Scaife ATLAS

CTS Library / Φαῖδρος

Φαῖδρος (272-276)

urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:272-276
Refs {'start': {'reference': '272', 'human_reference': 'Section 272'}, 'end': {'reference': '276', 'human_reference': 'Section 276'}}
Ancestors []
Children []
prev
plain textXML
next

ΣΩ. ὅταν δὲ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφʼ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι
272
272a
οὗτός ἐστι καὶ αὕτη φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά οἱ, προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, ταῦτα δʼ ἤδη πάντα ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη μάθῃ λόγων, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι, καλῶς τε καὶ τελέως ἐστὶν τέχνη ἀπειργασμένη, πρότερον δʼ οὔ· ἀλλʼ ὅτι ἂν αὐτῶν τις
272b
ἐλλείπῃ λέγων διδάσκων γράφων, φῇ δὲ τέχνῃ λέγειν, μὴ πειθόμενος κρατεῖ. τί δὴ οὖν; φήσει ἴσως συγγραφεύς, Φαῖδρέ τε καὶ Σώκρατες, δοκεῖ οὕτως; μὴ ἄλλως πως ἀποδεκτέον λεγομένης λόγων τέχνης;

ΦΑΙ. ἀδύνατόν που, Σώκρατες, ἄλλως· καίτοι οὐ σμικρόν γε φαίνεται ἔργον.

ΣΩ. ἀληθῆ λέγεις. τούτου τοι ἕνεκα χρὴ πάντας τοὺς λόγους ἄνω καὶ κάτω μεταστρέφοντα ἐπισκοπεῖν εἴ τίς πῃ
272c
ῥᾴων καὶ βραχυτέρα φαίνεται ἐπʼ αὐτὴν ὁδός, ἵνα μὴ μάτην πολλὴν ἀπίῃ καὶ τραχεῖαν, ἐξὸν ὀλίγην τε καὶ λείαν. ἀλλʼ εἴ τινά πῃ βοήθειαν ἔχεις ἐπακηκοὼς Λυσίου τινος ἄλλου, πειρῶ λέγειν ἀναμιμνῃσκόμενος.

ΦΑΙ. ἕνεκα μὲν πείρας ἔχοιμʼ ἄν, ἀλλʼ οὔτι νῦν γʼ οὕτως ἔχω.

ΣΩ. βούλει οὖν ἐγώ τινʼ εἴπω λόγον ὃν τῶν περὶ ταῦτά τινων ἀκήκοα;

ΦΑΙ. τί μήν;

ΣΩ. λέγεται γοῦν, Φαῖδρε, δίκαιον εἶναι καὶ τὸ τοῦ λύκου εἰπεῖν.

272d
ΦΑΙ. καὶ σύ γε οὕτω ποίει.

ΣΩ. φασὶ τοίνυν οὐδὲν οὕτω ταῦτα δεῖν σεμνύνειν οὐδʼ ἀνάγειν ἄνω μακρὰν περιβαλλομένους· παντάπασι γάρ, καὶ κατʼ ἀρχὰς εἴπομεν τοῦδε τοῦ λόγου, ὅτι οὐδὲν ἀληθείας μετέχειν δέοι δικαίων ἀγαθῶν πέρι πραγμάτων, καὶ ἀνθρώπων γε τοιούτων φύσει ὄντων τροφῇ, τὸν μέλλοντα ἱκανῶς ῥητορικὸν ἔσεσθαι. τὸ παράπαν γὰρ οὐδὲν ἐν τοῖς δικαστηρίοις τούτων ἀληθείας μέλειν οὐδενί, ἀλλὰ τοῦ πιθανοῦ·
272e
τοῦτο δʼ εἶναι τὸ εἰκός, δεῖν προσέχειν τὸν μέλλοντα τέχνῃ ἐρεῖν. οὐδὲ γὰρ αὐτὰ τὰ πραχθέντα δεῖν λέγειν ἐνίοτε, ἐὰν μὴ εἰκότως πεπραγμένα, ἀλλὰ τὰ εἰκότα, ἔν τε κατηγορίᾳ καὶ ἀπολογίᾳ, καὶ πάντως λέγοντα τὸ δὴ εἰκὸς διωκτέον εἶναι, πολλὰ εἰπόντα χαίρειν τῷ ἀληθεῖ· τοῦτο γὰρ διὰ
273
273a
παντὸς τοῦ λόγου γιγνόμενον τὴν ἅπασαν τέχνην πορίζειν.

ΦΑΙ. αὐτά γε, Σώκρατες, διελήλυθας λέγουσιν οἱ περὶ τοὺς λόγους τεχνικοὶ προσποιούμενοι εἶναι· ἀνεμνήσθην γὰρ ὅτι ἐν τῷ πρόσθεν βραχέως τοῦ τοιούτου ἐφηψάμεθα, δοκεῖ δὲ τοῦτο πάμμεγα εἶναι τοῖς περὶ ταῦτα.

ΣΩ. ἀλλὰ μὴν τόν γε Τεισίαν αὐτὸν πεπάτηκας ἀκριβῶς· εἰπέτω τοίνυν καὶ τόδε ἡμῖν Τεισίας, μή τι ἄλλο λέγει
273b
τὸ εἰκὸς τὸ τῷ πλήθει δοκοῦν.

ΦΑΙ. τί γὰρ ἄλλο;

ΣΩ. τοῦτο δή, ὡς ἔοικε, σοφὸν εὑρὼν ἅμα καὶ τεχνικὸν ἔγραψεν ὡς ἐάν τις ἀσθενὴς καὶ ἀνδρικὸς ἰσχυρὸν καὶ δειλὸν συγκόψας, ἱμάτιον τι ἄλλο ἀφελόμενος, εἰς δικαστήριον ἄγηται, δεῖ δὴ τἀληθὲς μηδέτερον λέγειν, ἀλλὰ τὸν μὲν δειλὸν μὴ ὑπὸ μόνου φάναι τοῦ ἀνδρικοῦ συγκεκόφθαι, τὸν δὲ τοῦτο μὲν ἐλέγχειν ὡς μόνω ἤστην, ἐκείνῳ δὲ καταχρήσασθαι
273c
τῷ
πῶς δʼ ἂν ἐγὼ τοιόσδε τοιῷδε ἐπεχείρησα;
δʼ οὐκ ἐρεῖ δὴ τὴν ἑαυτοῦ κάκην, ἀλλά τι ἄλλο ψεύδεσθαι ἐπιχειρῶν τάχʼ ἂν ἔλεγχόν πῃ παραδοίη τῷ ἀντιδίκῳ. καὶ περὶ τἆλλα δὴ τοιαῦτʼ ἄττα ἐστὶ τὰ τέχνῃ λεγόμενα. οὐ γάρ, Φαῖδρε;

ΦΑΙ. τί μήν;

ΣΩ. φεῦ, δεινῶς γʼ ἔοικεν ἀποκεκρυμμένην τέχνην ἀνευρεῖν Τεισίας ἄλλος ὅστις δή ποτʼ ὢν τυγχάνει καὶ ὁπόθεν χαίρει ὀνομαζόμενος. ἀτάρ, ἑταῖρε, τούτῳ ἡμεῖς πότερον λέγωμεν μὴ

273d
ΦΑΙ. τὸ ποῖον;

ΣΩ. ὅτι, Τεισία, πάλαι ἡμεῖς, πρὶν καὶ σὲ παρελθεῖν, τυγχάνομεν λέγοντες ὡς ἄρα τοῦτο τὸ εἰκὸς τοῖς πολλοῖς διʼ ὁμοιότητα τοῦ ἀληθοῦς τυγχάνει ἐγγιγνόμενον· τὰς δὲ ὁμοιότητας ἄρτι διήλθομεν ὅτι πανταχοῦ τὴν ἀλήθειαν εἰδὼς κάλλιστα ἐπίσταται εὑρίσκειν. ὥστʼ εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιμεν ἄν· εἰ δὲ μή, οἷς νυνδὴ διήλθομεν πεισόμεθα, ὡς ἐὰν μή τις τῶν τε ἀκουσομένων
273e
τὰς φύσεις διαριθμήσηται, καὶ κατʼ εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ μιᾷ ἰδέᾳ δυνατὸς καθʼ ἓν ἕκαστον περιλαμβάνειν, οὔ ποτʼ ἔσται τεχνικὸς λόγων πέρι καθʼ ὅσον δυνατὸν ἀνθρώπῳ. ταῦτα δὲ οὐ μή ποτε κτήσηται ἄνευ πολλῆς πραγματείας· ἣν οὐχ ἕνεκα τοῦ λέγειν καὶ πράττειν πρὸς ἀνθρώπους δεῖ διαπονεῖσθαι τὸν σώφρονα, ἀλλὰ τοῦ θεοῖς κεχαρισμένα μὲν λέγειν δύνασθαι, κεχαρισμένως δὲ πράττειν τὸ πᾶν εἰς δύναμιν.

ΣΩ. οὐ γὰρ δὴ ἄρα, Τεισία, φασὶν οἱ σοφώτεροι ἡμῶν, ὁμοδούλοις δεῖ χαρίζεσθαι
274
274a
μελετᾶν τὸν νοῦν ἔχοντα, ὅτι μὴ πάρεργον, ἀλλὰ δεσπόταις ἀγαθοῖς τε καὶ ἐξ ἀγαθῶν. ὥστʼ εἰ μακρὰ περίοδος, μὴ θαυμάσῃς· μεγάλων γὰρ ἕνεκα περιιτέον, οὐχ ὡς σὺ δοκεῖς. ἔσται μήν, ὡς λόγος φησίν, ἐάν τις ἐθέλῃ, καὶ ταῦτα κάλλιστα ἐξ ἐκείνων γιγνόμενα.

ΦΑΙ. παγκάλως ἔμοιγε δοκεῖ λέγεσθαι, Σώκρατες, εἴπερ οἷός τέ τις εἴη.

ΣΩ. ἀλλὰ καὶ ἐπιχειροῦντί τοι τοῖς καλοῖς καλὸν καὶ
274b
πάσχειν ὅτι ἄν τῳ συμβῇ παθεῖν.

ΦΑΙ. καὶ μάλα.

ΣΩ. οὐκοῦν τὸ μὲν τέχνης τε καὶ ἀτεχνίας λόγων πέρι ἱκανῶς ἐχέτω.

ΦΑΙ. τί μήν;

ΣΩ. τὸ δʼ εὐπρεπείας δὴ γραφῆς πέρι καὶ ἀπρεπείας, πῇ γιγνόμενον καλῶς ἂν ἔχοι καὶ ὅπῃ ἀπρεπῶς, λοιπόν. γάρ;

ΦΑΙ. ναί.

ΣΩ. οἶσθʼ οὖν ὅπῃ μάλιστα θεῷ χαριῇ λόγων πέρι πράττων λέγων;

ΦΑΙ. οὐδαμῶς· σὺ δέ;

274c
ΣΩ. ἀκοήν γʼ ἔχω λέγειν τῶν προτέρων, τὸ δʼ ἀληθὲς αὐτοὶ ἴσασιν. εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί, ἆρά γʼ ἂν ἔθʼ ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων;

ΦΑΙ. γελοῖον ἤρου· ἀλλʼ φῂς ἀκηκοέναι λέγε.

ΣΩ. ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ ὄρνεον ἱερὸν δὴ καλοῦσιν Ἶβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ. τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ
274d
γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα. βασιλέως δʼ αὖ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου ἣν οἱ Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα, παρὰ τοῦτον ἐλθὼν Θεὺθ τὰς τέχνας ἐπέδειξεν, καὶ ἔφη δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις· δὲ ἤρετο ἥντινα ἑκάστη ἔχοι ὠφελίαν, διεξιόντος δέ, ὅτι καλῶς μὴ
274e
καλῶς δοκοῖ λέγειν, τὸ μὲν ἔψεγεν, τὸ δʼ ἐπῄνει. πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπʼ ἀμφότερα Θαμοῦν τῷ Θεὺθ λέγεται ἀποφήνασθαι, λόγος πολὺς ἂν εἴη διελθεῖν· ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν, τοῦτο δέ, βασιλεῦ, τὸ μάθημα, ἔφη Θεύθ, σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει· μνήμης τε γὰρ καὶ σοφίας φάρμακον ηὑρέθη.

ΣΩ. δʼ εἶπεν· τεχνικώτατε Θεύθ, ἄλλος μὲν τεκεῖν δυνατὸς τὰ τέχνης, ἄλλος δὲ κρῖναι τίνʼ ἔχει μοῖραν βλάβης τε καὶ ὠφελίας τοῖς μέλλουσι χρῆσθαι· καὶ νῦν
275
275a
σύ, πατὴρ ὢν γραμμάτων, διʼ εὔνοιαν τοὐναντίον εἶπες δύναται. τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς παρέξει μνήμης ἀμελετησίᾳ, ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπʼ ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφʼ αὑτῶν ἀναμιμνῃσκομένους· οὔκουν μνήμης ἀλλὰ ὑπομνήσεως φάρμακον ηὗρες. σοφίας δὲ τοῖς μαθηταῖς δόξαν, οὐκ ἀλήθειαν πορίζεις· πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώμονες
275b
εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ τὸ πλῆθος ὄντες, καὶ χαλεποὶ συνεῖναι, δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν.

ΦΑΙ. Σώκρατες, ῥᾳδίως σὺ Αἰγυπτίους καὶ ὁποδαποὺς ἂν ἐθέλῃς λόγους ποιεῖς.

ΣΩ. οἱ δέ γʼ, φίλε, ἐν τῷ τοῦ Διὸς τοῦ Δωδωναίου ἱερῷ δρυὸς λόγους ἔφησαν μαντικοὺς πρώτους γενέσθαι. τοῖς μὲν οὖν τότε, ἅτε οὐκ οὖσι σοφοῖς ὥσπερ ὑμεῖς οἱ νέοι, ἀπέχρη δρυὸς καὶ πέτρας ἀκούειν ὑπʼ εὐηθείας, εἰ μόνον
275c
ἀληθῆ λέγοιεν· σοὶ δʼ ἴσως διαφέρει τίς λέγων καὶ ποδαπός. οὐ γὰρ ἐκεῖνο μόνον σκοπεῖς, εἴτε οὕτως εἴτε ἄλλως ἔχει;

ΦΑΙ. ὀρθῶς ἐπέπληξας, καί μοι δοκεῖ περὶ γραμμάτων ἔχειν ᾗπερ Θηβαῖος λέγει.

ΣΩ. οὐκοῦν τέχνην οἰόμενος ἐν γράμμασι καταλιπεῖν, καὶ αὖ παραδεχόμενος ὥς τι σαφὲς καὶ βέβαιον ἐκ γραμμάτων ἐσόμενον, πολλῆς ἂν εὐηθείας γέμοι καὶ τῷ ὄντι τὴν Ἄμμωνος μαντείαν ἀγνοοῖ, πλέον τι οἰόμενος εἶναι λόγους
275d
γεγραμμένους τοῦ τὸν εἰδότα ὑπομνῆσαι περὶ ὧν ἂν τὰ γεγραμμένα.

ΦΑΙ. ὀρθότατα.

ΣΩ. δεινὸν γάρ που, Φαῖδρε, τοῦτʼ ἔχει γραφή, καὶ ὡς ἀληθῶς ὅμοιον ζωγραφίᾳ. καὶ γὰρ τὰ ἐκείνης ἔκγονα ἕστηκε μὲν ὡς ζῶντα, ἐὰν δʼ ἀνέρῃ τι, σεμνῶς πάνυ σιγᾷ. ταὐτὸν δὲ καὶ οἱ λόγοι· δόξαις μὲν ἂν ὥς τι φρονοῦντας αὐτοὺς λέγειν, ἐὰν δέ τι ἔρῃ τῶν λεγομένων βουλόμενος μαθεῖν, ἕν τι σημαίνει μόνον ταὐτὸν ἀεί. ὅταν δὲ ἅπαξ
275e
γραφῇ, κυλινδεῖται μὲν πανταχοῦ πᾶς λόγος ὁμοίως παρὰ τοῖς ἐπαΐουσιν, ὡς δʼ αὕτως παρʼ οἷς οὐδὲν προσήκει, καὶ οὐκ ἐπίσταται λέγειν οἷς δεῖ γε καὶ μή. πλημμελούμενος δὲ καὶ οὐκ ἐν δίκῃ λοιδορηθεὶς τοῦ πατρὸς ἀεὶ δεῖται βοηθοῦ· αὐτὸς γὰρ οὔτʼ ἀμύνασθαι οὔτε βοηθῆσαι δυνατὸς αὑτῷ.

ΦΑΙ. καὶ ταῦτά σοι ὀρθότατα εἴρηται.

276
276a
ΣΩ. τί δʼ; ἄλλον ὁρῶμεν λόγον τούτου ἀδελφὸν γνήσιον, τῷ τρόπῳ τε γίγνεται, καὶ ὅσῳ ἀμείνων καὶ δυνατώτερος τούτου φύεται;

ΦΑΙ. τίνα τοῦτον καὶ πῶς λέγεις γιγνόμενον;

ΣΩ. ὃς μετʼ ἐπιστήμης γράφεται ἐν τῇ τοῦ μανθάνοντος ψυχῇ, δυνατὸς μὲν ἀμῦναι ἑαυτῷ, ἐπιστήμων δὲ λέγειν τε καὶ σιγᾶν πρὸς οὓς δεῖ.

ΦΑΙ. τὸν τοῦ εἰδότος λόγον λέγεις ζῶντα καὶ ἔμψυχον, οὗ γεγραμμένος εἴδωλον ἄν τι λέγοιτο δικαίως.

276b
ΣΩ. παντάπασι μὲν οὖν. τόδε δή μοι εἰπέ· νοῦν ἔχων γεωργός, ὧν σπερμάτων κήδοιτο καὶ ἔγκαρπα βούλοιτο γενέσθαι, πότερα σπουδῇ ἂν θέρους εἰς Ἀδώνιδος κήπους ἀρῶν χαίροι θεωρῶν καλοὺς ἐν ἡμέραισιν ὀκτὼ γιγνομένους, ταῦτα μὲν δὴ παιδιᾶς τε καὶ ἑορτῆς χάριν δρῴη ἄν, ὅτε καὶ ποιοῖ· ἐφʼ οἷς δὲ ἐσπούδακεν, τῇ γεωργικῇ χρώμενος ἂν τέχνῃ, σπείρας εἰς τὸ προσῆκον, ἀγαπῴη ἂν ἐν ὀγδόῳ μηνὶ ὅσα ἔσπειρεν τέλος λαβόντα;

276c
ΦΑΙ. οὕτω που, Σώκρατες, τὰ μὲν σπουδῇ, τὰ δὲ ὡς ἑτέρως ἂν λέγεις ποιοῖ.

ΣΩ. τὸν δὲ δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν ἐπιστήμας ἔχοντα τοῦ γεωργοῦ φῶμεν ἧττον νοῦν ἔχειν εἰς τὰ ἑαυτοῦ σπέρματα;

ΦΑΙ. ἥκιστά γε.

ΣΩ. οὐκ ἄρα σπουδῇ αὐτὰ ἐν ὕδατι γράψει μέλανι σπείρων διὰ καλάμου μετὰ λόγων ἀδυνάτων μὲν αὑτοῖς λόγῳ βοηθεῖν, ἀδυνάτων δὲ ἱκανῶς τἀληθῆ διδάξαι.

ΦΑΙ. οὔκουν δὴ τό γʼ εἰκός.

276d
ΣΩ. οὐ γάρ· ἀλλὰ τοὺς μὲν ἐν γράμμασι κήπους, ὡς ἔοικε, παιδιᾶς χάριν σπερεῖ τε καὶ γράψει, ὅταν δὲ γράφῃ, ἑαυτῷ τε ὑπομνήματα θησαυριζόμενος, εἰς τὸ λήθης γῆρας ἐὰν ἵκηται, καὶ παντὶ τῷ ταὐτὸν ἴχνος μετιόντι, ἡσθήσεταί τε αὐτοὺς θεωρῶν φυομένους ἁπαλούς· ὅταν δὲ ἄλλοι παιδιαῖς ἄλλαις χρῶνται, συμποσίοις τε ἄρδοντες αὑτοὺς ἑτέροις τε ὅσα τούτων ἀδελφά, τότʼ ἐκεῖνος, ὡς ἔοικεν, ἀντὶ τούτων οἷς λέγω παίζων διάξει.

276e
ΦΑΙ. παγκάλην λέγεις παρὰ φαύλην παιδιάν, Σώκρατες, τοῦ ἐν λόγοις δυναμένου παίζειν, δικαιοσύνης τε καὶ ἄλλων ὧν λέγεις πέρι μυθολογοῦντα.

Tokens

ΣΩ 1 w 2
ὅταν 1 w 7
δὲ 1 w 9
εἰπεῖν 1 w 15
τε 1 w 17
ἱκανῶς 1 w 23
ἔχῃ 1 w 26
οἷος 1 w 30
ὑφʼ 1 w 33
οἵων 1 w 37
πείθεται 1 w 45
παραγιγνόμενόν 1 w 60
τε 2 w 62
δυνατὸς 1 w 69
1 w 70
διαισθανόμενος 1 w 84
ἑαυτῷ 1 w 89
ἐνδείκνυσθαι 1 w 101
ὅτι 1 w 104
οὗτός 1 w 109
ἐστι 1 w 113
καὶ 1 w 116
αὕτη 1 w 120
1 w 121
φύσις 1 w 126
περὶ 1 w 130
ἧς 1 w 132
τότε 1 w 136
ἦσαν 1 w 140
οἱ 1 w 142
λόγοι 1 w 147
νῦν 1 w 151
ἔργῳ 1 w 155
παροῦσά 1 w 162
οἱ 2 w 164
1 w 166
προσοιστέον 1 w 177
τούσδε 1 w 183
ὧδε 1 w 186
τοὺς 1 w 190
λόγους 1 w 196
ἐπὶ 1 w 199
τὴν 1 w 202
τῶνδε 1 w 207
πειθώ 1 w 212
ταῦτα 1 w 218
δʼ 1 w 220
ἤδη 1 w 223
πάντα 1 w 228
ἔχοντι 1 w 234
προσλαβόντι 1 w 246
καιροὺς 1 w 253
τοῦ 1 w 256
πότε 1 w 260
λεκτέον 1 w 267
καὶ 2 w 270
ἐπισχετέον 1 w 280
βραχυλογίας 1 w 292
τε 5 w 294
αὖ 1 w 296
καὶ 3 w 299
ἐλεινολογίας 1 w 311
καὶ 4 w 314
δεινώσεως 1 w 323
ἑκάστων 1 w 330
τε 6 w 332
ὅσα 1 w 335
ἂν 1 w 337
εἴδη 1 w 341
μάθῃ 1 w 345
λόγων 1 w 350
τούτων 1 w 357
τὴν 2 w 360
εὐκαιρίαν 1 w 369
τε 7 w 371
καὶ 5 w 374
ἀκαιρίαν 1 w 382
διαγνόντι 1 w 391
καλῶς 1 w 397
τε 8 w 399
καὶ 6 w 402
τελέως 1 w 408
ἐστὶν 1 w 413
2 w 414
τέχνη 1 w 419
ἀπειργασμένη 1 w 431
πρότερον 1 w 440
δʼ 2 w 442
οὔ 1 w 444
ἀλλʼ 1 w 449
ὅτι 2 w 452
ἂν 2 w 454
αὐτῶν 1 w 459
τις 1 w 462
ἐλλείπῃ 1 w 469
λέγων 1 w 474
1 w 475
διδάσκων 1 w 483
2 w 484
γράφων 1 w 490
φῇ 1 w 493
δὲ 2 w 495
τέχνῃ 1 w 500
λέγειν 1 w 506
1 w 508
μὴ 1 w 510
πειθόμενος 1 w 520
κρατεῖ 1 w 526
τί 1 w 529
δὴ 1 w 531
οὖν 1 w 534
φήσει 1 w 540
ἴσως 1 w 544
2 w 545
συγγραφεύς 1 w 555
1 w 557
Φαῖδρέ 1 w 563
τε 12 w 565
καὶ 7 w 568
Σώκρατες 1 w 576
δοκεῖ 1 w 582
οὕτως 1 w 587
μὴ 2 w 590
ἄλλως 1 w 595
πως 1 w 598
ἀποδεκτέον 1 w 608
λεγομένης 1 w 617
λόγων 2 w 622
τέχνης 1 w 628
ΦΑΙ 1 w 632
ἀδύνατόν 1 w 641
που 1 w 644
2 w 646
Σώκρατες 2 w 654
ἄλλως 2 w 660
καίτοι 1 w 667
οὐ 1 w 669
σμικρόν 1 w 676
γε 2 w 678
φαίνεται 1 w 686
ἔργον 1 w 691
ΣΩ 2 w 694
ἀληθῆ 1 w 700
λέγεις 1 w 706
τούτου 1 w 713
τοι 2 w 716
ἕνεκα 1 w 721
χρὴ 1 w 724
πάντας 1 w 730
τοὺς 2 w 734
λόγους 2 w 740
ἄνω 1 w 743
καὶ 8 w 746
κάτω 1 w 750
μεταστρέφοντα 1 w 763
ἐπισκοπεῖν 1 w 773
εἴ 2 w 775
τίς 1 w 778
πῃ 2 w 780
ῥᾴων 1 w 784
καὶ 9 w 787
βραχυτέρα 1 w 796
φαίνεται 2 w 804
ἐπʼ 1 w 807
αὐτὴν 1 w 812
ὁδός 1 w 816
ἵνα 1 w 820
μὴ 3 w 822
μάτην 1 w 827
πολλὴν 1 w 833
ἀπίῃ 1 w 837
καὶ 10 w 840
τραχεῖαν 1 w 848
ἐξὸν 1 w 853
ὀλίγην 1 w 859
τε 15 w 861
καὶ 11 w 864
λείαν 1 w 869
ἀλλʼ 2 w 874
εἴ 3 w 876
τινά 1 w 880
πῃ 3 w 882
βοήθειαν 1 w 890
ἔχεις 1 w 895
ἐπακηκοὼς 1 w 904
Λυσίου 1 w 910
2 w 911
τινος 1 w 916
ἄλλου 1 w 921
πειρῶ 1 w 927
λέγειν 2 w 933
ἀναμιμνῃσκόμενος 1 w 949
ΦΑΙ 2 w 953
ἕνεκα 2 w 959
μὲν 1 w 962
πείρας 1 w 968
ἔχοιμʼ 1 w 974
ἄν 2 w 976
ἀλλʼ 3 w 981
οὔτι 1 w 985
νῦν 2 w 988
γʼ 1 w 990
οὕτως 2 w 995
ἔχω 1 w 998
ΣΩ 3 w 1001
βούλει 1 w 1008
οὖν 2 w 1011
ἐγώ 1 w 1014
τινʼ 1 w 1018
εἴπω 1 w 1022
λόγον 1 w 1027
ὃν 1 w 1029
τῶν 3 w 1032
περὶ 2 w 1036
ταῦτά 1 w 1041
τινων 1 w 1046
ἀκήκοα 1 w 1052
ΦΑΙ 3 w 1056
τί 3 w 1059
μήν 1 w 1062
ΣΩ 4 w 1065
λέγεται 1 w 1073
γοῦν 1 w 1077
3 w 1079
Φαῖδρε 1 w 1085
δίκαιον 1 w 1093
εἶναι 1 w 1098
καὶ 12 w 1101
τὸ 2 w 1103
τοῦ 2 w 1106
λύκου 1 w 1111
εἰπεῖν 2 w 1117
ΦΑΙ 4 w 1121
καὶ 13 w 1125
σύ 1 w 1127
γε 6 w 1129
οὕτω 3 w 1133
ποίει 1 w 1138
ΣΩ 5 w 1141
φασὶ 1 w 1146
τοίνυν 1 w 1152
οὐδὲν 1 w 1157
οὕτω 4 w 1161
ταῦτα 2 w 1166
δεῖν 1 w 1170
σεμνύνειν 1 w 1179
οὐδʼ 1 w 1183
ἀνάγειν 1 w 1190
ἄνω 2 w 1193
μακρὰν 1 w 1199
περιβαλλομένους 1 w 1214
παντάπασι 1 w 1224
γάρ 1 w 1227
2 w 1229
καὶ 14 w 1232
κατʼ 1 w 1236
ἀρχὰς 1 w 1241
εἴπομεν 1 w 1248
τοῦδε 1 w 1253
τοῦ 4 w 1256
λόγου 3 w 1261
ὅτι 3 w 1265
οὐδὲν 2 w 1270
ἀληθείας 1 w 1278
μετέχειν 1 w 1286
δέοι 1 w 1290
δικαίων 1 w 1297
3 w 1298
ἀγαθῶν 1 w 1304
πέρι 1 w 1308
πραγμάτων 1 w 1317
4 w 1319
καὶ 15 w 1322
ἀνθρώπων 1 w 1330
γε 8 w 1332
τοιούτων 1 w 1340
φύσει 1 w 1345
ὄντων 1 w 1350
5 w 1351
τροφῇ 1 w 1356
τὸν 1 w 1360
μέλλοντα 1 w 1368
ἱκανῶς 2 w 1374
ῥητορικὸν 1 w 1383
ἔσεσθαι 1 w 1390
τὸ 4 w 1393
παράπαν 1 w 1400
γὰρ 1 w 1403
οὐδὲν 3 w 1408
ἐν 2 w 1410
τοῖς 1 w 1414
δικαστηρίοις 1 w 1426
τούτων 2 w 1432
ἀληθείας 2 w 1440
μέλειν 1 w 1446
οὐδενί 1 w 1452
ἀλλὰ 1 w 1457
τοῦ 5 w 1460
πιθανοῦ 1 w 1467
τοῦτο 1 w 1473
δʼ 4 w 1475
εἶναι 2 w 1480
τὸ 5 w 1482
εἰκός 1 w 1487
1 w 1489
δεῖν 2 w 1493
προσέχειν 1 w 1502
τὸν 2 w 1505
μέλλοντα 2 w 1513
τέχνῃ 2 w 1518
ἐρεῖν 1 w 1523
οὐδὲ 4 w 1528
γὰρ 2 w 1531
αὐτὰ 1 w 1535
τὰ 2 w 1537
πραχθέντα 1 w 1546
δεῖν 3 w 1550
λέγειν 3 w 1556
ἐνίοτε 1 w 1562
ἐὰν 1 w 1566
μὴ 4 w 1568
εἰκότως 1 w 1575
2 w 1576
πεπραγμένα 1 w 1586
ἀλλὰ 2 w 1591
τὰ 3 w 1593
εἰκότα 1 w 1599
ἔν 1 w 1602
τε 17 w 1604
κατηγορίᾳ 1 w 1613
καὶ 16 w 1616
ἀπολογίᾳ 1 w 1624
καὶ 17 w 1628
πάντως 1 w 1634
λέγοντα 1 w 1641
τὸ 7 w 1643
δὴ 2 w 1645
εἰκὸς 1 w 1650
διωκτέον 1 w 1658
εἶναι 3 w 1663
πολλὰ 1 w 1669
εἰπόντα 1 w 1676
χαίρειν 1 w 1683
τῷ 2 w 1685
ἀληθεῖ 1 w 1691
τοῦτο 2 w 1697
γὰρ 3 w 1700
διὰ 1 w 1703
παντὸς 1 w 1709
τοῦ 8 w 1712
λόγου 4 w 1717
γιγνόμενον 1 w 1727
τὴν 4 w 1730
ἅπασαν 1 w 1736
τέχνην 1 w 1742
πορίζειν 1 w 1750
ΦΑΙ 5 w 1754
αὐτά 1 w 1759
γε 10 w 1761
4 w 1763
Σώκρατες 3 w 1771
διελήλυθας 1 w 1782
1 w 1783
λέγουσιν 1 w 1791
οἱ 3 w 1793
περὶ 3 w 1797
τοὺς 3 w 1801
λόγους 3 w 1807
τεχνικοὶ 1 w 1815
προσποιούμενοι 1 w 1829
εἶναι 4 w 1834
ἀνεμνήσθην 1 w 1845
γὰρ 4 w 1848
ὅτι 4 w 1851
ἐν 4 w 1853
τῷ 3 w 1855
πρόσθεν 1 w 1862
βραχέως 1 w 1869
τοῦ 9 w 1872
τοιούτου 1 w 1880
ἐφηψάμεθα 1 w 1889
δοκεῖ 2 w 1895
δὲ 7 w 1897
τοῦτο 3 w 1902
πάμμεγα 1 w 1909
εἶναι 5 w 1914
τοῖς 2 w 1918
περὶ 4 w 1922
ταῦτα 3 w 1927
ΣΩ 6 w 1930
ἀλλὰ 3 w 1935
μὴν 1 w 1938
τόν 2 w 1941
γε 11 w 1943
Τεισίαν 1 w 1950
αὐτὸν 1 w 1955
πεπάτηκας 1 w 1964
ἀκριβῶς 1 w 1971
εἰπέτω 1 w 1978
τοίνυν 2 w 1984
καὶ 18 w 1987
τόδε 1 w 1991
ἡμῖν 1 w 1995
4 w 1996
Τεισίας 1 w 2003
μή 2 w 2006
τι 15 w 2008
ἄλλο 2 w 2012
λέγει 5 w 2017
τὸ 10 w 2019
εἰκὸς 2 w 2024
6 w 2025
τὸ 11 w 2027
τῷ 4 w 2029
πλήθει 1 w 2035
δοκοῦν 1 w 2041
ΦΑΙ 6 w 2045
τί 4 w 2048
γὰρ 5 w 2051
ἄλλο 3 w 2055
ΣΩ 7 w 2058
τοῦτο 4 w 2064
δή 1 w 2066
ὡς 1 w 2069
ἔοικε 1 w 2074
σοφὸν 1 w 2080
εὑρὼν 1 w 2085
ἅμα 1 w 2088
καὶ 19 w 2091
τεχνικὸν 1 w 2099
ἔγραψεν 1 w 2106
ὡς 2 w 2108
ἐάν 1 w 2111
τις 2 w 2114
ἀσθενὴς 1 w 2121
καὶ 20 w 2124
ἀνδρικὸς 1 w 2132
ἰσχυρὸν 1 w 2139
καὶ 21 w 2142
δειλὸν 1 w 2148
συγκόψας 1 w 2156
ἱμάτιον 1 w 2164
3 w 2165
τι 18 w 2167
ἄλλο 4 w 2171
ἀφελόμενος 1 w 2181
εἰς 1 w 2185
δικαστήριον 1 w 2196
ἄγηται 1 w 2202
δεῖ 4 w 2206
δὴ 3 w 2208
τἀληθὲς 1 w 2215
μηδέτερον 1 w 2224
λέγειν 4 w 2230
ἀλλὰ 4 w 2235
τὸν 4 w 2238
μὲν 2 w 2241
δειλὸν 2 w 2247
μὴ 6 w 2249
ὑπὸ 1 w 2252
μόνου 1 w 2257
φάναι 1 w 2262
τοῦ 12 w 2265
ἀνδρικοῦ 1 w 2273
συγκεκόφθαι 1 w 2284
τὸν 5 w 2288
δὲ 8 w 2290
τοῦτο 5 w 2295
μὲν 3 w 2298
ἐλέγχειν 1 w 2306
ὡς 3 w 2308
μόνω 1 w 2312
ἤστην 1 w 2317
ἐκείνῳ 1 w 2324
δὲ 9 w 2326
καταχρήσασθαι 1 w 2339
τῷ 5 w 2341
πῶς 1 w 2344
δʼ 5 w 2346
ἂν 3 w 2348
ἐγὼ 1 w 2351
τοιόσδε 1 w 2358
τοιῷδε 1 w 2364
ἐπεχείρησα 1 w 2374
5 w 2376
δʼ 6 w 2378
οὐκ 1 w 2381
ἐρεῖ 2 w 2385
δὴ 4 w 2387
τὴν 5 w 2390
ἑαυτοῦ 1 w 2396
κάκην 1 w 2401
ἀλλά 1 w 2406
τι 19 w 2408
ἄλλο 5 w 2412
ψεύδεσθαι 1 w 2421
ἐπιχειρῶν 1 w 2430
τάχʼ 1 w 2434
ἂν 4 w 2436
ἔλεγχόν 1 w 2443
πῃ 4 w 2445
παραδοίη 1 w 2453
τῷ 6 w 2455
ἀντιδίκῳ 1 w 2463
καὶ 22 w 2467
περὶ 5 w 2471
τἆλλα 1 w 2476
δὴ 5 w 2478
τοιαῦτʼ 1 w 2485
ἄττα 1 w 2489
ἐστὶ 2 w 2493
τὰ 4 w 2495
τέχνῃ 3 w 2500
λεγόμενα 1 w 2508
οὐ 9 w 2511
γάρ 2 w 2514
5 w 2516
Φαῖδρε 2 w 2522
ΦΑΙ 7 w 2526
τί 5 w 2529
μήν 2 w 2532
ΣΩ 8 w 2535
φεῦ 1 w 2539
δεινῶς 1 w 2546
γʼ 2 w 2548
ἔοικεν 1 w 2554
ἀποκεκρυμμένην 1 w 2568
τέχνην 2 w 2574
ἀνευρεῖν 1 w 2582
6 w 2583
Τεισίας 2 w 2590
7 w 2591
ἄλλος 1 w 2596
ὅστις 1 w 2601
δή 2 w 2603
ποτʼ 1 w 2607
ὢν 1 w 2609
τυγχάνει 1 w 2617
καὶ 23 w 2620
ὁπόθεν 1 w 2626
χαίρει 2 w 2632
ὀνομαζόμενος 1 w 2644
ἀτάρ 1 w 2649
6 w 2651
ἑταῖρε 1 w 2657
τούτῳ 1 w 2663
ἡμεῖς 1 w 2668
πότερον 1 w 2675
λέγωμεν 1 w 2682
8 w 2683
μὴ 7 w 2685
ΦΑΙ 8 w 2689
τὸ 14 w 2692
ποῖον 1 w 2697
ΣΩ 9 w 2700
ὅτι 5 w 2704
7 w 2706
Τεισία 4 w 2712
πάλαι 1 w 2718
ἡμεῖς 2 w 2723
πρὶν 1 w 2728
καὶ 24 w 2731
σὲ 1 w 2733
παρελθεῖν 1 w 2742
τυγχάνομεν 1 w 2753
λέγοντες 1 w 2761
ὡς 4 w 2763
ἄρα 1 w 2766
τοῦτο 6 w 2771
τὸ 15 w 2773
εἰκὸς 3 w 2778
τοῖς 3 w 2782
πολλοῖς 1 w 2789
διʼ 1 w 2792
ὁμοιότητα 1 w 2801
τοῦ 16 w 2804
ἀληθοῦς 1 w 2811
τυγχάνει 2 w 2819
ἐγγιγνόμενον 1 w 2831
τὰς 1 w 2835
δὲ 10 w 2837
ὁμοιότητας 1 w 2847
ἄρτι 1 w 2851
διήλθομεν 1 w 2860
ὅτι 6 w 2863
πανταχοῦ 1 w 2871
10 w 2872
τὴν 6 w 2875
ἀλήθειαν 1 w 2883
εἰδὼς 1 w 2888
κάλλιστα 1 w 2896
ἐπίσταται 1 w 2905
εὑρίσκειν 1 w 2914
ὥστʼ 1 w 2919
εἰ 13 w 2921
μὲν 4 w 2924
ἄλλο 7 w 2928
τι 25 w 2930
περὶ 6 w 2934
τέχνης 2 w 2940
λόγων 3 w 2945
λέγεις 2 w 2951
ἀκούοιμεν 1 w 2961
ἄν 4 w 2963
εἰ 14 w 2966
δὲ 11 w 2968
μή 4 w 2970
οἷς 1 w 2974
νυνδὴ 1 w 2979
διήλθομεν 2 w 2988
πεισόμεθα 1 w 2997
ὡς 5 w 3000
ἐὰν 2 w 3003
μή 5 w 3005
τις 4 w 3008
τῶν 4 w 3011
τε 24 w 3013
ἀκουσομένων 1 w 3024
τὰς 2 w 3027
φύσεις 1 w 3033
διαριθμήσηται 1 w 3046
καὶ 25 w 3050
κατʼ 2 w 3054
εἴδη 2 w 3058
τε 25 w 3060
διαιρεῖσθαι 1 w 3071
τὰ 7 w 3073
ὄντα 1 w 3077
καὶ 26 w 3080
μιᾷ 1 w 3083
ἰδέᾳ 1 w 3087
δυνατὸς 2 w 3094
3 w 3095
καθʼ 1 w 3099
ἓν 1 w 3101
ἕκαστον 1 w 3108
περιλαμβάνειν 1 w 3121
οὔ 3 w 3124
ποτʼ 2 w 3128
ἔσται 1 w 3133
τεχνικὸς 1 w 3141
λόγων 4 w 3146
πέρι 2 w 3150
καθʼ 2 w 3154
ὅσον 1 w 3158
δυνατὸν 1 w 3165
ἀνθρώπῳ 1 w 3172
ταῦτα 4 w 3178
δὲ 12 w 3180
οὐ 10 w 3182
μή 7 w 3184
ποτε 1 w 3188
κτήσηται 1 w 3196
ἄνευ 1 w 3200
πολλῆς 1 w 3206
πραγματείας 1 w 3217
ἣν 1 w 3220
οὐχ 1 w 3223
ἕνεκα 3 w 3228
τοῦ 17 w 3231
λέγειν 5 w 3237
καὶ 27 w 3240
πράττειν 1 w 3248
πρὸς 1 w 3252
ἀνθρώπους 1 w 3261
δεῖ 5 w 3264
διαπονεῖσθαι 1 w 3276
τὸν 7 w 3279
σώφρονα 1 w 3286
ἀλλὰ 5 w 3291
τοῦ 18 w 3294
θεοῖς 1 w 3299
κεχαρισμένα 1 w 3310
μὲν 5 w 3313
λέγειν 6 w 3319
δύνασθαι 1 w 3327
κεχαρισμένως 1 w 3340
δὲ 13 w 3342
πράττειν 2 w 3350
τὸ 19 w 3352
πᾶν 1 w 3355
εἰς 2 w 3358
δύναμιν 1 w 3365
ΣΩ 10 w 3368
οὐ 12 w 3371
γὰρ 6 w 3374
δὴ 7 w 3376
ἄρα 2 w 3379
8 w 3381
Τεισία 5 w 3387
φασὶν 1 w 3393
οἱ 4 w 3395
σοφώτεροι 1 w 3404
ἡμῶν 1 w 3408
ὁμοδούλοις 1 w 3419
δεῖ 6 w 3422
χαρίζεσθαι 1 w 3432
μελετᾶν 1 w 3439
τὸν 8 w 3442
νοῦν 1 w 3446
ἔχοντα 1 w 3452
ὅτι 7 w 3456
μὴ 8 w 3458
πάρεργον 1 w 3466
ἀλλὰ 6 w 3471
δεσπόταις 1 w 3480
ἀγαθοῖς 1 w 3487
τε 32 w 3489
καὶ 28 w 3492
ἐξ 2 w 3494
ἀγαθῶν 2 w 3500
ὥστʼ 2 w 3505
εἰ 16 w 3507
μακρὰ 2 w 3512
7 w 3513
περίοδος 1 w 3521
μὴ 9 w 3524
θαυμάσῃς 1 w 3532
μεγάλων 1 w 3540
γὰρ 7 w 3543
ἕνεκα 4 w 3548
περιιτέον 1 w 3557
οὐχ 2 w 3561
ὡς 6 w 3563
σὺ 1 w 3565
δοκεῖς 1 w 3571
ἔσται 2 w 3577
μήν 3 w 3580
ὡς 7 w 3583
12 w 3584
λόγος 1 w 3589
φησίν 1 w 3594
ἐάν 2 w 3598
τις 5 w 3601
ἐθέλῃ 1 w 3606
καὶ 29 w 3610
ταῦτα 5 w 3615
κάλλιστα 2 w 3623
ἐξ 3 w 3625
ἐκείνων 1 w 3632
γιγνόμενα 1 w 3641
ΦΑΙ 9 w 3645
παγκάλως 1 w 3654
ἔμοιγε 1 w 3660
δοκεῖ 4 w 3665
λέγεσθαι 1 w 3673
9 w 3675
Σώκρατες 4 w 3683
εἴπερ 1 w 3689
οἷός 1 w 3693
τέ 17 w 3695
τις 6 w 3698
εἴη 1 w 3701
ΣΩ 11 w 3704
ἀλλὰ 7 w 3709
καὶ 30 w 3712
ἐπιχειροῦντί 1 w 3724
τοι 8 w 3727
τοῖς 4 w 3731
καλοῖς 1 w 3737
καλὸν 1 w 3742
καὶ 31 w 3745
πάσχειν 1 w 3752
ὅτι 8 w 3755
ἄν 6 w 3757
τῳ 2 w 3759
συμβῇ 1 w 3764
παθεῖν 1 w 3770
ΦΑΙ 10 w 3774
καὶ 32 w 3778
μάλα 1 w 3782
ΣΩ 12 w 3785
οὐκοῦν 1 w 3792
τὸ 21 w 3794
μὲν 6 w 3797
τέχνης 3 w 3803
τε 34 w 3805
καὶ 33 w 3808
ἀτεχνίας 1 w 3816
λόγων 5 w 3821
πέρι 3 w 3825
ἱκανῶς 3 w 3831
ἐχέτω 1 w 3836
ΦΑΙ 11 w 3840
τί 7 w 3843
μήν 4 w 3846
ΣΩ 13 w 3849
τὸ 22 w 3852
δʼ 7 w 3854
εὐπρεπείας 1 w 3864
δὴ 8 w 3866
γραφῆς 1 w 3872
πέρι 4 w 3876
καὶ 34 w 3879
ἀπρεπείας 1 w 3888
πῇ 1 w 3891
γιγνόμενον 3 w 3901
καλῶς 2 w 3906
ἂν 5 w 3908
ἔχοι 2 w 3912
καὶ 35 w 3915
ὅπῃ 1 w 3918
ἀπρεπῶς 1 w 3925
λοιπόν 1 w 3932
2 w 3934
γάρ 3 w 3937
ΦΑΙ 12 w 3941
ναί 1 w 3945
ΣΩ 14 w 3948
οἶσθʼ 1 w 3954
οὖν 3 w 3957
ὅπῃ 2 w 3960
μάλιστα 1 w 3967
θεῷ 1 w 3970
χαριῇ 1 w 3975
λόγων 6 w 3980
πέρι 5 w 3984
πράττων 1 w 3991
9 w 3992
λέγων 2 w 3997
ΦΑΙ 13 w 4001
οὐδαμῶς 1 w 4009
σὺ 2 w 4012
δέ 4 w 4014
ΣΩ 15 w 4017
ἀκοήν 1 w 4023
γʼ 3 w 4025
ἔχω 2 w 4028
λέγειν 7 w 4034
τῶν 5 w 4037
προτέρων 1 w 4045
τὸ 23 w 4048
δʼ 8 w 4050
ἀληθὲς 2 w 4056
αὐτοὶ 1 w 4061
ἴσασιν 1 w 4067
εἰ 17 w 4070
δὲ 14 w 4072
τοῦτο 7 w 4077
εὕροιμεν 1 w 4085
αὐτοί 1 w 4090
ἆρά 1 w 4094
γʼ 4 w 4096
ἂν 6 w 4098
ἔθʼ 1 w 4101
ἡμῖν 2 w 4105
μέλοι 1 w 4110
τι 31 w 4112
τῶν 6 w 4115
ἀνθρωπίνων 1 w 4125
δοξασμάτων 1 w 4135
ΦΑΙ 14 w 4139
γελοῖον 1 w 4147
ἤρου 1 w 4151
ἀλλʼ 4 w 4156
2 w 4157
φῂς 1 w 4160
ἀκηκοέναι 1 w 4169
λέγε 13 w 4173
ΣΩ 16 w 4176
ἤκουσα 1 w 4183
τοίνυν 3 w 4189
περὶ 7 w 4193
Ναύκρατιν 1 w 4202
τῆς 1 w 4205
Αἰγύπτου 1 w 4213
γενέσθαι 1 w 4221
τῶν 7 w 4224
ἐκεῖ 1 w 4228
παλαιῶν 1 w 4235
τινα 1 w 4239
θεῶν 1 w 4243
οὗ 2 w 4246
καὶ 36 w 4249
τὸ 24 w 4251
ὄρνεον 1 w 4257
ἱερὸν 1 w 4262
3 w 4263
δὴ 9 w 4265
καλοῦσιν 1 w 4273
Ἶβιν 1 w 4277
αὐτῷ 1 w 4282
δὲ 15 w 4284
ὄνομα 1 w 4289
τῷ 8 w 4291
δαίμονι 1 w 4298
εἶναι 6 w 4303
Θεύθ 1 w 4307
τοῦτον 1 w 4314
δὴ 10 w 4316
πρῶτον 1 w 4322
ἀριθμόν 1 w 4329
τε 36 w 4331
καὶ 37 w 4334
λογισμὸν 1 w 4342
εὑρεῖν 1 w 4348
καὶ 38 w 4351
γεωμετρίαν 1 w 4361
καὶ 39 w 4364
ἀστρονομίαν 1 w 4375
ἔτι 1 w 4379
δὲ 16 w 4381
πεττείας 1 w 4389
τε 38 w 4391
καὶ 40 w 4394
κυβείας 1 w 4401
καὶ 41 w 4405
δὴ 11 w 4407
καὶ 42 w 4410
γράμματα 1 w 4418
βασιλέως 1 w 4427
δʼ 9 w 4429
αὖ 2 w 4431
τότε 2 w 4435
ὄντος 1 w 4440
Αἰγύπτου 2 w 4448
ὅλης 1 w 4452
Θαμοῦ 1 w 4457
περὶ 8 w 4461
τὴν 7 w 4464
μεγάλην 1 w 4471
πόλιν 1 w 4476
τοῦ 21 w 4479
ἄνω 3 w 4482
τόπου 1 w 4487
ἣν 2 w 4489
οἱ 5 w 4491
Ἕλληνες 1 w 4498
Αἰγυπτίας 1 w 4507
Θήβας 1 w 4512
καλοῦσι 2 w 4519
καὶ 43 w 4523
τὸν 9 w 4526
θεὸν 1 w 4530
Ἄμμωνα 1 w 4536
παρὰ 1 w 4541
τοῦτον 2 w 4547
ἐλθὼν 1 w 4552
13 w 4553
Θεὺθ 1 w 4557
τὰς 3 w 4560
τέχνας 1 w 4566
ἐπέδειξεν 1 w 4575
καὶ 44 w 4579
ἔφη 1 w 4582
δεῖν 4 w 4586
διαδοθῆναι 1 w 4596
τοῖς 5 w 4600
ἄλλοις 1 w 4606
Αἰγυπτίοις 1 w 4616
14 w 4618
δὲ 17 w 4620
ἤρετο 1 w 4625
ἥντινα 1 w 4631
ἑκάστη 1 w 4637
ἔχοι 3 w 4641
ὠφελίαν 1 w 4648
διεξιόντος 1 w 4659
δέ 5 w 4661
ὅτι 9 w 4665
καλῶς 3 w 4670
10 w 4671
μὴ 10 w 4673
καλῶς 4 w 4678
δοκοῖ 1 w 4683
λέγειν 8 w 4689
τὸ 26 w 4692
μὲν 7 w 4695
ἔψεγεν 1 w 4701
τὸ 27 w 4704
δʼ 10 w 4706
ἐπῄνει 1 w 4712
πολλὰ 2 w 4718
μὲν 8 w 4721
δὴ 12 w 4723
περὶ 9 w 4727
ἑκάστης 1 w 4734
τῆς 2 w 4737
τέχνης 4 w 4743
ἐπʼ 2 w 4746
ἀμφότερα 1 w 4754
Θαμοῦν 1 w 4760
τῷ 9 w 4762
Θεὺθ 2 w 4766
λέγεται 2 w 4773
ἀποφήνασθαι 1 w 4784
3 w 4786
λόγος 2 w 4791
πολὺς 1 w 4796
ἂν 7 w 4798
εἴη 2 w 4801
διελθεῖν 1 w 4809
ἐπειδὴ 1 w 4816
δὲ 18 w 4818
ἐπὶ 2 w 4821
τοῖς 6 w 4825
γράμμασιν 1 w 4834
ἦν 1 w 4836
τοῦτο 10 w 4842
δέ 6 w 4844
10 w 4846
βασιλεῦ 1 w 4853
τὸ 28 w 4856
μάθημα 1 w 4862
ἔφη 2 w 4866
15 w 4867
Θεύθ 2 w 4871
σοφωτέρους 1 w 4882
Αἰγυπτίους 1 w 4892
καὶ 45 w 4895
μνημονικωτέρους 1 w 4910
παρέξει 1 w 4917
μνήμης 1 w 4924
τε 41 w 4926
γὰρ 8 w 4929
καὶ 46 w 4932
σοφίας 1 w 4938
φάρμακον 1 w 4946
ηὑρέθη 1 w 4952
ΣΩ 17 w 4955
16 w 4957
δʼ 11 w 4959
εἶπεν 1 w 4964
11 w 4966
τεχνικώτατε 1 w 4977
Θεύθ 3 w 4981
ἄλλος 2 w 4987
μὲν 9 w 4990
τεκεῖν 1 w 4996
δυνατὸς 3 w 5003
τὰ 9 w 5005
τέχνης 5 w 5011
ἄλλος 3 w 5017
δὲ 19 w 5019
κρῖναι 1 w 5025
τίνʼ 1 w 5029
ἔχει 2 w 5033
μοῖραν 1 w 5039
βλάβης 1 w 5045
τε 45 w 5047
καὶ 47 w 5050
ὠφελίας 1 w 5057
τοῖς 7 w 5061
μέλλουσι 1 w 5069
χρῆσθαι 1 w 5076
καὶ 48 w 5080
νῦν 3 w 5083
σύ 2 w 5085
πατὴρ 1 w 5091
ὢν 2 w 5093
γραμμάτων 1 w 5102
διʼ 2 w 5106
εὔνοιαν 1 w 5113
τοὐναντίον 1 w 5123
εἶπες 1 w 5128
11 w 5129
δύναται 1 w 5136
τοῦτο 11 w 5142
γὰρ 9 w 5145
τῶν 8 w 5148
μαθόντων 1 w 5156
λήθην 1 w 5161
μὲν 10 w 5164
ἐν 5 w 5166
ψυχαῖς 1 w 5172
παρέξει 2 w 5179
μνήμης 2 w 5185
ἀμελετησίᾳ 1 w 5195
ἅτε 1 w 5199
διὰ 2 w 5202
πίστιν 1 w 5208
γραφῆς 2 w 5214
ἔξωθεν 1 w 5220
ὑπʼ 1 w 5223
ἀλλοτρίων 1 w 5232
τύπων 1 w 5237
οὐκ 3 w 5241
ἔνδοθεν 1 w 5248
αὐτοὺς 1 w 5254
ὑφʼ 2 w 5257
αὑτῶν 1 w 5262
ἀναμιμνῃσκομένους 1 w 5279
οὔκουν 1 w 5286
μνήμης 3 w 5292
ἀλλὰ 8 w 5296
ὑπομνήσεως 1 w 5306
φάρμακον 2 w 5314
ηὗρες 1 w 5319
σοφίας 2 w 5326
δὲ 20 w 5328
τοῖς 8 w 5332
μαθηταῖς 1 w 5340
δόξαν 1 w 5345
οὐκ 4 w 5349
ἀλήθειαν 2 w 5357
πορίζεις 1 w 5365
πολυήκοοι 1 w 5375
γάρ 4 w 5378
σοι 2 w 5381
γενόμενοι 1 w 5390
ἄνευ 2 w 5394
διδαχῆς 1 w 5401
πολυγνώμονες 1 w 5413
εἶναι 7 w 5418
δόξουσιν 1 w 5426
ἀγνώμονες 1 w 5436
ὡς 8 w 5438
ἐπὶ 3 w 5441
τὸ 30 w 5443
πλῆθος 1 w 5449
ὄντες 1 w 5454
καὶ 49 w 5458
χαλεποὶ 1 w 5465
συνεῖναι 1 w 5473
δοξόσοφοι 1 w 5483
γεγονότες 1 w 5492
ἀντὶ 1 w 5496
σοφῶν 1 w 5501
ΦΑΙ 15 w 5505
12 w 5507
Σώκρατες 5 w 5515
ῥᾳδίως 1 w 5522
σὺ 3 w 5524
Αἰγυπτίους 2 w 5534
καὶ 50 w 5537
ὁποδαποὺς 1 w 5546
ἂν 8 w 5548
ἐθέλῃς 1 w 5554
λόγους 4 w 5560
ποιεῖς 1 w 5566
ΣΩ 18 w 5569
οἱ 6 w 5572
δέ 7 w 5574
γʼ 5 w 5576
13 w 5578
φίλε 1 w 5582
ἐν 6 w 5585
τῷ 10 w 5587
τοῦ 25 w 5590
Διὸς 1 w 5594
τοῦ 26 w 5597
Δωδωναίου 1 w 5606
ἱερῷ 1 w 5610
δρυὸς 1 w 5615
λόγους 5 w 5621
ἔφησαν 1 w 5627
μαντικοὺς 1 w 5636
πρώτους 1 w 5643
γενέσθαι 2 w 5651
τοῖς 9 w 5656
μὲν 11 w 5659
οὖν 4 w 5662
τότε 3 w 5666
ἅτε 2 w 5670
οὐκ 5 w 5673
οὖσι 1 w 5677
σοφοῖς 1 w 5683
ὥσπερ 1 w 5688
ὑμεῖς 1 w 5693
οἱ 7 w 5695
νέοι 1 w 5699
ἀπέχρη 1 w 5706
δρυὸς 2 w 5711
καὶ 51 w 5714
πέτρας 1 w 5720
ἀκούειν 1 w 5727
ὑπʼ 2 w 5730
εὐηθείας 1 w 5738
εἰ 18 w 5741
μόνον 1 w 5746
ἀληθῆ 2 w 5751
λέγοιεν 1 w 5758
σοὶ 1 w 5762
δʼ 12 w 5764
ἴσως 2 w 5768
διαφέρει 1 w 5776
τίς 2 w 5779
18 w 5780
λέγων 3 w 5785
καὶ 52 w 5788
ποδαπός 1 w 5795
οὐ 20 w 5798
γὰρ 10 w 5801
ἐκεῖνο 1 w 5807
μόνον 2 w 5812
σκοπεῖς 1 w 5819
εἴτε 1 w 5824
οὕτως 3 w 5829
εἴτε 2 w 5833
ἄλλως 3 w 5838
ἔχει 3 w 5842
ΦΑΙ 16 w 5846
ὀρθῶς 1 w 5852
ἐπέπληξας 1 w 5861
καί 3 w 5865
μοι 4 w 5868
δοκεῖ 5 w 5873
περὶ 10 w 5877
γραμμάτων 2 w 5886
ἔχειν 1 w 5891
ᾗπερ 1 w 5895
19 w 5896
Θηβαῖος 1 w 5903
λέγει 12 w 5908
ΣΩ 19 w 5911
οὐκοῦν 2 w 5918
20 w 5919
τέχνην 3 w 5925
οἰόμενος 1 w 5933
ἐν 7 w 5935
γράμμασι 2 w 5943
καταλιπεῖν 1 w 5953
καὶ 53 w 5957
αὖ 3 w 5959
21 w 5960
παραδεχόμενος 1 w 5973
ὥς 1 w 5975
τι 39 w 5977
σαφὲς 1 w 5982
καὶ 54 w 5985
βέβαιον 1 w 5992
ἐκ 5 w 5994
γραμμάτων 3 w 6003
ἐσόμενον 1 w 6011
πολλῆς 2 w 6018
ἂν 9 w 6020
εὐηθείας 2 w 6028
γέμοι 1 w 6033
καὶ 55 w 6036
τῷ 11 w 6038
ὄντι 1 w 6042
τὴν 8 w 6045
Ἄμμωνος 1 w 6052
μαντείαν 1 w 6060
ἀγνοοῖ 1 w 6066
πλέον 1 w 6072
τι 41 w 6074
οἰόμενος 2 w 6082
εἶναι 8 w 6087
λόγους 6 w 6093
γεγραμμένους 1 w 6105
τοῦ 27 w 6108
τὸν 10 w 6111
εἰδότα 1 w 6117
ὑπομνῆσαι 1 w 6126
περὶ 11 w 6130
ὧν 1 w 6132
ἂν 10 w 6134
4 w 6135
τὰ 10 w 6137
γεγραμμένα 1 w 6147
ΦΑΙ 17 w 6151
ὀρθότατα 1 w 6160
ΣΩ 20 w 6163
δεινὸν 1 w 6170
γάρ 5 w 6173
που 4 w 6176
14 w 6178
Φαῖδρε 3 w 6184
τοῦτʼ 1 w 6190
ἔχει 5 w 6194
γραφή 1 w 6199
καὶ 56 w 6203
ὡς 9 w 6205
ἀληθῶς 1 w 6211
ὅμοιον 1 w 6217
ζωγραφίᾳ 1 w 6225
καὶ 57 w 6229
γὰρ 11 w 6232
τὰ 11 w 6234
ἐκείνης 1 w 6241
ἔκγονα 1 w 6247
ἕστηκε 1 w 6253
μὲν 12 w 6256
ὡς 10 w 6258
ζῶντα 1 w 6263
ἐὰν 3 w 6267
δʼ 13 w 6269
ἀνέρῃ 1 w 6274
τι 42 w 6276
σεμνῶς 1 w 6283
πάνυ 1 w 6287
σιγᾷ 1 w 6291
ταὐτὸν 1 w 6298
δὲ 21 w 6300
καὶ 58 w 6303
οἱ 8 w 6305
λόγοι 2 w 6310
δόξαις 1 w 6317
μὲν 13 w 6320
ἂν 11 w 6322
ὥς 2 w 6324
τι 43 w 6326
φρονοῦντας 1 w 6336
αὐτοὺς 2 w 6342
λέγειν 9 w 6348
ἐὰν 4 w 6352
δέ 8 w 6354
τι 44 w 6356
ἔρῃ 1 w 6359
τῶν 10 w 6362
λεγομένων 1 w 6371
βουλόμενος 1 w 6381
μαθεῖν 1 w 6387
ἕν 5 w 6390
τι 45 w 6392
σημαίνει 1 w 6400
μόνον 3 w 6405
ταὐτὸν 2 w 6411
ἀεί 1 w 6414
ὅταν 2 w 6419
δὲ 22 w 6421
ἅπαξ 1 w 6425
γραφῇ 1 w 6430
κυλινδεῖται 1 w 6442
μὲν 14 w 6445
πανταχοῦ 2 w 6453
πᾶς 1 w 6456
λόγος 3 w 6461
ὁμοίως 1 w 6467
παρὰ 2 w 6471
τοῖς 10 w 6475
ἐπαΐουσιν 1 w 6484
ὡς 11 w 6487
δʼ 14 w 6489
αὕτως 1 w 6494
παρʼ 1 w 6498
οἷς 2 w 6501
οὐδὲν 4 w 6506
προσήκει 1 w 6514
καὶ 59 w 6518
οὐκ 7 w 6521
ἐπίσταται 2 w 6530
λέγειν 10 w 6536
οἷς 3 w 6539
δεῖ 9 w 6542
γε 35 w 6544
καὶ 60 w 6547
μή 10 w 6549
πλημμελούμενος 1 w 6564
δὲ 24 w 6566
καὶ 61 w 6569
οὐκ 8 w 6572
ἐν 8 w 6574
δίκῃ 1 w 6578
λοιδορηθεὶς 1 w 6589
τοῦ 29 w 6592
πατρὸς 1 w 6598
ἀεὶ 1 w 6601
δεῖται 2 w 6607
βοηθοῦ 1 w 6613
αὐτὸς 1 w 6619
γὰρ 12 w 6622
οὔτʼ 1 w 6626
ἀμύνασθαι 1 w 6635
οὔτε 1 w 6639
βοηθῆσαι 1 w 6647
δυνατὸς 4 w 6654
αὑτῷ 1 w 6658
ΦΑΙ 18 w 6662
καὶ 62 w 6666
ταῦτά 2 w 6671
σοι 3 w 6674
ὀρθότατα 2 w 6682
εἴρηται 1 w 6689
ΣΩ 21 w 6692
τί 15 w 6695
δʼ 15 w 6697
ἄλλον 1 w 6703
ὁρῶμεν 1 w 6709
λόγον 2 w 6714
τούτου 2 w 6720
ἀδελφὸν 1 w 6727
γνήσιον 1 w 6734
τῷ 13 w 6737
τρόπῳ 1 w 6742
τε 56 w 6744
γίγνεται 1 w 6752
καὶ 63 w 6756
ὅσῳ 1 w 6759
ἀμείνων 1 w 6766
καὶ 64 w 6769
δυνατώτερος 1 w 6780
τούτου 3 w 6786
φύεται 1 w 6792
ΦΑΙ 19 w 6796
τίνα 1 w 6801
τοῦτον 3 w 6807
καὶ 65 w 6810
πῶς 3 w 6813
λέγεις 3 w 6819
γιγνόμενον 4 w 6829
ΣΩ 22 w 6832
ὃς 1 w 6835
μετʼ 1 w 6839
ἐπιστήμης 1 w 6848
γράφεται 1 w 6856
ἐν 9 w 6858
τῇ 1 w 6860
τοῦ 31 w 6863
μανθάνοντος 1 w 6874
ψυχῇ 1 w 6878
δυνατὸς 5 w 6886
μὲν 15 w 6889
ἀμῦναι 1 w 6895
ἑαυτῷ 2 w 6900
ἐπιστήμων 1 w 6910
δὲ 25 w 6912
λέγειν 11 w 6918
τε 58 w 6920
καὶ 66 w 6923
σιγᾶν 1 w 6928
πρὸς 2 w 6932
οὓς 1 w 6935
δεῖ 11 w 6938
ΦΑΙ 20 w 6942
τὸν 13 w 6946
τοῦ 32 w 6949
εἰδότος 1 w 6956
λόγον 3 w 6961
λέγεις 4 w 6967
ζῶντα 2 w 6972
καὶ 67 w 6975
ἔμψυχον 1 w 6982
οὗ 3 w 6985
24 w 6986
γεγραμμένος 1 w 6997
εἴδωλον 1 w 7004
ἄν 9 w 7006
τι 46 w 7008
λέγοιτο 1 w 7015
δικαίως 1 w 7022
ΣΩ 23 w 7025
παντάπασι 2 w 7035
μὲν 16 w 7038
οὖν 5 w 7041
τόδε 2 w 7046
δή 3 w 7048
μοι 7 w 7051
εἰπέ 2 w 7055
25 w 7057
νοῦν 3 w 7061
ἔχων 1 w 7065
γεωργός 1 w 7072
ὧν 2 w 7075
σπερμάτων 1 w 7084
κήδοιτο 1 w 7091
καὶ 68 w 7094
ἔγκαρπα 1 w 7101
βούλοιτο 1 w 7109
γενέσθαι 3 w 7117
πότερα 1 w 7124
σπουδῇ 1 w 7130
ἂν 12 w 7132
θέρους 1 w 7138
εἰς 3 w 7141
Ἀδώνιδος 1 w 7149
κήπους 1 w 7155
ἀρῶν 1 w 7159
χαίροι 1 w 7165
θεωρῶν 1 w 7171
καλοὺς 1 w 7177
ἐν 10 w 7179
ἡμέραισιν 1 w 7188
ὀκτὼ 1 w 7192
γιγνομένους 1 w 7203
12 w 7205
ταῦτα 6 w 7210
μὲν 17 w 7213
δὴ 14 w 7215
παιδιᾶς 1 w 7222
τε 60 w 7224
καὶ 69 w 7227
ἑορτῆς 1 w 7233
χάριν 1 w 7238
δρῴη 1 w 7242
ἄν 10 w 7244
ὅτε 1 w 7248
καὶ 70 w 7251
ποιοῖ 1 w 7256
ἐφʼ 1 w 7260
οἷς 4 w 7263
δὲ 26 w 7265
ἐσπούδακεν 1 w 7275
τῇ 2 w 7278
γεωργικῇ 1 w 7286
χρώμενος 1 w 7294
ἂν 13 w 7296
τέχνῃ 4 w 7301
σπείρας 1 w 7309
εἰς 4 w 7312
τὸ 38 w 7314
προσῆκον 1 w 7322
ἀγαπῴη 1 w 7329
ἂν 14 w 7331
ἐν 11 w 7333
ὀγδόῳ 1 w 7338
μηνὶ 1 w 7342
ὅσα 2 w 7345
ἔσπειρεν 1 w 7353
τέλος 1 w 7358
λαβόντα 1 w 7365
ΦΑΙ 21 w 7369
οὕτω 6 w 7374
που 7 w 7377
15 w 7379
Σώκρατες 6 w 7387
τὰ 12 w 7390
μὲν 18 w 7393
σπουδῇ 2 w 7399
τὰ 13 w 7402
δὲ 27 w 7404
ὡς 12 w 7406
ἑτέρως 1 w 7412
ἂν 15 w 7414
3 w 7415
λέγεις 5 w 7421
ποιοῖ 2 w 7426
ΣΩ 24 w 7429
τὸν 14 w 7433
δὲ 28 w 7435
δικαίων 2 w 7442
τε 63 w 7444
καὶ 71 w 7447
καλῶν 1 w 7452
καὶ 72 w 7455
ἀγαθῶν 3 w 7461
ἐπιστήμας 1 w 7470
ἔχοντα 2 w 7476
τοῦ 33 w 7479
γεωργοῦ 1 w 7486
φῶμεν 1 w 7491
ἧττον 1 w 7496
νοῦν 4 w 7500
ἔχειν 2 w 7505
εἰς 5 w 7508
τὰ 14 w 7510
ἑαυτοῦ 2 w 7516
σπέρματα 1 w 7524
ΦΑΙ 22 w 7528
ἥκιστά 1 w 7535
γε 45 w 7537
ΣΩ 25 w 7540
οὐκ 9 w 7544
ἄρα 3 w 7547
σπουδῇ 3 w 7553
αὐτὰ 2 w 7557
ἐν 12 w 7559
ὕδατι 1 w 7564
γράψει 1 w 7570
μέλανι 1 w 7576
σπείρων 1 w 7583
διὰ 3 w 7586
καλάμου 1 w 7593
μετὰ 1 w 7597
λόγων 7 w 7602
ἀδυνάτων 1 w 7610
μὲν 19 w 7613
αὑτοῖς 1 w 7619
λόγῳ 1 w 7623
βοηθεῖν 1 w 7630
ἀδυνάτων 2 w 7639
δὲ 29 w 7641
ἱκανῶς 4 w 7647
τἀληθῆ 1 w 7653
διδάξαι 1 w 7660
ΦΑΙ 23 w 7664
οὔκουν 2 w 7671
δὴ 15 w 7673
τό 10 w 7675
γʼ 6 w 7677
εἰκός 2 w 7682
ΣΩ 26 w 7685
οὐ 26 w 7688
γάρ 6 w 7691
ἀλλὰ 9 w 7696
τοὺς 6 w 7700
μὲν 20 w 7703
ἐν 13 w 7705
γράμμασι 3 w 7713
κήπους 2 w 7719
ὡς 13 w 7722
ἔοικε 3 w 7727
παιδιᾶς 2 w 7735
χάριν 2 w 7740
σπερεῖ 1 w 7746
τε 64 w 7748
καὶ 73 w 7751
γράψει 2 w 7757
ὅταν 3 w 7762
δὲ 30 w 7764
γράφῃ 1 w 7769
ἑαυτῷ 3 w 7775
τε 65 w 7777
ὑπομνήματα 1 w 7787
θησαυριζόμενος 1 w 7801
εἰς 6 w 7805
τὸ 40 w 7807
λήθης 1 w 7812
γῆρας 1 w 7817
ἐὰν 5 w 7820
ἵκηται 1 w 7826
καὶ 74 w 7830
παντὶ 1 w 7835
τῷ 16 w 7837
ταὐτὸν 3 w 7843
ἴχνος 1 w 7848
μετιόντι 1 w 7856
ἡσθήσεταί 1 w 7866
τε 66 w 7868
αὐτοὺς 3 w 7874
θεωρῶν 2 w 7880
φυομένους 1 w 7889
ἁπαλούς 1 w 7896
ὅταν 4 w 7901
δὲ 31 w 7903
ἄλλοι 2 w 7908
παιδιαῖς 1 w 7916
ἄλλαις 1 w 7922
χρῶνται 1 w 7929
συμποσίοις 1 w 7940
τε 67 w 7942
ἄρδοντες 1 w 7950
αὑτοὺς 1 w 7956
ἑτέροις 1 w 7963
τε 69 w 7965
ὅσα 3 w 7968
τούτων 3 w 7974
ἀδελφά 1 w 7980
τότʼ 1 w 7985
ἐκεῖνος 1 w 7992
ὡς 14 w 7995
ἔοικεν 2 w 8001
ἀντὶ 2 w 8006
τούτων 4 w 8012
οἷς 5 w 8015
λέγω 5 w 8019
παίζων 1 w 8025
διάξει 1 w 8031
ΦΑΙ 24 w 8035
παγκάλην 1 w 8044
λέγεις 6 w 8050
παρὰ 3 w 8054
φαύλην 1 w 8060
παιδιάν 1 w 8067
16 w 8069
Σώκρατες 7 w 8077
τοῦ 35 w 8081
ἐν 14 w 8083
λόγοις 1 w 8089
δυναμένου 1 w 8098
παίζειν 1 w 8105
δικαιοσύνης 1 w 8117
τε 71 w 8119
καὶ 75 w 8122
ἄλλων 1 w 8127
ὧν 3 w 8129
λέγεις 7 w 8135
πέρι 6 w 8139
μυθολογοῦντα 1 w 8151