Μενέξενος
(244-248)
urn:cts:greekLit:tlg0059.tlg028.perseus-grc2:244-248
| Refs | {'start': {'reference': '244', 'human_reference': 'Section 244'}, 'end': {'reference': '248', 'human_reference': 'Section 248'}} |
| Ancestors | [] |
| Children | [] |
ΣΩ. ἔκ τε γὰρ τοῦ Πειραιῶς καὶ τοῦ ἄστεως ὡς ἁσμένως καὶ οἰκείως ἀλλήλοις συνέμειξαν οἱ πολῖται καὶ παρʼ ἐλπίδα τοῖς ἄλλοις Ἕλλησι, τόν τε πρὸς τοὺς Ἐλευσῖνι 244
244a
πόλεμον ὡς μετρίως ἔθεντο· καὶ τούτων ἁπάντων οὐδὲν ἄλλʼ αἴτιον ἢ ἡ τῷ ὄντι συγγένεια, φιλίαν βέβαιον καὶ ὁμόφυλον οὐ λόγῳ ἀλλʼ ἔργῳ παρεχομένη. χρὴ δὲ καὶ τῶν ἐν τούτῳ τῷ πολέμῳ τελευτησάντων ὑπʼ ἀλλήλων μνείαν ἔχειν καὶ διαλλάττειν αὐτοὺς ᾧ δυνάμεθα, εὐχαῖς καὶ θυσίαις, ἐν τοῖς τοιοῖσδε, τοῖς κρατοῦσιν αὐτῶν εὐχομένους, ἐπειδὴ καὶ ἡμεῖς διηλλάγμεθα. οὐ γὰρ κακίᾳ ἀλλήλων ἥψαντο οὐδʼ ἔχθρᾳ 244b
ἀλλὰ δυστυχίᾳ. μάρτυρες δὲ ἡμεῖς αὐτοί ἐσμεν τούτων οἱ ζῶντες· οἱ αὐτοὶ γὰρ ὄντες ἐκείνοις γένει συγγνώμην ἀλλήλοις ἔχομεν ὧν τʼ ἐποιήσαμεν ὧν τʼ ἐπάθομεν. μετὰ δὲ τοῦτο παντελῶς εἰρήνης ἡμῖν γενομένης, ἡσυχίαν ἦγεν ἡ πόλις, τοῖς μὲν βαρβάροις συγγιγνώσκουσα, ὅτι παθόντες ὑπʼ αὐτῆς κακῶς ἱκανῶς οὐκ ἐνδεῶς ἠμύναντο, τοῖς δὲ Ἕλλησιν ἀγανακτοῦσα, μεμνημένη ὡς εὖ παθόντες ὑπʼ αὐτῆς οἵαν 244c
χάριν ἀπέδοσαν, κοινωσάμενοι τοῖς βαρβάροις, τάς τε ναῦς περιελόμενοι αἵ ποτʼ ἐκείνους ἔσωσαν, καὶ τείχη καθελόντες ἀνθʼ ὧν ἡμεῖς τἀκείνων ἐκωλύσαμεν πεσεῖν· διανοουμένη δὲ ἡ πόλις μὴ ἂν ἔτι ἀμῦναι μήτε Ἕλλησι πρὸς ἀλλήλων δουλουμένοις μήτε ὑπὸ βαρβάρων, οὕτως ᾤκει. ἡμῶν οὖν ἐν τοιαύτῃ διανοίᾳ ὄντων ἡγησάμενοι Λακεδαιμόνιοι τοὺς μὲν τῆς ἐλευθερίας ἐπικούρους πεπτωκέναι ἡμᾶς, σφέτερον δὲ ἤδη 244d
ἔργον εἶναι καταδουλοῦσθαι τοὺς ἄλλους, ταῦτʼ ἔπραττον. καὶ μηκύνειν μὲν τί δεῖ; οὐ γὰρ πάλαι οὐδὲ παλαιῶν ἀνθρώπων γεγονότα λέγοιμʼ ἂν τὰ μετὰ ταῦτα· αὐτοὶ γὰρ ἴσμεν ὡς ἐκπεπληγμένοι ἀφίκοντο εἰς χρείαν τῆς πόλεως τῶν τε Ἑλλήνων οἱ πρῶτοι, Ἀργεῖοι καὶ Βοιωτοὶ καὶ Κορίνθιοι, καὶ τό γε θειότατον πάντων, τὸ καὶ βασιλέα εἰς τοῦτο ἀπορίας ἀφικέσθαι, ὥστε περιστῆναι αὐτῷ μηδαμόθεν ἄλλοθεν τὴν σωτηρίαν γενέσθαι ἀλλʼ ἢ ἐκ ταύτης τῆς πόλεως, ἣν προθύμως 244e
ἀπώλλυ. καὶ δὴ καὶ εἴ τις βούλοιτο τῆς πόλεως κατηγορῆσαι δικαίως, τοῦτʼ ἂν μόνον λέγων ὀρθῶς ἂν κατηγοροῖ, ὡς ἀεὶ λίαν φιλοικτίρμων ἐστὶ καὶ τοῦ ἥττονος θεραπίς.
ΣΩ. καὶ δὴ καὶ ἐν τῷ τότε χρόνῳ οὐχ οἵα τε ἐγένετο καρτερῆσαι οὐδὲ διαφυλάξαι ἃ ἐδέδοκτο αὐτῇ, τὸ μηδενὶ δουλουμένῳ βοηθεῖν 245
245a
τῶν σφᾶς ἀδικησάντων, ἀλλὰ ἐκάμφθη καὶ ἐβοήθησεν, καὶ τοὺς μὲν Ἕλληνας αὐτὴ βοηθήσασα ἀπελύσατο δουλείας, ὥστʼ ἐλευθέρους εἶναι μέχρι οὗ πάλιν αὐτοὶ αὑτοὺς κατεδουλώσαντο, βασιλεῖ δὲ αὐτὴ μὲν οὐκ ἐτόλμησεν βοηθῆσαι, αἰσχυνομένη τὰ τρόπαια τά τε Μαραθῶνι καὶ Σαλαμῖνι καὶ Πλαταιαῖς, φυγάδας δὲ καὶ ἐθελοντὰς ἐάσασα μόνον βοηθῆσαι ὁμολογουμένως ἔσωσεν. τειχισαμένη δὲ καὶ ναυπηγησαμένη, 245b
ἐκδεξαμένη τὸν πόλεμον, ἐπειδὴ ἠναγκάσθη πολεμεῖν, ὑπὲρ Παρίων ἐπολέμει Λακεδαιμονίοις. φοβηθεὶς δὲ βασιλεὺς τὴν πόλιν, ἐπειδὴ ἑώρα Λακεδαιμονίους τῷ κατὰ θάλατταν πολέμῳ ἀπαγορεύοντας, ἀποστῆναι βουλόμενος ἐξῄτει τοὺς Ἕλληνας τοὺς ἐν τῇ ἠπείρῳ, οὕσπερ πρότερον Λακεδαιμόνιοι αὐτῷ ἐξέδοσαν, εἰ μέλλοι συμμαχήσειν ἡμῖν τε καὶ τοῖς ἄλλοις συμμάχοις, ἡγούμενος οὐκ ἐθελήσειν, ἵνʼ αὐτῷ πρόφασις εἴη 245c
τῆς ἀποστάσεως. καὶ τῶν μὲν ἄλλων συμμάχων ἐψεύσθη· ἠθέλησαν γὰρ αὐτῷ ἐκδιδόναι καὶ συνέθεντο καὶ ὤμοσαν Κορίνθιοι καὶ Ἀργεῖοι καὶ Βοιωτοὶ καὶ οἱ ἄλλοι σύμμαχοι, εἰ μέλλοι χρήματα παρέξειν, ἐκδώσειν τοὺς ἐν τῇ ἠπείρῳ Ἕλληνας· μόνοι δὲ ἡμεῖς οὐκ ἐτολμήσαμεν οὔτε ἐκδοῦναι οὔτε ὀμόσαι. οὕτω δή τοι τό γε τῆς πόλεως γενναῖον καὶ ἐλεύθερον βέβαιόν τε καὶ ὑγιές ἐστιν καὶ φύσει μισοβάρβαρον, 245d
διὰ τὸ εἰλικρινῶς εἶναι Ἕλληνας καὶ ἀμιγεῖς βαρβάρων. οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδὲ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδὲ ἄλλοι πολλοὶ φύσει μὲν βάρβαροι ὄντες, νόμῳ δὲ Ἕλληνες, συνοικοῦσιν ἡμῖν, ἀλλʼ αὐτοὶ Ἕλληνες, οὐ μειξοβάρβαροι οἰκοῦμεν, ὅθεν καθαρὸν τὸ μῖσος ἐντέτηκε τῇ πόλει τῆς ἀλλοτρίας φύσεως. ὅμως δʼ οὖν ἐμονώθημεν πάλιν 245e
διὰ τὸ μὴ ἐθέλειν αἰσχρὸν καὶ ἀνόσιον ἔργον ἐργάσασθαι Ἕλληνας βαρβάροις ἐκδόντες. ἐλθόντες οὖν εἰς ταὐτὰ ἐξ ὧν καὶ τὸ πρότερον κατεπολεμήθημεν, σὺν θεῷ ἄμεινον ἢ τότε ἐθέμεθα τὸν πόλεμον· καὶ γὰρ ναῦς καὶ τείχη ἔχοντες καὶ τὰς ἡμετέρας αὐτῶν ἀποικίας ἀπηλλάγημεν τοῦ πολέμου οὕτως, ὥστʼ ἀγαπητῶς ἀπηλλάττοντο καὶ οἱ πολέμιοι.
ΣΩ. ἀνδρῶν μέντοι ἀγαθῶν καὶ ἐν τούτῳ τῷ πολέμῳ ἐστερήθημεν, τῶν τε ἐν Κορίνθῳ χρησαμένων δυσχωρίᾳ καὶ ἐν Λεχαίῳ 246
246a
προδοσίᾳ· ἀγαθοὶ δὲ καὶ οἱ βασιλέα ἐλευθερώσαντες καὶ ἐκβαλόντες ἐκ τῆς θαλάττης Λακεδαιμονίους· ὧν ἐγὼ μὲν ὑμᾶς ἀναμιμνῄσκω, ὑμᾶς δὲ πρέπει συνεπαινεῖν τε καὶ κοσμεῖν τοιούτους ἄνδρας.
καὶ τὰ μὲν δὴ ἔργα ταῦτα τῶν ἀνδρῶν τῶν ἐνθάδε κειμένων καὶ τῶν ἄλλων ὅσοι ὑπὲρ τῆς πόλεως τετελευτήκασι, πολλὰ μὲν τὰ εἰρημένα καὶ καλά, πολὺ δʼ ἔτι πλείω καὶ καλλίω τὰ 246b
ὑπολειπόμενα· πολλαὶ γὰρ ἂν ἡμέραι καὶ νύκτες οὐχ ἱκαναὶ γένοιντο τῷ τὰ πάντα μέλλοντι περαίνειν. τούτων οὖν χρὴ μεμνημένους τοῖς τούτων ἐκγόνοις πάντʼ ἄνδρα παρακελεύεσθαι, ὥσπερ ἐν πολέμῳ, μὴ λείπειν τὴν τάξιν τὴν τῶν προγόνων μηδʼ εἰς τοὐπίσω ἀναχωρεῖν εἴκοντας κάκῃ. ἐγὼ μὲν οὖν καὶ αὐτός, ὦ παῖδες ἀνδρῶν ἀγαθῶν, νῦν τε παρακελεύομαι καὶ ἐν τῷ λοιπῷ χρόνῳ, ὅπου ἄν τῳ ἐντυγχάνω 246c
ὑμῶν, καὶ ἀναμνήσω καὶ διακελεύσομαι προθυμεῖσθαι εἶναι ὡς ἀρίστους· ἐν δὲ τῷ παρόντι δίκαιός εἰμι εἰπεῖν ἃ οἱ πατέρες ἡμῖν ἐπέσκηπτον ἀπαγγέλλειν τοῖς ἀεὶ λειπομένοις, εἴ τι πάσχοιεν, ἡνίκα κινδυνεύσειν ἔμελλον. φράσω δὲ ὑμῖν ἅ τε αὐτῶν ἤκουσα ἐκείνων καὶ οἷα νῦν ἡδέως ἂν εἴποιεν ὑμῖν λαβόντες δύναμιν, τεκμαιρόμενος ἐξ ὧν τότε ἔλεγον. ἀλλὰ νομίζειν χρὴ αὐτῶν ἀκούειν ἐκείνων ἃ ἂν ἀπαγγέλλω· ἔλεγον δὲ τάδε— 246d
ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, αὐτὸ μηνύει τὸ νῦν παρόν· ἡμῖν δὲ ἐξὸν ζῆν μὴ καλῶς, καλῶς αἱρούμεθα μᾶλλον τελευτᾶν, πρὶν ὑμᾶς τε καὶ τοὺς ἔπειτα εἰς ὀνείδη καταστῆσαι καὶ πρὶν τοὺς ἡμετέρους πατέρας καὶ πᾶν τὸ πρόσθεν γένος αἰσχῦναι, ἡγούμενοι τῷ τοὺς αὑτοῦ αἰσχύναντι ἀβίωτον εἶναι, καὶ τῷ τοιούτῳ οὔτε τινὰ ἀνθρώπων οὔτε θεῶν φίλον εἶναι οὔτʼ ἐπὶ γῆς οὔθʼ ὑπὸ γῆς τελευτήσαντι. χρὴ οὖν μεμνημένους τῶν ἡμετέρων λόγων, ἐάν τι καὶ ἄλλο 246e
ἀσκῆτε, ἀσκεῖν μετʼ ἀρετῆς, εἰδότας ὅτι τούτου λειπόμενα πάντα καὶ κτήματα καὶ ἐπιτηδεύματα αἰσχρὰ καὶ κακά. οὔτε γὰρ πλοῦτος κάλλος φέρει τῷ κεκτημένῳ μετʼ ἀνανδρίας— ἄλλῳ γὰρ ὁ τοιοῦτος πλουτεῖ καὶ οὐχ ἑαυτῷ—οὔτε σώματος κάλλος καὶ ἰσχὺς δειλῷ καὶ κακῷ συνοικοῦντα πρέποντα φαίνεται ἀλλʼ ἀπρεπῆ, καὶ ἐπιφανέστερον ποιεῖ τὸν ἔχοντα καὶ ἐκφαίνει τὴν δειλίαν·
ΣΩ. πᾶσά τε ἐπιστήμη χωριζομένη 247
247a
δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πανουργία, οὐ σοφία φαίνεται. ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν ὅπως μάλιστα μὲν ὑπερβαλεῖσθε καὶ ἡμᾶς καὶ τοὺς πρόσθεν εὐκλείᾳ· εἰ δὲ μή, ἴστε ὡς ἡμῖν, ἂν μὲν νικῶμεν ὑμᾶς ἀρετῇ, ἡ νίκη αἰσχύνην φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττώμεθα, εὐδαιμονίαν. μάλιστα δʼ ἂν νικῴμεθα καὶ ὑμεῖς νικῴητε, εἰ παρασκευάσαισθε τῇ τῶν 247b
προγόνων δόξῃ μὴ καταχρησόμενοι μηδʼ ἀναλώσοντες αὐτήν, γνόντες ὅτι ἀνδρὶ οἰομένῳ τὶ εἶναι οὐκ ἔστιν αἴσχιον οὐδὲν ἢ παρέχειν ἑαυτὸν τιμώμενον μὴ διʼ ἑαυτὸν ἀλλὰ διὰ δόξαν προγόνων. εἶναι μὲν γὰρ τιμὰς γονέων ἐκγόνοις καλὸς θησαυρὸς καὶ μεγαλοπρεπής· χρῆσθαι δὲ καὶ χρημάτων καὶ τιμῶν θησαυρῷ, καὶ μὴ τοῖς ἐκγόνοις παραδιδόναι, αἰσχρὸν καὶ ἄνανδρον, ἀπορίᾳ ἰδίων αὑτοῦ κτημάτων τε καὶ εὐδοξιῶν. 247c
καὶ ἐὰν μὲν ταῦτα ἐπιτηδεύσητε, φίλοι παρὰ φίλους ἡμᾶς ἀφίξεσθε, ὅταν ὑμᾶς ἡ προσήκουσα μοῖρα κομίσῃ· ἀμελήσαντας δὲ ὑμᾶς καὶ κακισθέντας οὐδεὶς εὐμενῶς ὑποδέξεται. τοῖς μὲν οὖν παισὶ ταῦτʼ εἰρήσθω.
πατέρας δὲ ἡμῶν, οἷς εἰσί, καὶ μητέρας ἀεὶ χρὴ παραμυθεῖσθαι ὡς ῥᾷστα φέρειν τὴν συμφοράν, ἐὰν ἄρα συμβῇ γενέσθαι, καὶ μὴ συνοδύρεσθαι—οὐ γὰρ τοῦ λυπήσοντος 247d
προσδεήσονται· ἱκανὴ γὰρ ἔσται καὶ ἡ γενομένη τύχη τοῦτο πορίζειν—ἀλλʼ ἰωμένους καὶ πραΰνοντας ἀναμιμνῄσκειν αὐτοὺς ὅτι ὧν ηὔχοντο τὰ μέγιστα αὐτοῖς οἱ θεοὶ ἐπήκοοι γεγόνασιν. οὐ γὰρ ἀθανάτους σφίσι παῖδας ηὔχοντο γενέσθαι ἀλλʼ ἀγαθοὺς καὶ εὐκλεεῖς, ὧν ἔτυχον, μεγίστων ἀγαθῶν ὄντων· πάντα δὲ οὐ ῥᾴδιον θνητῷ ἀνδρὶ κατὰ νοῦν ἐν τῷ ἑαυτοῦ βίῳ ἐκβαίνειν. καὶ φέροντες μὲν ἀνδρείως τὰς συμφορὰς δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι 247e
καὶ αὐτοὶ τοιοῦτοι, ὑπείκοντες δὲ ὑποψίαν παρέξουσιν ἢ μὴ ἡμέτεροι εἶναι ἢ ἡμῶν τοὺς ἐπαινοῦντας καταψεύδεσθαι· χρὴ δὲ οὐδέτερα τούτων, ἀλλʼ ἐκείνους μάλιστα ἡμῶν ἐπαινέτας εἶναι ἔργῳ, παρέχοντας αὑτοὺς φαινομένους τῷ ὄντι πατέρας ὄντας ἄνδρας ἀνδρῶν. πάλαι γὰρ δὴ τὸ μηδὲν ἄγαν λεγόμενον καλῶς δοκεῖ λέγεσθαι· τῷ γὰρ ὄντι εὖ λέγεται.
ΣΩ. ὅτῳ γὰρ ἀνδρὶ εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν 248
248a
φέροντα ἢ ἐγγὺς τούτου, καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται ἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἠνάγκασται καὶ τὰ ἐκείνου, τούτῳ ἄριστα παρεσκεύασται ζῆν, οὗτός ἐστιν ὁ σώφρων καὶ οὗτος ὁ ἀνδρεῖος καὶ φρόνιμος· οὗτος γιγνομένων χρημάτων καὶ παίδων καὶ διαφθειρομένων μάλιστα πείσεται τῇ παροιμίᾳ· οὔτε γὰρ χαίρων οὔτε λυπούμενος ἄγαν φανήσεται διὰ τὸ αὑτῷ πεποιθέναι. τοιούτους 248b
δὲ ἡμεῖς γε ἀξιοῦμεν καὶ τοὺς ἡμετέρους εἶναι καὶ βουλόμεθα καὶ φαμέν, καὶ ἡμᾶς αὐτοὺς νῦν παρέχομεν τοιούτους, οὐκ ἀγανακτοῦντας οὐδὲ φοβουμένους ἄγαν εἰ δεῖ τελευτᾶν ἐν τῷ παρόντι. δεόμεθα δὴ καὶ πατέρων καὶ μητέρων τῇ αὐτῇ ταύτῃ διανοίᾳ χρωμένους τὸν ἐπίλοιπον βίον διάγειν, καὶ εἰδέναι ὅτι οὐ θρηνοῦντες οὐδὲ ὀλοφυρόμενοι ἡμᾶς ἡμῖν μάλιστα χαριοῦνται, ἀλλʼ εἴ τις ἔστι τοῖς τετελευτηκόσιν αἴσθησις 248c
τῶν ζώντων, οὕτως ἀχάριστοι εἶεν ἂν μάλιστα, ἑαυτούς τε κακοῦντες καὶ βαρέως φέροντες τὰς συμφοράς· κούφως δὲ καὶ μετρίως μάλιστʼ ἂν χαρίζοιντο. τὰ μὲν γὰρ ἡμέτερα τελευτὴν ἤδη ἕξει ἥπερ καλλίστη γίγνεται ἀνθρώποις, ὥστε πρέπει αὐτὰ μᾶλλον κοσμεῖν ἢ θρηνεῖν· γυναικῶν δὲ τῶν ἡμετέρων καὶ παίδων ἐπιμελούμενοι καὶ τρέφοντες καὶ ἐνταῦθα τὸν νοῦν τρέποντες τῆς τε τύχης μάλιστʼ ἂν εἶεν ἐν λήθῃ καὶ 248d
ζῷεν κάλλιον καὶ ὀρθότερον καὶ ἡμῖν προσφιλέστερον. ταῦτα δὴ ἱκανὰ τοῖς ἡμετέροις παρʼ ἡμῶν ἀγγέλλειν· τῇ δὲ πόλει παρακελευοίμεθʼ ἂν ὅπως ἡμῖν καὶ πατέρων καὶ ὑέων ἐπιμελήσονται, τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως· νῦν δὲ ἴσμεν ὅτι καὶ ἐὰν μὴ ἡμεῖς παρακελευώμεθα, ἱκανῶς ἐπιμελήσεται.
ταῦτα οὖν, ὦ παῖδες καὶ γονῆς τῶν τελευτησάντων, ἐκεῖνοί 248e
τε ἐπέσκηπτον ἡμῖν ἀπαγγέλλειν, καὶ ἐγὼ ὡς δύναμαι προθυμότατα ἀπαγγέλλω· καὶ αὐτὸς δέομαι ὑπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι τοὺς αὑτῶν, τῶν δὲ θαρρεῖν ὑπὲρ αὑτῶν, ὡς ἡμῶν καὶ ἰδίᾳ καὶ δημοσίᾳ γηροτροφησόντων ὑμᾶς καὶ ἐπιμελησομένων, ὅπου ἂν ἕκαστος ἑκάστῳ ἐντυγχάνῃ ὁτῳοῦν τῶν ἐκείνων.
Tokens
| ΣΩ |
1 |
w |
2 |
| ἔκ |
1 |
w |
5 |
| τε |
1 |
w |
7 |
| γὰρ |
1 |
w |
10 |
| τοῦ |
1 |
w |
13 |
| Πειραιῶς |
1 |
w |
21 |
| καὶ |
1 |
w |
24 |
| τοῦ |
2 |
w |
27 |
| ἄστεως |
1 |
w |
33 |
| ὡς |
1 |
w |
35 |
| ἁσμένως |
1 |
w |
42 |
| καὶ |
2 |
w |
45 |
| οἰκείως |
1 |
w |
52 |
| ἀλλήλοις |
1 |
w |
60 |
| συνέμειξαν |
1 |
w |
70 |
| οἱ |
1 |
w |
72 |
| πολῖται |
1 |
w |
79 |
| καὶ |
3 |
w |
82 |
| παρʼ |
1 |
w |
86 |
| ἐλπίδα |
1 |
w |
92 |
| τοῖς |
1 |
w |
96 |
| ἄλλοις |
1 |
w |
102 |
| Ἕλλησι |
1 |
w |
108 |
| τόν |
1 |
w |
112 |
| τε |
3 |
w |
114 |
| πρὸς |
1 |
w |
118 |
| τοὺς |
1 |
w |
122 |
| Ἐλευσῖνι |
1 |
w |
130 |
| πόλεμον |
1 |
w |
137 |
| ὡς |
2 |
w |
139 |
| μετρίως |
1 |
w |
146 |
| ἔθεντο |
1 |
w |
152 |
| καὶ |
4 |
w |
156 |
| τούτων |
1 |
w |
162 |
| ἁπάντων |
1 |
w |
169 |
| οὐδὲν |
1 |
w |
174 |
| ἄλλʼ |
1 |
w |
178 |
| αἴτιον |
1 |
w |
184 |
| ἢ |
1 |
w |
185 |
| ἡ |
1 |
w |
186 |
| τῷ |
1 |
w |
188 |
| ὄντι |
1 |
w |
192 |
| συγγένεια |
1 |
w |
201 |
| φιλίαν |
1 |
w |
208 |
| βέβαιον |
1 |
w |
215 |
| καὶ |
5 |
w |
218 |
| ὁμόφυλον |
1 |
w |
226 |
| οὐ |
2 |
w |
228 |
| λόγῳ |
1 |
w |
232 |
| ἀλλʼ |
1 |
w |
236 |
| ἔργῳ |
1 |
w |
240 |
| παρεχομένη |
1 |
w |
250 |
| χρὴ |
1 |
w |
254 |
| δὲ |
2 |
w |
256 |
| καὶ |
6 |
w |
259 |
| τῶν |
1 |
w |
262 |
| ἐν |
1 |
w |
264 |
| τούτῳ |
1 |
w |
269 |
| τῷ |
2 |
w |
271 |
| πολέμῳ |
1 |
w |
277 |
| τελευτησάντων |
1 |
w |
290 |
| ὑπʼ |
1 |
w |
293 |
| ἀλλήλων |
1 |
w |
300 |
| μνείαν |
1 |
w |
306 |
| ἔχειν |
1 |
w |
311 |
| καὶ |
7 |
w |
314 |
| διαλλάττειν |
1 |
w |
325 |
| αὐτοὺς |
1 |
w |
331 |
| ᾧ |
1 |
w |
332 |
| δυνάμεθα |
1 |
w |
340 |
| εὐχαῖς |
1 |
w |
347 |
| καὶ |
8 |
w |
350 |
| θυσίαις |
1 |
w |
357 |
| ἐν |
2 |
w |
360 |
| τοῖς |
2 |
w |
364 |
| τοιοῖσδε |
1 |
w |
372 |
| τοῖς |
3 |
w |
377 |
| κρατοῦσιν |
1 |
w |
386 |
| αὐτῶν |
1 |
w |
391 |
| εὐχομένους |
1 |
w |
401 |
| ἐπειδὴ |
1 |
w |
408 |
| καὶ |
9 |
w |
411 |
| ἡμεῖς |
1 |
w |
416 |
| διηλλάγμεθα |
1 |
w |
427 |
| οὐ |
3 |
w |
430 |
| γὰρ |
2 |
w |
433 |
| κακίᾳ |
1 |
w |
438 |
| ἀλλήλων |
2 |
w |
445 |
| ἥψαντο |
1 |
w |
451 |
| οὐδʼ |
1 |
w |
455 |
| ἔχθρᾳ |
1 |
w |
460 |
| ἀλλὰ |
1 |
w |
464 |
| δυστυχίᾳ |
1 |
w |
472 |
| μάρτυρες |
1 |
w |
481 |
| δὲ |
3 |
w |
483 |
| ἡμεῖς |
2 |
w |
488 |
| αὐτοί |
1 |
w |
493 |
| ἐσμεν |
1 |
w |
498 |
| τούτων |
2 |
w |
504 |
| οἱ |
2 |
w |
506 |
| ζῶντες |
1 |
w |
512 |
| οἱ |
3 |
w |
515 |
| αὐτοὶ |
1 |
w |
520 |
| γὰρ |
3 |
w |
523 |
| ὄντες |
1 |
w |
528 |
| ἐκείνοις |
1 |
w |
536 |
| γένει |
2 |
w |
541 |
| συγγνώμην |
1 |
w |
550 |
| ἀλλήλοις |
2 |
w |
558 |
| ἔχομεν |
1 |
w |
564 |
| ὧν |
1 |
w |
566 |
| τʼ |
1 |
w |
568 |
| ἐποιήσαμεν |
1 |
w |
578 |
| ὧν |
2 |
w |
580 |
| τʼ |
2 |
w |
582 |
| ἐπάθομεν |
1 |
w |
590 |
| μετὰ |
1 |
w |
595 |
| δὲ |
4 |
w |
597 |
| τοῦτο |
1 |
w |
602 |
| παντελῶς |
1 |
w |
610 |
| εἰρήνης |
1 |
w |
617 |
| ἡμῖν |
1 |
w |
621 |
| γενομένης |
1 |
w |
630 |
| ἡσυχίαν |
1 |
w |
638 |
| ἦγεν |
1 |
w |
642 |
| ἡ |
6 |
w |
643 |
| πόλις |
1 |
w |
648 |
| τοῖς |
4 |
w |
653 |
| μὲν |
1 |
w |
656 |
| βαρβάροις |
1 |
w |
665 |
| συγγιγνώσκουσα |
1 |
w |
679 |
| ὅτι |
1 |
w |
683 |
| παθόντες |
1 |
w |
691 |
| ὑπʼ |
2 |
w |
694 |
| αὐτῆς |
1 |
w |
699 |
| κακῶς |
1 |
w |
704 |
| ἱκανῶς |
1 |
w |
710 |
| οὐκ |
1 |
w |
713 |
| ἐνδεῶς |
1 |
w |
719 |
| ἠμύναντο |
1 |
w |
727 |
| τοῖς |
5 |
w |
732 |
| δὲ |
5 |
w |
734 |
| Ἕλλησιν |
1 |
w |
741 |
| ἀγανακτοῦσα |
1 |
w |
752 |
| μεμνημένη |
1 |
w |
762 |
| ὡς |
3 |
w |
764 |
| εὖ |
1 |
w |
766 |
| παθόντες |
2 |
w |
774 |
| ὑπʼ |
3 |
w |
777 |
| αὐτῆς |
2 |
w |
782 |
| οἵαν |
1 |
w |
786 |
| χάριν |
1 |
w |
791 |
| ἀπέδοσαν |
1 |
w |
799 |
| κοινωσάμενοι |
1 |
w |
812 |
| τοῖς |
6 |
w |
816 |
| βαρβάροις |
2 |
w |
825 |
| τάς |
1 |
w |
829 |
| τε |
11 |
w |
831 |
| ναῦς |
1 |
w |
835 |
| περιελόμενοι |
1 |
w |
847 |
| αἵ |
1 |
w |
849 |
| ποτʼ |
1 |
w |
853 |
| ἐκείνους |
1 |
w |
861 |
| ἔσωσαν |
1 |
w |
867 |
| καὶ |
10 |
w |
871 |
| τείχη |
1 |
w |
876 |
| καθελόντες |
1 |
w |
886 |
| ἀνθʼ |
1 |
w |
890 |
| ὧν |
3 |
w |
892 |
| ἡμεῖς |
3 |
w |
897 |
| τἀκείνων |
1 |
w |
905 |
| ἐκωλύσαμεν |
1 |
w |
915 |
| πεσεῖν |
1 |
w |
921 |
| διανοουμένη |
1 |
w |
933 |
| δὲ |
6 |
w |
935 |
| ἡ |
8 |
w |
936 |
| πόλις |
2 |
w |
941 |
| μὴ |
1 |
w |
943 |
| ἂν |
1 |
w |
945 |
| ἔτι |
1 |
w |
948 |
| ἀμῦναι |
1 |
w |
954 |
| μήτε |
1 |
w |
958 |
| Ἕλλησι |
3 |
w |
964 |
| πρὸς |
2 |
w |
968 |
| ἀλλήλων |
3 |
w |
975 |
| δουλουμένοις |
1 |
w |
987 |
| μήτε |
2 |
w |
991 |
| ὑπὸ |
1 |
w |
994 |
| βαρβάρων |
1 |
w |
1002 |
| οὕτως |
1 |
w |
1008 |
| ᾤκει |
1 |
w |
1012 |
| ἡμῶν |
1 |
w |
1017 |
| οὖν |
1 |
w |
1020 |
| ἐν |
4 |
w |
1022 |
| τοιαύτῃ |
1 |
w |
1029 |
| διανοίᾳ |
1 |
w |
1036 |
| ὄντων |
1 |
w |
1041 |
| ἡγησάμενοι |
1 |
w |
1051 |
| Λακεδαιμόνιοι |
1 |
w |
1064 |
| τοὺς |
3 |
w |
1068 |
| μὲν |
2 |
w |
1071 |
| τῆς |
3 |
w |
1074 |
| ἐλευθερίας |
1 |
w |
1084 |
| ἐπικούρους |
1 |
w |
1094 |
| πεπτωκέναι |
1 |
w |
1104 |
| ἡμᾶς |
1 |
w |
1108 |
| σφέτερον |
1 |
w |
1117 |
| δὲ |
7 |
w |
1119 |
| ἤδη |
1 |
w |
1122 |
| ἔργον |
1 |
w |
1127 |
| εἶναι |
1 |
w |
1132 |
| καταδουλοῦσθαι |
1 |
w |
1146 |
| τοὺς |
4 |
w |
1150 |
| ἄλλους |
1 |
w |
1156 |
| ταῦτʼ |
1 |
w |
1162 |
| ἔπραττον |
1 |
w |
1170 |
| καὶ |
11 |
w |
1174 |
| μηκύνειν |
1 |
w |
1182 |
| μὲν |
3 |
w |
1185 |
| τί |
1 |
w |
1187 |
| δεῖ |
1 |
w |
1190 |
| οὐ |
6 |
w |
1193 |
| γὰρ |
4 |
w |
1196 |
| πάλαι |
1 |
w |
1201 |
| οὐδὲ |
2 |
w |
1205 |
| παλαιῶν |
1 |
w |
1212 |
| ἀνθρώπων |
1 |
w |
1220 |
| γεγονότα |
1 |
w |
1228 |
| λέγοιμʼ |
1 |
w |
1235 |
| ἂν |
2 |
w |
1237 |
| τὰ |
2 |
w |
1239 |
| μετὰ |
2 |
w |
1243 |
| ταῦτα |
1 |
w |
1248 |
| αὐτοὶ |
2 |
w |
1254 |
| γὰρ |
5 |
w |
1257 |
| ἴσμεν |
1 |
w |
1262 |
| ὡς |
4 |
w |
1264 |
| ἐκπεπληγμένοι |
1 |
w |
1277 |
| ἀφίκοντο |
1 |
w |
1285 |
| εἰς |
1 |
w |
1288 |
| χρείαν |
1 |
w |
1294 |
| τῆς |
4 |
w |
1297 |
| πόλεως |
1 |
w |
1303 |
| τῶν |
3 |
w |
1306 |
| τε |
17 |
w |
1308 |
| Ἑλλήνων |
1 |
w |
1315 |
| οἱ |
4 |
w |
1317 |
| πρῶτοι |
1 |
w |
1323 |
| Ἀργεῖοι |
1 |
w |
1331 |
| καὶ |
12 |
w |
1334 |
| Βοιωτοὶ |
1 |
w |
1341 |
| καὶ |
13 |
w |
1344 |
| Κορίνθιοι |
1 |
w |
1353 |
| καὶ |
14 |
w |
1357 |
| τό |
2 |
w |
1359 |
| γε |
5 |
w |
1361 |
| θειότατον |
1 |
w |
1370 |
| πάντων |
2 |
w |
1376 |
| τὸ |
1 |
w |
1379 |
| καὶ |
15 |
w |
1382 |
| βασιλέα |
1 |
w |
1389 |
| εἰς |
2 |
w |
1392 |
| τοῦτο |
2 |
w |
1397 |
| ἀπορίας |
1 |
w |
1404 |
| ἀφικέσθαι |
1 |
w |
1413 |
| ὥστε |
1 |
w |
1418 |
| περιστῆναι |
1 |
w |
1428 |
| αὐτῷ |
1 |
w |
1432 |
| μηδαμόθεν |
1 |
w |
1441 |
| ἄλλοθεν |
1 |
w |
1448 |
| τὴν |
1 |
w |
1451 |
| σωτηρίαν |
1 |
w |
1459 |
| γενέσθαι |
1 |
w |
1467 |
| ἀλλʼ |
2 |
w |
1471 |
| ἢ |
2 |
w |
1472 |
| ἐκ |
5 |
w |
1474 |
| ταύτης |
1 |
w |
1480 |
| τῆς |
5 |
w |
1483 |
| πόλεως |
2 |
w |
1489 |
| ἣν |
1 |
w |
1492 |
| προθύμως |
1 |
w |
1500 |
| ἀπώλλυ |
1 |
w |
1506 |
| καὶ |
16 |
w |
1510 |
| δὴ |
2 |
w |
1512 |
| καὶ |
17 |
w |
1515 |
| εἴ |
1 |
w |
1517 |
| τις |
1 |
w |
1520 |
| βούλοιτο |
1 |
w |
1528 |
| τῆς |
6 |
w |
1531 |
| πόλεως |
3 |
w |
1537 |
| κατηγορῆσαι |
1 |
w |
1548 |
| δικαίως |
1 |
w |
1555 |
| τοῦτʼ |
1 |
w |
1561 |
| ἂν |
3 |
w |
1563 |
| μόνον |
1 |
w |
1568 |
| λέγων |
1 |
w |
1573 |
| ὀρθῶς |
1 |
w |
1578 |
| ἂν |
4 |
w |
1580 |
| κατηγοροῖ |
1 |
w |
1589 |
| ὡς |
5 |
w |
1592 |
| ἀεὶ |
1 |
w |
1595 |
| λίαν |
2 |
w |
1599 |
| φιλοικτίρμων |
1 |
w |
1611 |
| ἐστὶ |
1 |
w |
1615 |
| καὶ |
18 |
w |
1618 |
| τοῦ |
8 |
w |
1621 |
| ἥττονος |
1 |
w |
1628 |
| θεραπίς |
1 |
w |
1635 |
| ΣΩ |
2 |
w |
1638 |
| καὶ |
19 |
w |
1642 |
| δὴ |
3 |
w |
1644 |
| καὶ |
20 |
w |
1647 |
| ἐν |
5 |
w |
1649 |
| τῷ |
4 |
w |
1651 |
| τότε |
1 |
w |
1655 |
| χρόνῳ |
1 |
w |
1660 |
| οὐχ |
1 |
w |
1663 |
| οἵα |
2 |
w |
1666 |
| τε |
20 |
w |
1668 |
| ἐγένετο |
1 |
w |
1675 |
| καρτερῆσαι |
1 |
w |
1685 |
| οὐδὲ |
3 |
w |
1689 |
| διαφυλάξαι |
1 |
w |
1699 |
| ἃ |
1 |
w |
1700 |
| ἐδέδοκτο |
1 |
w |
1708 |
| αὐτῇ |
1 |
w |
1712 |
| τὸ |
2 |
w |
1715 |
| μηδενὶ |
1 |
w |
1721 |
| δουλουμένῳ |
1 |
w |
1731 |
| βοηθεῖν |
1 |
w |
1738 |
| τῶν |
4 |
w |
1741 |
| σφᾶς |
1 |
w |
1745 |
| ἀδικησάντων |
1 |
w |
1756 |
| ἀλλὰ |
2 |
w |
1761 |
| ἐκάμφθη |
1 |
w |
1768 |
| καὶ |
21 |
w |
1771 |
| ἐβοήθησεν |
1 |
w |
1780 |
| καὶ |
22 |
w |
1784 |
| τοὺς |
5 |
w |
1788 |
| μὲν |
4 |
w |
1791 |
| Ἕλληνας |
1 |
w |
1798 |
| αὐτὴ |
1 |
w |
1802 |
| βοηθήσασα |
1 |
w |
1811 |
| ἀπελύσατο |
1 |
w |
1820 |
| δουλείας |
1 |
w |
1828 |
| ὥστʼ |
1 |
w |
1833 |
| ἐλευθέρους |
1 |
w |
1843 |
| εἶναι |
2 |
w |
1848 |
| μέχρι |
1 |
w |
1853 |
| οὗ |
1 |
w |
1855 |
| πάλιν |
1 |
w |
1860 |
| αὐτοὶ |
3 |
w |
1865 |
| αὑτοὺς |
1 |
w |
1871 |
| κατεδουλώσαντο |
1 |
w |
1885 |
| βασιλεῖ |
1 |
w |
1893 |
| δὲ |
10 |
w |
1895 |
| αὐτὴ |
2 |
w |
1899 |
| μὲν |
5 |
w |
1902 |
| οὐκ |
2 |
w |
1905 |
| ἐτόλμησεν |
1 |
w |
1914 |
| βοηθῆσαι |
1 |
w |
1922 |
| αἰσχυνομένη |
1 |
w |
1934 |
| τὰ |
4 |
w |
1936 |
| τρόπαια |
1 |
w |
1943 |
| τά |
2 |
w |
1945 |
| τε |
23 |
w |
1947 |
| Μαραθῶνι |
1 |
w |
1955 |
| καὶ |
23 |
w |
1958 |
| Σαλαμῖνι |
1 |
w |
1966 |
| καὶ |
24 |
w |
1969 |
| Πλαταιαῖς |
1 |
w |
1978 |
| φυγάδας |
1 |
w |
1986 |
| δὲ |
11 |
w |
1988 |
| καὶ |
25 |
w |
1991 |
| ἐθελοντὰς |
1 |
w |
2000 |
| ἐάσασα |
1 |
w |
2006 |
| μόνον |
2 |
w |
2011 |
| βοηθῆσαι |
2 |
w |
2019 |
| ὁμολογουμένως |
1 |
w |
2032 |
| ἔσωσεν |
1 |
w |
2038 |
| τειχισαμένη |
1 |
w |
2050 |
| δὲ |
12 |
w |
2052 |
| καὶ |
26 |
w |
2055 |
| ναυπηγησαμένη |
1 |
w |
2068 |
| ἐκδεξαμένη |
1 |
w |
2079 |
| τὸν |
1 |
w |
2082 |
| πόλεμον |
2 |
w |
2089 |
| ἐπειδὴ |
2 |
w |
2096 |
| ἠναγκάσθη |
1 |
w |
2105 |
| πολεμεῖν |
1 |
w |
2113 |
| ὑπὲρ |
1 |
w |
2118 |
| Παρίων |
1 |
w |
2124 |
| ἐπολέμει |
1 |
w |
2132 |
| Λακεδαιμονίοις |
1 |
w |
2146 |
| φοβηθεὶς |
1 |
w |
2155 |
| δὲ |
13 |
w |
2157 |
| βασιλεὺς |
1 |
w |
2165 |
| τὴν |
2 |
w |
2168 |
| πόλιν |
1 |
w |
2173 |
| ἐπειδὴ |
3 |
w |
2180 |
| ἑώρα |
1 |
w |
2184 |
| Λακεδαιμονίους |
1 |
w |
2198 |
| τῷ |
5 |
w |
2200 |
| κατὰ |
1 |
w |
2204 |
| θάλατταν |
1 |
w |
2212 |
| πολέμῳ |
2 |
w |
2218 |
| ἀπαγορεύοντας |
1 |
w |
2231 |
| ἀποστῆναι |
1 |
w |
2241 |
| βουλόμενος |
1 |
w |
2251 |
| ἐξῄτει |
1 |
w |
2257 |
| τοὺς |
7 |
w |
2261 |
| Ἕλληνας |
2 |
w |
2268 |
| τοὺς |
8 |
w |
2272 |
| ἐν |
6 |
w |
2274 |
| τῇ |
2 |
w |
2276 |
| ἠπείρῳ |
1 |
w |
2282 |
| οὕσπερ |
1 |
w |
2289 |
| πρότερον |
1 |
w |
2297 |
| Λακεδαιμόνιοι |
2 |
w |
2310 |
| αὐτῷ |
2 |
w |
2314 |
| ἐξέδοσαν |
1 |
w |
2322 |
| εἰ |
4 |
w |
2325 |
| μέλλοι |
1 |
w |
2331 |
| συμμαχήσειν |
1 |
w |
2342 |
| ἡμῖν |
2 |
w |
2346 |
| τε |
27 |
w |
2348 |
| καὶ |
27 |
w |
2351 |
| τοῖς |
7 |
w |
2355 |
| ἄλλοις |
2 |
w |
2361 |
| συμμάχοις |
1 |
w |
2370 |
| ἡγούμενος |
1 |
w |
2380 |
| οὐκ |
3 |
w |
2383 |
| ἐθελήσειν |
1 |
w |
2392 |
| ἵνʼ |
1 |
w |
2396 |
| αὐτῷ |
3 |
w |
2400 |
| πρόφασις |
1 |
w |
2408 |
| εἴη |
1 |
w |
2411 |
| τῆς |
7 |
w |
2414 |
| ἀποστάσεως |
1 |
w |
2424 |
| καὶ |
28 |
w |
2428 |
| τῶν |
5 |
w |
2431 |
| μὲν |
6 |
w |
2434 |
| ἄλλων |
1 |
w |
2439 |
| συμμάχων |
1 |
w |
2447 |
| ἐψεύσθη |
1 |
w |
2454 |
| ἠθέλησαν |
1 |
w |
2463 |
| γὰρ |
6 |
w |
2466 |
| αὐτῷ |
4 |
w |
2470 |
| ἐκδιδόναι |
1 |
w |
2479 |
| καὶ |
29 |
w |
2482 |
| συνέθεντο |
1 |
w |
2491 |
| καὶ |
30 |
w |
2494 |
| ὤμοσαν |
1 |
w |
2500 |
| Κορίνθιοι |
2 |
w |
2509 |
| καὶ |
31 |
w |
2512 |
| Ἀργεῖοι |
2 |
w |
2519 |
| καὶ |
32 |
w |
2522 |
| Βοιωτοὶ |
2 |
w |
2529 |
| καὶ |
33 |
w |
2532 |
| οἱ |
5 |
w |
2534 |
| ἄλλοι |
3 |
w |
2539 |
| σύμμαχοι |
1 |
w |
2547 |
| εἰ |
5 |
w |
2550 |
| μέλλοι |
2 |
w |
2556 |
| χρήματα |
1 |
w |
2563 |
| παρέξειν |
1 |
w |
2571 |
| ἐκδώσειν |
1 |
w |
2580 |
| τοὺς |
9 |
w |
2584 |
| ἐν |
7 |
w |
2586 |
| τῇ |
3 |
w |
2588 |
| ἠπείρῳ |
2 |
w |
2594 |
| Ἕλληνας |
3 |
w |
2601 |
| μόνοι |
1 |
w |
2607 |
| δὲ |
14 |
w |
2609 |
| ἡμεῖς |
4 |
w |
2614 |
| οὐκ |
4 |
w |
2617 |
| ἐτολμήσαμεν |
1 |
w |
2628 |
| οὔτε |
1 |
w |
2632 |
| ἐκδοῦναι |
1 |
w |
2640 |
| οὔτε |
2 |
w |
2644 |
| ὀμόσαι |
1 |
w |
2650 |
| οὕτω |
2 |
w |
2655 |
| δή |
1 |
w |
2657 |
| τοι |
4 |
w |
2660 |
| τό |
5 |
w |
2662 |
| γε |
8 |
w |
2664 |
| τῆς |
8 |
w |
2667 |
| πόλεως |
4 |
w |
2673 |
| γενναῖον |
1 |
w |
2681 |
| καὶ |
34 |
w |
2684 |
| ἐλεύθερον |
1 |
w |
2693 |
| βέβαιόν |
1 |
w |
2700 |
| τε |
30 |
w |
2702 |
| καὶ |
35 |
w |
2705 |
| ὑγιές |
1 |
w |
2710 |
| ἐστιν |
1 |
w |
2715 |
| καὶ |
36 |
w |
2718 |
| φύσει |
1 |
w |
2723 |
| μισοβάρβαρον |
1 |
w |
2735 |
| διὰ |
1 |
w |
2739 |
| τὸ |
4 |
w |
2741 |
| εἰλικρινῶς |
1 |
w |
2751 |
| εἶναι |
3 |
w |
2756 |
| Ἕλληνας |
4 |
w |
2763 |
| καὶ |
37 |
w |
2766 |
| ἀμιγεῖς |
1 |
w |
2773 |
| βαρβάρων |
2 |
w |
2781 |
| οὐ |
13 |
w |
2784 |
| γὰρ |
7 |
w |
2787 |
| Πέλοπες |
1 |
w |
2794 |
| οὐδὲ |
4 |
w |
2798 |
| Κάδμοι |
1 |
w |
2804 |
| οὐδὲ |
5 |
w |
2808 |
| Αἴγυπτοί |
1 |
w |
2816 |
| τε |
31 |
w |
2818 |
| καὶ |
38 |
w |
2821 |
| Δαναοὶ |
1 |
w |
2827 |
| οὐδὲ |
6 |
w |
2831 |
| ἄλλοι |
4 |
w |
2836 |
| πολλοὶ |
1 |
w |
2842 |
| φύσει |
2 |
w |
2847 |
| μὲν |
7 |
w |
2850 |
| βάρβαροι |
1 |
w |
2858 |
| ὄντες |
2 |
w |
2863 |
| νόμῳ |
1 |
w |
2868 |
| δὲ |
18 |
w |
2870 |
| Ἕλληνες |
1 |
w |
2877 |
| συνοικοῦσιν |
1 |
w |
2889 |
| ἡμῖν |
3 |
w |
2893 |
| ἀλλʼ |
3 |
w |
2898 |
| αὐτοὶ |
4 |
w |
2903 |
| Ἕλληνες |
2 |
w |
2910 |
| οὐ |
17 |
w |
2913 |
| μειξοβάρβαροι |
1 |
w |
2926 |
| οἰκοῦμεν |
1 |
w |
2934 |
| ὅθεν |
1 |
w |
2939 |
| καθαρὸν |
1 |
w |
2946 |
| τὸ |
5 |
w |
2948 |
| μῖσος |
1 |
w |
2953 |
| ἐντέτηκε |
1 |
w |
2961 |
| τῇ |
4 |
w |
2963 |
| πόλει |
1 |
w |
2968 |
| τῆς |
9 |
w |
2971 |
| ἀλλοτρίας |
1 |
w |
2980 |
| φύσεως |
1 |
w |
2986 |
| ὅμως |
1 |
w |
2991 |
| δʼ |
2 |
w |
2993 |
| οὖν |
2 |
w |
2996 |
| ἐμονώθημεν |
1 |
w |
3006 |
| πάλιν |
2 |
w |
3011 |
| διὰ |
2 |
w |
3014 |
| τὸ |
6 |
w |
3016 |
| μὴ |
2 |
w |
3018 |
| ἐθέλειν |
1 |
w |
3025 |
| αἰσχρὸν |
1 |
w |
3032 |
| καὶ |
39 |
w |
3035 |
| ἀνόσιον |
1 |
w |
3042 |
| ἔργον |
2 |
w |
3047 |
| ἐργάσασθαι |
1 |
w |
3057 |
| Ἕλληνας |
5 |
w |
3064 |
| βαρβάροις |
3 |
w |
3073 |
| ἐκδόντες |
1 |
w |
3081 |
| ἐλθόντες |
1 |
w |
3090 |
| οὖν |
3 |
w |
3093 |
| εἰς |
3 |
w |
3096 |
| ταὐτὰ |
1 |
w |
3101 |
| ἐξ |
3 |
w |
3103 |
| ὧν |
4 |
w |
3105 |
| καὶ |
40 |
w |
3108 |
| τὸ |
7 |
w |
3110 |
| πρότερον |
2 |
w |
3118 |
| κατεπολεμήθημεν |
1 |
w |
3133 |
| σὺν |
1 |
w |
3137 |
| θεῷ |
1 |
w |
3140 |
| ἄμεινον |
1 |
w |
3147 |
| ἢ |
3 |
w |
3148 |
| τότε |
2 |
w |
3152 |
| ἐθέμεθα |
1 |
w |
3159 |
| τὸν |
2 |
w |
3162 |
| πόλεμον |
3 |
w |
3169 |
| καὶ |
41 |
w |
3173 |
| γὰρ |
8 |
w |
3176 |
| ναῦς |
2 |
w |
3180 |
| καὶ |
42 |
w |
3183 |
| τείχη |
2 |
w |
3188 |
| ἔχοντες |
1 |
w |
3195 |
| καὶ |
43 |
w |
3198 |
| τὰς |
2 |
w |
3201 |
| ἡμετέρας |
1 |
w |
3209 |
| αὐτῶν |
2 |
w |
3214 |
| ἀποικίας |
1 |
w |
3222 |
| ἀπηλλάγημεν |
1 |
w |
3233 |
| τοῦ |
9 |
w |
3236 |
| πολέμου |
1 |
w |
3243 |
| οὕτως |
2 |
w |
3248 |
| ὥστʼ |
2 |
w |
3253 |
| ἀγαπητῶς |
1 |
w |
3261 |
| ἀπηλλάττοντο |
1 |
w |
3273 |
| καὶ |
44 |
w |
3276 |
| οἱ |
6 |
w |
3278 |
| πολέμιοι |
1 |
w |
3286 |
| ΣΩ |
3 |
w |
3289 |
| ἀνδρῶν |
1 |
w |
3296 |
| μέντοι |
1 |
w |
3302 |
| ἀγαθῶν |
1 |
w |
3308 |
| καὶ |
45 |
w |
3311 |
| ἐν |
9 |
w |
3313 |
| τούτῳ |
2 |
w |
3318 |
| τῷ |
9 |
w |
3320 |
| πολέμῳ |
3 |
w |
3326 |
| ἐστερήθημεν |
1 |
w |
3337 |
| τῶν |
7 |
w |
3341 |
| τε |
41 |
w |
3343 |
| ἐν |
10 |
w |
3345 |
| Κορίνθῳ |
1 |
w |
3352 |
| χρησαμένων |
1 |
w |
3362 |
| δυσχωρίᾳ |
1 |
w |
3370 |
| καὶ |
46 |
w |
3373 |
| ἐν |
11 |
w |
3375 |
| Λεχαίῳ |
1 |
w |
3381 |
| προδοσίᾳ |
1 |
w |
3389 |
| ἀγαθοὶ |
1 |
w |
3396 |
| δὲ |
19 |
w |
3398 |
| καὶ |
47 |
w |
3401 |
| οἱ |
7 |
w |
3403 |
| βασιλέα |
2 |
w |
3410 |
| ἐλευθερώσαντες |
1 |
w |
3424 |
| καὶ |
48 |
w |
3427 |
| ἐκβαλόντες |
1 |
w |
3437 |
| ἐκ |
13 |
w |
3439 |
| τῆς |
10 |
w |
3442 |
| θαλάττης |
1 |
w |
3450 |
| Λακεδαιμονίους |
2 |
w |
3464 |
| ὧν |
5 |
w |
3467 |
| ἐγὼ |
1 |
w |
3470 |
| μὲν |
8 |
w |
3473 |
| ὑμᾶς |
1 |
w |
3477 |
| ἀναμιμνῄσκω |
1 |
w |
3488 |
| ὑμᾶς |
2 |
w |
3493 |
| δὲ |
20 |
w |
3495 |
| πρέπει |
1 |
w |
3501 |
| συνεπαινεῖν |
1 |
w |
3512 |
| τε |
44 |
w |
3514 |
| καὶ |
49 |
w |
3517 |
| κοσμεῖν |
1 |
w |
3524 |
| τοιούτους |
1 |
w |
3533 |
| ἄνδρας |
1 |
w |
3539 |
| καὶ |
50 |
w |
3543 |
| τὰ |
9 |
w |
3545 |
| μὲν |
9 |
w |
3548 |
| δὴ |
6 |
w |
3550 |
| ἔργα |
1 |
w |
3554 |
| ταῦτα |
2 |
w |
3559 |
| τῶν |
8 |
w |
3562 |
| ἀνδρῶν |
2 |
w |
3568 |
| τῶν |
9 |
w |
3571 |
| ἐνθάδε |
1 |
w |
3577 |
| κειμένων |
1 |
w |
3585 |
| καὶ |
51 |
w |
3588 |
| τῶν |
10 |
w |
3591 |
| ἄλλων |
2 |
w |
3596 |
| ὅσοι |
1 |
w |
3600 |
| ὑπὲρ |
2 |
w |
3604 |
| τῆς |
11 |
w |
3607 |
| πόλεως |
5 |
w |
3613 |
| τετελευτήκασι |
1 |
w |
3626 |
| πολλὰ |
1 |
w |
3632 |
| μὲν |
10 |
w |
3635 |
| τὰ |
10 |
w |
3637 |
| εἰρημένα |
1 |
w |
3645 |
| καὶ |
52 |
w |
3648 |
| καλά |
1 |
w |
3652 |
| πολὺ |
1 |
w |
3657 |
| δʼ |
3 |
w |
3659 |
| ἔτι |
2 |
w |
3662 |
| πλείω |
1 |
w |
3667 |
| καὶ |
53 |
w |
3670 |
| καλλίω |
1 |
w |
3676 |
| τὰ |
11 |
w |
3678 |
| ὑπολειπόμενα |
1 |
w |
3690 |
| πολλαὶ |
1 |
w |
3697 |
| γὰρ |
9 |
w |
3700 |
| ἂν |
5 |
w |
3702 |
| ἡμέραι |
1 |
w |
3708 |
| καὶ |
54 |
w |
3711 |
| νύκτες |
1 |
w |
3717 |
| οὐχ |
2 |
w |
3720 |
| ἱκαναὶ |
1 |
w |
3726 |
| γένοιντο |
1 |
w |
3734 |
| τῷ |
10 |
w |
3736 |
| τὰ |
12 |
w |
3738 |
| πάντα |
1 |
w |
3743 |
| μέλλοντι |
1 |
w |
3751 |
| περαίνειν |
1 |
w |
3760 |
| τούτων |
3 |
w |
3767 |
| οὖν |
4 |
w |
3770 |
| χρὴ |
2 |
w |
3773 |
| μεμνημένους |
1 |
w |
3784 |
| τοῖς |
8 |
w |
3788 |
| τούτων |
4 |
w |
3794 |
| ἐκγόνοις |
1 |
w |
3802 |
| πάντʼ |
1 |
w |
3807 |
| ἄνδρα |
2 |
w |
3812 |
| παρακελεύεσθαι |
1 |
w |
3826 |
| ὥσπερ |
1 |
w |
3832 |
| ἐν |
13 |
w |
3834 |
| πολέμῳ |
4 |
w |
3840 |
| μὴ |
3 |
w |
3843 |
| λείπειν |
1 |
w |
3850 |
| τὴν |
3 |
w |
3853 |
| τάξιν |
1 |
w |
3858 |
| τὴν |
4 |
w |
3861 |
| τῶν |
11 |
w |
3864 |
| προγόνων |
1 |
w |
3872 |
| μηδʼ |
1 |
w |
3876 |
| εἰς |
4 |
w |
3879 |
| τοὐπίσω |
1 |
w |
3886 |
| ἀναχωρεῖν |
1 |
w |
3895 |
| εἴκοντας |
1 |
w |
3903 |
| κάκῃ |
1 |
w |
3907 |
| ἐγὼ |
2 |
w |
3911 |
| μὲν |
11 |
w |
3914 |
| οὖν |
5 |
w |
3917 |
| καὶ |
55 |
w |
3920 |
| αὐτός |
1 |
w |
3925 |
| ὦ |
1 |
w |
3927 |
| παῖδες |
1 |
w |
3933 |
| ἀνδρῶν |
3 |
w |
3939 |
| ἀγαθῶν |
2 |
w |
3945 |
| νῦν |
1 |
w |
3949 |
| τε |
48 |
w |
3951 |
| παρακελεύομαι |
1 |
w |
3964 |
| καὶ |
56 |
w |
3967 |
| ἐν |
14 |
w |
3969 |
| τῷ |
11 |
w |
3971 |
| λοιπῷ |
1 |
w |
3976 |
| χρόνῳ |
2 |
w |
3981 |
| ὅπου |
1 |
w |
3986 |
| ἄν |
3 |
w |
3988 |
| τῳ |
3 |
w |
3990 |
| ἐντυγχάνω |
1 |
w |
3999 |
| ὑμῶν |
1 |
w |
4003 |
| καὶ |
57 |
w |
4007 |
| ἀναμνήσω |
1 |
w |
4015 |
| καὶ |
58 |
w |
4018 |
| διακελεύσομαι |
1 |
w |
4031 |
| προθυμεῖσθαι |
1 |
w |
4043 |
| εἶναι |
4 |
w |
4048 |
| ὡς |
6 |
w |
4050 |
| ἀρίστους |
1 |
w |
4058 |
| ἐν |
16 |
w |
4061 |
| δὲ |
21 |
w |
4063 |
| τῷ |
12 |
w |
4065 |
| παρόντι |
1 |
w |
4072 |
| δίκαιός |
1 |
w |
4079 |
| εἰμι |
1 |
w |
4083 |
| εἰπεῖν |
1 |
w |
4089 |
| ἃ |
2 |
w |
4090 |
| οἱ |
8 |
w |
4092 |
| πατέρες |
1 |
w |
4099 |
| ἡμῖν |
4 |
w |
4103 |
| ἐπέσκηπτον |
1 |
w |
4113 |
| ἀπαγγέλλειν |
1 |
w |
4124 |
| τοῖς |
9 |
w |
4128 |
| ἀεὶ |
2 |
w |
4131 |
| λειπομένοις |
1 |
w |
4142 |
| εἴ |
4 |
w |
4145 |
| τι |
10 |
w |
4147 |
| πάσχοιεν |
1 |
w |
4155 |
| ἡνίκα |
1 |
w |
4161 |
| κινδυνεύσειν |
1 |
w |
4173 |
| ἔμελλον |
1 |
w |
4180 |
| φράσω |
1 |
w |
4186 |
| δὲ |
22 |
w |
4188 |
| ὑμῖν |
1 |
w |
4192 |
| ἅ |
1 |
w |
4193 |
| τε |
49 |
w |
4195 |
| αὐτῶν |
3 |
w |
4200 |
| ἤκουσα |
1 |
w |
4206 |
| ἐκείνων |
1 |
w |
4213 |
| καὶ |
59 |
w |
4216 |
| οἷα |
1 |
w |
4219 |
| νῦν |
2 |
w |
4222 |
| ἡδέως |
1 |
w |
4227 |
| ἂν |
6 |
w |
4229 |
| εἴποιεν |
1 |
w |
4236 |
| ὑμῖν |
2 |
w |
4240 |
| λαβόντες |
1 |
w |
4248 |
| δύναμιν |
1 |
w |
4255 |
| τεκμαιρόμενος |
1 |
w |
4269 |
| ἐξ |
4 |
w |
4271 |
| ὧν |
6 |
w |
4273 |
| τότε |
3 |
w |
4277 |
| ἔλεγον |
1 |
w |
4283 |
| ἀλλὰ |
3 |
w |
4288 |
| νομίζειν |
1 |
w |
4296 |
| χρὴ |
3 |
w |
4299 |
| αὐτῶν |
4 |
w |
4304 |
| ἀκούειν |
1 |
w |
4311 |
| ἐκείνων |
2 |
w |
4318 |
| ἃ |
3 |
w |
4319 |
| ἂν |
7 |
w |
4321 |
| ἀπαγγέλλω |
1 |
w |
4330 |
| ἔλεγον |
2 |
w |
4337 |
| δὲ |
23 |
w |
4339 |
| τάδε |
1 |
w |
4343 |
| ὦ |
2 |
w |
4345 |
| παῖδες |
2 |
w |
4351 |
| ὅτι |
2 |
w |
4355 |
| μέν |
21 |
w |
4358 |
| ἐστε |
2 |
w |
4362 |
| πατέρων |
1 |
w |
4369 |
| ἀγαθῶν |
3 |
w |
4375 |
| αὐτὸ |
1 |
w |
4380 |
| μηνύει |
1 |
w |
4386 |
| τὸ |
10 |
w |
4388 |
| νῦν |
3 |
w |
4391 |
| παρόν |
2 |
w |
4396 |
| ἡμῖν |
5 |
w |
4401 |
| δὲ |
24 |
w |
4403 |
| ἐξὸν |
1 |
w |
4407 |
| ζῆν |
1 |
w |
4410 |
| μὴ |
4 |
w |
4412 |
| καλῶς |
1 |
w |
4417 |
| καλῶς |
2 |
w |
4423 |
| αἱρούμεθα |
1 |
w |
4432 |
| μᾶλλον |
1 |
w |
4438 |
| τελευτᾶν |
1 |
w |
4446 |
| πρὶν |
1 |
w |
4451 |
| ὑμᾶς |
3 |
w |
4455 |
| τε |
55 |
w |
4457 |
| καὶ |
60 |
w |
4460 |
| τοὺς |
10 |
w |
4464 |
| ἔπειτα |
1 |
w |
4470 |
| εἰς |
5 |
w |
4473 |
| ὀνείδη |
1 |
w |
4479 |
| καταστῆσαι |
1 |
w |
4489 |
| καὶ |
61 |
w |
4492 |
| πρὶν |
2 |
w |
4496 |
| τοὺς |
11 |
w |
4500 |
| ἡμετέρους |
1 |
w |
4509 |
| πατέρας |
1 |
w |
4516 |
| καὶ |
62 |
w |
4519 |
| πᾶν |
1 |
w |
4522 |
| τὸ |
11 |
w |
4524 |
| πρόσθεν |
1 |
w |
4531 |
| γένος |
1 |
w |
4536 |
| αἰσχῦναι |
1 |
w |
4544 |
| ἡγούμενοι |
1 |
w |
4554 |
| τῷ |
13 |
w |
4556 |
| τοὺς |
12 |
w |
4560 |
| αὑτοῦ |
1 |
w |
4565 |
| αἰσχύναντι |
1 |
w |
4575 |
| ἀβίωτον |
1 |
w |
4582 |
| εἶναι |
5 |
w |
4587 |
| καὶ |
63 |
w |
4591 |
| τῷ |
14 |
w |
4593 |
| τοιούτῳ |
1 |
w |
4600 |
| οὔτε |
3 |
w |
4604 |
| τινὰ |
1 |
w |
4608 |
| ἀνθρώπων |
2 |
w |
4616 |
| οὔτε |
4 |
w |
4620 |
| θεῶν |
1 |
w |
4624 |
| φίλον |
1 |
w |
4629 |
| εἶναι |
6 |
w |
4634 |
| οὔτʼ |
1 |
w |
4638 |
| ἐπὶ |
1 |
w |
4641 |
| γῆς |
1 |
w |
4644 |
| οὔθʼ |
1 |
w |
4648 |
| ὑπὸ |
2 |
w |
4651 |
| γῆς |
2 |
w |
4654 |
| τελευτήσαντι |
1 |
w |
4666 |
| χρὴ |
4 |
w |
4670 |
| οὖν |
6 |
w |
4673 |
| μεμνημένους |
2 |
w |
4684 |
| τῶν |
14 |
w |
4687 |
| ἡμετέρων |
1 |
w |
4695 |
| λόγων |
1 |
w |
4700 |
| ἐάν |
1 |
w |
4704 |
| τι |
15 |
w |
4706 |
| καὶ |
64 |
w |
4709 |
| ἄλλο |
7 |
w |
4713 |
| ἀσκῆτε |
1 |
w |
4719 |
| ἀσκεῖν |
1 |
w |
4726 |
| μετʼ |
1 |
w |
4730 |
| ἀρετῆς |
1 |
w |
4736 |
| εἰδότας |
1 |
w |
4744 |
| ὅτι |
3 |
w |
4747 |
| τούτου |
1 |
w |
4753 |
| λειπόμενα |
2 |
w |
4762 |
| πάντα |
2 |
w |
4767 |
| καὶ |
65 |
w |
4770 |
| κτήματα |
1 |
w |
4777 |
| καὶ |
66 |
w |
4780 |
| ἐπιτηδεύματα |
1 |
w |
4792 |
| αἰσχρὰ |
1 |
w |
4798 |
| καὶ |
67 |
w |
4801 |
| κακά |
1 |
w |
4805 |
| οὔτε |
5 |
w |
4810 |
| γὰρ |
10 |
w |
4813 |
| πλοῦτος |
1 |
w |
4820 |
| κάλλος |
1 |
w |
4826 |
| φέρει |
1 |
w |
4831 |
| τῷ |
15 |
w |
4833 |
| κεκτημένῳ |
1 |
w |
4842 |
| μετʼ |
2 |
w |
4846 |
| ἀνανδρίας |
1 |
w |
4855 |
| ἄλλῳ |
1 |
w |
4860 |
| γὰρ |
11 |
w |
4863 |
| ὁ |
3 |
w |
4864 |
| τοιοῦτος |
1 |
w |
4872 |
| πλουτεῖ |
1 |
w |
4879 |
| καὶ |
68 |
w |
4882 |
| οὐχ |
3 |
w |
4885 |
| ἑαυτῷ |
1 |
w |
4890 |
| οὔτε |
6 |
w |
4895 |
| σώματος |
1 |
w |
4902 |
| κάλλος |
2 |
w |
4908 |
| καὶ |
69 |
w |
4911 |
| ἰσχὺς |
1 |
w |
4916 |
| δειλῷ |
1 |
w |
4921 |
| καὶ |
70 |
w |
4924 |
| κακῷ |
1 |
w |
4928 |
| συνοικοῦντα |
1 |
w |
4939 |
| πρέποντα |
1 |
w |
4947 |
| φαίνεται |
1 |
w |
4955 |
| ἀλλʼ |
4 |
w |
4959 |
| ἀπρεπῆ |
1 |
w |
4965 |
| καὶ |
71 |
w |
4969 |
| ἐπιφανέστερον |
1 |
w |
4982 |
| ποιεῖ |
1 |
w |
4987 |
| τὸν |
3 |
w |
4990 |
| ἔχοντα |
1 |
w |
4996 |
| καὶ |
72 |
w |
4999 |
| ἐκφαίνει |
1 |
w |
5007 |
| τὴν |
5 |
w |
5010 |
| δειλίαν |
1 |
w |
5017 |
| ΣΩ |
4 |
w |
5020 |
| πᾶσά |
1 |
w |
5025 |
| τε |
64 |
w |
5027 |
| ἐπιστήμη |
1 |
w |
5035 |
| χωριζομένη |
1 |
w |
5045 |
| δικαιοσύνης |
1 |
w |
5056 |
| καὶ |
73 |
w |
5059 |
| τῆς |
13 |
w |
5062 |
| ἄλλης |
1 |
w |
5067 |
| ἀρετῆς |
2 |
w |
5073 |
| πανουργία |
1 |
w |
5082 |
| οὐ |
21 |
w |
5085 |
| σοφία |
1 |
w |
5090 |
| φαίνεται |
2 |
w |
5098 |
| ὧν |
7 |
w |
5101 |
| ἕνεκα |
1 |
w |
5106 |
| καὶ |
74 |
w |
5109 |
| πρῶτον |
1 |
w |
5115 |
| καὶ |
75 |
w |
5118 |
| ὕστατον |
1 |
w |
5125 |
| καὶ |
76 |
w |
5128 |
| διὰ |
3 |
w |
5131 |
| παντὸς |
1 |
w |
5137 |
| πᾶσαν |
1 |
w |
5142 |
| πάντως |
1 |
w |
5148 |
| προθυμίαν |
1 |
w |
5157 |
| πειρᾶσθε |
1 |
w |
5165 |
| ἔχειν |
2 |
w |
5170 |
| ὅπως |
1 |
w |
5174 |
| μάλιστα |
1 |
w |
5181 |
| μὲν |
12 |
w |
5184 |
| ὑπερβαλεῖσθε |
1 |
w |
5196 |
| καὶ |
77 |
w |
5199 |
| ἡμᾶς |
2 |
w |
5203 |
| καὶ |
78 |
w |
5206 |
| τοὺς |
13 |
w |
5210 |
| πρόσθεν |
2 |
w |
5217 |
| εὐκλείᾳ |
1 |
w |
5224 |
| εἰ |
14 |
w |
5227 |
| δὲ |
25 |
w |
5229 |
| μή |
5 |
w |
5231 |
| ἴστε |
1 |
w |
5236 |
| ὡς |
7 |
w |
5238 |
| ἡμῖν |
6 |
w |
5242 |
| ἂν |
8 |
w |
5245 |
| μὲν |
13 |
w |
5248 |
| νικῶμεν |
1 |
w |
5255 |
| ὑμᾶς |
4 |
w |
5259 |
| ἀρετῇ |
1 |
w |
5264 |
| ἡ |
27 |
w |
5266 |
| νίκη |
1 |
w |
5270 |
| αἰσχύνην |
1 |
w |
5278 |
| φέρει |
2 |
w |
5283 |
| ἡ |
28 |
w |
5285 |
| δὲ |
26 |
w |
5287 |
| ἧττα |
1 |
w |
5291 |
| ἐὰν |
1 |
w |
5295 |
| ἡττώμεθα |
1 |
w |
5303 |
| εὐδαιμονίαν |
1 |
w |
5315 |
| μάλιστα |
2 |
w |
5323 |
| δʼ |
5 |
w |
5325 |
| ἂν |
9 |
w |
5327 |
| νικῴμεθα |
1 |
w |
5335 |
| καὶ |
79 |
w |
5338 |
| ὑμεῖς |
1 |
w |
5343 |
| νικῴητε |
1 |
w |
5350 |
| εἰ |
15 |
w |
5353 |
| παρασκευάσαισθε |
1 |
w |
5368 |
| τῇ |
6 |
w |
5370 |
| τῶν |
15 |
w |
5373 |
| προγόνων |
2 |
w |
5381 |
| δόξῃ |
1 |
w |
5385 |
| μὴ |
5 |
w |
5387 |
| καταχρησόμενοι |
1 |
w |
5401 |
| μηδʼ |
2 |
w |
5405 |
| ἀναλώσοντες |
1 |
w |
5416 |
| αὐτήν |
1 |
w |
5421 |
| γνόντες |
1 |
w |
5429 |
| ὅτι |
4 |
w |
5432 |
| ἀνδρὶ |
1 |
w |
5437 |
| οἰομένῳ |
1 |
w |
5444 |
| τὶ |
2 |
w |
5446 |
| εἶναι |
7 |
w |
5451 |
| οὐκ |
5 |
w |
5454 |
| ἔστιν |
1 |
w |
5459 |
| αἴσχιον |
1 |
w |
5466 |
| οὐδὲν |
2 |
w |
5471 |
| ἢ |
4 |
w |
5472 |
| παρέχειν |
1 |
w |
5480 |
| ἑαυτὸν |
1 |
w |
5486 |
| τιμώμενον |
1 |
w |
5495 |
| μὴ |
6 |
w |
5497 |
| διʼ |
1 |
w |
5500 |
| ἑαυτὸν |
2 |
w |
5506 |
| ἀλλὰ |
4 |
w |
5510 |
| διὰ |
4 |
w |
5513 |
| δόξαν |
1 |
w |
5518 |
| προγόνων |
3 |
w |
5526 |
| εἶναι |
8 |
w |
5532 |
| μὲν |
14 |
w |
5535 |
| γὰρ |
12 |
w |
5538 |
| τιμὰς |
1 |
w |
5543 |
| γονέων |
1 |
w |
5549 |
| ἐκγόνοις |
2 |
w |
5557 |
| καλὸς |
1 |
w |
5562 |
| θησαυρὸς |
1 |
w |
5570 |
| καὶ |
80 |
w |
5573 |
| μεγαλοπρεπής |
1 |
w |
5585 |
| χρῆσθαι |
1 |
w |
5593 |
| δὲ |
28 |
w |
5595 |
| καὶ |
81 |
w |
5598 |
| χρημάτων |
1 |
w |
5606 |
| καὶ |
82 |
w |
5609 |
| τιμῶν |
1 |
w |
5614 |
| θησαυρῷ |
1 |
w |
5621 |
| καὶ |
83 |
w |
5625 |
| μὴ |
7 |
w |
5627 |
| τοῖς |
10 |
w |
5631 |
| ἐκγόνοις |
3 |
w |
5639 |
| παραδιδόναι |
1 |
w |
5650 |
| αἰσχρὸν |
2 |
w |
5658 |
| καὶ |
84 |
w |
5661 |
| ἄνανδρον |
1 |
w |
5669 |
| ἀπορίᾳ |
1 |
w |
5676 |
| ἰδίων |
1 |
w |
5681 |
| αὑτοῦ |
2 |
w |
5686 |
| κτημάτων |
1 |
w |
5694 |
| τε |
69 |
w |
5696 |
| καὶ |
85 |
w |
5699 |
| εὐδοξιῶν |
1 |
w |
5707 |
| καὶ |
86 |
w |
5711 |
| ἐὰν |
2 |
w |
5714 |
| μὲν |
15 |
w |
5717 |
| ταῦτα |
3 |
w |
5722 |
| ἐπιτηδεύσητε |
1 |
w |
5734 |
| φίλοι |
1 |
w |
5740 |
| παρὰ |
1 |
w |
5744 |
| φίλους |
1 |
w |
5750 |
| ἡμᾶς |
3 |
w |
5754 |
| ἀφίξεσθε |
1 |
w |
5762 |
| ὅταν |
1 |
w |
5767 |
| ὑμᾶς |
5 |
w |
5771 |
| ἡ |
31 |
w |
5772 |
| προσήκουσα |
1 |
w |
5782 |
| μοῖρα |
1 |
w |
5787 |
| κομίσῃ |
1 |
w |
5793 |
| ἀμελήσαντας |
1 |
w |
5805 |
| δὲ |
29 |
w |
5807 |
| ὑμᾶς |
6 |
w |
5811 |
| καὶ |
87 |
w |
5814 |
| κακισθέντας |
1 |
w |
5825 |
| οὐδεὶς |
1 |
w |
5831 |
| εὐμενῶς |
1 |
w |
5838 |
| ὑποδέξεται |
1 |
w |
5848 |
| τοῖς |
11 |
w |
5853 |
| μὲν |
16 |
w |
5856 |
| οὖν |
7 |
w |
5859 |
| παισὶ |
1 |
w |
5864 |
| ταῦτʼ |
2 |
w |
5869 |
| εἰρήσθω |
1 |
w |
5876 |
| πατέρας |
2 |
w |
5884 |
| δὲ |
30 |
w |
5886 |
| ἡμῶν |
2 |
w |
5890 |
| οἷς |
1 |
w |
5894 |
| εἰσί |
1 |
w |
5898 |
| καὶ |
88 |
w |
5902 |
| μητέρας |
1 |
w |
5909 |
| ἀεὶ |
3 |
w |
5912 |
| χρὴ |
5 |
w |
5915 |
| παραμυθεῖσθαι |
1 |
w |
5928 |
| ὡς |
8 |
w |
5930 |
| ῥᾷστα |
1 |
w |
5935 |
| φέρειν |
1 |
w |
5941 |
| τὴν |
6 |
w |
5944 |
| συμφοράν |
1 |
w |
5952 |
| ἐὰν |
3 |
w |
5956 |
| ἄρα |
1 |
w |
5959 |
| συμβῇ |
1 |
w |
5964 |
| γενέσθαι |
2 |
w |
5972 |
| καὶ |
89 |
w |
5976 |
| μὴ |
8 |
w |
5978 |
| συνοδύρεσθαι |
1 |
w |
5990 |
| οὐ |
25 |
w |
5993 |
| γὰρ |
13 |
w |
5996 |
| τοῦ |
12 |
w |
5999 |
| λυπήσοντος |
1 |
w |
6009 |
| προσδεήσονται |
1 |
w |
6022 |
| ἱκανὴ |
1 |
w |
6028 |
| γὰρ |
14 |
w |
6031 |
| ἔσται |
1 |
w |
6036 |
| καὶ |
90 |
w |
6039 |
| ἡ |
33 |
w |
6040 |
| γενομένη |
2 |
w |
6048 |
| τύχη |
1 |
w |
6052 |
| τοῦτο |
3 |
w |
6057 |
| πορίζειν |
1 |
w |
6065 |
| ἀλλʼ |
5 |
w |
6070 |
| ἰωμένους |
1 |
w |
6078 |
| καὶ |
91 |
w |
6081 |
| πραΰνοντας |
1 |
w |
6091 |
| ἀναμιμνῄσκειν |
1 |
w |
6104 |
| αὐτοὺς |
2 |
w |
6110 |
| ὅτι |
5 |
w |
6113 |
| ὧν |
8 |
w |
6115 |
| ηὔχοντο |
1 |
w |
6122 |
| τὰ |
13 |
w |
6124 |
| μέγιστα |
1 |
w |
6131 |
| αὐτοῖς |
1 |
w |
6137 |
| οἱ |
9 |
w |
6139 |
| θεοὶ |
1 |
w |
6143 |
| ἐπήκοοι |
1 |
w |
6150 |
| γεγόνασιν |
1 |
w |
6159 |
| οὐ |
26 |
w |
6162 |
| γὰρ |
15 |
w |
6165 |
| ἀθανάτους |
1 |
w |
6174 |
| σφίσι |
1 |
w |
6179 |
| παῖδας |
1 |
w |
6185 |
| ηὔχοντο |
2 |
w |
6192 |
| γενέσθαι |
3 |
w |
6200 |
| ἀλλʼ |
6 |
w |
6204 |
| ἀγαθοὺς |
1 |
w |
6211 |
| καὶ |
92 |
w |
6214 |
| εὐκλεεῖς |
1 |
w |
6222 |
| ὧν |
9 |
w |
6225 |
| ἔτυχον |
1 |
w |
6231 |
| μεγίστων |
1 |
w |
6240 |
| ἀγαθῶν |
4 |
w |
6246 |
| ὄντων |
2 |
w |
6251 |
| πάντα |
3 |
w |
6257 |
| δὲ |
31 |
w |
6259 |
| οὐ |
27 |
w |
6261 |
| ῥᾴδιον |
1 |
w |
6267 |
| θνητῷ |
1 |
w |
6272 |
| ἀνδρὶ |
2 |
w |
6277 |
| κατὰ |
2 |
w |
6281 |
| νοῦν |
1 |
w |
6285 |
| ἐν |
17 |
w |
6287 |
| τῷ |
18 |
w |
6289 |
| ἑαυτοῦ |
1 |
w |
6295 |
| βίῳ |
1 |
w |
6298 |
| ἐκβαίνειν |
1 |
w |
6307 |
| καὶ |
93 |
w |
6311 |
| φέροντες |
1 |
w |
6319 |
| μὲν |
17 |
w |
6322 |
| ἀνδρείως |
1 |
w |
6330 |
| τὰς |
3 |
w |
6333 |
| συμφορὰς |
1 |
w |
6341 |
| δόξουσι |
1 |
w |
6348 |
| τῷ |
19 |
w |
6350 |
| ὄντι |
2 |
w |
6354 |
| ἀνδρείων |
1 |
w |
6362 |
| παίδων |
1 |
w |
6368 |
| πατέρες |
2 |
w |
6375 |
| εἶναι |
9 |
w |
6380 |
| καὶ |
94 |
w |
6383 |
| αὐτοὶ |
5 |
w |
6388 |
| τοιοῦτοι |
1 |
w |
6396 |
| ὑπείκοντες |
1 |
w |
6407 |
| δὲ |
32 |
w |
6409 |
| ὑποψίαν |
1 |
w |
6416 |
| παρέξουσιν |
1 |
w |
6426 |
| ἢ |
5 |
w |
6427 |
| μὴ |
9 |
w |
6429 |
| ἡμέτεροι |
1 |
w |
6437 |
| εἶναι |
10 |
w |
6442 |
| ἢ |
6 |
w |
6443 |
| ἡμῶν |
3 |
w |
6447 |
| τοὺς |
15 |
w |
6451 |
| ἐπαινοῦντας |
1 |
w |
6462 |
| καταψεύδεσθαι |
1 |
w |
6475 |
| χρὴ |
6 |
w |
6479 |
| δὲ |
33 |
w |
6481 |
| οὐδέτερα |
1 |
w |
6489 |
| τούτων |
5 |
w |
6495 |
| ἀλλʼ |
7 |
w |
6500 |
| ἐκείνους |
2 |
w |
6508 |
| μάλιστα |
3 |
w |
6515 |
| ἡμῶν |
4 |
w |
6519 |
| ἐπαινέτας |
1 |
w |
6528 |
| εἶναι |
11 |
w |
6533 |
| ἔργῳ |
2 |
w |
6537 |
| παρέχοντας |
1 |
w |
6548 |
| αὑτοὺς |
2 |
w |
6554 |
| φαινομένους |
1 |
w |
6565 |
| τῷ |
20 |
w |
6567 |
| ὄντι |
3 |
w |
6571 |
| πατέρας |
3 |
w |
6578 |
| ὄντας |
1 |
w |
6583 |
| ἄνδρας |
2 |
w |
6589 |
| ἀνδρῶν |
4 |
w |
6595 |
| πάλαι |
2 |
w |
6601 |
| γὰρ |
16 |
w |
6604 |
| δὴ |
7 |
w |
6606 |
| τὸ |
16 |
w |
6608 |
| μηδὲν |
1 |
w |
6613 |
| ἄγαν |
1 |
w |
6617 |
| λεγόμενον |
1 |
w |
6626 |
| καλῶς |
3 |
w |
6631 |
| δοκεῖ |
1 |
w |
6636 |
| λέγεσθαι |
1 |
w |
6644 |
| τῷ |
21 |
w |
6647 |
| γὰρ |
17 |
w |
6650 |
| ὄντι |
4 |
w |
6654 |
| εὖ |
2 |
w |
6656 |
| λέγεται |
1 |
w |
6663 |
| ΣΩ |
5 |
w |
6666 |
| ὅτῳ |
1 |
w |
6670 |
| γὰρ |
18 |
w |
6673 |
| ἀνδρὶ |
3 |
w |
6678 |
| εἰς |
6 |
w |
6681 |
| ἑαυτὸν |
3 |
w |
6687 |
| ἀνήρτηται |
1 |
w |
6696 |
| πάντα |
4 |
w |
6701 |
| τὰ |
16 |
w |
6703 |
| πρὸς |
3 |
w |
6707 |
| εὐδαιμονίαν |
2 |
w |
6718 |
| φέροντα |
1 |
w |
6725 |
| ἢ |
7 |
w |
6726 |
| ἐγγὺς |
1 |
w |
6731 |
| τούτου |
2 |
w |
6737 |
| καὶ |
95 |
w |
6741 |
| μὴ |
10 |
w |
6743 |
| ἐν |
18 |
w |
6745 |
| ἄλλοις |
3 |
w |
6751 |
| ἀνθρώποις |
1 |
w |
6760 |
| αἰωρεῖται |
1 |
w |
6769 |
| ἐξ |
6 |
w |
6771 |
| ὧν |
10 |
w |
6773 |
| ἢ |
8 |
w |
6774 |
| εὖ |
3 |
w |
6776 |
| ἢ |
9 |
w |
6777 |
| κακῶς |
2 |
w |
6782 |
| πραξάντων |
1 |
w |
6791 |
| πλανᾶσθαι |
1 |
w |
6800 |
| ἠνάγκασται |
1 |
w |
6810 |
| καὶ |
96 |
w |
6813 |
| τὰ |
17 |
w |
6815 |
| ἐκείνου |
3 |
w |
6822 |
| τούτῳ |
3 |
w |
6828 |
| ἄριστα |
1 |
w |
6834 |
| παρεσκεύασται |
1 |
w |
6847 |
| ζῆν |
2 |
w |
6850 |
| οὗτός |
1 |
w |
6856 |
| ἐστιν |
2 |
w |
6861 |
| ὁ |
4 |
w |
6862 |
| σώφρων |
1 |
w |
6868 |
| καὶ |
97 |
w |
6871 |
| οὗτος |
1 |
w |
6876 |
| ὁ |
5 |
w |
6877 |
| ἀνδρεῖος |
1 |
w |
6885 |
| καὶ |
98 |
w |
6888 |
| φρόνιμος |
1 |
w |
6896 |
| οὗτος |
2 |
w |
6902 |
| γιγνομένων |
1 |
w |
6912 |
| χρημάτων |
2 |
w |
6920 |
| καὶ |
99 |
w |
6923 |
| παίδων |
2 |
w |
6929 |
| καὶ |
100 |
w |
6932 |
| διαφθειρομένων |
1 |
w |
6946 |
| μάλιστα |
4 |
w |
6953 |
| πείσεται |
1 |
w |
6961 |
| τῇ |
7 |
w |
6963 |
| παροιμίᾳ |
1 |
w |
6971 |
| οὔτε |
7 |
w |
6976 |
| γὰρ |
19 |
w |
6979 |
| χαίρων |
1 |
w |
6985 |
| οὔτε |
8 |
w |
6989 |
| λυπούμενος |
1 |
w |
6999 |
| ἄγαν |
2 |
w |
7003 |
| φανήσεται |
1 |
w |
7012 |
| διὰ |
5 |
w |
7015 |
| τὸ |
18 |
w |
7017 |
| αὑτῷ |
1 |
w |
7021 |
| πεποιθέναι |
1 |
w |
7031 |
| τοιούτους |
2 |
w |
7041 |
| δὲ |
35 |
w |
7043 |
| ἡμεῖς |
5 |
w |
7048 |
| γε |
17 |
w |
7050 |
| ἀξιοῦμεν |
1 |
w |
7058 |
| καὶ |
101 |
w |
7061 |
| τοὺς |
17 |
w |
7065 |
| ἡμετέρους |
2 |
w |
7074 |
| εἶναι |
12 |
w |
7079 |
| καὶ |
102 |
w |
7082 |
| βουλόμεθα |
1 |
w |
7091 |
| καὶ |
103 |
w |
7094 |
| φαμέν |
1 |
w |
7099 |
| καὶ |
104 |
w |
7103 |
| ἡμᾶς |
4 |
w |
7107 |
| αὐτοὺς |
3 |
w |
7113 |
| νῦν |
4 |
w |
7116 |
| παρέχομεν |
1 |
w |
7125 |
| τοιούτους |
3 |
w |
7134 |
| οὐκ |
6 |
w |
7138 |
| ἀγανακτοῦντας |
1 |
w |
7151 |
| οὐδὲ |
8 |
w |
7155 |
| φοβουμένους |
1 |
w |
7166 |
| ἄγαν |
3 |
w |
7170 |
| εἰ |
19 |
w |
7172 |
| δεῖ |
2 |
w |
7175 |
| τελευτᾶν |
2 |
w |
7183 |
| ἐν |
19 |
w |
7185 |
| τῷ |
23 |
w |
7187 |
| παρόντι |
2 |
w |
7194 |
| δεόμεθα |
1 |
w |
7202 |
| δὴ |
8 |
w |
7204 |
| καὶ |
105 |
w |
7207 |
| πατέρων |
2 |
w |
7214 |
| καὶ |
106 |
w |
7217 |
| μητέρων |
1 |
w |
7224 |
| τῇ |
8 |
w |
7226 |
| αὐτῇ |
2 |
w |
7230 |
| ταύτῃ |
1 |
w |
7235 |
| διανοίᾳ |
2 |
w |
7242 |
| χρωμένους |
1 |
w |
7251 |
| τὸν |
7 |
w |
7254 |
| ἐπίλοιπον |
1 |
w |
7263 |
| βίον |
1 |
w |
7267 |
| διάγειν |
1 |
w |
7274 |
| καὶ |
107 |
w |
7278 |
| εἰδέναι |
1 |
w |
7285 |
| ὅτι |
6 |
w |
7288 |
| οὐ |
31 |
w |
7290 |
| θρηνοῦντες |
1 |
w |
7300 |
| οὐδὲ |
9 |
w |
7304 |
| ὀλοφυρόμενοι |
1 |
w |
7316 |
| ἡμᾶς |
5 |
w |
7320 |
| ἡμῖν |
7 |
w |
7324 |
| μάλιστα |
5 |
w |
7331 |
| χαριοῦνται |
1 |
w |
7341 |
| ἀλλʼ |
8 |
w |
7346 |
| εἴ |
6 |
w |
7348 |
| τις |
2 |
w |
7351 |
| ἔστι |
2 |
w |
7355 |
| τοῖς |
13 |
w |
7359 |
| τετελευτηκόσιν |
1 |
w |
7373 |
| αἴσθησις |
1 |
w |
7381 |
| τῶν |
16 |
w |
7384 |
| ζώντων |
1 |
w |
7390 |
| οὕτως |
3 |
w |
7396 |
| ἀχάριστοι |
1 |
w |
7405 |
| εἶεν |
1 |
w |
7409 |
| ἂν |
10 |
w |
7411 |
| μάλιστα |
6 |
w |
7418 |
| ἑαυτούς |
1 |
w |
7426 |
| τε |
81 |
w |
7428 |
| κακοῦντες |
1 |
w |
7437 |
| καὶ |
108 |
w |
7440 |
| βαρέως |
1 |
w |
7446 |
| φέροντες |
2 |
w |
7454 |
| τὰς |
4 |
w |
7457 |
| συμφοράς |
1 |
w |
7465 |
| κούφως |
1 |
w |
7472 |
| δὲ |
38 |
w |
7474 |
| καὶ |
109 |
w |
7477 |
| μετρίως |
2 |
w |
7484 |
| μάλιστʼ |
1 |
w |
7491 |
| ἂν |
11 |
w |
7493 |
| χαρίζοιντο |
1 |
w |
7503 |
| τὰ |
19 |
w |
7506 |
| μὲν |
18 |
w |
7509 |
| γὰρ |
20 |
w |
7512 |
| ἡμέτερα |
1 |
w |
7519 |
| τελευτὴν |
1 |
w |
7527 |
| ἤδη |
2 |
w |
7530 |
| ἕξει |
1 |
w |
7534 |
| ἥπερ |
1 |
w |
7538 |
| καλλίστη |
1 |
w |
7546 |
| γίγνεται |
1 |
w |
7554 |
| ἀνθρώποις |
2 |
w |
7563 |
| ὥστε |
2 |
w |
7568 |
| πρέπει |
2 |
w |
7574 |
| αὐτὰ |
2 |
w |
7578 |
| μᾶλλον |
2 |
w |
7584 |
| κοσμεῖν |
2 |
w |
7591 |
| ἢ |
10 |
w |
7592 |
| θρηνεῖν |
1 |
w |
7599 |
| γυναικῶν |
1 |
w |
7608 |
| δὲ |
39 |
w |
7610 |
| τῶν |
17 |
w |
7613 |
| ἡμετέρων |
2 |
w |
7621 |
| καὶ |
110 |
w |
7624 |
| παίδων |
3 |
w |
7630 |
| ἐπιμελούμενοι |
1 |
w |
7643 |
| καὶ |
111 |
w |
7646 |
| τρέφοντες |
1 |
w |
7655 |
| καὶ |
112 |
w |
7658 |
| ἐνταῦθα |
1 |
w |
7665 |
| τὸν |
8 |
w |
7668 |
| νοῦν |
4 |
w |
7672 |
| τρέποντες |
1 |
w |
7681 |
| τῆς |
15 |
w |
7684 |
| τε |
89 |
w |
7686 |
| τύχης |
1 |
w |
7691 |
| μάλιστʼ |
2 |
w |
7698 |
| ἂν |
12 |
w |
7700 |
| εἶεν |
2 |
w |
7704 |
| ἐν |
21 |
w |
7706 |
| λήθῃ |
1 |
w |
7710 |
| καὶ |
113 |
w |
7713 |
| ζῷεν |
1 |
w |
7717 |
| κάλλιον |
1 |
w |
7724 |
| καὶ |
114 |
w |
7727 |
| ὀρθότερον |
1 |
w |
7736 |
| καὶ |
115 |
w |
7739 |
| ἡμῖν |
8 |
w |
7743 |
| προσφιλέστερον |
1 |
w |
7757 |
| ταῦτα |
4 |
w |
7763 |
| δὴ |
9 |
w |
7765 |
| ἱκανὰ |
1 |
w |
7770 |
| τοῖς |
14 |
w |
7774 |
| ἡμετέροις |
1 |
w |
7783 |
| παρʼ |
2 |
w |
7787 |
| ἡμῶν |
5 |
w |
7791 |
| ἀγγέλλειν |
1 |
w |
7800 |
| τῇ |
10 |
w |
7803 |
| δὲ |
40 |
w |
7805 |
| πόλει |
2 |
w |
7810 |
| παρακελευοίμεθʼ |
1 |
w |
7825 |
| ἂν |
13 |
w |
7827 |
| ὅπως |
2 |
w |
7831 |
| ἡμῖν |
9 |
w |
7835 |
| καὶ |
116 |
w |
7838 |
| πατέρων |
3 |
w |
7845 |
| καὶ |
117 |
w |
7848 |
| ὑέων |
1 |
w |
7852 |
| ἐπιμελήσονται |
1 |
w |
7865 |
| τοὺς |
19 |
w |
7870 |
| μὲν |
19 |
w |
7873 |
| παιδεύοντες |
1 |
w |
7884 |
| κοσμίως |
1 |
w |
7891 |
| τοὺς |
20 |
w |
7896 |
| δὲ |
41 |
w |
7898 |
| γηροτροφοῦντες |
1 |
w |
7912 |
| ἀξίως |
1 |
w |
7917 |
| νῦν |
5 |
w |
7921 |
| δὲ |
42 |
w |
7923 |
| ἴσμεν |
2 |
w |
7928 |
| ὅτι |
7 |
w |
7931 |
| καὶ |
118 |
w |
7934 |
| ἐὰν |
4 |
w |
7937 |
| μὴ |
11 |
w |
7939 |
| ἡμεῖς |
6 |
w |
7944 |
| παρακελευώμεθα |
1 |
w |
7958 |
| ἱκανῶς |
2 |
w |
7965 |
| ἐπιμελήσεται |
1 |
w |
7977 |
| ταῦτα |
5 |
w |
7983 |
| οὖν |
8 |
w |
7986 |
| ὦ |
3 |
w |
7988 |
| παῖδες |
3 |
w |
7994 |
| καὶ |
119 |
w |
7997 |
| γονῆς |
1 |
w |
8002 |
| τῶν |
18 |
w |
8005 |
| τελευτησάντων |
2 |
w |
8018 |
| ἐκεῖνοί |
1 |
w |
8026 |
| τε |
95 |
w |
8028 |
| ἐπέσκηπτον |
2 |
w |
8038 |
| ἡμῖν |
10 |
w |
8042 |
| ἀπαγγέλλειν |
2 |
w |
8053 |
| καὶ |
120 |
w |
8057 |
| ἐγὼ |
3 |
w |
8060 |
| ὡς |
9 |
w |
8062 |
| δύναμαι |
1 |
w |
8069 |
| προθυμότατα |
1 |
w |
8080 |
| ἀπαγγέλλω |
2 |
w |
8089 |
| καὶ |
121 |
w |
8093 |
| αὐτὸς |
1 |
w |
8098 |
| δέομαι |
1 |
w |
8104 |
| ὑπὲρ |
3 |
w |
8108 |
| ἐκείνων |
3 |
w |
8115 |
| τῶν |
19 |
w |
8119 |
| μὲν |
20 |
w |
8122 |
| μιμεῖσθαι |
1 |
w |
8131 |
| τοὺς |
21 |
w |
8135 |
| αὑτῶν |
1 |
w |
8140 |
| τῶν |
21 |
w |
8144 |
| δὲ |
43 |
w |
8146 |
| θαρρεῖν |
1 |
w |
8153 |
| ὑπὲρ |
4 |
w |
8157 |
| αὑτῶν |
2 |
w |
8162 |
| ὡς |
10 |
w |
8165 |
| ἡμῶν |
6 |
w |
8169 |
| καὶ |
122 |
w |
8172 |
| ἰδίᾳ |
1 |
w |
8176 |
| καὶ |
123 |
w |
8179 |
| δημοσίᾳ |
1 |
w |
8186 |
| γηροτροφησόντων |
1 |
w |
8201 |
| ὑμᾶς |
7 |
w |
8205 |
| καὶ |
124 |
w |
8208 |
| ἐπιμελησομένων |
1 |
w |
8222 |
| ὅπου |
2 |
w |
8227 |
| ἂν |
14 |
w |
8229 |
| ἕκαστος |
1 |
w |
8236 |
| ἑκάστῳ |
1 |
w |
8242 |
| ἐντυγχάνῃ |
1 |
w |
8251 |
| ὁτῳοῦν |
1 |
w |
8257 |
| τῶν |
23 |
w |
8260 |
| ἐκείνων |
4 |
w |
8267 |