Scaife ATLAS

CTS Library / Χαρμίδης

Χαρμίδης (165-168)

urn:cts:greekLit:tlg0059.tlg018.perseus-grc2:165-168
Refs {'start': {'reference': '165', 'human_reference': 'Section 165'}, 'end': {'reference': '168', 'human_reference': 'Section 168'}}
Ancestors []
Children []
prev
plain textXML
next

αἰνιγματωδέστερον δὲ δή, ὡς μάντις, λέγει· τὸ γὰρ Γνῶθι σαυτόν καὶ τὸ Σωφρόνει ἔστιν
165
165a
μὲν ταὐτόν, ὡς τὰ γράμματά φησιν καὶ ἐγώ, τάχα δʼ ἄν τις οἰηθείη ἄλλο εἶναι, δή μοι δοκοῦσιν παθεῖν καὶ οἱ τὰ ὕστερον γράμματα ἀναθέντες, τό τε μηδὲν ἄγαν καὶ τὸ Ἐγγύη πάρα δʼ ἄτη. καὶ γὰρ οὗτοι συμβουλὴν ᾠήθησαν εἶναι τὸ Γνῶθι σαυτόν, ἀλλʼ οὐ τῶν εἰσιόντων ἕνεκεν ὑπὸ τοῦ θεοῦ πρόσρησιν· εἶθʼ ἵνα δὴ καὶ σφεῖς μηδὲν ἧττον συμβουλὰς χρησίμους ἀναθεῖεν, ταῦτα γράψαντες ἀνέθεσαν. οὗ δὴ οὖν ἕνεκα λέγω, Σώκρατες, ταῦτα πάντα, τόδʼ ἐστίν· τὰ μὲν
165b
ἔμπροσθέν σοι πάντα ἀφίημιἴσως μὲν γάρ τι σὺ ἔλεγες περὶ αὐτῶν ὀρθότερον, ἴσως δʼ ἐγώ, σαφὲς δʼ οὐδὲν πάνυ ἦν ὧν ἐλέγομεννῦν δʼ ἐθέλω τούτου σοι διδόναι λόγον, εἰ μὴ ὁμολογεῖς σωφροσύνην εἶναι τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν.
ἀλλʼ, ἦν δʼ ἐγώ, Κριτία, σὺ μὲν ὡς φάσκοντος ἐμοῦ εἰδέναι περὶ ὧν ἐρωτῶ προσφέρῃ πρός με, καὶ ἐὰν δὴ βούλωμαι, ὁμολογήσοντός σοι· τὸ δʼ οὐχ οὕτως ἔχει, ἀλλὰ ζητῶ γὰρ μετὰ σοῦ ἀεὶ τὸ προτιθέμενον διὰ τὸ μὴ αὐτὸς
165c
εἰδέναι. σκεψάμενος οὖν ἐθέλω εἰπεῖν εἴτε ὁμολογῶ εἴτε μή. ἀλλʼ ἐπίσχες ἕως ἂν σκέψωμαι.
σκόπει δή, δʼ ὅς.
καὶ γάρ, ἦν δʼ ἐγώ, σκοπῶ. εἰ γὰρ δὴ γιγνώσκειν γέ τί ἐστιν σωφροσύνη, δῆλον ὅτι ἐπιστήμη τις ἂν εἴη καὶ τινός· οὔ;
ἔστιν, ἔφη, ἑαυτοῦ γε.
οὐκοῦν καὶ ἰατρική, ἔφην, ἐπιστήμη ἐστὶν τοῦ ὑγιεινοῦ;
πάνυ γε.
εἰ τοίνυν με, ἔφην, ἔροιο σύ· ἰατρικὴ ὑγιεινοῦ ἐπιστήμη οὖσα τί ἡμῖν χρησίμη ἐστὶν καὶ τί ἀπεργάζεται,
165d
εἴποιμʼ ἂν ὅτι οὐ σμικρὰν ὠφελίαν· τὴν γὰρ ὑγίειαν καλὸν ἡμῖν ἔργον ἀπεργάζεται, εἰ ἀποδέχῃ τοῦτο.
ἀποδέχομαι.
καὶ εἰ τοίνυν με ἔροιο τὴν οἰκοδομικήν, ἐπιστήμην οὖσαν τοῦ οἰκοδομεῖν, τί φημι ἔργον ἀπεργάζεσθαι, εἴποιμʼ ἂν ὅτι οἰκήσεις· ὡσαύτως δὲ καὶ τῶν ἄλλων τεχνῶν. χρὴ οὖν καὶ σὲ ὑπὲρ τῆς σωφροσύνης, ἐπειδὴ φῂς αὐτὴν ἑαυτοῦ ἐπιστήμην εἶναι, ἔχειν εἰπεῖν ἐρωτηθέντα, Κριτία, σωφροσύνη,
165e
ἐπιστήμη οὖσα ἑαυτοῦ, τί καλὸν ἡμῖν ἔργον ἀπεργάζεται καὶ ἄξιον τοῦ ὀνόματος; ἴθι οὖν, εἰπέ.
ἀλλʼ, Σώκρατες, ἔφη, οὐκ ὀρθῶς ζητεῖς. οὐ γὰρ ὁμοία αὕτη πέφυκεν ταῖς ἄλλαις ἐπιστήμαις, οὐδέ γε αἱ ἄλλαι ἀλλήλαις· σὺ δʼ ὡς ὁμοίων οὐσῶν ποιῇ τὴν ζήτησιν.

ἐπεὶ λέγε μοι, ἔφη, τῆς λογιστικῆς τέχνης τῆς γεωμετρικῆς τί ἐστιν τοιοῦτον ἔργον οἷον οἰκία οἰκοδομικῆς ἱμάτιον ὑφαντικῆς ἄλλα τοιαῦτʼ ἔργα, πολλὰ ἄν τις ἔχοι πολλῶν τεχνῶν
166
166a
δεῖξαι; ἔχεις οὖν μοι καὶ σὺ τούτων τοιοῦτόν τι ἔργον δεῖξαι; ἀλλʼ οὐχ ἕξεις.
καὶ ἐγὼ εἶπον ὅτι ἀληθῆ λέγεις· ἀλλὰ τόδε σοι ἔχω δεῖξαι, τίνος ἐστὶν ἐπιστήμη ἑκάστη τούτων τῶν ἐπιστημῶν, τυγχάνει ὂν ἄλλο αὐτῆς τῆς ἐπιστήμης. οἷον λογιστική ἐστίν που τοῦ ἀρτίου καὶ τοῦ περιττοῦ, πλήθους ὅπως ἔχει πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα· γάρ;
πάνυ γε, ἔφη.
οὐκοῦν ἑτέρου ὄντος τοῦ περιττοῦ καὶ ἀρτίου αὐτῆς τῆς λογιστικῆς;
πῶς δʼ οὔ;
166b
καὶ μὴν αὖ στατικὴ τοῦ βαρυτέρου τε καὶ κουφοτέρου σταθμοῦ ἐστιν στατική· ἕτερον δέ ἐστιν τὸ βαρύ τε καὶ κοῦφον τῆς στατικῆς αὐτῆς. συγχωρεῖς;
ἔγωγε.
λέγε δή, καὶ σωφροσύνη τίνος ἐστὶν ἐπιστήμη, τυγχάνει ἕτερον ὂν αὐτῆς τῆς σωφροσύνης;
τοῦτό ἐστιν ἐκεῖνο, ἔφη, Σώκρατες· ἐπʼ αὐτὸ ἥκεις ἐρευνῶν τὸ διαφέρει πασῶν τῶν ἐπιστημῶν σωφροσύνη· σὺ δὲ ὁμοιότητά τινα ζητεῖς αὐτῆς ταῖς ἄλλαις. τὸ δʼ οὐκ
166c
ἔστιν οὕτως, ἀλλʼ αἱ μὲν ἄλλαι πᾶσαι ἄλλου εἰσὶν ἐπιστῆμαι, ἑαυτῶν δʼ οὔ, δὲ μόνη τῶν τε ἄλλων ἐπιστημῶν ἐπιστήμη ἐστὶ καὶ αὐτὴ ἑαυτῆς. καὶ ταῦτά σε πολλοῦ δεῖ λεληθέναι, ἀλλὰ γὰρ οἶμαι ἄρτι οὐκ ἔφησθα ποιεῖν, τοῦτο ποιεῖς· ἐμὲ γὰρ ἐπιχειρεῖς ἐλέγχειν, ἐάσας περὶ οὗ λόγος ἐστίν.
οἷον, ἦν δʼ ἐγώ, ποιεῖς ἡγούμενος, εἰ ὅτι μάλιστα σὲ ἐλέγχω, ἄλλου τινὸς ἕνεκα ἐλέγχειν οὗπερ ἕνεκα κἂν
166d
ἐμαυτὸν διερευνῴμην τί λέγω, φοβούμενος μή ποτε λάθω οἰόμενος μέν τι εἰδέναι, εἰδὼς δὲ μή. καὶ νῦν δὴ οὖν ἔγωγέ φημι τοῦτο ποιεῖν, τὸν λόγον σκοπεῖν μάλιστα μὲν ἐμαυτοῦ ἕνεκα, ἴσως δὲ δὴ καὶ τῶν ἄλλων ἐπιτηδείων· οὐ κοινὸν οἴει ἀγαθὸν εἶναι σχεδόν τι πᾶσιν ἀνθρώποις, γίγνεσθαι καταφανὲς ἕκαστον τῶν ὄντων ὅπῃ ἔχει;
καὶ μάλα, δʼ ὅς, ἔγωγε, Σώκρατες.
θαρρῶν τοίνυν, ἦν δʼ ἐγώ, μακάριε, ἀποκρινόμενος τὸ ἐρωτώμενον ὅπῃ σοι φαίνεται, ἔα χαίρειν εἴτε Κριτίας ἐστὶν
166e
εἴτε Σωκράτης ἐλεγχόμενος· ἀλλʼ αὐτῷ προσέχων τὸν νοῦν τῷ λόγῳ σκόπει ὅπῃ ποτὲ ἐκβήσεται ἐλεγχόμενος.
ἀλλά, ἔφη, ποιήσω οὕτω· δοκεῖς γάρ μοι μέτρια λέγειν.
λέγε τοίνυν, ἦν δʼ ἐγώ, περὶ τῆς σωφροσύνης πῶς λέγεις;
λέγω τοίνυν, δʼ ὅς, ὅτι μόνη τῶν ἄλλων ἐπιστημῶν αὐτή τε αὑτῆς ἐστιν καὶ τῶν ἄλλων ἐπιστημῶν ἐπιστήμη.
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ ἀνεπιστημοσύνης ἐπιστήμη ἂν εἴη, εἴπερ καὶ ἐπιστήμης;
πάνυ γε, ἔφη.

167
167a
ἄρα σώφρων μόνος αὐτός τε ἑαυτὸν γνώσεται καὶ οἷός τε ἔσται ἐξετάσαι τί τε τυγχάνει εἰδὼς καὶ τί μή, καὶ τοὺς ἄλλους ὡσαύτως δυνατὸς ἔσται ἐπισκοπεῖν τί τις οἶδεν καὶ οἴεται, εἴπερ οἶδεν, καὶ τί αὖ οἴεται μὲν εἰδέναι, οἶδεν δʼ οὔ, τῶν δὲ ἄλλων οὐδείς· καὶ ἔστιν δὴ τοῦτο τὸ σωφρονεῖν τε καὶ σωφροσύνη καὶ τὸ ἑαυτὸν αὐτὸν γιγνώσκειν, τὸ εἰδέναι τε οἶδεν καὶ μὴ οἶδεν. ἆρα ταῦτά ἐστιν λέγεις;
ἔγωγʼ, ἔφη.
πάλιν τοίνυν, ἦν δʼ ἐγώ, τὸ τρίτον τῷ σωτῆρι, ὥσπερ ἐξ
167b
ἀρχῆς ἐπισκεψώμεθα πρῶτον μὲν εἰ δυνατόν ἐστιν τοῦτʼ εἶναι οὔτὸ οἶδεν καὶ μὴ οἶδεν εἰδέναι ὅτι οἶδε καὶ ὅτι οὐκ οἶδενἔπειτα εἰ ὅτι μάλιστα δυνατόν, τίς ἂν εἴη ἡμῖν ὠφελία εἰδόσιν αὐτό.
ἀλλὰ χρή, ἔφη, σκοπεῖν.
ἴθι δή, ἔφην ἐγώ, Κριτία, σκέψαι, ἐάν τι περὶ αὐτῶν εὐπορώτερος φανῇς ἐμοῦ· ἐγὼ μὲν γὰρ ἀπορῶ. δὲ ἀπορῶ, φράσω σοι;
πάνυ γʼ, ἔφη.
ἄλλο τι οὖν, ἦν δʼ ἐγώ, πάντα ταῦτʼ ἂν εἴη, εἰ ἔστιν ὅπερ σὺ νυνδὴ ἔλεγες, μία τις ἐπιστήμη, οὐκ ἄλλου τινός
167c
ἐστιν ἑαυτῆς τε καὶ τῶν ἄλλων ἐπιστημῶν ἐπιστήμη, καὶ δὴ καὶ ἀνεπιστημοσύνης αὐτὴ αὕτη;
πάνυ γε.
ἰδὲ δὴ ὡς ἄτοπον ἐπιχειροῦμεν, ἑταῖρε, λέγειν· ἐν ἄλλοις γάρ που τὸ αὐτὸ τοῦτο ἐὰν σκοπῇς, δόξει σοι, ὡς ἐγᾦμαι, ἀδύνατον εἶναι.
πῶς δὴ καὶ ποῦ;
ἐν τοῖσδε. ἐννόει γὰρ εἴ σοι δοκεῖ ὄψις τις εἶναι, ὧν μὲν αἱ ἄλλαι ὄψεις εἰσίν, οὐκ ἔστιν τούτων ὄψις, ἑαυτῆς δὲ καὶ τῶν ἄλλων ὄψεων ὄψις ἐστὶν καὶ μὴ ὄψεων ὡσαύτως,
167d
καὶ χρῶμα μὲν ὁρᾷ οὐδὲν ὄψις οὖσα, αὑτὴν δὲ καὶ τὰς ἄλλας ὄψεις· δοκεῖ τίς σοι εἶναι τοιαύτη;
μὰ Δίʼ οὐκ ἔμοιγε.
τί δὲ ἀκοήν, φωνῆς μὲν οὐδεμιᾶς ἀκούει, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἀκοῶν ἀκούει καὶ τῶν μὴ ἀκοῶν;
οὐδὲ τοῦτο.
συλλήβδην δὴ σκόπει περὶ πασῶν τῶν αἰσθήσεων εἴ τίς σοι δοκεῖ εἶναι αἰσθήσεων μὲν αἴσθησις καὶ ἑαυτῆς, ὧν δὲ δὴ αἱ ἄλλαι αἰσθήσεις αἰσθάνονται, μηδενὸς αἰσθανομένη;
οὐκ ἔμοιγε.
167e
ἀλλʼ ἐπιθυμία δοκεῖ τίς σοι εἶναι, ἥτις ἡδονῆς μὲν οὐδεμιᾶς ἐστὶν ἐπιθυμία, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἐπιθυμιῶν;
οὐ δῆτα.
οὐδὲ μὴν βούλησις, ὡς ἐγᾦμαι, ἀγαθὸν μὲν οὐδὲν βούλεται, αὑτὴν δὲ καὶ τὰς ἄλλας βουλήσεις βούλεται.
οὐ γὰρ οὖν.
ἔρωτα δὲ φαίης ἄν τινα εἶναι τοιοῦτον, ὃς τυγχάνει ὢν ἔρως καλοῦ μὲν οὐδενός, αὑτοῦ δὲ καὶ τῶν ἄλλων ἐρώτων;
οὔκ, ἔφη, ἔγωγε.

φόβον δὲ ἤδη τινὰ κατανενόηκας, ὃς ἑαυτὸν μὲν καὶ τοὺς
168
168a
ἄλλους φόβους φοβεῖται, τῶν δεινῶν δʼ οὐδὲ ἓν φοβεῖται;
οὐ κατανενόηκα, ἔφη.
δόξαν δὲ δοξῶν δόξαν καὶ αὑτῆς, ὧν δὲ αἱ ἄλλαι δοξάζουσιν μηδὲν δοξάζουσαν;
οὐδαμῶς.
ἀλλʼ ἐπιστήμην, ὡς ἔοικεν, φαμέν τινα εἶναι τοιαύτην, ἥτις μαθήματος μὲν οὐδενός ἐστιν ἐπιστήμη, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἐπιστημῶν ἐπιστήμη;
φαμὲν γάρ.
οὐκοῦν ἄτοπον, εἰ ἄρα καὶ ἔστιν; μηδὲν γάρ πω διισχυριζώμεθα ὡς οὐκ ἔστιν, ἀλλʼ εἰ ἔστιν ἔτι σκοπῶμεν.
168b
ὀρθῶς λέγεις.
φέρε δή· ἔστι μὲν αὕτη ἐπιστήμη τινὸς ἐπιστήμη, καὶ ἔχει τινὰ τοιαύτην δύναμιν ὥστε τινὸς εἶναι· γάρ;
πάνυ γε.
καὶ γὰρ τὸ μεῖζόν φαμεν τοιαύτην τινὰ ἔχειν δύναμιν, ὥστε τινὸς εἶναι μεῖζον;
ἔχει γάρ.
οὐκοῦν ἐλάττονός τινος, εἴπερ ἔσται μεῖζον.
ἀνάγκη.
εἰ οὖν τι εὕροιμεν μεῖζον, τῶν μὲν μειζόνων ἐστὶν μεῖζον καὶ ἑαυτοῦ, ὧν δὲ τἆλλα μείζω ἐστὶν μηδενὸς μεῖζον,
168c
πάντως ἄν που ἐκεῖνό γʼ αὐτῷ ὑπάρχοι, εἴπερ ἑαυτοῦ μεῖζον εἴη, καὶ ἔλαττον ἑαυτοῦ εἶναι· οὔ;
πολλὴ ἀνάγκη, ἔφη, Σώκρατες.
οὐκοῦν καὶ εἴ τι διπλάσιόν ἐστιν τῶν τε ἄλλων διπλασίων καὶ ἑαυτοῦ, ἡμίσεος δήπου ὄντος ἑαυτοῦ τε καὶ τῶν ἄλλων διπλάσιον ἂν εἴη· οὐ γάρ ἐστίν που ἄλλου διπλάσιον ἡμίσεος.
ἀληθῆ.
πλέον δὲ αὑτοῦ ὂν οὐ καὶ ἔλαττον ἔσται, καὶ βαρύτερον ὂν κουφότερον, καὶ πρεσβύτερον ὂν νεώτερον, καὶ τἆλλα
168d
πάντα ὡσαύτως, ὅτιπερ ἂν τὴν ἑαυτοῦ δύναμιν πρὸς ἑαυτὸ ἔχῃ, οὐ καὶ ἐκείνην ἕξει τὴν οὐσίαν, πρὸς ἣν δύναμις αὐτοῦ ἦν; λέγω δὲ τὸ τοιόνδε· οἷον ἀκοή, φαμέν, οὐκ ἄλλου τινὸς ἦν ἀκοὴ φωνῆς· γάρ;
ναί.
οὐκοῦν εἴπερ αὐτὴ αὑτῆς ἀκούσεται, φωνὴν ἐχούσης ἑαυτῆς ἀκούσεται· οὐ γὰρ ἂν ἄλλως ἀκούσειεν.
πολλὴ ἀνάγκη.
καὶ ὄψις γέ που, ἄριστε, εἴπερ ὄψεται αὐτὴ ἑαυτήν, χρῶμά τι αὐτὴν ἀνάγκη ἔχειν· ἄχρων γὰρ ὄψις οὐδὲν ἂν
168e
μή ποτε ἴδῃ.
οὐ γὰρ οὖν.
ὁρᾷς οὖν, Κριτία, ὅτι ὅσα διεληλύθαμεν, τὰ μὲν αὐτῶν ἀδύνατα παντάπασι φαίνεται ἡμῖν, τὰ δʼ ἀπιστεῖται σφόδρα μή ποτʼ ἂν τὴν ἑαυτῶν δύναμιν πρὸς ἑαυτὰ σχεῖν; μεγέθη μὲν γὰρ καὶ πλήθη καὶ τὰ τοιαῦτα παντάπασιν ἀδύνατον· οὐχί;
πάνυ γε.

Tokens

αἰνιγματωδέστερον 1 w 17
δὲ 1 w 19
δή 1 w 21
ὡς 1 w 24
μάντις 1 w 30
λέγει 1 w 36
τὸ 1 w 39
γὰρ 1 w 42
Γνῶθι 1 w 47
σαυτόν 1 w 53
καὶ 1 w 56
τὸ 2 w 58
Σωφρόνει 1 w 66
ἔστιν 1 w 71
μὲν 1 w 74
ταὐτόν 1 w 80
ὡς 2 w 83
τὰ 1 w 85
γράμματά 1 w 93
φησιν 1 w 98
καὶ 2 w 101
ἐγώ 1 w 104
τάχα 1 w 109
δʼ 1 w 111
ἄν 1 w 113
τις 2 w 116
οἰηθείη 1 w 123
ἄλλο 1 w 127
εἶναι 1 w 132
1 w 134
δή 2 w 136
μοι 1 w 139
δοκοῦσιν 1 w 147
παθεῖν 1 w 153
καὶ 3 w 156
οἱ 1 w 158
τὰ 2 w 160
ὕστερον 1 w 167
γράμματα 1 w 175
ἀναθέντες 1 w 184
τό 3 w 187
τε 4 w 189
μηδὲν 1 w 194
ἄγαν 1 w 198
καὶ 4 w 201
τὸ 3 w 203
Ἐγγύη 1 w 208
πάρα 1 w 212
δʼ 2 w 214
ἄτη 1 w 217
καὶ 5 w 221
γὰρ 2 w 224
οὗτοι 1 w 229
συμβουλὴν 1 w 238
ᾠήθησαν 1 w 245
εἶναι 2 w 250
τὸ 4 w 252
Γνῶθι 2 w 257
σαυτόν 2 w 263
ἀλλʼ 1 w 268
οὐ 1 w 270
τῶν 1 w 273
εἰσιόντων 1 w 282
ἕνεκεν 1 w 288
ὑπὸ 1 w 291
τοῦ 1 w 294
θεοῦ 1 w 298
πρόσρησιν 1 w 307
εἶθʼ 1 w 312
ἵνα 1 w 315
δὴ 1 w 317
καὶ 6 w 320
σφεῖς 1 w 325
μηδὲν 2 w 330
ἧττον 1 w 335
συμβουλὰς 1 w 344
χρησίμους 1 w 353
ἀναθεῖεν 1 w 361
ταῦτα 1 w 367
γράψαντες 1 w 376
ἀνέθεσαν 1 w 384
οὗ 2 w 387
δὴ 2 w 389
οὖν 1 w 392
ἕνεκα 1 w 397
λέγω 1 w 401
1 w 403
Σώκρατες 1 w 411
ταῦτα 2 w 417
πάντα 1 w 422
τόδʼ 1 w 427
ἐστίν 1 w 432
τὰ 3 w 435
μὲν 2 w 438
ἔμπροσθέν 1 w 447
σοι 1 w 450
πάντα 2 w 455
ἀφίημι 1 w 461
ἴσως 1 w 466
μὲν 3 w 469
γάρ 1 w 472
τι 4 w 474
σὺ 1 w 476
ἔλεγες 1 w 482
περὶ 1 w 486
αὐτῶν 1 w 491
ὀρθότερον 1 w 500
ἴσως 2 w 505
δʼ 4 w 507
ἐγώ 2 w 510
σαφὲς 1 w 516
δʼ 5 w 518
οὐδὲν 1 w 523
πάνυ 1 w 527
ἦν 1 w 529
ὧν 1 w 531
ἐλέγομεν 1 w 539
νῦν 1 w 543
δʼ 6 w 545
ἐθέλω 1 w 550
τούτου 1 w 556
σοι 2 w 559
διδόναι 1 w 566
λόγον 1 w 571
εἰ 2 w 574
μὴ 1 w 576
ὁμολογεῖς 1 w 585
σωφροσύνην 1 w 595
εἶναι 3 w 600
τὸ 5 w 602
γιγνώσκειν 1 w 612
αὐτὸν 1 w 617
ἑαυτόν 1 w 623
ἀλλʼ 2 w 628
ἦν 2 w 631
δʼ 7 w 633
ἐγώ 3 w 636
2 w 638
Κριτία 1 w 644
σὺ 2 w 647
μὲν 4 w 650
ὡς 3 w 652
φάσκοντος 1 w 661
ἐμοῦ 1 w 665
εἰδέναι 1 w 672
περὶ 2 w 676
ὧν 2 w 678
ἐρωτῶ 1 w 683
προσφέρῃ 1 w 691
πρός 1 w 695
με 2 w 697
καὶ 7 w 701
ἐὰν 1 w 704
δὴ 3 w 706
βούλωμαι 1 w 714
ὁμολογήσοντός 1 w 728
σοι 3 w 731
τὸ 7 w 734
δʼ 8 w 736
οὐχ 1 w 739
οὕτως 1 w 744
ἔχει 1 w 748
ἀλλὰ 1 w 753
ζητῶ 1 w 757
γὰρ 3 w 760
μετὰ 1 w 764
σοῦ 1 w 767
ἀεὶ 1 w 770
τὸ 8 w 772
προτιθέμενον 1 w 784
διὰ 1 w 787
τὸ 9 w 789
μὴ 2 w 791
αὐτὸς 1 w 796
εἰδέναι 2 w 803
σκεψάμενος 1 w 814
οὖν 2 w 817
ἐθέλω 2 w 822
εἰπεῖν 1 w 828
εἴτε 1 w 832
ὁμολογῶ 1 w 839
εἴτε 2 w 843
μή 1 w 845
ἀλλʼ 3 w 850
ἐπίσχες 1 w 857
ἕως 1 w 860
ἂν 1 w 862
σκέψωμαι 1 w 870
σκόπει 1 w 877
δή 3 w 879
3 w 881
δʼ 9 w 883
ὅς 1 w 885
καὶ 8 w 889
γάρ 2 w 892
ἦν 3 w 895
δʼ 10 w 897
ἐγώ 4 w 900
σκοπῶ 1 w 906
εἰ 6 w 909
γὰρ 4 w 912
δὴ 4 w 914
γιγνώσκειν 2 w 924
γέ 1 w 926
τί 3 w 928
ἐστιν 1 w 933
1 w 934
σωφροσύνη 2 w 943
δῆλον 1 w 949
ὅτι 1 w 952
ἐπιστήμη 1 w 960
τις 3 w 963
ἂν 2 w 965
εἴη 1 w 968
καὶ 9 w 971
τινός 1 w 976
1 w 978
οὔ 1 w 980
ἔστιν 2 w 986
ἔφη 1 w 990
ἑαυτοῦ 1 w 997
γε 4 w 999
οὐκοῦν 1 w 1006
καὶ 10 w 1009
ἰατρική 1 w 1016
ἔφην 1 w 1021
ἐπιστήμη 2 w 1030
ἐστὶν 1 w 1035
τοῦ 3 w 1038
ὑγιεινοῦ 1 w 1046
πάνυ 2 w 1051
γε 5 w 1053
εἰ 7 w 1056
τοίνυν 1 w 1062
με 6 w 1064
ἔφην 2 w 1069
ἔροιο 1 w 1075
σύ 3 w 1077
ἰατρικὴ 1 w 1085
ὑγιεινοῦ 2 w 1093
ἐπιστήμη 3 w 1101
οὖσα 1 w 1105
τί 4 w 1107
ἡμῖν 1 w 1111
χρησίμη 1 w 1118
ἐστὶν 2 w 1123
καὶ 11 w 1126
τί 5 w 1128
ἀπεργάζεται 1 w 1139
εἴποιμʼ 1 w 1147
ἂν 3 w 1149
ὅτι 2 w 1152
οὐ 5 w 1154
σμικρὰν 1 w 1161
ὠφελίαν 1 w 1168
τὴν 1 w 1172
γὰρ 5 w 1175
ὑγίειαν 1 w 1182
καλὸν 1 w 1187
ἡμῖν 2 w 1191
ἔργον 1 w 1196
ἀπεργάζεται 2 w 1207
εἰ 8 w 1210
ἀποδέχῃ 1 w 1217
τοῦτο 1 w 1222
ἀποδέχομαι 1 w 1233
καὶ 12 w 1237
εἰ 9 w 1239
τοίνυν 2 w 1245
με 7 w 1247
ἔροιο 2 w 1252
τὴν 2 w 1255
οἰκοδομικήν 1 w 1266
ἐπιστήμην 1 w 1276
οὖσαν 1 w 1281
τοῦ 5 w 1284
οἰκοδομεῖν 1 w 1294
τί 6 w 1297
φημι 1 w 1301
ἔργον 2 w 1306
ἀπεργάζεσθαι 1 w 1318
εἴποιμʼ 2 w 1326
ἂν 4 w 1328
ὅτι 3 w 1331
οἰκήσεις 1 w 1339
ὡσαύτως 1 w 1347
δὲ 5 w 1349
καὶ 13 w 1352
τῶν 3 w 1355
ἄλλων 1 w 1360
τεχνῶν 1 w 1366
χρὴ 1 w 1370
οὖν 3 w 1373
καὶ 14 w 1376
σὲ 1 w 1378
ὑπὲρ 1 w 1382
τῆς 1 w 1385
σωφροσύνης 1 w 1395
ἐπειδὴ 1 w 1402
φῂς 1 w 1405
αὐτὴν 1 w 1410
ἑαυτοῦ 2 w 1416
ἐπιστήμην 2 w 1425
εἶναι 4 w 1430
ἔχειν 1 w 1436
εἰπεῖν 2 w 1442
ἐρωτηθέντα 1 w 1452
3 w 1454
Κριτία 2 w 1460
σωφροσύνη 4 w 1470
ἐπιστήμη 6 w 1479
οὖσα 3 w 1483
ἑαυτοῦ 3 w 1489
τί 8 w 1492
καλὸν 2 w 1497
ἡμῖν 3 w 1501
ἔργον 3 w 1506
ἀπεργάζεται 3 w 1517
καὶ 15 w 1520
ἄξιον 1 w 1525
τοῦ 8 w 1528
ὀνόματος 1 w 1536
ἴθι 1 w 1540
οὖν 4 w 1543
εἰπέ 1 w 1548
ἀλλʼ 4 w 1553
4 w 1555
Σώκρατες 2 w 1563
ἔφη 4 w 1567
οὐκ 2 w 1571
ὀρθῶς 1 w 1576
ζητεῖς 1 w 1582
οὐ 7 w 1585
γὰρ 6 w 1588
ὁμοία 1 w 1593
αὕτη 1 w 1597
πέφυκεν 1 w 1604
ταῖς 1 w 1608
ἄλλαις 1 w 1614
ἐπιστήμαις 1 w 1624
οὐδέ 1 w 1629
γε 6 w 1631
αἱ 1 w 1633
ἄλλαι 2 w 1638
ἀλλήλαις 1 w 1646
σὺ 3 w 1649
δʼ 11 w 1651
ὡς 4 w 1653
ὁμοίων 1 w 1659
οὐσῶν 1 w 1664
ποιῇ 1 w 1668
τὴν 4 w 1671
ζήτησιν 1 w 1678
ἐπεὶ 1 w 1683
λέγε 2 w 1687
μοι 2 w 1690
ἔφη 5 w 1694
τῆς 2 w 1698
λογιστικῆς 1 w 1708
τέχνης 1 w 1714
2 w 1715
τῆς 3 w 1718
γεωμετρικῆς 1 w 1729
τί 9 w 1731
ἐστιν 2 w 1736
τοιοῦτον 1 w 1744
ἔργον 4 w 1749
οἷον 1 w 1753
οἰκία 1 w 1758
οἰκοδομικῆς 1 w 1769
3 w 1770
ἱμάτιον 1 w 1777
ὑφαντικῆς 1 w 1786
4 w 1787
ἄλλα 3 w 1791
τοιαῦτʼ 1 w 1798
ἔργα 1 w 1802
1 w 1804
πολλὰ 1 w 1809
ἄν 2 w 1811
τις 4 w 1814
ἔχοι 1 w 1818
πολλῶν 1 w 1824
τεχνῶν 2 w 1830
δεῖξαι 1 w 1836
ἔχεις 1 w 1842
οὖν 5 w 1845
μοι 3 w 1848
καὶ 16 w 1851
σὺ 4 w 1853
τούτων 1 w 1859
τοιοῦτόν 1 w 1867
τι 18 w 1869
ἔργον 5 w 1874
δεῖξαι 2 w 1880
ἀλλʼ 5 w 1885
οὐχ 2 w 1888
ἕξεις 1 w 1893
καὶ 17 w 1897
ἐγὼ 1 w 1900
εἶπον 1 w 1905
ὅτι 4 w 1908
ἀληθῆ 1 w 1913
λέγεις 1 w 1919
ἀλλὰ 2 w 1924
τόδε 1 w 1928
σοι 4 w 1931
ἔχω 1 w 1934
δεῖξαι 3 w 1940
τίνος 1 w 1946
ἐστὶν 3 w 1951
ἐπιστήμη 7 w 1959
ἑκάστη 1 w 1965
τούτων 2 w 1971
τῶν 4 w 1974
ἐπιστημῶν 1 w 1983
2 w 1985
τυγχάνει 1 w 1993
ὂν 1 w 1995
ἄλλο 2 w 1999
αὐτῆς 1 w 2004
τῆς 5 w 2007
ἐπιστήμης 1 w 2016
οἷον 2 w 2021
5 w 2022
λογιστική 1 w 2031
ἐστίν 2 w 2036
που 1 w 2039
τοῦ 9 w 2042
ἀρτίου 1 w 2048
καὶ 18 w 2051
τοῦ 10 w 2054
περιττοῦ 1 w 2062
πλήθους 1 w 2070
ὅπως 1 w 2074
ἔχει 4 w 2078
πρὸς 1 w 2082
αὑτὰ 1 w 2086
καὶ 19 w 2089
πρὸς 2 w 2093
ἄλληλα 1 w 2099
5 w 2101
γάρ 3 w 2104
πάνυ 3 w 2109
γε 10 w 2111
ἔφη 6 w 2115
οὐκοῦν 2 w 2122
ἑτέρου 1 w 2128
ὄντος 1 w 2133
τοῦ 12 w 2136
περιττοῦ 2 w 2144
καὶ 20 w 2147
ἀρτίου 2 w 2153
αὐτῆς 2 w 2158
τῆς 7 w 2161
λογιστικῆς 2 w 2171
πῶς 1 w 2175
δʼ 12 w 2177
οὔ 2 w 2179
καὶ 21 w 2183
μὴν 1 w 2186
αὖ 1 w 2188
6 w 2189
στατικὴ 1 w 2196
τοῦ 14 w 2199
βαρυτέρου 1 w 2208
τε 14 w 2210
καὶ 22 w 2213
κουφοτέρου 1 w 2223
σταθμοῦ 1 w 2230
ἐστιν 3 w 2235
στατική 1 w 2242
ἕτερον 1 w 2249
δέ 7 w 2251
ἐστιν 4 w 2256
τὸ 11 w 2258
βαρύ 1 w 2262
τε 16 w 2264
καὶ 23 w 2267
κοῦφον 1 w 2273
τῆς 8 w 2276
στατικῆς 1 w 2284
αὐτῆς 3 w 2289
συγχωρεῖς 1 w 2299
ἔγωγε 1 w 2305
λέγε 4 w 2310
δή 4 w 2312
καὶ 24 w 2316
7 w 2317
σωφροσύνη 5 w 2326
τίνος 2 w 2331
ἐστὶν 4 w 2336
ἐπιστήμη 9 w 2344
3 w 2346
τυγχάνει 2 w 2354
ἕτερον 2 w 2360
ὂν 2 w 2362
αὐτῆς 4 w 2367
τῆς 11 w 2370
σωφροσύνης 2 w 2380
τοῦτό 1 w 2386
ἐστιν 5 w 2391
ἐκεῖνο 1 w 2397
ἔφη 7 w 2401
5 w 2403
Σώκρατες 3 w 2411
ἐπʼ 1 w 2415
αὐτὸ 3 w 2419
ἥκεις 1 w 2424
ἐρευνῶν 1 w 2431
τὸ 13 w 2433
1 w 2434
διαφέρει 1 w 2442
πασῶν 1 w 2447
τῶν 5 w 2450
ἐπιστημῶν 2 w 2459
8 w 2460
σωφροσύνη 7 w 2469
σὺ 5 w 2472
δὲ 6 w 2474
ὁμοιότητά 1 w 2483
τινα 1 w 2487
ζητεῖς 2 w 2493
αὐτῆς 5 w 2498
ταῖς 2 w 2502
ἄλλαις 2 w 2508
τὸ 14 w 2511
δʼ 13 w 2513
οὐκ 4 w 2516
ἔστιν 3 w 2521
οὕτως 2 w 2526
ἀλλʼ 6 w 2531
αἱ 2 w 2533
μὲν 5 w 2536
ἄλλαι 4 w 2541
πᾶσαι 1 w 2546
ἄλλου 1 w 2551
εἰσὶν 1 w 2556
ἐπιστῆμαι 1 w 2565
ἑαυτῶν 1 w 2572
δʼ 14 w 2574
οὔ 3 w 2576
9 w 2578
δὲ 7 w 2580
μόνη 1 w 2584
τῶν 7 w 2587
τε 20 w 2589
ἄλλων 2 w 2594
ἐπιστημῶν 3 w 2603
ἐπιστήμη 10 w 2611
ἐστὶ 5 w 2615
καὶ 25 w 2618
αὐτὴ 2 w 2622
ἑαυτῆς 1 w 2628
καὶ 26 w 2632
ταῦτά 1 w 2637
σε 2 w 2639
πολλοῦ 1 w 2645
δεῖ 4 w 2648
λεληθέναι 1 w 2657
ἀλλὰ 3 w 2662
γὰρ 7 w 2665
οἶμαι 1 w 2670
4 w 2671
ἄρτι 1 w 2675
οὐκ 5 w 2678
ἔφησθα 1 w 2684
ποιεῖν 1 w 2690
τοῦτο 2 w 2696
ποιεῖς 1 w 2702
ἐμὲ 1 w 2706
γὰρ 8 w 2709
ἐπιχειρεῖς 1 w 2719
ἐλέγχειν 1 w 2727
ἐάσας 1 w 2733
περὶ 3 w 2737
οὗ 3 w 2739
7 w 2740
λόγος 1 w 2745
ἐστίν 3 w 2750
οἷον 3 w 2755
ἦν 4 w 2758
δʼ 15 w 2760
ἐγώ 5 w 2763
ποιεῖς 2 w 2770
ἡγούμενος 1 w 2779
εἰ 13 w 2782
ὅτι 5 w 2785
μάλιστα 1 w 2792
σὲ 2 w 2794
ἐλέγχω 1 w 2800
ἄλλου 2 w 2806
τινὸς 1 w 2811
ἕνεκα 2 w 2816
ἐλέγχειν 2 w 2824
5 w 2825
οὗπερ 1 w 2830
ἕνεκα 3 w 2835
κἂν 1 w 2838
ἐμαυτὸν 1 w 2845
διερευνῴμην 1 w 2856
τί 16 w 2858
λέγω 2 w 2862
φοβούμενος 1 w 2873
μή 2 w 2875
ποτε 1 w 2879
λάθω 1 w 2883
οἰόμενος 1 w 2891
μέν 1 w 2894
τι 33 w 2896
εἰδέναι 3 w 2903
εἰδὼς 1 w 2909
δὲ 8 w 2911
μή 3 w 2913
καὶ 27 w 2917
νῦν 2 w 2920
δὴ 6 w 2922
οὖν 6 w 2925
ἔγωγέ 1 w 2930
φημι 2 w 2934
τοῦτο 3 w 2939
ποιεῖν 2 w 2945
τὸν 3 w 2949
λόγον 2 w 2954
σκοπεῖν 1 w 2961
μάλιστα 2 w 2968
μὲν 6 w 2971
ἐμαυτοῦ 1 w 2978
ἕνεκα 4 w 2983
ἴσως 3 w 2988
δὲ 9 w 2990
δὴ 7 w 2992
καὶ 28 w 2995
τῶν 8 w 2998
ἄλλων 3 w 3003
ἐπιτηδείων 1 w 3013
6 w 3015
οὐ 14 w 3017
κοινὸν 1 w 3023
οἴει 1 w 3027
ἀγαθὸν 1 w 3033
εἶναι 5 w 3038
σχεδόν 1 w 3044
τι 34 w 3046
πᾶσιν 1 w 3051
ἀνθρώποις 1 w 3060
γίγνεσθαι 1 w 3070
καταφανὲς 1 w 3079
ἕκαστον 1 w 3086
τῶν 9 w 3089
ὄντων 1 w 3094
ὅπῃ 1 w 3097
ἔχει 5 w 3101
καὶ 29 w 3105
μάλα 1 w 3109
7 w 3111
δʼ 16 w 3113
ὅς 2 w 3115
ἔγωγε 2 w 3121
6 w 3123
Σώκρατες 4 w 3131
θαρρῶν 1 w 3138
τοίνυν 3 w 3144
ἦν 5 w 3147
δʼ 17 w 3149
ἐγώ 6 w 3152
7 w 3154
μακάριε 1 w 3161
ἀποκρινόμενος 1 w 3175
τὸ 17 w 3177
ἐρωτώμενον 1 w 3187
ὅπῃ 2 w 3190
σοι 5 w 3193
φαίνεται 1 w 3201
ἔα 1 w 3204
χαίρειν 1 w 3211
εἴτε 3 w 3215
Κριτίας 1 w 3222
ἐστὶν 5 w 3227
εἴτε 4 w 3231
Σωκράτης 1 w 3239
8 w 3240
ἐλεγχόμενος 1 w 3251
ἀλλʼ 7 w 3256
αὐτῷ 1 w 3260
προσέχων 1 w 3268
τὸν 4 w 3271
νοῦν 1 w 3275
τῷ 2 w 3277
λόγῳ 1 w 3281
σκόπει 2 w 3287
ὅπῃ 3 w 3290
ποτὲ 1 w 3294
ἐκβήσεται 1 w 3303
ἐλεγχόμενος 2 w 3314
ἀλλά 1 w 3319
ἔφη 9 w 3323
ποιήσω 1 w 3330
οὕτω 3 w 3334
δοκεῖς 1 w 3341
γάρ 4 w 3344
μοι 5 w 3347
μέτρια 1 w 3353
λέγειν 1 w 3359
λέγε 6 w 3364
τοίνυν 4 w 3370
ἦν 6 w 3373
δʼ 18 w 3375
ἐγώ 7 w 3378
περὶ 4 w 3383
τῆς 14 w 3386
σωφροσύνης 3 w 3396
πῶς 2 w 3399
λέγεις 2 w 3405
λέγω 3 w 3410
τοίνυν 5 w 3416
10 w 3418
δʼ 19 w 3420
ὅς 3 w 3422
ὅτι 6 w 3426
μόνη 2 w 3430
τῶν 10 w 3433
ἄλλων 4 w 3438
ἐπιστημῶν 4 w 3447
αὐτή 1 w 3451
τε 25 w 3453
αὑτῆς 1 w 3458
ἐστιν 6 w 3463
καὶ 30 w 3466
τῶν 11 w 3469
ἄλλων 5 w 3474
ἐπιστημῶν 5 w 3483
ἐπιστήμη 11 w 3491
οὐκοῦν 3 w 3498
ἦν 7 w 3501
δʼ 20 w 3503
ἐγώ 8 w 3506
καὶ 31 w 3510
ἀνεπιστημοσύνης 1 w 3525
ἐπιστήμη 12 w 3533
ἂν 6 w 3535
εἴη 2 w 3538
εἴπερ 1 w 3544
καὶ 32 w 3547
ἐπιστήμης 2 w 3556
πάνυ 4 w 3561
γε 17 w 3563
ἔφη 10 w 3567
9 w 3569
ἄρα 1 w 3572
σώφρων 1 w 3578
μόνος 1 w 3583
αὐτός 1 w 3588
τε 26 w 3590
ἑαυτὸν 1 w 3596
γνώσεται 1 w 3604
καὶ 33 w 3607
οἷός 1 w 3611
τε 27 w 3613
ἔσται 1 w 3618
ἐξετάσαι 1 w 3626
τί 18 w 3628
τε 28 w 3630
τυγχάνει 3 w 3638
εἰδὼς 2 w 3643
καὶ 34 w 3646
τί 19 w 3648
μή 4 w 3650
καὶ 35 w 3654
τοὺς 1 w 3658
ἄλλους 1 w 3664
ὡσαύτως 2 w 3671
δυνατὸς 1 w 3678
ἔσται 2 w 3683
ἐπισκοπεῖν 1 w 3693
τί 20 w 3695
τις 5 w 3698
οἶδεν 1 w 3703
καὶ 36 w 3706
οἴεται 1 w 3712
εἴπερ 2 w 3718
οἶδεν 2 w 3723
καὶ 37 w 3727
τί 21 w 3729
αὖ 2 w 3731
οἴεται 2 w 3737
μὲν 7 w 3740
εἰδέναι 4 w 3747
οἶδεν 3 w 3753
δʼ 21 w 3755
οὔ 4 w 3757
τῶν 12 w 3761
δὲ 10 w 3763
ἄλλων 6 w 3768
οὐδείς 1 w 3774
καὶ 38 w 3778
ἔστιν 4 w 3783
δὴ 8 w 3785
τοῦτο 4 w 3790
τὸ 21 w 3792
σωφρονεῖν 1 w 3801
τε 29 w 3803
καὶ 39 w 3806
σωφροσύνη 9 w 3815
καὶ 40 w 3818
τὸ 22 w 3820
ἑαυτὸν 2 w 3826
αὐτὸν 2 w 3831
γιγνώσκειν 3 w 3841
τὸ 25 w 3844
εἰδέναι 5 w 3851
1 w 3852
τε 30 w 3854
οἶδεν 4 w 3859
καὶ 41 w 3862
2 w 3863
μὴ 4 w 3865
οἶδεν 5 w 3870
ἆρα 1 w 3874
ταῦτά 2 w 3879
ἐστιν 7 w 3884
3 w 3885
λέγεις 3 w 3891
ἔγωγʼ 1 w 3897
ἔφη 11 w 3901
πάλιν 1 w 3907
τοίνυν 6 w 3913
ἦν 8 w 3916
δʼ 22 w 3918
ἐγώ 9 w 3921
τὸ 26 w 3924
τρίτον 1 w 3930
τῷ 3 w 3932
σωτῆρι 1 w 3938
ὥσπερ 1 w 3944
ἐξ 2 w 3946
ἀρχῆς 1 w 3951
ἐπισκεψώμεθα 1 w 3963
πρῶτον 1 w 3969
μὲν 8 w 3972
εἰ 19 w 3974
δυνατόν 1 w 3981
ἐστιν 8 w 3986
τοῦτʼ 1 w 3991
εἶναι 6 w 3996
7 w 3997
οὔ 5 w 3999
τὸ 27 w 4002
4 w 4003
οἶδεν 6 w 4008
καὶ 42 w 4011
5 w 4012
μὴ 5 w 4014
οἶδεν 7 w 4019
εἰδέναι 6 w 4026
ὅτι 7 w 4029
οἶδε 8 w 4033
καὶ 43 w 4036
ὅτι 8 w 4039
οὐκ 7 w 4042
οἶδεν 8 w 4047
ἔπειτα 1 w 4054
εἰ 21 w 4056
ὅτι 9 w 4059
μάλιστα 3 w 4066
δυνατόν 2 w 4073
τίς 1 w 4077
ἂν 7 w 4079
εἴη 3 w 4082
ἡμῖν 4 w 4086
ὠφελία 2 w 4092
εἰδόσιν 1 w 4099
αὐτό 3 w 4103
ἀλλὰ 4 w 4108
χρή 1 w 4111
ἔφη 12 w 4115
σκοπεῖν 3 w 4123
ἴθι 2 w 4127
δή 5 w 4129
ἔφην 3 w 4134
ἐγώ 10 w 4137
8 w 4139
Κριτία 4 w 4145
σκέψαι 1 w 4152
ἐάν 1 w 4156
τι 44 w 4158
περὶ 5 w 4162
αὐτῶν 2 w 4167
εὐπορώτερος 1 w 4178
φανῇς 1 w 4183
ἐμοῦ 2 w 4187
ἐγὼ 2 w 4191
μὲν 9 w 4194
γὰρ 9 w 4197
ἀπορῶ 1 w 4202
1 w 4204
δὲ 11 w 4206
ἀπορῶ 2 w 4211
φράσω 1 w 4217
σοι 6 w 4220
πάνυ 5 w 4225
γʼ 2 w 4227
ἔφη 14 w 4231
ἄλλο 6 w 4236
τι 45 w 4238
οὖν 7 w 4241
ἦν 9 w 4244
δʼ 23 w 4246
ἐγώ 11 w 4249
πάντα 3 w 4255
ταῦτʼ 1 w 4260
ἂν 8 w 4262
εἴη 4 w 4265
εἰ 23 w 4268
ἔστιν 5 w 4273
ὅπερ 1 w 4277
σὺ 6 w 4279
νυνδὴ 1 w 4284
ἔλεγες 2 w 4290
μία 1 w 4294
τις 6 w 4297
ἐπιστήμη 14 w 4305
1 w 4307
οὐκ 8 w 4310
ἄλλου 4 w 4315
τινός 2 w 4320
ἐστιν 9 w 4325
8 w 4326
ἑαυτῆς 2 w 4332
τε 32 w 4334
καὶ 44 w 4337
τῶν 14 w 4340
ἄλλων 7 w 4345
ἐπιστημῶν 6 w 4354
ἐπιστήμη 15 w 4362
καὶ 45 w 4366
δὴ 10 w 4368
καὶ 46 w 4371
ἀνεπιστημοσύνης 2 w 4386
12 w 4387
αὐτὴ 3 w 4391
αὕτη 2 w 4395
πάνυ 6 w 4400
γε 20 w 4402
ἰδὲ 1 w 4406
δὴ 11 w 4408
ὡς 5 w 4410
ἄτοπον 1 w 4416
ἐπιχειροῦμεν 1 w 4428
9 w 4430
ἑταῖρε 1 w 4436
λέγειν 2 w 4443
ἐν 1 w 4446
ἄλλοις 1 w 4452
γάρ 5 w 4455
που 2 w 4458
τὸ 28 w 4460
αὐτὸ 5 w 4464
τοῦτο 5 w 4469
ἐὰν 2 w 4472
σκοπῇς 1 w 4478
δόξει 1 w 4484
σοι 7 w 4487
ὡς 6 w 4490
ἐγᾦμαι 1 w 4496
ἀδύνατον 1 w 4505
εἶναι 7 w 4510
πῶς 3 w 4514
δὴ 12 w 4516
καὶ 47 w 4519
ποῦ 1 w 4522
ἐν 2 w 4525
τοῖσδε 1 w 4531
ἐννόει 1 w 4538
γὰρ 10 w 4541
εἴ 13 w 4543
σοι 8 w 4546
δοκεῖ 2 w 4551
ὄψις 1 w 4555
τις 7 w 4558
εἶναι 8 w 4563
2 w 4565
ὧν 3 w 4567
μὲν 10 w 4570
αἱ 3 w 4572
ἄλλαι 5 w 4577
ὄψεις 1 w 4582
εἰσίν 1 w 4587
οὐκ 9 w 4591
ἔστιν 6 w 4596
τούτων 3 w 4602
ὄψις 2 w 4606
ἑαυτῆς 3 w 4613
δὲ 13 w 4615
καὶ 48 w 4618
τῶν 15 w 4621
ἄλλων 8 w 4626
ὄψεων 1 w 4631
ὄψις 3 w 4635
ἐστὶν 6 w 4640
καὶ 49 w 4643
μὴ 6 w 4645
ὄψεων 2 w 4650
ὡσαύτως 3 w 4657
καὶ 50 w 4661
χρῶμα 1 w 4666
μὲν 11 w 4669
ὁρᾷ 1 w 4672
οὐδὲν 2 w 4677
ὄψις 4 w 4681
οὖσα 4 w 4685
αὑτὴν 1 w 4691
δὲ 15 w 4693
καὶ 51 w 4696
τὰς 1 w 4699
ἄλλας 1 w 4704
ὄψεις 2 w 4709
δοκεῖ 3 w 4715
τίς 2 w 4718
σοι 9 w 4721
εἶναι 9 w 4726
τοιαύτη 1 w 4733
μὰ 1 w 4736
Δίʼ 1 w 4739
οὐκ 10 w 4742
ἔμοιγε 1 w 4748
τί 25 w 4751
δὲ 16 w 4753
ἀκοήν 1 w 4758
3 w 4760
φωνῆς 1 w 4765
μὲν 12 w 4768
οὐδεμιᾶς 1 w 4776
ἀκούει 1 w 4782
αὑτῆς 2 w 4788
δὲ 17 w 4790
καὶ 52 w 4793
τῶν 16 w 4796
ἄλλων 9 w 4801
ἀκοῶν 1 w 4806
ἀκούει 2 w 4812
καὶ 53 w 4815
τῶν 17 w 4818
μὴ 7 w 4820
ἀκοῶν 2 w 4825
οὐδὲ 3 w 4830
τοῦτο 6 w 4835
συλλήβδην 1 w 4845
δὴ 13 w 4847
σκόπει 3 w 4853
περὶ 6 w 4857
πασῶν 2 w 4862
τῶν 18 w 4865
αἰσθήσεων 1 w 4874
εἴ 14 w 4876
τίς 3 w 4879
σοι 10 w 4882
δοκεῖ 4 w 4887
εἶναι 10 w 4892
αἰσθήσεων 2 w 4901
μὲν 13 w 4904
αἴσθησις 1 w 4912
καὶ 54 w 4915
ἑαυτῆς 4 w 4921
ὧν 4 w 4924
δὲ 19 w 4926
δὴ 14 w 4928
αἱ 4 w 4930
ἄλλαι 6 w 4935
αἰσθήσεις 1 w 4944
αἰσθάνονται 1 w 4955
μηδενὸς 1 w 4963
αἰσθανομένη 1 w 4974
οὐκ 11 w 4978
ἔμοιγε 2 w 4984
ἀλλʼ 8 w 4989
ἐπιθυμία 1 w 4997
δοκεῖ 5 w 5002
τίς 4 w 5005
σοι 11 w 5008
εἶναι 11 w 5013
ἥτις 1 w 5018
ἡδονῆς 1 w 5024
μὲν 14 w 5027
οὐδεμιᾶς 2 w 5035
ἐστὶν 7 w 5040
ἐπιθυμία 2 w 5048
αὑτῆς 3 w 5054
δὲ 20 w 5056
καὶ 55 w 5059
τῶν 19 w 5062
ἄλλων 10 w 5067
ἐπιθυμιῶν 1 w 5076
οὐ 26 w 5079
δῆτα 1 w 5083
οὐδὲ 4 w 5088
μὴν 2 w 5091
βούλησις 1 w 5099
ὡς 7 w 5102
ἐγᾦμαι 2 w 5108
4 w 5110
ἀγαθὸν 2 w 5116
μὲν 15 w 5119
οὐδὲν 3 w 5124
βούλεται 1 w 5132
αὑτὴν 2 w 5138
δὲ 23 w 5140
καὶ 56 w 5143
τὰς 2 w 5146
ἄλλας 2 w 5151
βουλήσεις 1 w 5160
βούλεται 2 w 5168
οὐ 29 w 5171
γὰρ 11 w 5174
οὖν 8 w 5177
ἔρωτα 1 w 5183
δὲ 24 w 5185
φαίης 1 w 5190
ἄν 3 w 5192
τινα 2 w 5196
εἶναι 12 w 5201
τοιοῦτον 2 w 5209
ὃς 1 w 5212
τυγχάνει 4 w 5220
ὢν 1 w 5222
ἔρως 1 w 5226
καλοῦ 1 w 5231
μὲν 16 w 5234
οὐδενός 1 w 5241
αὑτοῦ 1 w 5247
δὲ 25 w 5249
καὶ 57 w 5252
τῶν 20 w 5255
ἄλλων 11 w 5260
ἐρώτων 1 w 5266
οὔκ 1 w 5270
ἔφη 15 w 5274
ἔγωγε 3 w 5280
φόβον 1 w 5286
δὲ 26 w 5288
ἤδη 1 w 5291
τινὰ 1 w 5295
κατανενόηκας 1 w 5307
ὃς 2 w 5310
ἑαυτὸν 3 w 5316
μὲν 17 w 5319
καὶ 58 w 5322
τοὺς 2 w 5326
ἄλλους 2 w 5332
φόβους 1 w 5338
φοβεῖται 1 w 5346
τῶν 21 w 5350
δεινῶν 1 w 5356
δʼ 24 w 5358
οὐδὲ 6 w 5362
ἓν 1 w 5364
φοβεῖται 2 w 5372
οὐ 32 w 5375
κατανενόηκα 2 w 5386
ἔφη 16 w 5390
δόξαν 1 w 5396
δὲ 28 w 5398
δοξῶν 1 w 5403
δόξαν 2 w 5408
καὶ 59 w 5411
αὑτῆς 4 w 5416
ὧν 5 w 5419
δὲ 29 w 5421
αἱ 5 w 5423
ἄλλαι 7 w 5428
δοξάζουσιν 1 w 5438
μηδὲν 3 w 5443
δοξάζουσαν 1 w 5453
οὐδαμῶς 1 w 5461
ἀλλʼ 9 w 5466
ἐπιστήμην 3 w 5475
ὡς 8 w 5478
ἔοικεν 1 w 5484
φαμέν 1 w 5490
τινα 3 w 5494
εἶναι 13 w 5499
τοιαύτην 1 w 5507
ἥτις 2 w 5512
μαθήματος 1 w 5521
μὲν 18 w 5524
οὐδενός 2 w 5531
ἐστιν 10 w 5536
ἐπιστήμη 17 w 5544
αὑτῆς 5 w 5550
δὲ 31 w 5552
καὶ 60 w 5555
τῶν 22 w 5558
ἄλλων 12 w 5563
ἐπιστημῶν 7 w 5572
ἐπιστήμη 18 w 5580
φαμὲν 1 w 5586
γάρ 6 w 5589
οὐκοῦν 4 w 5596
ἄτοπον 2 w 5602
εἰ 25 w 5605
ἄρα 2 w 5608
καὶ 61 w 5611
ἔστιν 7 w 5616
μηδὲν 4 w 5622
γάρ 7 w 5625
πω 2 w 5627
διισχυριζώμεθα 1 w 5641
ὡς 9 w 5643
οὐκ 13 w 5646
ἔστιν 8 w 5651
ἀλλʼ 10 w 5656
εἰ 26 w 5658
ἔστιν 9 w 5663
ἔτι 1 w 5666
σκοπῶμεν 1 w 5674
ὀρθῶς 2 w 5680
λέγεις 4 w 5686
φέρε 2 w 5691
δή 6 w 5693
ἔστι 10 w 5698
μὲν 20 w 5701
αὕτη 3 w 5705
14 w 5706
ἐπιστήμη 19 w 5714
τινὸς 2 w 5719
ἐπιστήμη 20 w 5727
καὶ 62 w 5731
ἔχει 6 w 5735
τινὰ 2 w 5739
τοιαύτην 2 w 5747
δύναμιν 1 w 5754
ὥστε 1 w 5758
τινὸς 3 w 5763
εἶναι 14 w 5768
14 w 5770
γάρ 8 w 5773
πάνυ 7 w 5778
γε 26 w 5780
καὶ 63 w 5784
γὰρ 12 w 5787
τὸ 31 w 5789
μεῖζόν 1 w 5795
φαμεν 1 w 5800
τοιαύτην 3 w 5808
τινὰ 3 w 5812
ἔχειν 2 w 5817
δύναμιν 2 w 5824
ὥστε 2 w 5829
τινὸς 4 w 5834
εἶναι 15 w 5839
μεῖζον 1 w 5845
ἔχει 8 w 5850
γάρ 9 w 5853
οὐκοῦν 5 w 5860
ἐλάττονός 1 w 5869
τινος 1 w 5874
εἴπερ 3 w 5880
ἔσται 3 w 5885
μεῖζον 2 w 5891
ἀνάγκη 1 w 5898
εἰ 27 w 5901
οὖν 9 w 5904
τι 69 w 5906
εὕροιμεν 1 w 5914
μεῖζον 3 w 5920
7 w 5922
τῶν 23 w 5925
μὲν 21 w 5928
μειζόνων 1 w 5936
ἐστὶν 8 w 5941
μεῖζον 4 w 5947
καὶ 64 w 5950
ἑαυτοῦ 4 w 5956
ὧν 6 w 5959
δὲ 33 w 5961
τἆλλα 1 w 5966
μείζω 1 w 5971
ἐστὶν 9 w 5976
μηδενὸς 2 w 5983
μεῖζον 5 w 5989
πάντως 1 w 5996
ἄν 4 w 5998
που 3 w 6001
ἐκεῖνό 1 w 6007
γʼ 3 w 6009
αὐτῷ 2 w 6013
ὑπάρχοι 1 w 6020
εἴπερ 4 w 6026
ἑαυτοῦ 5 w 6032
μεῖζον 6 w 6038
εἴη 5 w 6041
καὶ 65 w 6045
ἔλαττον 1 w 6052
ἑαυτοῦ 6 w 6058
εἶναι 16 w 6063
9 w 6065
οὔ 7 w 6067
πολλὴ 1 w 6073
ἀνάγκη 2 w 6079
ἔφη 17 w 6083
10 w 6085
Σώκρατες 5 w 6093
οὐκοῦν 6 w 6100
καὶ 66 w 6103
εἴ 18 w 6105
τι 70 w 6107
διπλάσιόν 1 w 6116
ἐστιν 11 w 6121
τῶν 24 w 6124
τε 36 w 6126
ἄλλων 13 w 6131
διπλασίων 1 w 6140
καὶ 67 w 6143
ἑαυτοῦ 7 w 6149
ἡμίσεος 1 w 6157
δήπου 1 w 6162
ὄντος 2 w 6167
ἑαυτοῦ 8 w 6173
τε 37 w 6175
καὶ 68 w 6178
τῶν 25 w 6181
ἄλλων 14 w 6186
διπλάσιον 1 w 6195
ἂν 9 w 6197
εἴη 6 w 6200
οὐ 39 w 6203
γάρ 10 w 6206
ἐστίν 4 w 6211
που 5 w 6214
ἄλλου 6 w 6219
διπλάσιον 2 w 6228
10 w 6229
ἡμίσεος 2 w 6236
ἀληθῆ 2 w 6242
πλέον 1 w 6248
δὲ 34 w 6250
αὑτοῦ 2 w 6255
ὂν 3 w 6257
οὐ 40 w 6259
καὶ 69 w 6262
ἔλαττον 2 w 6269
ἔσται 4 w 6274
καὶ 70 w 6278
βαρύτερον 1 w 6287
ὂν 4 w 6289
κουφότερον 1 w 6299
καὶ 71 w 6303
πρεσβύτερον 1 w 6314
ὂν 5 w 6316
νεώτερον 1 w 6324
καὶ 72 w 6328
τἆλλα 2 w 6333
πάντα 4 w 6338
ὡσαύτως 4 w 6345
ὅτιπερ 1 w 6352
ἂν 10 w 6354
τὴν 7 w 6357
ἑαυτοῦ 9 w 6363
δύναμιν 3 w 6370
πρὸς 3 w 6374
ἑαυτὸ 4 w 6379
ἔχῃ 1 w 6382
οὐ 41 w 6385
καὶ 73 w 6388
ἐκείνην 1 w 6395
ἕξει 2 w 6399
τὴν 8 w 6402
οὐσίαν 1 w 6408
πρὸς 4 w 6413
ἣν 1 w 6415
17 w 6416
δύναμις 1 w 6423
αὐτοῦ 1 w 6428
ἦν 10 w 6430
λέγω 4 w 6435
δὲ 35 w 6437
τὸ 33 w 6439
τοιόνδε 1 w 6446
οἷον 4 w 6451
18 w 6452
ἀκοή 2 w 6456
φαμέν 2 w 6462
οὐκ 16 w 6466
ἄλλου 7 w 6471
τινὸς 5 w 6476
ἦν 11 w 6478
ἀκοὴ 1 w 6482
11 w 6483
φωνῆς 2 w 6488
17 w 6490
γάρ 11 w 6493
ναί 1 w 6497
οὐκοῦν 7 w 6504
εἴπερ 5 w 6509
αὐτὴ 4 w 6513
αὑτῆς 6 w 6518
ἀκούσεται 1 w 6527
φωνὴν 1 w 6533
ἐχούσης 1 w 6540
ἑαυτῆς 5 w 6546
ἀκούσεται 2 w 6555
οὐ 45 w 6558
γὰρ 13 w 6561
ἂν 11 w 6563
ἄλλως 1 w 6568
ἀκούσειεν 1 w 6577
πολλὴ 2 w 6583
ἀνάγκη 3 w 6589
καὶ 74 w 6593
19 w 6594
ὄψις 5 w 6598
γέ 3 w 6600
που 6 w 6603
11 w 6605
ἄριστε 1 w 6611
εἴπερ 6 w 6617
ὄψεται 1 w 6623
αὐτὴ 5 w 6627
ἑαυτήν 1 w 6633
χρῶμά 1 w 6639
τι 74 w 6641
αὐτὴν 2 w 6646
ἀνάγκη 4 w 6652
ἔχειν 3 w 6657
ἄχρων 1 w 6663
γὰρ 14 w 6666
ὄψις 6 w 6670
οὐδὲν 4 w 6675
ἂν 12 w 6677
μή 5 w 6679
ποτε 2 w 6683
ἴδῃ 1 w 6686
οὐ 47 w 6689
γὰρ 15 w 6692
οὖν 10 w 6695
ὁρᾷς 1 w 6700
οὖν 11 w 6703
12 w 6705
Κριτία 5 w 6711
ὅτι 11 w 6715
ὅσα 1 w 6718
διεληλύθαμεν 1 w 6730
τὰ 8 w 6733
μὲν 22 w 6736
αὐτῶν 3 w 6741
ἀδύνατα 1 w 6748
παντάπασι 1 w 6757
φαίνεται 2 w 6765
ἡμῖν 5 w 6769
τὰ 9 w 6772
δʼ 25 w 6774
ἀπιστεῖται 1 w 6784
σφόδρα 1 w 6790
μή 6 w 6792
ποτʼ 1 w 6796
ἂν 13 w 6798
τὴν 10 w 6801
ἑαυτῶν 2 w 6807
δύναμιν 4 w 6814
πρὸς 5 w 6818
ἑαυτὰ 1 w 6823
σχεῖν 1 w 6828
μεγέθη 1 w 6835
μὲν 23 w 6838
γὰρ 16 w 6841
καὶ 75 w 6844
πλήθη 1 w 6849
καὶ 76 w 6852
τὰ 11 w 6854
τοιαῦτα 1 w 6861
παντάπασιν 1 w 6871
ἀδύνατον 2 w 6879
12 w 6881
οὐχί 1 w 6885
πάνυ 8 w 6890
γε 27 w 6892