Scaife ATLAS

CTS Library / Laches

Laches (178-182)

urn:cts:greekLit:tlg0059.tlg019.perseus-grc2:178-182
Refs {'start': {'reference': '178', 'human_reference': 'None 178'}, 'end': {'reference': '182', 'human_reference': 'None 182'}}
Ancestors []
Children []
prev
plain textXML
next

178
178a
ΛΥ. τεθέασθε μὲν τὸν ἄνδρα μαχόμενον ἐν ὅπλοις, Νικία τε καὶ Λάχης· οὗ δʼ ἕνεκα ὑμᾶς ἐκελεύσαμεν συνθεάσασθαι ἐγώ τε καὶ Μελησίας ὅδε, τότε μὲν οὐκ εἴπομεν, νῦν δʼ ἐροῦμεν. ἡγούμεθα γὰρ χρῆναι πρός γε ὑμᾶς παρρησιάζεσθαι. εἰσὶ γάρ τινες οἳ τῶν τοιούτων καταγελῶσι, καὶ ἐάν
178b
τις αὐτοῖς συμβουλεύσηται, οὐκ ἂν εἴποιεν νοοῦσιν, ἀλλὰ στοχαζόμενοι τοῦ συμβουλευομένου ἄλλα λέγουσι παρὰ τὴν αὑτῶν δόξαν· ὑμᾶς δὲ ἡμεῖς ἡγησάμενοι καὶ ἱκανοὺς γνῶναι καὶ γνόντας ἁπλῶς ἂν εἰπεῖν δοκεῖ ὑμῖν, οὕτω παρελάβομεν ἐπὶ τὴν συμβουλὴν περὶ ὧν μέλλομεν ἀνακοινοῦσθαι.

ΛΥ. ἔστιν
179
179a
οὖν τοῦτο, περὶ οὗ πάλαι τοσαῦτα προοιμιάζομαι, τόδε. ἡμῖν εἰσὶν ὑεῖς οὑτοιί, ὅδε μὲν τοῦδε, πάππου ἔχων ὄνομα Θουκυδίδης, ἐμὸς δὲ αὖ ὅδεπαππῷον δὲ καὶ οὗτος ὄνομʼ ἔχει τοὐμοῦ πατρός· Ἀριστείδην γὰρ αὐτὸν καλοῦμενἡμῖν οὖν τούτων δέδοκται ἐπιμεληθῆναι ὡς οἷόν τε μάλιστα, καὶ μὴ ποιῆσαι ὅπερ οἱ πολλοί, ἐπειδὴ μειράκια γέγονεν, ἀνεῖναι αὐτοὺς ὅτι βούλονται ποιεῖν, ἀλλὰ νῦν δὴ καὶ ἄρχεσθαι αὐτῶν ἐπιμελεῖσθαι καθʼ ὅσον οἷοί τʼ ἐσμέν. εἰδότες οὖν καὶ
179b
ὑμῖν ὑεῖς ὄντας ἡγησάμεθα μεμεληκέναι περὶ αὐτῶν, εἴπερ τισὶν ἄλλοις, πῶς ἂν θεραπευθέντες γένοιντο ἄριστοι· εἰ δʼ ἄρα πολλάκις μὴ προσεσχήκατε τὸν νοῦν τῷ τοιούτῳ, ὑπομνήσοντες ὅτι οὐ χρὴ αὐτοῦ ἀμελεῖν, καὶ παρακαλοῦντες ὑμᾶς ἐπὶ τὸ ἐπιμέλειάν τινα ποιήσασθαι τῶν ὑέων κοινῇ μεθʼ ἡμῶν. ὅθεν δὲ ἡμῖν ταῦτʼ ἔδοξεν, Νικία τε καὶ Λάχης, χρὴ ἀκοῦσαι, κἂν ὀλίγῳ μακρότερα. συσσιτοῦμεν γὰρ δὴ ἐγώ τε καὶ Μελησίας ὅδε, καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.
179c
ὅπερ οὖν καὶ ἀρχόμενος εἶπον τοῦ λόγου, παρρησιασόμεθα πρὸς ὑμᾶς. ἡμῶν γὰρ ἑκάτερος περὶ τοῦ ἑαυτοῦ πατρὸς πολλὰ καὶ καλὰ ἔργα ἔχει λέγειν πρὸς τοὺς νεανίσκους, καὶ ὅσα ἐν πολέμῳ ἠργάσαντο καὶ ὅσα ἐν εἰρήνῃ, διοικοῦντες τά τε τῶν συμμάχων καὶ τὰ τῆσδε τῆς πόλεως· ἡμέτερα δʼ αὐτῶν ἔργα οὐδέτερος ἔχει λέγειν. ταῦτα δὴ ὑπαισχυνόμεθά τε τούσδε καὶ αἰτιώμεθα τοὺς πατέρας ἡμῶν ὅτι ἡμᾶς μὲν
179d
εἴων τρυφᾶν, ἐπειδὴ μειράκια ἐγενόμεθα, τὰ δὲ τῶν ἄλλων πράγματα ἔπραττον· καὶ τοῖσδε τοῖς νεανίσκοις αὐτὰ ταῦτα ἐνδεικνύμεθα, λέγοντες ὅτι εἰ μὲν ἀμελήσουσιν ἑαυτῶν καὶ μὴ πείσονται ἡμῖν, ἀκλεεῖς γενήσονται, εἰ δʼ ἐπιμελήσονται, τάχʼ ἂν τῶν ὀνομάτων ἄξιοι γένοιντο ἔχουσιν. οὗτοι μὲν οὖν φασιν πείσεσθαι· ἡμεῖς δὲ δὴ τοῦτο σκοποῦμεν, τί ἂν οὗτοι μαθόντες ἐπιτηδεύσαντες ὅτι ἄριστοι γένοιντο.
179e
εἰσηγήσατο οὖν τις ἡμῖν καὶ τοῦτο τὸ μάθημα, ὅτι καλὸν εἴη τῷ νέῳ μαθεῖν ἐν ὅπλοις μάχεσθαι· καὶ ἐπῄνει τοῦτον ὃν νῦν ὑμεῖς ἐθεάσασθε ἐπιδεικνύμενον, κᾆτʼ ἐκέλευε θεάσασθαι. ἔδοξε δὴ χρῆναι αὐτούς τε ἐλθεῖν ἐπὶ θέαν τἀνδρὸς καὶ ὑμᾶς συμπαραλαβεῖν ἅμα μὲν συνθεατάς, ἅμα δὲ συμβούλους τε καὶ κοινωνούς, ἐὰν βούλησθε, περὶ τῆς τῶν ὑέων ἐπιμελείας.

180
180a
ΛΥ. ταῦτʼ ἐστὶν ἐβουλόμεθα ὑμῖν ἀνακοινώσασθαι. ἤδη οὖν ὑμέτερον μέρος συμβουλεύειν καὶ περὶ τούτου τοῦ μαθήματος, εἴτε δοκεῖ χρῆναι μανθάνειν εἴτε μή, καὶ περὶ τῶν ἄλλων, εἴ τι ἔχετε ἐπαινέσαι μάθημα νέῳ ἀνδρὶ ἐπιτήδευμα, καὶ περὶ τῆς κοινωνίας λέγειν ὁποῖόν τι ποιήσετε.

ΝΙ. ἐγὼ μέν, Λυσίμαχε καὶ Μελησία, ἐπαινῶ τε ὑμῶν τὴν διάνοιαν καὶ κοινωνεῖν ἕτοιμος, οἶμαι δὲ καὶ Λάχητα τόνδε.

180b
ΛΑ. ἀληθῆ γὰρ οἴει, Νικία. ὡς γε ἔλεγεν Λυσίμαχος ἄρτι περὶ τοῦ πατρὸς τοῦ αὑτοῦ τε καὶ τοῦ Μελησίου, πάνυ μοι δοκεῖ εὖ εἰρῆσθαι καὶ εἰς ἐκείνους καὶ εἰς ἡμᾶς καὶ εἰς ἅπαντας ὅσοι τὰ τῶν πόλεων πράττουσιν, ὅτι αὐτοῖς σχεδόν τι ταῦτα συμβαίνει οὗτος λέγει καὶ περὶ παῖδας καὶ περὶ τἆλλα, τὰ ἴδια ὀλιγωρεῖσθαί τε καὶ ἀμελῶς διατίθεσθαι. ταῦτα μὲν οὖν καλῶς λέγεις, Λυσίμαχε· ὅτι δʼ ἡμᾶς μὲν συμβούλους παρακαλεῖς ἐπὶ τὴν τῶν νεανίσκων
180c
παιδείαν, Σωκράτη δὲ τόνδε οὐ παρακαλεῖς, θαυμάζω, πρῶτον μὲν ὄντα δημότην, ἔπειτα ἐνταῦθα ἀεὶ τὰς διατριβὰς ποιούμενον ὅπου τί ἐστι τῶν τοιούτων ὧν σὺ ζητεῖς περὶ τοὺς νέους μάθημα ἐπιτήδευμα καλόν.

ΛΥ. πῶς λέγεις, Λάχης; Σωκράτης γὰρ ὅδε τινὸς τῶν τοιούτων ἐπιμέλειαν πεποίηται;

ΛΑ. πάνυ μὲν οὖν, Λυσίμαχε.

ΝΙ. τοῦτο μέν σοι κἂν ἐγὼ ἔχοιμι εἰπεῖν οὐ χεῖρον Λάχητος· καὶ γὰρ αὐτῷ μοι ἔναγχος ἄνδρα προυξένησε τῷ
180d
ὑεῖ διδάσκαλον μουσικῆς, Ἀγαθοκλέους μαθητὴν Δάμωνα, ἀνδρῶν χαριέστατον οὐ μόνον τὴν μουσικήν, ἀλλὰ καὶ τἆλλα ὁπόσου βούλει ἄξιον συνδιατρίβειν τηλικούτοις νεανίσκοις.

ΛΥ. οὔτοι, Σώκρατές τε καὶ Νικία καὶ Λάχης, οἱ ἡλίκοι ἐγὼ ἔτι γιγνώσκομεν τοὺς νεωτέρους, ἅτε κατʼ οἰκίαν τὰ πολλὰ διατρίβοντες ὑπὸ τῆς ἡλικίας· ἀλλʼ εἴ τι καὶ σύ, παῖ Σωφρονίσκου, ἔχεις τῷδε τῷ σαυτοῦ δημότῃ ἀγαθὸν
180e
συμβουλεῦσαι, χρὴ συμβουλεύειν. δίκαιος δʼ εἶ· καὶ γὰρ πατρικὸς ἡμῖν φίλος τυγχάνεις ὤν· ἀεὶ γὰρ ἐγὼ καὶ σὸς πατὴρ ἑταίρω τε καὶ φίλω ἦμεν, καὶ πρότερον ἐκεῖνος ἐτελεύτησε, πρίν τι ἐμοὶ διενεχθῆναι.

ΛΥ. περιφέρει δέ τίς με καὶ μνήμη ἄρτι τῶνδε λεγόντων· τὰ γὰρ μειράκια τάδε πρὸς ἀλλήλους οἴκοι διαλεγόμενοι θαμὰ ἐπιμέμνηνται Σωκράτους καὶ σφόδρα ἐπαινοῦσιν· οὐ μέντοι πώποτε αὐτοὺς ἀνηρώτησα
181
181a
εἰ τὸν Σωφρονίσκου λέγοιεν. ἀλλʼ, παῖδες, λέγετέ μοι, ὅδʼ ἐστὶ Σωκράτης, περὶ οὗ ἑκάστοτε ἐμέμνησθε;

ΠΑΙ. πάνυ μὲν οὖν, πάτερ, οὗτος.

ΛΥ. εὖ γε νὴ τὴν Ἥραν, Σώκρατες, ὅτι ὀρθοῖς τὸν πατέρα, ἄριστον ἀνδρῶν ὄντα, καὶ ἄλλως καὶ δὴ καὶ ὅτι οἰκεῖα τά τε σὰ ἡμῖν ὑπάρξει καὶ σοὶ τὰ ἡμέτερα.

ΛΑ. καὶ μήν, Λυσίμαχε, μὴ ἀφίεσό γε τἀνδρός· ὡς ἐγὼ καὶ ἄλλοθί γε αὐτὸν ἐθεασάμην οὐ μόνον τὸν πατέρα
181b
ἀλλὰ καὶ τὴν πατρίδα ὀρθοῦντα· ἐν γὰρ τῇ ἀπὸ Δηλίου φυγῇ μετʼ ἐμοῦ συνανεχώρει, κἀγώ σοι λέγω ὅτι εἰ οἱ ἄλλοι ἤθελον τοιοῦτοι εἶναι, ὀρθὴ ἂν ἡμῶν πόλις ἦν καὶ οὐκ ἂν ἔπεσε τότε τοιοῦτον πτῶμα.

ΛΥ. Σώκρατες, οὗτος μέντοι ἔπαινός ἐστιν καλός, ὃν σὺ νῦν ἐπαινῇ ὑπʼ ἀνδρῶν ἀξίων πιστεύεσθαι καὶ εἰς ταῦτα εἰς οὗτοι ἐπαινοῦσιν. εὖ οὖν ἴσθι ὅτι ἐγὼ ταῦτα ἀκούων χαίρω ὅτι εὐδοκιμεῖς, καὶ σὺ δὲ ἡγοῦ με ἐν τοῖς εὐνούστατόν
181c
σοι εἶναι. χρῆν μὲν οὖν καὶ πρότερόν γε φοιτᾶν αὐτὸν παρʼ ἡμᾶς καὶ οἰκείους ἡγεῖσθαι, ὥσπερ τὸ δίκαιον· νῦν δʼ οὖν ἀπὸ τῆσδε τῆς ἡμέρας, ἐπειδὴ ἀνεγνωρίσαμεν ἀλλήλους, μὴ ἄλλως ποίει, ἀλλὰ σύνισθί τε καὶ γνώριζε καὶ ἡμᾶς καὶ τούσδε τοὺς νεωτέρους, ὅπως ἂν διασῴζητε καὶ ὑμεῖς τὴν ἡμετέραν φιλίαν. ταῦτα μὲν οὖν καὶ σὺ ποιήσεις καὶ ἡμεῖς σε καὶ αὖθις ὑπομνήσομεν· περὶ δὲ ὧν ἠρξάμεθα τί φατε; τί δοκεῖ; τὸ μάθημα τοῖς μειρακίοις ἐπιτήδειον εἶναι οὔ, τὸ μαθεῖν ἐν ὅπλοις μάχεσθαι;

181d
ΣΩ. ἀλλὰ καὶ τούτων πέρι, Λυσίμαχε, ἔγωγε πειράσομαι συμβουλεύειν ἄν τι δύνωμαι, καὶ αὖ προκαλῇ πάντα ποιεῖν. δικαιότατον μέντοι μοι δοκεῖ εἶναι ἐμὲ νεώτερον ὄντα τῶνδε καὶ ἀπειρότερον τούτων ἀκούειν πρότερον τί λέγουσιν καὶ μανθάνειν παρʼ αὐτῶν· ἐὰν δʼ ἔχω τι ἄλλο παρὰ τὰ ὑπὸ τούτων λεγόμενα, τότʼ ἤδη διδάσκειν καὶ πείθειν καὶ σὲ καὶ τούτους. ἀλλʼ, Νικία, τί οὐ λέγει πότερος ὑμῶν;

ΝΙ. ἀλλʼ οὐδὲν κωλύει, Σώκρατες. δοκεῖ γὰρ καὶ
181e
ἐμοὶ τοῦτο τὸ μάθημα τοῖς νέοις ὠφέλιμον εἶναι ἐπίστασθαι πολλαχῇ.

ΝΙ. καὶ γὰρ τὸ μὴ ἄλλοθι διατρίβειν, ἐν οἷς δὴ φιλοῦσιν οἱ νέοι τὰς διατριβὰς ποιεῖσθαι ὅταν σχολὴν ἄγωσιν, ἀλλʼ ἐν τούτῳ, εὖ ἔχει, ὅθεν καὶ τὸ σῶμα βέλτιον ἴσχειν ἀνάγκηοὐδενὸς γὰρ τῶν γυμνασίων φαυλότερον οὐδʼ
182
182a
ἐλάττω πόνον ἔχεικαὶ ἅμα προσήκει μάλιστʼ ἐλευθέρῳ τοῦτό τε τὸ γυμνάσιον καὶ ἱππική· οὗ γὰρ ἀγῶνος ἀθληταί ἐσμεν καὶ ἐν οἷς ἡμῖν ἀγὼν πρόκειται, μόνοι οὗτοι γυμνάζονται οἱ ἐν τούτοις τοῖς τὸν περὶ τὸν πόλεμον ὀργάνοις γυμναζόμενοι. ἔπειτα ὀνήσει μέν τι τοῦτο τὸ μάθημα καὶ ἐν τῇ μάχῃ αὐτῇ, ὅταν ἐν τάξει δέῃ μάχεσθαι μετὰ πολλῶν ἄλλων· μέγιστον μέντοι αὐτοῦ ὄφελος, ὅταν λυθῶσιν αἱ τάξεις καὶ ἤδη τι δέῃ μόνον πρὸς μόνον διώκοντα ἀμυνομένῳ
182b
τινὶ ἐπιθέσθαι καὶ ἐν φυγῇ ἐπιτιθεμένου ἄλλου ἀμύνασθαι αὐτόν· οὔτʼ ἂν ὑπό γε ἑνὸς εἷς τοῦτʼ ἐπιστάμενος οὐδὲν ἂν πάθοι, ἴσως δʼ οὐδὲ ὑπὸ πλειόνων, ἀλλὰ πανταχῇ ἂν ταύτῃ πλεονεκτοῖ. ἔτι δὲ καὶ εἰς ἄλλου καλοῦ μαθήματος ἐπιθυμίαν παρακαλεῖ τὸ τοιοῦτον· πᾶς γὰρ ἂν μαθὼν ἐν ὅπλοις μάχεσθαι ἐπιθυμήσειε καὶ τοῦ ἑξῆς μαθήματος τοῦ περὶ τὰς τάξεις, καὶ ταῦτα λαβὼν καὶ φιλοτιμηθεὶς
182c
ἐν αὐτοῖς ἐπὶ πᾶν ἂν τὸ περὶ τὰς στρατηγίας ὁρμήσειε· καὶ ἤδη δῆλον ὅτι τὰ τούτων ἐχόμενα καὶ μαθήματα πάντα καὶ ἐπιτηδεύματα καὶ καλὰ καὶ πολλοῦ ἄξια ἀνδρὶ μαθεῖν τε καὶ ἐπιτηδεῦσαι, ὧν καθηγήσαιτʼ ἂν τοῦτο τὸ μάθημα. προσθήσομεν δʼ αὐτῷ οὐ σμικρὰν προσθήκην, ὅτι πάντα ἄνδρα ἐν πολέμῳ καὶ θαρραλεώτερον καὶ ἀνδρειότερον ἂν ποιήσειεν αὐτὸν αὑτοῦ οὐκ ὀλίγῳ αὕτη ἐπιστήμη. μὴ ἀτιμάσωμεν δὲ εἰπεῖν, εἰ καί τῳ σμικρότερον δοκεῖ εἶναι, ὅτι καὶ εὐσχημονέστερον ἐνταῦθα οὗ χρὴ τὸν ἄνδρα εὐσχημονέστερον
182d
φαίνεσθαι, οὗ ἅμα καὶ δεινότερος τοῖς ἐχθροῖς φανεῖται διὰ τὴν εὐσχημοσύνην. ἐμοὶ μὲν οὖν, Λυσίμαχε, ὥσπερ λέγω, δοκεῖ τε χρῆναι διδάσκειν τοὺς νεανίσκους ταῦτα καὶ διʼ δοκεῖ εἴρηκα· Λάχητος δʼ, εἴ τι παρὰ ταῦτα λέγει, κἂν αὐτὸς ἡδέως ἀκούσαιμι.

ΛΑ. ἀλλʼ ἔστι μέν, Νικία, χαλεπὸν λέγειν περὶ ὁτουοῦν μαθήματος ὡς οὐ χρὴ μανθάνειν· πάντα γὰρ ἐπίστασθαι ἀγαθὸν δοκεῖ εἶναι. καὶ δὴ καὶ τὸ ὁπλιτικὸν τοῦτο,
182e
εἰ μέν ἐστιν μάθημα, ὅπερ φασὶν οἱ διδάσκοντες, καὶ οἷον Νικίας λέγει, χρὴ αὐτὸ μανθάνειν· εἰ δʼ ἔστιν μὲν μὴ μάθημα, ἀλλʼ ἐξαπατῶσιν οἱ ὑπισχνούμενοι, μάθημα μὲν τυγχάνει ὄν, μὴ μέντοι πάνυ σπουδαῖον, τί καὶ δέοι ἂν αὐτὸ μανθάνειν;

ΛΥ 1 w 2
τεθέασθε 1 w 11
μὲν 1 w 14
τὸν 1 w 17
ἄνδρα 1 w 22
μαχόμενον 1 w 31
ἐν 1 w 33
ὅπλοις 1 w 39
1 w 41
Νικία 1 w 46
τε 2 w 48
καὶ 1 w 51
Λάχης 1 w 56
οὗ 1 w 59
δʼ 1 w 61
ἕνεκα 1 w 66
ὑμᾶς 1 w 70
ἐκελεύσαμεν 1 w 81
συνθεάσασθαι 1 w 93
ἐγώ 1 w 96
τε 3 w 98
καὶ 2 w 101
Μελησίας 1 w 109
ὅδε 1 w 112
τότε 1 w 117
μὲν 2 w 120
οὐκ 1 w 123
εἴπομεν 1 w 130
νῦν 1 w 134
δʼ 2 w 136
ἐροῦμεν 1 w 143
ἡγούμεθα 1 w 152
γὰρ 1 w 155
χρῆναι 1 w 161
πρός 1 w 165
γε 1 w 167
ὑμᾶς 2 w 171
παρρησιάζεσθαι 1 w 185
εἰσὶ 1 w 190
γάρ 1 w 193
τινες 1 w 198
οἳ 1 w 200
τῶν 1 w 203
τοιούτων 1 w 211
καταγελῶσι 1 w 221
καὶ 3 w 225
ἐάν 1 w 228
τις 1 w 231
αὐτοῖς 1 w 237
συμβουλεύσηται 1 w 251
οὐκ 2 w 255
ἂν 1 w 257
εἴποιεν 1 w 264
1 w 265
νοοῦσιν 1 w 272
ἀλλὰ 1 w 277
στοχαζόμενοι 1 w 289
τοῦ 1 w 292
συμβουλευομένου 1 w 307
ἄλλα 1 w 311
λέγουσι 1 w 318
παρὰ 1 w 322
τὴν 1 w 325
αὑτῶν 1 w 330
δόξαν 1 w 335
ὑμᾶς 3 w 340
δὲ 1 w 342
ἡμεῖς 1 w 347
ἡγησάμενοι 1 w 357
καὶ 4 w 360
ἱκανοὺς 1 w 367
γνῶναι 1 w 373
καὶ 5 w 376
γνόντας 1 w 383
ἁπλῶς 1 w 388
ἂν 2 w 390
εἰπεῖν 1 w 396
2 w 397
δοκεῖ 1 w 402
ὑμῖν 1 w 406
οὕτω 1 w 411
παρελάβομεν 1 w 422
ἐπὶ 1 w 425
τὴν 2 w 428
συμβουλὴν 1 w 437
περὶ 1 w 441
ὧν 1 w 443
μέλλομεν 1 w 451
ἀνακοινοῦσθαι 1 w 464
ΛΥ 2 w 467
ἔστιν 1 w 473
οὖν 1 w 476
τοῦτο 1 w 481
περὶ 2 w 486
οὗ 2 w 488
πάλαι 1 w 493
τοσαῦτα 1 w 500
προοιμιάζομαι 1 w 513
τόδε 1 w 518
ἡμῖν 1 w 523
εἰσὶν 1 w 528
ὑεῖς 1 w 532
οὑτοιί 1 w 538
ὅδε 2 w 542
μὲν 3 w 545
τοῦδε 1 w 550
πάππου 1 w 557
ἔχων 1 w 561
ὄνομα 1 w 566
Θουκυδίδης 1 w 576
ἐμὸς 1 w 581
δὲ 2 w 583
αὖ 1 w 585
ὅδε 3 w 588
παππῷον 1 w 596
δὲ 3 w 598
καὶ 6 w 601
οὗτος 1 w 606
ὄνομʼ 1 w 611
ἔχει 1 w 615
τοὐμοῦ 1 w 621
πατρός 1 w 627
Ἀριστείδην 1 w 638
γὰρ 2 w 641
αὐτὸν 1 w 646
καλοῦμεν 1 w 654
ἡμῖν 2 w 659
οὖν 2 w 662
τούτων 1 w 668
δέδοκται 1 w 676
ἐπιμεληθῆναι 1 w 688
ὡς 1 w 690
οἷόν 1 w 694
τε 6 w 696
μάλιστα 1 w 703
καὶ 7 w 707
μὴ 1 w 709
ποιῆσαι 1 w 716
ὅπερ 1 w 720
οἱ 1 w 722
πολλοί 1 w 728
ἐπειδὴ 1 w 735
μειράκια 1 w 743
γέγονεν 1 w 750
ἀνεῖναι 1 w 758
αὐτοὺς 1 w 764
ὅτι 1 w 767
βούλονται 1 w 776
ποιεῖν 1 w 782
ἀλλὰ 2 w 787
νῦν 2 w 790
δὴ 2 w 792
καὶ 8 w 795
ἄρχεσθαι 1 w 803
αὐτῶν 1 w 808
ἐπιμελεῖσθαι 1 w 820
καθʼ 1 w 824
ὅσον 1 w 828
οἷοί 1 w 832
τʼ 1 w 834
ἐσμέν 1 w 839
εἰδότες 1 w 847
οὖν 3 w 850
καὶ 9 w 853
ὑμῖν 2 w 857
ὑεῖς 2 w 861
ὄντας 1 w 866
ἡγησάμεθα 1 w 875
μεμεληκέναι 1 w 886
περὶ 3 w 890
αὐτῶν 2 w 895
εἴπερ 1 w 901
τισὶν 1 w 906
ἄλλοις 1 w 912
πῶς 1 w 916
ἂν 3 w 918
θεραπευθέντες 1 w 931
γένοιντο 1 w 939
ἄριστοι 1 w 946
εἰ 5 w 949
δʼ 3 w 951
ἄρα 1 w 954
πολλάκις 1 w 962
μὴ 2 w 964
προσεσχήκατε 1 w 976
τὸν 3 w 979
νοῦν 1 w 983
τῷ 1 w 985
τοιούτῳ 1 w 992
ὑπομνήσοντες 1 w 1005
ὅτι 2 w 1008
οὐ 4 w 1010
χρὴ 1 w 1013
αὐτοῦ 1 w 1018
ἀμελεῖν 1 w 1025
καὶ 10 w 1029
παρακαλοῦντες 1 w 1042
ὑμᾶς 4 w 1046
ἐπὶ 2 w 1049
τὸ 4 w 1051
ἐπιμέλειάν 1 w 1061
τινα 1 w 1065
ποιήσασθαι 1 w 1075
τῶν 5 w 1078
ὑέων 1 w 1082
κοινῇ 1 w 1087
μεθʼ 1 w 1091
ἡμῶν 1 w 1095
ὅθεν 1 w 1100
δὲ 4 w 1102
ἡμῖν 3 w 1106
ταῦτʼ 1 w 1111
ἔδοξεν 1 w 1117
2 w 1119
Νικία 2 w 1124
τε 12 w 1126
καὶ 11 w 1129
Λάχης 2 w 1134
χρὴ 2 w 1138
ἀκοῦσαι 1 w 1145
κἂν 1 w 1149
1 w 1150
ὀλίγῳ 1 w 1155
μακρότερα 1 w 1164
συσσιτοῦμεν 1 w 1176
γὰρ 3 w 1179
δὴ 3 w 1181
ἐγώ 2 w 1184
τε 14 w 1186
καὶ 12 w 1189
Μελησίας 2 w 1197
ὅδε 4 w 1200
καὶ 13 w 1204
ἡμῖν 4 w 1208
τὰ 1 w 1210
μειράκια 2 w 1218
παρασιτεῖ 1 w 1227
ὅπερ 2 w 1232
οὖν 4 w 1235
καὶ 14 w 1238
ἀρχόμενος 1 w 1247
εἶπον 1 w 1252
τοῦ 6 w 1255
λόγου 1 w 1260
παρρησιασόμεθα 1 w 1275
πρὸς 1 w 1279
ὑμᾶς 5 w 1283
ἡμῶν 2 w 1288
γὰρ 4 w 1291
ἑκάτερος 1 w 1299
περὶ 4 w 1303
τοῦ 7 w 1306
ἑαυτοῦ 1 w 1312
πατρὸς 1 w 1318
πολλὰ 1 w 1323
καὶ 15 w 1326
καλὰ 1 w 1330
ἔργα 1 w 1334
ἔχει 2 w 1338
λέγειν 1 w 1344
πρὸς 2 w 1348
τοὺς 2 w 1352
νεανίσκους 1 w 1362
καὶ 16 w 1366
ὅσα 1 w 1369
ἐν 2 w 1371
πολέμῳ 1 w 1377
ἠργάσαντο 1 w 1386
καὶ 17 w 1389
ὅσα 2 w 1392
ἐν 3 w 1394
εἰρήνῃ 1 w 1400
διοικοῦντες 1 w 1412
τά 1 w 1414
τε 18 w 1416
τῶν 6 w 1419
συμμάχων 1 w 1427
καὶ 18 w 1430
τὰ 2 w 1432
τῆσδε 1 w 1437
τῆς 1 w 1440
πόλεως 1 w 1446
ἡμέτερα 1 w 1454
δʼ 4 w 1456
αὐτῶν 3 w 1461
ἔργα 2 w 1465
οὐδέτερος 1 w 1474
ἔχει 3 w 1478
λέγειν 2 w 1484
ταῦτα 1 w 1490
δὴ 4 w 1492
ὑπαισχυνόμεθά 1 w 1505
τε 21 w 1507
τούσδε 1 w 1513
καὶ 19 w 1516
αἰτιώμεθα 1 w 1525
τοὺς 3 w 1529
πατέρας 1 w 1536
ἡμῶν 3 w 1540
ὅτι 3 w 1543
ἡμᾶς 1 w 1547
μὲν 4 w 1550
εἴων 1 w 1554
τρυφᾶν 1 w 1560
ἐπειδὴ 2 w 1567
μειράκια 3 w 1575
ἐγενόμεθα 1 w 1584
τὰ 3 w 1587
δὲ 5 w 1589
τῶν 8 w 1592
ἄλλων 1 w 1597
πράγματα 1 w 1605
ἔπραττον 1 w 1613
καὶ 20 w 1617
τοῖσδε 1 w 1623
τοῖς 2 w 1627
νεανίσκοις 1 w 1637
αὐτὰ 1 w 1641
ταῦτα 2 w 1646
ἐνδεικνύμεθα 1 w 1658
λέγοντες 1 w 1667
ὅτι 4 w 1670
εἰ 7 w 1672
μὲν 5 w 1675
ἀμελήσουσιν 1 w 1686
ἑαυτῶν 1 w 1692
καὶ 21 w 1695
μὴ 3 w 1697
πείσονται 1 w 1706
ἡμῖν 5 w 1710
ἀκλεεῖς 1 w 1718
γενήσονται 1 w 1728
εἰ 8 w 1731
δʼ 5 w 1733
ἐπιμελήσονται 1 w 1746
τάχʼ 1 w 1751
ἂν 5 w 1753
τῶν 10 w 1756
ὀνομάτων 1 w 1764
ἄξιοι 1 w 1769
γένοιντο 2 w 1777
3 w 1778
ἔχουσιν 1 w 1785
οὗτοι 1 w 1791
μὲν 6 w 1794
οὖν 5 w 1797
φασιν 1 w 1802
πείσεσθαι 1 w 1811
ἡμεῖς 2 w 1817
δὲ 6 w 1819
δὴ 6 w 1821
τοῦτο 2 w 1826
σκοποῦμεν 1 w 1835
τί 1 w 1838
ἂν 6 w 1840
οὗτοι 2 w 1845
μαθόντες 1 w 1853
1 w 1854
ἐπιτηδεύσαντες 1 w 1868
ὅτι 5 w 1871
ἄριστοι 2 w 1878
γένοιντο 3 w 1886
εἰσηγήσατο 1 w 1897
οὖν 6 w 1900
τις 2 w 1903
ἡμῖν 6 w 1907
καὶ 22 w 1910
τοῦτο 3 w 1915
τὸ 5 w 1917
μάθημα 1 w 1923
ὅτι 6 w 1927
καλὸν 1 w 1932
εἴη 1 w 1935
τῷ 2 w 1937
νέῳ 1 w 1940
μαθεῖν 1 w 1946
ἐν 5 w 1948
ὅπλοις 2 w 1954
μάχεσθαι 1 w 1962
καὶ 23 w 1966
ἐπῄνει 1 w 1972
τοῦτον 1 w 1978
ὃν 1 w 1980
νῦν 3 w 1983
ὑμεῖς 1 w 1988
ἐθεάσασθε 1 w 1997
ἐπιδεικνύμενον 1 w 2011
κᾆτʼ 1 w 2016
ἐκέλευε 1 w 2023
θεάσασθαι 2 w 2032
ἔδοξε 2 w 2038
δὴ 7 w 2040
χρῆναι 2 w 2046
αὐτούς 1 w 2052
τε 25 w 2054
ἐλθεῖν 1 w 2060
ἐπὶ 3 w 2063
θέαν 1 w 2067
τἀνδρὸς 1 w 2074
καὶ 24 w 2077
ὑμᾶς 6 w 2081
συμπαραλαβεῖν 1 w 2094
ἅμα 1 w 2097
μὲν 7 w 2100
συνθεατάς 1 w 2109
ἅμα 2 w 2113
δὲ 7 w 2115
συμβούλους 1 w 2125
τε 26 w 2127
καὶ 25 w 2130
κοινωνούς 1 w 2139
ἐὰν 1 w 2143
βούλησθε 1 w 2151
περὶ 5 w 2156
τῆς 2 w 2159
τῶν 11 w 2162
ὑέων 2 w 2166
ἐπιμελείας 1 w 2176
ΛΥ 3 w 2179
ταῦτʼ 2 w 2185
ἐστὶν 1 w 2190
4 w 2191
ἐβουλόμεθα 1 w 2201
ὑμῖν 3 w 2205
ἀνακοινώσασθαι 1 w 2219
ἤδη 1 w 2223
οὖν 7 w 2226
ὑμέτερον 1 w 2234
μέρος 1 w 2239
συμβουλεύειν 1 w 2251
καὶ 26 w 2254
περὶ 6 w 2258
τούτου 1 w 2264
τοῦ 12 w 2267
μαθήματος 1 w 2276
εἴτε 1 w 2281
δοκεῖ 2 w 2286
χρῆναι 3 w 2292
μανθάνειν 1 w 2301
εἴτε 2 w 2305
μή 1 w 2307
καὶ 27 w 2311
περὶ 7 w 2315
τῶν 12 w 2318
ἄλλων 2 w 2323
εἴ 8 w 2326
τι 14 w 2328
ἔχετε 1 w 2333
ἐπαινέσαι 1 w 2342
μάθημα 2 w 2348
νέῳ 2 w 2351
ἀνδρὶ 1 w 2356
2 w 2357
ἐπιτήδευμα 1 w 2367
καὶ 28 w 2371
περὶ 8 w 2375
τῆς 3 w 2378
κοινωνίας 1 w 2387
λέγειν 3 w 2393
ὁποῖόν 1 w 2399
τι 15 w 2401
ποιήσετε 1 w 2409
ΝΙ 1 w 2412
ἐγὼ 1 w 2416
μέν 3 w 2419
3 w 2421
Λυσίμαχε 1 w 2429
καὶ 29 w 2432
Μελησία 3 w 2439
ἐπαινῶ 1 w 2446
τε 32 w 2448
ὑμῶν 1 w 2452
τὴν 3 w 2455
διάνοιαν 1 w 2463
καὶ 30 w 2466
κοινωνεῖν 1 w 2475
ἕτοιμος 1 w 2482
οἶμαι 1 w 2488
δὲ 8 w 2490
καὶ 31 w 2493
Λάχητα 1 w 2499
τόνδε 1 w 2504
ΛΑ 1 w 2507
ἀληθῆ 1 w 2513
γὰρ 5 w 2516
οἴει 1 w 2520
4 w 2522
Νικία 3 w 2527
ὡς 2 w 2530
19 w 2531
γε 8 w 2533
ἔλεγεν 1 w 2539
2 w 2540
Λυσίμαχος 1 w 2549
ἄρτι 1 w 2553
περὶ 9 w 2557
τοῦ 13 w 2560
πατρὸς 2 w 2566
τοῦ 14 w 2569
αὑτοῦ 1 w 2574
τε 33 w 2576
καὶ 32 w 2579
τοῦ 16 w 2582
Μελησίου 1 w 2590
πάνυ 1 w 2595
μοι 1 w 2598
δοκεῖ 3 w 2603
εὖ 1 w 2605
εἰρῆσθαι 1 w 2613
καὶ 33 w 2616
εἰς 1 w 2619
ἐκείνους 1 w 2627
καὶ 34 w 2630
εἰς 2 w 2633
ἡμᾶς 2 w 2637
καὶ 35 w 2640
εἰς 3 w 2643
ἅπαντας 1 w 2650
ὅσοι 1 w 2654
τὰ 5 w 2656
τῶν 13 w 2659
πόλεων 1 w 2665
πράττουσιν 1 w 2675
ὅτι 7 w 2679
αὐτοῖς 2 w 2685
σχεδόν 1 w 2691
τι 18 w 2693
ταῦτα 3 w 2698
συμβαίνει 1 w 2707
5 w 2708
οὗτος 2 w 2713
λέγει 4 w 2718
καὶ 36 w 2721
περὶ 10 w 2725
παῖδας 1 w 2731
καὶ 37 w 2734
περὶ 11 w 2738
τἆλλα 1 w 2743
τὰ 6 w 2746
ἴδια 1 w 2750
ὀλιγωρεῖσθαί 1 w 2762
τε 34 w 2764
καὶ 38 w 2767
ἀμελῶς 1 w 2773
διατίθεσθαι 1 w 2784
ταῦτα 4 w 2790
μὲν 8 w 2793
οὖν 8 w 2796
καλῶς 1 w 2801
λέγεις 1 w 2807
5 w 2809
Λυσίμαχε 2 w 2817
ὅτι 8 w 2821
δʼ 6 w 2823
ἡμᾶς 3 w 2827
μὲν 9 w 2830
συμβούλους 2 w 2840
παρακαλεῖς 1 w 2850
ἐπὶ 4 w 2853
τὴν 4 w 2856
τῶν 14 w 2859
νεανίσκων 1 w 2868
παιδείαν 1 w 2876
Σωκράτη 1 w 2884
δὲ 9 w 2886
τόνδε 2 w 2891
οὐ 6 w 2893
παρακαλεῖς 2 w 2903
θαυμάζω 1 w 2911
πρῶτον 1 w 2918
μὲν 10 w 2921
ὄντα 2 w 2925
δημότην 1 w 2932
ἔπειτα 1 w 2939
ἐνταῦθα 1 w 2946
ἀεὶ 1 w 2949
τὰς 1 w 2952
διατριβὰς 1 w 2961
ποιούμενον 1 w 2971
ὅπου 1 w 2975
τί 3 w 2977
ἐστι 1 w 2981
τῶν 15 w 2984
τοιούτων 2 w 2992
ὧν 2 w 2994
σὺ 1 w 2996
ζητεῖς 1 w 3002
περὶ 12 w 3006
τοὺς 4 w 3010
νέους 1 w 3015
3 w 3016
μάθημα 3 w 3022
4 w 3023
ἐπιτήδευμα 2 w 3033
καλόν 1 w 3038
ΛΥ 4 w 3041
πῶς 2 w 3045
λέγεις 2 w 3051
6 w 3053
Λάχης 3 w 3058
Σωκράτης 1 w 3067
γὰρ 6 w 3070
ὅδε 5 w 3073
τινὸς 1 w 3078
τῶν 16 w 3081
τοιούτων 3 w 3089
ἐπιμέλειαν 1 w 3099
πεποίηται 1 w 3108
ΛΑ 2 w 3111
πάνυ 2 w 3116
μὲν 11 w 3119
οὖν 9 w 3122
7 w 3124
Λυσίμαχε 3 w 3132
ΝΙ 2 w 3135
τοῦτο 5 w 3141
μέν 4 w 3144
σοι 2 w 3147
κἂν 2 w 3150
ἐγὼ 2 w 3153
ἔχοιμι 1 w 3159
εἰπεῖν 2 w 3165
οὐ 7 w 3167
χεῖρον 1 w 3173
Λάχητος 1 w 3180
καὶ 39 w 3184
γὰρ 7 w 3187
αὐτῷ 1 w 3191
μοι 2 w 3194
ἔναγχος 1 w 3201
ἄνδρα 2 w 3206
προυξένησε 1 w 3216
τῷ 4 w 3218
ὑεῖ 3 w 3221
διδάσκαλον 1 w 3231
μουσικῆς 1 w 3239
Ἀγαθοκλέους 1 w 3251
μαθητὴν 1 w 3258
Δάμωνα 1 w 3264
ἀνδρῶν 1 w 3271
χαριέστατον 1 w 3282
οὐ 8 w 3284
μόνον 1 w 3289
τὴν 6 w 3292
μουσικήν 1 w 3300
ἀλλὰ 3 w 3305
καὶ 40 w 3308
τἆλλα 2 w 3313
ὁπόσου 1 w 3319
βούλει 1 w 3325
ἄξιον 1 w 3330
συνδιατρίβειν 1 w 3343
τηλικούτοις 1 w 3354
νεανίσκοις 2 w 3364
ΛΥ 5 w 3367
οὔτοι 1 w 3373
8 w 3375
Σώκρατές 1 w 3383
τε 36 w 3385
καὶ 41 w 3388
Νικία 4 w 3393
καὶ 42 w 3396
Λάχης 4 w 3401
οἱ 2 w 3404
ἡλίκοι 1 w 3410
ἐγὼ 3 w 3413
ἔτι 1 w 3416
γιγνώσκομεν 1 w 3427
τοὺς 5 w 3431
νεωτέρους 1 w 3440
ἅτε 1 w 3444
κατʼ 1 w 3448
οἰκίαν 1 w 3454
τὰ 8 w 3456
πολλὰ 2 w 3461
διατρίβοντες 1 w 3473
ὑπὸ 1 w 3476
τῆς 4 w 3479
ἡλικίας 1 w 3486
ἀλλʼ 1 w 3491
εἴ 9 w 3493
τι 23 w 3495
καὶ 43 w 3498
σύ 1 w 3500
9 w 3502
παῖ 2 w 3505
Σωφρονίσκου 1 w 3516
ἔχεις 1 w 3522
τῷδε 1 w 3526
τῷ 6 w 3528
σαυτοῦ 1 w 3534
δημότῃ 1 w 3540
ἀγαθὸν 1 w 3546
συμβουλεῦσαι 1 w 3558
χρὴ 3 w 3562
συμβουλεύειν 2 w 3574
δίκαιος 1 w 3582
δʼ 7 w 3584
εἶ 2 w 3586
καὶ 44 w 3590
γὰρ 8 w 3593
πατρικὸς 1 w 3601
ἡμῖν 7 w 3605
φίλος 1 w 3610
τυγχάνεις 1 w 3619
ὤν 1 w 3621
ἀεὶ 2 w 3625
γὰρ 9 w 3628
ἐγὼ 4 w 3631
καὶ 45 w 3634
4 w 3635
σὸς 1 w 3638
πατὴρ 1 w 3643
ἑταίρω 1 w 3649
τε 39 w 3651
καὶ 46 w 3654
φίλω 1 w 3658
ἦμεν 1 w 3662
καὶ 47 w 3666
πρότερον 1 w 3674
ἐκεῖνος 1 w 3681
ἐτελεύτησε 1 w 3691
πρίν 1 w 3696
τι 24 w 3698
ἐμοὶ 1 w 3702
διενεχθῆναι 1 w 3713
ΛΥ 6 w 3716
περιφέρει 1 w 3726
δέ 3 w 3728
τίς 1 w 3731
με 41 w 3733
καὶ 48 w 3736
μνήμη 1 w 3741
ἄρτι 2 w 3745
τῶνδε 1 w 3750
λεγόντων 1 w 3758
τὰ 9 w 3761
γὰρ 10 w 3764
μειράκια 4 w 3772
τάδε 1 w 3776
πρὸς 3 w 3780
ἀλλήλους 1 w 3788
οἴκοι 1 w 3793
διαλεγόμενοι 1 w 3805
θαμὰ 1 w 3809
ἐπιμέμνηνται 1 w 3821
Σωκράτους 1 w 3830
καὶ 49 w 3833
σφόδρα 1 w 3839
ἐπαινοῦσιν 1 w 3849
οὐ 9 w 3852
μέντοι 1 w 3858
πώποτε 1 w 3864
αὐτοὺς 2 w 3870
ἀνηρώτησα 1 w 3879
εἰ 15 w 3881
τὸν 4 w 3884
Σωφρονίσκου 2 w 3895
λέγοιεν 1 w 3902
ἀλλʼ 2 w 3907
10 w 3909
παῖδες 1 w 3915
λέγετέ 1 w 3922
μοι 3 w 3925
ὅδʼ 1 w 3929
ἐστὶ 2 w 3933
Σωκράτης 2 w 3941
περὶ 13 w 3946
οὗ 7 w 3948
ἑκάστοτε 1 w 3956
ἐμέμνησθε 1 w 3965
ΠΑΙ 1 w 3969
πάνυ 3 w 3974
μὲν 12 w 3977
οὖν 10 w 3980
11 w 3982
πάτερ 1 w 3987
οὗτος 3 w 3993
ΛΥ 7 w 3996
εὖ 2 w 3999
γε 14 w 4001
νὴ 1 w 4003
τὴν 7 w 4006
Ἥραν 1 w 4010
12 w 4012
Σώκρατες 1 w 4020
ὅτι 9 w 4024
ὀρθοῖς 1 w 4030
τὸν 5 w 4033
πατέρα 2 w 4039
ἄριστον 1 w 4047
ἀνδρῶν 2 w 4053
ὄντα 3 w 4057
καὶ 50 w 4061
ἄλλως 1 w 4066
καὶ 51 w 4069
δὴ 8 w 4071
καὶ 52 w 4074
ὅτι 10 w 4077
οἰκεῖα 1 w 4083
τά 5 w 4085
τε 46 w 4087
σὰ 1 w 4089
ἡμῖν 8 w 4093
ὑπάρξει 1 w 4100
καὶ 53 w 4103
σοὶ 1 w 4106
τὰ 10 w 4108
ἡμέτερα 2 w 4115
ΛΑ 3 w 4118
καὶ 54 w 4122
μήν 1 w 4125
13 w 4127
Λυσίμαχε 4 w 4135
μὴ 4 w 4138
ἀφίεσό 1 w 4144
γε 15 w 4146
τἀνδρός 1 w 4153
ὡς 3 w 4156
ἐγὼ 5 w 4159
καὶ 55 w 4162
ἄλλοθί 1 w 4168
γε 16 w 4170
αὐτὸν 2 w 4175
ἐθεασάμην 1 w 4184
οὐ 10 w 4186
μόνον 2 w 4191
τὸν 7 w 4194
πατέρα 3 w 4200
ἀλλὰ 4 w 4204
καὶ 56 w 4207
τὴν 8 w 4210
πατρίδα 1 w 4217
ὀρθοῦντα 1 w 4225
ἐν 7 w 4228
γὰρ 11 w 4231
τῇ 1 w 4233
ἀπὸ 1 w 4236
Δηλίου 1 w 4242
φυγῇ 1 w 4246
μετʼ 1 w 4250
ἐμοῦ 1 w 4254
συνανεχώρει 1 w 4265
κἀγώ 1 w 4270
σοι 3 w 4273
λέγω 1 w 4277
ὅτι 11 w 4280
εἰ 16 w 4282
οἱ 3 w 4284
ἄλλοι 2 w 4289
ἤθελον 1 w 4295
τοιοῦτοι 1 w 4303
εἶναι 1 w 4308
ὀρθὴ 1 w 4313
ἂν 8 w 4315
ἡμῶν 4 w 4319
25 w 4320
πόλις 1 w 4325
ἦν 1 w 4327
καὶ 57 w 4330
οὐκ 3 w 4333
ἂν 9 w 4335
ἔπεσε 1 w 4340
τότε 2 w 4344
τοιοῦτον 1 w 4352
πτῶμα 1 w 4357
ΛΥ 8 w 4360
14 w 4362
Σώκρατες 2 w 4370
οὗτος 4 w 4376
μέντοι 2 w 4382
5 w 4383
ἔπαινός 1 w 4390
ἐστιν 1 w 4395
καλός 1 w 4400
ὃν 2 w 4403
σὺ 2 w 4405
νῦν 4 w 4408
ἐπαινῇ 1 w 4414
ὑπʼ 1 w 4417
ἀνδρῶν 3 w 4423
ἀξίων 1 w 4428
πιστεύεσθαι 1 w 4439
καὶ 58 w 4442
εἰς 4 w 4445
ταῦτα 5 w 4450
εἰς 5 w 4453
6 w 4454
οὗτοι 3 w 4459
ἐπαινοῦσιν 2 w 4469
εὖ 3 w 4472
οὖν 11 w 4475
ἴσθι 1 w 4479
ὅτι 12 w 4482
ἐγὼ 6 w 4485
ταῦτα 6 w 4490
ἀκούων 1 w 4496
χαίρω 1 w 4501
ὅτι 13 w 4504
εὐδοκιμεῖς 1 w 4514
καὶ 59 w 4518
σὺ 3 w 4520
δὲ 10 w 4522
ἡγοῦ 1 w 4526
με 46 w 4528
ἐν 8 w 4530
τοῖς 4 w 4534
εὐνούστατόν 1 w 4545
σοι 4 w 4548
εἶναι 2 w 4553
χρῆν 4 w 4558
μὲν 13 w 4561
οὖν 12 w 4564
καὶ 60 w 4567
πρότερόν 1 w 4575
γε 17 w 4577
φοιτᾶν 1 w 4583
αὐτὸν 3 w 4588
παρʼ 1 w 4592
ἡμᾶς 4 w 4596
καὶ 61 w 4599
οἰκείους 1 w 4607
ἡγεῖσθαι 1 w 4615
ὥσπερ 1 w 4621
τὸ 11 w 4623
δίκαιον 1 w 4630
νῦν 5 w 4634
δʼ 9 w 4636
οὖν 13 w 4639
ἀπὸ 2 w 4642
τῆσδε 2 w 4647
τῆς 5 w 4650
ἡμέρας 1 w 4656
ἐπειδὴ 3 w 4663
ἀνεγνωρίσαμεν 1 w 4676
ἀλλήλους 2 w 4684
μὴ 5 w 4687
ἄλλως 2 w 4692
ποίει 1 w 4697
ἀλλὰ 5 w 4702
σύνισθί 1 w 4709
τε 52 w 4711
καὶ 62 w 4714
γνώριζε 1 w 4721
καὶ 63 w 4724
ἡμᾶς 5 w 4728
καὶ 64 w 4731
τούσδε 2 w 4737
τοὺς 7 w 4741
νεωτέρους 2 w 4750
ὅπως 1 w 4755
ἂν 10 w 4757
διασῴζητε 1 w 4766
καὶ 65 w 4769
ὑμεῖς 2 w 4774
τὴν 9 w 4777
ἡμετέραν 1 w 4785
φιλίαν 1 w 4791
ταῦτα 7 w 4797
μὲν 14 w 4800
οὖν 14 w 4803
καὶ 66 w 4806
σὺ 4 w 4808
ποιήσεις 1 w 4816
καὶ 67 w 4819
ἡμεῖς 3 w 4824
σε 8 w 4826
καὶ 68 w 4829
αὖθις 1 w 4834
ὑπομνήσομεν 1 w 4845
περὶ 14 w 4850
δὲ 11 w 4852
ὧν 3 w 4854
ἠρξάμεθα 1 w 4862
τί 5 w 4864
φατε 1 w 4868
τί 6 w 4871
δοκεῖ 4 w 4876
τὸ 12 w 4879
μάθημα 4 w 4885
τοῖς 5 w 4889
μειρακίοις 1 w 4899
ἐπιτήδειον 1 w 4909
εἶναι 3 w 4914
5 w 4915
οὔ 2 w 4917
τὸ 13 w 4920
μαθεῖν 2 w 4926
ἐν 9 w 4928
ὅπλοις 3 w 4934
μάχεσθαι 2 w 4942
ΣΩ 1 w 4945
ἀλλὰ 6 w 4950
καὶ 69 w 4953
τούτων 2 w 4959
πέρι 1 w 4963
15 w 4965
Λυσίμαχε 5 w 4973
ἔγωγε 1 w 4979
πειράσομαι 1 w 4989
συμβουλεύειν 3 w 5001
ἄν 3 w 5003
τι 32 w 5005
δύνωμαι 1 w 5012
καὶ 70 w 5016
αὖ 3 w 5018
7 w 5019
προκαλῇ 1 w 5026
πάντα 1 w 5031
ποιεῖν 2 w 5037
δικαιότατον 1 w 5049
μέντοι 3 w 5055
μοι 4 w 5058
δοκεῖ 5 w 5063
εἶναι 4 w 5068
ἐμὲ 1 w 5071
νεώτερον 1 w 5079
ὄντα 4 w 5083
τῶνδε 2 w 5088
καὶ 71 w 5091
ἀπειρότερον 1 w 5102
τούτων 3 w 5108
ἀκούειν 1 w 5115
πρότερον 2 w 5123
τί 7 w 5125
λέγουσιν 1 w 5133
καὶ 72 w 5136
μανθάνειν 2 w 5145
παρʼ 2 w 5149
αὐτῶν 4 w 5154
ἐὰν 2 w 5158
δʼ 10 w 5160
ἔχω 2 w 5163
τι 33 w 5165
ἄλλο 4 w 5169
παρὰ 2 w 5173
τὰ 11 w 5175
ὑπὸ 2 w 5178
τούτων 4 w 5184
λεγόμενα 1 w 5192
τότʼ 1 w 5197
ἤδη 2 w 5200
διδάσκειν 1 w 5209
καὶ 73 w 5212
πείθειν 1 w 5219
καὶ 74 w 5222
σὲ 1 w 5224
καὶ 75 w 5227
τούτους 1 w 5234
ἀλλʼ 3 w 5239
16 w 5241
Νικία 5 w 5246
τί 8 w 5249
οὐ 12 w 5251
λέγει 7 w 5256
πότερος 1 w 5263
ὑμῶν 2 w 5267
ΝΙ 3 w 5270
ἀλλʼ 4 w 5275
οὐδὲν 1 w 5280
κωλύει 1 w 5286
17 w 5288
Σώκρατες 3 w 5296
δοκεῖ 6 w 5302
γὰρ 12 w 5305
καὶ 76 w 5308
ἐμοὶ 2 w 5312
τοῦτο 6 w 5317
τὸ 14 w 5319
μάθημα 5 w 5325
τοῖς 6 w 5329
νέοις 1 w 5334
ὠφέλιμον 1 w 5342
εἶναι 5 w 5347
ἐπίστασθαι 1 w 5357
πολλαχῇ 1 w 5364
ΝΙ 4 w 5367
καὶ 77 w 5371
γὰρ 13 w 5374
τὸ 15 w 5376
μὴ 6 w 5378
ἄλλοθι 1 w 5384
διατρίβειν 2 w 5394
ἐν 10 w 5397
οἷς 1 w 5400
δὴ 10 w 5402
φιλοῦσιν 1 w 5410
οἱ 4 w 5412
νέοι 2 w 5416
τὰς 2 w 5419
διατριβὰς 2 w 5428
ποιεῖσθαι 1 w 5437
ὅταν 1 w 5441
σχολὴν 1 w 5447
ἄγωσιν 1 w 5453
ἀλλʼ 5 w 5458
ἐν 11 w 5460
τούτῳ 1 w 5465
εὖ 4 w 5468
ἔχει 5 w 5472
ὅθεν 2 w 5477
καὶ 78 w 5480
τὸ 16 w 5482
σῶμα 1 w 5486
βέλτιον 1 w 5493
ἴσχειν 1 w 5499
ἀνάγκη 1 w 5505
οὐδενὸς 1 w 5513
γὰρ 14 w 5516
τῶν 20 w 5519
γυμνασίων 1 w 5528
φαυλότερον 1 w 5538
οὐδʼ 1 w 5542
ἐλάττω 1 w 5548
πόνον 1 w 5553
ἔχει 6 w 5557
καὶ 79 w 5561
ἅμα 3 w 5564
προσήκει 1 w 5572
μάλιστʼ 1 w 5579
ἐλευθέρῳ 1 w 5587
τοῦτό 1 w 5592
τε 61 w 5594
τὸ 17 w 5596
γυμνάσιον 1 w 5605
καὶ 80 w 5608
33 w 5609
ἱππική 1 w 5615
οὗ 11 w 5618
γὰρ 15 w 5621
ἀγῶνος 1 w 5627
ἀθληταί 1 w 5634
ἐσμεν 1 w 5639
καὶ 81 w 5642
ἐν 12 w 5644
οἷς 2 w 5647
ἡμῖν 9 w 5651
6 w 5652
ἀγὼν 1 w 5656
πρόκειται 1 w 5665
μόνοι 1 w 5671
οὗτοι 4 w 5676
γυμνάζονται 1 w 5687
οἱ 5 w 5689
ἐν 13 w 5691
τούτοις 1 w 5698
τοῖς 7 w 5702
τὸν 9 w 5705
περὶ 15 w 5709
τὸν 10 w 5712
πόλεμον 1 w 5719
ὀργάνοις 1 w 5727
γυμναζόμενοι 1 w 5739
ἔπειτα 2 w 5746
ὀνήσει 1 w 5752
μέν 8 w 5755
τι 35 w 5757
τοῦτο 7 w 5762
τὸ 20 w 5764
μάθημα 6 w 5770
καὶ 82 w 5773
ἐν 14 w 5775
τῇ 2 w 5777
μάχῃ 1 w 5781
αὐτῇ 1 w 5785
ὅταν 2 w 5790
ἐν 15 w 5792
τάξει 1 w 5797
δέῃ 1 w 5800
μάχεσθαι 3 w 5808
μετὰ 1 w 5812
πολλῶν 1 w 5818
ἄλλων 3 w 5823
μέγιστον 1 w 5832
μέντοι 4 w 5838
αὐτοῦ 2 w 5843
ὄφελος 1 w 5849
ὅταν 3 w 5854
λυθῶσιν 1 w 5861
αἱ 1 w 5863
τάξεις 1 w 5869
καὶ 83 w 5872
ἤδη 3 w 5875
τι 36 w 5877
δέῃ 2 w 5880
μόνον 3 w 5885
πρὸς 4 w 5889
μόνον 4 w 5894
6 w 5895
διώκοντα 1 w 5903
ἀμυνομένῳ 1 w 5912
τινὶ 1 w 5916
ἐπιθέσθαι 1 w 5925
7 w 5926
καὶ 84 w 5929
ἐν 16 w 5931
φυγῇ 2 w 5935
ἐπιτιθεμένου 1 w 5947
ἄλλου 1 w 5952
ἀμύνασθαι 1 w 5961
αὐτόν 1 w 5966
οὔτʼ 1 w 5971
ἂν 11 w 5973
ὑπό 1 w 5976
γε 21 w 5978
ἑνὸς 1 w 5982
εἷς 1 w 5985
7 w 5986
τοῦτʼ 1 w 5991
ἐπιστάμενος 1 w 6002
οὐδὲν 2 w 6007
ἂν 12 w 6009
πάθοι 1 w 6014
ἴσως 1 w 6019
δʼ 12 w 6021
οὐδὲ 3 w 6025
ὑπὸ 3 w 6028
πλειόνων 1 w 6036
ἀλλὰ 7 w 6041
πανταχῇ 1 w 6048
ἂν 13 w 6050
ταύτῃ 1 w 6055
πλεονεκτοῖ 1 w 6065
ἔτι 2 w 6069
δὲ 15 w 6071
καὶ 85 w 6074
εἰς 6 w 6077
ἄλλου 2 w 6082
καλοῦ 3 w 6087
μαθήματος 2 w 6096
ἐπιθυμίαν 1 w 6105
παρακαλεῖ 3 w 6114
τὸ 21 w 6116
τοιοῦτον 2 w 6124
πᾶς 1 w 6128
γὰρ 16 w 6131
ἂν 14 w 6133
μαθὼν 1 w 6138
ἐν 17 w 6140
ὅπλοις 4 w 6146
μάχεσθαι 4 w 6154
ἐπιθυμήσειε 1 w 6165
καὶ 86 w 6168
τοῦ 24 w 6171
ἑξῆς 1 w 6175
μαθήματος 3 w 6184
τοῦ 25 w 6187
περὶ 16 w 6191
τὰς 3 w 6194
τάξεις 2 w 6200
καὶ 87 w 6204
ταῦτα 8 w 6209
λαβὼν 1 w 6214
καὶ 88 w 6217
φιλοτιμηθεὶς 1 w 6229
ἐν 18 w 6231
αὐτοῖς 3 w 6237
ἐπὶ 5 w 6240
πᾶν 1 w 6243
ἂν 15 w 6245
τὸ 22 w 6247
περὶ 17 w 6251
τὰς 4 w 6254
στρατηγίας 1 w 6264
ὁρμήσειε 1 w 6272
καὶ 89 w 6276
ἤδη 4 w 6279
δῆλον 1 w 6284
ὅτι 14 w 6287
τὰ 16 w 6289
τούτων 5 w 6295
ἐχόμενα 1 w 6302
καὶ 90 w 6305
μαθήματα 1 w 6313
πάντα 2 w 6318
καὶ 91 w 6321
ἐπιτηδεύματα 1 w 6333
καὶ 92 w 6336
καλὰ 2 w 6340
καὶ 93 w 6343
πολλοῦ 1 w 6349
ἄξια 1 w 6353
ἀνδρὶ 2 w 6358
μαθεῖν 3 w 6364
τε 62 w 6366
καὶ 94 w 6369
ἐπιτηδεῦσαι 1 w 6380
ὧν 4 w 6383
καθηγήσαιτʼ 1 w 6394
ἂν 16 w 6396
τοῦτο 8 w 6401
τὸ 23 w 6403
μάθημα 7 w 6409
προσθήσομεν 1 w 6421
δʼ 13 w 6423
αὐτῷ 2 w 6427
οὐ 18 w 6429
σμικρὰν 1 w 6436
προσθήκην 1 w 6445
ὅτι 15 w 6449
πάντα 3 w 6454
ἄνδρα 3 w 6459
ἐν 19 w 6461
πολέμῳ 2 w 6467
καὶ 95 w 6470
θαρραλεώτερον 1 w 6483
καὶ 96 w 6486
ἀνδρειότερον 1 w 6498
ἂν 17 w 6500
ποιήσειεν 1 w 6509
αὐτὸν 4 w 6514
αὑτοῦ 2 w 6519
οὐκ 4 w 6522
ὀλίγῳ 2 w 6527
αὕτη 1 w 6531
35 w 6532
ἐπιστήμη 1 w 6540
μὴ 7 w 6543
ἀτιμάσωμεν 1 w 6553
δὲ 16 w 6555
εἰπεῖν 3 w 6561
εἰ 21 w 6564
καί 1 w 6567
τῳ 3 w 6569
σμικρότερον 1 w 6580
δοκεῖ 7 w 6585
εἶναι 6 w 6590
ὅτι 16 w 6594
καὶ 97 w 6597
εὐσχημονέστερον 1 w 6612
ἐνταῦθα 2 w 6619
οὗ 13 w 6621
χρὴ 4 w 6624
τὸν 12 w 6627
ἄνδρα 4 w 6632
εὐσχημονέστερον 2 w 6647
φαίνεσθαι 1 w 6656
οὗ 14 w 6659
ἅμα 4 w 6662
καὶ 98 w 6665
δεινότερος 1 w 6675
τοῖς 9 w 6679
ἐχθροῖς 1 w 6686
φανεῖται 1 w 6694
διὰ 1 w 6697
τὴν 10 w 6700
εὐσχημοσύνην 1 w 6712
ἐμοὶ 3 w 6717
μὲν 15 w 6720
οὖν 15 w 6723
18 w 6725
Λυσίμαχε 6 w 6733
ὥσπερ 2 w 6739
λέγω 2 w 6743
δοκεῖ 8 w 6749
τε 69 w 6751
χρῆναι 4 w 6757
διδάσκειν 2 w 6766
τοὺς 8 w 6770
νεανίσκους 2 w 6780
ταῦτα 9 w 6785
καὶ 99 w 6788
διʼ 1 w 6791
8 w 6792
δοκεῖ 9 w 6797
εἴρηκα 1 w 6803
Λάχητος 2 w 6811
δʼ 14 w 6813
εἴ 11 w 6816
τι 45 w 6818
παρὰ 3 w 6822
ταῦτα 10 w 6827
λέγει 8 w 6832
κἂν 3 w 6836
αὐτὸς 1 w 6841
ἡδέως 1 w 6846
ἀκούσαιμι 1 w 6855
ΛΑ 4 w 6858
ἀλλʼ 6 w 6863
ἔστι 2 w 6867
μέν 12 w 6870
19 w 6872
Νικία 6 w 6877
χαλεπὸν 1 w 6885
λέγειν 4 w 6891
περὶ 18 w 6895
ὁτουοῦν 1 w 6902
μαθήματος 4 w 6911
ὡς 4 w 6913
οὐ 20 w 6915
χρὴ 5 w 6918
μανθάνειν 3 w 6927
πάντα 4 w 6933
γὰρ 17 w 6936
ἐπίστασθαι 2 w 6946
ἀγαθὸν 2 w 6952
δοκεῖ 10 w 6957
εἶναι 7 w 6962
καὶ 100 w 6966
δὴ 11 w 6968
καὶ 101 w 6971
τὸ 27 w 6973
ὁπλιτικὸν 1 w 6982
τοῦτο 9 w 6987
εἰ 22 w 6990
μέν 13 w 6993
ἐστιν 2 w 6998
μάθημα 8 w 7004
ὅπερ 3 w 7009
φασὶν 1 w 7014
οἱ 6 w 7016
διδάσκοντες 1 w 7027
καὶ 102 w 7031
οἷον 1 w 7035
Νικίας 1 w 7041
λέγει 10 w 7046
χρὴ 6 w 7050
αὐτὸ 6 w 7054
μανθάνειν 4 w 7063
εἰ 23 w 7066
δʼ 15 w 7068
ἔστιν 2 w 7073
μὲν 16 w 7076
μὴ 8 w 7078
μάθημα 9 w 7084
ἀλλʼ 7 w 7089
ἐξαπατῶσιν 1 w 7099
οἱ 7 w 7101
ὑπισχνούμενοι 1 w 7114
8 w 7116
μάθημα 10 w 7122
μὲν 17 w 7125
τυγχάνει 2 w 7133
ὄν 7 w 7135
μὴ 9 w 7138
μέντοι 5 w 7144
πάνυ 4 w 7148
σπουδαῖον 1 w 7157
τί 9 w 7160
καὶ 103 w 7163
δέοι 1 w 7167
ἂν 19 w 7169
αὐτὸ 7 w 7173
μανθάνειν 5 w 7182