Scaife ATLAS

CTS Library / Γοργίας

Γοργίας (502-506)

urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2:502-506
Refs {'start': {'reference': '502', 'human_reference': 'Section 502'}, 'end': {'reference': '506', 'human_reference': 'Section 506'}}
Ancestors []
Children []
prev
plain textXML
next

ΣΩ. τί δὲ τῶν χορῶν διδασκαλία καὶ τῶν διθυράμβων ποίησις; οὐ τοιαύτη τίς σοι καταφαίνεται; ἡγῇ τι φροντίζειν Κινησίαν τὸν Μέλητος, ὅπως ἐρεῖ τι τοιοῦτον ὅθεν ἂν οἱ ἀκούοντες βελτίους γίγνοιντο, ὅτι μέλλει
502
502a
χαριεῖσθαι τῷ ὄχλῳ τῶν θεατῶν;

ΚΑΛ. δῆλον δὴ τοῦτό γε, Σώκρατες, Κινησίου γε πέρι.

ΣΩ. τί δὲ πατὴρ αὐτοῦ Μέλης; πρὸς τὸ βέλτιστον βλέπων ἐδόκει σοι κιθαρῳδεῖν; ἐκεῖνος μὲν οὐδὲ πρὸς τὸ ἥδιστον; ἠνία γὰρ ᾁδων τοὺς θεατάς. ἀλλὰ δὴ σκόπει· οὐχὶ τε κιθαρῳδικὴ δοκεῖ σοι πᾶσα καὶ τῶν διθυράμβων ποίησις ἡδονῆς χάριν ηὑρῆσθαι;

ΚΑΛ. ἔμοιγε.

502b
ΣΩ. τί δὲ δὴ σεμνὴ αὕτη καὶ θαυμαστή, τῆς τραγῳδίας ποίησις, ἐφʼ ἐσπούδακεν; πότερόν ἐστιν αὐτῆς τὸ ἐπιχείρημα καὶ σπουδή, ὡς σοὶ δοκεῖ, χαρίζεσθαι τοῖς θεαταῖς μόνον, καὶ διαμάχεσθαι, ἐάν τι αὐτοῖς ἡδὺ μὲν καὶ κεχαρισμένον, πονηρὸν δέ, ὅπως τοῦτο μὲν μὴ ἐρεῖ, εἰ δέ τι τυγχάνει ἀηδὲς καὶ ὠφέλιμον, τοῦτο δὲ καὶ λέξει καὶ ᾁσεται, ἐάντε χαίρωσιν ἐάντε μή; ποτέρως σοι δοκεῖ παρεσκευάσθαι τῶν τραγῳδιῶν ποίησις;

ΚΑΛ. δῆλον δὴ τοῦτό γε, Σώκρατες, ὅτι πρὸς τὴν
502c
ἡδονὴν μᾶλλον ὥρμηται καὶ τὸ χαρίζεσθαι τοῖς θεαταῖς.

ΣΩ. οὐκοῦν τὸ τοιοῦτον, Καλλίκλεις, ἔφαμεν νυνδὴ κολακείαν εἶναι;

ΚΑΛ. πάνυ γε.

ΣΩ. φέρε δή, εἴ τις περιέλοι τῆς ποιήσεως πάσης τό τε μέλος καὶ τὸν ῥυθμὸν καὶ τὸ μέτρον, ἄλλο τι λόγοι γίγνονται τὸ λειπόμενον;

ΚΑΛ. ἀνάγκη.

ΣΩ. οὐκοῦν πρὸς πολὺν ὄχλον καὶ δῆμον οὗτοι λέγονται οἱ λόγοι;

ΚΑΛ. φημί.

ΣΩ. δημηγορία ἄρα τίς ἐστιν ποιητική.

502d
ΚΑΛ. φαίνεται.

ΣΩ. οὐκοῦν ῥητορικὴ δημηγορία ἂν εἴη· οὐ ῥητορεύειν δοκοῦσί σοι οἱ ποιηταὶ ἐν τοῖς θεάτροις;

ΚΑΛ. ἔμοιγε.

ΣΩ. νῦν ἄρα ἡμεῖς ηὑρήκαμεν ῥητορικήν τινα πρὸς δῆμον τοιοῦτον οἷον παίδων τε ὁμοῦ καὶ γυναικῶν καὶ ἀνδρῶν, καὶ δούλων καὶ ἐλευθέρων, ἣν οὐ πάνυ ἀγάμεθα· κολακικὴν γὰρ αὐτήν φαμεν εἶναι.

ΚΑΛ. πάνυ γε.

ΣΩ. εἶεν· τί δὲ πρὸς τὸν Ἀθηναίων δῆμον ῥητορικὴ
502e
καὶ τοὺς ἄλλους τοὺς ἐν ταῖς πόλεσιν δήμους τοὺς τῶν ἐλευθέρων ἀνδρῶν, τί ποτε ἡμῖν αὕτη ἐστίν; πότερόν σοι δοκοῦσιν πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι, ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὑτῶν λόγους, καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι, καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ, ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον, εἰ δέ γε βελτίους ἔσονται χείρους
503
503a
διὰ ταῦτα, οὐδὲν φροντίζουσιν;

ΚΑΛ. οὐχ ἁπλοῦν ἔτι τοῦτο ἐρωτᾷς· εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν λέγουσιν, εἰσὶν δὲ καὶ οἵους σὺ λέγεις.

ΣΩ. ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτό ἐστι διπλοῦν, τὸ μὲν ἕτερόν που τούτου κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον καλόν, τὸ παρασκευάζειν ὅπως ὡς βέλτισται ἔσονται τῶν πολιτῶν αἱ ψυχαί, καὶ διαμάχεσθαι λέγοντα τὰ βέλτιστα, εἴτε ἡδίω εἴτε ἀηδέστερα ἔσται τοῖς ἀκούουσιν.
503b
ἀλλʼ οὐ πώποτε σὺ ταύτην εἶδες τὴν ῥητορικήν· εἴ τινα ἔχεις τῶν ῥητόρων τοιοῦτον εἰπεῖν, τί οὐχὶ καὶ ἐμοὶ αὐτὸν ἔφρασας τίς ἐστιν;

ΚΑΛ. ἀλλὰ μὰ Δία οὐκ ἔχω ἔγωγέ σοι εἰπεῖν τῶν γε νῦν ῥητόρων οὐδένα.

ΣΩ. τί δέ; τῶν παλαιῶν ἔχεις τινὰ εἰπεῖν διʼ ὅντινα αἰτίαν ἔχουσιν Ἀθηναῖοι βελτίους γεγονέναι, ἐπειδὴ ἐκεῖνος ἤρξατο δημηγορεῖν, ἐν τῷ πρόσθεν χρόνῳ χείρους ὄντες; ἐγὼ μὲν γὰρ οὐκ οἶδα τίς ἐστιν οὗτος.

503c
ΚΑΛ. τί δέ; Θεμιστοκλέα οὐκ ἀκούεις ἄνδρα ἀγαθὸν γεγονότα καὶ Κίμωνα καὶ Μιλτιάδην καὶ Περικλέα τουτονὶ τὸν νεωστὶ τετελευτηκότα, οὗ καὶ σὺ ἀκήκοας;

ΣΩ. εἰ ἔστιν γε, Καλλίκλεις, ἣν πρότερον σὺ ἔλεγες ἀρετήν, ἀληθής, τὸ τὰς ἐπιθυμίας ἀποπιμπλάναι καὶ τὰς αὑτοῦ καὶ τὰς τῶν ἄλλων· εἰ δὲ μὴ τοῦτο, ἀλλʼ ὅπερ ἐν τῷ ὑστέρῳ λόγῳ ἠναγκάσθημεν ἡμεῖς ὁμολογεῖνὅτι αἳ μὲν τῶν ἐπιθυμιῶν πληρούμεναι βελτίω ποιοῦσι τὸν ἄνθρωπον,
503d
ταύτας μὲν ἀποτελεῖν, αἳ δὲ χείρω, μή, τοῦτο δὲ τέχνη τις εἴητοιοῦτον ἄνδρα τούτων τινὰ γεγονέναι οὐκ ἔχω ἔγωγε πῶς εἴπω.

ΚΑΛ. ἀλλʼ ἐὰν ζητῇς καλῶς, εὑρήσεις.

ΣΩ. ἴδωμεν δὴ οὑτωσὶ ἀτρέμα σκοπούμενοι εἴ τις τούτων τοιοῦτος γέγονεν· φέρε γάρ, ἀγαθὸς ἀνὴρ καὶ ἐπὶ τὸ βέλτιστον λέγων, ἂν λέγῃ ἄλλο τι οὐκ εἰκῇ ἐρεῖ, ἀλλʼ
503e
ἀποβλέπων πρός τι; ὥσπερ καὶ οἱ ἄλλοι πάντες δημιουργοὶ βλέποντες πρὸς τὸ αὑτῶν ἔργον ἕκαστος οὐκ εἰκῇ ἐκλεγόμενος προσφέρει πρὸς τὸ ἔργον τὸ αὑτῶν, ἀλλʼ ὅπως ἂν εἶδός τι αὐτῷ σχῇ τοῦτο ἐργάζεται.

ΣΩ. οἷον εἰ βούλει ἰδεῖν τοὺς ζωγράφους, τοὺς οἰκοδόμους, τοὺς ναυπηγούς, τοὺς ἄλλους πάντας δημιουργούς, ὅντινα βούλει αὐτῶν, ὡς εἰς τάξιν τινὰ ἕκαστος ἕκαστον τίθησιν ἂν τιθῇ, καὶ προσαναγκάζει τὸ ἕτερον τῷ ἑτέρῳ πρέπον τε εἶναι καὶ ἁρμόττειν, ἕως ἂν τὸ
504
504a
ἅπαν συστήσηται τεταγμένον τε καὶ κεκοσμημένον πρᾶγμα· καὶ οἵ τε δὴ ἄλλοι δημιουργοὶ καὶ οὓς νυνδὴ ἐλέγομεν, οἱ περὶ τὸ σῶμα, παιδοτρίβαι τε καὶ ἰατροί, κοσμοῦσί που τὸ σῶμα καὶ συντάττουσιν. ὁμολογοῦμεν οὕτω τοῦτʼ ἔχειν οὔ;

ΚΑΛ. ἔστω τοῦτο οὕτω.

ΣΩ. τάξεως ἄρα καὶ κόσμου τυχοῦσα οἰκία χρηστὴ ἂν εἴη, ἀταξίας δὲ μοχθηρά;

ΚΑΛ. φημί.

ΣΩ. οὐκοῦν καὶ πλοῖον ὡσαύτως;

504b
ΚΑΛ. ναί.

ΣΩ. καὶ μὴν καὶ τὰ σώματά φαμεν τὰ ἡμέτερα;

ΚΑΛ. πάνυ γε.

ΣΩ. τί δʼ ψυχή; ἀταξίας τυχοῦσα ἔσται χρηστή, τάξεώς τε καὶ κόσμου τινός;

ΚΑΛ. ἀνάγκη ἐκ τῶν πρόσθεν καὶ τοῦτο συνομολογεῖν.

ΣΩ. τί οὖν ὄνομά ἐστιν ἐν τῷ σώματι τῷ ἐκ τῆς τάξεώς τε καὶ τοῦ κόσμου γιγνομένῳ;

ΚΑΛ. Ὑγίειαν καὶ ἰσχὺν ἴσως λέγεις.

504c
ΣΩ. ἔγωγε. τί δὲ αὖ τῷ ἐν τῇ ψυχῇ ἐγγιγνομένῳ ἐκ τῆς τάξεως καὶ τοῦ κόσμου; πειρῶ εὑρεῖν καὶ εἰπεῖν ὥσπερ ἐκεῖ τὸ ὄνομα.

ΚΑΛ. τί δὲ οὐκ αὐτὸς λέγεις, Σώκρατες;

ΣΩ. ἀλλʼ εἴ σοι ἥδιόν ἐστιν, ἐγὼ ἐρῶ· σὺ δέ, ἂν μέν σοι δοκῶ ἐγὼ καλῶς λέγειν, φάθι, εἰ δὲ μή, ἔλεγχε καὶ μὴ ἐπίτρεπε. ἐμοὶ γὰρ δοκεῖ ταῖς μὲν τοῦ σώματος τάξεσιν ὄνομα εἶναι ὑγιεινόν, ἐξ οὗ ἐν αὐτῷ ὑγίεια γίγνεται καὶ ἄλλη ἀρετὴ τοῦ σώματος. ἔστιν ταῦτα οὐκ ἔστιν;

ΚΑΛ. ἔστιν.

504d
ΣΩ. ταῖς δέ γε τῆς ψυχῆς τάξεσι καὶ κοσμήσεσιν νόμιμόν τε καὶ νόμος, ὅθεν καὶ νόμιμοι γίγνονται καὶ κόσμιοι· ταῦτα δʼ ἔστιν δικαιοσύνη τε καὶ σωφροσύνη. φῂς οὔ;

ΚΑΛ. ἔστω.

ΣΩ. οὐκοῦν πρὸς ταῦτα βλέπων ῥήτωρ ἐκεῖνος, τεχνικός τε καὶ ἀγαθός, καὶ τοὺς λόγους προσοίσει ταῖς ψυχαῖς οὓς ἂν λέγῃ, καὶ τὰς πράξεις ἁπάσας, καὶ δῶρον ἐάν τι διδῷ, δώσει, καὶ ἐάν τι ἀφαιρῆται, ἀφαιρήσεται, πρὸς τοῦτο ἀεὶ τὸν νοῦν ἔχων, ὅπως ἂν αὐτοῦ τοῖς πολίταις
504e
δικαιοσύνη μὲν ἐν ταῖς ψυχαῖς γίγνηται, ἀδικία δὲ ἀπαλλάττηται, καὶ σωφροσύνη μὲν ἐγγίγνηται, ἀκολασία δὲ ἀπαλλάττηται, καὶ ἄλλη ἀρετὴ ἐγγίγνηται, κακία δὲ ἀπίῃ. συγχωρεῖς οὔ;

ΚΑΛ. συγχωρῶ.

ΣΩ. τί γὰρ ὄφελος, Καλλίκλεις, σώματί γε κάμνοντι καὶ μοχθηρῶς διακειμένῳ σιτία πολλὰ διδόναι καὶ τὰ ἥδιστα ποτὰ ἄλλʼ ὁτιοῦν, μὴ ὀνήσει αὐτὸ ἔσθʼ ὅτι πλέον τοὐναντίον κατά γε τὸν δίκαιον λόγον καὶ ἔλαττον; ἔστι ταῦτα;

505
505a
ΚΑΛ. ἔστω.

ΣΩ. οὐ γὰρ οἶμαι λυσιτελεῖ μετὰ μοχθηρίας σώματος ζῆν ἀνθρώπῳ· ἀνάγκη γὰρ οὕτω καὶ ζῆν μοχθηρῶς. οὐχ οὕτως;

ΚΑΛ. ναί.

ΣΩ. οὐκοῦν καὶ τὰς ἐπιθυμίας ἀποπιμπλάναι, οἷον πεινῶντα φαγεῖν ὅσον βούλεται διψῶντα πιεῖν, ὑγιαίνοντα μὲν ἐῶσιν οἱ ἰατροὶ ὡς τὰ πολλά, κάμνοντα δὲ ὡς ἔπος εἰπεῖν οὐδέποτʼ ἐῶσιν ἐμπίμπλασθαι ὧν ἐπιθυμεῖ; συγχωρεῖς τοῦτό γε καὶ σύ;

ΚΑΛ. ἔγωγε.

505b
ΣΩ. περὶ δὲ ψυχήν, ἄριστε, οὐχ αὐτὸς τρόπος; ἕως μὲν ἂν πονηρὰ , ἀνόητός τε οὖσα καὶ ἀκόλαστος καὶ ἄδικος καὶ ἀνόσιος, εἴργειν αὐτὴν δεῖ τῶν ἐπιθυμιῶν καὶ μὴ ἐπιτρέπειν ἄλλʼ ἄττα ποιεῖν ἀφʼ ὧν βελτίων ἔσται· φῂς οὔ;

ΚΑΛ. φημί.

ΣΩ. οὕτω γάρ που αὐτῇ ἄμεινον τῇ ψυχῇ;

ΚΑΛ. πάνυ γε.

ΣΩ. οὐκοῦν τὸ εἴργειν ἐστὶν ἀφʼ ὧν ἐπιθυμεῖ κολάζειν;

ΚΑΛ. ναί.

ΣΩ. τὸ κολάζεσθαι ἄρα τῇ ψυχῇ ἄμεινόν ἐστιν ἀκολασία, ὥσπερ σὺ νυνδὴ ᾤου.

505c
ΚΑΛ. οὐκ οἶδʼ ἅττα λέγεις, Σώκρατες, ἀλλʼ ἄλλον τινὰ ἐρώτα.

ΣΩ. οὗτος ἀνὴρ οὐχ ὑπομένει ὠφελούμενος καὶ αὐτὸς τοῦτο πάσχων περὶ οὗ λόγος ἐστί, κολαζόμενος.

ΚΑΛ. οὐδέ γέ μοι μέλει οὐδὲν ὧν σὺ λέγεις, καὶ ταῦτά σοι Γοργίου χάριν ἀπεκρινάμην.

ΣΩ. εἶεν· τί οὖν δὴ ποιήσομεν; μεταξὺ τὸν λόγον καταλύομεν;

ΚΑΛ. αὐτὸς γνώσῃ.

ΣΩ. ἀλλʼ οὐδὲ τοὺς μύθους φασὶ μεταξὺ θέμις εἶναι
505d
καταλείπειν, ἀλλʼ ἐπιθέντας κεφαλήν, ἵνα μὴ ἄνευ κεφαλῆς περιίῃ. ἀπόκριναι οὖν καὶ τὰ λοιπά, ἵνα ἡμῖν λόγος κεφαλὴν λάβῃ.

ΚΑΛ. ὡς βίαιος εἶ, Σώκρατες. ἐὰν δὲ ἐμοὶ πείθῃ, ἐάσεις χαίρειν τοῦτον τὸν λόγον, καὶ ἄλλῳ τῳ διαλέξῃ.

ΣΩ. τίς οὖν ἄλλος ἐθέλει; μὴ γάρ τοι ἀτελῆ γε τὸν λόγον καταλίπωμεν.

ΚΑΛ. αὐτὸς δὲ οὐκ ἂν δύναιο διελθεῖν τὸν λόγον, λέγων κατὰ σαυτὸν ἀποκρινόμενος σαυτῷ;

505e
ΣΩ. ἵνα μοι τὸ τοῦ Ἐπιχάρμου γένηται, πρὸ τοῦ δύο ἄνδρες ἔλεγον, εἷς ὢν ἱκανὸς γένωμαι. ἀτὰρ κινδυνεύει ἀναγκαιότατον εἶναι οὕτως. εἰ μέντοι ποιήσομεν, οἶμαι ἔγωγε χρῆναι πάντας ἡμᾶς φιλονίκως ἔχειν πρὸς τὸ εἰδέναι τὸ ἀληθὲς τί ἐστιν περὶ ὧν λέγομεν καὶ τί ψεῦδος· κοινὸν γὰρ ἀγαθὸν ἅπασι φανερὸν γενέσθαι αὐτό.

ΣΩ. δίειμι
506
506a
μὲν οὖν τῷ λόγῳ ἐγὼ ὡς ἄν μοι δοκῇ ἔχειν· ἐὰν δέ τῳ ὑμῶν μὴ τὰ ὄντα δοκῶ ὁμολογεῖν ἐμαυτῷ, χρὴ ἀντιλαμβάνεσθαι καὶ ἐλέγχειν. οὐδὲ γάρ τοι ἔγωγε εἰδὼς λέγω λέγω, ἀλλὰ ζητῶ κοινῇ μεθʼ ὑμῶν, ὥστε, ἂν τὶ φαίνηται λέγων ἀμφισβητῶν ἐμοί, ἐγὼ πρῶτος συγχωρήσομαι. λέγω μέντοι ταῦτα, εἰ δοκεῖ χρῆναι διαπερανθῆναι τὸν λόγον· εἰ δὲ μὴ βούλεσθε, ἐῶμεν ἤδη χαίρειν καὶ ἀπίωμεν.

ΓΟΡ. ἀλλʼ ἐμοὶ μὲν οὐ δοκεῖ, Σώκρατες, χρῆναί πω
506b
ἀπιέναι, ἀλλὰ διεξελθεῖν σε τὸν λόγον· φαίνεται δέ μοι καὶ τοῖς ἄλλοις δοκεῖν. βούλομαι γὰρ ἔγωγε καὶ αὐτὸς ἀκοῦσαί σου αὐτοῦ διιόντος τὰ ἐπίλοιπα.

ΣΩ. ἀλλὰ μὲν δή, Γοργία, καὶ αὐτὸς ἡδέως μὲν ἂν Καλλικλεῖ τούτῳ ἔτι διελεγόμην, ἕως αὐτῷ τὴν τοῦ Ἀμφίονος ἀπέδωκα ῥῆσιν ἀντὶ τῆς τοῦ Ζήθου· ἐπειδὴ δὲ σύ, Καλλίκλεις, οὐκ ἐθέλεις συνδιαπερᾶναι τὸν λόγον, ἀλλʼ οὖν ἐμοῦ γε ἀκούων ἐπιλαμβάνου, ἐάν τί σοι δοκῶ μὴ
506c
καλῶς λέγειν. καί με ἐὰν ἐξελέγχῃς, οὐκ ἀχθεσθήσομαί σοι ὥσπερ σὺ ἐμοί, ἀλλὰ μέγιστος εὐεργέτης παρʼ ἐμοὶ ἀναγεγράψῃ.

ΚΑΛ. λέγε, ὠγαθέ, αὐτὸς καὶ πέραινε.

ΣΩ. ἄκουε δὴ ἐξ ἀρχῆς ἐμοῦ ἀναλαβόντος τὸν λόγον. ἆρα τὸ ἡδὺ καὶ τὸ ἀγαθὸν τὸ αὐτό ἐστιν;—οὐ ταὐτόν, ὡς ἐγὼ καὶ Καλλικλῆς ὡμολογήσαμεν.—πότερον δὲ τὸ ἡδὺ ἕνεκα τοῦ ἀγαθοῦ πρακτέον, τὸ ἀγαθὸν ἕνεκα τοῦ ἡδέος;—τὸ ἡδὺ ἕνεκα τοῦ ἀγαθοῦ.—ἡδὺ δέ ἐστιν τοῦτο οὗ
506d
παραγενομένου ἡδόμεθα, ἀγαθὸν δὲ οὗ παρόντος ἀγαθοί ἐσμεν;—πάνυ γε.—ἀλλὰ μὴν ἀγαθοί γέ ἐσμεν καὶ ἡμεῖς καὶ τἆλλα πάντα ὅσʼ ἀγαθά ἐστιν, ἀρετῆς τινος παραγενομένης;—ἔμοιγε δοκεῖ ἀναγκαῖον εἶναι, Καλλίκλεις.—ἀλλὰ μὲν δὴ γε ἀρετὴ ἑκάστου, καὶ σκεύους καὶ σώματος καὶ ψυχῆς αὖ καὶ ζῴου παντός, οὐ τῷ εἰκῇ κάλλιστα παραγίγνεται, ἀλλὰ τάξει καὶ ὀρθότητι καὶ τέχνῃ, ἥτις ἑκάστῳ ἀποδέδοται αὐτῶν· ἆρα ἔστιν ταῦτα;—ἐγὼ μὲν γάρ φημι.—
506e
τάξει ἆρα τεταγμένον καὶ κεκοσμημένον ἐστὶν ἀρετὴ ἑκάστου;—φαίην ἂν ἔγωγε.—κόσμος τις ἄρα ἐγγενόμενος ἐν ἑκάστῳ ἑκάστου οἰκεῖος ἀγαθὸν παρέχει ἕκαστον τῶν ὄντων;—ἔμοιγε δοκεῖ.—καὶ ψυχὴ ἄρα κόσμον ἔχουσα τὸν ἑαυτῆς ἀμείνων τῆς ἀκοσμήτου;—ἀνάγκη.—ἀλλὰ μὴν γε κόσμον ἔχουσα κοσμία;—πῶς γὰρ οὐ μέλλει;—

Tokens

ΣΩ 1 w 2
τί 1 w 5
δὲ 1 w 7
1 w 8
τῶν 1 w 11
χορῶν 1 w 16
διδασκαλία 1 w 26
καὶ 1 w 29
2 w 30
τῶν 2 w 33
διθυράμβων 1 w 43
ποίησις 1 w 50
οὐ 1 w 53
τοιαύτη 1 w 60
τίς 1 w 63
σοι 1 w 66
καταφαίνεται 1 w 78
1 w 80
ἡγῇ 1 w 83
τι 1 w 85
φροντίζειν 1 w 95
Κινησίαν 1 w 103
τὸν 1 w 106
Μέλητος 1 w 113
ὅπως 1 w 118
ἐρεῖ 1 w 122
τι 2 w 124
τοιοῦτον 1 w 132
ὅθεν 1 w 136
ἂν 1 w 138
οἱ 1 w 140
ἀκούοντες 1 w 149
βελτίους 1 w 157
γίγνοιντο 1 w 166
2 w 168
ὅτι 1 w 171
μέλλει 1 w 177
χαριεῖσθαι 1 w 187
τῷ 1 w 189
ὄχλῳ 1 w 193
τῶν 3 w 196
θεατῶν 1 w 202
ΚΑΛ 1 w 206
δῆλον 1 w 212
δὴ 1 w 214
τοῦτό 1 w 219
γε 1 w 221
1 w 223
Σώκρατες 1 w 231
Κινησίου 1 w 240
γε 2 w 242
πέρι 1 w 246
ΣΩ 2 w 249
τί 5 w 252
δὲ 2 w 254
1 w 255
πατὴρ 1 w 260
αὐτοῦ 1 w 265
Μέλης 1 w 270
1 w 272
πρὸς 1 w 276
τὸ 2 w 278
βέλτιστον 1 w 287
βλέπων 1 w 293
ἐδόκει 1 w 299
σοι 2 w 302
κιθαρῳδεῖν 1 w 312
3 w 314
ἐκεῖνος 1 w 321
μὲν 1 w 324
οὐδὲ 1 w 328
πρὸς 2 w 332
τὸ 3 w 334
ἥδιστον 1 w 341
ἠνία 1 w 346
γὰρ 1 w 349
ᾁδων 1 w 353
τοὺς 1 w 357
θεατάς 1 w 363
ἀλλὰ 1 w 368
δὴ 2 w 370
σκόπει 1 w 376
οὐχὶ 1 w 381
2 w 382
τε 3 w 384
κιθαρῳδικὴ 1 w 394
δοκεῖ 1 w 399
σοι 3 w 402
πᾶσα 1 w 406
καὶ 2 w 409
4 w 410
τῶν 5 w 413
διθυράμβων 2 w 423
ποίησις 2 w 430
ἡδονῆς 1 w 436
χάριν 1 w 441
ηὑρῆσθαι 1 w 449
ΚΑΛ 2 w 453
ἔμοιγε 1 w 460
ΣΩ 3 w 463
τί 6 w 466
δὲ 4 w 468
δὴ 3 w 470
6 w 471
σεμνὴ 1 w 476
αὕτη 1 w 480
καὶ 3 w 483
θαυμαστή 1 w 491
7 w 493
τῆς 1 w 496
τραγῳδίας 1 w 505
ποίησις 3 w 512
ἐφʼ 1 w 516
1 w 517
ἐσπούδακεν 1 w 527
πότερόν 1 w 535
ἐστιν 1 w 540
αὐτῆς 1 w 545
τὸ 4 w 547
ἐπιχείρημα 1 w 557
καὶ 4 w 560
8 w 561
σπουδή 1 w 567
ὡς 1 w 570
σοὶ 1 w 573
δοκεῖ 2 w 578
χαρίζεσθαι 1 w 589
τοῖς 1 w 593
θεαταῖς 1 w 600
μόνον 1 w 605
4 w 607
καὶ 5 w 610
διαμάχεσθαι 1 w 621
ἐάν 1 w 625
τι 6 w 627
αὐτοῖς 1 w 633
ἡδὺ 1 w 636
μὲν 2 w 639
1 w 640
καὶ 6 w 643
κεχαρισμένον 1 w 655
πονηρὸν 1 w 663
δέ 1 w 665
ὅπως 2 w 670
τοῦτο 1 w 675
μὲν 3 w 678
μὴ 1 w 680
ἐρεῖ 2 w 684
εἰ 1 w 687
δέ 2 w 689
τι 7 w 691
τυγχάνει 1 w 699
ἀηδὲς 1 w 704
καὶ 7 w 707
ὠφέλιμον 1 w 715
τοῦτο 2 w 721
δὲ 6 w 723
καὶ 8 w 726
λέξει 1 w 731
καὶ 9 w 734
ᾁσεται 1 w 740
ἐάντε 1 w 746
χαίρωσιν 1 w 754
ἐάντε 2 w 759
μή 1 w 761
ποτέρως 1 w 769
σοι 4 w 772
δοκεῖ 3 w 777
παρεσκευάσθαι 1 w 790
10 w 791
τῶν 6 w 794
τραγῳδιῶν 1 w 803
ποίησις 4 w 810
ΚΑΛ 3 w 814
δῆλον 2 w 820
δὴ 4 w 822
τοῦτό 2 w 827
γε 4 w 829
2 w 831
Σώκρατες 2 w 839
ὅτι 2 w 843
πρὸς 3 w 847
τὴν 1 w 850
ἡδονὴν 1 w 856
μᾶλλον 1 w 862
ὥρμηται 1 w 869
καὶ 10 w 872
τὸ 5 w 874
χαρίζεσθαι 2 w 884
τοῖς 3 w 888
θεαταῖς 2 w 895
ΣΩ 4 w 898
οὐκοῦν 1 w 905
τὸ 6 w 907
τοιοῦτον 2 w 915
3 w 917
Καλλίκλεις 1 w 927
ἔφαμεν 1 w 934
νυνδὴ 1 w 939
κολακείαν 1 w 948
εἶναι 1 w 953
ΚΑΛ 4 w 957
πάνυ 1 w 962
γε 5 w 964
ΣΩ 5 w 967
φέρε 1 w 972
δή 2 w 974
εἴ 1 w 977
τις 1 w 980
περιέλοι 1 w 988
τῆς 3 w 991
ποιήσεως 1 w 999
πάσης 1 w 1004
τό 3 w 1006
τε 8 w 1008
μέλος 1 w 1013
καὶ 11 w 1016
τὸν 2 w 1019
ῥυθμὸν 1 w 1025
καὶ 12 w 1028
τὸ 8 w 1030
μέτρον 1 w 1036
ἄλλο 1 w 1041
τι 10 w 1043
5 w 1044
λόγοι 1 w 1049
γίγνονται 1 w 1058
τὸ 9 w 1060
λειπόμενον 1 w 1070
ΚΑΛ 5 w 1074
ἀνάγκη 1 w 1081
ΣΩ 6 w 1084
οὐκοῦν 2 w 1091
πρὸς 4 w 1095
πολὺν 1 w 1100
ὄχλον 1 w 1105
καὶ 13 w 1108
δῆμον 1 w 1113
οὗτοι 1 w 1118
λέγονται 1 w 1126
οἱ 2 w 1128
λόγοι 2 w 1133
ΚΑΛ 6 w 1137
φημί 1 w 1142
ΣΩ 7 w 1145
δημηγορία 1 w 1155
ἄρα 1 w 1158
τίς 2 w 1161
ἐστιν 2 w 1166
12 w 1167
ποιητική 1 w 1175
ΚΑΛ 7 w 1179
φαίνεται 2 w 1188
ΣΩ 8 w 1191
οὐκοῦν 3 w 1198
ῥητορικὴ 1 w 1206
δημηγορία 2 w 1215
ἂν 2 w 1217
εἴη 1 w 1220
6 w 1222
οὐ 7 w 1224
ῥητορεύειν 1 w 1234
δοκοῦσί 1 w 1241
σοι 5 w 1244
οἱ 3 w 1246
ποιηταὶ 1 w 1253
ἐν 1 w 1255
τοῖς 4 w 1259
θεάτροις 1 w 1267
ΚΑΛ 8 w 1271
ἔμοιγε 2 w 1278
ΣΩ 9 w 1281
νῦν 1 w 1285
ἄρα 2 w 1288
ἡμεῖς 1 w 1293
ηὑρήκαμεν 1 w 1302
ῥητορικήν 1 w 1311
τινα 1 w 1315
πρὸς 5 w 1319
δῆμον 2 w 1324
τοιοῦτον 3 w 1332
οἷον 1 w 1336
παίδων 1 w 1342
τε 9 w 1344
ὁμοῦ 1 w 1348
καὶ 14 w 1351
γυναικῶν 1 w 1359
καὶ 15 w 1362
ἀνδρῶν 1 w 1368
καὶ 16 w 1372
δούλων 1 w 1378
καὶ 17 w 1381
ἐλευθέρων 1 w 1390
ἣν 1 w 1393
οὐ 8 w 1395
πάνυ 2 w 1399
ἀγάμεθα 1 w 1406
κολακικὴν 1 w 1416
γὰρ 2 w 1419
αὐτήν 1 w 1424
φαμεν 2 w 1429
εἶναι 2 w 1434
ΚΑΛ 9 w 1438
πάνυ 3 w 1443
γε 7 w 1445
ΣΩ 10 w 1448
εἶεν 1 w 1453
τί 8 w 1456
δὲ 7 w 1458
14 w 1459
πρὸς 6 w 1463
τὸν 3 w 1466
Ἀθηναίων 1 w 1474
δῆμον 3 w 1479
ῥητορικὴ 2 w 1487
καὶ 18 w 1490
τοὺς 2 w 1494
ἄλλους 1 w 1500
τοὺς 3 w 1504
ἐν 2 w 1506
ταῖς 3 w 1510
πόλεσιν 1 w 1517
δήμους 1 w 1523
τοὺς 4 w 1527
τῶν 7 w 1530
ἐλευθέρων 2 w 1539
ἀνδρῶν 2 w 1545
τί 9 w 1548
ποτε 1 w 1552
ἡμῖν 1 w 1556
αὕτη 2 w 1560
ἐστίν 1 w 1565
πότερόν 2 w 1573
σοι 6 w 1576
δοκοῦσιν 1 w 1584
πρὸς 7 w 1588
τὸ 11 w 1590
βέλτιστον 2 w 1599
ἀεὶ 1 w 1602
λέγειν 1 w 1608
οἱ 4 w 1610
ῥήτορες 1 w 1617
τούτου 1 w 1624
στοχαζόμενοι 1 w 1636
ὅπως 3 w 1641
οἱ 5 w 1643
πολῖται 1 w 1650
ὡς 2 w 1652
βέλτιστοι 1 w 1661
ἔσονται 1 w 1668
διὰ 1 w 1671
τοὺς 5 w 1675
αὑτῶν 1 w 1680
λόγους 1 w 1686
7 w 1688
καὶ 19 w 1691
οὗτοι 2 w 1696
πρὸς 8 w 1700
τὸ 12 w 1702
χαρίζεσθαι 3 w 1712
τοῖς 5 w 1716
πολίταις 1 w 1724
ὡρμημένοι 1 w 1733
καὶ 20 w 1737
ἕνεκα 1 w 1742
τοῦ 6 w 1745
ἰδίου 1 w 1750
τοῦ 7 w 1753
αὑτῶν 2 w 1758
ὀλιγωροῦντες 1 w 1770
τοῦ 8 w 1773
κοινοῦ 1 w 1779
ὥσπερ 1 w 1785
παισὶ 1 w 1790
προσομιλοῦσι 1 w 1802
τοῖς 6 w 1806
δήμοις 1 w 1812
χαρίζεσθαι 4 w 1823
αὐτοῖς 2 w 1829
πειρώμενοι 1 w 1839
μόνον 2 w 1844
εἰ 2 w 1847
δέ 3 w 1849
γε 9 w 1851
βελτίους 2 w 1859
ἔσονται 2 w 1866
8 w 1867
χείρους 1 w 1874
διὰ 2 w 1877
ταῦτα 1 w 1882
οὐδὲν 1 w 1888
φροντίζουσιν 1 w 1900
ΚΑΛ 10 w 1904
οὐχ 2 w 1908
ἁπλοῦν 1 w 1914
ἔτι 1 w 1917
τοῦτο 3 w 1922
ἐρωτᾷς 1 w 1928
εἰσὶ 1 w 1933
μὲν 4 w 1936
γὰρ 3 w 1939
οἳ 1 w 1941
κηδόμενοι 1 w 1950
τῶν 10 w 1953
πολιτῶν 1 w 1960
λέγουσιν 1 w 1968
1 w 1969
λέγουσιν 2 w 1977
εἰσὶν 1 w 1983
δὲ 9 w 1985
καὶ 21 w 1988
οἵους 1 w 1993
σὺ 1 w 1995
λέγεις 1 w 2001
ΣΩ 11 w 2004
ἐξαρκεῖ 1 w 2012
εἰ 5 w 2015
γὰρ 4 w 2018
καὶ 22 w 2021
τοῦτό 3 w 2026
ἐστι 3 w 2030
διπλοῦν 1 w 2037
τὸ 13 w 2040
μὲν 5 w 2043
ἕτερόν 1 w 2049
που 2 w 2052
τούτου 2 w 2058
κολακεία 2 w 2066
ἂν 3 w 2068
εἴη 2 w 2071
καὶ 23 w 2074
αἰσχρὰ 1 w 2080
δημηγορία 3 w 2089
τὸ 14 w 2092
δʼ 1 w 2094
ἕτερον 1 w 2100
καλόν 1 w 2105
τὸ 15 w 2108
παρασκευάζειν 1 w 2121
ὅπως 4 w 2125
ὡς 3 w 2127
βέλτισται 1 w 2136
ἔσονται 3 w 2143
τῶν 12 w 2146
πολιτῶν 2 w 2153
αἱ 1 w 2155
ψυχαί 1 w 2160
καὶ 24 w 2164
διαμάχεσθαι 2 w 2175
λέγοντα 2 w 2182
τὰ 1 w 2184
βέλτιστα 2 w 2192
εἴτε 1 w 2197
ἡδίω 1 w 2201
εἴτε 2 w 2205
ἀηδέστερα 1 w 2214
ἔσται 1 w 2219
τοῖς 8 w 2223
ἀκούουσιν 1 w 2232
ἀλλʼ 1 w 2237
οὐ 11 w 2239
πώποτε 1 w 2245
σὺ 2 w 2247
ταύτην 1 w 2253
εἶδες 1 w 2258
τὴν 2 w 2261
ῥητορικήν 2 w 2270
9 w 2272
εἴ 6 w 2274
τινα 2 w 2278
ἔχεις 1 w 2283
τῶν 14 w 2286
ῥητόρων 1 w 2293
τοιοῦτον 4 w 2301
εἰπεῖν 1 w 2307
τί 13 w 2310
οὐχὶ 2 w 2314
καὶ 25 w 2317
ἐμοὶ 1 w 2321
αὐτὸν 1 w 2326
ἔφρασας 1 w 2333
τίς 3 w 2336
ἐστιν 3 w 2341
ΚΑΛ 11 w 2345
ἀλλὰ 2 w 2350
μὰ 1 w 2352
Δία 1 w 2355
οὐκ 4 w 2358
ἔχω 1 w 2361
ἔγωγέ 1 w 2366
σοι 7 w 2369
εἰπεῖν 2 w 2375
τῶν 15 w 2378
γε 11 w 2380
νῦν 2 w 2383
ῥητόρων 2 w 2390
οὐδένα 1 w 2396
ΣΩ 12 w 2399
τί 15 w 2402
δέ 6 w 2404
τῶν 16 w 2408
παλαιῶν 1 w 2415
ἔχεις 2 w 2420
τινὰ 1 w 2424
εἰπεῖν 3 w 2430
διʼ 1 w 2433
ὅντινα 1 w 2439
αἰτίαν 1 w 2445
ἔχουσιν 1 w 2452
Ἀθηναῖοι 1 w 2460
βελτίους 3 w 2468
γεγονέναι 1 w 2477
ἐπειδὴ 1 w 2484
ἐκεῖνος 2 w 2491
ἤρξατο 1 w 2497
δημηγορεῖν 1 w 2507
ἐν 3 w 2510
τῷ 2 w 2512
πρόσθεν 1 w 2519
χρόνῳ 1 w 2524
χείρους 2 w 2531
ὄντες 1 w 2536
ἐγὼ 1 w 2540
μὲν 6 w 2543
γὰρ 5 w 2546
οὐκ 5 w 2549
οἶδα 1 w 2553
τίς 4 w 2556
ἐστιν 4 w 2561
οὗτος 1 w 2566
ΚΑΛ 12 w 2570
τί 19 w 2573
δέ 7 w 2575
Θεμιστοκλέα 1 w 2587
οὐκ 6 w 2590
ἀκούεις 1 w 2597
ἄνδρα 1 w 2602
ἀγαθὸν 1 w 2608
γεγονότα 1 w 2616
καὶ 26 w 2619
Κίμωνα 1 w 2625
καὶ 27 w 2628
Μιλτιάδην 1 w 2637
καὶ 28 w 2640
Περικλέα 1 w 2648
τουτονὶ 1 w 2655
τὸν 5 w 2658
νεωστὶ 1 w 2664
τετελευτηκότα 1 w 2677
οὗ 4 w 2680
καὶ 29 w 2683
σὺ 3 w 2685
ἀκήκοας 1 w 2692
ΣΩ 13 w 2695
εἰ 9 w 2698
ἔστιν 1 w 2703
γε 14 w 2705
4 w 2707
Καλλίκλεις 2 w 2717
ἣν 2 w 2720
πρότερον 1 w 2728
σὺ 4 w 2730
ἔλεγες 1 w 2736
ἀρετήν 1 w 2742
ἀληθής 1 w 2749
τὸ 18 w 2752
τὰς 1 w 2755
ἐπιθυμίας 1 w 2764
ἀποπιμπλάναι 1 w 2776
καὶ 30 w 2779
τὰς 2 w 2782
αὑτοῦ 1 w 2787
καὶ 31 w 2790
τὰς 3 w 2793
τῶν 17 w 2796
ἄλλων 1 w 2801
εἰ 10 w 2804
δὲ 10 w 2806
μὴ 2 w 2808
τοῦτο 4 w 2813
ἀλλʼ 2 w 2818
ὅπερ 1 w 2822
ἐν 4 w 2824
τῷ 3 w 2826
ὑστέρῳ 1 w 2832
λόγῳ 1 w 2836
ἠναγκάσθημεν 1 w 2848
ἡμεῖς 2 w 2853
ὁμολογεῖν 1 w 2862
ὅτι 3 w 2866
αἳ 1 w 2868
μὲν 7 w 2871
τῶν 18 w 2874
ἐπιθυμιῶν 1 w 2883
πληρούμεναι 1 w 2894
βελτίω 1 w 2900
ποιοῦσι 1 w 2907
τὸν 6 w 2910
ἄνθρωπον 1 w 2918
ταύτας 1 w 2925
μὲν 8 w 2928
ἀποτελεῖν 1 w 2937
αἳ 2 w 2940
δὲ 11 w 2942
χείρω 1 w 2947
μή 2 w 2950
τοῦτο 5 w 2956
δὲ 12 w 2958
τέχνη 1 w 2963
τις 2 w 2966
εἴη 3 w 2969
τοιοῦτον 5 w 2978
ἄνδρα 2 w 2983
τούτων 1 w 2989
τινὰ 2 w 2993
γεγονέναι 2 w 3002
οὐκ 7 w 3005
ἔχω 2 w 3008
ἔγωγε 1 w 3013
πῶς 1 w 3016
εἴπω 1 w 3020
ΚΑΛ 13 w 3024
ἀλλʼ 3 w 3029
ἐὰν 1 w 3032
ζητῇς 1 w 3037
καλῶς 1 w 3042
εὑρήσεις 1 w 3051
ΣΩ 14 w 3054
ἴδωμεν 1 w 3061
δὴ 7 w 3063
οὑτωσὶ 1 w 3069
ἀτρέμα 1 w 3075
σκοπούμενοι 1 w 3086
εἴ 9 w 3088
τις 3 w 3091
τούτων 2 w 3097
τοιοῦτος 1 w 3105
γέγονεν 1 w 3112
φέρε 2 w 3117
γάρ 1 w 3120
4 w 3122
ἀγαθὸς 1 w 3128
ἀνὴρ 1 w 3132
καὶ 32 w 3135
ἐπὶ 1 w 3138
τὸ 20 w 3140
βέλτιστον 3 w 3149
λέγων 1 w 3154
2 w 3156
ἂν 4 w 3158
λέγῃ 1 w 3162
ἄλλο 3 w 3166
τι 32 w 3168
οὐκ 8 w 3171
εἰκῇ 1 w 3175
ἐρεῖ 3 w 3179
ἀλλʼ 4 w 3184
ἀποβλέπων 1 w 3193
πρός 1 w 3197
τι 33 w 3199
ὥσπερ 2 w 3205
καὶ 33 w 3208
οἱ 6 w 3210
ἄλλοι 1 w 3215
πάντες 1 w 3221
δημιουργοὶ 1 w 3231
βλέποντες 1 w 3240
πρὸς 9 w 3244
τὸ 21 w 3246
αὑτῶν 3 w 3251
ἔργον 1 w 3256
ἕκαστος 1 w 3263
οὐκ 9 w 3266
εἰκῇ 2 w 3270
ἐκλεγόμενος 1 w 3281
προσφέρει 1 w 3290
πρὸς 10 w 3294
τὸ 22 w 3296
ἔργον 2 w 3301
τὸ 23 w 3303
αὑτῶν 4 w 3308
ἀλλʼ 5 w 3313
ὅπως 5 w 3317
ἂν 5 w 3319
εἶδός 1 w 3324
τι 34 w 3326
αὐτῷ 1 w 3330
σχῇ 1 w 3333
τοῦτο 6 w 3338
1 w 3339
ἐργάζεται 1 w 3348
ΣΩ 15 w 3351
οἷον 2 w 3356
εἰ 13 w 3358
βούλει 1 w 3364
ἰδεῖν 1 w 3369
τοὺς 6 w 3373
ζωγράφους 1 w 3382
τοὺς 7 w 3387
οἰκοδόμους 1 w 3397
τοὺς 8 w 3402
ναυπηγούς 1 w 3411
τοὺς 9 w 3416
ἄλλους 2 w 3422
πάντας 1 w 3428
δημιουργούς 1 w 3439
ὅντινα 2 w 3446
βούλει 2 w 3452
αὐτῶν 1 w 3457
ὡς 4 w 3460
εἰς 1 w 3463
τάξιν 1 w 3468
τινὰ 3 w 3472
ἕκαστος 2 w 3479
ἕκαστον 1 w 3486
τίθησιν 1 w 3493
2 w 3494
ἂν 6 w 3496
τιθῇ 1 w 3500
καὶ 34 w 3504
προσαναγκάζει 1 w 3517
τὸ 24 w 3519
ἕτερον 2 w 3525
τῷ 5 w 3527
ἑτέρῳ 1 w 3532
πρέπον 1 w 3538
τε 27 w 3540
εἶναι 3 w 3545
καὶ 35 w 3548
ἁρμόττειν 1 w 3557
ἕως 1 w 3561
ἂν 7 w 3563
τὸ 25 w 3565
ἅπαν 1 w 3569
συστήσηται 1 w 3579
τεταγμένον 1 w 3589
τε 30 w 3591
καὶ 36 w 3594
κεκοσμημένον 1 w 3606
πρᾶγμα 1 w 3612
καὶ 37 w 3616
οἵ 2 w 3618
τε 31 w 3620
δὴ 8 w 3622
ἄλλοι 2 w 3627
δημιουργοὶ 2 w 3637
καὶ 38 w 3640
οὓς 1 w 3643
νυνδὴ 2 w 3648
ἐλέγομεν 1 w 3656
οἱ 7 w 3659
περὶ 1 w 3663
τὸ 26 w 3665
σῶμα 1 w 3669
παιδοτρίβαι 1 w 3681
τε 32 w 3683
καὶ 39 w 3686
ἰατροί 1 w 3692
κοσμοῦσί 1 w 3701
που 3 w 3704
τὸ 27 w 3706
σῶμα 2 w 3710
καὶ 40 w 3713
συντάττουσιν 1 w 3725
ὁμολογοῦμεν 1 w 3737
οὕτω 1 w 3741
τοῦτʼ 1 w 3746
ἔχειν 1 w 3751
10 w 3752
οὔ 1 w 3754
ΚΑΛ 14 w 3758
ἔστω 1 w 3763
τοῦτο 7 w 3768
οὕτω 2 w 3772
ΣΩ 16 w 3775
τάξεως 1 w 3782
ἄρα 3 w 3785
καὶ 41 w 3788
κόσμου 1 w 3794
τυχοῦσα 1 w 3801
οἰκία 1 w 3806
χρηστὴ 1 w 3812
ἂν 8 w 3814
εἴη 4 w 3817
ἀταξίας 1 w 3825
δὲ 13 w 3827
μοχθηρά 1 w 3834
ΚΑΛ 15 w 3838
φημί 2 w 3843
ΣΩ 17 w 3846
οὐκοῦν 4 w 3853
καὶ 42 w 3856
πλοῖον 1 w 3862
ὡσαύτως 1 w 3869
ΚΑΛ 16 w 3873
ναί 2 w 3877
ΣΩ 18 w 3880
καὶ 43 w 3884
μὴν 1 w 3887
καὶ 44 w 3890
τὰ 5 w 3892
σώματά 1 w 3898
φαμεν 3 w 3903
τὰ 6 w 3905
ἡμέτερα 1 w 3912
ΚΑΛ 17 w 3916
πάνυ 4 w 3921
γε 19 w 3923
ΣΩ 19 w 3926
τί 22 w 3929
δʼ 2 w 3931
19 w 3932
ψυχή 1 w 3936
ἀταξίας 2 w 3944
τυχοῦσα 2 w 3951
ἔσται 2 w 3956
χρηστή 1 w 3962
11 w 3964
τάξεώς 1 w 3970
τε 34 w 3972
καὶ 45 w 3975
κόσμου 2 w 3981
τινός 1 w 3986
ΚΑΛ 18 w 3990
ἀνάγκη 2 w 3997
ἐκ 4 w 3999
τῶν 22 w 4002
πρόσθεν 2 w 4009
καὶ 46 w 4012
τοῦτο 8 w 4017
συνομολογεῖν 1 w 4029
ΣΩ 20 w 4032
τί 23 w 4035
οὖν 1 w 4038
ὄνομά 1 w 4043
ἐστιν 5 w 4048
ἐν 5 w 4050
τῷ 6 w 4052
σώματι 1 w 4058
τῷ 7 w 4060
ἐκ 5 w 4062
τῆς 4 w 4065
τάξεώς 2 w 4071
τε 35 w 4073
καὶ 47 w 4076
τοῦ 18 w 4079
κόσμου 3 w 4085
γιγνομένῳ 1 w 4094
ΚΑΛ 19 w 4098
Ὑγίειαν 1 w 4106
καὶ 48 w 4109
ἰσχὺν 1 w 4114
ἴσως 1 w 4118
λέγεις 2 w 4124
ΣΩ 21 w 4127
ἔγωγε 2 w 4133
τί 24 w 4136
δὲ 14 w 4138
αὖ 1 w 4140
τῷ 8 w 4142
ἐν 6 w 4144
τῇ 2 w 4146
ψυχῇ 1 w 4150
ἐγγιγνομένῳ 1 w 4161
ἐκ 6 w 4163
τῆς 5 w 4166
τάξεως 2 w 4172
καὶ 49 w 4175
τοῦ 19 w 4178
κόσμου 4 w 4184
πειρῶ 1 w 4190
εὑρεῖν 1 w 4196
καὶ 50 w 4199
εἰπεῖν 4 w 4205
ὥσπερ 3 w 4210
ἐκεῖ 3 w 4214
τὸ 28 w 4216
ὄνομα 1 w 4221
ΚΑΛ 20 w 4225
τί 25 w 4228
δὲ 15 w 4230
οὐκ 11 w 4233
αὐτὸς 1 w 4238
λέγεις 3 w 4244
5 w 4246
Σώκρατες 3 w 4254
ΣΩ 22 w 4257
ἀλλʼ 6 w 4262
εἴ 11 w 4264
σοι 8 w 4267
ἥδιόν 1 w 4272
ἐστιν 6 w 4277
ἐγὼ 2 w 4281
ἐρῶ 1 w 4284
σὺ 5 w 4287
δέ 8 w 4289
ἂν 9 w 4292
μέν 7 w 4295
σοι 9 w 4298
δοκῶ 1 w 4302
ἐγὼ 3 w 4305
καλῶς 2 w 4310
λέγειν 2 w 4316
φάθι 1 w 4321
εἰ 16 w 4324
δὲ 16 w 4326
μή 3 w 4328
ἔλεγχε 1 w 4335
καὶ 51 w 4338
μὴ 4 w 4340
ἐπίτρεπε 1 w 4348
ἐμοὶ 2 w 4353
γὰρ 6 w 4356
δοκεῖ 4 w 4361
ταῖς 4 w 4365
μὲν 9 w 4368
τοῦ 20 w 4371
σώματος 1 w 4378
τάξεσιν 1 w 4385
ὄνομα 2 w 4390
εἶναι 4 w 4395
ὑγιεινόν 1 w 4403
ἐξ 2 w 4406
οὗ 5 w 4408
ἐν 7 w 4410
αὐτῷ 2 w 4414
20 w 4415
ὑγίεια 1 w 4421
γίγνεται 1 w 4429
καὶ 52 w 4432
21 w 4433
ἄλλη 1 w 4437
ἀρετὴ 1 w 4442
τοῦ 21 w 4445
σώματος 2 w 4452
ἔστιν 2 w 4458
ταῦτα 2 w 4463
12 w 4464
οὐκ 12 w 4467
ἔστιν 3 w 4472
ΚΑΛ 21 w 4476
ἔστιν 4 w 4482
ΣΩ 23 w 4485
ταῖς 5 w 4490
δέ 9 w 4492
γε 25 w 4494
τῆς 6 w 4497
ψυχῆς 1 w 4502
τάξεσι 2 w 4508
καὶ 53 w 4511
κοσμήσεσιν 1 w 4521
νόμιμόν 1 w 4528
τε 37 w 4530
καὶ 54 w 4533
νόμος 1 w 4538
ὅθεν 2 w 4543
καὶ 55 w 4546
νόμιμοι 1 w 4553
γίγνονται 2 w 4562
καὶ 56 w 4565
κόσμιοι 1 w 4572
ταῦτα 3 w 4578
δʼ 3 w 4580
ἔστιν 5 w 4585
δικαιοσύνη 1 w 4595
τε 38 w 4597
καὶ 57 w 4600
σωφροσύνη 1 w 4609
φῂς 1 w 4613
13 w 4614
οὔ 2 w 4616
ΚΑΛ 22 w 4620
ἔστω 2 w 4625
ΣΩ 24 w 4628
οὐκοῦν 5 w 4635
πρὸς 11 w 4639
ταῦτα 4 w 4644
βλέπων 3 w 4650
6 w 4651
ῥήτωρ 1 w 4656
ἐκεῖνος 3 w 4663
7 w 4665
τεχνικός 1 w 4673
τε 40 w 4675
καὶ 58 w 4678
ἀγαθός 1 w 4684
καὶ 59 w 4688
τοὺς 10 w 4692
λόγους 2 w 4698
προσοίσει 1 w 4707
ταῖς 6 w 4711
ψυχαῖς 1 w 4717
οὓς 2 w 4720
ἂν 10 w 4722
λέγῃ 2 w 4726
καὶ 60 w 4730
τὰς 4 w 4733
πράξεις 1 w 4740
ἁπάσας 1 w 4746
καὶ 61 w 4750
δῶρον 1 w 4755
ἐάν 4 w 4758
τι 46 w 4760
διδῷ 1 w 4764
δώσει 1 w 4770
καὶ 62 w 4774
ἐάν 5 w 4777
τι 47 w 4779
ἀφαιρῆται 1 w 4788
ἀφαιρήσεται 1 w 4800
πρὸς 12 w 4805
τοῦτο 9 w 4810
ἀεὶ 2 w 4813
τὸν 7 w 4816
νοῦν 1 w 4820
ἔχων 1 w 4824
ὅπως 6 w 4829
ἂν 11 w 4831
αὐτοῦ 2 w 4836
τοῖς 9 w 4840
πολίταις 2 w 4848
δικαιοσύνη 2 w 4858
μὲν 10 w 4861
ἐν 8 w 4863
ταῖς 7 w 4867
ψυχαῖς 2 w 4873
γίγνηται 1 w 4881
ἀδικία 1 w 4888
δὲ 17 w 4890
ἀπαλλάττηται 1 w 4902
καὶ 63 w 4906
σωφροσύνη 2 w 4915
μὲν 11 w 4918
ἐγγίγνηται 1 w 4928
ἀκολασία 1 w 4937
δὲ 18 w 4939
ἀπαλλάττηται 2 w 4951
καὶ 64 w 4955
22 w 4956
ἄλλη 2 w 4960
ἀρετὴ 2 w 4965
ἐγγίγνηται 2 w 4975
κακία 1 w 4981
δὲ 19 w 4983
ἀπίῃ 1 w 4987
συγχωρεῖς 1 w 4997
14 w 4998
οὔ 3 w 5000
ΚΑΛ 23 w 5004
συγχωρῶ 1 w 5012
ΣΩ 25 w 5015
τί 26 w 5018
γὰρ 7 w 5021
ὄφελος 1 w 5027
6 w 5029
Καλλίκλεις 3 w 5039
σώματί 1 w 5046
γε 26 w 5048
κάμνοντι 1 w 5056
καὶ 65 w 5059
μοχθηρῶς 1 w 5067
διακειμένῳ 1 w 5077
σιτία 1 w 5082
πολλὰ 1 w 5087
διδόναι 1 w 5094
καὶ 66 w 5097
τὰ 8 w 5099
ἥδιστα 1 w 5105
15 w 5106
ποτὰ 1 w 5110
16 w 5111
ἄλλʼ 1 w 5115
ὁτιοῦν 1 w 5121
3 w 5123
μὴ 5 w 5125
ὀνήσει 1 w 5131
αὐτὸ 3 w 5135
ἔσθʼ 1 w 5139
ὅτι 4 w 5142
πλέον 1 w 5147
17 w 5148
τοὐναντίον 1 w 5158
κατά 1 w 5162
γε 27 w 5164
τὸν 8 w 5167
δίκαιον 1 w 5174
λόγον 1 w 5179
καὶ 67 w 5182
ἔλαττον 1 w 5189
ἔστι 6 w 5194
ταῦτα 5 w 5199
ΚΑΛ 24 w 5203
ἔστω 3 w 5208
ΣΩ 26 w 5211
οὐ 25 w 5214
γὰρ 8 w 5217
οἶμαι 1 w 5222
λυσιτελεῖ 1 w 5231
μετὰ 1 w 5235
μοχθηρίας 1 w 5244
σώματος 3 w 5251
ζῆν 1 w 5254
ἀνθρώπῳ 1 w 5261
ἀνάγκη 3 w 5268
γὰρ 9 w 5271
οὕτω 3 w 5275
καὶ 68 w 5278
ζῆν 2 w 5281
μοχθηρῶς 2 w 5289
18 w 5291
οὐχ 4 w 5294
οὕτως 1 w 5299
ΚΑΛ 25 w 5303
ναί 3 w 5307
ΣΩ 27 w 5310
οὐκοῦν 6 w 5317
καὶ 69 w 5320
τὰς 5 w 5323
ἐπιθυμίας 2 w 5332
ἀποπιμπλάναι 2 w 5344
οἷον 3 w 5349
πεινῶντα 1 w 5357
φαγεῖν 1 w 5363
ὅσον 1 w 5367
βούλεται 1 w 5375
19 w 5376
διψῶντα 1 w 5383
πιεῖν 1 w 5388
ὑγιαίνοντα 1 w 5399
μὲν 12 w 5402
ἐῶσιν 1 w 5407
οἱ 8 w 5409
ἰατροὶ 1 w 5415
ὡς 5 w 5417
τὰ 12 w 5419
πολλά 1 w 5424
κάμνοντα 1 w 5433
δὲ 20 w 5435
ὡς 6 w 5437
ἔπος 1 w 5441
εἰπεῖν 5 w 5447
οὐδέποτʼ 1 w 5455
ἐῶσιν 2 w 5460
ἐμπίμπλασθαι 1 w 5472
ὧν 1 w 5474
ἐπιθυμεῖ 1 w 5482
συγχωρεῖς 2 w 5492
τοῦτό 4 w 5497
γε 29 w 5499
καὶ 70 w 5502
σύ 5 w 5504
ΚΑΛ 26 w 5508
ἔγωγε 3 w 5514
ΣΩ 28 w 5517
περὶ 2 w 5522
δὲ 21 w 5524
ψυχήν 1 w 5529
7 w 5531
ἄριστε 1 w 5537
οὐχ 5 w 5541
9 w 5542
αὐτὸς 2 w 5547
τρόπος 1 w 5553
ἕως 2 w 5557
μὲν 13 w 5560
ἂν 12 w 5562
πονηρὰ 1 w 5568
2 w 5569
ἀνόητός 1 w 5577
τε 43 w 5579
οὖσα 1 w 5583
καὶ 71 w 5586
ἀκόλαστος 1 w 5595
καὶ 72 w 5598
ἄδικος 1 w 5604
καὶ 73 w 5607
ἀνόσιος 1 w 5614
εἴργειν 1 w 5622
αὐτὴν 1 w 5627
δεῖ 3 w 5630
τῶν 23 w 5633
ἐπιθυμιῶν 2 w 5642
καὶ 74 w 5645
μὴ 6 w 5647
ἐπιτρέπειν 1 w 5657
ἄλλʼ 2 w 5661
ἄττα 1 w 5665
ποιεῖν 1 w 5671
20 w 5672
ἀφʼ 1 w 5675
ὧν 2 w 5677
βελτίων 1 w 5684
ἔσται 3 w 5689
φῂς 2 w 5693
21 w 5694
οὔ 4 w 5696
ΚΑΛ 27 w 5700
φημί 3 w 5705
ΣΩ 29 w 5708
οὕτω 5 w 5713
γάρ 2 w 5716
που 4 w 5719
αὐτῇ 1 w 5723
ἄμεινον 1 w 5730
τῇ 4 w 5732
ψυχῇ 2 w 5736
ΚΑΛ 28 w 5740
πάνυ 5 w 5745
γε 32 w 5747
ΣΩ 30 w 5750
οὐκοῦν 7 w 5757
τὸ 34 w 5759
εἴργειν 2 w 5766
ἐστὶν 1 w 5771
ἀφʼ 2 w 5774
ὧν 3 w 5776
ἐπιθυμεῖ 2 w 5784
κολάζειν 1 w 5792
ΚΑΛ 29 w 5796
ναί 4 w 5800
ΣΩ 31 w 5803
τὸ 35 w 5806
κολάζεσθαι 1 w 5816
ἄρα 4 w 5819
τῇ 5 w 5821
ψυχῇ 3 w 5825
ἄμεινόν 1 w 5832
ἐστιν 7 w 5837
22 w 5838
23 w 5839
ἀκολασία 2 w 5847
ὥσπερ 4 w 5853
σὺ 6 w 5855
νυνδὴ 3 w 5860
ᾤου 1 w 5863
ΚΑΛ 30 w 5867
οὐκ 16 w 5871
οἶδʼ 1 w 5875
ἅττα 1 w 5879
λέγεις 4 w 5885
8 w 5887
Σώκρατες 4 w 5895
ἀλλʼ 7 w 5900
ἄλλον 1 w 5905
τινὰ 4 w 5909
ἐρώτα 1 w 5914
ΣΩ 32 w 5917
οὗτος 2 w 5923
ἀνὴρ 2 w 5927
οὐχ 6 w 5930
ὑπομένει 1 w 5938
ὠφελούμενος 1 w 5949
καὶ 75 w 5952
αὐτὸς 3 w 5957
τοῦτο 10 w 5962
πάσχων 1 w 5968
περὶ 3 w 5972
οὗ 7 w 5974
10 w 5975
λόγος 1 w 5980
ἐστί 2 w 5984
κολαζόμενος 1 w 5996
ΚΑΛ 31 w 6000
οὐδέ 3 w 6005
γέ 3 w 6007
μοι 5 w 6010
μέλει 1 w 6015
οὐδὲν 2 w 6020
ὧν 4 w 6022
σὺ 7 w 6024
λέγεις 5 w 6030
καὶ 76 w 6034
ταῦτά 1 w 6039
σοι 10 w 6042
Γοργίου 1 w 6049
χάριν 2 w 6054
ἀπεκρινάμην 1 w 6065
ΣΩ 33 w 6068
εἶεν 2 w 6073
τί 32 w 6076
οὖν 2 w 6079
δὴ 11 w 6081
ποιήσομεν 1 w 6090
μεταξὺ 1 w 6097
τὸν 9 w 6100
λόγον 2 w 6105
καταλύομεν 1 w 6115
ΚΑΛ 32 w 6119
αὐτὸς 4 w 6125
γνώσῃ 1 w 6130
ΣΩ 34 w 6133
ἀλλʼ 8 w 6138
οὐδὲ 4 w 6142
τοὺς 11 w 6146
μύθους 1 w 6152
φασὶ 1 w 6156
μεταξὺ 2 w 6162
θέμις 1 w 6167
εἶναι 5 w 6172
καταλείπειν 1 w 6183
ἀλλʼ 9 w 6188
ἐπιθέντας 1 w 6197
κεφαλήν 1 w 6204
ἵνα 1 w 6208
μὴ 7 w 6210
ἄνευ 1 w 6214
κεφαλῆς 1 w 6221
περιίῃ 1 w 6227
ἀπόκριναι 1 w 6237
οὖν 3 w 6240
καὶ 77 w 6243
τὰ 13 w 6245
λοιπά 1 w 6250
ἵνα 2 w 6254
ἡμῖν 2 w 6258
11 w 6259
λόγος 2 w 6264
κεφαλὴν 1 w 6271
λάβῃ 1 w 6275
ΚΑΛ 33 w 6279
ὡς 7 w 6282
βίαιος 1 w 6288
εἶ 10 w 6290
9 w 6292
Σώκρατες 5 w 6300
ἐὰν 2 w 6304
δὲ 24 w 6306
ἐμοὶ 3 w 6310
πείθῃ 1 w 6315
ἐάσεις 1 w 6322
χαίρειν 1 w 6329
τοῦτον 1 w 6335
τὸν 10 w 6338
λόγον 3 w 6343
23 w 6345
καὶ 78 w 6348
ἄλλῳ 1 w 6352
τῳ 1 w 6354
διαλέξῃ 1 w 6361
ΣΩ 35 w 6364
τίς 5 w 6368
οὖν 4 w 6371
ἄλλος 1 w 6376
ἐθέλει 1 w 6382
μὴ 8 w 6385
γάρ 3 w 6388
τοι 11 w 6391
ἀτελῆ 1 w 6396
γε 36 w 6398
τὸν 11 w 6401
λόγον 4 w 6406
καταλίπωμεν 1 w 6417
ΚΑΛ 34 w 6421
αὐτὸς 5 w 6427
δὲ 25 w 6429
οὐκ 17 w 6432
ἂν 13 w 6434
δύναιο 1 w 6440
διελθεῖν 1 w 6448
τὸν 12 w 6451
λόγον 5 w 6456
24 w 6458
λέγων 2 w 6463
κατὰ 1 w 6467
σαυτὸν 1 w 6473
25 w 6474
ἀποκρινόμενος 1 w 6487
σαυτῷ 1 w 6492
ΣΩ 36 w 6495
ἵνα 3 w 6499
μοι 6 w 6502
τὸ 44 w 6504
τοῦ 27 w 6507
Ἐπιχάρμου 1 w 6516
γένηται 1 w 6523
3 w 6525
πρὸ 13 w 6528
τοῦ 28 w 6531
δύο 1 w 6534
ἄνδρες 1 w 6540
ἔλεγον 1 w 6546
εἷς 1 w 6550
ὢν 1 w 6552
ἱκανὸς 1 w 6558
γένωμαι 1 w 6565
ἀτὰρ 1 w 6570
κινδυνεύει 1 w 6580
ἀναγκαιότατον 1 w 6593
εἶναι 6 w 6598
οὕτως 2 w 6603
εἰ 18 w 6606
μέντοι 1 w 6612
ποιήσομεν 2 w 6621
οἶμαι 2 w 6627
ἔγωγε 4 w 6632
χρῆναι 1 w 6638
πάντας 2 w 6644
ἡμᾶς 1 w 6648
φιλονίκως 1 w 6657
ἔχειν 2 w 6662
πρὸς 13 w 6666
τὸ 45 w 6668
εἰδέναι 1 w 6675
τὸ 46 w 6677
ἀληθὲς 1 w 6683
τί 34 w 6685
ἐστιν 8 w 6690
περὶ 4 w 6694
ὧν 5 w 6696
λέγομεν 2 w 6703
καὶ 79 w 6706
τί 35 w 6708
ψεῦδος 1 w 6714
κοινὸν 1 w 6721
γὰρ 10 w 6724
ἀγαθὸν 2 w 6730
ἅπασι 1 w 6735
φανερὸν 1 w 6742
γενέσθαι 1 w 6750
αὐτό 1 w 6754
ΣΩ 37 w 6757
δίειμι 1 w 6764
μὲν 14 w 6767
οὖν 5 w 6770
τῷ 11 w 6772
λόγῳ 2 w 6776
ἐγὼ 4 w 6779
ὡς 8 w 6781
ἄν 6 w 6783
μοι 7 w 6786
δοκῇ 1 w 6790
ἔχειν 3 w 6795
ἐὰν 3 w 6799
δέ 13 w 6801
τῳ 2 w 6803
ὑμῶν 1 w 6807
μὴ 9 w 6809
τὰ 16 w 6811
ὄντα 1 w 6815
δοκῶ 2 w 6819
ὁμολογεῖν 2 w 6828
ἐμαυτῷ 1 w 6834
χρὴ 1 w 6838
ἀντιλαμβάνεσθαι 1 w 6853
καὶ 80 w 6856
ἐλέγχειν 1 w 6864
οὐδὲ 5 w 6869
γάρ 4 w 6872
τοι 13 w 6875
ἔγωγε 5 w 6880
εἰδὼς 1 w 6885
λέγω 3 w 6889
4 w 6890
λέγω 4 w 6894
ἀλλὰ 3 w 6899
ζητῶ 1 w 6903
κοινῇ 1 w 6908
μεθʼ 1 w 6912
ὑμῶν 2 w 6916
ὥστε 1 w 6921
ἂν 14 w 6924
τὶ 3 w 6926
φαίνηται 1 w 6934
λέγων 3 w 6939
13 w 6940
ἀμφισβητῶν 1 w 6950
ἐμοί 1 w 6954
ἐγὼ 5 w 6958
πρῶτος 1 w 6964
συγχωρήσομαι 1 w 6976
λέγω 6 w 6981
μέντοι 2 w 6987
ταῦτα 6 w 6992
εἰ 21 w 6995
δοκεῖ 5 w 7000
χρῆναι 2 w 7006
διαπερανθῆναι 1 w 7019
τὸν 14 w 7022
λόγον 6 w 7027
εἰ 22 w 7030
δὲ 27 w 7032
μὴ 10 w 7034
βούλεσθε 1 w 7042
ἐῶμεν 1 w 7048
ἤδη 1 w 7051
χαίρειν 2 w 7058
καὶ 81 w 7061
ἀπίωμεν 1 w 7068
ΓΟΡ 1 w 7072
ἀλλʼ 10 w 7077
ἐμοὶ 4 w 7081
μὲν 15 w 7084
οὐ 38 w 7086
δοκεῖ 6 w 7091
10 w 7093
Σώκρατες 6 w 7101
χρῆναί 1 w 7108
πω 12 w 7110
ἀπιέναι 1 w 7117
ἀλλὰ 4 w 7122
διεξελθεῖν 1 w 7132
σε 11 w 7134
τὸν 15 w 7137
λόγον 7 w 7142
φαίνεται 3 w 7151
δέ 14 w 7153
μοι 8 w 7156
καὶ 82 w 7159
τοῖς 10 w 7163
ἄλλοις 1 w 7169
δοκεῖν 1 w 7175
βούλομαι 1 w 7184
γὰρ 11 w 7187
ἔγωγε 6 w 7192
καὶ 83 w 7195
αὐτὸς 6 w 7200
ἀκοῦσαί 1 w 7207
σου 1 w 7210
αὐτοῦ 3 w 7215
διιόντος 1 w 7223
τὰ 17 w 7225
ἐπίλοιπα 1 w 7233
ΣΩ 38 w 7236
ἀλλὰ 5 w 7241
μὲν 16 w 7244
δή 5 w 7246
11 w 7248
Γοργία 1 w 7254
καὶ 84 w 7258
αὐτὸς 7 w 7263
ἡδέως 1 w 7268
μὲν 17 w 7271
ἂν 15 w 7273
Καλλικλεῖ 1 w 7282
τούτῳ 1 w 7287
ἔτι 2 w 7290
διελεγόμην 1 w 7300
ἕως 3 w 7304
αὐτῷ 3 w 7308
τὴν 4 w 7311
τοῦ 30 w 7314
Ἀμφίονος 1 w 7322
ἀπέδωκα 1 w 7329
ῥῆσιν 1 w 7334
ἀντὶ 1 w 7338
τῆς 7 w 7341
τοῦ 31 w 7344
Ζήθου 1 w 7349
ἐπειδὴ 2 w 7356
δὲ 28 w 7358
σύ 6 w 7360
12 w 7362
Καλλίκλεις 4 w 7372
οὐκ 18 w 7376
ἐθέλεις 1 w 7383
συνδιαπερᾶναι 1 w 7396
τὸν 16 w 7399
λόγον 8 w 7404
ἀλλʼ 11 w 7409
οὖν 6 w 7412
ἐμοῦ 1 w 7416
γε 42 w 7418
ἀκούων 1 w 7424
ἐπιλαμβάνου 1 w 7435
ἐάν 6 w 7439
τί 36 w 7441
σοι 11 w 7444
δοκῶ 3 w 7448
μὴ 11 w 7450
καλῶς 3 w 7455
λέγειν 3 w 7461
καί 1 w 7465
με 37 w 7467
ἐὰν 4 w 7470
ἐξελέγχῃς 1 w 7479
οὐκ 19 w 7483
ἀχθεσθήσομαί 1 w 7495
σοι 12 w 7498
ὥσπερ 5 w 7503
σὺ 8 w 7505
ἐμοί 2 w 7509
ἀλλὰ 6 w 7514
μέγιστος 1 w 7522
εὐεργέτης 1 w 7531
παρʼ 1 w 7535
ἐμοὶ 5 w 7539
ἀναγεγράψῃ 1 w 7549
ΚΑΛ 35 w 7553
λέγε 9 w 7558
ὠγαθέ 1 w 7564
αὐτὸς 8 w 7570
καὶ 85 w 7573
πέραινε 1 w 7580
ΣΩ 39 w 7583
ἄκουε 1 w 7589
δὴ 13 w 7591
ἐξ 4 w 7593
ἀρχῆς 1 w 7598
ἐμοῦ 2 w 7602
ἀναλαβόντος 1 w 7613
τὸν 17 w 7616
λόγον 9 w 7621
ἆρα 1 w 7625
τὸ 54 w 7627
ἡδὺ 2 w 7630
καὶ 86 w 7633
τὸ 55 w 7635
ἀγαθὸν 3 w 7641
τὸ 56 w 7643
αὐτό 2 w 7647
ἐστιν 9 w 7652
οὐ 41 w 7656
ταὐτόν 1 w 7662
ὡς 9 w 7665
ἐγὼ 6 w 7668
καὶ 87 w 7671
Καλλικλῆς 1 w 7680
ὡμολογήσαμεν 1 w 7692
πότερον 1 w 7701
δὲ 29 w 7703
τὸ 57 w 7705
ἡδὺ 3 w 7708
ἕνεκα 2 w 7713
τοῦ 32 w 7716
ἀγαθοῦ 1 w 7722
πρακτέον 1 w 7730
26 w 7732
τὸ 58 w 7734
ἀγαθὸν 4 w 7740
ἕνεκα 3 w 7745
τοῦ 33 w 7748
ἡδέος 1 w 7753
τὸ 59 w 7757
ἡδὺ 4 w 7760
ἕνεκα 4 w 7765
τοῦ 34 w 7768
ἀγαθοῦ 2 w 7774
ἡδὺ 5 w 7779
δέ 17 w 7781
ἐστιν 10 w 7786
τοῦτο 12 w 7791
οὗ 8 w 7793
παραγενομένου 1 w 7806
ἡδόμεθα 1 w 7813
ἀγαθὸν 5 w 7820
δὲ 30 w 7822
οὗ 9 w 7824
παρόντος 1 w 7832
ἀγαθοί 1 w 7838
ἐσμεν 1 w 7843
πάνυ 6 w 7849
γε 47 w 7851
ἀλλὰ 7 w 7857
μὴν 2 w 7860
ἀγαθοί 2 w 7866
γέ 7 w 7868
ἐσμεν 2 w 7873
καὶ 88 w 7876
ἡμεῖς 3 w 7881
καὶ 89 w 7884
τἆλλα 1 w 7889
πάντα 3 w 7894
ὅσʼ 1 w 7897
ἀγαθά 1 w 7902
ἐστιν 11 w 7907
ἀρετῆς 1 w 7914
τινος 1 w 7919
παραγενομένης 1 w 7932
ἔμοιγε 3 w 7940
δοκεῖ 8 w 7945
ἀναγκαῖον 1 w 7954
εἶναι 7 w 7959
13 w 7961
Καλλίκλεις 5 w 7971
ἀλλὰ 8 w 7977
μὲν 18 w 7980
δὴ 14 w 7982
5 w 7983
γε 50 w 7985
ἀρετὴ 3 w 7990
ἑκάστου 1 w 7997
καὶ 90 w 8001
σκεύους 1 w 8008
καὶ 91 w 8011
σώματος 4 w 8018
καὶ 92 w 8021
ψυχῆς 2 w 8026
αὖ 2 w 8028
καὶ 93 w 8031
ζῴου 1 w 8035
παντός 1 w 8041
οὐ 42 w 8044
τῷ 14 w 8046
εἰκῇ 3 w 8050
κάλλιστα 1 w 8058
παραγίγνεται 1 w 8070
ἀλλὰ 9 w 8075
τάξει 1 w 8080
καὶ 94 w 8083
ὀρθότητι 1 w 8091
καὶ 95 w 8094
τέχνῃ 1 w 8099
ἥτις 1 w 8104
ἑκάστῳ 1 w 8110
ἀποδέδοται 1 w 8120
αὐτῶν 2 w 8125
ἆρα 2 w 8129
ἔστιν 6 w 8134
ταῦτα 7 w 8139
ἐγὼ 7 w 8144
μὲν 19 w 8147
γάρ 5 w 8150
φημι 1 w 8154
τάξει 2 w 8161
ἆρα 3 w 8164
τεταγμένον 2 w 8174
καὶ 96 w 8177
κεκοσμημένον 2 w 8189
ἐστὶν 2 w 8194
34 w 8195
ἀρετὴ 4 w 8200
ἑκάστου 2 w 8207
φαίην 1 w 8214
ἂν 16 w 8216
ἔγωγε 7 w 8221
κόσμος 1 w 8229
τις 5 w 8232
ἄρα 5 w 8235
ἐγγενόμενος 1 w 8246
ἐν 9 w 8248
ἑκάστῳ 2 w 8254
14 w 8255
ἑκάστου 3 w 8262
οἰκεῖος 1 w 8269
ἀγαθὸν 6 w 8275
παρέχει 1 w 8282
ἕκαστον 2 w 8289
τῶν 26 w 8292
ὄντων 1 w 8297
ἔμοιγε 4 w 8305
δοκεῖ 9 w 8310
καὶ 97 w 8315
ψυχὴ 1 w 8319
ἄρα 6 w 8322
κόσμον 1 w 8328
ἔχουσα 1 w 8334
τὸν 18 w 8337
ἑαυτῆς 1 w 8343
ἀμείνων 1 w 8350
τῆς 10 w 8353
ἀκοσμήτου 1 w 8362
ἀνάγκη 4 w 8370
ἀλλὰ 10 w 8376
μὴν 3 w 8379
7 w 8380
γε 54 w 8382
κόσμον 2 w 8388
ἔχουσα 2 w 8394
κοσμία 1 w 8400
πῶς 2 w 8405
γὰρ 12 w 8408
οὐ 43 w 8410
μέλλει 2 w 8416