὐσίαν 3 w 5548
κεκτῆσθαι 2 w 5557
20 w 5559
18 w 5561
δʼ 15 w 5563
ὅς 4 w 5565
ἴσως 2 w 5570
οὐκ 3 w 5573
ἂν 10 w 5575
πολλοὺς 1 w 5582
πείσαιμι 1 w 5590
λέγων 1 w 5595
εὖ 6 w 5598
γὰρ 16 w 5601
ἴσθι 2 w 5605
ἔφη 15 w 5609
14 w 5611
Σώκρατες 8 w 5619
ὅτι 8 w 5623
ἐπειδάν 1 w 5631
τις 3 w 5634
ἐγγὺς 1 w 5639
2 w 5640
τοῦ 22 w 5643
οἴεσθαι 1 w 5650
τελευτήσειν 1 w 5661
εἰσέρχεται 1 w 5672
αὐτῷ 1 w 5676
δέος 1 w 5680
καὶ 74 w 5683
φροντὶς 1 w 5690
περὶ 4 w 5694
ὧν 2 w 5696
ἔμπροσθεν 1 w 5705
οὐκ 4 w 5708
εἰσῄει 1 w 5714
οἵ 1 w 5717
τε 57 w 5719
γὰρ 17 w 5722
λεγόμενοι 1 w 5731
μῦθοι 1 w 5736
περὶ 5 w 5740
τῶν 13 w 5743
ἐν 9 w 5745
Ἅιδου 1 w 5750
ὡς 10 w 5753
τὸν 12 w 5756
ἐνθάδε 1 w 5762
ἀδικήσαντα 1 w 5772
δεῖ 2 w 5775
ἐκεῖ 3 w 5779
διδόναι 1 w 5786
δίκην 1 w 5791
καταγελώμενοι 1 w 5805
τέως 1 w 5809
τότε 3 w 5814
δὴ 9 w 5816
στρέφουσιν 1 w 5826
αὐτοῦ 3 w 5831
τὴν 8 w 5834
ψυχὴν 1 w 5839
μὴ 9 w 5841
ἀληθεῖς 1 w 5848
ὦσιν 2 w 5852
καὶ 75 w 5856
αὐτός 1 w 5861
ἤτοι 1 w 5866
ὑπὸ 1 w 5869
τῆς 4 w 5872
τοῦ 24 w 5875
γήρως 3 w 5880
ἀσθενείας 1 w 5889
11 w 5890
καὶ 76 w 5893
ὥσπερ 4 w 5898
ἤδη 3 w 5901
ἐγγυτέρω 1 w 5909
ὢν 2 w 5911
τῶν 14 w 5914
ἐκεῖ 4 w 5918
μᾶλλόν 1 w 5924
τι 41 w 5926
καθορᾷ 1 w 5932
αὐτά 2 w 5936
ὑποψίας 1 w 5944
δʼ 16 w 5946
οὖν 13 w 5949
καὶ 77 w 5952
δείματος 1 w 5960
μεστὸς 1 w 5966
γίγνεται 3 w 5974
καὶ 78 w 5977
ἀναλογίζεται 1 w 5989
ἤδη 4 w 5992
καὶ 79 w 5995
σκοπεῖ 1 w 6001
εἴ 2 w 6003
τινά 1 w 6007
τι 43 w 6009
ἠδίκησεν 1 w 6017
23 w 6019
μὲν 7 w 6022
οὖν 14 w 6025
εὑρίσκων 1 w 6033
ἑαυτοῦ 1 w 6039
ἐν 11 w 6041
τῷ 7 w 6043
βίῳ 1 w 6046
πολλὰ 2 w 6051
ἀδικήματα 1 w 6060
καὶ 80 w 6063
ἐκ 8 w 6065
τῶν 15 w 6068
ὕπνων 1 w 6073
ὥσπερ 5 w 6079
οἱ 11 w 6081
παῖδες 1 w 6087
θαμὰ 1 w 6092
ἐγειρόμενος 1 w 6103
δειμαίνει 1 w 6112
καὶ 81 w 6115
ζῇ 1 w 6117
μετὰ 4 w 6121
κακῆς 1 w 6126
ἐλπίδος 1 w 6133
τῷ 8 w 6136
δὲ 16 w 6138
μηδὲν 1 w 6143
ἑαυτῷ 2 w 6148
ἄδικον 1 w 6154
συνειδότι 1 w 6163
ἡδεῖα 1 w 6168
ἐλπὶς 1 w 6173
ἀεὶ 1 w 6176
πάρεστι 1 w 6183
καὶ 82 w 6186
ἀγαθὴ 1 w 6191
γηροτρόφος 1 w 6201
ὡς 11 w 6204
καὶ 83 w 6207
Πίνδαρος 1 w 6215
λέγει 5 w 6220
χαριέντως 1 w 6230
γάρ 2 w 6233
τοι 13 w 6236
16 w 6238
Σώκρατες 9 w 6246
τοῦτʼ 2 w 6252
ἐκεῖνος 3 w 6259
εἶπεν 2 w 6264
ὅτι 9 w 6268
ὃς 3 w 6270
ἂν 11 w 6272
δικαίως 1 w 6279
καὶ 84 w 6282
ὁσίως 1 w 6287
τὸν 13 w 6290
βίον 1 w 6294
διαγάγῃ 1 w 6301
γλυκεῖά 1 w 6309
οἱ 12 w 6311
καρδίαν 1 w 6318
ἀτάλλοισα 1 w 6327
γηροτρόφος 2 w 6337
συναορεῖ 1 w 6345
ἐλπὶς 2 w 6350
2 w 6351
μάλιστα 1 w 6358
θνατῶν 1 w 6364
πολύστροφον 1 w 6375
γνώμαν 1 w 6381
κυβερνᾷ 1 w 6388
Pindar 1 w 6395
Frag 1 w 6399
214 1 w 6403
Loeb 1 w 6408
εὖ 7 w 6410
οὖν 15 w 6413
λέγει 6 w 6418
θαυμαστῶς 1 w 6427
ὡς 12 w 6429
σφόδρα 3 w 6435
πρὸς 7 w 6440
δὴ 10 w 6442
τοῦτʼ 3 w 6447
ἔγωγε 2 w 6452
τίθημι 1 w 6458
τὴν 9 w 6461
τῶν 17 w 6464
χρημάτων 1 w 6472
κτῆσιν 1 w 6478
πλείστου 1 w 6486
ἀξίαν 1 w 6491
εἶναι 6 w 6496
οὔ 7 w 6499
τι 47 w 6501
παντὶ 1 w 6506
ἀνδρὶ 1 w 6511
ἀλλὰ 10 w 6515
τῷ 10 w 6517
ἐπιεικεῖ 1 w 6525
καὶ 85 w 6528
κοσμίῳ 1 w 6534
τὸ 36 w 6537
γὰρ 18 w 6540
μηδὲ 2 w 6544
ἄκοντά 1 w 6550
τινα 2 w 6554
ἐξαπατῆσαι 1 w 6564
12 w 6565
ψεύσασθαι 1 w 6574
μηδʼ 1 w 6579
αὖ 1 w 6581
ὀφείλοντα 1 w 6590
13 w 6591
θεῷ 3 w 6594
θυσίας 1 w 6600
τινὰς 1 w 6605
14 w 6606
ἀνθρώπῳ 1 w 6613
χρήματα 3 w 6620
ἔπειτα 1 w 6626
ἐκεῖσε 1 w 6632
ἀπιέναι 1 w 6639
δεδιότα 1 w 6646
μέγα 1 w 6651
μέρος 1 w 6656
εἰς 5 w 6659
τοῦτο 4 w 6664
19 w 6665
τῶν 18 w 6668
χρημάτων 2 w 6676
κτῆσις 1 w 6682
συμβάλλεται 1 w 6693
ἔχει 4 w 6698
δὲ 19 w 6700
καὶ 86 w 6703
ἄλλας 1 w 6708
χρείας 1 w 6714
πολλάς 1 w 6720
ἀλλὰ 11 w 6725
ἕν 3 w 6727
γε 23 w 6729
ἀνθʼ 1 w 6733
ἑνὸς 1 w 6737
οὐκ 5 w 6740
ἐλάχιστον 1 w 6749
ἔγωγε 3 w 6754
θείην 1 w 6759
ἂν 12 w 6761
εἰς 6 w 6764
τοῦτο 5 w 6769
ἀνδρὶ 2 w 6774
νοῦν 1 w 6778
ἔχοντι 1 w 6784
17 w 6786
Σώκρατες 10 w 6794
πλοῦτον 2 w 6802
χρησιμώτατον 1 w 6814
εἶναι 7 w 6819
παγκάλως 1 w 6828
ἦν 11 w 6831
δʼ 18 w 6833
ἐγώ 10 w 6836
λέγεις 4 w 6843
18 w 6845
Κέφαλε 4 w 6851
τοῦτο 6 w 6857
δʼ 19 w 6859
αὐτό 7 w 6863
τὴν 10 w 6867
δικαιοσύνην 1 w 6878
πότερα 1 w 6885
τὴν 11 w 6888
ἀλήθειαν 1 w 6896
αὐτὸ 8 w 6900
φήσομεν 1 w 6907
εἶναι 8 w 6912
ἁπλῶς 1 w 6917
οὕτως 3 w 6922
καὶ 87 w 6925
τὸ 38 w 6927
ἀποδιδόναι 1 w 6937
ἄν 3 w 6939
τίς 2 w 6942
τι 51 w 6944
παρά 1 w 6948
του 4 w 6951
λάβῃ 1 w 6955
15 w 6957
καὶ 88 w 6960
αὐτὰ 2 w 6964
ταῦτα 4 w 6969
ἔστιν 1 w 6974
ἐνίοτε 1 w 6980
μὲν 8 w 6983
δικαίως 2 w 6990
ἐνίοτε 2 w 6997
δὲ 20 w 6999
ἀδίκως 1 w 7005
ποιεῖν 2 w 7011
οἷον 1 w 7016
τοιόνδε 1 w 7023
λέγω 2 w 7027
πᾶς 1 w 7031
ἄν 4 w 7033
που 4 w 7036
εἴποι 1 w 7041
εἴ 4 w 7044
τις 4 w 7047
λάβοι 1 w 7052
παρὰ 3 w 7056
φίλου 2 w 7061
ἀνδρὸς 1 w 7067
σωφρονοῦντος 1 w 7079
ὅπλα 1 w 7083
εἰ 18 w 7086
μανεὶς 1 w 7092
ἀπαιτοῖ 1 w 7099
ὅτι 10 w 7103
οὔτε 1 w 7107
χρὴ 4 w 7110
τὰ 16 w 7112
τοιαῦτα 1 w 7119
ἀποδιδόναι 2 w 7129
οὔτε 2 w 7134
δίκαιος 1 w 7141
ἂν 13 w 7143
εἴη 2 w 7146
25 w 7147
ἀποδιδούς 1 w 7156
οὐδʼ 2 w 7161
αὖ 2 w 7163
πρὸς 8 w 7167
τὸν 14 w 7170
οὕτως 4 w 7175
ἔχοντα 1 w 7181
πάντα 1 w 7186
ἐθέλων 1 w 7192
τἀληθῆ 1 w 7198
λέγειν 2 w 7204
ὀρθῶς 1 w 7210
ἔφη 16 w 7214
λέγεις 5 w 7221
οὐκ 6 w 7225
ἄρα 1 w 7228
οὗτος 2 w 7233
ὅρος 1 w 7237
ἐστὶν 2 w 7242
δικαιοσύνης 1 w 7253
ἀληθῆ 4 w 7259
τε 66 w 7261
λέγειν 3 w 7267
καὶ 89 w 7270
3 w 7271
ἂν 14 w 7273
λάβῃ 2 w 7277
τις 5 w 7280
ἀποδιδόναι 3 w 7290
πάνυ 5 w 7295
μὲν 9 w 7298
οὖν 16 w 7301
ἔφη 17 w 7305
19 w 7307
Σώκρατες 11 w 7315
ὑπολαβὼν 1 w 7324
26 w 7325
Πολέμαρχος 6 w 7335
εἴπερ 1 w 7341
γέ 8 w 7343
τι 56 w 7345
χρὴ 5 w 7348
Σιμωνίδῃ 1 w 7356
πείθεσθαι 1 w 7365
καὶ 90 w 7369
μέντοι 5 w 7375
ἔφη 18 w 7379
27 w 7380
Κέφαλος 3 w 7387
καὶ 91 w 7391
παραδίδωμι 1 w 7401
ὑμῖν 1 w 7405
τὸν 15 w 7408
λόγον 1 w 7413
δεῖ 4 w 7417
γάρ 3 w 7420
με 44 w 7422
ἤδη 5 w 7425
τῶν 19 w 7428
ἱερῶν 1 w 7433
ἐπιμεληθῆναι 1 w 7445
οὐκοῦν 2 w 7452
ἔφη 19 w 7456
ἐγώ 11 w 7460
28 w 7462
Πολέμαρχος 7 w 7472
τῶν 20 w 7476
γε 29 w 7478
σῶν 1 w 7481
κληρονόμος 1 w 7491
πάνυ 6 w 7496
γε 30 w 7498
20 w 7500
δʼ 21 w 7502
ὃς 4 w 7504
γελάσας 1 w 7511
καὶ 92 w 7515
ἅμα 2 w 7518
ᾔει 1 w 7521
πρὸς 9 w 7525
τὰ 17 w 7527
ἱερά 1 w 7531
λέγε 11 w 7536
δή 1 w 7538
εἶπον 2 w 7544
ἐγώ 12 w 7547
σὺ 2 w 7550
29 w 7551
τοῦ 31 w 7554
λόγου 2 w 7559
κληρονόμος 2 w 7569
τί 10 w 7572
φῂς 1 w 7575
τὸν 16 w 7578
Σιμωνίδην 1 w 7587
λέγοντα 1 w 7594
ὀρθῶς 2 w 7599
λέγειν 4 w 7605
περὶ 6 w 7609
δικαιοσύνης 2 w 7620
ὅτι 11 w 7624
21 w 7626
δʼ 22 w 7628
ὅς 5 w 7630
τὸ 42 w 7633
τὰ 18 w 7635
ὀφειλόμενα 1 w 7645
ἑκάστῳ 1 w 7651
ἀποδιδόναι 4 w 7661
δίκαιόν 1 w 7668
ἐστι 3 w 7672
τοῦτο 7 w 7678
λέγων 2 w 7683
δοκεῖ 4 w 7688
ἔμοιγε 2 w 7694
καλῶς 1 w 7699
λέγειν 5 w 7705