Scaife ATLAS

CTS Library / Πρωταγόρας

Πρωταγόρας (331-334)

urn:cts:greekLit:tlg0059.tlg022.perseus-grc2:331-334
Refs {'start': {'reference': '331', 'human_reference': 'Section 331'}, 'end': {'reference': '334', 'human_reference': 'Section 334'}}
Ancestors []
Children []
prev
plain textXML
next

ΣΩ. εἴποιμʼ ἂν ἔγωγε ὅτι τὰ μὲν ἄλλα ὀρθῶς ἤκουσας, ὅτι δὲ καὶ ἐμὲ οἴει εἰπεῖν τοῦτο, παρήκουσας· Πρωταγόρας γὰρ
331
331a
ὅδε ταῦτα ἀπεκρίνατο, ἐγὼ δὲ ἠρώτων. εἰ οὖν εἴποι· ἀληθῆ ὅδε λέγει, Πρωταγόρα; σὺ φῂς οὐκ εἶναι τὸ ἕτερον μόριον οἷον τὸ ἕτερον τῶν τῆς ἀρετῆς; σὸς οὗτος λόγος ἐστίν; τί ἂν αὐτῷ ἀποκρίναιο;—
ἀνάγκη,
ἔφη,
Σώκρατες, ὁμολογεῖν.
τί οὖν, Πρωταγόρα, ἀποκρινούμεθα αὐτῷ, ταῦτα ὁμολογήσαντες, ἐὰν ἡμᾶς ἐπανέρηται· οὐκ ἄρα ἐστὶν ὁσιότης οἷον δίκαιον εἶναι πρᾶγμα, οὐδὲ δικαιοσύνη οἷον ὅσιον ἀλλʼ οἷον μὴ ὅσιον· δʼ ὁσιότης οἷον μὴ δίκαιον, ἀλλʼ ἄδικον
331b
ἄρα, τὸ δὲ ἀνόσιον; τί αὐτῷ ἀποκρινούμεθα; ἐγὼ μὲν γὰρ αὐτὸς ὑπέρ γε ἐμαυτοῦ φαίην ἂν καὶ τὴν δικαιοσύνην ὅσιον εἶναι καὶ τὴν ὁσιότητα δίκαιον· καὶ ὑπὲρ σοῦ δέ, εἴ με ἐῴης, ταὐτὰ ἂν ταῦτα ἀποκρινοίμην, ὅτι ἤτοι ταὐτόν γʼ ἐστιν δικαιότης ὁσιότητι ὅτι ὁμοιότατον, καὶ μάλιστα πάντων τε δικαιοσύνη οἷον ὁσιότης καὶ ὁσιότης οἷον δικαιοσύνη. ἀλλʼ ὅρα εἰ διακωλύεις ἀποκρίνεσθαι, καὶ σοὶ συνδοκεῖ οὕτως.—
οὐ πάνυ μοι δοκεῖ,
ἔφη,
Σώκρατες, οὕτως ἁπλοῦν
331c
εἶναι, ὥστε συγχωρῆσαι τήν τε δικαιοσύνην ὅσιον εἶναι καὶ τὴν ὁσιότητα δίκαιον, ἀλλά τί μοι δοκεῖ ἐν αὐτῷ διάφορον εἶναι. ἀλλὰ τί τοῦτο διαφέρει;
ἔφη·
εἰ γὰρ βούλει, ἔστω ἡμῖν καὶ δικαιοσύνη ὅσιον καὶ ὁσιότης δίκαιον.
μή μοι, ἦν δʼ ἐγώ· οὐδὲν γὰρ δέομαι τὸ εἰ βούλει τοῦτο καὶ εἴ σοι δοκεῖ ἐλέγχεσθαι, ἀλλʼ ἐμέ τε καὶ σέ· τὸ δʼ ἐμέ τε καὶ σέ τοῦτο λέγω, οἰόμενος οὕτω τὸν λόγον βέλτιστʼ
331d
ἂν ἐλέγχεσθαι, εἴ τις τὸ εἴ ἀφέλοι αὐτοῦ.—
ἀλλὰ μέντοι,
δʼ ὅς,
προσέοικέν τι δικαιοσύνη ὁσιότητι· καὶ γὰρ ὁτιοῦν ὁτῳοῦν ἁμῇ γέ πῃ προσέοικεν. τὸ γὰρ λευκὸν τῷ μέλανι ἔστιν ὅπῃ προσέοικεν, καὶ τὸ σκληρὸν τῷ μαλακῷ, καὶ τἆλλα δοκεῖ ἐναντιώτατα εἶναι ἀλλήλοις· καὶ τότε ἔφαμεν ἄλλην δύναμιν ἔχειν καὶ οὐκ εἶναι τὸ ἕτερον οἷον τὸ ἕτερον, τὰ τοῦ προσώπου μόρια, ἁμῇ γέ πῃ προσέοικεν καὶ ἔστιν τὸ ἕτερον οἷον τὸ ἕτερον. ὥστε τούτῳ γε τῷ τρόπῳ
331e
κἂν ταῦτα ἐλέγχοις, εἰ βούλοιο, ὡς ἅπαντά ἐστιν ὅμοια ἀλλήλοις. ἀλλʼ οὐχὶ τὰ ὅμοιόν τι ἔχοντα ὅμοια δίκαιον καλεῖν, οὐδὲ τὰ ἀνόμοιόν τι ἔχοντα ἀνόμοια, κἂν πάνυ σμικρὸν ἔχῃ τὸ ὅμοιον.
καὶ ἐγὼ θαυμάσας εἶπον πρὸς αὐτόν· γὰρ οὕτω σοι τὸ δίκαιον καὶ τὸ ὅσιον πρὸς ἄλληλα ἔχει, ὥστε ὅμοιόν τι σμικρὸν ἔχειν ἀλλήλοις;—

ΣΩ. οὐ πάνυ,
332
332a
ἔφη,
οὕτως, οὐ μέντοι οὐδὲ αὖ ὡς σύ μοι δοκεῖς οἴεσθαι.
ἀλλὰ μήν, ἔφην ἐγώ, ἐπειδὴ δυσχερῶς δοκεῖς μοι ἔχειν πρὸς τοῦτο, τοῦτο μὲν ἐάσωμεν, τόδε δὲ ἄλλο ὧν ἔλεγες ἐπισκεψώμεθα. ἀφροσύνην τι καλεῖς;—ἔφη.—τούτῳ τῷ πράγματι οὐ πᾶν τοὐναντίον ἐστὶν σοφία;—
ἔμοιγε δοκεῖ,
ἔφη.—πότερον δὲ ὅταν πράττωσιν ἅνθρωποι ὀρθῶς τε καὶ ὠφελίμως, τότε σωφρονεῖν σοι δοκοῦσιν οὕτω πράττοντες, εἰ τοὐναντίον ἔπραττον;—
σωφρονεῖν,
ἔφη.—οὐκοῦν
332b
σωφροσύνῃ σωφρονοῦσιν;—
ἀνάγκη.
οὐκοῦν οἱ μὴ ὀρθῶς πράττοντες ἀφρόνως πράττουσιν καὶ οὐ σωφρονοῦσιν οὕτω πράττοντες;—
συνδοκεῖ μοι,
ἔφη.—τοὐναντίον ἄρα ἐστὶν τὸ ἀφρόνως πράττειν τῷ σωφρόνως;—ἔφη.—οὐκοῦν τὰ μὲν ἀφρόνως πραττόμενα ἀφροσύνῃ πράττεται, τὰ δὲ σωφρόνως σωφροσύνῃ;—ὡμολόγει.—οὐκοῦν εἴ τι ἰσχύϊ πράττεται, ἰσχυρῶς πράττεται, καὶ εἴ τι ἀσθενείᾳ, ἀσθενῶς;—ἐδόκει.—καὶ εἴ τι μετὰ τάχους, ταχέως, καὶ εἴ τι μετὰ βραδυτῆτος,
332c
βραδέως;—ἔφη.—καὶ εἴ τι δὴ ὡσαύτως πράττεται, ὑπὸ τοῦ αὐτοῦ πράττεται, καὶ εἴ τι ἐναντίως, ὑπὸ τοῦ ἐναντίου;—συνέφη.—φέρε δή, ἦν δʼ ἐγώ, ἔστιν τι καλόν;—συνεχώρει.—τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ αἰσχρόν;—
οὐκ ἔστιν.
τί δέ; ἔστιν τι ἀγαθόν;—
ἔστιν.
τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ κακόν;—
οὐκ ἔστιν.
τί δέ; ἔστιν τι ὀξὺ ἐν φωνῇ;—ἔφη.—τούτῳ μὴ ἔστιν τι ἐναντίον ἄλλο πλὴν τὸ βαρύ;—οὐκ ἔφη.—οὐκοῦν, ἦν δʼ ἐγώ, ἑνὶ ἑκάστῳ τῶν ἐναντίων ἓν μόνον ἐστὶν ἐναντίον καὶ οὐ πολλά;—συνωμολόγει.
332d
ἴθι δή, ἦν δʼ ἐγώ, ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν. ὡμολογήκαμεν ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, πλείω δὲ μή;—
ὡμολογήκαμεν.
τὸ δὲ ἐναντίως πραττόμενον ὑπὸ ἐναντίων πράττεσθαι;—ἔφη.—ὡμολογήκαμεν δὲ ἐναντίως πράττεσθαι ἂν ἀφρόνως πράττηται τῷ σωφρόνως πραττομένῳ;—ἔφη.—τὸ δὲ σωφρόνως πραττόμενον ὑπὸ σωφροσύνης πράττεσθαι, τὸ δὲ ἀφρόνως ὑπὸ ἀφροσύνης;
332e
συνεχώρει.—οὐκοῦν εἴπερ ἐναντίως πράττεται, ὑπὸ ἐναντίου πράττοιτʼ ἄν;—
ναί.
πράττεται δὲ τὸ μὲν ὑπὸ σωφροσύνης, τὸ δὲ ὑπὸ ἀφροσύνης;—ναί.—ἐναντίως;—πάνυ γε.—οὐκοῦν ὑπὸ ἐναντίων ὄντων;—
ναί.
ἐναντίον ἄρʼ ἐστὶν ἀφροσύνη σωφροσύνης;—
φαίνεται.
μέμνησαι οὖν ὅτι ἐν τοῖς ἔμπροσθεν ὡμολόγηται ἡμῖν ἀφροσύνη σοφίᾳ ἐναντίον εἶναι;—συνωμολόγει.—

ΣΩ. ἓν δὲ ἑνὶ μόνον ἐναντίον
333
333a
εἶναι;—
φημί
.—πότερον οὖν, Πρωταγόρα, λύσωμεν τῶν λόγων; τὸ ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, ἐκεῖνον ἐν ἐλέγετο ἕτερον εἶναι σωφροσύνης σοφία, μόριον δὲ ἑκάτερον ἀρετῆς, καὶ πρὸς τῷ ἕτερον εἶναι καὶ ἀνόμοια καὶ αὐτὰ καὶ αἱ δυνάμεις αὐτῶν, ὥσπερ τὰ τοῦ προσώπου μόρια; πότερον οὖν δὴ λύσωμεν; οὗτοι γὰρ οἱ λόγοι ἀμφότεροι οὐ πάνυ μουσικῶς λέγονται· οὐ γὰρ συνᾴδουσιν οὐδὲ συναρμόττουσιν ἀλλήλοις. πῶς γὰρ ἂν συνᾴδοιεν, εἴπερ γε ἀνάγκη ἑνὶ
333b
μὲν ἓν μόνον ἐναντίον εἶναι, πλείοσιν δὲ μή, τῇ δὲ ἀφροσύνῃ ἑνὶ ὄντι σοφία ἐναντία καὶ σωφροσύνη αὖ φαίνεται· γάρ, Πρωταγόρα, ἔφην ἐγώ, ἄλλως πως;—ὡμολόγησεν καὶ μάλʼ ἀκόντως.—οὐκοῦν ἓν ἂν εἴη σωφροσύνη καὶ σοφία; τὸ δὲ πρότερον αὖ ἐφάνη ἡμῖν δικαιοσύνη καὶ ὁσιότης σχεδόν τι ταὐτὸν ὄν.
ἴθι δή, ἦν δʼ ἐγώ, Πρωταγόρα, μὴ ἀποκάμωμεν ἀλλὰ καὶ τὰ λοιπὰ διασκεψώμεθα. ἆρά τίς σοι δοκεῖ ἀδικῶν
333c
ἄνθρωπος σωφρονεῖν, ὅτι ἀδικεῖ;—
αἰσχυνοίμην ἂν ἔγωγʼ,
ἔφη,
Σώκρατες, τοῦτο ὁμολογεῖν, ἐπεὶ πολλοί γέ φασιν τῶν ἀνθρώπων.
πότερον οὖν πρὸς ἐκείνους τὸν λόγον ποιήσομαι, ἔφην, πρὸς σέ;—
εἰ βούλει,
ἔφη,
πρὸς τοῦτον πρῶτον τὸν λόγον διαλέχθητι τὸν τῶν πολλῶν.
ἀλλʼ οὐδέν μοι διαφέρει, ἐὰν μόνον σύ γε ἀποκρίνῃ, εἴτʼ οὖν δοκεῖ σοι ταῦτα εἴτε μή· τὸν γὰρ λόγον ἔγωγε μάλιστα ἐξετάζω, συμβαίνει μέντοι ἴσως καὶ ἐμὲ τὸν ἐρωτῶντα καὶ τὸν ἀποκρινόμενον ἐξετάζεσθαι.
333d
τὸ μὲν οὖν πρῶτον ἐκαλλωπίζετο ἡμῖν Πρωταγόραςτὸν γὰρ λόγον ᾐτιᾶτο δυσχερῆ εἶναιἔπειτα μέντοι συνεχώρησεν ἀποκρίνεσθαι.—ἴθι δή, ἔφην ἐγώ, ἐξ ἀρχῆς μοι ἀπόκριναι. δοκοῦσί τινές σοι σωφρονεῖν ἀδικοῦντες;—
ἔστω,
ἔφη.—τὸ δὲ σωφρονεῖν λέγεις εὖ φρονεῖν;—ἔφη.—τὸ δʼ εὖ φρονεῖν εὖ βουλεύεσθαι, ὅτι ἀδικοῦσιν;—
ἔστω,
ἔφη.—πότερον, ἦν δʼ ἐγώ, εἰ εὖ πράττουσιν ἀδικοῦντες εἰ κακῶς;—
εἰ εὖ.
λέγεις οὖν ἀγαθὰ ἄττα εἶναι;—
λέγω.
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ταῦτʼ ἐστὶν ἀγαθὰ ἐστιν ὠφέλιμα τοῖς ἀνθρώποις;
333e
καὶ ναὶ μὰ Δίʼ,
ἔφη,
κἂν μὴ τοῖς ἀνθρώποις ὠφέλιμα , ἔγωγε καλῶ ἀγαθά.
καί μοι ἐδόκει Πρωταγόρας ἤδη τετραχύνθαι τε καὶ ἀγωνιᾶν καὶ παρατετάχθαι πρὸς τὸ ἀποκρίνεσθαι· ἐπειδὴ οὖν ἑώρων αὐτὸν οὕτως ἔχοντα, εὐλαβούμενος ἠρέμα ἠρόμην.

ΣΩ. πότερον, ἦν δʼ ἐγώ, λέγεις,
334
334a
Πρωταγόρα, μηδενὶ ἀνθρώπων ὠφέλιμά ἐστιν, μηδὲ τὸ παράπαν ὠφέλιμα; καὶ τὰ τοιαῦτα σὺ ἀγαθὰ καλεῖς;—
οὐδαμῶς,
ἔφη·
ἀλλʼ ἔγωγε πολλὰ οἶδʼ ἀνθρώποις μὲν ἀνωφελῆ ἐστι, καὶ σιτία καὶ ποτὰ καὶ φάρμακα καὶ ἄλλα μυρία, τὰ δέ γε ὠφέλιμα· τὰ δὲ ἀνθρώποις μὲν οὐδέτερα, ἵπποις δέ· τὰ δὲ βουσὶν μόνον, τὰ δὲ κυσίν· τὰ δέ γε τούτων μὲν οὐδενί, δένδροις δέ· τὰ δὲ τοῦ δένδρου ταῖς μὲν ῥίζαις ἀγαθά, ταῖς δὲ βλάσταις πονηρά, οἷον καὶ κόπρος πάντων
334b
τῶν φυτῶν ταῖς μὲν ῥίζαις ἀγαθὸν παραβαλλομένη, εἰ δʼ ἐθέλοις ἐπὶ τοὺς πτόρθους καὶ τοὺς νέους κλῶνας ἐπιβάλλειν, πάντα ἀπόλλυσιν· ἐπεὶ καὶ τὸ ἔλαιον τοῖς μὲν φυτοῖς ἅπασίν ἐστιν πάγκακον καὶ ταῖς θριξὶν πολεμιώτατον ταῖς τῶν ἄλλων ζῴων πλὴν ταῖς τοῦ ἀνθρώπου, ταῖς δὲ τοῦ ἀνθρώπου ἀρωγὸν καὶ τῷ ἄλλῳ σώματι. οὕτω δὲ ποικίλον τί ἐστιν τὸ ἀγαθὸν καὶ παντοδαπόν, ὥστε καὶ ἐνταῦθα τοῖς μὲν ἔξωθεν τοῦ
334c
σώματος ἀγαθόν ἐστιν τῷ ἀνθρώπῳ, τοῖς δʼ ἐντὸς ταὐτὸν τοῦτο κάκιστον· καὶ διὰ τοῦτο οἱ ἰατροὶ πάντες ἀπαγορεύουσιν τοῖς ἀσθενοῦσιν μὴ χρῆσθαι ἐλαίῳ ἀλλʼ ὅτι σμικροτάτῳ ἐν τούτοις οἷς μέλλει ἔδεσθαι, ὅσον μόνον τὴν δυσχέρειαν κατασβέσαι τὴν ἐπὶ ταῖς αἰσθήσεσι ταῖς διὰ τῶν ῥινῶν γιγνομένην ἐν τοῖς σιτίοις τε καὶ ὄψοις.
εἰπόντος οὖν ταῦτα αὐτοῦ οἱ παρόντες ἀνεθορύβησαν ὡς εὖ λέγοι, καὶ ἐγὼ εἶπον· Πρωταγόρα, ἐγὼ τυγχάνω ἐπιλήσμων τις ὢν ἄνθρωπος, καὶ ἐάν τίς μοι μακρὰ λέγῃ,
334d
ἐπιλανθάνομαι περὶ οὗ ἂν λόγος. ὥσπερ οὖν εἰ ἐτύγχανον ὑπόκωφος ὤν, ᾤου ἂν χρῆναι, εἴπερ ἔμελλές μοι διαλέξεσθαι, μεῖζον φθέγγεσθαι πρὸς τοὺς ἄλλους, οὕτω καὶ νῦν, ἐπειδὴ ἐπιλήσμονι ἐνέτυχες, σύντεμνέ μοι τὰς ἀποκρίσεις καὶ βραχυτέρας ποίει, εἰ μέλλω σοι ἕπεσθαι.
πῶς οὖν κελεύεις με βραχέα ἀποκρίνεσθαι; βραχύτερά σοι,
ἔφη,
ἀποκρίνωμαι δεῖ;
μηδαμῶς, ἦν δʼ ἐγώ.
ἀλλʼ ὅσα δεῖ;
ἔφη.
334e
ναί, ἦν δʼ ἐγώ.
πότερα οὖν ὅσα ἐμοὶ δοκεῖ δεῖν ἀποκρίνεσθαι, τοσαῦτά σοι ἀποκρίνωμαι, ὅσα σοί;

Tokens

ΣΩ 1 w 2
εἴποιμʼ 1 w 10
ἂν 1 w 12
ἔγωγε 1 w 17
ὅτι 1 w 20
τὰ 1 w 22
μὲν 1 w 25
ἄλλα 1 w 29
ὀρθῶς 1 w 34
ἤκουσας 1 w 41
ὅτι 2 w 45
δὲ 1 w 47
καὶ 1 w 50
ἐμὲ 1 w 53
οἴει 1 w 57
εἰπεῖν 1 w 63
τοῦτο 1 w 68
παρήκουσας 1 w 79
Πρωταγόρας 1 w 90
γὰρ 1 w 93
ὅδε 1 w 96
ταῦτα 1 w 101
ἀπεκρίνατο 1 w 111
ἐγὼ 1 w 115
δὲ 2 w 117
ἠρώτων 1 w 123
εἰ 2 w 126
οὖν 1 w 129
εἴποι 2 w 134
ἀληθῆ 1 w 140
ὅδε 2 w 143
λέγει 1 w 148
1 w 150
Πρωταγόρα 2 w 159
σὺ 1 w 162
φῂς 1 w 165
οὐκ 1 w 168
εἶναι 1 w 173
τὸ 1 w 175
ἕτερον 1 w 181
μόριον 1 w 187
οἷον 1 w 191
τὸ 2 w 193
ἕτερον 2 w 199
τῶν 1 w 202
τῆς 1 w 205
ἀρετῆς 1 w 211
σὸς 1 w 215
οὗτος 1 w 220
1 w 221
λόγος 1 w 226
ἐστίν 1 w 231
τί 2 w 234
ἂν 2 w 236
αὐτῷ 1 w 240
ἀποκρίναιο 1 w 250
ἀνάγκη 1 w 258
ἔφη 1 w 262
2 w 264
Σώκρατες 1 w 272
ὁμολογεῖν 1 w 282
τί 3 w 285
οὖν 2 w 288
3 w 290
Πρωταγόρα 3 w 299
ἀποκρινούμεθα 1 w 313
αὐτῷ 2 w 317
ταῦτα 2 w 323
ὁμολογήσαντες 1 w 336
ἐὰν 1 w 340
ἡμᾶς 1 w 344
ἐπανέρηται 1 w 354
οὐκ 2 w 358
ἄρα 1 w 361
ἐστὶν 1 w 366
ὁσιότης 1 w 373
οἷον 2 w 377
δίκαιον 1 w 384
εἶναι 2 w 389
πρᾶγμα 1 w 395
οὐδὲ 1 w 400
δικαιοσύνη 1 w 410
οἷον 3 w 414
ὅσιον 1 w 419
ἀλλʼ 1 w 423
οἷον 4 w 427
μὴ 1 w 429
ὅσιον 2 w 434
2 w 436
δʼ 1 w 438
ὁσιότης 2 w 445
οἷον 5 w 449
μὴ 2 w 451
δίκαιον 2 w 458
ἀλλʼ 2 w 463
ἄδικον 1 w 469
ἄρα 2 w 472
τὸ 3 w 475
δὲ 4 w 477
ἀνόσιον 1 w 484
τί 4 w 487
αὐτῷ 3 w 491
ἀποκρινούμεθα 2 w 504
ἐγὼ 2 w 508
μὲν 2 w 511
γὰρ 2 w 514
αὐτὸς 1 w 519
ὑπέρ 1 w 523
γε 4 w 525
ἐμαυτοῦ 1 w 532
φαίην 1 w 537
ἂν 3 w 539
καὶ 2 w 542
τὴν 1 w 545
δικαιοσύνην 1 w 556
ὅσιον 3 w 561
εἶναι 3 w 566
καὶ 3 w 569
τὴν 2 w 572
ὁσιότητα 1 w 580
δίκαιον 3 w 587
καὶ 4 w 591
ὑπὲρ 1 w 595
σοῦ 1 w 598
δέ 1 w 600
εἴ 3 w 603
με 3 w 605
ἐῴης 1 w 609
ταὐτὰ 1 w 615
ἂν 4 w 617
ταῦτα 3 w 622
ἀποκρινοίμην 1 w 634
ὅτι 3 w 638
ἤτοι 1 w 642
ταὐτόν 1 w 648
γʼ 1 w 650
ἐστιν 1 w 655
δικαιότης 1 w 664
ὁσιότητι 1 w 672
1 w 673
ὅτι 4 w 676
ὁμοιότατον 1 w 686
καὶ 5 w 690
μάλιστα 1 w 697
πάντων 1 w 703
1 w 704
τε 5 w 706
δικαιοσύνη 3 w 716
οἷον 6 w 720
ὁσιότης 3 w 727
καὶ 6 w 730
3 w 731
ὁσιότης 4 w 738
οἷον 7 w 742
δικαιοσύνη 4 w 752
ἀλλʼ 3 w 757
ὅρα 1 w 760
εἰ 3 w 762
διακωλύεις 1 w 772
ἀποκρίνεσθαι 1 w 784
2 w 786
καὶ 7 w 789
σοὶ 1 w 792
συνδοκεῖ 1 w 800
οὕτως 1 w 805
οὐ 4 w 809
πάνυ 1 w 813
μοι 2 w 816
δοκεῖ 2 w 821
ἔφη 2 w 825
4 w 827
Σώκρατες 2 w 835
οὕτως 2 w 841
ἁπλοῦν 1 w 847
εἶναι 4 w 852
ὥστε 1 w 857
συγχωρῆσαι 1 w 867
τήν 1 w 870
τε 8 w 872
δικαιοσύνην 2 w 883
ὅσιον 4 w 888
εἶναι 5 w 893
καὶ 8 w 896
τὴν 3 w 899
ὁσιότητα 2 w 907
δίκαιον 4 w 914
ἀλλά 1 w 919
τί 5 w 921
μοι 3 w 924
δοκεῖ 3 w 929
ἐν 1 w 931
αὐτῷ 4 w 935
διάφορον 1 w 943
εἶναι 6 w 948
ἀλλὰ 1 w 953
τί 6 w 955
τοῦτο 2 w 960
διαφέρει 1 w 968
ἔφη 3 w 972
εἰ 4 w 975
γὰρ 3 w 978
βούλει 1 w 984
ἔστω 1 w 989
ἡμῖν 1 w 993
καὶ 9 w 996
δικαιοσύνη 6 w 1006
ὅσιον 5 w 1011
καὶ 10 w 1014
ὁσιότης 5 w 1021
δίκαιον 5 w 1028
μή 1 w 1032
μοι 4 w 1035
ἦν 1 w 1038
δʼ 2 w 1040
ἐγώ 1 w 1043
οὐδὲν 1 w 1049
γὰρ 4 w 1052
δέομαι 1 w 1058
τὸ 5 w 1060
εἰ 5 w 1062
βούλει 2 w 1068
τοῦτο 3 w 1073
καὶ 11 w 1076
εἴ 4 w 1078
σοι 1 w 1081
δοκεῖ 4 w 1086
ἐλέγχεσθαι 1 w 1096
ἀλλʼ 4 w 1101
ἐμέ 1 w 1104
τε 9 w 1106
καὶ 12 w 1109
σέ 1 w 1111
τὸ 6 w 1114
δʼ 3 w 1116
ἐμέ 2 w 1119
τε 10 w 1121
καὶ 13 w 1124
σέ 2 w 1126
τοῦτο 4 w 1131
λέγω 1 w 1135
οἰόμενος 1 w 1144
οὕτω 3 w 1148
τὸν 1 w 1151
λόγον 1 w 1156
βέλτιστʼ 1 w 1164
ἂν 5 w 1166
ἐλέγχεσθαι 2 w 1176
εἴ 5 w 1179
τις 1 w 1182
τὸ 8 w 1184
εἴ 6 w 1186
ἀφέλοι 1 w 1192
αὐτοῦ 1 w 1197
ἀλλὰ 2 w 1203
μέντοι 1 w 1209
2 w 1211
δʼ 4 w 1213
ὅς 1 w 1215
προσέοικέν 1 w 1226
τι 9 w 1228
δικαιοσύνη 7 w 1238
ὁσιότητι 2 w 1246
καὶ 14 w 1250
γὰρ 5 w 1253
ὁτιοῦν 1 w 1259
ὁτῳοῦν 1 w 1265
ἁμῇ 1 w 1268
γέ 1 w 1270
πῃ 1 w 1272
προσέοικεν 1 w 1282
τὸ 9 w 1285
γὰρ 6 w 1288
λευκὸν 1 w 1294
τῷ 5 w 1296
μέλανι 1 w 1302
ἔστιν 1 w 1307
ὅπῃ 1 w 1310
προσέοικεν 2 w 1320
καὶ 15 w 1324
τὸ 10 w 1326
σκληρὸν 1 w 1333
τῷ 6 w 1335
μαλακῷ 1 w 1341
καὶ 16 w 1345
τἆλλα 1 w 1350
1 w 1351
δοκεῖ 5 w 1356
ἐναντιώτατα 1 w 1367
εἶναι 7 w 1372
ἀλλήλοις 1 w 1380
καὶ 17 w 1384
2 w 1385
τότε 1 w 1389
ἔφαμεν 1 w 1395
ἄλλην 1 w 1400
δύναμιν 1 w 1407
ἔχειν 1 w 1412
καὶ 18 w 1415
οὐκ 3 w 1418
εἶναι 8 w 1423
τὸ 11 w 1425
ἕτερον 3 w 1431
οἷον 8 w 1435
τὸ 12 w 1437
ἕτερον 4 w 1443
τὰ 3 w 1446
τοῦ 7 w 1449
προσώπου 1 w 1457
μόρια 1 w 1462
ἁμῇ 2 w 1466
γέ 2 w 1468
πῃ 3 w 1470
προσέοικεν 3 w 1480
καὶ 19 w 1483
ἔστιν 2 w 1488
τὸ 13 w 1490
ἕτερον 5 w 1496
οἷον 9 w 1500
τὸ 14 w 1502
ἕτερον 6 w 1508
ὥστε 2 w 1513
τούτῳ 1 w 1518
γε 5 w 1520
τῷ 7 w 1522
τρόπῳ 1 w 1527
κἂν 1 w 1530
ταῦτα 4 w 1535
ἐλέγχοις 1 w 1543
εἰ 6 w 1546
βούλοιο 1 w 1553
ὡς 1 w 1556
ἅπαντά 1 w 1562
ἐστιν 2 w 1567
ὅμοια 1 w 1572
ἀλλήλοις 2 w 1580
ἀλλʼ 5 w 1585
οὐχὶ 1 w 1589
τὰ 4 w 1591
ὅμοιόν 1 w 1597
τι 16 w 1599
ἔχοντα 1 w 1605
ὅμοια 2 w 1610
δίκαιον 6 w 1617
καλεῖν 1 w 1623
οὐδὲ 3 w 1628
τὰ 5 w 1630
ἀνόμοιόν 1 w 1638
τι 17 w 1640
ἔχοντα 2 w 1646
ἀνόμοια 1 w 1653
κἂν 2 w 1657
πάνυ 2 w 1661
σμικρὸν 1 w 1668
ἔχῃ 1 w 1671
τὸ 15 w 1673
ὅμοιον 1 w 1679
καὶ 20 w 1684
ἐγὼ 3 w 1687
θαυμάσας 1 w 1695
εἶπον 1 w 1700
πρὸς 1 w 1704
αὐτόν 2 w 1709
3 w 1711
γὰρ 7 w 1714
οὕτω 4 w 1718
σοι 2 w 1721
τὸ 16 w 1723
δίκαιον 7 w 1730
καὶ 21 w 1733
τὸ 17 w 1735
ὅσιον 6 w 1740
πρὸς 2 w 1744
ἄλληλα 1 w 1750
ἔχει 2 w 1754
ὥστε 3 w 1759
ὅμοιόν 2 w 1765
τι 18 w 1767
σμικρὸν 2 w 1774
ἔχειν 2 w 1779
ἀλλήλοις 3 w 1787
ΣΩ 2 w 1791
οὐ 9 w 1794
πάνυ 3 w 1798
ἔφη 4 w 1802
οὕτως 3 w 1808
οὐ 10 w 1811
μέντοι 2 w 1817
οὐδὲ 4 w 1821
αὖ 1 w 1823
ὡς 2 w 1825
σύ 8 w 1827
μοι 12 w 1830
δοκεῖς 1 w 1836
οἴεσθαι 1 w 1843
ἀλλὰ 3 w 1849
μήν 1 w 1852
ἔφην 1 w 1857
ἐγώ 2 w 1860
ἐπειδὴ 1 w 1867
δυσχερῶς 1 w 1875
δοκεῖς 2 w 1881
μοι 13 w 1884
ἔχειν 3 w 1889
πρὸς 3 w 1893
τοῦτο 5 w 1898
τοῦτο 6 w 1904
μὲν 3 w 1907
ἐάσωμεν 1 w 1914
τόδε 1 w 1919
δὲ 8 w 1921
ἄλλο 1 w 1925
ὧν 1 w 1927
ἔλεγες 1 w 1933
ἐπισκεψώμεθα 1 w 1945
ἀφροσύνην 1 w 1955
τι 19 w 1957
καλεῖς 1 w 1963
ἔφη 6 w 1968
τούτῳ 2 w 1975
τῷ 8 w 1977
πράγματι 1 w 1985
οὐ 12 w 1987
πᾶν 1 w 1990
τοὐναντίον 1 w 2000
ἐστὶν 2 w 2005
5 w 2006
σοφία 1 w 2011
ἔμοιγε 1 w 2019
δοκεῖ 8 w 2024
ἔφη 7 w 2028
πότερον 1 w 2037
δὲ 9 w 2039
ὅταν 1 w 2043
πράττωσιν 1 w 2052
ἅνθρωποι 1 w 2060
ὀρθῶς 2 w 2065
τε 19 w 2067
καὶ 22 w 2070
ὠφελίμως 1 w 2078
τότε 2 w 2083
σωφρονεῖν 1 w 2092
σοι 3 w 2095
δοκοῦσιν 1 w 2103
οὕτω 6 w 2107
πράττοντες 1 w 2117
3 w 2119
εἰ 7 w 2121
τοὐναντίον 2 w 2131
ἔπραττον 1 w 2139
σωφρονεῖν 2 w 2150
ἔφη 8 w 2154
οὐκοῦν 1 w 2162
σωφροσύνῃ 1 w 2171
σωφρονοῦσιν 1 w 2182
ἀνάγκη 2 w 2190
οὐκοῦν 2 w 2198
οἱ 1 w 2200
μὴ 3 w 2202
ὀρθῶς 3 w 2207
πράττοντες 2 w 2217
ἀφρόνως 1 w 2224
πράττουσιν 1 w 2234
καὶ 23 w 2237
οὐ 17 w 2239
σωφρονοῦσιν 2 w 2250
οὕτω 7 w 2254
πράττοντες 3 w 2264
συνδοκεῖ 2 w 2274
μοι 15 w 2277
ἔφη 9 w 2281
τοὐναντίον 3 w 2293
ἄρα 3 w 2296
ἐστὶν 3 w 2301
τὸ 18 w 2303
ἀφρόνως 2 w 2310
πράττειν 1 w 2318
τῷ 9 w 2320
σωφρόνως 1 w 2328
ἔφη 10 w 2333
οὐκοῦν 3 w 2341
τὰ 6 w 2343
μὲν 4 w 2346
ἀφρόνως 3 w 2353
πραττόμενα 1 w 2363
ἀφροσύνῃ 1 w 2371
πράττεται 1 w 2380
τὰ 7 w 2383
δὲ 10 w 2385
σωφρόνως 2 w 2393
σωφροσύνῃ 2 w 2402
ὡμολόγει 1 w 2412
οὐκοῦν 4 w 2420
εἴ 7 w 2422
τι 21 w 2424
ἰσχύϊ 1 w 2429
πράττεται 2 w 2438
ἰσχυρῶς 1 w 2446
πράττεται 3 w 2455
καὶ 24 w 2459
εἴ 8 w 2461
τι 22 w 2463
ἀσθενείᾳ 1 w 2471
ἀσθενῶς 1 w 2479
ἐδόκει 1 w 2487
καὶ 25 w 2492
εἴ 9 w 2494
τι 23 w 2496
μετὰ 1 w 2500
τάχους 1 w 2506
ταχέως 1 w 2513
καὶ 26 w 2517
εἴ 10 w 2519
τι 24 w 2521
μετὰ 2 w 2525
βραδυτῆτος 1 w 2535
βραδέως 1 w 2543
ἔφη 11 w 2548
καὶ 27 w 2553
εἴ 11 w 2555
τι 25 w 2557
δὴ 2 w 2559
ὡσαύτως 1 w 2566
πράττεται 4 w 2575
ὑπὸ 1 w 2579
τοῦ 10 w 2582
αὐτοῦ 2 w 2587
πράττεται 5 w 2596
καὶ 28 w 2600
εἴ 12 w 2602
τι 26 w 2604
ἐναντίως 1 w 2612
ὑπὸ 2 w 2616
τοῦ 12 w 2619
ἐναντίου 1 w 2627
συνέφη 1 w 2635
φέρε 2 w 2641
δή 1 w 2643
ἦν 2 w 2646
δʼ 5 w 2648
ἐγώ 3 w 2651
ἔστιν 3 w 2657
τι 28 w 2659
καλόν 1 w 2664
συνεχώρει 1 w 2675
τούτῳ 3 w 2682
ἔστιν 4 w 2687
τι 30 w 2689
ἐναντίον 1 w 2697
πλὴν 1 w 2701
τὸ 19 w 2703
αἰσχρόν 1 w 2710
οὐκ 8 w 2715
ἔστιν 5 w 2720
τί 13 w 2724
δέ 4 w 2726
ἔστιν 6 w 2732
τι 33 w 2734
ἀγαθόν 1 w 2740
ἔστιν 7 w 2747
τούτῳ 4 w 2754
ἔστιν 8 w 2759
τι 36 w 2761
ἐναντίον 2 w 2769
πλὴν 2 w 2773
τὸ 20 w 2775
κακόν 1 w 2780
οὐκ 9 w 2785
ἔστιν 9 w 2790
τί 15 w 2794
δέ 5 w 2796
ἔστιν 10 w 2802
τι 39 w 2804
ὀξὺ 1 w 2807
ἐν 7 w 2809
φωνῇ 1 w 2813
ἔφη 12 w 2818
τούτῳ 5 w 2825
μὴ 4 w 2827
ἔστιν 11 w 2832
τι 41 w 2834
ἐναντίον 3 w 2842
ἄλλο 2 w 2846
πλὴν 3 w 2850
τὸ 21 w 2852
βαρύ 1 w 2856
οὐκ 10 w 2861
ἔφη 13 w 2864
οὐκοῦν 5 w 2872
ἦν 3 w 2875
δʼ 6 w 2877
ἐγώ 4 w 2880
ἑνὶ 1 w 2884
ἑκάστῳ 1 w 2890
τῶν 2 w 2893
ἐναντίων 1 w 2901
ἓν 1 w 2903
μόνον 1 w 2908
ἐστὶν 4 w 2913
ἐναντίον 4 w 2921
καὶ 29 w 2924
οὐ 25 w 2926
πολλά 1 w 2931
συνωμολόγει 1 w 2944
ἴθι 1 w 2948
δή 2 w 2950
ἦν 4 w 2953
δʼ 7 w 2955
ἐγώ 5 w 2958
ἀναλογισώμεθα 1 w 2972
τὰ 10 w 2974
ὡμολογημένα 1 w 2985
ἡμῖν 2 w 2989
ὡμολογήκαμεν 1 w 3002
ἓν 2 w 3004
ἑνὶ 2 w 3007
μόνον 2 w 3012
ἐναντίον 5 w 3020
εἶναι 9 w 3025
πλείω 1 w 3031
δὲ 11 w 3033
μή 3 w 3035
ὡμολογήκαμεν 2 w 3049
τὸ 22 w 3053
δὲ 12 w 3055
ἐναντίως 2 w 3063
πραττόμενον 1 w 3074
ὑπὸ 3 w 3077
ἐναντίων 2 w 3085
πράττεσθαι 1 w 3095
ἔφη 14 w 3100
ὡμολογήκαμεν 3 w 3114
δὲ 13 w 3116
ἐναντίως 3 w 3124
πράττεσθαι 2 w 3134
1 w 3135
ἂν 8 w 3137
ἀφρόνως 4 w 3144
πράττηται 1 w 3153
τῷ 10 w 3155
σωφρόνως 3 w 3163
πραττομένῳ 1 w 3173
ἔφη 15 w 3178
τὸ 23 w 3182
δὲ 14 w 3184
σωφρόνως 4 w 3192
πραττόμενον 2 w 3203
ὑπὸ 4 w 3206
σωφροσύνης 1 w 3216
πράττεσθαι 3 w 3226
τὸ 24 w 3229
δὲ 15 w 3231
ἀφρόνως 5 w 3238
ὑπὸ 5 w 3241
ἀφροσύνης 1 w 3250
συνεχώρει 2 w 3261
οὐκοῦν 6 w 3269
εἴπερ 1 w 3274
ἐναντίως 4 w 3282
πράττεται 6 w 3291
ὑπὸ 6 w 3295
ἐναντίου 2 w 3303
πράττοιτʼ 1 w 3312
ἄν 1 w 3314
ναί 1 w 3319
πράττεται 7 w 3330
δὲ 16 w 3332
τὸ 25 w 3334
μὲν 5 w 3337
ὑπὸ 7 w 3340
σωφροσύνης 2 w 3350
τὸ 26 w 3353
δὲ 17 w 3355
ὑπὸ 8 w 3358
ἀφροσύνης 2 w 3367
ναί 2 w 3372
ἐναντίως 5 w 3382
πάνυ 4 w 3388
γε 10 w 3390
οὐκοῦν 7 w 3398
ὑπὸ 9 w 3401
ἐναντίων 3 w 3409
ὄντων 1 w 3414
ναί 3 w 3419
ἐναντίον 6 w 3429
ἄρʼ 1 w 3432
ἐστὶν 5 w 3437
ἀφροσύνη 4 w 3445
σωφροσύνης 3 w 3455
φαίνεται 1 w 3465
μέμνησαι 1 w 3475
οὖν 3 w 3478
ὅτι 5 w 3481
ἐν 20 w 3483
τοῖς 1 w 3487
ἔμπροσθεν 1 w 3496
ὡμολόγηται 1 w 3506
ἡμῖν 3 w 3510
ἀφροσύνη 5 w 3518
σοφίᾳ 1 w 3523
ἐναντίον 7 w 3531
εἶναι 10 w 3536
συνωμολόγει 2 w 3549
ΣΩ 3 w 3553
ἓν 3 w 3556
δὲ 18 w 3558
ἑνὶ 3 w 3561
μόνον 3 w 3566
ἐναντίον 8 w 3574
εἶναι 11 w 3579
φημί 1 w 3585
πότερον 2 w 3594
οὖν 4 w 3597
5 w 3599
Πρωταγόρα 4 w 3608
λύσωμεν 1 w 3616
τῶν 3 w 3619
λόγων 1 w 3624
τὸ 27 w 3627
ἓν 4 w 3629
ἑνὶ 4 w 3632
μόνον 4 w 3637
ἐναντίον 9 w 3645
εἶναι 12 w 3650
4 w 3652
ἐκεῖνον 1 w 3659
ἐν 24 w 3661
1 w 3662
ἐλέγετο 1 w 3669
ἕτερον 7 w 3675
εἶναι 13 w 3680
σωφροσύνης 4 w 3690
σοφία 2 w 3695
μόριον 2 w 3702
δὲ 19 w 3704
ἑκάτερον 1 w 3712
ἀρετῆς 2 w 3718
καὶ 30 w 3722
πρὸς 4 w 3726
τῷ 11 w 3728
ἕτερον 8 w 3734
εἶναι 14 w 3739
καὶ 31 w 3742
ἀνόμοια 2 w 3749
καὶ 32 w 3752
αὐτὰ 2 w 3756
καὶ 33 w 3759
αἱ 1 w 3761
δυνάμεις 1 w 3769
αὐτῶν 1 w 3774
ὥσπερ 1 w 3780
τὰ 12 w 3782
τοῦ 13 w 3785
προσώπου 2 w 3793
μόρια 2 w 3798
πότερον 3 w 3806
οὖν 5 w 3809
δὴ 3 w 3811
λύσωμεν 2 w 3818
οὗτοι 1 w 3824
γὰρ 8 w 3827
οἱ 2 w 3829
λόγοι 1 w 3834
ἀμφότεροι 1 w 3843
οὐ 28 w 3845
πάνυ 5 w 3849
μουσικῶς 1 w 3857
λέγονται 1 w 3865
οὐ 29 w 3868
γὰρ 9 w 3871
συνᾴδουσιν 1 w 3881
οὐδὲ 5 w 3885
συναρμόττουσιν 1 w 3899
ἀλλήλοις 4 w 3907
πῶς 1 w 3911
γὰρ 10 w 3914
ἂν 9 w 3916
συνᾴδοιεν 1 w 3925
εἴπερ 2 w 3931
γε 13 w 3933
ἀνάγκη 3 w 3939
ἑνὶ 5 w 3942
μὲν 6 w 3945
ἓν 5 w 3947
μόνον 5 w 3952
ἐναντίον 10 w 3960
εἶναι 15 w 3965
πλείοσιν 1 w 3974
δὲ 21 w 3976
μή 4 w 3978
τῇ 1 w 3981
δὲ 22 w 3983
ἀφροσύνῃ 2 w 3991
ἑνὶ 6 w 3994
ὄντι 1 w 3998
σοφία 3 w 4003
ἐναντία 1 w 4010
καὶ 34 w 4013
σωφροσύνη 5 w 4022
αὖ 2 w 4024
φαίνεται 2 w 4032
7 w 4034
γάρ 1 w 4037
6 w 4039
Πρωταγόρα 5 w 4048
ἔφην 2 w 4053
ἐγώ 6 w 4056
5 w 4058
ἄλλως 1 w 4063
πως 1 w 4066
ὡμολόγησεν 1 w 4078
καὶ 35 w 4081
μάλʼ 1 w 4085
ἀκόντως 1 w 4092
οὐκοῦν 8 w 4100
ἓν 6 w 4102
ἂν 10 w 4104
εἴη 1 w 4107
8 w 4108
σωφροσύνη 6 w 4117
καὶ 36 w 4120
9 w 4121
σοφία 4 w 4126
τὸ 28 w 4129
δὲ 23 w 4131
πρότερον 1 w 4139
αὖ 3 w 4141
ἐφάνη 1 w 4146
ἡμῖν 4 w 4150
11 w 4151
δικαιοσύνη 8 w 4161
καὶ 37 w 4164
12 w 4165
ὁσιότης 6 w 4172
σχεδόν 1 w 4178
τι 44 w 4180
ταὐτὸν 1 w 4186
ὄν 3 w 4188
ἴθι 2 w 4192
δή 3 w 4194
ἦν 5 w 4197
δʼ 8 w 4199
ἐγώ 7 w 4202
7 w 4204
Πρωταγόρα 6 w 4213
μὴ 5 w 4216
ἀποκάμωμεν 1 w 4226
ἀλλὰ 4 w 4230
καὶ 38 w 4233
τὰ 13 w 4235
λοιπὰ 1 w 4240
διασκεψώμεθα 1 w 4252
ἆρά 1 w 4256
τίς 1 w 4259
σοι 4 w 4262
δοκεῖ 10 w 4267
ἀδικῶν 1 w 4273
ἄνθρωπος 1 w 4281
σωφρονεῖν 3 w 4290
ὅτι 6 w 4294
ἀδικεῖ 1 w 4300
αἰσχυνοίμην 1 w 4313
ἂν 11 w 4315
ἔγωγʼ 1 w 4320
ἔφη 17 w 4324
8 w 4326
Σώκρατες 3 w 4334
τοῦτο 7 w 4340
ὁμολογεῖν 2 w 4349
ἐπεὶ 1 w 4354
πολλοί 1 w 4360
γέ 3 w 4362
φασιν 1 w 4367
τῶν 5 w 4370
ἀνθρώπων 1 w 4378
πότερον 4 w 4387
οὖν 6 w 4390
πρὸς 5 w 4394
ἐκείνους 1 w 4402
τὸν 3 w 4405
λόγον 2 w 4410
ποιήσομαι 1 w 4419
ἔφην 3 w 4424
6 w 4426
πρὸς 6 w 4430
σέ 7 w 4432
εἰ 8 w 4436
βούλει 3 w 4442
ἔφη 19 w 4446
πρὸς 7 w 4451
τοῦτον 1 w 4457
πρῶτον 1 w 4463
τὸν 4 w 4466
λόγον 3 w 4471
διαλέχθητι 1 w 4481
τὸν 5 w 4484
τῶν 6 w 4487
πολλῶν 1 w 4493
ἀλλʼ 6 w 4499
οὐδέν 1 w 4504
μοι 17 w 4507
διαφέρει 2 w 4515
ἐὰν 2 w 4519
μόνον 6 w 4524
σύ 25 w 4526
γε 15 w 4528
ἀποκρίνῃ 1 w 4536
εἴτʼ 1 w 4541
οὖν 7 w 4544
δοκεῖ 11 w 4549
σοι 5 w 4552
ταῦτα 5 w 4557
εἴτε 1 w 4561
μή 5 w 4563
τὸν 6 w 4567
γὰρ 11 w 4570
λόγον 4 w 4575
ἔγωγε 2 w 4580
μάλιστα 2 w 4587
ἐξετάζω 1 w 4594
συμβαίνει 1 w 4604
μέντοι 3 w 4610
ἴσως 1 w 4614
καὶ 39 w 4617
ἐμὲ 2 w 4620
τὸν 7 w 4623
ἐρωτῶντα 1 w 4631
καὶ 40 w 4634
τὸν 8 w 4637
ἀποκρινόμενον 1 w 4650
ἐξετάζεσθαι 1 w 4661
τὸ 36 w 4664
μὲν 7 w 4667
οὖν 8 w 4670
πρῶτον 2 w 4676
ἐκαλλωπίζετο 1 w 4688
ἡμῖν 5 w 4692
18 w 4693
Πρωταγόρας 2 w 4703
τὸν 9 w 4707
γὰρ 12 w 4710
λόγον 5 w 4715
ᾐτιᾶτο 1 w 4721
δυσχερῆ 1 w 4728
εἶναι 16 w 4733
ἔπειτα 1 w 4740
μέντοι 4 w 4746
συνεχώρησεν 1 w 4757
ἀποκρίνεσθαι 2 w 4769
ἴθι 3 w 4774
δή 4 w 4776
ἔφην 4 w 4781
ἐγώ 8 w 4784
ἐξ 3 w 4787
ἀρχῆς 1 w 4792
μοι 18 w 4795
ἀπόκριναι 1 w 4804
δοκοῦσί 1 w 4812
τινές 1 w 4817
σοι 6 w 4820
σωφρονεῖν 4 w 4829
ἀδικοῦντες 1 w 4839
ἔστω 2 w 4845
ἔφη 21 w 4849
τὸ 38 w 4853
δὲ 24 w 4855
σωφρονεῖν 5 w 4864
λέγεις 1 w 4870
εὖ 1 w 4872
φρονεῖν 6 w 4879
ἔφη 22 w 4884
τὸ 39 w 4888
δʼ 9 w 4890
εὖ 2 w 4892
φρονεῖν 7 w 4899
εὖ 3 w 4901
βουλεύεσθαι 1 w 4912
ὅτι 7 w 4916
ἀδικοῦσιν 1 w 4925
ἔστω 3 w 4931
ἔφη 23 w 4935
πότερον 5 w 4944
ἦν 6 w 4947
δʼ 10 w 4949
ἐγώ 9 w 4952
εἰ 9 w 4955
εὖ 4 w 4957
πράττουσιν 2 w 4967
ἀδικοῦντες 2 w 4977
7 w 4978
εἰ 10 w 4980
κακῶς 1 w 4985
εἰ 11 w 4989
εὖ 5 w 4991
λέγεις 2 w 4999
οὖν 9 w 5002
ἀγαθὰ 1 w 5007
ἄττα 1 w 5011
εἶναι 17 w 5016
λέγω 2 w 5022
ἆρʼ 1 w 5027
οὖν 10 w 5030
ἦν 7 w 5033
δʼ 11 w 5035
ἐγώ 10 w 5038
ταῦτʼ 1 w 5044
ἐστὶν 6 w 5049
ἀγαθὰ 2 w 5054
3 w 5055
ἐστιν 3 w 5060
ὠφέλιμα 1 w 5067
τοῖς 2 w 5071
ἀνθρώποις 1 w 5080
καὶ 41 w 5085
ναὶ 1 w 5088
μὰ 1 w 5090
Δίʼ 1 w 5093
ἔφη 24 w 5097
κἂν 3 w 5101
μὴ 6 w 5103
τοῖς 3 w 5107
ἀνθρώποις 2 w 5116
ὠφέλιμα 2 w 5123
1 w 5124
ἔγωγε 3 w 5130
καλῶ 1 w 5134
ἀγαθά 1 w 5139
καί 1 w 5144
μοι 19 w 5147
ἐδόκει 2 w 5153
19 w 5154
Πρωταγόρας 3 w 5164
ἤδη 1 w 5167
τετραχύνθαι 1 w 5178
τε 49 w 5180
καὶ 42 w 5183
ἀγωνιᾶν 1 w 5190
καὶ 43 w 5193
παρατετάχθαι 1 w 5205
πρὸς 8 w 5209
τὸ 40 w 5211
ἀποκρίνεσθαι 3 w 5223
ἐπειδὴ 2 w 5230
οὖν 11 w 5233
ἑώρων 1 w 5238
αὐτὸν 2 w 5243
οὕτως 4 w 5248
ἔχοντα 3 w 5254
εὐλαβούμενος 1 w 5267
ἠρέμα 1 w 5272
ἠρόμην 1 w 5278
ΣΩ 4 w 5281
πότερον 6 w 5289
ἦν 8 w 5292
δʼ 12 w 5294
ἐγώ 11 w 5297
λέγεις 3 w 5304
9 w 5306
Πρωταγόρα 9 w 5315
3 w 5317
μηδενὶ 1 w 5323
ἀνθρώπων 2 w 5331
ὠφέλιμά 1 w 5338
ἐστιν 4 w 5343
8 w 5345
4 w 5346
μηδὲ 1 w 5350
τὸ 42 w 5352
παράπαν 1 w 5359
ὠφέλιμα 3 w 5366
καὶ 44 w 5370
τὰ 14 w 5372
τοιαῦτα 1 w 5379
σὺ 2 w 5381
ἀγαθὰ 3 w 5386
καλεῖς 2 w 5392
οὐδαμῶς 1 w 5401
ἔφη 25 w 5405
ἀλλʼ 7 w 5410
ἔγωγε 4 w 5415
πολλὰ 1 w 5420
οἶδʼ 1 w 5424
5 w 5425
ἀνθρώποις 3 w 5434
μὲν 8 w 5437
ἀνωφελῆ 1 w 5444
ἐστι 5 w 5448
καὶ 45 w 5452
σιτία 1 w 5457
καὶ 46 w 5460
ποτὰ 1 w 5464
καὶ 47 w 5467
φάρμακα 1 w 5474
καὶ 48 w 5477
ἄλλα 2 w 5481
μυρία 1 w 5486
τὰ 16 w 5489
δέ 7 w 5491
γε 22 w 5493
ὠφέλιμα 4 w 5500
τὰ 17 w 5503
δὲ 26 w 5505
ἀνθρώποις 4 w 5514
μὲν 9 w 5517
οὐδέτερα 1 w 5525
ἵπποις 1 w 5532
δέ 9 w 5534
τὰ 18 w 5537
δὲ 27 w 5539
βουσὶν 1 w 5545
μόνον 7 w 5550
τὰ 19 w 5553
δὲ 28 w 5555
κυσίν 1 w 5560
τὰ 20 w 5563
δέ 10 w 5565
γε 23 w 5567
τούτων 1 w 5573
μὲν 10 w 5576
οὐδενί 1 w 5582
δένδροις 1 w 5591
δέ 12 w 5593
τὰ 21 w 5596
δὲ 29 w 5598
τοῦ 16 w 5601
δένδρου 1 w 5608
ταῖς 1 w 5612
μὲν 11 w 5615
ῥίζαις 1 w 5621
ἀγαθά 2 w 5626
ταῖς 2 w 5631
δὲ 30 w 5633
βλάσταις 1 w 5641
πονηρά 1 w 5647
οἷον 10 w 5652
καὶ 49 w 5655
14 w 5656
κόπρος 1 w 5662
πάντων 2 w 5668
τῶν 8 w 5671
φυτῶν 1 w 5676
ταῖς 3 w 5680
μὲν 12 w 5683
ῥίζαις 2 w 5689
ἀγαθὸν 1 w 5695
παραβαλλομένη 1 w 5708
εἰ 12 w 5711
δʼ 14 w 5713
ἐθέλοις 1 w 5720
ἐπὶ 1 w 5723
τοὺς 1 w 5727
πτόρθους 1 w 5735
καὶ 50 w 5738
τοὺς 2 w 5742
νέους 1 w 5747
κλῶνας 1 w 5753
ἐπιβάλλειν 1 w 5763
πάντα 1 w 5769
ἀπόλλυσιν 1 w 5778
ἐπεὶ 2 w 5783
καὶ 51 w 5786
τὸ 43 w 5788
ἔλαιον 1 w 5794
τοῖς 4 w 5798
μὲν 13 w 5801
φυτοῖς 1 w 5807
ἅπασίν 1 w 5813
ἐστιν 5 w 5818
πάγκακον 1 w 5826
καὶ 52 w 5829
ταῖς 4 w 5833
θριξὶν 1 w 5839
πολεμιώτατον 1 w 5851
ταῖς 5 w 5855
τῶν 10 w 5858
ἄλλων 1 w 5863
ζῴων 1 w 5867
πλὴν 4 w 5871
ταῖς 6 w 5875
τοῦ 17 w 5878
ἀνθρώπου 1 w 5886
ταῖς 7 w 5891
δὲ 31 w 5893
τοῦ 18 w 5896
ἀνθρώπου 2 w 5904
ἀρωγὸν 1 w 5910
καὶ 53 w 5913
τῷ 12 w 5915
ἄλλῳ 1 w 5919
σώματι 1 w 5925
οὕτω 9 w 5930
δὲ 32 w 5932
ποικίλον 1 w 5940
τί 35 w 5942
ἐστιν 6 w 5947
τὸ 44 w 5949
ἀγαθὸν 2 w 5955
καὶ 54 w 5958
παντοδαπόν 1 w 5968
ὥστε 4 w 5973
καὶ 55 w 5976
ἐνταῦθα 1 w 5983
τοῖς 6 w 5987
μὲν 14 w 5990
ἔξωθεν 1 w 5996
τοῦ 19 w 5999
σώματος 1 w 6006
ἀγαθόν 2 w 6012
ἐστιν 7 w 6017
τῷ 13 w 6019
ἀνθρώπῳ 1 w 6026
τοῖς 7 w 6031
δʼ 15 w 6033
ἐντὸς 1 w 6038
ταὐτὸν 2 w 6044
τοῦτο 9 w 6049
κάκιστον 1 w 6057
καὶ 56 w 6061
διὰ 1 w 6064
τοῦτο 10 w 6069
οἱ 3 w 6071
ἰατροὶ 1 w 6077
πάντες 1 w 6083
ἀπαγορεύουσιν 1 w 6096
τοῖς 8 w 6100
ἀσθενοῦσιν 1 w 6110
μὴ 7 w 6112
χρῆσθαι 1 w 6119
ἐλαίῳ 1 w 6124
ἀλλʼ 8 w 6128
9 w 6129
ὅτι 8 w 6132
σμικροτάτῳ 1 w 6142
ἐν 29 w 6144
τούτοις 1 w 6151
οἷς 1 w 6154
μέλλει 1 w 6160
ἔδεσθαι 1 w 6167
ὅσον 1 w 6172
μόνον 8 w 6177
τὴν 4 w 6180
δυσχέρειαν 1 w 6190
κατασβέσαι 1 w 6200
τὴν 5 w 6203
ἐπὶ 2 w 6206
ταῖς 8 w 6210
αἰσθήσεσι 1 w 6219
ταῖς 9 w 6223
διὰ 2 w 6226
τῶν 11 w 6229
ῥινῶν 1 w 6234
γιγνομένην 1 w 6244
ἐν 30 w 6246
τοῖς 9 w 6250
σιτίοις 1 w 6257
τε 55 w 6259
καὶ 57 w 6262
ὄψοις 1 w 6267
εἰπόντος 1 w 6276
οὖν 12 w 6279
ταῦτα 6 w 6284
αὐτοῦ 3 w 6289
οἱ 4 w 6291
παρόντες 1 w 6299
ἀνεθορύβησαν 1 w 6311
ὡς 3 w 6313
εὖ 6 w 6315
λέγοι 1 w 6320
καὶ 58 w 6324
ἐγὼ 4 w 6327
εἶπον 2 w 6332
10 w 6334
Πρωταγόρα 10 w 6343
ἐγὼ 5 w 6347
τυγχάνω 1 w 6354
ἐπιλήσμων 1 w 6363
τις 2 w 6366
ὢν 1 w 6368
ἄνθρωπος 2 w 6376
καὶ 59 w 6380
ἐάν 1 w 6383
τίς 2 w 6386
μοι 20 w 6389
μακρὰ 1 w 6394
λέγῃ 1 w 6398
ἐπιλανθάνομαι 1 w 6412
περὶ 1 w 6416
οὗ 3 w 6418
ἂν 13 w 6420
2 w 6421
20 w 6422
λόγος 2 w 6427
ὥσπερ 2 w 6433
οὖν 13 w 6436
εἰ 14 w 6438
ἐτύγχανον 1 w 6447
ὑπόκωφος 1 w 6455
ὤν 1 w 6457
ᾤου 1 w 6461
ἂν 14 w 6463
χρῆναι 1 w 6469
εἴπερ 3 w 6475
ἔμελλές 1 w 6482
μοι 21 w 6485
διαλέξεσθαι 1 w 6496
μεῖζον 1 w 6503
φθέγγεσθαι 1 w 6513
10 w 6514
πρὸς 9 w 6518
τοὺς 3 w 6522
ἄλλους 1 w 6528
οὕτω 10 w 6533
καὶ 60 w 6536
νῦν 1 w 6539
ἐπειδὴ 3 w 6546
ἐπιλήσμονι 1 w 6556
ἐνέτυχες 1 w 6564
σύντεμνέ 1 w 6573
μοι 22 w 6576
τὰς 1 w 6579
ἀποκρίσεις 1 w 6589
καὶ 61 w 6592
βραχυτέρας 1 w 6602
ποίει 1 w 6607
εἰ 15 w 6610
μέλλω 1 w 6615
σοι 7 w 6618
ἕπεσθαι 1 w 6625
πῶς 2 w 6629
οὖν 14 w 6632
κελεύεις 1 w 6640
με 26 w 6642
βραχέα 1 w 6648
ἀποκρίνεσθαι 4 w 6660
11 w 6662
βραχύτερά 1 w 6671
σοι 8 w 6674
ἔφη 26 w 6678
ἀποκρίνωμαι 1 w 6690
12 w 6691
δεῖ 1 w 6694
μηδαμῶς 1 w 6702
ἦν 9 w 6705
δʼ 16 w 6707
ἐγώ 12 w 6710
ἀλλʼ 9 w 6715
ὅσα 1 w 6718
δεῖ 2 w 6721
ἔφη 27 w 6725
ναί 4 w 6729
ἦν 10 w 6732
δʼ 17 w 6734
ἐγώ 13 w 6737
πότερα 1 w 6744
οὖν 15 w 6747
ὅσα 2 w 6750
ἐμοὶ 1 w 6754
δοκεῖ 12 w 6759
δεῖν 1 w 6763
ἀποκρίνεσθαι 5 w 6775
τοσαῦτά 1 w 6783
σοι 9 w 6786
ἀποκρίνωμαι 2 w 6797
13 w 6799
ὅσα 3 w 6802
σοί 1 w 6805