Scaife ATLAS

CTS Library / Lysis

Lysis (213-217)

urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2:213-217
Refs {'start': {'reference': '213', 'human_reference': 'None 213'}, 'end': {'reference': '217', 'human_reference': 'None 217'}}
Ancestors []
Children []
prev
plain textXML
next

τὸ φιλούμενον ἄρα τῷ φιλοῦντι φίλον ἐστίν, ὡς ἔοικεν, Μενέξενε, ἐάντε φιλῇ ἐάντε καὶ μισῇ· οἷον καὶ τὰ νεωστὶ γεγονότα παιδία, τὰ μὲν οὐδέπω φιλοῦντα, τὰ
213
213a
δὲ καὶ μισοῦντα, ὅταν κολάζηται ὑπὸ τῆς μητρὸς ὑπὸ τοῦ πατρός, ὅμως καὶ μισοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ πάντων μάλιστά ἐστι τοῖς γονεῦσι φίλτατα.—
ἔμοιγε δοκεῖ,
ἔφη,
οὕτως ἔχειν.
οὐκ ἄρα φιλῶν φίλος ἐκ τούτου τοῦ λόγου, ἀλλʼ φιλούμενος.—
ἔοικεν.
καὶ μισούμενος ἐχθρὸς ἄρα, ἀλλʼ οὐχ μισῶν.—
φαίνεται.
πολλοὶ ἄρα ὑπὸ τῶν ἐχθρῶν φιλοῦνται, ὑπὸ δὲ τῶν φίλων μισοῦνται, καὶ τοῖς
213b
μὲν ἐχθροῖς φίλοι εἰσίν, τοῖς δὲ φίλοις ἐχθροί, εἰ τὸ φιλούμενον φίλον ἐστὶν ἀλλὰ μὴ τὸ φιλοῦν. καίτοι πολλὴ ἀλογία, φίλε ἑταῖρε, μᾶλλον δὲ οἶμαι καὶ ἀδύνατον, τῷ τε φίλῳ ἐχθρὸν καὶ τῷ ἐχθρῷ φίλον εἶναι.—
ἀληθῆ,
ἔφη,
ἔοικας λέγειν, Σώκρατες.
οὐκοῦν εἰ τοῦτʼ ἀδύνατον, τὸ φιλοῦν ἂν εἴη φίλον τοῦ φιλουμένου.—
φαίνεται.
τὸ μισοῦν ἄρα πάλιν ἐχθρὸν τοῦ μισουμένου.—
ἀνάγκη.
οὐκοῦν ταὐτὰ ἡμῖν συμβήσεται ἀναγκαῖον εἶναι ὁμολογεῖν,
213c
ἅπερ ἐπὶ τῶν πρότερον, πολλάκις φίλον εἶναι μὴ φίλου, πολλάκις δὲ καὶ ἐχθροῦ, ὅταν μὴ φιλοῦν τις φιλῇ καὶ μισοῦν φιλῇ· πολλάκις δʼ ἐχθρὸν εἶναι μὴ ἐχθροῦ καὶ φίλου, ὅταν μὴ μισοῦν τις μισῇ καὶ φιλοῦν μισῇ.—
κινδυνεύει,
ἔφη.—τί οὖν δὴ χρησώμεθα, ἦν δʼ ἐγώ, εἰ μήτε οἱ φιλοῦντες φίλοι ἔσονται μήτε οἱ φιλούμενοι μήτε οἱ φιλοῦντές τε καὶ φιλούμενοι; ἀλλὰ καὶ παρὰ ταῦτα ἄλλους τινὰς ἔτι φήσομεν εἶναι φίλους ἀλλήλοις γιγνομένους;—
οὐ μὰ τὸν Δία,
ἔφη,
Σώκρατες, οὐ πάνυ εὐπορῶ ἔγωγε.
213d
ἆρα μή, ἦν δʼ ἐγώ, Μενέξενε, τὸ παράπαν οὐκ ὀρθῶς ἐζητοῦμεν;—
οὐκ ἔμοιγε δοκεῖ, Σώκρατες,
ἔφη, Λύσις, καὶ ἅμα εἰπὼν ἠρυθρίασεν· ἐδόκει γάρ μοι ἄκοντʼ αὐτὸν ἐκφεύγειν τὸ λεχθὲν διὰ τὸ σφόδρα προσέχειν τὸν νοῦν τοῖς λεγομένοις, δῆλος δʼ ἦν καὶ ὅτε ἠκροᾶτο οὕτως ἔχων.
ἐγὼ οὖν βουλόμενος τόν τε Μενέξενον ἀναπαῦσαι καὶ ἐκείνου ἡσθεὶς τῇ φιλοσοφίᾳ, οὕτω μεταβαλὼν πρὸς τὸν
213e
λύσιν ἐποιούμην τοὺς λόγους, καὶ εἶπον· Λύσι, ἀληθῆ μοι δοκεῖς λέγειν ὅτι εἰ ὀρθῶς ἡμεῖς ἐσκοποῦμεν, οὐκ ἄν ποτε οὕτως ἐπλανώμεθα.

ἀλλὰ ταύτῃ μὲν μηκέτι ἴωμεν καὶ γὰρ χαλεπή τίς μοι φαίνεται ὥσπερ ὁδὸς σκέψις δὲ ἐτράπημεν, δοκεῖ μοι χρῆναι ἰέναι, σκοποῦντα τὰ κατὰ
214
214a
τοὺς ποιητάς· οὗτοι γὰρ ἡμῖν ὥσπερ πατέρες τῆς σοφίας εἰσὶν καὶ ἡγεμόνες. λέγουσι δὲ δήπου οὐ φαύλως ἀποφαινόμενοι περὶ τῶν φίλων, οἳ τυγχάνουσιν ὄντες· ἀλλὰ τὸν θεὸν αὐτόν φασιν ποιεῖν φίλους αὐτούς, ἄγοντα παρʼ ἀλλήλους. λέγουσι δέ πως ταῦτα, ὡς ἐγᾦμαι, ὡδί
αἰεί τοι τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον
Hom. Od. 17.218
214b
καὶ ποιεῖ γνώριμον· οὐκ ἐντετύχηκας τούτοις τοῖς ἔπεσιν;—
ἔγωγʼ,
ἔφη.—οὐκοῦν καὶ τοῖς τῶν σοφωτάτων συγγράμμασιν ἐντετύχηκας ταῦτα αὐτὰ λέγουσιν, ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ ἀνάγκη ἀεὶ φίλον εἶναι; εἰσὶν δέ που οὗτοι οἱ περὶ φύσεώς τε καὶ τοῦ ὅλου διαλεγόμενοι καὶ γράφοντες.—
ἀληθῆ,
ἔφη,
λέγεις.
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, εὖ λέγουσιν;—
ἴσως,
ἔφη.—ἴσως, ἦν δʼ ἐγώ, τὸ ἥμισυ αὐτοῦ, ἴσως δὲ καὶ πᾶν, ἀλλʼ ἡμεῖς οὐ συνίεμεν. δοκεῖ γὰρ ἡμῖν γε πονηρὸς
214c
τῷ πονηρῷ, ὅσῳ ἂν ἐγγυτέρω προσίῃ καὶ μᾶλλον ὁμιλῇ, τοσούτῳ ἐχθίων γίγνεσθαι. ἀδικεῖ γάρ· ἀδικοῦντας δὲ καὶ ἀδικουμένους ἀδύνατόν που φίλους εἶναι. οὐχ οὕτως;—
ναί,
δʼ ὅς.—ταύτῃ μὲν ἂν τοίνυν τοῦ λεγομένου τὸ ἥμισυ οὐκ ἀληθὲς εἴη, εἴπερ οἱ πονηροὶ ἀλλήλοις ὅμοιοι.—
ἀληθῆ λέγεις.
ἀλλά μοι δοκοῦσιν λέγειν τοὺς ἀγαθοὺς ὁμοίους εἶναι ἀλλήλοις καὶ φίλους, τοὺς δὲ κακούς, ὅπερ καὶ λέγεται περὶ αὐτῶν, μηδέποτε ὁμοίους μηδʼ αὐτοὺς αὑτοῖς εἶναι, ἀλλʼ
214d
ἐμπλήκτους τε καὶ ἀσταθμήτους· δὲ αὐτὸ αὑτῷ ἀνόμοιον εἴη καὶ διάφορον, σχολῇ γέ τῳ ἄλλῳ ὅμοιον φίλον γένοιτʼ ἄν. οὐ καὶ σοὶ δοκεῖ οὕτως;—
ἔμοιγʼ,
ἔφη.—τοῦτο τοίνυν αἰνίττονται, ὡς ἐμοὶ δοκοῦσιν, ἑταῖρε, οἱ τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον λέγοντες, ὡς ἀγαθὸς τῷ ἀγαθῷ μόνος μόνῳ φίλος, δὲ κακὸς οὔτε ἀγαθῷ οὔτε κακῷ οὐδέποτε εἰς ἀληθῆ φιλίαν ἔρχεται. συνδοκεῖ σοι;—κατένευσεν.—ἔχομεν ἄρα ἤδη τίνες εἰσὶν οἱ φίλοι· γὰρ λόγος ἡμῖν
214e
σημαίνει ὅτι οἳ ἂν ὦσιν ἀγαθοί.—
πάνυ γε,
ἔφη,
δοκεῖ.
καὶ ἐμοί, ἦν δʼ ἐγώ. καίτοι δυσχεραίνω τί γε ἐν αὐτῷ· φέρε οὖν, πρὸς Διός, ἴδωμεν τί καὶ ὑποπτεύω. ὅμοιος τῷ ὁμοίῳ καθʼ ὅσον ὅμοιος φίλος, καὶ ἔστιν χρήσιμος τοιοῦτος τῷ τοιούτῳ; μᾶλλον δὲ ὧδε· ὁτιοῦν ὅμοιον ὁτῳοῦν ὁμοίῳ τίνα ὠφελίαν ἔχειν τίνα βλάβην ἂν ποιῆσαι δύναιτο, μὴ καὶ αὐτὸ αὑτῷ;

τί ἂν παθεῖν, μὴ καὶ ὑφʼ
215
215a
αὑτοῦ πάθοι; τὰ δὴ τοιαῦτα πῶς ἂν ὑπʼ ἀλλήλων ἀγαπηθείη, μηδεμίαν ἐπικουρίαν ἀλλήλοις ἔχοντα; ἔστιν ὅπως;—
οὐκ ἔστιν.
δὲ μὴ ἀγαπῷτο, πῶς φίλον;—
οὐδαμῶς.
ἀλλὰ δὴ μὲν ὅμοιος τῷ ὁμοίῳ οὐ φίλος· δὲ ἀγαθὸς τῷ ἀγαθῷ καθʼ ὅσον ἀγαθός, οὐ καθʼ ὅσον ὅμοιος, φίλος ἂν εἴη;—
ἴσως.
τί δέ; οὐχ ἀγαθός, καθʼ ὅσον ἀγαθός, κατὰ τοσοῦτον ἱκανὸς ἂν εἴη αὑτῷ;—
ναί.
δέ γε ἱκανὸς οὐδενὸς δεόμενος κατὰ τὴν ἱκανότητα.—
πῶς γὰρ οὔ;
δὲ μή του
215b
δεόμενος οὐδέ τι ἀγαπῴη ἄν.—
οὐ γὰρ οὖν.
δὲ μὴ ἀγαπῴη, οὐδʼ ἂν φιλοῖ.—
οὐ δῆτα.
δὲ μὴ φιλῶν γε οὐ φίλος.—
οὐ φαίνεται.
πῶς οὖν οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς ἡμῖν φίλοι ἔσονται τὴν ἀρχήν, οἳ μήτε ἀπόντες ποθεινοὶ ἀλλήλοιςἱκανοὶ γὰρ ἑαυτοῖς καὶ χωρὶς ὄντεςμήτε παρόντες χρείαν αὑτῶν ἔχουσιν; τοὺς δὴ τοιούτους τίς μηχανὴ περὶ πολλοῦ ποιεῖσθαι ἀλλήλους;—
οὐδεμία,
ἔφη.—φίλοι
215c
δέ γε οὐκ ἂν εἶεν μὴ περὶ πολλοῦ ποιούμενοι ἑαυτούς.—
ἀληθῆ.
ἄθρει δή, Λύσι, πῇ παρακρουόμεθα. ἆρά γε ὅλῳ τινὶ ἐξαπατώμεθα;—
πῶς δή;
ἔφη.—ἤδη ποτέ του ἤκουσα λέγοντος, καὶ ἄρτι ἀναμιμνῄσκομαι, ὅτι τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ καὶ οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς πολεμιώτατοι εἶεν· καὶ δὴ καὶ τὸν Ἡσίοδον ἐπήγετο μάρτυρα, λέγων ὡς ἄρα
καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ἀοιδὸς ἀοιδῷ
215d
καὶ πτωχὸς πτωχῷ,
Hes. WD 25καὶ τἆλλα δὴ πάντα οὕτως ἔφη ἀναγκαῖον εἶναι μάλιστα τὰ ὁμοιότατα πρὸς ἄλληλα φθόνου τε καὶ φιλονικίας καὶ ἔχθρας ἐμπίμπλασθαι, τὰ δʼ ἀνομοιότατα φιλίας· τὸν γὰρ πένητα τῷ πλουσίῳ ἀναγκάζεσθαι φίλον εἶναι καὶ τὸν ἀσθενῆ τῷ ἰσχυρῷ τῆς ἐπικουρίας ἕνεκα, καὶ τὸν κάμνοντα τῷ ἰατρῷ, καὶ πάντα δὴ τὸν μὴ εἰδότα ἀγαπᾶν τὸν εἰδότα καὶ φιλεῖν.
215e
καὶ δὴ καὶ ἔτι ἐπεξῄει τῷ λόγῳ μεγαλοπρεπέστερον, λέγων ὡς ἄρα παντὸς δέοι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον εἶναι, ἀλλʼ αὐτὸ τὸ ἐναντίον εἴη τούτου· τὸ γὰρ ἐναντιώτατον τῷ ἐναντιωτάτῳ εἶναι μάλιστα φίλον. ἐπιθυμεῖν γὰρ τοῦ τοιούτου ἕκαστον, ἀλλʼ οὐ τοῦ ὁμοίου· τὸ μὲν γὰρ ξηρὸν ὑγροῦ, τὸ δὲ ψυχρὸν θερμοῦ, τὸ δὲ πικρὸν γλυκέος, τὸ δὲ ὀξὺ ἀμβλέος, τὸ δὲ κενὸν πληρώσεως, καὶ τὸ πλῆρες δὲ κενώσεως, καὶ τἆλλα οὕτω κατὰ τὸν αὐτὸν λόγον.

τροφὴν γὰρ εἶναι τὸ ἐναντίον τῷ ἐναντίῳ· τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου
216
216a
οὐδὲν ἂν ἀπολαῦσαι. καὶ μέντοι, ἑταῖρε, καὶ κομψὸς ἐδόκει εἶναι ταῦτα λέγων· εὖ γὰρ ἔλεγεν. ὑμῖν δέ, ἦν δʼ ἐγώ, πῶς δοκεῖ λέγειν;—
εὖ γε,
ἔφη Μενέξενος,
ὥς γε οὑτωσὶ ἀκοῦσαι.
φῶμεν ἄρα τὸ ἐναντίον τῷ ἐναντίῳ μάλιστα φίλον εἶναι;—
πάνυ γε.
εἶεν, ἦν δʼ ἐγώ· οὐκ ἀλλόκοτον, Μενέξενε; καὶ ἡμῖν εὐθὺς ἅσμενοι ἐπιπηδήσονται οὗτοι οἱ πάσσοφοι ἄνδρες, οἱ ἀντιλογικοί, καὶ ἐρήσονται εἰ
216b
οὐκ ἐναντιώτατον ἔχθρα φιλίᾳ; οἷς τί ἀποκρινούμεθα; οὐκ ἀνάγκη ὁμολογεῖν ὅτι ἀληθῆ λέγουσιν;—
ἀνάγκη.
ἆρʼ οὖν, φήσουσιν, τὸ ἐχθρὸν τῷ φίλῳ φίλον τὸ φίλον τῷ ἐχθρῷ;—
οὐδέτερα,
ἔφη.—ἀλλὰ τὸ δίκαιον τῷ ἀδίκῳ, τὸ σῶφρον τῷ ἀκολάστῳ, τὸ ἀγαθὸν τῷ κακῷ;—
οὐκ ἄν μοι δοκεῖ οὕτως ἔχειν.
ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, εἴπερ γε κατὰ τὴν ἐναντιότητά τί τῳ φίλῳ φίλον ἐστίν, ἀνάγκη καὶ ταῦτα φίλα εἶναι.—
ἀνάγκη.
οὔτε ἄρα τὸ ὅμοιον τῷ ὁμοίῳ οὔτε τὸ ἐναντίον τῷ ἐναντίῳ φίλον.—
οὐκ ἔοικεν.
216c
ἔτι δὲ καὶ τόδε σκεψώμεθα, μὴ ἔτι μᾶλλον ἡμᾶς λανθάνει τὸ φίλον ὡς ἀληθῶς οὐδὲν τούτων ὄν, ἀλλὰ τὸ μήτε ἀγαθὸν μήτε κακὸν φίλον οὕτω ποτὲ γιγνόμενον τοῦ ἀγαθοῦ.—
πῶς,
δʼ ὅς,
λέγεις;
ἀλλὰ μὰ Δία, ἦν δʼ ἐγώ, οὐκ οἶδα, ἀλλὰ τῷ ὄντι αὐτὸς εἰλιγγιῶ ὑπὸ τῆς τοῦ λόγου ἀπορίας, καὶ κινδυνεύει κατὰ τὴν ἀρχαίαν παροιμίαν τὸ καλὸν φίλον εἶναι. ἔοικε γοῦν μαλακῷ τινι καὶ λείῳ καὶ λιπαρῷ·
216d
διὸ καὶ ἴσως ῥᾳδίως διολισθαίνει καὶ διαδύεται ἡμᾶς, ἅτε τοιοῦτον ὄν. λέγω γὰρ τἀγαθὸν καλὸν εἶναι· σὺ δʼ οὐκ οἴει;—
ἔγωγε.
λέγω τοίνυν ἀπομαντευόμενος, τοῦ καλοῦ τε καὶ ἀγαθοῦ φίλον εἶναι τὸ μήτε ἀγαθὸν μήτε κακόν· πρὸς δὲ λέγων μαντεύομαι, ἄκουσον. δοκεῖ μοι ὡσπερεὶ τρία ἄττα εἶναι γένη, τὸ μὲν ἀγαθόν, τὸ δὲ κακόν, τὸ δʼ οὔτʼ ἀγαθὸν οὔτε κακόν· τί δὲ σοί;—
καὶ ἐμοί,
ἔφη.—καὶ οὔτε τἀγαθὸν τἀγαθῷ οὔτε τὸ κακὸν τῷ κακῷ οὔτε τἀγαθὸν τῷ
216e
κακῷ φίλον εἶναι, ὥσπερ οὐδʼ ἔμπροσθεν λόγος ἐᾷ· λείπεται δή, εἴπερ τῴ τί ἐστιν φίλον, τὸ μήτε ἀγαθὸν μήτε κακὸν φίλον εἶναι τοῦ ἀγαθοῦ τοῦ τοιούτου οἷον αὐτό ἐστιν. οὐ γὰρ ἄν που τῷ κακῷ φίλον ἄν τι γένοιτο.—
ἀληθῆ.
οὐδὲ μὴν τὸ ὅμοιον τῷ ὁμοίῳ ἔφαμεν ἄρτι· γάρ;—
ναί.
οὐκ ἄρα ἔσται τῷ μήτε ἀγαθῷ μήτε κακῷ τὸ τοιοῦτον φίλον οἷον αὐτό.—
οὐ φαίνεται.

τῷ ἀγαθῷ ἄρα
217
217a
τὸ μήτε ἀγαθὸν μήτε κακὸν μόνῳ μόνον συμβαίνει γίγνεσθαι φίλον.—
ἀνάγκη, ὡς ἔοικεν.
ἆρʼ οὖν καὶ καλῶς, ἦν δʼ ἐγώ, παῖδες, ὑφηγεῖται ἡμῖν τὸ νῦν λεγόμενον; εἰ γοῦν θέλοιμεν ἐννοῆσαι τὸ ὑγιαῖνον σῶμα, οὐδὲν ἰατρικῆς δεῖται οὐδὲ ὠφελίας· ἱκανῶς γὰρ ἔχει, ὥστε ὑγιαίνων οὐδεὶς ἰατρῷ φίλος διὰ τὴν ὑγίειαν. γάρ;—
οὐδείς.
ἀλλʼ κάμνων οἶμαι διὰ τὴν νόσον.—
πῶς γὰρ
217b
οὔ;
νόσος μὲν δὴ κακόν, ἰατρικὴ δὲ ὠφέλιμον καὶ ἀγαθόν.—
ναί.
σῶμα δέ γέ που κατὰ τὸ σῶμα εἶναι οὔτε ἀγαθὸν οὔτε κακόν.—
οὕτως.
ἀναγκάζεται δέ γε σῶμα διὰ νόσον ἰατρικὴν ἀσπάζεσθαι καὶ φιλεῖν.—
δοκεῖ μοι.
τὸ μήτε κακὸν ἄρα μήτʼ ἀγαθὸν φίλον γίγνεται τοῦ ἀγαθοῦ διὰ κακοῦ παρουσίαν.—
ἔοικεν.
δῆλον δέ γε ὅτι πρὶν γενέσθαι αὐτὸ κακὸν ὑπὸ τοῦ κακοῦ οὗ ἔχει. οὐ γὰρ δή γε κακὸν γεγονὸς
217c
ἔτι ἄν τι τοῦ ἀγαθοῦ οὗ ἐπιθυμοῖ καὶ φίλον εἴη· ἀδύνατον γὰρ ἔφαμεν κακὸν ἀγαθῷ φίλον εἶναι.—
ἀδύνατον γάρ.
σκέψασθε δὴ λέγω. λέγω γὰρ ὅτι ἔνια μέν, οἷον ἂν τὸ παρόν, τοιαῦτά ἐστι καὶ αὐτά, ἔνια δὲ οὔ. ὥσπερ εἰ ἐθέλοι τις χρώματί τῳ ὁτιοῦν τι ἀλεῖψαι, πάρεστίν που τῷ ἀλειφθέντι τὸ ἐπαλειφθέν.—
πάνυ γε.
ἆρʼ οὖν καὶ ἔστιν τότε τοιοῦτον τὴν χρόαν τὸ ἀλειφθέν, οἷον τὸ ἐπόν;
217d
οὐ μανθάνω,
δʼ ὅς.—ἀλλʼ ὧδε, ἦν δʼ ἐγώ. εἴ τίς σου ξανθὰς οὔσας τὰς τρίχας ψιμυθίῳ ἀλείψειεν, πότερον τότε λευκαὶ εἶεν φαίνοιντʼ ἄν;—
φαίνοιντʼ ἄν,
δʼ ὅς.—καὶ μὴν παρείη γʼ ἂν αὐταῖς λευκότης.—
ναί.
ἀλλʼ ὅμως οὐδέν τι μᾶλλον ἂν εἶεν λευκαί πω, ἀλλὰ παρούσης λευκότητος οὔτε τι λευκαὶ οὔτε μέλαιναί εἰσιν.—
ἀληθῆ.
ἀλλʼ ὅταν δή, φίλε, τὸ γῆρας αὐταῖς ταὐτὸν τοῦτο χρῶμα ἐπαγάγῃ, τότε ἐγένοντο οἷόνπερ τὸ παρόν, λευκοῦ παρουσίᾳ
217e
λευκαί.—
πῶς γὰρ οὔ;
τοῦτο τοίνυν ἐρωτῶ νῦν δή, εἰ ἄν τι παρῇ, τοιοῦτον ἔσται τὸ ἔχον οἷον τὸ παρόν· ἐὰν μὲν κατά τινα τρόπον παρῇ, ἔσται, ἐὰν δὲ μή, οὔ;—
οὕτω μᾶλλον,
ἔφη.—καὶ τὸ μήτε κακὸν ἄρα μήτʼ ἀγαθὸν ἐνίοτε κακοῦ παρόντος οὔπω κακόν ἐστιν, ἔστιν δʼ ὅτε ἤδη τὸ τοιοῦτον γέγονεν.—
πάνυ γε.
οὐκοῦν ὅταν μήπω κακὸν κακοῦ παρόντος, αὕτη μὲν παρουσία ἀγαθοῦ αὐτὸ ποιεῖ ἐπιθυμεῖν· δὲ κακὸν ποιοῦσα ἀποστερεῖ αὐτὸ τῆς τε ἐπιθυμίας ἅμα καὶ τῆς φιλίας τοῦ ἀγαθοῦ.

τὸ 1 w 2
φιλούμενον 1 w 12
ἄρα 1 w 15
τῷ 1 w 17
φιλοῦντι 1 w 25
φίλον 1 w 30
ἐστίν 1 w 35
ὡς 1 w 38
ἔοικεν 1 w 44
1 w 46
Μενέξενε 1 w 54
ἐάντε 1 w 60
φιλῇ 1 w 64
ἐάντε 2 w 69
καὶ 1 w 72
μισῇ 1 w 76
οἷον 1 w 81
καὶ 2 w 84
τὰ 1 w 86
νεωστὶ 1 w 92
γεγονότα 1 w 100
παιδία 1 w 106
τὰ 2 w 109
μὲν 1 w 112
οὐδέπω 1 w 118
φιλοῦντα 1 w 126
τὰ 3 w 129
δὲ 1 w 131
καὶ 3 w 134
μισοῦντα 1 w 142
ὅταν 1 w 147
κολάζηται 1 w 156
ὑπὸ 1 w 159
τῆς 1 w 162
μητρὸς 1 w 168
1 w 169
ὑπὸ 2 w 172
τοῦ 1 w 175
πατρός 1 w 181
ὅμως 1 w 186
καὶ 4 w 189
μισοῦντα 2 w 197
ἐν 1 w 199
ἐκείνῳ 1 w 205
τῷ 2 w 207
χρόνῳ 1 w 212
πάντων 1 w 218
μάλιστά 1 w 225
ἐστι 1 w 229
τοῖς 1 w 233
γονεῦσι 1 w 240
φίλτατα 1 w 247
ἔμοιγε 1 w 255
δοκεῖ 1 w 260
ἔφη 1 w 264
οὕτως 1 w 270
ἔχειν 1 w 275
οὐκ 1 w 280
ἄρα 2 w 283
1 w 284
φιλῶν 1 w 289
φίλος 1 w 294
ἐκ 2 w 296
τούτου 1 w 302
τοῦ 2 w 305
λόγου 1 w 310
ἀλλʼ 1 w 315
2 w 316
φιλούμενος 1 w 326
ἔοικεν 2 w 334
καὶ 5 w 339
3 w 340
μισούμενος 1 w 350
ἐχθρὸς 1 w 356
ἄρα 3 w 359
ἀλλʼ 2 w 364
οὐχ 1 w 367
4 w 368
μισῶν 1 w 373
φαίνεται 1 w 383
πολλοὶ 1 w 391
ἄρα 4 w 394
ὑπὸ 3 w 397
τῶν 1 w 400
ἐχθρῶν 1 w 406
φιλοῦνται 1 w 415
ὑπὸ 4 w 419
δὲ 2 w 421
τῶν 2 w 424
φίλων 1 w 429
μισοῦνται 1 w 438
καὶ 6 w 442
τοῖς 2 w 446
μὲν 2 w 449
ἐχθροῖς 1 w 456
φίλοι 1 w 461
εἰσίν 1 w 466
τοῖς 3 w 471
δὲ 3 w 473
φίλοις 1 w 479
ἐχθροί 1 w 485
εἰ 2 w 488
τὸ 2 w 490
φιλούμενον 2 w 500
φίλον 2 w 505
ἐστὶν 1 w 510
ἀλλὰ 1 w 514
μὴ 1 w 516
τὸ 3 w 518
φιλοῦν 4 w 524
καίτοι 1 w 531
πολλὴ 1 w 536
ἀλογία 1 w 542
2 w 544
φίλε 1 w 548
ἑταῖρε 1 w 554
μᾶλλον 1 w 561
δὲ 4 w 563
οἶμαι 1 w 568
καὶ 7 w 571
ἀδύνατον 1 w 579
τῷ 3 w 582
τε 3 w 584
φίλῳ 1 w 588
ἐχθρὸν 1 w 594
καὶ 8 w 597
τῷ 4 w 599
ἐχθρῷ 1 w 604
φίλον 3 w 609
εἶναι 1 w 614
ἀληθῆ 1 w 621
ἔφη 2 w 625
ἔοικας 1 w 632
λέγειν 1 w 638
3 w 640
Σώκρατες 1 w 648
οὐκοῦν 1 w 656
εἰ 3 w 658
τοῦτʼ 1 w 663
ἀδύνατον 2 w 671
τὸ 4 w 674
φιλοῦν 5 w 680
ἂν 1 w 682
εἴη 1 w 685
φίλον 4 w 690
τοῦ 4 w 693
φιλουμένου 1 w 703
φαίνεται 2 w 713
τὸ 5 w 717
μισοῦν 4 w 723
ἄρα 5 w 726
πάλιν 1 w 731
ἐχθρὸν 2 w 737
τοῦ 5 w 740
μισουμένου 1 w 750
ἀνάγκη 1 w 758
οὐκοῦν 2 w 766
ταὐτὰ 1 w 771
ἡμῖν 1 w 775
συμβήσεται 1 w 785
ἀναγκαῖον 1 w 794
εἶναι 2 w 799
ὁμολογεῖν 1 w 808
ἅπερ 1 w 813
ἐπὶ 1 w 816
τῶν 3 w 819
πρότερον 1 w 827
πολλάκις 1 w 836
φίλον 5 w 841
εἶναι 3 w 846
μὴ 2 w 848
φίλου 1 w 853
πολλάκις 2 w 862
δὲ 5 w 864
καὶ 9 w 867
ἐχθροῦ 1 w 873
ὅταν 2 w 878
2 w 879
μὴ 3 w 881
φιλοῦν 6 w 887
τις 1 w 890
φιλῇ 2 w 894
3 w 895
καὶ 10 w 898
μισοῦν 5 w 904
φιλῇ 3 w 908
πολλάκις 3 w 917
δʼ 1 w 919
ἐχθρὸν 3 w 925
εἶναι 4 w 930
μὴ 4 w 932
ἐχθροῦ 2 w 938
4 w 939
καὶ 11 w 942
φίλου 2 w 947
ὅταν 3 w 952
5 w 953
μὴ 5 w 955
μισοῦν 6 w 961
τις 2 w 964
μισῇ 2 w 968
6 w 969
καὶ 12 w 972
φιλοῦν 7 w 978
μισῇ 3 w 982
κινδυνεύει 1 w 994
ἔφη 3 w 998
τί 2 w 1002
οὖν 1 w 1005
δὴ 1 w 1007
χρησώμεθα 1 w 1016
ἦν 1 w 1019
δʼ 2 w 1021
ἐγώ 1 w 1024
εἰ 4 w 1027
μήτε 1 w 1031
οἱ 1 w 1033
φιλοῦντες 1 w 1042
φίλοι 3 w 1047
ἔσονται 1 w 1054
μήτε 2 w 1058
οἱ 2 w 1060
φιλούμενοι 1 w 1070
μήτε 3 w 1074
οἱ 3 w 1076
φιλοῦντές 1 w 1085
τε 10 w 1087
καὶ 13 w 1090
φιλούμενοι 2 w 1100
ἀλλὰ 2 w 1105
καὶ 14 w 1108
παρὰ 1 w 1112
ταῦτα 1 w 1117
ἄλλους 1 w 1123
τινὰς 1 w 1128
ἔτι 1 w 1131
φήσομεν 1 w 1138
εἶναι 5 w 1143
φίλους 1 w 1149
ἀλλήλοις 1 w 1157
γιγνομένους 1 w 1168
οὐ 6 w 1172
μὰ 1 w 1174
τὸν 1 w 1177
Δία 1 w 1180
ἔφη 4 w 1184
4 w 1186
Σώκρατες 2 w 1194
οὐ 7 w 1197
πάνυ 1 w 1201
εὐπορῶ 1 w 1207
ἔγωγε 1 w 1212
ἆρα 1 w 1217
μή 4 w 1219
ἦν 2 w 1222
δʼ 3 w 1224
ἐγώ 2 w 1227
5 w 1229
Μενέξενε 2 w 1237
τὸ 7 w 1240
παράπαν 1 w 1247
οὐκ 4 w 1250
ὀρθῶς 1 w 1255
ἐζητοῦμεν 1 w 1264
οὐκ 5 w 1269
ἔμοιγε 2 w 1275
δοκεῖ 2 w 1280
6 w 1282
Σώκρατες 3 w 1290
ἔφη 5 w 1294
6 w 1296
Λύσις 1 w 1301
καὶ 15 w 1305
ἅμα 1 w 1308
εἰπὼν 1 w 1313
ἠρυθρίασεν 1 w 1323
ἐδόκει 1 w 1330
γάρ 1 w 1333
μοι 3 w 1336
ἄκοντʼ 1 w 1342
αὐτὸν 1 w 1347
ἐκφεύγειν 1 w 1356
τὸ 9 w 1358
λεχθὲν 1 w 1364
διὰ 1 w 1367
τὸ 10 w 1369
σφόδρα 1 w 1375
προσέχειν 1 w 1384
τὸν 3 w 1387
νοῦν 1 w 1391
τοῖς 4 w 1395
λεγομένοις 1 w 1405
δῆλος 1 w 1411
δʼ 4 w 1413
ἦν 3 w 1415
καὶ 16 w 1418
ὅτε 1 w 1421
ἠκροᾶτο 1 w 1428
οὕτως 2 w 1433
ἔχων 1 w 1437
ἐγὼ 1 w 1441
οὖν 2 w 1444
βουλόμενος 1 w 1454
τόν 1 w 1457
τε 14 w 1459
Μενέξενον 1 w 1468
ἀναπαῦσαι 1 w 1477
καὶ 17 w 1480
ἐκείνου 1 w 1487
ἡσθεὶς 1 w 1493
τῇ 1 w 1495
φιλοσοφίᾳ 1 w 1504
οὕτω 3 w 1509
μεταβαλὼν 1 w 1518
πρὸς 1 w 1522
τὸν 4 w 1525
λύσιν 1 w 1530
ἐποιούμην 1 w 1539
τοὺς 1 w 1543
λόγους 1 w 1549
καὶ 18 w 1553
εἶπον 1 w 1558
7 w 1560
Λύσι 2 w 1564
ἀληθῆ 2 w 1570
μοι 4 w 1573
δοκεῖς 1 w 1579
λέγειν 2 w 1585
ὅτι 1 w 1588
εἰ 6 w 1590
ὀρθῶς 2 w 1595
ἡμεῖς 1 w 1600
ἐσκοποῦμεν 1 w 1610
οὐκ 6 w 1614
ἄν 1 w 1616
ποτε 1 w 1620
οὕτως 3 w 1625
ἐπλανώμεθα 1 w 1635
ἀλλὰ 3 w 1640
ταύτῃ 1 w 1645
μὲν 3 w 1648
μηκέτι 1 w 1654
ἴωμεν 1 w 1659
καὶ 19 w 1663
γὰρ 1 w 1666
χαλεπή 1 w 1672
τίς 1 w 1675
μοι 5 w 1678
φαίνεται 3 w 1686
ὥσπερ 1 w 1691
ὁδὸς 1 w 1695
4 w 1696
σκέψις 1 w 1702
1 w 1704
δὲ 6 w 1706
ἐτράπημεν 1 w 1715
δοκεῖ 4 w 1721
μοι 6 w 1724
χρῆναι 1 w 1730
ἰέναι 1 w 1735
σκοποῦντα 1 w 1745
τὰ 5 w 1747
κατὰ 1 w 1751
τοὺς 2 w 1755
ποιητάς 1 w 1762
οὗτοι 1 w 1768
γὰρ 2 w 1771
ἡμῖν 2 w 1775
ὥσπερ 2 w 1780
πατέρες 1 w 1787
τῆς 2 w 1790
σοφίας 1 w 1796
εἰσὶν 1 w 1801
καὶ 20 w 1804
ἡγεμόνες 1 w 1812
λέγουσι 1 w 1820
δὲ 7 w 1822
δήπου 1 w 1827
οὐ 11 w 1829
φαύλως 1 w 1835
ἀποφαινόμενοι 1 w 1848
περὶ 1 w 1852
τῶν 4 w 1855
φίλων 2 w 1860
οἳ 1 w 1863
τυγχάνουσιν 1 w 1874
ὄντες 1 w 1879
ἀλλὰ 4 w 1884
τὸν 5 w 1887
θεὸν 1 w 1891
αὐτόν 1 w 1896
φασιν 1 w 1901
ποιεῖν 1 w 1907
φίλους 2 w 1913
αὐτούς 1 w 1919
ἄγοντα 1 w 1926
παρʼ 1 w 1930
ἀλλήλους 1 w 1938
λέγουσι 2 w 1946
δέ 2 w 1948
πως 1 w 1951
ταῦτα 2 w 1956
ὡς 2 w 1959
ἐγᾦμαι 1 w 1965
ὡδί 1 w 1969
αἰεί 1 w 1974
τοι 3 w 1977
τὸν 6 w 1980
ὁμοῖον 1 w 1986
ἄγει 1 w 1990
θεὸς 1 w 1994
ὡς 3 w 1996
τὸν 7 w 1999
ὁμοῖον 2 w 2005
Hom 1 w 2008
Od 1 w 2011
17 1 w 2014
218 1 w 2018
καὶ 21 w 2021
ποιεῖ 2 w 2026
γνώριμον 1 w 2034
7 w 2036
οὐκ 7 w 2039
ἐντετύχηκας 1 w 2050
τούτοις 1 w 2057
τοῖς 5 w 2061
ἔπεσιν 1 w 2067
ἔγωγʼ 1 w 2074
ἔφη 6 w 2078
οὐκοῦν 3 w 2086
καὶ 22 w 2089
τοῖς 6 w 2093
τῶν 5 w 2096
σοφωτάτων 1 w 2105
συγγράμμασιν 1 w 2117
ἐντετύχηκας 2 w 2128
ταῦτα 3 w 2133
αὐτὰ 2 w 2137
λέγουσιν 1 w 2145
ὅτι 2 w 2149
τὸ 16 w 2151
ὅμοιον 1 w 2157
τῷ 5 w 2159
ὁμοίῳ 1 w 2164
ἀνάγκη 2 w 2170
ἀεὶ 1 w 2173
φίλον 6 w 2178
εἶναι 6 w 2183
εἰσὶν 2 w 2189
δέ 3 w 2191
που 2 w 2194
οὗτοι 2 w 2199
οἱ 4 w 2201
περὶ 2 w 2205
φύσεώς 1 w 2211
τε 19 w 2213
καὶ 23 w 2216
τοῦ 7 w 2219
ὅλου 1 w 2223
διαλεγόμενοι 1 w 2235
καὶ 24 w 2238
γράφοντες 1 w 2247
ἀληθῆ 3 w 2254
ἔφη 7 w 2258
λέγεις 1 w 2265
ἆρʼ 1 w 2270
οὖν 3 w 2273
ἦν 4 w 2276
δʼ 5 w 2278
ἐγώ 3 w 2281
εὖ 1 w 2284
λέγουσιν 2 w 2292
ἴσως 1 w 2298
ἔφη 8 w 2302
ἴσως 2 w 2308
ἦν 5 w 2311
δʼ 6 w 2313
ἐγώ 4 w 2316
τὸ 17 w 2319
ἥμισυ 1 w 2324
αὐτοῦ 1 w 2329
ἴσως 3 w 2334
δὲ 8 w 2336
καὶ 25 w 2339
πᾶν 1 w 2342
ἀλλʼ 3 w 2347
ἡμεῖς 2 w 2352
οὐ 14 w 2354
συνίεμεν 1 w 2362
δοκεῖ 5 w 2368
γὰρ 3 w 2371
ἡμῖν 3 w 2375
10 w 2376
γε 12 w 2378
πονηρὸς 1 w 2385
τῷ 6 w 2387
πονηρῷ 1 w 2393
ὅσῳ 1 w 2397
ἂν 2 w 2399
ἐγγυτέρω 1 w 2407
προσίῃ 1 w 2413
καὶ 26 w 2416
μᾶλλον 2 w 2422
ὁμιλῇ 1 w 2427
τοσούτῳ 1 w 2435
ἐχθίων 1 w 2441
γίγνεσθαι 1 w 2450
ἀδικεῖ 1 w 2457
γάρ 2 w 2460
ἀδικοῦντας 1 w 2471
δὲ 9 w 2473
καὶ 27 w 2476
ἀδικουμένους 1 w 2488
ἀδύνατόν 1 w 2496
που 3 w 2499
φίλους 3 w 2505
εἶναι 7 w 2510
οὐχ 2 w 2514
οὕτως 4 w 2519
ναί 1 w 2524
6 w 2526
δʼ 7 w 2528
ὅς 1 w 2530
ταύτῃ 2 w 2537
μὲν 4 w 2540
ἂν 3 w 2542
τοίνυν 1 w 2548
τοῦ 9 w 2551
λεγομένου 1 w 2560
τὸ 18 w 2562
ἥμισυ 2 w 2567
οὐκ 9 w 2570
ἀληθὲς 1 w 2576
εἴη 2 w 2579
εἴπερ 1 w 2585
οἱ 5 w 2587
πονηροὶ 1 w 2594
ἀλλήλοις 2 w 2602
ὅμοιοι 1 w 2608
ἀληθῆ 4 w 2615
λέγεις 2 w 2621
ἀλλά 1 w 2627
μοι 9 w 2630
δοκοῦσιν 1 w 2638
λέγειν 3 w 2644
τοὺς 3 w 2648
ἀγαθοὺς 1 w 2655
ὁμοίους 1 w 2662
εἶναι 8 w 2667
ἀλλήλοις 3 w 2675
καὶ 28 w 2678
φίλους 4 w 2684
τοὺς 4 w 2689
δὲ 10 w 2691
κακούς 1 w 2697
ὅπερ 1 w 2702
καὶ 29 w 2705
λέγεται 1 w 2712
περὶ 3 w 2716
αὐτῶν 1 w 2721
μηδέποτε 1 w 2730
ὁμοίους 2 w 2737
μηδʼ 1 w 2741
αὐτοὺς 1 w 2747
αὑτοῖς 1 w 2753
εἶναι 9 w 2758
ἀλλʼ 4 w 2763
ἐμπλήκτους 1 w 2773
τε 22 w 2775
καὶ 30 w 2778
ἀσταθμήτους 1 w 2789
1 w 2791
δὲ 11 w 2793
αὐτὸ 2 w 2797
αὑτῷ 1 w 2801
ἀνόμοιον 1 w 2809
εἴη 3 w 2812
καὶ 31 w 2815
διάφορον 1 w 2823
σχολῇ 1 w 2829
γέ 1 w 2831
τῳ 2 w 2833
ἄλλῳ 1 w 2837
ὅμοιον 2 w 2843
8 w 2844
φίλον 7 w 2849
γένοιτʼ 1 w 2856
ἄν 2 w 2858
9 w 2860
οὐ 17 w 2862
καὶ 32 w 2865
σοὶ 1 w 2868
δοκεῖ 6 w 2873
οὕτως 5 w 2878
ἔμοιγʼ 1 w 2886
ἔφη 9 w 2890
τοῦτο 1 w 2897
τοίνυν 2 w 2903
αἰνίττονται 1 w 2914
ὡς 4 w 2917
ἐμοὶ 1 w 2921
δοκοῦσιν 2 w 2929
8 w 2931
ἑταῖρε 2 w 2937
οἱ 6 w 2940
τὸ 20 w 2942
ὅμοιον 3 w 2948
τῷ 8 w 2950
ὁμοίῳ 2 w 2955
φίλον 8 w 2960
λέγοντες 1 w 2968
ὡς 5 w 2971
15 w 2972
ἀγαθὸς 1 w 2978
τῷ 9 w 2980
ἀγαθῷ 1 w 2985
μόνος 1 w 2990
μόνῳ 1 w 2994
φίλος 2 w 2999
16 w 3001
δὲ 12 w 3003
κακὸς 1 w 3008
οὔτε 1 w 3012
ἀγαθῷ 2 w 3017
οὔτε 2 w 3021
κακῷ 1 w 3025
οὐδέποτε 1 w 3033
εἰς 1 w 3036
ἀληθῆ 5 w 3041
φιλίαν 1 w 3047
ἔρχεται 1 w 3054
συνδοκεῖ 1 w 3063
σοι 1 w 3066
κατένευσεν 1 w 3078
ἔχομεν 1 w 3086
ἄρα 6 w 3089
ἤδη 1 w 3092
τίνες 1 w 3097
εἰσὶν 3 w 3102
οἱ 7 w 3104
φίλοι 4 w 3109
17 w 3111
γὰρ 4 w 3114
λόγος 1 w 3119
ἡμῖν 4 w 3123
σημαίνει 1 w 3131
ὅτι 3 w 3134
οἳ 2 w 3136
ἂν 4 w 3138
ὦσιν 1 w 3142
ἀγαθοί 1 w 3148
πάνυ 2 w 3154
γε 16 w 3156
ἔφη 10 w 3160
δοκεῖ 8 w 3166
καὶ 33 w 3170
ἐμοί 1 w 3174
ἦν 6 w 3177
δʼ 9 w 3179
ἐγώ 5 w 3182
καίτοι 2 w 3189
δυσχεραίνω 1 w 3199
τί 5 w 3201
γε 17 w 3203
ἐν 4 w 3205
αὐτῷ 1 w 3209
φέρε 1 w 3214
οὖν 4 w 3217
10 w 3219
πρὸς 2 w 3223
Διός 1 w 3227
ἴδωμεν 1 w 3234
τί 6 w 3236
καὶ 34 w 3239
ὑποπτεύω 1 w 3247
18 w 3249
ὅμοιος 1 w 3255
τῷ 11 w 3257
ὁμοίῳ 3 w 3262
καθʼ 1 w 3266
ὅσον 1 w 3270
ὅμοιος 2 w 3276
φίλος 3 w 3281
καὶ 35 w 3285
ἔστιν 1 w 3290
χρήσιμος 1 w 3298
20 w 3299
τοιοῦτος 1 w 3307
τῷ 12 w 3309
τοιούτῳ 1 w 3316
μᾶλλον 3 w 3323
δὲ 13 w 3325
ὧδε 1 w 3328
ὁτιοῦν 1 w 3335
ὅμοιον 4 w 3341
ὁτῳοῦν 1 w 3347
ὁμοίῳ 4 w 3352
τίνα 1 w 3356
ὠφελίαν 1 w 3363
ἔχειν 2 w 3368
10 w 3369
τίνα 2 w 3373
βλάβην 1 w 3379
ἂν 5 w 3381
ποιῆσαι 1 w 3388
δύναιτο 1 w 3395
2 w 3397
μὴ 6 w 3399
καὶ 36 w 3402
αὐτὸ 3 w 3406
αὑτῷ 2 w 3410
11 w 3412
τί 9 w 3414
ἂν 6 w 3416
παθεῖν 1 w 3422
3 w 3424
μὴ 7 w 3426
καὶ 37 w 3429
ὑφʼ 1 w 3432
αὑτοῦ 1 w 3437
πάθοι 1 w 3442
τὰ 8 w 3445
δὴ 2 w 3447
τοιαῦτα 1 w 3454
πῶς 1 w 3457
ἂν 7 w 3459
ὑπʼ 1 w 3462
ἀλλήλων 1 w 3469
ἀγαπηθείη 1 w 3478
μηδεμίαν 1 w 3487
ἐπικουρίαν 1 w 3497
ἀλλήλοις 4 w 3505
ἔχοντα 1 w 3511
ἔστιν 2 w 3517
ὅπως 1 w 3521
οὐκ 10 w 3526
ἔστιν 3 w 3531
4 w 3534
δὲ 14 w 3536
μὴ 8 w 3538
ἀγαπῷτο 1 w 3545
πῶς 2 w 3549
φίλον 9 w 3554
οὐδαμῶς 1 w 3563
ἀλλὰ 5 w 3569
δὴ 3 w 3571
24 w 3572
μὲν 5 w 3575
ὅμοιος 3 w 3581
τῷ 14 w 3583
ὁμοίῳ 5 w 3588
οὐ 21 w 3590
φίλος 4 w 3595
26 w 3597
δὲ 15 w 3599
ἀγαθὸς 2 w 3605
τῷ 15 w 3607
ἀγαθῷ 3 w 3612
καθʼ 2 w 3616
ὅσον 2 w 3620
ἀγαθός 1 w 3626
οὐ 22 w 3629
καθʼ 3 w 3633
ὅσον 3 w 3637
ὅμοιος 4 w 3643
φίλος 5 w 3649
ἂν 8 w 3651
εἴη 4 w 3654
ἴσως 4 w 3660
τί 10 w 3664
δέ 6 w 3666
οὐχ 3 w 3670
27 w 3671
ἀγαθός 2 w 3677
καθʼ 4 w 3682
ὅσον 4 w 3686
ἀγαθός 3 w 3692
κατὰ 2 w 3697
τοσοῦτον 1 w 3705
ἱκανὸς 1 w 3711
ἂν 9 w 3713
εἴη 5 w 3716
αὑτῷ 3 w 3720
ναί 2 w 3725
28 w 3728
δέ 7 w 3730
γε 18 w 3732
ἱκανὸς 2 w 3738
οὐδενὸς 1 w 3745
δεόμενος 1 w 3753
κατὰ 3 w 3757
τὴν 1 w 3760
ἱκανότητα 1 w 3769
πῶς 3 w 3774
γὰρ 5 w 3777
οὔ 3 w 3779
29 w 3782
δὲ 16 w 3784
μή 6 w 3786
του 4 w 3789
δεόμενος 2 w 3797
οὐδέ 3 w 3801
τι 15 w 3803
ἀγαπῴη 1 w 3809
ἄν 3 w 3811
οὐ 26 w 3815
γὰρ 6 w 3818
οὖν 5 w 3821
5 w 3824
δὲ 17 w 3826
μὴ 9 w 3828
ἀγαπῴη 2 w 3834
οὐδʼ 1 w 3839
ἂν 10 w 3841
φιλοῖ 1 w 3846
οὐ 28 w 3850
δῆτα 1 w 3854
30 w 3857
δὲ 18 w 3859
μὴ 10 w 3861
φιλῶν 2 w 3866
γε 19 w 3868
οὐ 29 w 3870
φίλος 6 w 3875
οὐ 30 w 3879
φαίνεται 4 w 3887
πῶς 4 w 3892
οὖν 6 w 3895
οἱ 8 w 3897
ἀγαθοὶ 1 w 3903
τοῖς 8 w 3907
ἀγαθοῖς 1 w 3914
ἡμῖν 5 w 3918
φίλοι 5 w 3923
ἔσονται 2 w 3930
τὴν 2 w 3933
ἀρχήν 1 w 3938
οἳ 3 w 3941
μήτε 4 w 3945
ἀπόντες 1 w 3952
ποθεινοὶ 1 w 3960
ἀλλήλοις 5 w 3968
ἱκανοὶ 1 w 3975
γὰρ 7 w 3978
ἑαυτοῖς 1 w 3985
καὶ 38 w 3988
χωρὶς 1 w 3993
ὄντες 2 w 3998
μήτε 5 w 4003
παρόντες 1 w 4011
χρείαν 1 w 4017
αὑτῶν 1 w 4022
ἔχουσιν 1 w 4029
τοὺς 6 w 4034
δὴ 4 w 4036
τοιούτους 1 w 4045
τίς 2 w 4048
μηχανὴ 1 w 4054
περὶ 4 w 4058
πολλοῦ 1 w 4064
ποιεῖσθαι 1 w 4073
ἀλλήλους 2 w 4081
οὐδεμία 1 w 4090
ἔφη 11 w 4094
φίλοι 6 w 4101
δέ 9 w 4103
γε 20 w 4105
οὐκ 11 w 4108
ἂν 11 w 4110
εἶεν 1 w 4114
μὴ 11 w 4116
περὶ 5 w 4120
πολλοῦ 2 w 4126
ποιούμενοι 1 w 4136
ἑαυτούς 1 w 4143
ἀληθῆ 6 w 4150
ἄθρει 1 w 4156
δή 2 w 4158
11 w 4160
Λύσι 3 w 4164
πῇ 1 w 4167
παρακρουόμεθα 1 w 4180
ἆρά 1 w 4184
γε 21 w 4186
ὅλῳ 1 w 4189
τινὶ 1 w 4193
ἐξαπατώμεθα 1 w 4204
πῶς 5 w 4209
δή 3 w 4211
ἔφη 12 w 4215
ἤδη 2 w 4220
ποτέ 1 w 4224
του 6 w 4227
ἤκουσα 1 w 4233
λέγοντος 1 w 4241
καὶ 39 w 4245
ἄρτι 1 w 4249
ἀναμιμνῄσκομαι 1 w 4263
ὅτι 4 w 4267
τὸ 22 w 4269
μὲν 6 w 4272
ὅμοιον 5 w 4278
τῷ 17 w 4280
ὁμοίῳ 6 w 4285
καὶ 40 w 4288
οἱ 9 w 4290
ἀγαθοὶ 2 w 4296
τοῖς 10 w 4300
ἀγαθοῖς 2 w 4307
πολεμιώτατοι 1 w 4319
εἶεν 2 w 4323
καὶ 41 w 4327
δὴ 5 w 4329
καὶ 42 w 4332
τὸν 8 w 4335
Ἡσίοδον 1 w 4342
ἐπήγετο 1 w 4349
μάρτυρα 1 w 4356
λέγων 1 w 4362
ὡς 6 w 4364
ἄρα 7 w 4367
καὶ 43 w 4371
κεραμεὺς 1 w 4379
κεραμεῖ 1 w 4386
κοτέει 1 w 4392
καὶ 44 w 4395
ἀοιδὸς 1 w 4401
ἀοιδῷ 1 w 4406
καὶ 45 w 4409
πτωχὸς 1 w 4415
πτωχῷ 1 w 4420
Hes 1 w 4424
WD 1 w 4427
25 1 w 4429
καὶ 46 w 4432
τἆλλα 1 w 4437
δὴ 6 w 4439
πάντα 1 w 4444
οὕτως 6 w 4449
ἔφη 13 w 4452
ἀναγκαῖον 2 w 4461
εἶναι 10 w 4466
μάλιστα 1 w 4473
τὰ 11 w 4475
ὁμοιότατα 1 w 4484
πρὸς 3 w 4488
ἄλληλα 1 w 4494
φθόνου 1 w 4500
τε 33 w 4502
καὶ 47 w 4505
φιλονικίας 1 w 4515
καὶ 48 w 4518
ἔχθρας 1 w 4524
ἐμπίμπλασθαι 1 w 4536
τὰ 12 w 4539
δʼ 11 w 4541
ἀνομοιότατα 1 w 4552
φιλίας 1 w 4558
τὸν 9 w 4562
γὰρ 8 w 4565
πένητα 1 w 4571
τῷ 18 w 4573
πλουσίῳ 1 w 4580
ἀναγκάζεσθαι 1 w 4592
φίλον 10 w 4597
εἶναι 11 w 4602
καὶ 49 w 4605
τὸν 10 w 4608
ἀσθενῆ 1 w 4614
τῷ 19 w 4616
ἰσχυρῷ 1 w 4622
τῆς 3 w 4625
ἐπικουρίας 1 w 4635
ἕνεκα 1 w 4640
καὶ 50 w 4644
τὸν 11 w 4647
κάμνοντα 1 w 4655
τῷ 20 w 4657
ἰατρῷ 1 w 4662
καὶ 51 w 4666
πάντα 2 w 4671
δὴ 7 w 4673
τὸν 12 w 4676
μὴ 12 w 4678
εἰδότα 1 w 4684
ἀγαπᾶν 1 w 4690
τὸν 13 w 4693
εἰδότα 2 w 4699
καὶ 52 w 4702
φιλεῖν 1 w 4708
καὶ 53 w 4712
δὴ 8 w 4714
καὶ 54 w 4717
ἔτι 2 w 4720
ἐπεξῄει 1 w 4727
τῷ 21 w 4729
λόγῳ 1 w 4733
μεγαλοπρεπέστερον 1 w 4750
λέγων 2 w 4756
ὡς 7 w 4758
ἄρα 8 w 4761
παντὸς 1 w 4767
δέοι 1 w 4771
τὸ 30 w 4773
ὅμοιον 6 w 4779
τῷ 22 w 4781
ὁμοίῳ 7 w 4786
φίλον 11 w 4791
εἶναι 12 w 4796
ἀλλʼ 5 w 4801
αὐτὸ 4 w 4805
τὸ 32 w 4807
ἐναντίον 1 w 4815
εἴη 6 w 4818
τούτου 2 w 4824
τὸ 33 w 4827
γὰρ 9 w 4830
ἐναντιώτατον 1 w 4842
τῷ 23 w 4844
ἐναντιωτάτῳ 1 w 4855
εἶναι 13 w 4860
μάλιστα 2 w 4867
φίλον 12 w 4872
ἐπιθυμεῖν 1 w 4882
γὰρ 10 w 4885
τοῦ 12 w 4888
τοιούτου 2 w 4896
ἕκαστον 1 w 4903
ἀλλʼ 6 w 4908
οὐ 33 w 4910
τοῦ 13 w 4913
ὁμοίου 3 w 4919
τὸ 34 w 4922
μὲν 7 w 4925
γὰρ 11 w 4928
ξηρὸν 1 w 4933
ὑγροῦ 1 w 4938
τὸ 35 w 4941
δὲ 19 w 4943
ψυχρὸν 1 w 4949
θερμοῦ 1 w 4955
τὸ 36 w 4958
δὲ 20 w 4960
πικρὸν 1 w 4966
γλυκέος 1 w 4973
τὸ 37 w 4976
δὲ 21 w 4978
ὀξὺ 1 w 4981
ἀμβλέος 1 w 4988
τὸ 38 w 4991
δὲ 22 w 4993
κενὸν 1 w 4998
πληρώσεως 1 w 5007
καὶ 55 w 5011
τὸ 39 w 5013
πλῆρες 1 w 5019
δὲ 23 w 5021
κενώσεως 1 w 5029
καὶ 56 w 5033
τἆλλα 2 w 5038
οὕτω 8 w 5042
κατὰ 4 w 5046
τὸν 14 w 5049
αὐτὸν 2 w 5054
λόγον 1 w 5059
τροφὴν 1 w 5066
γὰρ 12 w 5069
εἶναι 14 w 5074
τὸ 42 w 5076
ἐναντίον 2 w 5084
τῷ 24 w 5086
ἐναντίῳ 1 w 5093
τὸ 43 w 5096
γὰρ 13 w 5099
ὅμοιον 7 w 5105
τοῦ 14 w 5108
ὁμοίου 4 w 5114
οὐδὲν 1 w 5119
ἂν 12 w 5121
ἀπολαῦσαι 1 w 5130
καὶ 57 w 5134
μέντοι 1 w 5140
12 w 5142
ἑταῖρε 3 w 5148
καὶ 58 w 5152
κομψὸς 1 w 5158
ἐδόκει 2 w 5164
εἶναι 15 w 5169
ταῦτα 4 w 5174
λέγων 3 w 5179
εὖ 2 w 5182
γὰρ 14 w 5185
ἔλεγεν 1 w 5191
ὑμῖν 1 w 5196
δέ 11 w 5198
ἦν 7 w 5201
δʼ 12 w 5203
ἐγώ 6 w 5206
πῶς 6 w 5210
δοκεῖ 9 w 5215
λέγειν 4 w 5221
εὖ 3 w 5225
γε 25 w 5227
ἔφη 14 w 5231
36 w 5232
Μενέξενος 1 w 5241
ὥς 1 w 5244
γε 26 w 5246
οὑτωσὶ 1 w 5252
ἀκοῦσαι 1 w 5259
φῶμεν 1 w 5266
ἄρα 9 w 5269
τὸ 44 w 5271
ἐναντίον 3 w 5279
τῷ 25 w 5281
ἐναντίῳ 2 w 5288
μάλιστα 3 w 5295
φίλον 13 w 5300
εἶναι 16 w 5305
πάνυ 3 w 5311
γε 27 w 5313
εἶεν 3 w 5319
ἦν 8 w 5322
δʼ 13 w 5324
ἐγώ 7 w 5327
οὐκ 12 w 5331
ἀλλόκοτον 1 w 5340
13 w 5342
Μενέξενε 3 w 5350
καὶ 59 w 5354
ἡμῖν 6 w 5358
εὐθὺς 1 w 5363
ἅσμενοι 1 w 5370
ἐπιπηδήσονται 1 w 5383
οὗτοι 3 w 5388
οἱ 10 w 5390
πάσσοφοι 1 w 5398
ἄνδρες 1 w 5404
οἱ 11 w 5407
ἀντιλογικοί 1 w 5418
καὶ 60 w 5422
ἐρήσονται 1 w 5431
εἰ 13 w 5433
οὐκ 13 w 5436
ἐναντιώτατον 2 w 5448
ἔχθρα 2 w 5453
φιλίᾳ 1 w 5458
οἷς 1 w 5462
τί 17 w 5464
ἀποκρινούμεθα 1 w 5477
12 w 5479
οὐκ 14 w 5482
ἀνάγκη 3 w 5488
ὁμολογεῖν 2 w 5497
ὅτι 5 w 5500
ἀληθῆ 7 w 5505
λέγουσιν 3 w 5513
ἀνάγκη 4 w 5521
ἆρʼ 2 w 5526
οὖν 7 w 5529
φήσουσιν 1 w 5538
τὸ 45 w 5541
ἐχθρὸν 4 w 5547
τῷ 26 w 5549
φίλῳ 2 w 5553
φίλον 14 w 5558
13 w 5559
τὸ 46 w 5561
φίλον 15 w 5566
τῷ 27 w 5568
ἐχθρῷ 2 w 5573
οὐδέτερα 1 w 5583
ἔφη 15 w 5587
ἀλλὰ 6 w 5593
τὸ 47 w 5595
δίκαιον 1 w 5602
τῷ 28 w 5604
ἀδίκῳ 1 w 5609
14 w 5611
τὸ 48 w 5613
σῶφρον 1 w 5619
τῷ 29 w 5621
ἀκολάστῳ 1 w 5629
15 w 5631
τὸ 49 w 5633
ἀγαθὸν 1 w 5639
τῷ 30 w 5641
κακῷ 2 w 5645
οὐκ 15 w 5650
ἄν 5 w 5652
μοι 24 w 5655
δοκεῖ 10 w 5660
οὕτως 7 w 5665
ἔχειν 3 w 5670
ἀλλὰ 7 w 5676
μέντοι 2 w 5682
ἦν 9 w 5685
δʼ 14 w 5687
ἐγώ 8 w 5690
εἴπερ 2 w 5696
γε 29 w 5698
κατὰ 5 w 5702
τὴν 3 w 5705
ἐναντιότητά 1 w 5716
τί 18 w 5718
τῳ 7 w 5720
φίλῳ 3 w 5724
φίλον 16 w 5729
ἐστίν 2 w 5734
ἀνάγκη 5 w 5741
καὶ 61 w 5744
ταῦτα 5 w 5749
φίλα 1 w 5753
εἶναι 17 w 5758
ἀνάγκη 6 w 5766
οὔτε 3 w 5772
ἄρα 10 w 5775
τὸ 50 w 5777
ὅμοιον 8 w 5783
τῷ 31 w 5785
ὁμοίῳ 8 w 5790
οὔτε 4 w 5794
τὸ 51 w 5796
ἐναντίον 4 w 5804
τῷ 32 w 5806
ἐναντίῳ 3 w 5813
φίλον 17 w 5818
οὐκ 16 w 5823
ἔοικεν 3 w 5829
ἔτι 3 w 5833
δὲ 25 w 5835
καὶ 62 w 5838
τόδε 1 w 5842
σκεψώμεθα 1 w 5851
μὴ 13 w 5854
ἔτι 4 w 5857
μᾶλλον 4 w 5863
ἡμᾶς 1 w 5867
λανθάνει 1 w 5875
τὸ 52 w 5877
φίλον 18 w 5882
ὡς 8 w 5884
ἀληθῶς 1 w 5890
οὐδὲν 2 w 5895
τούτων 1 w 5901
ὄν 3 w 5903
ἀλλὰ 8 w 5908
τὸ 53 w 5910
μήτε 6 w 5914
ἀγαθὸν 2 w 5920
μήτε 7 w 5924
κακὸν 1 w 5929
φίλον 19 w 5934
οὕτω 10 w 5938
ποτὲ 1 w 5942
γιγνόμενον 1 w 5952
τοῦ 15 w 5955
ἀγαθοῦ 1 w 5961
πῶς 7 w 5966
11 w 5968
δʼ 15 w 5970
ὅς 2 w 5972
λέγεις 3 w 5979
ἀλλὰ 9 w 5985
μὰ 2 w 5987
Δία 2 w 5990
ἦν 10 w 5993
δʼ 16 w 5995
ἐγώ 9 w 5998
οὐκ 17 w 6002
οἶδα 1 w 6006
ἀλλὰ 10 w 6011
τῷ 33 w 6013
ὄντι 1 w 6017
αὐτὸς 1 w 6022
εἰλιγγιῶ 1 w 6030
ὑπὸ 5 w 6033
τῆς 4 w 6036
τοῦ 16 w 6039
λόγου 3 w 6044
ἀπορίας 1 w 6051
καὶ 63 w 6055
κινδυνεύει 2 w 6065
κατὰ 6 w 6069
τὴν 4 w 6072
ἀρχαίαν 1 w 6079
παροιμίαν 1 w 6088
τὸ 55 w 6090
καλὸν 1 w 6095
φίλον 20 w 6100
εἶναι 18 w 6105
ἔοικε 4 w 6111
γοῦν 1 w 6115
μαλακῷ 1 w 6121
τινι 1 w 6125
καὶ 64 w 6128
λείῳ 1 w 6132
καὶ 65 w 6135
λιπαρῷ 1 w 6141
διὸ 1 w 6145
καὶ 66 w 6148
ἴσως 5 w 6152
ῥᾳδίως 1 w 6158
διολισθαίνει 1 w 6170
καὶ 67 w 6173
διαδύεται 1 w 6182
ἡμᾶς 2 w 6186
ἅτε 1 w 6190
τοιοῦτον 1 w 6198
ὄν 5 w 6200
λέγω 4 w 6205
γὰρ 15 w 6208
τἀγαθὸν 1 w 6215
καλὸν 2 w 6220
εἶναι 19 w 6225
σὺ 1 w 6228
δʼ 17 w 6230
οὐκ 18 w 6233
οἴει 1 w 6237
ἔγωγε 2 w 6244
λέγω 5 w 6250
τοίνυν 3 w 6256
ἀπομαντευόμενος 1 w 6271
τοῦ 17 w 6275
καλοῦ 1 w 6280
τε 42 w 6282
καὶ 68 w 6285
ἀγαθοῦ 2 w 6291
φίλον 21 w 6296
εἶναι 20 w 6301
τὸ 56 w 6303
μήτε 8 w 6307
ἀγαθὸν 4 w 6313
μήτε 9 w 6317
κακόν 1 w 6322
πρὸς 4 w 6327
1 w 6328
δὲ 27 w 6330
λέγων 4 w 6335
μαντεύομαι 1 w 6345
ἄκουσον 1 w 6353
δοκεῖ 11 w 6359
μοι 26 w 6362
ὡσπερεὶ 1 w 6369
τρία 1 w 6373
ἄττα 1 w 6377
εἶναι 21 w 6382
γένη 1 w 6386
τὸ 57 w 6389
μὲν 8 w 6392
ἀγαθόν 1 w 6398
τὸ 58 w 6401
δὲ 28 w 6403
κακόν 2 w 6408
τὸ 59 w 6411
δʼ 18 w 6413
οὔτʼ 1 w 6417
ἀγαθὸν 5 w 6423
οὔτε 5 w 6427
κακόν 3 w 6432
τί 22 w 6435
δὲ 29 w 6437
σοί 1 w 6440
καὶ 69 w 6445
ἐμοί 2 w 6449
ἔφη 16 w 6453
καὶ 70 w 6458
οὔτε 6 w 6462
τἀγαθὸν 2 w 6469
τἀγαθῷ 1 w 6475
οὔτε 7 w 6479
τὸ 60 w 6481
κακὸν 2 w 6486
τῷ 34 w 6488
κακῷ 3 w 6492
οὔτε 8 w 6496
τἀγαθὸν 3 w 6503
τῷ 35 w 6505
κακῷ 4 w 6509
φίλον 22 w 6514
εἶναι 22 w 6519
ὥσπερ 3 w 6525
οὐδʼ 2 w 6529
39 w 6530
ἔμπροσθεν 1 w 6539
λόγος 2 w 6544
ἐᾷ 1 w 6546
λείπεται 1 w 6555
δή 5 w 6557
εἴπερ 3 w 6563
τῴ 1 w 6565
τί 23 w 6567
ἐστιν 1 w 6572
φίλον 23 w 6577
τὸ 61 w 6580
μήτε 10 w 6584
ἀγαθὸν 8 w 6590
μήτε 11 w 6594
κακὸν 3 w 6599
φίλον 24 w 6604
εἶναι 23 w 6609
16 w 6610
τοῦ 18 w 6613
ἀγαθοῦ 3 w 6619
17 w 6620
τοῦ 19 w 6623
τοιούτου 3 w 6631
οἷον 2 w 6635
αὐτό 2 w 6639
ἐστιν 2 w 6644
οὐ 45 w 6647
γὰρ 16 w 6650
ἄν 6 w 6652
που 4 w 6655
τῷ 36 w 6657
κακῷ 5 w 6661
φίλον 25 w 6666
ἄν 7 w 6668
τι 32 w 6670
γένοιτο 1 w 6677
ἀληθῆ 8 w 6684
οὐδὲ 3 w 6690
μὴν 1 w 6693
τὸ 62 w 6695
ὅμοιον 9 w 6701
τῷ 37 w 6703
ὁμοίῳ 9 w 6708
ἔφαμεν 1 w 6714
ἄρτι 2 w 6718
13 w 6720
γάρ 3 w 6723
ναί 3 w 6728
οὐκ 19 w 6733
ἄρα 11 w 6736
ἔσται 1 w 6741
τῷ 38 w 6743
μήτε 12 w 6747
ἀγαθῷ 5 w 6752
μήτε 13 w 6756
κακῷ 6 w 6760
τὸ 63 w 6762
τοιοῦτον 2 w 6770
φίλον 26 w 6775
οἷον 3 w 6779
αὐτό 3 w 6783
οὐ 48 w 6787
φαίνεται 5 w 6795
τῷ 39 w 6799
ἀγαθῷ 6 w 6804
ἄρα 12 w 6807
τὸ 64 w 6809
μήτε 14 w 6813
ἀγαθὸν 9 w 6819
μήτε 15 w 6823
κακὸν 4 w 6828
μόνῳ 2 w 6832
μόνον 1 w 6837
συμβαίνει 1 w 6846
γίγνεσθαι 2 w 6855
φίλον 27 w 6860
ἀνάγκη 7 w 6868
ὡς 9 w 6871
ἔοικεν 4 w 6877
ἆρʼ 3 w 6881
οὖν 8 w 6884
καὶ 71 w 6887
καλῶς 1 w 6892
ἦν 11 w 6895
δʼ 20 w 6897
ἐγώ 10 w 6900
14 w 6902
παῖδες 1 w 6908
ὑφηγεῖται 1 w 6918
ἡμῖν 7 w 6922
τὸ 65 w 6924
νῦν 1 w 6927
λεγόμενον 1 w 6936
εἰ 15 w 6939
γοῦν 2 w 6943
θέλοιμεν 1 w 6951
ἐννοῆσαι 1 w 6959
τὸ 66 w 6961
ὑγιαῖνον 1 w 6969
σῶμα 1 w 6973
οὐδὲν 3 w 6979
ἰατρικῆς 1 w 6987
δεῖται 1 w 6993
οὐδὲ 5 w 6997
ὠφελίας 1 w 7004
ἱκανῶς 1 w 7011
γὰρ 17 w 7014
ἔχει 4 w 7018
ὥστε 1 w 7023
ὑγιαίνων 1 w 7031
οὐδεὶς 1 w 7037
ἰατρῷ 2 w 7042
φίλος 7 w 7047
διὰ 2 w 7050
τὴν 5 w 7053
ὑγίειαν 1 w 7060
15 w 7062
γάρ 4 w 7065
οὐδείς 1 w 7073
ἀλλʼ 7 w 7079
41 w 7080
κάμνων 1 w 7086
οἶμαι 2 w 7091
διὰ 3 w 7094
τὴν 6 w 7097
νόσον 1 w 7102
πῶς 8 w 7107
γὰρ 18 w 7110
οὔ 11 w 7112
νόσος 1 w 7119
μὲν 9 w 7122
δὴ 9 w 7124
κακόν 4 w 7129
ἰατρικὴ 1 w 7137
δὲ 33 w 7139
ὠφέλιμον 1 w 7147
καὶ 72 w 7150
ἀγαθόν 2 w 7156
ναί 4 w 7161
σῶμα 2 w 7167
δέ 13 w 7169
γέ 5 w 7171
που 5 w 7174
κατὰ 7 w 7178
τὸ 67 w 7180
σῶμα 3 w 7184
εἶναι 24 w 7189
οὔτε 9 w 7193
ἀγαθὸν 10 w 7199
οὔτε 10 w 7203
κακόν 5 w 7208
οὕτως 8 w 7215
ἀναγκάζεται 1 w 7228
δέ 14 w 7230
γε 33 w 7232
σῶμα 4 w 7236
διὰ 4 w 7239
νόσον 2 w 7244
ἰατρικὴν 1 w 7252
ἀσπάζεσθαι 1 w 7262
καὶ 73 w 7265
φιλεῖν 2 w 7271
δοκεῖ 12 w 7278
μοι 28 w 7281
τὸ 68 w 7285
μήτε 16 w 7289
κακὸν 5 w 7294
ἄρα 13 w 7297
μήτʼ 1 w 7301
ἀγαθὸν 11 w 7307
φίλον 28 w 7312
γίγνεται 1 w 7320
τοῦ 20 w 7323
ἀγαθοῦ 4 w 7329
διὰ 5 w 7332
κακοῦ 1 w 7337
παρουσίαν 1 w 7346
ἔοικεν 5 w 7354
δῆλον 1 w 7361
δέ 15 w 7363
γε 34 w 7365
ὅτι 6 w 7368
πρὶν 1 w 7372
γενέσθαι 1 w 7380
αὐτὸ 7 w 7384
κακὸν 6 w 7389
ὑπὸ 6 w 7392
τοῦ 21 w 7395
κακοῦ 2 w 7400
οὗ 4 w 7402
ἔχει 5 w 7406
οὐ 53 w 7409
γὰρ 19 w 7412
δή 6 w 7414
γε 36 w 7416
κακὸν 7 w 7421
γεγονὸς 1 w 7428
ἔτι 5 w 7431
ἄν 8 w 7433
τι 36 w 7435
τοῦ 22 w 7438
ἀγαθοῦ 5 w 7444
οὗ 5 w 7446
ἐπιθυμοῖ 1 w 7454
καὶ 74 w 7457
φίλον 29 w 7462
εἴη 7 w 7465
ἀδύνατον 3 w 7474
γὰρ 20 w 7477
ἔφαμεν 2 w 7483
κακὸν 8 w 7488
ἀγαθῷ 7 w 7493
φίλον 30 w 7498
εἶναι 25 w 7503
ἀδύνατον 4 w 7513
γάρ 5 w 7516
σκέψασθε 1 w 7526
δὴ 10 w 7528
6 w 7529
λέγω 7 w 7533
λέγω 8 w 7538
γὰρ 21 w 7541
ὅτι 7 w 7544
ἔνια 1 w 7548
μέν 9 w 7551
οἷον 4 w 7556
ἂν 13 w 7558
1 w 7559
τὸ 70 w 7561
παρόν 2 w 7566
τοιαῦτά 1 w 7574
ἐστι 4 w 7578
καὶ 75 w 7581
αὐτά 1 w 7585
ἔνια 2 w 7590
δὲ 34 w 7592
οὔ 14 w 7594
ὥσπερ 4 w 7600
εἰ 16 w 7602
ἐθέλοι 1 w 7608
τις 3 w 7611
χρώματί 1 w 7618
τῳ 8 w 7620
ὁτιοῦν 2 w 7626
τι 41 w 7628
ἀλεῖψαι 1 w 7635
πάρεστίν 1 w 7644
που 6 w 7647
τῷ 40 w 7649
ἀλειφθέντι 1 w 7659
τὸ 71 w 7661
ἐπαλειφθέν 1 w 7671
πάνυ 4 w 7677
γε 38 w 7679
ἆρʼ 4 w 7684
οὖν 9 w 7687
καὶ 76 w 7690
ἔστιν 4 w 7695
τότε 1 w 7699
τοιοῦτον 3 w 7707
τὴν 7 w 7710
χρόαν 1 w 7715
τὸ 72 w 7717
ἀλειφθέν 2 w 7725
οἷον 5 w 7730
τὸ 73 w 7732
ἐπόν 1 w 7736
οὐ 54 w 7740
μανθάνω 1 w 7747
16 w 7749
δʼ 21 w 7751
ὅς 3 w 7753
ἀλλʼ 8 w 7759
ὧδε 2 w 7762
ἦν 12 w 7765
δʼ 22 w 7767
ἐγώ 11 w 7770
εἴ 11 w 7773
τίς 3 w 7776
σου 3 w 7779
ξανθὰς 1 w 7785
οὔσας 1 w 7790
τὰς 1 w 7793
τρίχας 1 w 7799
ψιμυθίῳ 1 w 7806
ἀλείψειεν 1 w 7815
πότερον 1 w 7823
τότε 2 w 7827
λευκαὶ 1 w 7833
εἶεν 4 w 7837
18 w 7838
φαίνοιντʼ 1 w 7847
ἄν 9 w 7849
φαίνοιντʼ 2 w 7860
ἄν 10 w 7862
18 w 7864
δʼ 23 w 7866
ὅς 4 w 7868
καὶ 78 w 7873
μὴν 2 w 7876
παρείη 1 w 7882
γʼ 3 w 7884
ἂν 14 w 7886
αὐταῖς 1 w 7892
λευκότης 1 w 7900
ναί 5 w 7905
ἀλλʼ 9 w 7911
ὅμως 2 w 7915
οὐδέν 1 w 7920
τι 44 w 7922
μᾶλλον 5 w 7928
ἂν 15 w 7930
εἶεν 5 w 7934
λευκαί 1 w 7940
πω 4 w 7942
ἀλλὰ 11 w 7947
παρούσης 1 w 7955
λευκότητος 1 w 7965
οὔτε 11 w 7969
τι 45 w 7971
λευκαὶ 2 w 7977
οὔτε 12 w 7981
μέλαιναί 1 w 7989
εἰσιν 1 w 7994
ἀληθῆ 9 w 8001
ἀλλʼ 10 w 8007
ὅταν 4 w 8011
δή 7 w 8013
15 w 8015
φίλε 2 w 8019
τὸ 74 w 8022
γῆρας 1 w 8027
αὐταῖς 2 w 8033
ταὐτὸν 1 w 8039
τοῦτο 2 w 8044
χρῶμα 1 w 8049
ἐπαγάγῃ 1 w 8056
τότε 3 w 8061
ἐγένοντο 1 w 8069
οἷόνπερ 1 w 8076
τὸ 76 w 8078
παρόν 3 w 8083
λευκοῦ 1 w 8090
παρουσίᾳ 1 w 8098
λευκαί 2 w 8104
πῶς 9 w 8109
γὰρ 22 w 8112
οὔ 18 w 8114
τοῦτο 3 w 8121
τοίνυν 4 w 8127
ἐρωτῶ 1 w 8132
νῦν 2 w 8135
δή 8 w 8137
εἰ 18 w 8140
1 w 8141
ἄν 11 w 8143
τι 46 w 8145
παρῇ 1 w 8149
τοιοῦτον 4 w 8158
ἔσται 2 w 8163
τὸ 77 w 8165
ἔχον 2 w 8169
οἷον 6 w 8173
τὸ 78 w 8175
παρόν 4 w 8180
19 w 8182
ἐὰν 1 w 8185
μὲν 10 w 8188
κατά 1 w 8192
τινα 1 w 8196
τρόπον 1 w 8202
παρῇ 2 w 8206
ἔσται 3 w 8212
ἐὰν 2 w 8216
δὲ 35 w 8218
μή 21 w 8220
οὔ 19 w 8223
οὕτω 12 w 8229
μᾶλλον 6 w 8235
ἔφη 17 w 8239
καὶ 80 w 8244
τὸ 79 w 8246
μήτε 17 w 8250
κακὸν 9 w 8255
ἄρα 14 w 8258
μήτʼ 2 w 8262
ἀγαθὸν 12 w 8268
ἐνίοτε 1 w 8274
κακοῦ 3 w 8279
παρόντος 1 w 8287
οὔπω 1 w 8291
κακόν 6 w 8296
ἐστιν 3 w 8301
ἔστιν 5 w 8307
δʼ 24 w 8309
ὅτε 2 w 8312
ἤδη 3 w 8315
τὸ 80 w 8317
τοιοῦτον 5 w 8325
γέγονεν 1 w 8332
πάνυ 5 w 8338
γε 39 w 8340
οὐκοῦν 4 w 8348
ὅταν 5 w 8352
μήπω 1 w 8356
κακὸν 10 w 8361
2 w 8362
κακοῦ 4 w 8367
παρόντος 2 w 8375
αὕτη 1 w 8380
μὲν 11 w 8383
15 w 8384
παρουσία 2 w 8392
ἀγαθοῦ 6 w 8398
αὐτὸ 9 w 8402
ποιεῖ 4 w 8407
ἐπιθυμεῖν 2 w 8416
16 w 8418
δὲ 36 w 8420
κακὸν 11 w 8425
ποιοῦσα 1 w 8432
ἀποστερεῖ 1 w 8441
αὐτὸ 10 w 8445
τῆς 5 w 8448
τε 70 w 8450
ἐπιθυμίας 1 w 8459
ἅμα 2 w 8462
καὶ 81 w 8465
τῆς 6 w 8468
φιλίας 2 w 8474
τοῦ 25 w 8477
ἀγαθοῦ 7 w 8483