Scaife ATLAS

CTS Library / Symposium

Symposium (212-216)

urn:cts:greekLit:tlg0059.tlg011.perseus-grc2:212-216
Refs {'start': {'reference': '212', 'human_reference': 'None 212'}, 'end': {'reference': '216', 'human_reference': 'None 216'}}
Ancestors []
Children []
prev
plain textXML
next

ἆρʼ οἴει, ἔφη, φαῦλον βίον
212
212a
γίγνεσθαι ἐκεῖσε βλέποντος ἀνθρώπου καὶ ἐκεῖνο δεῖ θεωμένου καὶ συνόντος αὐτῷ; οὐκ ἐνθυμῇ, ἔφη, ὅτι ἐνταῦθα αὐτῷ μοναχοῦ γενήσεται, ὁρῶντι ὁρατὸν τὸ καλόν, τίκτειν οὐκ εἴδωλα ἀρετῆς, ἅτε οὐκ εἰδώλου ἐφαπτομένῳ, ἀλλὰ ἀληθῆ, ἅτε τοῦ ἀληθοῦς ἐφαπτομένῳ· τεκόντι δὲ ἀρετὴν ἀληθῆ καὶ θρεψαμένῳ ὑπάρχει θεοφιλεῖ γενέσθαι, καὶ εἴπέρ τῳ ἄλλῳ ἀνθρώπων ἀθανάτῳ καὶ ἐκείνῳ;
212b
ταῦτα δή, Φαῖδρέ τε καὶ οἱ ἄλλοι, ἔφη μὲν Διοτίμα, πέπεισμαι δʼ ἐγώ· πεπεισμένος δὲ πειρῶμαι καὶ τοὺς ἄλλους πείθειν ὅτι τούτου τοῦ κτήματος τῇ ἀνθρωπείᾳ φύσει συνεργὸν ἀμείνω Ἔρωτος οὐκ ἄν τις ῥᾳδίως λάβοι. διὸ δὴ ἔγωγέ φημι χρῆναι πάντα ἄνδρα τὸν ἔρωτα τιμᾶν, καὶ αὐτὸς τιμῶ τὰ ἐρωτικὰ καὶ διαφερόντως ἀσκῶ, καὶ τοῖς ἄλλοις παρακελεύομαι, καὶ νῦν τε καὶ ἀεὶ ἐγκωμιάζω τὴν δύναμιν καὶ ἀνδρείαν τοῦ Ἔρωτος καθʼ ὅσον οἷός τʼ εἰμί. τοῦτον
212c
οὖν τὸν λόγον, Φαῖδρε, εἰ μὲν βούλει, ὡς ἐγκώμιον εἰς ἔρωτα νόμισον εἰρῆσθαι, εἰ δέ, ὅτι καὶ ὅπῃ χαίρεις ὀνομάζων, τοῦτο ὀνόμαζε.
εἰπόντος δὲ ταῦτα τοῦ Σωκράτους τοὺς μὲν ἐπαινεῖν, τὸν δὲ Ἀριστοφάνη λέγειν τι ἐπιχειρεῖν, ὅτι ἐμνήσθη αὐτοῦ λέγων Σωκράτης περὶ τοῦ λόγου· καὶ ἐξαίφνης τὴν αὔλειον θύραν κρουομένην πολὺν ψόφον παρασχεῖν ὡς κωμαστῶν, καὶ αὐλητρίδος φωνὴν ἀκούειν. τὸν οὖν Ἀγάθωνα, παῖδες, φάναι,
212d
οὐ σκέψεσθε; καὶ ἐὰν μέν τις τῶν ἐπιτηδείων , καλεῖτε· εἰ δὲ μή, λέγετε ὅτι οὐ πίνομεν ἀλλʼ ἀναπαυόμεθα ἤδη.
καὶ οὐ πολὺ ὕστερον Ἀλκιβιάδου τὴν φωνὴν ἀκούειν ἐν τῇ αὐλῇ σφόδρα μεθύοντος καὶ μέγα βοῶντος, ἐρωτῶντος ὅπου Ἀγάθων καὶ κελεύοντος ἄγειν παρʼ Ἀγάθωνα. ἄγειν οὖν αὐτὸν παρὰ σφᾶς τήν τε αὐλητρίδα ὑπολαβοῦσαν καὶ ἄλλους τινὰς τῶν ἀκολούθων, καὶ ἐπιστῆναι ἐπὶ τὰς θύρας
212e
ἐστεφανωμένον αὐτὸν κιττοῦ τέ τινι στεφάνῳ δασεῖ καὶ ἴων, καὶ ταινίας ἔχοντα ἐπὶ τῆς κεφαλῆς πάνυ πολλάς, καὶ εἰπεῖν· ἄνδρες, χαίρετε· μεθύοντα ἄνδρα πάνυ σφόδρα δέξεσθε συμπότην, ἀπίωμεν ἀναδήσαντες μόνον Ἀγάθωνα, ἐφʼ ᾧπερ ἤλθομεν; ἐγὼ γάρ τοι, φάναι, χθὲς μὲν οὐχ οἷός τʼ ἐγενόμην ἀφικέσθαι, νῦν δὲ ἥκω ἐπὶ τῇ κεφαλῇ ἔχων τὰς ταινίας, ἵνα ἀπὸ τῆς ἐμῆς κεφαλῆς τὴν τοῦ σοφωτάτου καὶ καλλίστου κεφαλὴν ἐὰν εἴπω οὑτωσὶ ἀναδήσω.

ἆρα καταγελάσεσθέ μου ὡς μεθύοντος; ἐγὼ δέ, κἂν ὑμεῖς
213
213a
γελᾶτε, ὅμως εὖ οἶδʼ ὅτι ἀληθῆ λέγω. ἀλλά μοι λέγετε αὐτόθεν, ἐπὶ ῥητοῖς εἰσίω μή; συμπίεσθε οὔ;
πάντας οὖν ἀναθορυβῆσαι καὶ κελεύειν εἰσιέναι καὶ κατακλίνεσθαι, καὶ τὸν Ἀγάθωνα καλεῖν αὐτόν. καὶ τὸν ἰέναι ἀγόμενον ὑπὸ τῶν ἀνθρώπων, καὶ περιαιρούμενον ἅμα τὰς ταινίας ὡς ἀναδήσοντα, ἐπίπροσθε τῶν ὀφθαλμῶν ἔχοντα οὐ κατιδεῖν τὸν Σωκράτη, ἀλλὰ καθίζεσθαι παρὰ τὸν Ἀγάθωνα
213b
ἐν μέσῳ Σωκράτους τε καὶ ἐκείνου· παραχωρῆσαι γὰρ τὸν Σωκράτη ὡς ἐκεῖνον κατιδεῖν. παρακαθεζόμενον δὲ αὐτὸν ἀσπάζεσθαί τε τὸν Ἀγάθωνα καὶ ἀναδεῖν.
εἰπεῖν οὖν τὸν Ἀγάθωνα Ὑπολύετε, παῖδες, Ἀλκιβιάδην, ἵνα ἐκ τρίτων κατακέηται.
πάνυ γε, εἰπεῖν τὸν Ἀλκιβιάδην· ἀλλὰ τίς ἡμῖν ὅδε τρίτος συμπότης; καὶ ἅμα μεταστρεφόμενον αὐτὸν ὁρᾶν τὸν Σωκράτη, ἰδόντα δὲ ἀναπηδῆσαι καὶ εἰπεῖν Ἡράκλεις, τουτὶ τί ἦν; Σωκράτης οὗτος; ἐλλοχῶν αὖ με ἐνταῦθα κατέκεισο,
213c
ὥσπερ εἰώθεις ἐξαίφνης ἀναφαίνεσθαι ὅπου ἐγὼ ᾤμην ἥκιστά σε ἔσεσθαι. καὶ νῦν τί ἥκεις; καὶ τί αὖ ἐνταῦθα κατεκλίνης; ὡς οὐ παρὰ Ἀριστοφάνει οὐδὲ εἴ τις ἄλλος γελοῖος ἔστι τε καὶ βούλεται, ἀλλὰ διεμηχανήσω ὅπως παρὰ τῷ καλλίστῳ τῶν ἔνδον κατακείσῃ.
καὶ τὸν Σωκράτη, Ἀγάθων, φάναι, ὅρα εἴ μοι ἐπαμύνεις· ὡς ἐμοὶ τούτου ἔρως τοῦ ἀνθρώπου οὐ φαῦλον πρᾶγμα γέγονεν. ἀπʼ ἐκείνου γὰρ τοῦ χρόνου, ἀφʼ οὗ τούτου
213d
ἠράσθην, οὐκέτι ἔξεστίν μοι οὔτε προσβλέψαι οὔτε διαλεχθῆναι καλῷ οὐδʼ ἑνί, οὑτοσὶ ζηλοτυπῶν με καὶ φθονῶν θαυμαστὰ ἐργάζεται καὶ λοιδορεῖταί τε καὶ τὼ χεῖρε μόγις ἀπέχεται. ὅρα οὖν μή τι καὶ νῦν ἐργάσηται, ἀλλὰ διάλλαξον ἡμᾶς, ἐὰν ἐπιχειρῇ βιάζεσθαι, ἐπάμυνε, ὡς ἐγὼ τὴν τούτου μανίαν τε καὶ φιλεραστίαν πάνυ ὀρρωδῶ.
ἀλλʼ οὐκ ἔστι, φάναι τὸν Ἀλκιβιάδην, ἐμοὶ καὶ σοὶ διαλλαγή. ἀλλὰ τούτων μὲν εἰς αὖθίς σε τιμωρήσομαι· νῦν
213e
δέ μοι, Ἀγάθων, φάναι, μετάδος τῶν ταινιῶν, ἵνα ἀναδήσω καὶ τὴν τούτου ταυτηνὶ τὴν θαυμαστὴν κεφαλήν, καὶ μή μοι μέμφηται ὅτι σὲ μὲν ἀνέδησα, αὐτὸν δὲ νικῶντα ἐν λόγοις πάντας ἀνθρώπους, οὐ μόνον πρῴην ὥσπερ σύ, ἀλλʼ ἀεί, ἔπειτα οὐκ ἀνέδησα. καὶ ἅμʼ αὐτὸν λαβόντα τῶν ταινιῶν ἀναδεῖν τὸν Σωκράτη καὶ κατακλίνεσθαι.
ἐπειδὴ δὲ κατεκλίνη, εἰπεῖν· εἶεν δή, ἄνδρες· δοκεῖτε γάρ μοι νήφειν. οὐκ ἐπιτρεπτέον οὖν ὑμῖν, ἀλλὰ ποτέον· ὡμολόγηται γὰρ ταῦθʼ ἡμῖν. ἄρχοντα οὖν αἱροῦμαι τῆς πόσεως, ἕως ἂν ὑμεῖς ἱκανῶς πίητε, ἐμαυτόν. ἀλλὰ φερέτω, Ἀγάθων, εἴ τι ἔστιν ἔκπωμα μέγα.

μᾶλλον δὲ οὐδὲν δεῖ, ἀλλὰ φέρε, παῖ, φάναι, τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν
214
214a
πλέον ὀκτὼ κοτύλας χωροῦντα. τοῦτον ἐμπλησάμενον πρῶτον μὲν αὐτὸν ἐκπιεῖν, ἔπειτα τῷ Σωκράτει κελεύειν ἐγχεῖν καὶ ἅμα εἰπεῖν· πρὸς μὲν Σωκράτη, ἄνδρες, τὸ σόφισμά μοι οὐδέν· ὁπόσον γὰρ ἂν κελεύῃ τις, τοσοῦτον ἐκπιὼν οὐδὲν μᾶλλον μή ποτε μεθυσθῇ.
τὸν μὲν οὖν Σωκράτη ἐγχέαντος τοῦ παιδὸς πίνειν· τὸν δʼ Ἐρυξίμαχον πῶς οὖν, φάναι, Ἀλκιβιάδη, ποιοῦμεν;
214b
οὕτως οὔτε τι λέγομεν ἐπὶ τῇ κύλικι οὔτε τι ᾁδομεν, ἀλλʼ ἀτεχνῶς ὥσπερ οἱ διψῶντες πιόμεθα;
τὸν οὖν Ἀλκιβιάδην εἰπεῖν Ἐρυξίμαχε, βέλτιστε βελτίστου πατρὸς καὶ σωφρονεστάτου, χαῖρε.
καὶ γὰρ σύ, φάναι τὸν Ἐρυξίμαχον· ἀλλὰ τί ποιῶμεν;
ὅτι ἂν σὺ κελεύῃς. δεῖ γάρ σοι πείθεσθαι·
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων·
Hom. Il. 11.514ἐπίταττε οὖν ὅτι βούλει.
ἄκουσον δή, εἰπεῖν τὸν Ἐρυξίμαχον. ἡμῖν πρὶν σὲ εἰσελθεῖν ἔδοξε χρῆναι ἐπὶ δεξιὰ ἕκαστον ἐν μέρει λόγον
214c
περὶ Ἔρωτος εἰπεῖν ὡς δύναιτο κάλλιστον, καὶ ἐγκωμιάσαι. οἱ μὲν οὖν ἄλλοι πάντες ἡμεῖς εἰρήκαμεν· σὺ δʼ ἐπειδὴ οὐκ εἴρηκας καὶ ἐκπέπωκας, δίκαιος εἶ εἰπεῖν, εἰπὼν δὲ ἐπιτάξαι Σωκράτει ὅτι ἂν βούλῃ, καὶ τοῦτον τῷ ἐπὶ δεξιὰ καὶ οὕτω τοὺς ἄλλους.
ἀλλά, φάναι, Ἐρυξίμαχε, τὸν Ἀλκιβιάδην, καλῶς μὲν λέγεις, μεθύοντα δὲ ἄνδρα παρὰ νηφόντων λόγους παραβάλλειν μὴ οὐκ ἐξ ἴσου . καὶ ἅμα, μακάριε, πείθει τί
214d
σε Σωκράτης ὧν ἄρτι εἶπεν; οἶσθα ὅτι τοὐναντίον ἐστὶ πᾶν ἔλεγεν; οὗτος γάρ, ἐάν τινα ἐγὼ ἐπαινέσω τούτου παρόντος θεὸν ἄνθρωπον ἄλλον τοῦτον, οὐκ ἀφέξεταί μου τὼ χεῖρε.
οὐκ εὐφημήσεις; φάναι τὸν Σωκράτη.
μὰ τὸν Ποσειδῶ, εἰπεῖν τὸν Ἀλκιβιάδην, μηδὲν λέγε πρὸς ταῦτα, ὡς ἐγὼ οὐδʼ ἂν ἕνα ἄλλον ἐπαινέσαιμι σοῦ παρόντος.
ἀλλʼ οὕτω ποίει, φάναι τὸν Ἐρυξίμαχον, εἰ βούλει· Σωκράτη ἐπαίνεσον.
214e
πῶς λέγεις; εἰπεῖν τὸν Ἀλκιβιάδην· δοκεῖ χρῆναι, Ἐρυξίμαχε; ἐπιθῶμαι τῷ ἀνδρὶ καὶ τιμωρήσωμαι ὑμῶν ἐναντίον;
οὗτος, φάναι τὸν Σωκράτη, τί ἐν νῷ ἔχεις; ἐπὶ τὰ γελοιότερά με ἐπαινέσαι; τί ποιήσεις;
τἀληθῆ ἐρῶ. ἀλλʼ ὅρα εἰ παρίης.
ἀλλὰ μέντοι, φάναι, τά γε ἀληθῆ παρίημι καὶ κελεύω λέγειν.
οὐκ ἂν φθάνοιμι, εἰπεῖν τὸν Ἀλκιβιάδην. καὶ μέντοι οὑτωσὶ ποίησον.

ἐάν τι μὴ ἀληθὲς λέγω, μεταξὺ ἐπιλαβοῦ, ἂν βούλῃ, καὶ εἰπὲ ὅτι τοῦτο ψεύδομαι· ἑκὼν γὰρ εἶναι οὐδὲν
215
215a
ψεύσομαι. ἐὰν μέντοι ἀναμιμνῃσκόμενος ἄλλο ἄλλοθεν λέγω, μηδὲν θαυμάσῃς· οὐ γάρ τι ῥᾴδιον τὴν σὴν ἀτοπίαν ὧδʼ ἔχοντι εὐπόρως καὶ ἐφεξῆς καταριθμῆσαι.
Σωκράτη δʼ ἐγὼ ἐπαινεῖν, ἄνδρες, οὕτως ἐπιχειρήσω, διʼ εἰκόνων. οὗτος μὲν οὖν ἴσως οἰήσεται ἐπὶ τὰ γελοιότερα, ἔσται δʼ εἰκὼν τοῦ ἀληθοῦς ἕνεκα, οὐ τοῦ γελοίου. φημὶ γὰρ δὴ ὁμοιότατον αὐτὸν εἶναι τοῖς σιληνοῖς τούτοις τοῖς
215b
ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας ἐργάζονται οἱ δημιουργοὶ σύριγγας αὐλοὺς ἔχοντας, οἳ διχάδε διοιχθέντες φαίνονται ἔνδοθεν ἀγάλματα ἔχοντες θεῶν. καὶ φημὶ αὖ ἐοικέναι αὐτὸν τῷ σατύρῳ τῷ Μαρσύᾳ. ὅτι μὲν οὖν τό γε εἶδος ὅμοιος εἶ τούτοις, Σώκρατες, οὐδʼ αὐτὸς ἄν που ἀμφισβητήσαις· ὡς δὲ καὶ τἆλλα ἔοικας, μετὰ τοῦτο ἄκουε. ὑβριστὴς εἶ· οὔ; ἐὰν γὰρ μὴ ὁμολογῇς, μάρτυρας παρέξομαι. ἀλλʼ οὐκ αὐλητής; πολύ γε θαυμασιώτερος ἐκείνου.
215c
μέν γε διʼ ὀργάνων ἐκήλει τοὺς ἀνθρώπους τῇ ἀπὸ τοῦ στόματος δυνάμει, καὶ ἔτι νυνὶ ὃς ἂν τὰ ἐκείνου αὐλῇ γὰρ Ὄλυμπος ηὔλει, Μαρσύου λέγω, τούτου διδάξαντοςτὰ οὖν ἐκείνου ἐάντε ἀγαθὸς αὐλητὴς αὐλῇ ἐάντε φαύλη αὐλητρίς, μόνα κατέχεσθαι ποιεῖ καὶ δηλοῖ τοὺς τῶν θεῶν τε καὶ τελετῶν δεομένους διὰ τὸ θεῖα εἶναι. σὺ δʼ ἐκείνου τοσοῦτον μόνον διαφέρεις, ὅτι ἄνευ ὀργάνων ψιλοῖς λόγοις ταὐτὸν
215d
τοῦτο ποιεῖς. ἡμεῖς γοῦν ὅταν μέν του ἄλλου ἀκούωμεν λέγοντος καὶ πάνυ ἀγαθοῦ ῥήτορος ἄλλους λόγους, οὐδὲν μέλει ὡς ἔπος εἰπεῖν οὐδενί· ἐπειδὰν δὲ σοῦ τις ἀκούῃ τῶν σῶν λόγων ἄλλου λέγοντος, κἂν πάνυ φαῦλος λέγων, ἐάντε γυνὴ ἀκούῃ ἐάντε ἀνὴρ ἐάντε μειράκιον, ἐκπεπληγμένοι ἐσμὲν καὶ κατεχόμεθα. ἐγὼ γοῦν, ἄνδρες, εἰ μὴ ἔμελλον κομιδῇ δόξειν μεθύειν, εἶπον ὀμόσας ἂν ὑμῖν οἷα δὴ πέπονθα αὐτὸς ὑπὸ τῶν τούτου λόγων καὶ πάσχω ἔτι καὶ
215e
νυνί. ὅταν γὰρ ἀκούω, πολύ μοι μᾶλλον τῶν κορυβαντιώντων τε καρδία πηδᾷ καὶ δάκρυα ἐκχεῖται ὑπὸ τῶν λόγων τῶν τούτου, ὁρῶ δὲ καὶ ἄλλους παμπόλλους τὰ αὐτὰ πάσχοντας· Περικλέους δὲ ἀκούων καὶ ἄλλων ἀγαθῶν ῥητόρων εὖ μὲν ἡγούμην λέγειν, τοιοῦτον δʼ οὐδὲν ἔπασχον, οὐδʼ ἐτεθορύβητό μου ψυχὴ οὐδʼ ἠγανάκτει ὡς ἀνδραποδωδῶς διακειμένου, ἀλλʼ ὑπὸ τουτουῒ τοῦ Μαρσύου πολλάκις δὴ
216
216a
οὕτω διετέθην ὥστε μοι δόξαι μὴ βιωτὸν εἶναι ἔχοντι ὡς ἔχω.

καὶ ταῦτα, Σώκρατες, οὐκ ἐρεῖς ὡς οὐκ ἀληθῆ. καὶ ἔτι γε νῦν σύνοιδʼ ἐμαυτῷ ὅτι εἰ ἐθέλοιμι παρέχειν τὰ ὦτα, οὐκ ἂν καρτερήσαιμι ἀλλὰ ταὐτὰ ἂν πάσχοιμι. ἀναγκάζει γάρ με ὁμολογεῖν ὅτι πολλοῦ ἐνδεὴς ὢν αὐτὸς ἔτι ἐμαυτοῦ μὲν ἀμελῶ, τὰ δʼ Ἀθηναίων πράττω. βίᾳ οὖν ὥσπερ ἀπὸ τῶν Σειρήνων ἐπισχόμενος τὰ ὦτα οἴχομαι φεύγων, ἵνα μὴ αὐτοῦ καθήμενος παρὰ τούτῳ καταγηράσω. πέπονθα δὲ
216b
πρὸς τοῦτον μόνον ἀνθρώπων, οὐκ ἄν τις οἴοιτο ἐν ἐμοὶ ἐνεῖναι, τὸ αἰσχύνεσθαι ὁντινοῦν· ἐγὼ δὲ τοῦτον μόνον αἰσχύνομαι. σύνοιδα γὰρ ἐμαυτῷ ἀντιλέγειν μὲν οὐ δυναμένῳ ὡς οὐ δεῖ ποιεῖν οὗτος κελεύει, ἐπειδὰν δὲ ἀπέλθω, ἡττημένῳ τῆς τιμῆς τῆς ὑπὸ τῶν πολλῶν. δραπετεύω οὖν αὐτὸν καὶ φεύγω, καὶ ὅταν ἴδω, αἰσχύνομαι τὰ ὡμολογημένα.
216c
καὶ πολλάκις μὲν ἡδέως ἂν ἴδοιμι αὐτὸν μὴ ὄντα ἐν ἀνθρώποις· εἰ δʼ αὖ τοῦτο γένοιτο, εὖ οἶδα ὅτι πολὺ μεῖζον ἂν ἀχθοίμην, ὥστε οὐκ ἔχω ὅτι χρήσωμαι τούτῳ τῷ ἀνθρώπῳ.
καὶ ὑπὸ μὲν δὴ τῶν αὐλημάτων καὶ ἐγὼ καὶ ἄλλοι πολλοὶ τοιαῦτα πεπόνθασιν ὑπὸ τοῦδε τοῦ σατύρου· ἄλλα δὲ ἐμοῦ ἀκούσατε ὡς ὅμοιός τʼ ἐστὶν οἷς ἐγὼ ᾔκασα αὐτὸν καὶ τὴν δύναμιν ὡς θαυμασίαν ἔχει. εὖ γὰρ ἴστε ὅτι οὐδεὶς ὑμῶν
216d
τοῦτον γιγνώσκει· ἀλλὰ ἐγὼ δηλώσω, ἐπείπερ ἠρξάμην. ὁρᾶτε γὰρ ὅτι Σωκράτης ἐρωτικῶς διάκειται τῶν καλῶν καὶ ἀεὶ περὶ τούτους ἐστὶ καὶ ἐκπέπληκται, καὶ αὖ ἀγνοεῖ πάντα καὶ οὐδὲν οἶδεν. ὡς τὸ σχῆμα αὐτοῦ τοῦτο οὐ σιληνῶδες; σφόδρα γε. τοῦτο γὰρ οὗτος ἔξωθεν περιβέβληται, ὥσπερ γεγλυμμένος σιληνός· ἔνδοθεν δὲ ἀνοιχθεὶς πόσης οἴεσθε γέμει, ἄνδρες συμπόται, σωφροσύνης; ἴστε ὅτι οὔτε εἴ τις καλός ἐστι μέλει αὐτῷ οὐδέν, ἀλλὰ καταφρονεῖ τοσοῦτον
216e
ὅσον οὐδʼ ἂν εἷς οἰηθείη, οὔτʼ εἴ τις πλούσιος, οὔτʼ εἰ ἄλλην τινὰ τιμὴν ἔχων τῶν ὑπὸ πλήθους μακαριζομένων· ἡγεῖται δὲ πάντα ταῦτα τὰ κτήματα οὐδενὸς ἄξια καὶ ἡμᾶς οὐδὲν εἶναιλέγω ὑμῖνεἰρωνευόμενος δὲ καὶ παίζων πάντα τὸν βίον πρὸς τοὺς ἀνθρώπους διατελεῖ.

Tokens

ἆρʼ 1 w 3
οἴει 1 w 7
ἔφη 1 w 11
φαῦλον 1 w 18
βίον 1 w 22
γίγνεσθαι 1 w 31
ἐκεῖσε 1 w 37
βλέποντος 1 w 46
ἀνθρώπου 1 w 54
καὶ 1 w 57
ἐκεῖνο 1 w 63
1 w 64
δεῖ 1 w 67
θεωμένου 1 w 75
καὶ 2 w 78
συνόντος 1 w 86
αὐτῷ 1 w 90
1 w 92
οὐκ 1 w 95
ἐνθυμῇ 1 w 101
ἔφη 2 w 105
ὅτι 1 w 109
ἐνταῦθα 1 w 116
αὐτῷ 2 w 120
μοναχοῦ 1 w 127
γενήσεται 1 w 136
ὁρῶντι 1 w 143
2 w 144
ὁρατὸν 1 w 150
τὸ 2 w 152
καλόν 1 w 157
τίκτειν 1 w 165
οὐκ 2 w 168
εἴδωλα 1 w 174
ἀρετῆς 1 w 180
ἅτε 1 w 184
οὐκ 3 w 187
εἰδώλου 1 w 194
ἐφαπτομένῳ 1 w 204
ἀλλὰ 1 w 209
ἀληθῆ 1 w 214
ἅτε 2 w 218
τοῦ 1 w 221
ἀληθοῦς 1 w 228
ἐφαπτομένῳ 2 w 238
τεκόντι 1 w 246
δὲ 1 w 248
ἀρετὴν 1 w 254
ἀληθῆ 2 w 259
καὶ 3 w 262
θρεψαμένῳ 1 w 271
ὑπάρχει 1 w 278
θεοφιλεῖ 1 w 286
γενέσθαι 1 w 294
καὶ 4 w 298
εἴπέρ 1 w 303
τῳ 1 w 305
ἄλλῳ 1 w 309
ἀνθρώπων 1 w 317
ἀθανάτῳ 1 w 324
καὶ 5 w 327
ἐκείνῳ 1 w 333
ταῦτα 1 w 339
δή 1 w 341
1 w 343
Φαῖδρέ 1 w 349
τε 5 w 351
καὶ 6 w 354
οἱ 1 w 356
ἄλλοι 1 w 361
ἔφη 3 w 365
μὲν 1 w 368
Διοτίμα 1 w 375
πέπεισμαι 1 w 385
δʼ 1 w 387
ἐγώ 1 w 390
πεπεισμένος 1 w 402
δὲ 2 w 404
πειρῶμαι 1 w 412
καὶ 7 w 415
τοὺς 1 w 419
ἄλλους 1 w 425
πείθειν 1 w 432
ὅτι 2 w 435
τούτου 1 w 441
τοῦ 2 w 444
κτήματος 1 w 452
τῇ 1 w 454
ἀνθρωπείᾳ 1 w 463
φύσει 1 w 468
συνεργὸν 1 w 476
ἀμείνω 1 w 482
Ἔρωτος 1 w 488
οὐκ 4 w 491
ἄν 1 w 493
τις 1 w 496
ῥᾳδίως 1 w 502
λάβοι 1 w 507
διὸ 1 w 511
δὴ 1 w 513
ἔγωγέ 1 w 518
φημι 1 w 522
χρῆναι 1 w 528
πάντα 1 w 533
ἄνδρα 1 w 538
τὸν 2 w 541
ἔρωτα 1 w 546
τιμᾶν 1 w 551
καὶ 8 w 555
αὐτὸς 1 w 560
τιμῶ 1 w 564
τὰ 1 w 566
ἐρωτικὰ 1 w 573
καὶ 9 w 576
διαφερόντως 1 w 587
ἀσκῶ 1 w 591
καὶ 10 w 595
τοῖς 1 w 599
ἄλλοις 1 w 605
παρακελεύομαι 1 w 618
καὶ 11 w 622
νῦν 1 w 625
τε 6 w 627
καὶ 12 w 630
ἀεὶ 1 w 633
ἐγκωμιάζω 1 w 642
τὴν 2 w 645
δύναμιν 1 w 652
καὶ 13 w 655
ἀνδρείαν 1 w 663
τοῦ 3 w 666
Ἔρωτος 2 w 672
καθʼ 1 w 676
ὅσον 1 w 680
οἷός 1 w 684
τʼ 1 w 686
εἰμί 1 w 690
τοῦτον 1 w 697
οὖν 1 w 700
τὸν 3 w 703
λόγον 1 w 708
2 w 710
Φαῖδρε 1 w 716
εἰ 3 w 719
μὲν 2 w 722
βούλει 1 w 728
ὡς 1 w 731
ἐγκώμιον 1 w 739
εἰς 1 w 742
ἔρωτα 2 w 747
νόμισον 1 w 754
εἰρῆσθαι 1 w 762
εἰ 6 w 765
δέ 1 w 767
ὅτι 3 w 771
καὶ 14 w 774
ὅπῃ 1 w 777
χαίρεις 1 w 784
ὀνομάζων 1 w 792
τοῦτο 2 w 798
ὀνόμαζε 1 w 805
εἰπόντος 1 w 814
δὲ 3 w 816
ταῦτα 2 w 821
τοῦ 6 w 824
Σωκράτους 1 w 833
τοὺς 2 w 837
μὲν 3 w 840
ἐπαινεῖν 1 w 848
τὸν 4 w 852
δὲ 4 w 854
Ἀριστοφάνη 1 w 864
λέγειν 1 w 870
τι 10 w 872
ἐπιχειρεῖν 1 w 882
ὅτι 4 w 886
ἐμνήσθη 1 w 893
αὐτοῦ 1 w 898
λέγων 1 w 903
3 w 904
Σωκράτης 1 w 912
περὶ 1 w 916
τοῦ 8 w 919
λόγου 1 w 924
καὶ 15 w 928
ἐξαίφνης 1 w 936
τὴν 3 w 939
αὔλειον 1 w 946
θύραν 1 w 951
κρουομένην 1 w 961
πολὺν 1 w 966
ψόφον 1 w 971
παρασχεῖν 1 w 980
ὡς 2 w 982
κωμαστῶν 1 w 990
καὶ 16 w 994
αὐλητρίδος 1 w 1004
φωνὴν 1 w 1009
ἀκούειν 1 w 1016
τὸν 5 w 1020
οὖν 2 w 1023
Ἀγάθωνα 1 w 1030
παῖδες 1 w 1037
φάναι 1 w 1043
οὐ 5 w 1046
σκέψεσθε 1 w 1054
καὶ 17 w 1058
ἐὰν 1 w 1061
μέν 7 w 1064
τις 2 w 1067
τῶν 2 w 1070
ἐπιτηδείων 1 w 1080
1 w 1081
καλεῖτε 1 w 1089
εἰ 8 w 1092
δὲ 5 w 1094
μή 1 w 1096
λέγετε 1 w 1103
ὅτι 5 w 1106
οὐ 6 w 1108
πίνομεν 1 w 1115
ἀλλʼ 1 w 1119
ἀναπαυόμεθα 1 w 1130
ἤδη 1 w 1133
καὶ 18 w 1137
οὐ 7 w 1139
πολὺ 2 w 1143
ὕστερον 1 w 1150
Ἀλκιβιάδου 1 w 1160
τὴν 4 w 1163
φωνὴν 2 w 1168
ἀκούειν 2 w 1175
ἐν 3 w 1177
τῇ 2 w 1179
αὐλῇ 1 w 1183
σφόδρα 1 w 1189
μεθύοντος 1 w 1198
καὶ 19 w 1201
μέγα 1 w 1205
βοῶντος 1 w 1212
ἐρωτῶντος 1 w 1222
ὅπου 1 w 1226
Ἀγάθων 2 w 1232
καὶ 20 w 1235
κελεύοντος 1 w 1245
ἄγειν 1 w 1250
παρʼ 1 w 1254
Ἀγάθωνα 2 w 1261
ἄγειν 2 w 1267
οὖν 3 w 1270
αὐτὸν 1 w 1275
παρὰ 1 w 1279
σφᾶς 1 w 1283
τήν 1 w 1286
τε 10 w 1288
αὐλητρίδα 1 w 1297
ὑπολαβοῦσαν 1 w 1308
καὶ 21 w 1311
ἄλλους 2 w 1317
τινὰς 1 w 1322
τῶν 4 w 1325
ἀκολούθων 1 w 1334
καὶ 22 w 1338
ἐπιστῆναι 1 w 1347
ἐπὶ 1 w 1350
τὰς 1 w 1353
θύρας 1 w 1358
ἐστεφανωμένον 1 w 1371
αὐτὸν 2 w 1376
κιττοῦ 1 w 1382
τέ 1 w 1384
τινι 1 w 1388
στεφάνῳ 1 w 1395
δασεῖ 1 w 1400
καὶ 23 w 1403
ἴων 1 w 1406
καὶ 24 w 1410
ταινίας 1 w 1417
ἔχοντα 1 w 1423
ἐπὶ 2 w 1426
τῆς 2 w 1429
κεφαλῆς 1 w 1436
πάνυ 1 w 1440
πολλάς 1 w 1446
καὶ 25 w 1450
εἰπεῖν 1 w 1456
ἄνδρες 1 w 1463
χαίρετε 1 w 1471
μεθύοντα 1 w 1480
ἄνδρα 2 w 1485
πάνυ 2 w 1489
σφόδρα 2 w 1495
δέξεσθε 1 w 1502
συμπότην 1 w 1510
2 w 1512
ἀπίωμεν 1 w 1519
ἀναδήσαντες 1 w 1530
μόνον 1 w 1535
Ἀγάθωνα 3 w 1542
ἐφʼ 1 w 1546
ᾧπερ 1 w 1550
ἤλθομεν 1 w 1557
ἐγὼ 1 w 1561
γάρ 1 w 1564
τοι 1 w 1567
φάναι 2 w 1573
χθὲς 1 w 1578
μὲν 4 w 1581
οὐχ 1 w 1584
οἷός 2 w 1588
τʼ 2 w 1590
ἐγενόμην 1 w 1598
ἀφικέσθαι 1 w 1607
νῦν 2 w 1611
δὲ 6 w 1613
ἥκω 1 w 1616
ἐπὶ 3 w 1619
τῇ 3 w 1621
κεφαλῇ 1 w 1627
ἔχων 1 w 1631
τὰς 2 w 1634
ταινίας 2 w 1641
ἵνα 1 w 1645
ἀπὸ 1 w 1648
τῆς 3 w 1651
ἐμῆς 1 w 1655
κεφαλῆς 2 w 1662
τὴν 5 w 1665
τοῦ 10 w 1668
σοφωτάτου 1 w 1677
καὶ 26 w 1680
καλλίστου 1 w 1689
κεφαλὴν 1 w 1696
ἐὰν 2 w 1699
εἴπω 1 w 1703
οὑτωσὶ 1 w 1709
ἀναδήσω 1 w 1716
ἆρα 1 w 1720
καταγελάσεσθέ 1 w 1733
μου 1 w 1736
ὡς 3 w 1738
μεθύοντος 2 w 1747
ἐγὼ 2 w 1751
δέ 3 w 1753
κἂν 1 w 1757
ὑμεῖς 1 w 1762
γελᾶτε 1 w 1768
ὅμως 1 w 1773
εὖ 1 w 1775
οἶδʼ 1 w 1779
ὅτι 6 w 1782
ἀληθῆ 3 w 1787
λέγω 2 w 1791
ἀλλά 1 w 1796
μοι 1 w 1799
λέγετε 2 w 1805
αὐτόθεν 1 w 1812
ἐπὶ 4 w 1816
ῥητοῖς 1 w 1822
εἰσίω 1 w 1827
3 w 1828
μή 2 w 1830
συμπίεσθε 1 w 1840
4 w 1841
οὔ 1 w 1843
πάντας 1 w 1850
οὖν 4 w 1853
ἀναθορυβῆσαι 1 w 1865
καὶ 27 w 1868
κελεύειν 1 w 1876
εἰσιέναι 1 w 1884
καὶ 28 w 1887
κατακλίνεσθαι 1 w 1900
καὶ 29 w 1904
τὸν 8 w 1907
Ἀγάθωνα 4 w 1914
καλεῖν 1 w 1920
αὐτόν 1 w 1925
καὶ 30 w 1929
τὸν 9 w 1932
ἰέναι 1 w 1937
ἀγόμενον 1 w 1945
ὑπὸ 1 w 1948
τῶν 5 w 1951
ἀνθρώπων 2 w 1959
καὶ 31 w 1963
περιαιρούμενον 1 w 1977
ἅμα 1 w 1980
τὰς 3 w 1983
ταινίας 3 w 1990
ὡς 4 w 1992
ἀναδήσοντα 1 w 2002
ἐπίπροσθε 1 w 2012
τῶν 6 w 2015
ὀφθαλμῶν 1 w 2023
ἔχοντα 2 w 2029
οὐ 9 w 2031
κατιδεῖν 1 w 2039
τὸν 10 w 2042
Σωκράτη 2 w 2049
ἀλλὰ 2 w 2054
καθίζεσθαι 1 w 2064
παρὰ 2 w 2068
τὸν 11 w 2071
Ἀγάθωνα 5 w 2078
ἐν 4 w 2080
μέσῳ 1 w 2084
Σωκράτους 2 w 2093
τε 17 w 2095
καὶ 32 w 2098
ἐκείνου 1 w 2105
παραχωρῆσαι 1 w 2117
γὰρ 1 w 2120
τὸν 12 w 2123
Σωκράτη 3 w 2130
ὡς 5 w 2132
ἐκεῖνον 1 w 2139
κατιδεῖν 2 w 2147
παρακαθεζόμενον 1 w 2163
δὲ 7 w 2165
αὐτὸν 3 w 2170
ἀσπάζεσθαί 1 w 2180
τε 18 w 2182
τὸν 14 w 2185
Ἀγάθωνα 6 w 2192
καὶ 33 w 2195
ἀναδεῖν 1 w 2202
εἰπεῖν 2 w 2209
οὖν 5 w 2212
τὸν 15 w 2215
Ἀγάθωνα 7 w 2222
Ὑπολύετε 1 w 2230
παῖδες 2 w 2237
Ἀλκιβιάδην 1 w 2248
ἵνα 2 w 2252
ἐκ 6 w 2254
τρίτων 1 w 2260
κατακέηται 1 w 2270
πάνυ 3 w 2275
γε 11 w 2277
εἰπεῖν 3 w 2284
τὸν 16 w 2287
Ἀλκιβιάδην 2 w 2297
ἀλλὰ 3 w 2302
τίς 1 w 2305
ἡμῖν 1 w 2309
ὅδε 1 w 2312
τρίτος 1 w 2318
συμπότης 1 w 2326
καὶ 34 w 2330
ἅμα 2 w 2333
μεταστρεφόμενον 1 w 2348
αὐτὸν 4 w 2353
ὁρᾶν 1 w 2357
τὸν 18 w 2360
Σωκράτη 4 w 2367
ἰδόντα 1 w 2374
δὲ 8 w 2376
ἀναπηδῆσαι 1 w 2386
καὶ 35 w 2389
εἰπεῖν 4 w 2395
3 w 2396
Ἡράκλεις 1 w 2404
τουτὶ 1 w 2410
τί 4 w 2412
ἦν 1 w 2414
Σωκράτης 2 w 2423
οὗτος 1 w 2428
ἐλλοχῶν 1 w 2436
αὖ 1 w 2438
με 15 w 2440
ἐνταῦθα 2 w 2447
κατέκεισο 1 w 2456
ὥσπερ 1 w 2462
εἰώθεις 1 w 2469
ἐξαίφνης 2 w 2477
ἀναφαίνεσθαι 1 w 2489
ὅπου 2 w 2493
ἐγὼ 3 w 2496
ᾤμην 1 w 2500
ἥκιστά 1 w 2506
σε 6 w 2508
ἔσεσθαι 1 w 2515
καὶ 36 w 2519
νῦν 3 w 2522
τί 5 w 2524
ἥκεις 1 w 2529
καὶ 37 w 2533
τί 6 w 2535
αὖ 2 w 2537
ἐνταῦθα 3 w 2544
κατεκλίνης 1 w 2554
ὡς 6 w 2557
οὐ 10 w 2559
παρὰ 3 w 2563
Ἀριστοφάνει 1 w 2574
οὐδὲ 1 w 2578
εἴ 4 w 2580
τις 3 w 2583
ἄλλος 1 w 2588
γελοῖος 1 w 2595
ἔστι 1 w 2599
τε 21 w 2601
καὶ 38 w 2604
βούλεται 1 w 2612
ἀλλὰ 4 w 2617
διεμηχανήσω 1 w 2628
ὅπως 1 w 2632
παρὰ 4 w 2636
τῷ 3 w 2638
καλλίστῳ 1 w 2646
τῶν 7 w 2649
ἔνδον 1 w 2654
κατακείσῃ 1 w 2663
καὶ 39 w 2667
τὸν 19 w 2670
Σωκράτη 6 w 2677
Ἀγάθων 9 w 2684
φάναι 3 w 2690
ὅρα 1 w 2694
εἴ 5 w 2696
μοι 2 w 2699
ἐπαμύνεις 1 w 2708
ὡς 7 w 2711
ἐμοὶ 1 w 2715
5 w 2716
τούτου 2 w 2722
ἔρως 1 w 2726
τοῦ 11 w 2729
ἀνθρώπου 2 w 2737
οὐ 12 w 2739
φαῦλον 2 w 2745
πρᾶγμα 1 w 2751
γέγονεν 1 w 2758
ἀπʼ 1 w 2762
ἐκείνου 2 w 2769
γὰρ 2 w 2772
τοῦ 12 w 2775
χρόνου 1 w 2781
ἀφʼ 1 w 2785
οὗ 2 w 2787
τούτου 3 w 2793
ἠράσθην 1 w 2800
οὐκέτι 1 w 2807
ἔξεστίν 1 w 2814
μοι 3 w 2817
οὔτε 1 w 2821
προσβλέψαι 1 w 2831
οὔτε 2 w 2835
διαλεχθῆναι 1 w 2846
καλῷ 1 w 2850
οὐδʼ 1 w 2854
ἑνί 1 w 2857
5 w 2859
οὑτοσὶ 1 w 2865
ζηλοτυπῶν 1 w 2874
με 16 w 2876
καὶ 40 w 2879
φθονῶν 1 w 2885
θαυμαστὰ 1 w 2893
ἐργάζεται 1 w 2902
καὶ 41 w 2905
λοιδορεῖταί 1 w 2916
τε 24 w 2918
καὶ 42 w 2921
τὼ 1 w 2923
χεῖρε 1 w 2928
μόγις 1 w 2933
ἀπέχεται 1 w 2941
ὅρα 2 w 2945
οὖν 6 w 2948
μή 3 w 2950
τι 22 w 2952
καὶ 43 w 2955
νῦν 4 w 2958
ἐργάσηται 1 w 2967
ἀλλὰ 5 w 2972
διάλλαξον 1 w 2981
ἡμᾶς 1 w 2985
6 w 2987
ἐὰν 3 w 2990
ἐπιχειρῇ 1 w 2998
βιάζεσθαι 1 w 3007
ἐπάμυνε 1 w 3015
ὡς 8 w 3018
ἐγὼ 4 w 3021
τὴν 6 w 3024
τούτου 4 w 3030
μανίαν 1 w 3036
τε 25 w 3038
καὶ 44 w 3041
φιλεραστίαν 1 w 3052
πάνυ 4 w 3056
ὀρρωδῶ 1 w 3062
ἀλλʼ 2 w 3067
οὐκ 6 w 3070
ἔστι 2 w 3074
φάναι 4 w 3080
τὸν 20 w 3083
Ἀλκιβιάδην 3 w 3093
ἐμοὶ 2 w 3098
καὶ 45 w 3101
σοὶ 1 w 3104
διαλλαγή 1 w 3112
ἀλλὰ 6 w 3117
τούτων 1 w 3123
μὲν 5 w 3126
εἰς 2 w 3129
αὖθίς 1 w 3134
σε 8 w 3136
τιμωρήσομαι 1 w 3147
νῦν 5 w 3151
δέ 4 w 3153
μοι 4 w 3156
Ἀγάθων 10 w 3163
φάναι 5 w 3169
μετάδος 1 w 3177
τῶν 8 w 3180
ταινιῶν 1 w 3187
ἵνα 3 w 3191
ἀναδήσω 2 w 3198
καὶ 46 w 3201
τὴν 7 w 3204
τούτου 5 w 3210
ταυτηνὶ 1 w 3217
τὴν 8 w 3220
θαυμαστὴν 1 w 3229
κεφαλήν 1 w 3236
καὶ 47 w 3240
μή 4 w 3242
μοι 5 w 3245
μέμφηται 1 w 3253
ὅτι 7 w 3256
σὲ 1 w 3258
μὲν 6 w 3261
ἀνέδησα 1 w 3268
αὐτὸν 5 w 3274
δὲ 10 w 3276
νικῶντα 1 w 3283
ἐν 7 w 3285
λόγοις 1 w 3291
πάντας 2 w 3297
ἀνθρώπους 1 w 3306
οὐ 16 w 3309
μόνον 2 w 3314
πρῴην 1 w 3319
ὥσπερ 2 w 3324
σύ 1 w 3326
ἀλλʼ 3 w 3331
ἀεί 1 w 3334
ἔπειτα 1 w 3341
οὐκ 7 w 3344
ἀνέδησα 2 w 3351
καὶ 48 w 3355
ἅμʼ 1 w 3358
αὐτὸν 6 w 3363
λαβόντα 1 w 3370
τῶν 9 w 3373
ταινιῶν 2 w 3380
ἀναδεῖν 2 w 3387
τὸν 23 w 3390
Σωκράτη 7 w 3397
καὶ 49 w 3400
κατακλίνεσθαι 2 w 3413
ἐπειδὴ 1 w 3420
δὲ 11 w 3422
κατεκλίνη 2 w 3431
εἰπεῖν 5 w 3438
εἶεν 1 w 3443
δή 6 w 3445
ἄνδρες 2 w 3452
δοκεῖτε 1 w 3460
γάρ 2 w 3463
μοι 6 w 3466
νήφειν 1 w 3472
οὐκ 8 w 3476
ἐπιτρεπτέον 1 w 3487
οὖν 7 w 3490
ὑμῖν 1 w 3494
ἀλλὰ 7 w 3499
ποτέον 1 w 3505
ὡμολόγηται 1 w 3516
γὰρ 3 w 3519
ταῦθʼ 1 w 3524
ἡμῖν 2 w 3528
ἄρχοντα 1 w 3536
οὖν 8 w 3539
αἱροῦμαι 1 w 3547
τῆς 4 w 3550
πόσεως 1 w 3556
ἕως 1 w 3560
ἂν 2 w 3562
ὑμεῖς 2 w 3567
ἱκανῶς 1 w 3573
πίητε 1 w 3578
ἐμαυτόν 1 w 3586
ἀλλὰ 8 w 3591
φερέτω 1 w 3597
Ἀγάθων 11 w 3604
εἴ 6 w 3607
τι 26 w 3609
ἔστιν 1 w 3614
ἔκπωμα 1 w 3620
μέγα 2 w 3624
μᾶλλον 1 w 3631
δὲ 12 w 3633
οὐδὲν 1 w 3638
δεῖ 6 w 3641
ἀλλὰ 9 w 3646
φέρε 1 w 3650
παῖ 3 w 3654
φάναι 6 w 3660
τὸν 24 w 3664
ψυκτῆρα 1 w 3671
ἐκεῖνον 2 w 3678
ἰδόντα 2 w 3685
αὐτὸν 7 w 3690
πλέον 1 w 3695
7 w 3696
ὀκτὼ 1 w 3700
κοτύλας 1 w 3707
χωροῦντα 1 w 3715
τοῦτον 2 w 3722
ἐμπλησάμενον 1 w 3734
πρῶτον 1 w 3740
μὲν 7 w 3743
αὐτὸν 8 w 3748
ἐκπιεῖν 1 w 3755
ἔπειτα 2 w 3762
τῷ 4 w 3764
Σωκράτει 1 w 3772
κελεύειν 2 w 3780
ἐγχεῖν 1 w 3786
καὶ 50 w 3789
ἅμα 3 w 3792
εἰπεῖν 6 w 3798
πρὸς 1 w 3803
μὲν 8 w 3806
Σωκράτη 8 w 3813
4 w 3815
ἄνδρες 3 w 3821
τὸ 29 w 3824
σόφισμά 1 w 3831
μοι 7 w 3834
οὐδέν 1 w 3839
ὁπόσον 1 w 3846
γὰρ 4 w 3849
ἂν 3 w 3851
κελεύῃ 1 w 3857
τις 4 w 3860
τοσοῦτον 1 w 3869
ἐκπιὼν 1 w 3875
οὐδὲν 2 w 3880
μᾶλλον 2 w 3886
μή 5 w 3888
ποτε 1 w 3892
μεθυσθῇ 1 w 3899
τὸν 27 w 3903
μὲν 9 w 3906
οὖν 9 w 3909
Σωκράτη 9 w 3916
ἐγχέαντος 1 w 3925
τοῦ 14 w 3928
παιδὸς 1 w 3934
πίνειν 1 w 3940
τὸν 28 w 3944
δʼ 4 w 3946
Ἐρυξίμαχον 1 w 3956
πῶς 1 w 3959
οὖν 10 w 3962
φάναι 7 w 3968
5 w 3970
Ἀλκιβιάδη 4 w 3979
ποιοῦμεν 1 w 3988
οὕτως 1 w 3994
οὔτε 3 w 3998
τι 29 w 4000
λέγομεν 1 w 4007
ἐπὶ 5 w 4010
τῇ 4 w 4012
κύλικι 1 w 4018
οὔτε 4 w 4022
τι 30 w 4024
ᾁδομεν 1 w 4030
ἀλλʼ 4 w 4035
ἀτεχνῶς 1 w 4042
ὥσπερ 3 w 4047
οἱ 2 w 4049
διψῶντες 1 w 4057
πιόμεθα 1 w 4064
τὸν 29 w 4068
οὖν 11 w 4071
Ἀλκιβιάδην 4 w 4081
εἰπεῖν 7 w 4087
6 w 4088
Ἐρυξίμαχε 1 w 4097
βέλτιστε 1 w 4106
βελτίστου 1 w 4115
πατρὸς 1 w 4121
καὶ 51 w 4124
σωφρονεστάτου 1 w 4137
χαῖρε 1 w 4143
καὶ 52 w 4147
γὰρ 5 w 4150
σύ 2 w 4152
φάναι 8 w 4158
τὸν 30 w 4161
Ἐρυξίμαχον 2 w 4171
ἀλλὰ 10 w 4176
τί 10 w 4178
ποιῶμεν 1 w 4185
ὅτι 8 w 4189
ἂν 4 w 4191
σὺ 1 w 4193
κελεύῃς 1 w 4200
δεῖ 7 w 4204
γάρ 3 w 4207
σοι 1 w 4210
πείθεσθαι 1 w 4219
ἰητρὸς 1 w 4226
γὰρ 6 w 4229
ἀνὴρ 1 w 4233
πολλῶν 1 w 4239
ἀντάξιος 1 w 4247
ἄλλων 1 w 4252
Hom 1 w 4256
Il 1 w 4259
11 1 w 4262
514 1 w 4266
ἐπίταττε 1 w 4274
οὖν 12 w 4277
ὅτι 9 w 4280
βούλει 2 w 4286
ἄκουσον 1 w 4294
δή 7 w 4296
εἰπεῖν 8 w 4303
τὸν 31 w 4306
Ἐρυξίμαχον 3 w 4316
ἡμῖν 3 w 4321
πρὶν 1 w 4325
σὲ 2 w 4327
εἰσελθεῖν 1 w 4336
ἔδοξε 1 w 4341
χρῆναι 2 w 4347
ἐπὶ 6 w 4350
δεξιὰ 1 w 4355
ἕκαστον 1 w 4362
ἐν 8 w 4364
μέρει 1 w 4369
λόγον 2 w 4374
περὶ 2 w 4378
Ἔρωτος 3 w 4384
εἰπεῖν 9 w 4390
ὡς 9 w 4392
δύναιτο 1 w 4399
κάλλιστον 1 w 4408
καὶ 53 w 4412
ἐγκωμιάσαι 1 w 4422
οἱ 3 w 4425
μὲν 10 w 4428
οὖν 13 w 4431
ἄλλοι 3 w 4436
πάντες 1 w 4442
ἡμεῖς 1 w 4447
εἰρήκαμεν 1 w 4456
σὺ 2 w 4459
δʼ 5 w 4461
ἐπειδὴ 2 w 4467
οὐκ 9 w 4470
εἴρηκας 1 w 4477
καὶ 54 w 4480
ἐκπέπωκας 1 w 4489
δίκαιος 1 w 4497
εἶ 2 w 4499
εἰπεῖν 10 w 4505
εἰπὼν 1 w 4511
δὲ 15 w 4513
ἐπιτάξαι 1 w 4521
Σωκράτει 2 w 4529
ὅτι 10 w 4532
ἂν 5 w 4534
βούλῃ 1 w 4539
καὶ 55 w 4543
τοῦτον 3 w 4549
τῷ 5 w 4551
ἐπὶ 7 w 4554
δεξιὰ 2 w 4559
καὶ 56 w 4562
οὕτω 2 w 4566
τοὺς 3 w 4570
ἄλλους 3 w 4576
ἀλλά 2 w 4581
φάναι 9 w 4587
7 w 4589
Ἐρυξίμαχε 2 w 4598
τὸν 32 w 4602
Ἀλκιβιάδην 5 w 4612
καλῶς 1 w 4618
μὲν 11 w 4621
λέγεις 1 w 4627
μεθύοντα 2 w 4636
δὲ 16 w 4638
ἄνδρα 3 w 4643
παρὰ 5 w 4647
νηφόντων 1 w 4655
λόγους 1 w 4661
παραβάλλειν 1 w 4672
μὴ 1 w 4674
οὐκ 10 w 4677
ἐξ 3 w 4679
ἴσου 1 w 4683
2 w 4684
καὶ 57 w 4688
ἅμα 4 w 4691
8 w 4693
μακάριε 1 w 4700
πείθει 2 w 4707
τί 11 w 4709
σε 11 w 4711
Σωκράτης 3 w 4719
ὧν 1 w 4721
ἄρτι 1 w 4725
εἶπεν 1 w 4730
8 w 4732
οἶσθα 1 w 4737
ὅτι 11 w 4740
τοὐναντίον 1 w 4750
ἐστὶ 1 w 4754
πᾶν 1 w 4757
9 w 4758
1 w 4759
ἔλεγεν 1 w 4765
οὗτος 2 w 4771
γάρ 4 w 4774
ἐάν 1 w 4778
τινα 1 w 4782
ἐγὼ 5 w 4785
ἐπαινέσω 1 w 4793
τούτου 6 w 4799
παρόντος 1 w 4807
10 w 4808
θεὸν 1 w 4812
11 w 4813
ἄνθρωπον 1 w 4821
ἄλλον 1 w 4826
12 w 4827
τοῦτον 4 w 4833
οὐκ 11 w 4837
ἀφέξεταί 1 w 4845
μου 2 w 4848
τὼ 3 w 4850
χεῖρε 2 w 4855
οὐκ 12 w 4859
εὐφημήσεις 1 w 4869
φάναι 10 w 4875
τὸν 33 w 4878
Σωκράτη 11 w 4885
μὰ 1 w 4888
τὸν 34 w 4891
Ποσειδῶ 1 w 4898
εἰπεῖν 11 w 4905
τὸν 35 w 4908
Ἀλκιβιάδην 6 w 4918
μηδὲν 1 w 4924
λέγε 5 w 4928
πρὸς 2 w 4932
ταῦτα 3 w 4937
ὡς 10 w 4940
ἐγὼ 6 w 4943
οὐδʼ 2 w 4947
ἂν 6 w 4949
ἕνα 1 w 4952
ἄλλον 2 w 4957
ἐπαινέσαιμι 1 w 4968
σοῦ 2 w 4971
παρόντος 2 w 4979
ἀλλʼ 5 w 4984
οὕτω 3 w 4988
ποίει 1 w 4993
φάναι 11 w 4999
τὸν 36 w 5002
Ἐρυξίμαχον 4 w 5012
εἰ 27 w 5015
βούλει 3 w 5021
Σωκράτη 12 w 5029
ἐπαίνεσον 1 w 5038
πῶς 2 w 5042
λέγεις 2 w 5048
εἰπεῖν 12 w 5055
τὸν 37 w 5058
Ἀλκιβιάδην 7 w 5068
δοκεῖ 2 w 5074
χρῆναι 3 w 5080
9 w 5082
Ἐρυξίμαχε 3 w 5091
ἐπιθῶμαι 1 w 5100
τῷ 6 w 5102
ἀνδρὶ 1 w 5107
καὶ 58 w 5110
τιμωρήσωμαι 1 w 5121
ὑμῶν 1 w 5125
ἐναντίον 1 w 5133
οὗτος 3 w 5139
φάναι 12 w 5145
τὸν 38 w 5148
Σωκράτη 13 w 5155
τί 14 w 5158
ἐν 10 w 5160
νῷ 1 w 5162
ἔχεις 1 w 5167
ἐπὶ 8 w 5171
τὰ 6 w 5173
γελοιότερά 1 w 5183
με 29 w 5185
ἐπαινέσαι 2 w 5194
13 w 5196
τί 15 w 5198
ποιήσεις 1 w 5206
τἀληθῆ 1 w 5213
ἐρῶ 1 w 5216
ἀλλʼ 6 w 5221
ὅρα 3 w 5224
εἰ 29 w 5226
παρίης 1 w 5232
ἀλλὰ 11 w 5237
μέντοι 1 w 5243
φάναι 13 w 5249
τά 7 w 5252
γε 18 w 5254
ἀληθῆ 5 w 5259
παρίημι 1 w 5266
καὶ 59 w 5269
κελεύω 1 w 5275
λέγειν 2 w 5281
οὐκ 13 w 5285
ἂν 7 w 5287
φθάνοιμι 1 w 5295
εἰπεῖν 13 w 5302
τὸν 39 w 5305
Ἀλκιβιάδην 8 w 5315
καὶ 60 w 5319
μέντοι 2 w 5325
οὑτωσὶ 2 w 5331
ποίησον 1 w 5338
ἐάν 2 w 5342
τι 39 w 5344
μὴ 2 w 5346
ἀληθὲς 1 w 5352
λέγω 3 w 5356
μεταξὺ 1 w 5363
ἐπιλαβοῦ 1 w 5371
ἂν 8 w 5374
βούλῃ 2 w 5379
καὶ 61 w 5383
εἰπὲ 1 w 5387
ὅτι 12 w 5390
τοῦτο 6 w 5395
ψεύδομαι 1 w 5403
ἑκὼν 1 w 5408
γὰρ 7 w 5411
εἶναι 1 w 5416
οὐδὲν 3 w 5421
ψεύσομαι 1 w 5429
ἐὰν 4 w 5433
μέντοι 3 w 5439
ἀναμιμνῃσκόμενος 1 w 5455
ἄλλο 10 w 5459
ἄλλοθεν 1 w 5466
λέγω 4 w 5470
μηδὲν 2 w 5476
θαυμάσῃς 1 w 5484
οὐ 30 w 5487
γάρ 5 w 5490
τι 41 w 5492
ῥᾴδιον 1 w 5498
τὴν 10 w 5501
σὴν 1 w 5504
ἀτοπίαν 1 w 5511
ὧδʼ 1 w 5514
ἔχοντι 1 w 5520
εὐπόρως 1 w 5527
καὶ 62 w 5530
ἐφεξῆς 1 w 5536
καταριθμῆσαι 1 w 5548
Σωκράτη 14 w 5556
δʼ 8 w 5558
ἐγὼ 7 w 5561
ἐπαινεῖν 2 w 5569
10 w 5571
ἄνδρες 4 w 5577
οὕτως 2 w 5583
ἐπιχειρήσω 1 w 5593
διʼ 1 w 5597
εἰκόνων 1 w 5604
οὗτος 4 w 5610
μὲν 12 w 5613
οὖν 14 w 5616
ἴσως 1 w 5620
οἰήσεται 1 w 5628
ἐπὶ 9 w 5631
τὰ 7 w 5633
γελοιότερα 1 w 5643
ἔσται 1 w 5649
δʼ 9 w 5651
6 w 5652
εἰκὼν 1 w 5657
τοῦ 18 w 5660
ἀληθοῦς 2 w 5667
ἕνεκα 1 w 5672
οὐ 31 w 5675
τοῦ 19 w 5678
γελοίου 1 w 5685
φημὶ 1 w 5690
γὰρ 8 w 5693
δὴ 4 w 5695
ὁμοιότατον 1 w 5705
αὐτὸν 9 w 5710
εἶναι 2 w 5715
τοῖς 3 w 5719
σιληνοῖς 1 w 5727
τούτοις 1 w 5734
τοῖς 4 w 5738
ἐν 11 w 5740
τοῖς 5 w 5744
ἑρμογλυφείοις 1 w 5757
καθημένοις 1 w 5767
οὕστινας 1 w 5776
ἐργάζονται 1 w 5786
οἱ 4 w 5788
δημιουργοὶ 1 w 5798
σύριγγας 1 w 5806
14 w 5807
αὐλοὺς 1 w 5813
ἔχοντας 1 w 5820
οἳ 1 w 5823
διχάδε 1 w 5829
διοιχθέντες 1 w 5840
φαίνονται 1 w 5849
ἔνδοθεν 1 w 5856
ἀγάλματα 1 w 5864
ἔχοντες 1 w 5871
θεῶν 1 w 5875
καὶ 63 w 5879
φημὶ 2 w 5883
αὖ 4 w 5885
ἐοικέναι 1 w 5893
αὐτὸν 10 w 5898
τῷ 7 w 5900
σατύρῳ 1 w 5906
τῷ 8 w 5908
Μαρσύᾳ 1 w 5914
ὅτι 13 w 5918
μὲν 13 w 5921
οὖν 15 w 5924
τό 4 w 5926
γε 22 w 5928
εἶδος 1 w 5933
ὅμοιος 1 w 5939
εἶ 7 w 5941
τούτοις 2 w 5948
11 w 5950
Σώκρατες 1 w 5958
οὐδʼ 3 w 5963
αὐτὸς 2 w 5968
ἄν 10 w 5970
που 6 w 5973
ἀμφισβητήσαις 1 w 5986
ὡς 11 w 5989
δὲ 20 w 5991
καὶ 64 w 5994
τἆλλα 1 w 5999
ἔοικας 1 w 6005
μετὰ 1 w 6010
τοῦτο 7 w 6015
ἄκουε 1 w 6020
ὑβριστὴς 1 w 6029
εἶ 8 w 6031
15 w 6033
οὔ 6 w 6035
ἐὰν 5 w 6039
γὰρ 9 w 6042
μὴ 3 w 6044
ὁμολογῇς 1 w 6052
μάρτυρας 1 w 6061
παρέξομαι 1 w 6070
ἀλλʼ 7 w 6075
οὐκ 14 w 6078
αὐλητής 1 w 6085
πολύ 2 w 6090
γε 23 w 6092
θαυμασιώτερος 1 w 6105
ἐκείνου 3 w 6112
9 w 6114
μέν 13 w 6117
γε 24 w 6119
διʼ 2 w 6122
ὀργάνων 1 w 6129
ἐκήλει 1 w 6135
τοὺς 4 w 6139
ἀνθρώπους 2 w 6148
τῇ 5 w 6150
ἀπὸ 2 w 6153
τοῦ 21 w 6156
στόματος 1 w 6164
δυνάμει 1 w 6171
καὶ 65 w 6175
ἔτι 1 w 6178
νυνὶ 1 w 6182
ὃς 1 w 6184
ἂν 9 w 6186
τὰ 9 w 6188
ἐκείνου 4 w 6195
αὐλῇ 2 w 6199
1 w 6201
γὰρ 10 w 6204
Ὄλυμπος 1 w 6211
ηὔλει 1 w 6216
Μαρσύου 1 w 6224
λέγω 5 w 6228
τούτου 7 w 6235
διδάξαντος 1 w 6245
τὰ 10 w 6248
οὖν 16 w 6251
ἐκείνου 5 w 6258
ἐάντε 1 w 6263
ἀγαθὸς 1 w 6269
αὐλητὴς 1 w 6276
αὐλῇ 3 w 6280
ἐάντε 2 w 6285
φαύλη 1 w 6290
αὐλητρίς 1 w 6298
μόνα 1 w 6303
κατέχεσθαι 1 w 6313
ποιεῖ 1 w 6318
καὶ 66 w 6321
δηλοῖ 1 w 6326
τοὺς 5 w 6330
τῶν 10 w 6333
θεῶν 2 w 6337
τε 47 w 6339
καὶ 67 w 6342
τελετῶν 1 w 6349
δεομένους 1 w 6358
διὰ 1 w 6361
τὸ 46 w 6363
θεῖα 1 w 6367
εἶναι 3 w 6372
σὺ 3 w 6375
δʼ 11 w 6377
ἐκείνου 6 w 6384
τοσοῦτον 2 w 6392
μόνον 3 w 6397
διαφέρεις 1 w 6406
ὅτι 14 w 6410
ἄνευ 1 w 6414
ὀργάνων 2 w 6421
ψιλοῖς 1 w 6427
λόγοις 2 w 6433
ταὐτὸν 1 w 6439
τοῦτο 8 w 6444
ποιεῖς 1 w 6450
ἡμεῖς 2 w 6456
γοῦν 1 w 6460
ὅταν 1 w 6464
μέν 15 w 6467
του 15 w 6470
ἄλλου 4 w 6475
ἀκούωμεν 1 w 6483
λέγοντος 1 w 6491
καὶ 68 w 6494
πάνυ 5 w 6498
ἀγαθοῦ 1 w 6504
ῥήτορος 1 w 6511
ἄλλους 4 w 6517
λόγους 2 w 6523
οὐδὲν 4 w 6529
μέλει 1 w 6534
ὡς 12 w 6536
ἔπος 1 w 6540
εἰπεῖν 14 w 6546
οὐδενί 1 w 6552
ἐπειδὰν 1 w 6560
δὲ 22 w 6562
σοῦ 4 w 6565
τις 5 w 6568
ἀκούῃ 1 w 6573
16 w 6574
τῶν 12 w 6577
σῶν 1 w 6580
λόγων 1 w 6585
ἄλλου 6 w 6590
λέγοντος 2 w 6598
κἂν 2 w 6602
πάνυ 6 w 6606
φαῦλος 1 w 6612
3 w 6613
10 w 6614
λέγων 2 w 6619
ἐάντε 3 w 6625
γυνὴ 1 w 6629
ἀκούῃ 2 w 6634
ἐάντε 4 w 6639
ἀνὴρ 2 w 6643
ἐάντε 5 w 6648
μειράκιον 1 w 6657
ἐκπεπληγμένοι 1 w 6671
ἐσμὲν 1 w 6676
καὶ 69 w 6679
κατεχόμεθα 1 w 6689
ἐγὼ 8 w 6693
γοῦν 2 w 6697
12 w 6699
ἄνδρες 5 w 6705
εἰ 35 w 6708
μὴ 4 w 6710
ἔμελλον 1 w 6717
κομιδῇ 1 w 6723
δόξειν 1 w 6729
μεθύειν 1 w 6736
εἶπον 1 w 6742
ὀμόσας 1 w 6748
ἂν 11 w 6750
ὑμῖν 2 w 6754
οἷα 1 w 6757
δὴ 5 w 6759
πέπονθα 1 w 6766
αὐτὸς 3 w 6771
ὑπὸ 2 w 6774
τῶν 13 w 6777
τούτου 8 w 6783
λόγων 2 w 6788
καὶ 70 w 6791
πάσχω 1 w 6796
ἔτι 2 w 6799
καὶ 71 w 6802
νυνί 1 w 6806
ὅταν 2 w 6811
γὰρ 11 w 6814
ἀκούω 2 w 6819
πολύ 3 w 6824
μοι 10 w 6827
μᾶλλον 3 w 6833
17 w 6834
τῶν 14 w 6837
κορυβαντιώντων 1 w 6851
4 w 6852
τε 53 w 6854
καρδία 1 w 6860
πηδᾷ 1 w 6864
καὶ 72 w 6867
δάκρυα 1 w 6873
ἐκχεῖται 1 w 6881
ὑπὸ 3 w 6884
τῶν 15 w 6887
λόγων 3 w 6892
τῶν 16 w 6895
τούτου 9 w 6901
ὁρῶ 2 w 6905
δὲ 23 w 6907
καὶ 73 w 6910
ἄλλους 5 w 6916
παμπόλλους 1 w 6926
τὰ 11 w 6928
αὐτὰ 1 w 6932
πάσχοντας 1 w 6941
Περικλέους 1 w 6952
δὲ 24 w 6954
ἀκούων 1 w 6960
καὶ 74 w 6963
ἄλλων 2 w 6968
ἀγαθῶν 1 w 6974
ῥητόρων 1 w 6981
εὖ 2 w 6983
μὲν 15 w 6986
ἡγούμην 1 w 6993
λέγειν 3 w 6999
τοιοῦτον 1 w 7008
δʼ 12 w 7010
οὐδὲν 5 w 7015
ἔπασχον 1 w 7022
οὐδʼ 4 w 7027
ἐτεθορύβητό 1 w 7038
μου 3 w 7041
9 w 7042
ψυχὴ 1 w 7046
οὐδʼ 5 w 7050
ἠγανάκτει 1 w 7059
ὡς 13 w 7061
ἀνδραποδωδῶς 1 w 7073
διακειμένου 1 w 7084
ἀλλʼ 8 w 7089
ὑπὸ 4 w 7092
τουτουῒ 1 w 7099
τοῦ 23 w 7102
Μαρσύου 2 w 7109
πολλάκις 1 w 7117
δὴ 6 w 7119
οὕτω 5 w 7123
διετέθην 1 w 7131
ὥστε 1 w 7135
μοι 11 w 7138
δόξαι 1 w 7143
μὴ 5 w 7145
βιωτὸν 1 w 7151
εἶναι 4 w 7156
ἔχοντι 2 w 7162
ὡς 14 w 7164
ἔχω 2 w 7167
καὶ 75 w 7171
ταῦτα 4 w 7176
13 w 7178
Σώκρατες 2 w 7186
οὐκ 15 w 7190
ἐρεῖς 1 w 7195
ὡς 15 w 7197
οὐκ 16 w 7200
ἀληθῆ 6 w 7205
καὶ 76 w 7209
ἔτι 3 w 7212
γε 26 w 7214
νῦν 6 w 7217
σύνοιδʼ 1 w 7224
ἐμαυτῷ 1 w 7230
ὅτι 15 w 7233
εἰ 36 w 7235
ἐθέλοιμι 1 w 7243
παρέχειν 1 w 7251
τὰ 13 w 7253
ὦτα 1 w 7256
οὐκ 17 w 7260
ἂν 12 w 7262
καρτερήσαιμι 1 w 7274
ἀλλὰ 12 w 7278
ταὐτὰ 1 w 7283
ἂν 13 w 7285
πάσχοιμι 1 w 7293
ἀναγκάζει 1 w 7303
γάρ 6 w 7306
με 40 w 7308
ὁμολογεῖν 1 w 7317
ὅτι 16 w 7320
πολλοῦ 1 w 7326
ἐνδεὴς 1 w 7332
ὢν 1 w 7334
αὐτὸς 4 w 7339
ἔτι 4 w 7342
ἐμαυτοῦ 1 w 7349
μὲν 16 w 7352
ἀμελῶ 1 w 7357
τὰ 15 w 7360
δʼ 16 w 7362
Ἀθηναίων 1 w 7370
πράττω 1 w 7376
βίᾳ 1 w 7380
οὖν 17 w 7383
ὥσπερ 4 w 7388
ἀπὸ 3 w 7391
τῶν 17 w 7394
Σειρήνων 1 w 7402
ἐπισχόμενος 1 w 7413
τὰ 16 w 7415
ὦτα 2 w 7418
οἴχομαι 1 w 7425
φεύγων 1 w 7431
ἵνα 4 w 7435
μὴ 6 w 7437
αὐτοῦ 2 w 7442
καθήμενος 1 w 7451
παρὰ 6 w 7455
τούτῳ 1 w 7460
καταγηράσω 1 w 7470
πέπονθα 2 w 7478
δὲ 26 w 7480
πρὸς 3 w 7484
τοῦτον 5 w 7490
μόνον 4 w 7495
ἀνθρώπων 3 w 7503
3 w 7505
οὐκ 18 w 7508
ἄν 13 w 7510
τις 6 w 7513
οἴοιτο 1 w 7519
ἐν 13 w 7521
ἐμοὶ 3 w 7525
ἐνεῖναι 1 w 7532
τὸ 51 w 7535
αἰσχύνεσθαι 1 w 7546
ὁντινοῦν 1 w 7554
ἐγὼ 9 w 7558
δὲ 27 w 7560
τοῦτον 6 w 7566
μόνον 5 w 7571
αἰσχύνομαι 1 w 7581
σύνοιδα 1 w 7589
γὰρ 12 w 7592
ἐμαυτῷ 2 w 7598
ἀντιλέγειν 1 w 7608
μὲν 17 w 7611
οὐ 43 w 7613
δυναμένῳ 1 w 7621
ὡς 16 w 7623
οὐ 44 w 7625
δεῖ 8 w 7628
ποιεῖν 1 w 7634
2 w 7635
οὗτος 5 w 7640
κελεύει 3 w 7647
ἐπειδὰν 2 w 7655
δὲ 28 w 7657
ἀπέλθω 1 w 7663
ἡττημένῳ 1 w 7672
τῆς 5 w 7675
τιμῆς 1 w 7680
τῆς 6 w 7683
ὑπὸ 5 w 7686
τῶν 18 w 7689
πολλῶν 2 w 7695
δραπετεύω 1 w 7705
οὖν 18 w 7708
αὐτὸν 12 w 7713
καὶ 77 w 7716
φεύγω 2 w 7721
καὶ 78 w 7725
ὅταν 3 w 7729
ἴδω 2 w 7732
αἰσχύνομαι 2 w 7743
τὰ 17 w 7745
ὡμολογημένα 1 w 7756
καὶ 79 w 7760
πολλάκις 2 w 7768
μὲν 18 w 7771
ἡδέως 1 w 7776
ἂν 14 w 7778
ἴδοιμι 1 w 7784
αὐτὸν 13 w 7789
μὴ 7 w 7791
ὄντα 1 w 7795
ἐν 15 w 7797
ἀνθρώποις 1 w 7806
εἰ 37 w 7809
δʼ 17 w 7811
αὖ 5 w 7813
τοῦτο 11 w 7818
γένοιτο 1 w 7825
εὖ 3 w 7828
οἶδα 1 w 7832
ὅτι 17 w 7835
πολὺ 3 w 7839
μεῖζον 1 w 7845
ἂν 15 w 7847
ἀχθοίμην 1 w 7855
ὥστε 2 w 7860
οὐκ 19 w 7863
ἔχω 3 w 7866
ὅτι 18 w 7869
χρήσωμαι 1 w 7877
τούτῳ 2 w 7882
τῷ 11 w 7884
ἀνθρώπῳ 1 w 7891
καὶ 80 w 7895
ὑπὸ 6 w 7898
μὲν 19 w 7901
δὴ 7 w 7903
τῶν 19 w 7906
αὐλημάτων 1 w 7915
καὶ 81 w 7918
ἐγὼ 10 w 7921
καὶ 82 w 7924
ἄλλοι 4 w 7929
πολλοὶ 1 w 7935
τοιαῦτα 1 w 7942
πεπόνθασιν 1 w 7952
ὑπὸ 7 w 7955
τοῦδε 1 w 7960
τοῦ 30 w 7963
σατύρου 1 w 7970
ἄλλα 1 w 7975
δὲ 29 w 7977
ἐμοῦ 1 w 7981
ἀκούσατε 1 w 7989
ὡς 17 w 7991
ὅμοιός 1 w 7997
τʼ 3 w 7999
ἐστὶν 1 w 8004
οἷς 1 w 8007
ἐγὼ 11 w 8010
ᾔκασα 1 w 8015
αὐτὸν 14 w 8020
καὶ 83 w 8023
τὴν 11 w 8026
δύναμιν 2 w 8033
ὡς 18 w 8035
θαυμασίαν 1 w 8044
ἔχει 2 w 8048
εὖ 4 w 8051
γὰρ 13 w 8054
ἴστε 1 w 8058
ὅτι 19 w 8061
οὐδεὶς 1 w 8067
ὑμῶν 2 w 8071
τοῦτον 7 w 8077
γιγνώσκει 1 w 8086
ἀλλὰ 13 w 8091
ἐγὼ 12 w 8094
δηλώσω 1 w 8100
ἐπείπερ 1 w 8108
ἠρξάμην 1 w 8115
ὁρᾶτε 1 w 8121
γὰρ 14 w 8124
ὅτι 20 w 8127
Σωκράτης 4 w 8135
ἐρωτικῶς 1 w 8143
διάκειται 1 w 8152
τῶν 20 w 8155
καλῶν 1 w 8160
καὶ 84 w 8163
ἀεὶ 2 w 8166
περὶ 3 w 8170
τούτους 1 w 8177
ἐστὶ 3 w 8181
καὶ 85 w 8184
ἐκπέπληκται 1 w 8195
καὶ 86 w 8199
αὖ 6 w 8201
ἀγνοεῖ 1 w 8207
πάντα 4 w 8212
καὶ 87 w 8215
οὐδὲν 6 w 8220
οἶδεν 1 w 8225
ὡς 19 w 8228
τὸ 55 w 8230
σχῆμα 1 w 8235
αὐτοῦ 3 w 8240
τοῦτο 13 w 8245
οὐ 48 w 8247
σιληνῶδες 1 w 8256
σφόδρα 3 w 8263
γε 29 w 8265
τοῦτο 14 w 8271
γὰρ 15 w 8274
οὗτος 6 w 8279
ἔξωθεν 1 w 8285
περιβέβληται 1 w 8297
ὥσπερ 5 w 8303
15 w 8304
γεγλυμμένος 1 w 8315
σιληνός 1 w 8322
ἔνδοθεν 2 w 8330
δὲ 31 w 8332
ἀνοιχθεὶς 1 w 8341
πόσης 1 w 8346
οἴεσθε 1 w 8352
γέμει 1 w 8357
16 w 8359
ἄνδρες 6 w 8365
συμπόται 1 w 8373
σωφροσύνης 1 w 8384
ἴστε 2 w 8389
ὅτι 21 w 8392
οὔτε 5 w 8396
εἴ 8 w 8398
τις 7 w 8401
καλός 1 w 8406
ἐστι 1 w 8410
μέλει 2 w 8415
αὐτῷ 3 w 8419
οὐδέν 2 w 8424
ἀλλὰ 14 w 8429
καταφρονεῖ 1 w 8439
τοσοῦτον 3 w 8447
ὅσον 2 w 8451
οὐδʼ 6 w 8455
ἂν 16 w 8457
εἷς 1 w 8460
οἰηθείη 1 w 8467
οὔτʼ 1 w 8472
εἴ 9 w 8474
τις 8 w 8477
πλούσιος 1 w 8485
οὔτʼ 2 w 8490
εἰ 38 w 8492
ἄλλην 1 w 8497
τινὰ 2 w 8501
τιμὴν 1 w 8506
ἔχων 2 w 8510
τῶν 21 w 8513
ὑπὸ 8 w 8516
πλήθους 1 w 8523
μακαριζομένων 1 w 8536
ἡγεῖται 1 w 8544
δὲ 32 w 8546
πάντα 5 w 8551
ταῦτα 5 w 8556
τὰ 18 w 8558
κτήματα 1 w 8565
οὐδενὸς 1 w 8572
ἄξια 1 w 8576
καὶ 88 w 8579
ἡμᾶς 2 w 8583
οὐδὲν 7 w 8588
εἶναι 5 w 8593
λέγω 7 w 8598
ὑμῖν 3 w 8602
εἰρωνευόμενος 1 w 8616
δὲ 34 w 8618
καὶ 89 w 8621
παίζων 1 w 8627
πάντα 6 w 8632
τὸν 47 w 8635
βίον 2 w 8639
πρὸς 4 w 8643
τοὺς 6 w 8647
ἀνθρώπους 3 w 8656
διατελεῖ 1 w 8664