Scaife ATLAS

CTS Library / Εὐθύδημος

Εὐθύδημος (301-305)

urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2:301-305
Refs {'start': {'reference': '301', 'human_reference': 'Section 301'}, 'end': {'reference': '305', 'human_reference': 'Section 305'}}
Ancestors []
Children []
prev
plain textXML
next

301
301a
ΣΩ.
ἆρα ἕτερα ὄντα τοῦ καλοῦ,
ἔφη,
ταὐτὰ τῷ καλῷ;
κἀγὼ ἐν παντὶ ἐγενόμην ὑπὸ ἀπορίας, καὶ ἡγούμην δίκαια πεπονθέναι ὅτι ἔγρυξα, ὅμως δὲ ἕτερα ἔφην αὐτοῦ γε τοῦ καλοῦ· πάρεστιν μέντοι ἑκάστῳ αὐτῶν κάλλος τι.
ἐὰν οὖν,
ἔφη,
παραγένηταί σοι βοῦς, βοῦς εἶ, καὶ ὅτι νῦν ἐγώ σοι πάρειμι, Διονυσόδωρος εἶ;
εὐφήμει τοῦτό γε, ἦν δʼ ἐγώ.
ἀλλὰ τίνα τρόπον,
ἔφη,
ἑτέρου ἑτέρῳ παραγενομένου τὸ ἕτερον ἕτερον ἂν εἴη;
301b
ἆρα τοῦτο, ἔφην ἐγώ, ἀπορεῖς; ἤδη δὲ τοῖν ἀνδροῖν τὴν σοφίαν ἐπεχείρουν μιμεῖσθαι, ἅτε ἐπιθυμῶν αὐτῆς.
πῶς γὰρ οὐκ ἀπορῶ,
ἔφη,
καὶ ἐγὼ καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι μὴ ἔστι;
τί λέγεις, ἦν δʼ ἐγώ, Διονυσόδωρε; οὐ τὸ καλὸν καλόν ἐστιν καὶ τὸ αἰσχρὸν αἰσχρόν;—
ἐὰν ἔμοιγε,
ἔφη,
δοκῇ.
οὐκοῦν δοκεῖ;—
πάνυ γʼ,
ἔφη.—οὐκοῦν καὶ τὸ ταὐτὸν ταὐτὸν καὶ τὸ ἕτερον ἕτερον; οὐ γὰρ δήπου τό γε ἕτερον ταὐτόν, ἀλλʼ
301c
ἔγωγε οὐδʼ ἂν παῖδα ᾤμην τοῦτο ἀπορῆσαι, ὡς οὐ τὸ ἕτερον ἕτερόν ἐστιν. ἀλλʼ, Διονυσόδωρε, τοῦτο μὲν ἑκὼν παρῆκας, ἐπεὶ τὰ ἄλλα μοι δοκεῖτε ὥσπερ οἱ δημιουργοὶ οἷς ἕκαστα προσήκει ἀπεργάζεσθαι, καὶ ὑμεῖς τὸ διαλέγεσθαι παγκάλως ἀπεργάζεσθαι.
οἶσθα οὖν,
ἔφη,
ὅτι προσήκει ἑκάστοις τῶν δημιουργῶν; πρῶτον τίνα χαλκεύειν προσήκει, οἶσθα;
ἔγωγε· ὅτι χαλκέα.—
τί δέ, κεραμεύειν;
κεραμέα.—
τί δέ, σφάττειν τε καὶ ἐκδέρειν καὶ τὰ μικρὰ κρέα κατακόψαντα ἕψειν καὶ ὀπτᾶν;
301d
μάγειρον, ἦν δʼ ἐγώ.—
οὐκοῦν ἐάν τις,
ἔφη,
τὰ προσήκοντα πράττῃ, ὀρθῶς πράξει;
μάλιστα.—
προσήκει δέ γε, ὡς φῄς, τὸν μάγειρον κατακόπτειν καὶ ἐκδέρειν; ὡμολόγησας ταῦτα οὔ;
ὡμολόγησα, ἔφην, ἀλλὰ συγγνώμην μοι ἔχε.—
δῆλον τοίνυν,
δʼ ὅς,
ὅτι ἄν τις σφάξας τὸν μάγειρον καὶ κατακόψας ἑψήσῃ καὶ ὀπτήσῃ, τὰ προσήκοντα ποιήσει· καὶ ἐὰν τὸν χαλκέα τις αὐτὸν χαλκεύῃ καὶ τὸν κεραμέα κεραμεύῃ, καὶ οὗτος τὰ προσήκοντα πράξει.
301e
Πόσειδον, ἦν δʼ ἐγώ, ἤδη κολοφῶνα ἐπιτιθεῖς τῇ σοφίᾳ. ἆρά μοί ποτε αὕτη παραγενήσεται ὥστε μοι οἰκεία γενέσθαι;
ἐπιγνοίης ἂν αὐτήν, Σώκρατες,
ἔφη,
οἰκείαν γενομένην;
ἐὰν σύ γε βούλῃ, ἔφην ἐγώ, δῆλον ὅτι.
τί δέ,
δʼ ὅς,
τὰ σαυτοῦ οἴει γιγνώσκειν;
εἰ μή τι σὺ ἄλλο λέγεις· ἀπὸ σοῦ γὰρ δεῖ ἄρχεσθαι, τελευτᾶν δʼ εἰς Εὐθύδημον τόνδε.

ΣΩ.
ἆρʼ οὖν,
ἔφη,
ταῦτα ἡγῇ σὰ εἶναι, ὧν ἂν ἄρξῃς καὶ ἐξῇ
302
302a
σοι αὐτοῖς χρῆσθαι ὅτι ἂν βούλῃ; οἷον βοῦς καὶ πρόβατον, ἆρʼ ἂν ἡγοῖο ταῦτα σὰ εἶναι, σοι ἐξείη καὶ ἀποδόσθαι καὶ δοῦναι καὶ θῦσαι ὅτῳ βούλοιο θεῶν; δʼ ἂν μὴ οὕτως ἔχῃ, οὐ σά;
κἀγώ (ᾔδη γὰρ ὅτι ἐξ αὐτῶν καλόν τι ἀνακύψοιτο τῶν ἐρωτημάτων, καὶ ἅμα βουλόμενος ὅτι τάχιστʼ ἀκοῦσαι) πάνυ μὲν οὖν, ἔφην, οὕτως ἔχει· τὰ τοιαῦτά ἐστιν μόνα ἐμά.—
τί δέ; ζῷα,
ἔφη,
οὐ ταῦτα καλεῖς ἂν ψυχὴν ἔχῃ;
302b
ναί, ἔφην.—
ὁμολογεῖς οὖν τῶν ζῴων ταῦτα μόνα εἶναι σά, περὶ ἄν σοι ἐξουσία πάντα ταῦτα ποιεῖν νυνδὴ ἐγὼ ἔλεγον;
ὁμολογῶ.—καὶ ὅς, εἰρωνικῶς πάνυ ἐπισχὼν ὥς τι μέγα σκοπούμενος,
εἰπέ μοι,
ἔφη,
Σώκρατες, ἔστιν σοι Ζεὺς πατρῷος;
καὶ ἐγὼ ὑποπτεύσας ἥξειν τὸν λόγον οἷπερ ἐτελεύτησεν, ἄπορόν τινα στροφὴν ἔφευγόν τε καὶ ἐστρεφόμην ἤδη ὥσπερ ἐν δικτύῳ εἰλημμένος· οὐκ ἔστιν, ἦν δʼ ἐγώ, Διονυσόδωρε.—
ταλαίπωρος ἄρα τις σύ γε ἄνθρωπος
302c
εἶ καὶ οὐδὲ Ἀθηναῖος, μήτε θεοὶ πατρῷοί εἰσιν μήτε ἱερὰ μήτε ἄλλο μηδὲν καλὸν καὶ ἀγαθόν.
ἔα, ἦν δʼ ἐγώ, Διονυσόδωρε, εὐφήμει τε καὶ μὴ χαλεπῶς με προδίδασκε. ἔστι γὰρ ἔμοιγε καὶ βωμοὶ καὶ ἱερὰ οἰκεῖα καὶ πατρῷα καὶ τὰ ἄλλα ὅσαπερ τοῖς ἄλλοις Ἀθηναίοις τῶν τοιούτων.—
εἶτα τοῖς ἄλλοις,
ἔφη,
Ἀθηναίοις οὐκ ἔστιν Ζεὺς πατρῷος;
οὐκ ἔστιν, ἦν δʼ ἐγώ, αὕτη ἐπωνυμία Ἰώνων οὐδενί, οὔθʼ ὅσοι ἐκ τῆσδε τῆς πόλεως ἀπῳκισμένοι εἰσὶν οὔθʼ ἡμῖν,
302d
ἀλλὰ Ἀπόλλων πατρῷος διὰ τὴν τοῦ Ἴωνος γένεσιν· Ζεὺς δʼ ἡμῖν πατρῷος μὲν οὐ καλεῖται, ἕρκειος δὲ καὶ φράτριος, καὶ Ἀθηναία φρατρία.—
ἀλλʼ ἀρκεῖ γʼ,
ἔφη Διονυσόδωρος·
ἔστιν γάρ σοι, ὡς ἔοικεν, Ἀπόλλων τε καὶ Ζεὺς καὶ Ἀθηνᾶ.
πάνυ, ἦν δʼ ἐγώ.—
οὐκοῦν καὶ οὗτοι σοὶ θεοὶ ἂν εἶεν;
ἔφη.—πρόγονοι, ἦν δʼ ἐγώ, καὶ δεσπόται.—
ἀλλʼ οὖν σοί γε,
ἔφη·
οὐ σοὺς ὡμολόγηκας αὐτοὺς εἶναι;
ὡμολόγηκα, ἔφην· τί γὰρ πάθω;—
οὐκοῦν,
ἔφη,
καὶ ζῷά εἰσιν οὗτοι οἱ
302e
θεοί; ὡμολόγηκας γὰρ ὅσα ψυχὴν ἔχει ζῷα εἶναι. οὗτοι οἱ θεοὶ οὐκ ἔχουσιν ψυχήν;
ἔχουσιν, ἦν δʼ ἐγώ.—
οὐκοῦν καὶ ζῷά εἰσιν;
ζῷα, ἔφην.—
τῶν δέ γε ζῴων,
ἔφη,
ὡμολόγηκας ταῦτʼ εἶναι σά, ὅσα ἄν σοι ἐξῇ καὶ δοῦναι καὶ ἀποδόσθαι καὶ θῦσαι δὴ θεῷ ὅτῳ ἂν βούλῃ.
ὡμολόγηκα, ἔφην· οὐκ ἔστιν γάρ μοι ἀνάδυσις, Εὐθύδημε.

ΣΩ.
ἴθι δή μοι εὐθύς,
δʼ ὅς,
εἰπέ· ἐπειδὴ σὸν ὁμολογεῖς εἶναι τὸν Δία
303
303a
καὶ τοὺς ἄλλους θεούς, ἆρα ἔξεστί σοι αὐτοὺς ἀποδόσθαι δοῦναι ἄλλʼ ὅτι ἂν βούλῃ χρῆσθαι ὥσπερ τοῖς ἄλλοις ζῴοις;
ἐγὼ μὲν οὖν, Κρίτων, ὥσπερ πληγεὶς ὑπὸ τοῦ λόγου, ἐκείμην ἄφωνος· δὲ Κτήσιππός μοι ἰὼν ὡς βοηθήσων,
Πυππὰξ Ἡράκλεις,
ἔφη,
καλοῦ λόγου.
καὶ Διονυσόδωρος,
πότερον οὖν,
ἔφη,
Ἡρακλῆς πυππάξ ἐστιν πυππὰξ Ἡρακλῆς;
καὶ Κτήσιππος,
Πόσειδον,
ἔφη,
δεινῶν λόγων. ἀφίσταμαι· ἀμάχω τὼ ἄνδρε.
303b
ἐνταῦθα μέντοι, φίλε Κρίτων, οὐδεὶς ὅστις οὐ τῶν παρόντων ὑπερεπῄνεσε τὸν λόγον καὶ τὼ ἄνδρε, καὶ γελῶντες καὶ κροτοῦντες καὶ χαίροντες ὀλίγου παρετάθησαν. ἐπὶ μὲν γὰρ τοῖς ἔμπροσθεν ἐφʼ ἑκάστοις πᾶσι παγκάλως ἐθορύβουν μόνοι οἱ τοῦ Εὐθυδήμου ἐρασταί, ἐνταῦθα δὲ ὀλίγου καὶ οἱ κίονες οἱ ἐν τῷ Λυκείῳ ἐθορύβησάν τʼ ἐπὶ τοῖν ἀνδροῖν καὶ ἥσθησαν. ἐγὼ μὲν οὖν καὶ αὐτὸς οὕτω διετέθην, ὥστε
303c
ὁμολογεῖν μηδένας πώποτε ἀνθρώπους ἰδεῖν οὕτω σοφούς, καὶ παντάπασι καταδουλωθεὶς ὑπὸ τῆς σοφίας αὐτοῖν ἐπὶ τὸ ἐπαινεῖν τε καὶ ἐγκωμιάζειν αὐτὼ ἐτραπόμην, καὶ εἶπον· μακάριοι σφὼ τῆς θαυμαστῆς φύσεως, οἳ τοσοῦτον πρᾶγμα οὕτω ταχὺ καὶ ἐν ὀλίγῳ χρόνῳ ἐξείργασθον. πολλὰ μὲν οὖν καὶ ἄλλα οἱ λόγοι ὑμῶν καλὰ ἔχουσιν, Εὐθύδημέ τε καὶ Διονυσόδωρε· ἐν δὲ τοῖς καὶ τοῦτο μεγαλοπρεπέστατον, ὅτι τῶν πολλῶν ἀνθρώπων καὶ τῶν σεμνῶν δὴ καὶ δοκούντων
303d
τὶ εἶναι οὐδὲν ὑμῖν μέλει, ἀλλὰ τῶν ὁμοίων ὑμῖν μόνον. ἐγὼ γὰρ εὖ οἶδα ὅτι τούτους τοὺς λόγους πάνυ μὲν ἂν ὀλίγοι ἀγαπῷεν ἄνθρωποι ὅμοιοι ὑμῖν, οἱ δʼ ἄλλοι οὕτως ἀγνοοῦσιν αὐτούς, ὥστʼ εὖ οἶδα ὅτι αἰσχυνθεῖεν ἂν μᾶλλον ἐξελέγχοντες τοιούτοις λόγοις τοὺς ἄλλους αὐτοὶ ἐξελεγχόμενοι. καὶ τόδε αὖ ἕτερον δημοτικόν τι καὶ πρᾷον ἐν τοῖς λόγοις· ὁπόταν φῆτε μήτε καλὸν εἶναι μηδὲν μήτε ἀγαθὸν πρᾶγμα μήτε λευκὸν μηδʼ ἄλλο τῶν τοιούτων μηδέν, μηδὲ τὸ παράπαν
303e
ἑτέρων ἕτερον, ἀτεχνῶς μὲν τῷ ὄντι συρράπτετε τὰ στόματα τῶν ἀνθρώπων, ὥσπερ καὶ φατέ· ὅτι δʼ οὐ μόνον τὰ τῶν ἄλλων, ἀλλὰ δόξαιτε ἂν καὶ τὰ ὑμέτερα αὐτῶν, τοῦτο πάνυ χαρίεν τέ ἐστιν καὶ τὸ ἐπαχθὲς τῶν λόγων ἀφαιρεῖται. τὸ δὲ δὴ μέγιστον, ὅτι ταῦτα οὕτως ἔχει ὑμῖν καὶ τεχνικῶς ἐξηύρηται, ὥστʼ ν πάνυ ὀλίγῳ χρόνῳ ὁντινοῦν ἂν μαθεῖν ἀνθρώπων· ἔγνων ἔγωγε καὶ τῷ Κτησίππῳ τὸν νοῦν προσέχων ὡς ταχὺ ὑμᾶς ἐκ τοῦ παραχρῆμα μιμεῖσθαι οἷός τε ἦν.

304
304a
ΣΩ. τοῦτο μὲν οὖν τοῦ πράγματος σφῶν τὸ σοφὸν πρὸς μὲν τὸ ταχὺ παραδιδόναι καλόν, ἐναντίον δʼ ἀνθρώπων διαλέγεσθαι οὐκ ἐπιτήδειον, ἀλλʼ ἄν γέ μοι πείθησθε, εὐλαβήσεσθε μὴ πολλῶν ἐναντίον λέγειν, ἵνα μὴ ταχὺ ἐκμαθόντες ὑμῖν μὴ εἰδῶσιν χάριν. ἀλλὰ μάλιστα μὲν αὐτὼ πρὸς ἀλλήλω μόνω διαλέγεσθον· εἰ δὲ μή, εἴπερ ἄλλου του ἐναντίον, ἐκείνου μόνου ὃς ἂν ὑμῖν διδῷ ἀργύριον. τὰ αὐτὰ δὲ ταῦτα, ἐὰν
304b
σωφρονῆτε, καὶ τοῖς μαθηταῖς συμβουλεύσετε, μηδέποτε μηδενὶ ἀνθρώπων διαλέγεσθαι ἀλλʼ ὑμῖν τε καὶ αὑτοῖς· τὸ γὰρ σπάνιον, Εὐθύδημε, τίμιον, τὸ δὲ ὕδωρ εὐωνότατον, ἄριστον ὄν, ὡς ἔφη Πίνδαρος. ἀλλʼ ἄγετε, ἦν δʼ ἐγώ, ὅπως κἀμὲ καὶ Κλεινίαν τόνδε παραδέξεσθον.
ταῦτα, Κρίτων, καὶ ἄλλα ἄττα ἔτι βραχέα διαλεχθέντες ἀπῇμεν. σκόπει οὖν ὅπως συμφοιτήσεις παρὰ τὼ
304c
ἄνδρε, ὡς ἐκείνω φατὸν οἵω τε εἶναι διδάξαι τὸν ἐθέλοντʼ ἀργύριον διδόναι, καὶ οὔτε φύσιν οὔθʼ ἡλικίαν ἐξείργειν οὐδεμίαν δὲ καὶ σοὶ μάλιστα προσήκει ἀκοῦσαι, ὅτι οὐδὲ τοῦ χρηματίζεσθαί φατον διακωλύειν οὐδένμὴ οὐ παραλαβεῖν ὁντινοῦν εὐπετῶς τὴν σφετέραν σοφίαν.

ΚΡ. καὶ μήν, Σώκρατες, φιλήκοος μὲν ἔγωγε καὶ ἡδέως ἄν τι μανθάνοιμι, κινδυνεύω μέντοι κἀγὼ εἷς εἶναι τῶν οὐχ ὁμοίων Εὐθυδήμῳ, ἀλλʼ ἐκείνων ὧν δὴ καὶ σὺ
304d
ἔλεγες, τῶν ἥδιον ἂν ἐξελεγχομένων ὑπὸ τῶν τοιούτων λόγων ἐξελεγχόντων. ἀτὰρ γελοῖον μέν μοι δοκεῖ εἶναι τὸ νουθετεῖν σε, ὅμως δέ, γʼ ἤκουον, ἐθέλω σοι ἀπαγγεῖλαι. τῶν ἀφʼ ὑμῶν ἀπιόντων ἴσθʼ ὅτι προσελθών τίς μοι περιπατοῦντι, ἀνὴρ οἰόμενος πάνυ εἶναι σοφός, τούτων τις τῶν περὶ τοὺς λόγους τοὺς εἰς τὰ δικαστήρια δεινῶν,
Κρίτων,
ἔφη,
οὐδὲν ἀκροᾷ τῶνδε τῶν σοφῶν;
οὐ μὰ τὸν Δία, ἦν δʼ ἐγώ· οὐ γὰρ οἷός τʼ προσστὰς κατακούειν ὑπὸ τοῦ ὄχλου.—
καὶ μήν,
ἔφη,
ἄξιόν γʼ ἦν ἀκοῦσαι.
τί
304e
δέ; ἦν δʼ ἐγώ.—
ἵνα ἤκουσας ἀνδρῶν διαλεγομένων οἳ νῦν σοφώτατοί εἰσι τῶν περὶ τοὺς τοιούτους λόγους.
κἀγὼ εἶπον· τί οὖν ἐφαίνοντό σοι;—
τί δὲ ἄλλο,
δʼ ὅς,
οἷάπερ ἀεὶ ἄν τις τῶν τοιούτων ἀκούσαι ληρούντων καὶ περὶ οὐδενὸς ἀξίων ἀναξίαν σπουδὴν ποιουμένων;
(οὑτωσὶ γάρ πως καὶ εἶπεν τοῖς ὀνόμασιν).—καὶ ἐγώ, ἀλλὰ μέντοι, ἔφην, χαρίεν γέ τι πρᾶγμά ἐστιν φιλοσοφία.

ΚΡ.
ποῖον,
ἔφη,
χαρίεν,
305
305a
μακάριε; οὐδενὸς μὲν οὖν ἄξιον. ἀλλὰ καὶ εἰ νῦν παρεγένου, πάνυ ἄν σε οἶμαι αἰσχυνθῆναι ὑπὲρ τοῦ σεαυτοῦ ἑταίρου· οὕτως ἦν ἄτοπος, ἐθέλων ἑαυτὸν παρέχειν ἀνθρώποις οἷς οὐδὲν μέλει ὅτι ἂν λέγωσιν, παντὸς δὲ ῥήματος ἀντέχονται. καὶ οὗτοι, ὅπερ ἄρτι ἔλεγον, ἐν τοῖς κράτιστοί εἰσι τῶν νῦν. ἀλλὰ γάρ, Κρίτων,
ἔφη,
τὸ πρᾶγμα αὐτὸ καὶ οἱ ἄνθρωποι οἱ ἐπὶ τῷ πράγματι διατρίβοντες φαῦλοί εἰσιν καὶ καταγέλαστοι.
ἐμοὶ δέ, Σώκρατες, τὸ πρᾶγμα ἐδόκει
305b
οὐκ ὀρθῶς ψέγειν οὔθʼ οὗτος οὔτʼ εἴ τις ἄλλος ψέγει· τὸ μέντοι ἐθέλειν διαλέγεσθαι τοιούτοις ἐναντίον πολλῶν ἀνθρώπων ὀρθῶς μοι ἐδόκει μέμφεσθαι.

ΣΩ. Κρίτων, θαυμάσιοί εἰσιν οἱ τοιοῦτοι ἄνδρες. ἀτὰρ οὔπω οἶδα ὅτι μέλλω ἐρεῖν. ποτέρων ἦν προσελθών σοι καὶ μεμφόμενος τὴν φιλοσοφίαν; πότερον τῶν ἀγωνίσασθαι δεινῶν ἐν τοῖς δικαστηρίοις, ῥήτωρ τις, τῶν τοὺς τοιούτους εἰσπεμπόντων, ποιητὴς τῶν λόγων οἷς οἱ ῥήτορες ἀγωνίζονται;

305c
ΚΡ. ἥκιστα νὴ τὸν Δία ῥήτωρ, οὐδὲ οἶμαι πώποτʼ αὐτὸν ἐπὶ δικαστήριον ἀναβεβηκέναι· ἀλλʼ ἐπαΐειν αὐτόν φασι περὶ τοῦ πράγματος νὴ τὸν Δία καὶ δεινὸν εἶναι καὶ δεινοὺς λόγους συντιθέναι.

ΣΩ. ἤδη μανθάνω· περὶ τούτων καὶ αὐτὸς νυνδὴ ἔμελλον λέγειν. οὗτοι γάρ εἰσιν μέν, Κρίτων, οὓς ἔφη Πρόδικος μεθόρια φιλοσόφου τε ἀνδρὸς καὶ πολιτικοῦ, οἴονται δʼ εἶναι πάντων σοφώτατοι ἀνθρώπων, πρὸς δὲ τῷ εἶναι καὶ δοκεῖν πάνυ παρὰ πολλοῖς, ὥστε παρὰ πᾶσιν εὐδοκιμεῖν
305d
ἐμποδὼν σφίσιν εἶναι οὐδένας ἄλλους τοὺς περὶ φιλοσοφίαν ἀνθρώπους. ἡγοῦνται οὖν, ἐὰν τούτους εἰς δόξαν καταστήσωσιν μηδενὸς δοκεῖν ἀξίους εἶναι, ἀναμφισβητήτως ἤδη παρὰ πᾶσιν τὰ νικητήρια εἰς δόξαν οἴσεσθαι σοφίας πέρι. εἶναι μὲν γὰρ τῇ ἀληθείᾳ σφᾶς σοφωτάτους, ἐν δὲ τοῖς ἰδίοις λόγοις ὅταν ἀποληφθῶσιν, ὑπὸ τῶν ἀμφὶ Εὐθύδημον κολούεσθαι. σοφοὶ δὲ ἡγοῦνται εἶναι πάνυεἰκότως· μετρίως μὲν γὰρ φιλοσοφίας ἔχειν, μετρίως δὲ πολιτικῶν,
305e
πάνυ ἐξ εἰκότος λόγουμετέχειν γὰρ ἀμφοτέρων ὅσον ἔδει, ἐκτὸς δὲ ὄντες κινδύνων καὶ ἀγώνων καρποῦσθαι τὴν σοφίαν.

ΚΡ. τί οὖν; δοκοῦσί σοί τι, Σώκρατες, λέγειν; οὐ γάρ τοι ἀλλὰ γε λόγος ἔχει τινὰ εὐπρέπειαν τῶν ἀνδρῶν.

Tokens

ΣΩ 1 w 2
ἆρα 1 w 6
ἕτερα 1 w 11
ὄντα 1 w 15
τοῦ 1 w 18
καλοῦ 1 w 23
ἔφη 1 w 27
1 w 29
ταὐτὰ 1 w 34
τῷ 1 w 36
καλῷ 1 w 40
κἀγὼ 1 w 45
ἐν 1 w 47
παντὶ 1 w 52
ἐγενόμην 1 w 60
ὑπὸ 1 w 63
ἀπορίας 1 w 70
καὶ 1 w 74
ἡγούμην 1 w 81
δίκαια 1 w 87
πεπονθέναι 1 w 97
ὅτι 1 w 100
ἔγρυξα 1 w 106
ὅμως 1 w 111
δὲ 1 w 113
ἕτερα 2 w 118
ἔφην 1 w 122
αὐτοῦ 1 w 127
γε 2 w 129
τοῦ 3 w 132
καλοῦ 2 w 137
πάρεστιν 1 w 146
μέντοι 1 w 152
ἑκάστῳ 1 w 158
αὐτῶν 1 w 163
κάλλος 1 w 169
τι 3 w 171
ἐὰν 1 w 175
οὖν 1 w 178
ἔφη 3 w 182
παραγένηταί 1 w 194
σοι 1 w 197
βοῦς 1 w 201
βοῦς 2 w 206
εἶ 1 w 208
καὶ 2 w 212
ὅτι 2 w 215
νῦν 1 w 218
ἐγώ 1 w 221
σοι 2 w 224
πάρειμι 1 w 231
Διονυσόδωρος 1 w 244
εἶ 2 w 246
εὐφήμει 1 w 254
τοῦτό 1 w 259
γε 3 w 261
ἦν 1 w 264
δʼ 1 w 266
ἐγώ 2 w 269
ἀλλὰ 1 w 274
τίνα 1 w 278
τρόπον 1 w 284
ἔφη 4 w 288
ἑτέρου 1 w 295
ἑτέρῳ 1 w 300
παραγενομένου 1 w 313
τὸ 1 w 315
ἕτερον 1 w 321
ἕτερον 2 w 327
ἂν 1 w 329
εἴη 1 w 332
ἆρα 2 w 336
τοῦτο 1 w 341
ἔφην 2 w 346
ἐγώ 3 w 349
ἀπορεῖς 1 w 357
ἤδη 1 w 361
δὲ 2 w 363
τοῖν 1 w 367
ἀνδροῖν 1 w 374
τὴν 1 w 377
σοφίαν 1 w 383
ἐπεχείρουν 1 w 393
μιμεῖσθαι 1 w 402
ἅτε 1 w 406
ἐπιθυμῶν 1 w 414
αὐτῆς 1 w 419
πῶς 1 w 423
γὰρ 1 w 426
οὐκ 1 w 429
ἀπορῶ 1 w 434
ἔφη 6 w 438
καὶ 3 w 442
ἐγὼ 1 w 445
καὶ 4 w 448
οἱ 1 w 450
ἄλλοι 1 w 455
ἅπαντες 1 w 462
ἄνθρωποι 1 w 470
1 w 471
μὴ 1 w 473
ἔστι 1 w 477
τί 2 w 480
λέγεις 1 w 486
ἦν 2 w 489
δʼ 2 w 491
ἐγώ 4 w 494
1 w 496
Διονυσόδωρε 1 w 507
οὐ 2 w 510
τὸ 2 w 512
καλὸν 1 w 517
καλόν 1 w 522
ἐστιν 1 w 527
καὶ 5 w 530
τὸ 3 w 532
αἰσχρὸν 1 w 539
αἰσχρόν 1 w 546
ἐὰν 2 w 551
ἔμοιγε 1 w 557
ἔφη 7 w 561
δοκῇ 1 w 566
οὐκοῦν 1 w 574
δοκεῖ 1 w 579
πάνυ 1 w 585
γʼ 1 w 587
ἔφη 8 w 591
οὐκοῦν 2 w 599
καὶ 6 w 602
τὸ 4 w 604
ταὐτὸν 1 w 610
ταὐτὸν 2 w 616
καὶ 7 w 619
τὸ 7 w 621
ἕτερον 3 w 627
ἕτερον 4 w 633
οὐ 5 w 636
γὰρ 2 w 639
δήπου 1 w 644
τό 2 w 646
γε 7 w 648
ἕτερον 5 w 654
ταὐτόν 1 w 660
ἀλλʼ 1 w 665
ἔγωγε 1 w 670
οὐδʼ 1 w 674
ἂν 2 w 676
παῖδα 1 w 681
ᾤμην 1 w 685
τοῦτο 2 w 690
ἀπορῆσαι 1 w 698
ὡς 1 w 701
οὐ 7 w 703
τὸ 8 w 705
ἕτερον 6 w 711
ἕτερόν 1 w 717
ἐστιν 2 w 722
ἀλλʼ 2 w 727
2 w 729
Διονυσόδωρε 2 w 740
τοῦτο 3 w 746
μὲν 1 w 749
ἑκὼν 1 w 753
παρῆκας 1 w 760
ἐπεὶ 1 w 765
τὰ 2 w 767
ἄλλα 1 w 771
μοι 2 w 774
δοκεῖτε 1 w 781
ὥσπερ 1 w 786
οἱ 2 w 788
δημιουργοὶ 1 w 798
οἷς 1 w 801
ἕκαστα 1 w 807
προσήκει 1 w 815
ἀπεργάζεσθαι 1 w 827
καὶ 8 w 831
ὑμεῖς 1 w 836
τὸ 9 w 838
διαλέγεσθαι 1 w 849
παγκάλως 1 w 857
ἀπεργάζεσθαι 2 w 869
οἶσθα 1 w 875
οὖν 2 w 878
ἔφη 9 w 882
ὅτι 3 w 886
προσήκει 2 w 894
ἑκάστοις 1 w 902
τῶν 2 w 905
δημιουργῶν 1 w 915
πρῶτον 1 w 922
τίνα 2 w 926
χαλκεύειν 1 w 935
προσήκει 3 w 943
οἶσθα 2 w 949
ἔγωγε 2 w 956
ὅτι 4 w 960
χαλκέα 1 w 966
τί 4 w 970
δέ 1 w 972
κεραμεύειν 1 w 983
κεραμέα 1 w 992
τί 5 w 996
δέ 2 w 998
σφάττειν 1 w 1007
τε 14 w 1009
καὶ 9 w 1012
ἐκδέρειν 1 w 1020
καὶ 10 w 1023
τὰ 3 w 1025
μικρὰ 1 w 1030
κρέα 1 w 1034
κατακόψαντα 1 w 1045
ἕψειν 1 w 1050
καὶ 11 w 1053
ὀπτᾶν 1 w 1058
μάγειρον 1 w 1067
ἦν 3 w 1070
δʼ 4 w 1072
ἐγώ 5 w 1075
οὐκοῦν 3 w 1083
ἐάν 1 w 1086
τις 1 w 1089
ἔφη 10 w 1093
τὰ 4 w 1096
προσήκοντα 1 w 1106
πράττῃ 1 w 1112
ὀρθῶς 1 w 1118
πράξει 1 w 1124
μάλιστα 1 w 1133
προσήκει 4 w 1143
δέ 4 w 1145
γε 12 w 1147
ὡς 2 w 1150
φῄς 1 w 1153
τὸν 3 w 1157
μάγειρον 2 w 1165
κατακόπτειν 1 w 1176
καὶ 12 w 1179
ἐκδέρειν 2 w 1187
ὡμολόγησας 1 w 1198
ταῦτα 1 w 1203
2 w 1204
οὔ 1 w 1206
ὡμολόγησα 2 w 1217
ἔφην 3 w 1222
ἀλλὰ 2 w 1227
συγγνώμην 1 w 1236
μοι 3 w 1239
ἔχε 1 w 1242
δῆλον 1 w 1249
τοίνυν 1 w 1255
4 w 1257
δʼ 5 w 1259
ὅς 1 w 1261
ὅτι 5 w 1265
ἄν 2 w 1267
τις 2 w 1270
σφάξας 1 w 1276
τὸν 4 w 1279
μάγειρον 3 w 1287
καὶ 13 w 1290
κατακόψας 1 w 1299
ἑψήσῃ 1 w 1304
καὶ 14 w 1307
ὀπτήσῃ 1 w 1313
τὰ 5 w 1316
προσήκοντα 2 w 1326
ποιήσει 1 w 1333
καὶ 15 w 1337
ἐὰν 3 w 1340
τὸν 5 w 1343
χαλκέα 2 w 1349
τις 3 w 1352
αὐτὸν 3 w 1357
χαλκεύῃ 1 w 1364
καὶ 16 w 1367
τὸν 7 w 1370
κεραμέα 2 w 1377
κεραμεύῃ 1 w 1385
καὶ 17 w 1389
οὗτος 1 w 1394
τὰ 6 w 1396
προσήκοντα 3 w 1406
πράξει 2 w 1412
3 w 1414
Πόσειδον 1 w 1422
ἦν 4 w 1425
δʼ 6 w 1427
ἐγώ 6 w 1430
ἤδη 2 w 1434
κολοφῶνα 1 w 1442
ἐπιτιθεῖς 1 w 1451
τῇ 1 w 1453
σοφίᾳ 1 w 1458
ἆρά 1 w 1462
μοί 1 w 1465
ποτε 1 w 1469
αὕτη 1 w 1473
παραγενήσεται 1 w 1486
ὥστε 1 w 1490
μοι 4 w 1493
οἰκεία 1 w 1499
γενέσθαι 1 w 1507
ἐπιγνοίης 1 w 1517
ἂν 3 w 1519
αὐτήν 1 w 1524
4 w 1526
Σώκρατες 1 w 1534
ἔφη 12 w 1538
οἰκείαν 1 w 1546
γενομένην 1 w 1555
ἐὰν 4 w 1559
σύ 1 w 1561
γε 18 w 1563
βούλῃ 1 w 1568
ἔφην 4 w 1573
ἐγώ 7 w 1576
δῆλον 2 w 1582
ὅτι 6 w 1585
τί 6 w 1588
δέ 6 w 1590
6 w 1592
δʼ 7 w 1594
ὅς 2 w 1596
τὰ 7 w 1599
σαυτοῦ 1 w 1605
οἴει 1 w 1609
γιγνώσκειν 1 w 1619
εἰ 1 w 1622
μή 1 w 1624
τι 16 w 1626
σὺ 1 w 1628
ἄλλο 2 w 1632
λέγεις 2 w 1638
ἀπὸ 1 w 1642
σοῦ 1 w 1645
γὰρ 3 w 1648
δεῖ 1 w 1651
ἄρχεσθαι 1 w 1659
τελευτᾶν 1 w 1668
δʼ 8 w 1670
εἰς 1 w 1673
Εὐθύδημον 1 w 1682
τόνδε 1 w 1687
ΣΩ 2 w 1690
ἆρʼ 1 w 1694
οὖν 3 w 1697
ἔφη 14 w 1701
ταῦτα 2 w 1707
ἡγῇ 1 w 1710
σὰ 1 w 1712
εἶναι 1 w 1717
ὧν 1 w 1720
ἂν 4 w 1722
ἄρξῃς 1 w 1727
καὶ 18 w 1730
ἐξῇ 1 w 1733
σοι 3 w 1736
αὐτοῖς 1 w 1742
χρῆσθαι 1 w 1749
ὅτι 7 w 1752
ἂν 5 w 1754
βούλῃ 2 w 1759
οἷον 1 w 1764
βοῦς 3 w 1768
καὶ 19 w 1771
πρόβατον 1 w 1779
ἆρʼ 2 w 1783
ἂν 6 w 1785
ἡγοῖο 1 w 1790
ταῦτα 3 w 1795
σὰ 2 w 1797
εἶναι 2 w 1802
3 w 1804
σοι 4 w 1807
ἐξείη 1 w 1812
καὶ 20 w 1815
ἀποδόσθαι 1 w 1824
καὶ 21 w 1827
δοῦναι 1 w 1833
καὶ 22 w 1836
θῦσαι 1 w 1841
ὅτῳ 1 w 1844
βούλοιο 1 w 1851
θεῶν 1 w 1855
1 w 1857
δʼ 9 w 1859
ἂν 7 w 1861
μὴ 2 w 1863
οὕτως 1 w 1868
ἔχῃ 1 w 1871
οὐ 9 w 1874
σά 1 w 1876
κἀγώ 1 w 1881
ᾔδη 1 w 1885
γὰρ 4 w 1888
ὅτι 8 w 1891
ἐξ 3 w 1893
αὐτῶν 2 w 1898
καλόν 2 w 1903
τι 19 w 1905
ἀνακύψοιτο 1 w 1915
τῶν 4 w 1918
ἐρωτημάτων 1 w 1928
καὶ 23 w 1932
ἅμα 1 w 1935
βουλόμενος 1 w 1945
ὅτι 9 w 1948
τάχιστʼ 1 w 1955
ἀκοῦσαι 1 w 1962
πάνυ 2 w 1967
μὲν 2 w 1970
οὖν 4 w 1973
ἔφην 5 w 1978
οὕτως 2 w 1984
ἔχει 1 w 1988
τὰ 8 w 1991
τοιαῦτά 1 w 1998
ἐστιν 3 w 2003
μόνα 1 w 2007
ἐμά 1 w 2010
τί 7 w 2014
δέ 7 w 2016
ζῷα 1 w 2020
ἔφη 16 w 2024
οὐ 10 w 2027
ταῦτα 4 w 2032
καλεῖς 1 w 2038
2 w 2039
ἂν 8 w 2041
ψυχὴν 1 w 2046
ἔχῃ 2 w 2049
ναί 1 w 2053
ἔφην 6 w 2058
ὁμολογεῖς 1 w 2069
οὖν 5 w 2072
τῶν 5 w 2075
ζῴων 1 w 2079
ταῦτα 5 w 2084
μόνα 2 w 2088
εἶναι 3 w 2093
σά 2 w 2095
περὶ 1 w 2100
3 w 2101
ἄν 3 w 2103
σοι 5 w 2106
ἐξουσία 1 w 2113
1 w 2114
πάντα 1 w 2119
ταῦτα 6 w 2124
ποιεῖν 1 w 2130
4 w 2131
νυνδὴ 1 w 2136
ἐγὼ 2 w 2139
ἔλεγον 1 w 2145
ὁμολογῶ 1 w 2154
καὶ 24 w 2159
ὅς 3 w 2161
εἰρωνικῶς 1 w 2171
πάνυ 3 w 2175
ἐπισχὼν 1 w 2182
ὥς 1 w 2184
τι 22 w 2186
μέγα 1 w 2190
σκοπούμενος 1 w 2201
εἰπέ 1 w 2206
μοι 5 w 2209
ἔφη 18 w 2213
5 w 2215
Σώκρατες 2 w 2223
ἔστιν 1 w 2229
σοι 6 w 2232
Ζεὺς 1 w 2236
πατρῷος 1 w 2243
καὶ 25 w 2248
ἐγὼ 3 w 2251
ὑποπτεύσας 1 w 2261
ἥξειν 1 w 2266
τὸν 8 w 2269
λόγον 1 w 2274
οἷπερ 1 w 2279
ἐτελεύτησεν 1 w 2290
ἄπορόν 1 w 2297
τινα 1 w 2301
στροφὴν 1 w 2308
ἔφευγόν 1 w 2315
τε 23 w 2317
καὶ 26 w 2320
ἐστρεφόμην 1 w 2330
ἤδη 3 w 2333
ὥσπερ 2 w 2338
ἐν 2 w 2340
δικτύῳ 1 w 2346
εἰλημμένος 1 w 2356
οὐκ 5 w 2360
ἔστιν 2 w 2365
ἦν 5 w 2368
δʼ 10 w 2370
ἐγώ 8 w 2373
6 w 2375
Διονυσόδωρε 3 w 2386
ταλαίπωρος 1 w 2398
ἄρα 1 w 2401
τις 4 w 2404
σύ 2 w 2406
γε 21 w 2408
ἄνθρωπος 1 w 2416
εἶ 6 w 2418
καὶ 27 w 2421
οὐδὲ 1 w 2425
Ἀθηναῖος 1 w 2433
1 w 2435
μήτε 1 w 2439
θεοὶ 1 w 2443
πατρῷοί 1 w 2450
εἰσιν 1 w 2455
μήτε 2 w 2459
ἱερὰ 1 w 2463
μήτε 3 w 2467
ἄλλο 3 w 2471
μηδὲν 1 w 2476
καλὸν 2 w 2481
καὶ 28 w 2484
ἀγαθόν 1 w 2490
ἔα 1 w 2494
ἦν 6 w 2497
δʼ 11 w 2499
ἐγώ 9 w 2502
7 w 2504
Διονυσόδωρε 4 w 2515
εὐφήμει 2 w 2523
τε 27 w 2525
καὶ 29 w 2528
μὴ 3 w 2530
χαλεπῶς 1 w 2537
με 9 w 2539
προδίδασκε 1 w 2549
ἔστι 4 w 2554
γὰρ 5 w 2557
ἔμοιγε 2 w 2563
καὶ 30 w 2566
βωμοὶ 1 w 2571
καὶ 31 w 2574
ἱερὰ 2 w 2578
οἰκεῖα 1 w 2584
καὶ 32 w 2587
πατρῷα 1 w 2593
καὶ 33 w 2596
τὰ 9 w 2598
ἄλλα 2 w 2602
ὅσαπερ 1 w 2608
τοῖς 2 w 2612
ἄλλοις 1 w 2618
Ἀθηναίοις 1 w 2627
τῶν 6 w 2630
τοιούτων 1 w 2638
εἶτα 1 w 2644
τοῖς 3 w 2648
ἄλλοις 2 w 2654
ἔφη 19 w 2658
Ἀθηναίοις 2 w 2668
οὐκ 6 w 2671
ἔστιν 3 w 2676
Ζεὺς 2 w 2680
3 w 2681
πατρῷος 2 w 2688
οὐκ 7 w 2693
ἔστιν 4 w 2698
ἦν 7 w 2701
δʼ 12 w 2703
ἐγώ 10 w 2706
αὕτη 2 w 2711
4 w 2712
ἐπωνυμία 1 w 2720
Ἰώνων 1 w 2725
οὐδενί 1 w 2731
οὔθʼ 1 w 2736
ὅσοι 1 w 2740
ἐκ 3 w 2742
τῆσδε 1 w 2747
τῆς 2 w 2750
πόλεως 1 w 2756
ἀπῳκισμένοι 1 w 2767
εἰσὶν 1 w 2772
οὔθʼ 2 w 2776
ἡμῖν 1 w 2780
ἀλλὰ 3 w 2785
Ἀπόλλων 1 w 2792
πατρῷος 3 w 2799
διὰ 1 w 2802
τὴν 2 w 2805
τοῦ 9 w 2808
Ἴωνος 1 w 2813
γένεσιν 1 w 2820
Ζεὺς 3 w 2825
δʼ 13 w 2827
ἡμῖν 2 w 2831
πατρῷος 4 w 2838
μὲν 3 w 2841
οὐ 16 w 2843
καλεῖται 1 w 2851
ἕρκειος 1 w 2859
δὲ 5 w 2861
καὶ 34 w 2864
φράτριος 1 w 2872
καὶ 35 w 2876
Ἀθηναία 1 w 2883
φρατρία 1 w 2890
ἀλλʼ 3 w 2896
ἀρκεῖ 1 w 2901
γʼ 2 w 2903
ἔφη 20 w 2907
4 w 2908
Διονυσόδωρος 2 w 2920
ἔστιν 5 w 2926
γάρ 1 w 2929
σοι 8 w 2932
ὡς 3 w 2935
ἔοικεν 1 w 2941
Ἀπόλλων 2 w 2949
τε 28 w 2951
καὶ 36 w 2954
Ζεὺς 4 w 2958
καὶ 37 w 2961
Ἀθηνᾶ 1 w 2966
πάνυ 4 w 2972
ἦν 8 w 2975
δʼ 14 w 2977
ἐγώ 11 w 2980
οὐκοῦν 4 w 2988
καὶ 38 w 2991
οὗτοι 1 w 2996
σοὶ 1 w 2999
θεοὶ 2 w 3003
ἂν 9 w 3005
εἶεν 1 w 3009
ἔφη 21 w 3013
πρόγονοι 1 w 3023
ἦν 9 w 3026
δʼ 15 w 3028
ἐγώ 12 w 3031
καὶ 39 w 3035
δεσπόται 1 w 3043
ἀλλʼ 4 w 3049
οὖν 6 w 3052
σοί 1 w 3055
γε 23 w 3057
ἔφη 22 w 3061
3 w 3063
οὐ 18 w 3065
σοὺς 1 w 3069
ὡμολόγηκας 1 w 3079
αὐτοὺς 1 w 3085
εἶναι 4 w 3090
ὡμολόγηκα 2 w 3101
ἔφην 7 w 3106
τί 8 w 3109
γὰρ 6 w 3112
πάθω 1 w 3116
οὐκοῦν 5 w 3124
ἔφη 24 w 3128
καὶ 40 w 3132
ζῷά 1 w 3135
εἰσιν 2 w 3140
οὗτοι 2 w 3145
οἱ 3 w 3147
θεοί 1 w 3151
ὡμολόγηκας 2 w 3162
γὰρ 7 w 3165
ὅσα 2 w 3168
ψυχὴν 2 w 3173
ἔχει 2 w 3177
ζῷα 2 w 3180
εἶναι 5 w 3185
4 w 3187
οὗτοι 3 w 3192
οἱ 4 w 3194
θεοὶ 3 w 3198
οὐκ 10 w 3201
ἔχουσιν 1 w 3208
ψυχήν 1 w 3213
ἔχουσιν 2 w 3222
ἦν 10 w 3225
δʼ 16 w 3227
ἐγώ 13 w 3230
οὐκοῦν 6 w 3238
καὶ 41 w 3241
ζῷά 2 w 3244
εἰσιν 3 w 3249
ζῷα 3 w 3254
ἔφην 8 w 3259
τῶν 7 w 3264
δέ 8 w 3266
γε 24 w 3268
ζῴων 2 w 3272
ἔφη 26 w 3276
ὡμολόγηκας 3 w 3287
ταῦτʼ 1 w 3292
εἶναι 6 w 3297
σά 3 w 3299
ὅσα 3 w 3303
ἄν 5 w 3305
σοι 9 w 3308
ἐξῇ 2 w 3311
καὶ 42 w 3314
δοῦναι 2 w 3320
καὶ 43 w 3323
ἀποδόσθαι 2 w 3332
καὶ 44 w 3335
θῦσαι 2 w 3340
δὴ 2 w 3342
θεῷ 1 w 3345
ὅτῳ 2 w 3348
ἂν 10 w 3350
βούλῃ 3 w 3355
ὡμολόγηκα 5 w 3366
ἔφην 9 w 3371
οὐκ 12 w 3375
ἔστιν 6 w 3380
γάρ 2 w 3383
μοι 7 w 3386
ἀνάδυσις 1 w 3394
8 w 3396
Εὐθύδημε 1 w 3404
ΣΩ 3 w 3407
ἴθι 1 w 3411
δή 2 w 3413
μοι 8 w 3416
εὐθύς 1 w 3421
13 w 3423
δʼ 17 w 3425
ὅς 4 w 3427
εἰπέ 2 w 3432
ἐπειδὴ 1 w 3439
σὸν 1 w 3442
ὁμολογεῖς 2 w 3451
εἶναι 7 w 3456
τὸν 9 w 3459
Δία 1 w 3462
καὶ 45 w 3465
τοὺς 2 w 3469
ἄλλους 1 w 3475
θεούς 1 w 3480
ἆρα 3 w 3484
ἔξεστί 1 w 3490
σοι 10 w 3493
αὐτοὺς 2 w 3499
ἀποδόσθαι 3 w 3508
5 w 3509
δοῦναι 3 w 3515
6 w 3516
ἄλλʼ 1 w 3520
ὅτι 10 w 3523
ἂν 11 w 3525
βούλῃ 4 w 3530
χρῆσθαι 2 w 3537
ὥσπερ 3 w 3542
τοῖς 4 w 3546
ἄλλοις 3 w 3552
ζῴοις 1 w 3557
ἐγὼ 4 w 3561
μὲν 4 w 3564
οὖν 7 w 3567
9 w 3569
Κρίτων 1 w 3575
ὥσπερ 4 w 3581
πληγεὶς 1 w 3588
ὑπὸ 2 w 3591
τοῦ 10 w 3594
λόγου 1 w 3599
ἐκείμην 1 w 3607
ἄφωνος 1 w 3613
6 w 3615
δὲ 6 w 3617
Κτήσιππός 1 w 3626
μοι 9 w 3629
ἰὼν 1 w 3632
ὡς 4 w 3634
βοηθήσων 1 w 3642
Πυππὰξ 1 w 3649
10 w 3650
Ἡράκλεις 1 w 3658
ἔφη 28 w 3662
καλοῦ 3 w 3668
λόγου 2 w 3673
καὶ 46 w 3678
7 w 3679
Διονυσόδωρος 3 w 3691
πότερον 1 w 3699
οὖν 8 w 3702
ἔφη 29 w 3706
8 w 3708
Ἡρακλῆς 1 w 3715
πυππάξ 1 w 3721
ἐστιν 4 w 3726
7 w 3727
9 w 3728
πυππὰξ 1 w 3734
Ἡρακλῆς 2 w 3741
καὶ 47 w 3746
10 w 3747
Κτήσιππος 1 w 3756
11 w 3758
Πόσειδον 2 w 3766
ἔφη 30 w 3770
δεινῶν 1 w 3777
λόγων 1 w 3782
ἀφίσταμαι 1 w 3792
ἀμάχω 1 w 3798
τὼ 1 w 3800
ἄνδρε 1 w 3805
ἐνταῦθα 1 w 3813
μέντοι 2 w 3819
12 w 3821
φίλε 1 w 3825
Κρίτων 2 w 3831
οὐδεὶς 1 w 3838
ὅστις 1 w 3843
οὐ 24 w 3845
τῶν 8 w 3848
παρόντων 1 w 3856
ὑπερεπῄνεσε 1 w 3867
τὸν 10 w 3870
λόγον 2 w 3875
καὶ 48 w 3878
τὼ 2 w 3880
ἄνδρε 2 w 3885
καὶ 49 w 3889
γελῶντες 1 w 3897
καὶ 50 w 3900
κροτοῦντες 1 w 3910
καὶ 51 w 3913
χαίροντες 1 w 3922
ὀλίγου 1 w 3928
παρετάθησαν 1 w 3939
ἐπὶ 1 w 3943
μὲν 5 w 3946
γὰρ 8 w 3949
τοῖς 5 w 3953
ἔμπροσθεν 1 w 3962
ἐφʼ 1 w 3965
ἑκάστοις 2 w 3973
πᾶσι 1 w 3977
παγκάλως 2 w 3985
ἐθορύβουν 1 w 3994
μόνοι 1 w 3999
οἱ 5 w 4001
τοῦ 12 w 4004
Εὐθυδήμου 1 w 4013
ἐρασταί 1 w 4020
ἐνταῦθα 2 w 4028
δὲ 7 w 4030
ὀλίγου 2 w 4036
καὶ 52 w 4039
οἱ 6 w 4041
κίονες 1 w 4047
οἱ 7 w 4049
ἐν 5 w 4051
τῷ 2 w 4053
Λυκείῳ 1 w 4059
ἐθορύβησάν 1 w 4069
τʼ 3 w 4071
ἐπὶ 2 w 4074
τοῖν 2 w 4078
ἀνδροῖν 2 w 4085
καὶ 53 w 4088
ἥσθησαν 1 w 4095
ἐγὼ 5 w 4099
μὲν 6 w 4102
οὖν 9 w 4105
καὶ 54 w 4108
αὐτὸς 1 w 4113
οὕτω 3 w 4117
διετέθην 1 w 4125
ὥστε 2 w 4130
ὁμολογεῖν 1 w 4139
μηδένας 1 w 4146
πώποτε 1 w 4152
ἀνθρώπους 1 w 4161
ἰδεῖν 1 w 4166
οὕτω 4 w 4170
σοφούς 1 w 4176
καὶ 55 w 4180
παντάπασι 1 w 4189
καταδουλωθεὶς 1 w 4202
ὑπὸ 3 w 4205
τῆς 3 w 4208
σοφίας 1 w 4214
αὐτοῖν 1 w 4220
ἐπὶ 3 w 4223
τὸ 19 w 4225
ἐπαινεῖν 1 w 4233
τε 35 w 4235
καὶ 56 w 4238
ἐγκωμιάζειν 1 w 4249
αὐτὼ 1 w 4253
ἐτραπόμην 1 w 4262
καὶ 57 w 4266
εἶπον 1 w 4271
13 w 4273
μακάριοι 1 w 4281
σφὼ 1 w 4284
τῆς 4 w 4287
θαυμαστῆς 1 w 4296
φύσεως 1 w 4302
οἳ 1 w 4305
τοσοῦτον 1 w 4313
πρᾶγμα 1 w 4319
οὕτω 5 w 4323
ταχὺ 1 w 4327
καὶ 58 w 4330
ἐν 6 w 4332
ὀλίγῳ 1 w 4337
χρόνῳ 1 w 4342
ἐξείργασθον 1 w 4353
πολλὰ 1 w 4359
μὲν 7 w 4362
οὖν 10 w 4365
καὶ 59 w 4368
ἄλλα 3 w 4372
οἱ 8 w 4374
λόγοι 1 w 4379
ὑμῶν 1 w 4383
καλὰ 1 w 4387
ἔχουσιν 3 w 4394
14 w 4396
Εὐθύδημέ 1 w 4404
τε 36 w 4406
καὶ 60 w 4409
Διονυσόδωρε 5 w 4420
ἐν 7 w 4423
δὲ 8 w 4425
τοῖς 6 w 4429
καὶ 61 w 4432
τοῦτο 4 w 4437
μεγαλοπρεπέστατον 1 w 4454
ὅτι 11 w 4458
τῶν 9 w 4461
πολλῶν 1 w 4467
ἀνθρώπων 1 w 4475
καὶ 62 w 4478
τῶν 10 w 4481
σεμνῶν 1 w 4487
δὴ 4 w 4489
καὶ 63 w 4492
δοκούντων 1 w 4501
τὶ 2 w 4503
εἶναι 8 w 4508
οὐδὲν 1 w 4513
ὑμῖν 1 w 4517
μέλει 1 w 4522
ἀλλὰ 4 w 4527
τῶν 11 w 4530
ὁμοίων 1 w 4536
ὑμῖν 2 w 4540
μόνον 1 w 4545
ἐγὼ 6 w 4549
γὰρ 9 w 4552
εὖ 1 w 4554
οἶδα 1 w 4558
ὅτι 12 w 4561
τούτους 1 w 4568
τοὺς 4 w 4572
λόγους 1 w 4578
πάνυ 5 w 4582
μὲν 8 w 4585
ἂν 12 w 4587
ὀλίγοι 1 w 4593
ἀγαπῷεν 1 w 4600
ἄνθρωποι 2 w 4608
ὅμοιοι 1 w 4614
ὑμῖν 3 w 4618
οἱ 9 w 4621
δʼ 18 w 4623
ἄλλοι 5 w 4628
οὕτως 3 w 4633
ἀγνοοῦσιν 1 w 4642
αὐτούς 1 w 4648
ὥστʼ 1 w 4653
εὖ 2 w 4655
οἶδα 2 w 4659
ὅτι 13 w 4662
αἰσχυνθεῖεν 1 w 4673
ἂν 13 w 4675
μᾶλλον 1 w 4681
ἐξελέγχοντες 1 w 4693
τοιούτοις 1 w 4702
λόγοις 1 w 4708
τοὺς 5 w 4712
ἄλλους 2 w 4718
8 w 4719
αὐτοὶ 1 w 4724
ἐξελεγχόμενοι 1 w 4737
καὶ 64 w 4741
τόδε 1 w 4745
αὖ 1 w 4747
ἕτερον 7 w 4753
δημοτικόν 1 w 4762
τι 39 w 4764
καὶ 65 w 4767
πρᾷον 1 w 4772
ἐν 8 w 4774
τοῖς 7 w 4778
λόγοις 2 w 4784
ὁπόταν 1 w 4791
φῆτε 1 w 4795
μήτε 4 w 4799
καλὸν 3 w 4804
εἶναι 9 w 4809
μηδὲν 2 w 4814
μήτε 5 w 4818
ἀγαθὸν 1 w 4824
πρᾶγμα 2 w 4830
μήτε 6 w 4834
λευκὸν 1 w 4840
μηδʼ 1 w 4844
ἄλλο 10 w 4848
τῶν 12 w 4851
τοιούτων 2 w 4859
μηδέν 2 w 4864
μηδὲ 3 w 4869
τὸ 20 w 4871
παράπαν 1 w 4878
ἑτέρων 1 w 4884
ἕτερον 8 w 4890
ἀτεχνῶς 1 w 4898
μὲν 9 w 4901
τῷ 3 w 4903
ὄντι 1 w 4907
συρράπτετε 1 w 4917
τὰ 10 w 4919
στόματα 1 w 4926
τῶν 13 w 4929
ἀνθρώπων 2 w 4937
ὥσπερ 5 w 4943
καὶ 66 w 4946
φατέ 1 w 4950
ὅτι 14 w 4954
δʼ 20 w 4956
οὐ 26 w 4958
μόνον 2 w 4963
τὰ 11 w 4965
τῶν 14 w 4968
ἄλλων 1 w 4973
ἀλλὰ 5 w 4978
δόξαιτε 1 w 4985
ἂν 14 w 4987
καὶ 67 w 4990
τὰ 12 w 4992
ὑμέτερα 1 w 4999
αὐτῶν 3 w 5004
τοῦτο 5 w 5010
πάνυ 6 w 5014
χαρίεν 1 w 5020
τέ 6 w 5022
ἐστιν 5 w 5027
καὶ 68 w 5030
τὸ 21 w 5032
ἐπαχθὲς 1 w 5039
τῶν 16 w 5042
λόγων 2 w 5047
ἀφαιρεῖται 1 w 5057
τὸ 22 w 5060
δὲ 12 w 5062
δὴ 5 w 5064
μέγιστον 1 w 5072
ὅτι 15 w 5076
ταῦτα 7 w 5081
οὕτως 4 w 5086
ἔχει 3 w 5090
ὑμῖν 4 w 5094
καὶ 69 w 5097
τεχνικῶς 1 w 5105
ἐξηύρηται 1 w 5114
ὥστʼ 2 w 5119
75 w 5120
ν 380 w 5121
πάνυ 7 w 5125
ὀλίγῳ 2 w 5130
χρόνῳ 2 w 5135
ὁντινοῦν 1 w 5143
ἂν 15 w 5145
μαθεῖν 1 w 5151
ἀνθρώπων 3 w 5159
ἔγνων 1 w 5165
ἔγωγε 3 w 5170
καὶ 70 w 5173
τῷ 4 w 5175
Κτησίππῳ 1 w 5183
τὸν 11 w 5186
νοῦν 2 w 5190
προσέχων 1 w 5198
ὡς 5 w 5200
ταχὺ 2 w 5204
ὑμᾶς 1 w 5208
ἐκ 5 w 5210
τοῦ 15 w 5213
παραχρῆμα 1 w 5222
μιμεῖσθαι 2 w 5231
οἷός 1 w 5235
τε 50 w 5237
ἦν 11 w 5239
ΣΩ 4 w 5242
τοῦτο 6 w 5248
μὲν 10 w 5251
οὖν 11 w 5254
τοῦ 17 w 5257
πράγματος 1 w 5266
σφῶν 1 w 5270
τὸ 24 w 5272
σοφὸν 1 w 5277
πρὸς 1 w 5281
μὲν 11 w 5284
τὸ 25 w 5286
ταχὺ 3 w 5290
παραδιδόναι 1 w 5301
καλόν 3 w 5306
ἐναντίον 1 w 5315
δʼ 21 w 5317
ἀνθρώπων 4 w 5325
διαλέγεσθαι 2 w 5336
οὐκ 13 w 5339
ἐπιτήδειον 1 w 5349
ἀλλʼ 5 w 5354
ἄν 9 w 5356
γέ 3 w 5358
μοι 11 w 5361
πείθησθε 1 w 5369
εὐλαβήσεσθε 1 w 5381
μὴ 4 w 5383
πολλῶν 2 w 5389
ἐναντίον 2 w 5397
λέγειν 1 w 5403
ἵνα 1 w 5407
μὴ 5 w 5409
ταχὺ 4 w 5413
ἐκμαθόντες 1 w 5423
ὑμῖν 5 w 5427
μὴ 6 w 5429
εἰδῶσιν 1 w 5436
χάριν 1 w 5441
ἀλλὰ 6 w 5446
μάλιστα 2 w 5453
μὲν 12 w 5456
αὐτὼ 2 w 5460
πρὸς 2 w 5464
ἀλλήλω 1 w 5470
μόνω 1 w 5474
διαλέγεσθον 1 w 5485
εἰ 12 w 5488
δὲ 13 w 5490
μή 8 w 5492
εἴπερ 1 w 5498
ἄλλου 3 w 5503
του 2 w 5506
ἐναντίον 3 w 5514
ἐκείνου 1 w 5522
μόνου 1 w 5527
ὃς 1 w 5529
ἂν 16 w 5531
ὑμῖν 6 w 5535
διδῷ 1 w 5539
ἀργύριον 1 w 5547
τὰ 13 w 5550
αὐτὰ 2 w 5554
δὲ 14 w 5556
ταῦτα 8 w 5561
ἐὰν 5 w 5565
σωφρονῆτε 1 w 5574
καὶ 71 w 5578
τοῖς 8 w 5582
μαθηταῖς 1 w 5590
συμβουλεύσετε 1 w 5603
μηδέποτε 1 w 5612
μηδενὶ 1 w 5618
ἀνθρώπων 5 w 5626
διαλέγεσθαι 3 w 5637
ἀλλʼ 6 w 5641
9 w 5642
ὑμῖν 7 w 5646
τε 55 w 5648
καὶ 72 w 5651
αὑτοῖς 1 w 5657
τὸ 26 w 5660
γὰρ 10 w 5663
σπάνιον 1 w 5670
15 w 5672
Εὐθύδημε 2 w 5680
τίμιον 1 w 5687
τὸ 27 w 5690
δὲ 15 w 5692
ὕδωρ 1 w 5696
εὐωνότατον 1 w 5706
ἄριστον 1 w 5714
ὄν 3 w 5716
ὡς 6 w 5719
ἔφη 31 w 5722
Πίνδαρος 1 w 5730
ἀλλʼ 7 w 5735
ἄγετε 1 w 5740
ἦν 12 w 5743
δʼ 22 w 5745
ἐγώ 14 w 5748
ὅπως 1 w 5753
κἀμὲ 1 w 5757
καὶ 73 w 5760
Κλεινίαν 1 w 5768
τόνδε 2 w 5773
παραδέξεσθον 1 w 5785
ταῦτα 9 w 5791
16 w 5793
Κρίτων 3 w 5799
καὶ 74 w 5803
ἄλλα 4 w 5807
ἄττα 1 w 5811
ἔτι 1 w 5814
βραχέα 1 w 5820
διαλεχθέντες 1 w 5832
ἀπῇμεν 1 w 5838
σκόπει 1 w 5845
οὖν 12 w 5848
ὅπως 2 w 5852
συμφοιτήσεις 1 w 5864
παρὰ 1 w 5868
τὼ 5 w 5870
ἄνδρε 3 w 5875
ὡς 7 w 5878
ἐκείνω 1 w 5884
φατὸν 1 w 5889
οἵω 1 w 5892
τε 58 w 5894
εἶναι 10 w 5899
διδάξαι 1 w 5906
τὸν 13 w 5909
ἐθέλοντʼ 1 w 5917
ἀργύριον 2 w 5925
διδόναι 2 w 5932
καὶ 75 w 5936
οὔτε 1 w 5940
φύσιν 1 w 5945
οὔθʼ 3 w 5949
ἡλικίαν 1 w 5956
ἐξείργειν 1 w 5965
οὐδεμίαν 1 w 5973
3 w 5975
δὲ 16 w 5977
καὶ 76 w 5980
σοὶ 2 w 5983
μάλιστα 3 w 5990
προσήκει 5 w 5998
ἀκοῦσαι 2 w 6005
ὅτι 16 w 6009
οὐδὲ 3 w 6013
τοῦ 18 w 6016
χρηματίζεσθαί 1 w 6029
φατον 1 w 6034
διακωλύειν 1 w 6044
οὐδέν 1 w 6049
μὴ 7 w 6052
οὐ 31 w 6054
παραλαβεῖν 1 w 6064
ὁντινοῦν 2 w 6072
εὐπετῶς 1 w 6079
τὴν 3 w 6082
σφετέραν 1 w 6090
σοφίαν 2 w 6096
ΚΡ 1 w 6099
καὶ 77 w 6103
μήν 1 w 6106
17 w 6108
Σώκρατες 3 w 6116
φιλήκοος 1 w 6125
μὲν 13 w 6128
ἔγωγε 4 w 6133
καὶ 78 w 6136
ἡδέως 1 w 6141
ἄν 11 w 6143
τι 48 w 6145
μανθάνοιμι 1 w 6155
κινδυνεύω 1 w 6165
μέντοι 3 w 6171
κἀγὼ 2 w 6175
εἷς 1 w 6178
εἶναι 11 w 6183
τῶν 17 w 6186
οὐχ 1 w 6189
ὁμοίων 2 w 6195
Εὐθυδήμῳ 1 w 6203
ἀλλʼ 8 w 6208
ἐκείνων 1 w 6215
ὧν 2 w 6217
δὴ 6 w 6219
καὶ 79 w 6222
σὺ 2 w 6224
ἔλεγες 1 w 6230
τῶν 18 w 6234
ἥδιον 1 w 6239
ἂν 17 w 6241
ἐξελεγχομένων 1 w 6254
ὑπὸ 4 w 6257
τῶν 19 w 6260
τοιούτων 3 w 6268
λόγων 3 w 6273
10 w 6274
ἐξελεγχόντων 1 w 6286
ἀτὰρ 1 w 6291
γελοῖον 1 w 6298
μέν 9 w 6301
μοι 12 w 6304
δοκεῖ 3 w 6309
εἶναι 12 w 6314
τὸ 30 w 6316
νουθετεῖν 1 w 6325
σε 12 w 6327
ὅμως 2 w 6332
δέ 15 w 6334
5 w 6336
γʼ 3 w 6338
ἤκουον 1 w 6344
ἐθέλω 1 w 6350
σοι 11 w 6353
ἀπαγγεῖλαι 1 w 6363
τῶν 20 w 6367
ἀφʼ 1 w 6370
ὑμῶν 2 w 6374
ἀπιόντων 1 w 6382
ἴσθʼ 1 w 6386
ὅτι 17 w 6389
προσελθών 1 w 6398
τίς 1 w 6401
μοι 13 w 6404
περιπατοῦντι 1 w 6416
ἀνὴρ 1 w 6421
οἰόμενος 1 w 6429
πάνυ 8 w 6433
εἶναι 13 w 6438
σοφός 1 w 6443
τούτων 1 w 6450
τις 6 w 6453
τῶν 21 w 6456
περὶ 2 w 6460
τοὺς 6 w 6464
λόγους 2 w 6470
τοὺς 7 w 6474
εἰς 2 w 6477
τὰ 16 w 6479
δικαστήρια 1 w 6489
δεινῶν 2 w 6495
18 w 6497
Κρίτων 4 w 6503
ἔφη 32 w 6507
οὐδὲν 2 w 6513
ἀκροᾷ 1 w 6518
τῶνδε 1 w 6523
τῶν 23 w 6526
σοφῶν 1 w 6531
οὐ 34 w 6535
μὰ 1 w 6537
τὸν 14 w 6540
Δία 2 w 6543
ἦν 13 w 6546
δʼ 23 w 6548
ἐγώ 15 w 6551
οὐ 35 w 6554
γὰρ 11 w 6557
οἷός 2 w 6561
τʼ 7 w 6563
17 w 6564
προσστὰς 1 w 6572
κατακούειν 1 w 6582
ὑπὸ 5 w 6585
τοῦ 20 w 6588
ὄχλου 1 w 6593
καὶ 80 w 6598
μήν 2 w 6601
ἔφη 33 w 6605
ἄξιόν 1 w 6611
γʼ 4 w 6613
ἦν 14 w 6615
ἀκοῦσαι 3 w 6622
τί 16 w 6626
δέ 16 w 6628
ἦν 15 w 6631
δʼ 24 w 6633
ἐγώ 16 w 6636
ἵνα 2 w 6641
ἤκουσας 1 w 6648
ἀνδρῶν 1 w 6654
διαλεγομένων 1 w 6666
οἳ 2 w 6668
νῦν 2 w 6671
σοφώτατοί 1 w 6680
εἰσι 4 w 6684
τῶν 24 w 6687
περὶ 3 w 6691
τοὺς 8 w 6695
τοιούτους 1 w 6704
λόγους 3 w 6710
κἀγὼ 3 w 6716
εἶπον 2 w 6721
τί 17 w 6724
οὖν 13 w 6727
ἐφαίνοντό 1 w 6736
σοι 12 w 6739
τί 18 w 6743
δὲ 19 w 6745
ἄλλο 12 w 6749
20 w 6751
δʼ 25 w 6753
ὅς 5 w 6755
11 w 6757
οἷάπερ 1 w 6763
ἀεὶ 1 w 6766
ἄν 12 w 6768
τις 7 w 6771
τῶν 25 w 6774
τοιούτων 4 w 6782
ἀκούσαι 1 w 6789
ληρούντων 1 w 6798
καὶ 81 w 6801
περὶ 4 w 6805
οὐδενὸς 1 w 6812
ἀξίων 1 w 6817
ἀναξίαν 1 w 6824
σπουδὴν 1 w 6831
ποιουμένων 1 w 6841
οὑτωσὶ 1 w 6849
γάρ 3 w 6852
πως 3 w 6855
καὶ 82 w 6858
εἶπεν 1 w 6863
τοῖς 10 w 6867
ὀνόμασιν 1 w 6875
καὶ 83 w 6881
ἐγώ 17 w 6884
ἀλλὰ 7 w 6889
μέντοι 4 w 6895
ἔφην 10 w 6900
χαρίεν 2 w 6907
γέ 4 w 6909
τι 53 w 6911
πρᾶγμά 1 w 6917
ἐστιν 6 w 6922
9 w 6923
φιλοσοφία 1 w 6932
ΚΡ 2 w 6935
ποῖον 1 w 6941
ἔφη 35 w 6945
χαρίεν 3 w 6952
19 w 6954
μακάριε 1 w 6961
οὐδενὸς 2 w 6969
μὲν 14 w 6972
οὖν 14 w 6975
ἄξιον 1 w 6980
ἀλλὰ 8 w 6985
καὶ 84 w 6988
εἰ 15 w 6990
νῦν 3 w 6993
παρεγένου 1 w 7002
πάνυ 9 w 7007
ἄν 13 w 7009
σε 14 w 7011
οἶμαι 1 w 7016
αἰσχυνθῆναι 1 w 7027
ὑπὲρ 1 w 7031
τοῦ 21 w 7034
σεαυτοῦ 1 w 7041
ἑταίρου 1 w 7048
οὕτως 5 w 7054
ἦν 16 w 7056
ἄτοπος 1 w 7062
ἐθέλων 1 w 7069
ἑαυτὸν 1 w 7075
παρέχειν 1 w 7083
ἀνθρώποις 1 w 7092
οἷς 2 w 7095
οὐδὲν 3 w 7100
μέλει 2 w 7105
ὅτι 18 w 7108
ἂν 18 w 7110
λέγωσιν 1 w 7117
παντὸς 1 w 7124
δὲ 21 w 7126
ῥήματος 1 w 7133
ἀντέχονται 1 w 7143
καὶ 85 w 7147
οὗτοι 4 w 7152
ὅπερ 1 w 7157
ἄρτι 1 w 7161
ἔλεγον 2 w 7167
ἐν 12 w 7170
τοῖς 11 w 7174
κράτιστοί 1 w 7183
εἰσι 5 w 7187
τῶν 26 w 7190
νῦν 4 w 7193
ἀλλὰ 9 w 7198
γάρ 4 w 7201
20 w 7203
Κρίτων 5 w 7209
ἔφη 36 w 7213
τὸ 34 w 7216
πρᾶγμα 3 w 7222
αὐτὸ 5 w 7226
καὶ 86 w 7229
οἱ 10 w 7231
ἄνθρωποι 3 w 7239
οἱ 11 w 7241
ἐπὶ 4 w 7244
τῷ 5 w 7246
πράγματι 1 w 7254
διατρίβοντες 1 w 7266
φαῦλοί 1 w 7272
εἰσιν 4 w 7277
καὶ 87 w 7280
καταγέλαστοι 1 w 7292
ἐμοὶ 1 w 7297
δέ 17 w 7299
21 w 7301
Σώκρατες 4 w 7309
τὸ 36 w 7312
πρᾶγμα 4 w 7318
ἐδόκει 1 w 7324
οὐκ 14 w 7327
ὀρθῶς 2 w 7332
ψέγειν 1 w 7338
οὔθʼ 4 w 7342
οὗτος 2 w 7347
οὔτʼ 1 w 7351
εἴ 3 w 7353
τις 8 w 7356
ἄλλος 1 w 7361
ψέγει 2 w 7366
τὸ 37 w 7369
μέντοι 5 w 7375
ἐθέλειν 1 w 7382
διαλέγεσθαι 4 w 7393
τοιούτοις 2 w 7402
ἐναντίον 4 w 7410
πολλῶν 3 w 7416
ἀνθρώπων 6 w 7424
ὀρθῶς 3 w 7429
μοι 14 w 7432
ἐδόκει 2 w 7438
μέμφεσθαι 1 w 7447
ΣΩ 5 w 7450
22 w 7452
Κρίτων 6 w 7458
θαυμάσιοί 1 w 7468
εἰσιν 5 w 7473
οἱ 12 w 7475
τοιοῦτοι 1 w 7483
ἄνδρες 1 w 7489
ἀτὰρ 2 w 7494
οὔπω 1 w 7498
οἶδα 3 w 7502
ὅτι 19 w 7505
μέλλω 1 w 7510
ἐρεῖν 1 w 7515
ποτέρων 1 w 7523
ἦν 17 w 7525
17 w 7526
προσελθών 2 w 7535
σοι 13 w 7538
καὶ 88 w 7541
μεμφόμενος 1 w 7551
τὴν 4 w 7554
φιλοσοφίαν 1 w 7564
πότερον 2 w 7572
τῶν 27 w 7575
ἀγωνίσασθαι 1 w 7586
δεινῶν 3 w 7592
ἐν 14 w 7594
τοῖς 12 w 7598
δικαστηρίοις 1 w 7610
ῥήτωρ 1 w 7616
τις 9 w 7619
12 w 7621
τῶν 28 w 7624
τοὺς 9 w 7628
τοιούτους 2 w 7637
εἰσπεμπόντων 1 w 7649
ποιητὴς 1 w 7657
τῶν 29 w 7660
λόγων 4 w 7665
οἷς 3 w 7668
οἱ 13 w 7670
ῥήτορες 1 w 7677
ἀγωνίζονται 1 w 7688
ΚΡ 3 w 7691
ἥκιστα 1 w 7698
νὴ 2 w 7700
τὸν 16 w 7703
Δία 3 w 7706
ῥήτωρ 2 w 7711
οὐδὲ 6 w 7716
οἶμαι 2 w 7721
πώποτʼ 1 w 7727
αὐτὸν 4 w 7732
ἐπὶ 5 w 7735
δικαστήριον 1 w 7746
ἀναβεβηκέναι 1 w 7758
ἀλλʼ 9 w 7763
ἐπαΐειν 1 w 7770
αὐτόν 2 w 7775
φασι 1 w 7779
περὶ 5 w 7783
τοῦ 23 w 7786
πράγματος 2 w 7795
νὴ 3 w 7797
τὸν 18 w 7800
Δία 4 w 7803
καὶ 89 w 7806
δεινὸν 1 w 7812
εἶναι 14 w 7817
καὶ 90 w 7820
δεινοὺς 1 w 7827
λόγους 4 w 7833
συντιθέναι 1 w 7843
ΣΩ 6 w 7846
ἤδη 4 w 7850
μανθάνω 1 w 7857
περὶ 6 w 7862
τούτων 2 w 7868
καὶ 91 w 7871
αὐτὸς 2 w 7876
νυνδὴ 2 w 7881
ἔμελλον 1 w 7888
λέγειν 2 w 7894
οὗτοι 5 w 7900
γάρ 5 w 7903
εἰσιν 6 w 7908
μέν 14 w 7911
23 w 7913
Κρίτων 7 w 7919
οὓς 1 w 7923
ἔφη 37 w 7926
Πρόδικος 1 w 7934
μεθόρια 1 w 7941
φιλοσόφου 1 w 7950
τε 65 w 7952
ἀνδρὸς 1 w 7958
καὶ 92 w 7961
πολιτικοῦ 1 w 7970
οἴονται 1 w 7978
δʼ 26 w 7980
εἶναι 15 w 7985
πάντων 1 w 7991
σοφώτατοι 1 w 8000
ἀνθρώπων 7 w 8008
πρὸς 3 w 8013
δὲ 23 w 8015
τῷ 6 w 8017
εἶναι 16 w 8022
καὶ 93 w 8025
δοκεῖν 1 w 8031
πάνυ 10 w 8035
παρὰ 2 w 8039
πολλοῖς 1 w 8046
ὥστε 3 w 8051
παρὰ 3 w 8055
πᾶσιν 1 w 8060
εὐδοκιμεῖν 1 w 8070
ἐμποδὼν 1 w 8077
σφίσιν 1 w 8083
εἶναι 17 w 8088
οὐδένας 1 w 8095
ἄλλους 3 w 8101
13 w 8102
τοὺς 10 w 8106
περὶ 7 w 8110
φιλοσοφίαν 2 w 8120
ἀνθρώπους 2 w 8129
ἡγοῦνται 1 w 8138
οὖν 15 w 8141
ἐὰν 6 w 8145
τούτους 2 w 8152
εἰς 3 w 8155
δόξαν 1 w 8160
καταστήσωσιν 1 w 8172
μηδενὸς 1 w 8179
δοκεῖν 2 w 8185
ἀξίους 1 w 8191
εἶναι 18 w 8196
ἀναμφισβητήτως 1 w 8211
ἤδη 5 w 8214
παρὰ 4 w 8218
πᾶσιν 2 w 8223
τὰ 19 w 8225
νικητήρια 1 w 8234
εἰς 4 w 8237
δόξαν 2 w 8242
οἴσεσθαι 1 w 8250
σοφίας 2 w 8256
πέρι 1 w 8260
εἶναι 19 w 8266
μὲν 15 w 8269
γὰρ 12 w 8272
τῇ 2 w 8274
ἀληθείᾳ 1 w 8281
σφᾶς 1 w 8285
σοφωτάτους 1 w 8295
ἐν 15 w 8298
δὲ 24 w 8300
τοῖς 13 w 8304
ἰδίοις 1 w 8310
λόγοις 3 w 8316
ὅταν 1 w 8320
ἀποληφθῶσιν 1 w 8331
ὑπὸ 6 w 8335
τῶν 30 w 8338
ἀμφὶ 1 w 8342
Εὐθύδημον 2 w 8351
κολούεσθαι 1 w 8361
σοφοὶ 1 w 8367
δὲ 25 w 8369
ἡγοῦνται 2 w 8377
εἶναι 20 w 8382
πάνυ 11 w 8386
εἰκότως 1 w 8394
μετρίως 1 w 8402
μὲν 16 w 8405
γὰρ 13 w 8408
φιλοσοφίας 1 w 8418
ἔχειν 1 w 8423
μετρίως 2 w 8431
δὲ 26 w 8433
πολιτικῶν 1 w 8442
πάνυ 12 w 8447
ἐξ 13 w 8449
εἰκότος 1 w 8456
λόγου 7 w 8461
μετέχειν 1 w 8470
γὰρ 14 w 8473
ἀμφοτέρων 1 w 8482
ὅσον 1 w 8486
ἔδει 1 w 8490
ἐκτὸς 1 w 8496
δὲ 27 w 8498
ὄντες 1 w 8503
κινδύνων 1 w 8511
καὶ 94 w 8514
ἀγώνων 1 w 8520
καρποῦσθαι 1 w 8530
τὴν 5 w 8533
σοφίαν 5 w 8539
ΚΡ 4 w 8542
τί 20 w 8545
οὖν 16 w 8548
δοκοῦσί 1 w 8556
σοί 2 w 8559
τι 65 w 8561
24 w 8563
Σώκρατες 5 w 8571
λέγειν 3 w 8578
οὐ 42 w 8581
γάρ 6 w 8584
τοι 28 w 8587
ἀλλὰ 10 w 8591
40 w 8592
γε 45 w 8594
λόγος 1 w 8599
ἔχει 5 w 8603
τινὰ 1 w 8607
εὐπρέπειαν 1 w 8617
τῶν 31 w 8620
ἀνδρῶν 2 w 8626