Scaife ATLAS

CTS Library / Symposium

Symposium (177-181)

urn:cts:greekLit:tlg0059.tlg011.perseus-grc2:177-181
Refs {'start': {'reference': '177', 'human_reference': 'None 177'}, 'end': {'reference': '181', 'human_reference': 'None 181'}}
Ancestors []
Children []
prev
plain textXML
next

177
177a
φάναι δὴ πάντας καὶ βούλεσθαι καὶ κελεύειν αὐτὸν εἰσηγεῖσθαι. εἰπεῖν οὖν τὸν Ἐρυξίμαχον ὅτι μέν μοι ἀρχὴ τοῦ λόγου ἐστὶ κατὰ τὴν Εὐριπίδου Μελανίππην· οὐ γὰρ ἐμὸς μῦθος, ἀλλὰ Φαίδρου τοῦδε, ὃν μέλλω λέγειν. Φαῖδρος γὰρ ἑκάστοτε πρός με ἀγανακτῶν λέγει οὐ δεινόν, φησίν, Ἐρυξίμαχε, ἄλλοις μέν τισι θεῶν ὕμνους καὶ παίωνας εἶναι ὑπὸ τῶν ποιητῶν πεποιημένους, τῷ δὲ Ἔρωτι, τηλικούτῳ ὄντι καὶ τοσούτῳ θεῷ, μηδὲ ἕνα πώποτε τοσούτων
177b
γεγονότων ποιητῶν πεποιηκέναι μηδὲν ἐγκώμιον; εἰ δὲ βούλει αὖ σκέψασθαι τοὺς χρηστοὺς σοφιστάς, Ἡρακλέους μὲν καὶ ἄλλων ἐπαίνους καταλογάδην συγγράφειν, ὥσπερ βέλτιστος Πρόδικοςκαὶ τοῦτο μὲν ἧττον καὶ θαυμαστόν, ἀλλʼ ἔγωγε ἤδη τινὶ ἐνέτυχον βιβλίῳ ἀνδρὸς σοφοῦ, ἐν ἐνῆσαν ἅλες ἔπαινον θαυμάσιον ἔχοντες πρὸς ὠφελίαν, καὶ ἄλλα τοιαῦτα
177c
συχνὰ ἴδοις ἂν ἐγκεκωμιασμένατὸ οὖν τοιούτων μὲν πέρι πολλὴν σπουδὴν ποιήσασθαι, ἔρωτα δὲ μηδένα πω ἀνθρώπων τετολμηκέναι εἰς ταυτηνὶ τὴν ἡμέραν ἀξίως ὑμνῆσαι· ἀλλʼ οὕτως ἠμέληται τοσοῦτος θεός. ταῦτα δή μοι δοκεῖ εὖ λέγειν Φαῖδρος. ἐγὼ οὖν ἐπιθυμῶ ἅμα μὲν τούτῳ ἔρανον εἰσενεγκεῖν καὶ χαρίσασθαι, ἅμα δʼ ἐν τῷ παρόντι πρέπον μοι δοκεῖ εἶναι ἡμῖν τοῖς παροῦσι κοσμῆσαι τὸν θεόν. εἰ οὖν
177d
συνδοκεῖ καὶ ὑμῖν, γένοιτʼ ἂν ἡμῖν ἐν λόγοις ἱκανὴ διατριβή· δοκεῖ γάρ μοι χρῆναι ἕκαστον ἡμῶν λόγον εἰπεῖν ἔπαινον Ἔρωτος ἐπὶ δεξιὰ ὡς ἂν δύνηται κάλλιστον, ἄρχειν δὲ Φαῖδρον πρῶτον, ἐπειδὴ καὶ πρῶτος κατάκειται καὶ ἔστιν ἅμα πατὴρ τοῦ λόγου.
οὐδείς σοι, Ἐρυξίμαχε, φάναι τὸν Σωκράτη, ἐναντία ψηφιεῖται. οὔτε γὰρ ἄν που ἐγὼ ἀποφήσαιμι, ὃς οὐδέν φημι ἄλλο ἐπίστασθαι τὰ ἐρωτικά, οὔτε που Ἀγάθων καὶ
177e
Παυσανίας, οὐδὲ μὴν Ἀριστοφάνης, περὶ Διόνυσον καὶ Ἀφροδίτην πᾶσα διατριβή, οὐδὲ ἄλλος οὐδεὶς τουτωνὶ ὧν ἐγὼ ὁρῶ. καίτοι οὐκ ἐξ ἴσου γίγνεται ἡμῖν τοῖς ὑστάτοις κατακειμένοις· ἀλλʼ ἐὰν οἱ πρόσθεν ἱκανῶς καὶ καλῶς εἴπωσιν, ἐξαρκέσει ἡμῖν. ἀλλὰ τύχῃ ἀγαθῇ καταρχέτω Φαῖδρος καὶ ἐγκωμιαζέτω τὸν ἔρωτα.
ταῦτα δὴ καὶ οἱ ἄλλοι πάντες ἄρα συνέφασάν τε καὶ
178
178a
ἐκέλευον ἅπερ Σωκράτης. πάντων μὲν οὖν ἕκαστος εἶπεν, οὔτε πάνυ Ἀριστόδημος ἐμέμνητο οὔτʼ αὖ ἐγὼ ἐκεῖνος ἔλεγε πάντα· δὲ μάλιστα καὶ ὧν ἔδοξέ μοι ἀξιομνημόνευτον, τούτων ὑμῖν ἐρῶ ἑκάστου τὸν λόγον.

πρῶτον μὲν γάρ, ὥσπερ λέγω, ἔφη Φαῖδρον ἀρξάμενον ἐνθένδε ποθὲν λέγειν, ὅτι μέγας θεὸς εἴη Ἔρως καὶ θαυμαστὸς ἐν ἀνθρώποις τε καὶ θεοῖς, πολλαχῇ μὲν καὶ ἄλλῃ, οὐχ ἥκιστα δὲ κατὰ τὴν γένεσιν. τὸ γὰρ ἐν τοῖς πρεσβύτατον
178b
εἶναι τὸν θεὸν τίμιον, δʼ ὅς, τεκμήριον δὲ τούτου· γονῆς γὰρ Ἔρωτος οὔτʼ εἰσὶν οὔτε λέγονται ὑπʼ οὐδενὸς οὔτε ἰδιώτου οὔτε ποιητοῦ, ἀλλʼ Ἡσίοδος πρῶτον μὲν Χάος φησὶ γενέσθαι
αὐτὰρ ἔπειτα
Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί,
ἠδʼ Ἔρος
Hes. Theog. 116 Ἡσιόδῳ δὲ καὶ Ἀκουσίλεως σύμφησιν μετὰ τὸ Χάος δύο τούτω γενέσθαι, Γῆν τε καὶ ἔρωτα. Παρμενίδης δὲ τὴν γένεσιν λέγει
πρώτιστον μὲν ἔρωτα θεῶν μητίσατο πάντων.
Parmenides Fr. 132
178c
οὕτω πολλαχόθεν ὁμολογεῖται Ἔρως ἐν τοῖς πρεσβύτατος εἶναι. πρεσβύτατος δὲ ὢν μεγίστων ἀγαθῶν ἡμῖν αἴτιός ἐστιν. οὐ γὰρ ἔγωγʼ ἔχω εἰπεῖν ὅτι μεῖζόν ἐστιν ἀγαθὸν εὐθὺς νέῳ ὄντι ἐραστὴς χρηστὸς καὶ ἐραστῇ παιδικά. γὰρ χρὴ ἀνθρώποις ἡγεῖσθαι παντὸς τοῦ βίου τοῖς μέλλουσι καλῶς βιώσεσθαι, τοῦτο οὔτε συγγένεια οἵα τε ἐμποιεῖν οὕτω καλῶς οὔτε τιμαὶ οὔτε πλοῦτος οὔτʼ ἄλλο
178d
οὐδὲν ὡς ἔρως. λέγω δὲ δὴ τί τοῦτο; τὴν ἐπὶ μὲν τοῖς αἰσχροῖς αἰσχύνην, ἐπὶ δὲ τοῖς καλοῖς φιλοτιμίαν· οὐ γὰρ ἔστιν ἄνευ τούτων οὔτε πόλιν οὔτε ἰδιώτην μεγάλα καὶ καλὰ ἔργα ἐξεργάζεσθαι. φημὶ τοίνυν ἐγὼ ἄνδρα ὅστις ἐρᾷ, εἴ τι αἰσχρὸν ποιῶν κατάδηλος γίγνοιτο πάσχων ὑπό του διʼ ἀνανδρίαν μὴ ἀμυνόμενος, οὔτʼ ἂν ὑπὸ πατρὸς ὀφθέντα οὕτως ἀλγῆσαι οὔτε ὑπὸ ἑταίρων οὔτε ὑπʼ ἄλλου
178e
οὐδενὸς ὡς ὑπὸ παιδικῶν. ταὐτὸν δὲ τοῦτο καὶ τὸν ἐρώμενον ὁρῶμεν, ὅτι διαφερόντως τοὺς ἐραστὰς αἰσχύνεται, ὅταν ὀφθῇ ἐν αἰσχρῷ τινι ὤν. εἰ οὖν μηχανή τις γένοιτο ὥστε πόλιν γενέσθαι στρατόπεδον ἐραστῶν τε καὶ παιδικῶν, οὐκ ἔστιν ὅπως ἂν ἄμεινον οἰκήσειαν τὴν ἑαυτῶν ἀπεχόμενοι πάντων τῶν αἰσχρῶν καὶ φιλοτιμούμενοι πρὸς
179
179a
ἀλλήλους, καὶ μαχόμενοί γʼ ἂν μετʼ ἀλλήλων οἱ τοιοῦτοι νικῷεν ἂν ὀλίγοι ὄντες ὡς ἔπος εἰπεῖν πάντας ἀνθρώπους.

ἐρῶν γὰρ ἀνὴρ ὑπὸ παιδικῶν ὀφθῆναι λιπὼν τάξιν ὅπλα ἀποβαλὼν ἧττον ἂν δήπου δέξαιτο ὑπὸ πάντων τῶν ἄλλων, καὶ πρὸ τούτου τεθνάναι ἂν πολλάκις ἕλοιτο. καὶ μὴν ἐγκαταλιπεῖν γε τὰ παιδικὰ μὴ βοηθῆσαι κινδυνεύοντι οὐδεὶς οὕτω κακὸς ὅντινα οὐκ ἂν αὐτὸς Ἔρως ἔνθεον ποιήσειε πρὸς ἀρετήν, ὥστε ὅμοιον εἶναι τῷ ἀρίστῳ φύσει·
179b
καὶ ἀτεχνῶς, ἔφη Ὅμηρος,
μένος ἐμπνεῦσαι
Hom. Il. 10.482; Hom. Il. 15.262 ἐνίοις τῶν ἡρώων τὸν θεόν, τοῦτο Ἔρως τοῖς ἐρῶσι παρέχει γιγνόμενον παρʼ αὑτοῦ.
καὶ μὴν ὑπεραποθνῄσκειν γε μόνοι ἐθέλουσιν οἱ ἐρῶντες, οὐ μόνον ὅτι ἄνδρες, ἀλλὰ καὶ αἱ γυναῖκες. τούτου δὲ καὶ Πελίου θυγάτηρ Ἄλκηστις ἱκανὴν μαρτυρίαν παρέχεται ὑπὲρ τοῦδε τοῦ λόγου εἰς τοὺς Ἕλληνας, ἐθελήσασα μόνη ὑπὲρ τοῦ αὑτῆς ἀνδρὸς ἀποθανεῖν, ὄντων αὐτῷ πατρός τε
179c
καὶ μητρός, οὓς ἐκείνη τοσοῦτον ὑπερεβάλετο τῇ φιλίᾳ διὰ τὸν ἔρωτα, ὥστε ἀποδεῖξαι αὐτοὺς ἀλλοτρίους ὄντας τῷ ὑεῖ καὶ ὀνόματι μόνον προσήκοντας, καὶ τοῦτʼ ἐργασαμένη τὸ ἔργον οὕτω καλὸν ἔδοξεν ἐργάσασθαι οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ θεοῖς, ὥστε πολλῶν πολλὰ καὶ καλὰ ἐργασαμένων εὐαριθμήτοις δή τισιν ἔδοσαν τοῦτο γέρας οἱ θεοί, ἐξ Ἅιδου ἀνεῖναι πάλιν τὴν ψυχήν, ἀλλὰ τὴν ἐκείνης ἀνεῖσαν ἀγασθέντες
179d
τῷ ἔργῳ· οὕτω καὶ θεοὶ τὴν περὶ τὸν ἔρωτα σπουδήν τε καὶ ἀρετὴν μάλιστα τιμῶσιν. Ὀρφέα δὲ τὸν Οἰάγρου ἀτελῆ ἀπέπεμψαν ἐξ Ἅιδου, φάσμα δείξαντες τῆς γυναικὸς ἐφʼ ἣν ἧκεν, αὐτὴν δὲ οὐ δόντες, ὅτι μαλθακίζεσθαι ἐδόκει, ἅτε ὢν κιθαρῳδός, καὶ οὐ τολμᾶν ἕνεκα τοῦ ἔρωτος ἀποθνῄσκειν ὥσπερ Ἄλκηστις, ἀλλὰ διαμηχανᾶσθαι ζῶν εἰσιέναι εἰς Ἅιδου. τοιγάρτοι διὰ ταῦτα δίκην αὐτῷ ἐπέθεσαν, καὶ ἐποίησαν τὸν θάνατον αὐτοῦ ὑπὸ γυναικῶν
179e
γενέσθαι, οὐχ ὥσπερ Ἀχιλλέα τὸν τῆς Θέτιδος ὑὸν ἐτίμησαν καὶ εἰς μακάρων νήσους ἀπέπεμψαν, ὅτι πεπυσμένος παρὰ τῆς μητρὸς ὡς ἀποθανοῖτο ἀποκτείνας Ἕκτορα, μὴ ποιήσας δὲ τοῦτο οἴκαδε ἐλθὼν γηραιὸς τελευτήσοι, ἐτόλμησεν ἑλέσθαι βοηθήσας τῷ ἐραστῇ Πατρόκλῳ καὶ
180
180a
τιμωρήσας οὐ μόνον ὑπεραποθανεῖν ἀλλὰ καὶ ἐπαποθανεῖν τετελευτηκότι· ὅθεν δὴ καὶ ὑπεραγασθέντες οἱ θεοὶ διαφερόντως αὐτὸν ἐτίμησαν, ὅτι τὸν ἐραστὴν οὕτω περὶ πολλοῦ ἐποιεῖτο.

Αἰσχύλος δὲ φλυαρεῖ φάσκων Ἀχιλλέα Πατρόκλου ἐρᾶν, ὃς ἦν καλλίων οὐ μόνον Πατρόκλου ἀλλʼ ἅμα καὶ τῶν ἡρώων ἁπάντων, καὶ ἔτι ἀγένειος, ἔπειτα νεώτερος πολύ, ὥς φησιν Ὅμηρος. ἀλλὰ γὰρ τῷ ὄντι μάλιστα μὲν ταύτην τὴν ἀρετὴν οἱ θεοὶ τιμῶσιν τὴν περὶ
180b
τὸν ἔρωτα, μᾶλλον μέντοι θαυμάζουσιν καὶ ἄγανται καὶ εὖ ποιοῦσιν ὅταν ἐρώμενος τὸν ἐραστὴν ἀγαπᾷ, ὅταν ἐραστὴς τὰ παιδικά. θειότερον γὰρ ἐραστὴς παιδικῶν· ἔνθεος γάρ ἐστι. διὰ ταῦτα καὶ τὸν Ἀχιλλέα τῆς Ἀλκήστιδος μᾶλλον ἐτίμησαν, εἰς μακάρων νήσους ἀποπέμψαντες.
οὕτω δὴ ἔγωγέ φημι ἔρωτα θεῶν καὶ πρεσβύτατον καὶ τιμιώτατον καὶ κυριώτατον εἶναι εἰς ἀρετῆς καὶ εὐδαιμονίας κτῆσιν ἀνθρώποις καὶ ζῶσι καὶ τελευτήσασιν.
180c
Φαῖδρον μὲν τοιοῦτόν τινα λόγον ἔφη εἰπεῖν, μετὰ δὲ Φαῖδρον ἄλλους τινὰς εἶναι ὧν οὐ πάνυ διεμνημόνευε· οὓς παρεὶς τὸν Παυσανίου λόγον διηγεῖτο. εἰπεῖν δʼ αὐτὸν ὅτι οὐ καλῶς μοι δοκεῖ, Φαῖδρε, προβεβλῆσθαι ἡμῖν λόγος, τὸ ἁπλῶς οὕτως παρηγγέλθαι ἐγκωμιάζειν ἔρωτα. εἰ μὲν γὰρ εἷς ἦν Ἔρως, καλῶς ἂν εἶχε, νῦν δὲ οὐ γάρ ἐστιν εἷς· μὴ ὄντος δὲ ἑνὸς ὀρθότερόν ἐστι πρότερον προρρηθῆναι
180d
ὁποῖον δεῖ ἐπαινεῖν. ἐγὼ οὖν πειράσομαι τοῦτο ἐπανορθώσασθαι, πρῶτον μὲν ἔρωτα φράσαι ὃν δεῖ ἐπαινεῖν, ἔπειτα ἐπαινέσαι ἀξίως τοῦ θεοῦ. πάντες γὰρ ἴσμεν ὅτι οὐκ ἔστιν ἄνευ Ἔρωτος Ἀφροδίτη. μιᾶς μὲν οὖν οὔσης εἷς ἂν ἦν Ἔρως· ἐπεὶ δὲ δὴ δύο ἐστόν, δύο ἀνάγκη καὶ Ἔρωτε εἶναι. πῶς δʼ οὐ δύο τὼ θεά; μέν γέ που πρεσβυτέρα καὶ ἀμήτωρ Οὐρανοῦ θυγάτηρ, ἣν δὴ καὶ Οὐρανίαν ἐπονομάζομεν· δὲ νεωτέρα Διὸς καὶ Διώνης,
180e
ἣν δὴ Πάνδημον καλοῦμεν. ἀναγκαῖον δὴ καὶ ἔρωτα τὸν μὲν τῇ ἑτέρᾳ συνεργὸν Πάνδημον ὀρθῶς καλεῖσθαι, τὸν δὲ Οὐράνιον. ἐπαινεῖν μὲν οὖν δεῖ πάντας θεούς, δʼ οὖν ἑκάτερος εἴληχε πειρατέον εἰπεῖν. πᾶσα γὰρ πρᾶξις ὧδʼ ἔχει· αὐτὴ ἐφʼ ἑαυτῆς πραττομένη οὔτε καλὴ οὔτε αἰσχρά.

181
181a
οἷον νῦν ἡμεῖς ποιοῦμεν, πίνειν ᾁδειν διαλέγεσθαι, οὐκ ἔστι τούτων αὐτὸ καλὸν οὐδέν, ἀλλʼ ἐν τῇ πράξει, ὡς ἂν πραχθῇ, τοιοῦτον ἀπέβη· καλῶς μὲν γὰρ πραττόμενον καὶ ὀρθῶς καλὸν γίγνεται, μὴ ὀρθῶς δὲ αἰσχρόν. οὕτω δὴ καὶ τὸ ἐρᾶν καὶ Ἔρως οὐ πᾶς ἐστι καλὸς οὐδὲ ἄξιος ἐγκωμιάζεσθαι, ἀλλὰ καλῶς προτρέπων ἐρᾶν.
μὲν οὖν τῆς Πανδήμου Ἀφροδίτης ὡς ἀληθῶς πάνδημός
181b
ἐστι καὶ ἐξεργάζεται ὅτι ἂν τύχῃ· καὶ οὗτός ἐστιν ὃν οἱ φαῦλοι τῶν ἀνθρώπων ἐρῶσιν. ἐρῶσι δὲ οἱ τοιοῦτοι πρῶτον μὲν οὐχ ἧττον γυναικῶν παίδων, ἔπειτα ὧν καὶ ἐρῶσι τῶν σωμάτων μᾶλλον τῶν ψυχῶν, ἔπειτα ὡς ἂν δύνωνται ἀνοητοτάτων, πρὸς τὸ διαπράξασθαι μόνον βλέποντες, ἀμελοῦντες δὲ τοῦ καλῶς μή· ὅθεν δὴ συμβαίνει αὐτοῖς ὅτι ἂν τύχωσι τοῦτο πράττειν, ὁμοίως μὲν ἀγαθόν, ὁμοίως δὲ τοὐναντίον. ἔστι γὰρ καὶ ἀπὸ τῆς θεοῦ νεωτέρας
181c
τε οὔσης πολὺ τῆς ἑτέρας, καὶ μετεχούσης ἐν τῇ γενέσει καὶ θήλεος καὶ ἄρρενος. δὲ τῆς Οὐρανίας πρῶτον μὲν οὐ μετεχούσης θήλεος ἀλλʼ ἄρρενος μόνονκαὶ ἔστιν οὗτος τῶν παίδων ἔρωςἔπειτα πρεσβυτέρας, ὕβρεως ἀμοίρου· ὅθεν δὴ ἐπὶ τὸ ἄρρεν τρέπονται οἱ ἐκ τούτου τοῦ ἔρωτος ἔπιπνοι, τὸ φύσει ἐρρωμενέστερον καὶ νοῦν μᾶλλον ἔχον ἀγαπῶντες. καί τις ἂν γνοίη καὶ ἐν αὐτῇ τῇ παιδεραστίᾳ τοὺς εἰλικρινῶς
181d
ὑπὸ τούτου τοῦ ἔρωτος ὡρμημένους· οὐ γὰρ ἐρῶσι παίδων, ἀλλʼ ἐπειδὰν ἤδη ἄρχωνται νοῦν ἴσχειν, τοῦτο δὲ πλησιάζει τῷ γενειάσκειν. παρεσκευασμένοι γὰρ οἶμαί εἰσιν οἱ ἐντεῦθεν ἀρχόμενοι ἐρᾶν ὡς τὸν βίον ἅπαντα συνεσόμενοι καὶ κοινῇ συμβιωσόμενοι, ἀλλʼ οὐκ ἐξαπατήσαντες, ἐν ἀφροσύνῃ λαβόντες ὡς νέον, καταγελάσαντες οἰχήσεσθαι ἐπʼ ἄλλον ἀποτρέχοντες. χρῆν δὲ καὶ νόμον εἶναι μὴ ἐρᾶν
181e
παίδων, ἵνα μὴ εἰς ἄδηλον πολλὴ σπουδὴ ἀνηλίσκετο· τὸ γὰρ τῶν παίδων τέλος ἄδηλον οἷ τελευτᾷ κακίας καὶ ἀρετῆς ψυχῆς τε πέρι καὶ σώματος. οἱ μὲν οὖν ἀγαθοὶ τὸν νόμον τοῦτον αὐτοὶ αὑτοῖς ἑκόντες τίθενται, χρῆν δὲ καὶ τούτους τοὺς πανδήμους ἐραστὰς προσαναγκάζειν τὸ τοιοῦτον, ὥσπερ καὶ τῶν ἐλευθέρων γυναικῶν προσαναγκάζομεν αὐτοὺς καθʼ
182
182a
ὅσον δυνάμεθα μὴ ἐρᾶν.

φάναι 1 w 5
δὴ 1 w 7
πάντας 1 w 13
καὶ 1 w 16
βούλεσθαι 1 w 25
καὶ 2 w 28
κελεύειν 1 w 36
αὐτὸν 1 w 41
εἰσηγεῖσθαι 1 w 52
εἰπεῖν 1 w 59
οὖν 1 w 62
τὸν 2 w 65
Ἐρυξίμαχον 1 w 75
ὅτι 1 w 78
1 w 79
μέν 1 w 82
μοι 1 w 85
ἀρχὴ 1 w 89
τοῦ 1 w 92
λόγου 1 w 97
ἐστὶ 1 w 101
κατὰ 1 w 105
τὴν 1 w 108
Εὐριπίδου 1 w 117
Μελανίππην 1 w 127
οὐ 1 w 130
γὰρ 1 w 133
ἐμὸς 1 w 137
1 w 138
μῦθος 1 w 143
ἀλλὰ 1 w 148
Φαίδρου 1 w 155
τοῦδε 1 w 160
ὃν 1 w 163
μέλλω 1 w 168
λέγειν 1 w 174
Φαῖδρος 1 w 182
γὰρ 2 w 185
ἑκάστοτε 1 w 193
πρός 1 w 197
με 1 w 199
ἀγανακτῶν 1 w 208
λέγει 2 w 213
οὐ 2 w 215
δεινόν 1 w 221
φησίν 1 w 227
1 w 229
Ἐρυξίμαχε 1 w 238
ἄλλοις 1 w 245
μέν 2 w 248
τισι 1 w 252
θεῶν 1 w 256
ὕμνους 1 w 262
καὶ 3 w 265
παίωνας 1 w 272
εἶναι 1 w 277
ὑπὸ 1 w 280
τῶν 2 w 283
ποιητῶν 1 w 290
πεποιημένους 1 w 302
τῷ 1 w 305
δὲ 1 w 307
Ἔρωτι 1 w 312
τηλικούτῳ 1 w 322
ὄντι 1 w 326
καὶ 4 w 329
τοσούτῳ 1 w 336
θεῷ 1 w 339
μηδὲ 1 w 344
ἕνα 1 w 347
πώποτε 1 w 353
τοσούτων 1 w 361
γεγονότων 1 w 370
ποιητῶν 2 w 377
πεποιηκέναι 1 w 388
μηδὲν 1 w 393
ἐγκώμιον 1 w 401
εἰ 3 w 404
δὲ 4 w 406
βούλει 1 w 412
αὖ 1 w 414
σκέψασθαι 1 w 423
τοὺς 1 w 427
χρηστοὺς 1 w 435
σοφιστάς 1 w 443
Ἡρακλέους 1 w 453
μὲν 1 w 456
καὶ 5 w 459
ἄλλων 1 w 464
ἐπαίνους 1 w 472
καταλογάδην 1 w 483
συγγράφειν 1 w 493
ὥσπερ 1 w 499
2 w 500
βέλτιστος 1 w 509
Πρόδικος 1 w 517
καὶ 6 w 521
τοῦτο 1 w 526
μὲν 2 w 529
ἧττον 1 w 534
καὶ 7 w 537
θαυμαστόν 1 w 546
ἀλλʼ 1 w 551
ἔγωγε 1 w 556
ἤδη 1 w 559
τινὶ 1 w 563
ἐνέτυχον 1 w 571
βιβλίῳ 1 w 577
ἀνδρὸς 1 w 583
σοφοῦ 1 w 588
ἐν 2 w 591
1 w 592
ἐνῆσαν 1 w 598
ἅλες 1 w 602
ἔπαινον 1 w 609
θαυμάσιον 1 w 618
ἔχοντες 1 w 625
πρὸς 1 w 629
ὠφελίαν 1 w 636
καὶ 8 w 640
ἄλλα 1 w 644
τοιαῦτα 1 w 651
συχνὰ 1 w 656
ἴδοις 1 w 661
ἂν 1 w 663
ἐγκεκωμιασμένα 1 w 677
τὸ 3 w 680
οὖν 2 w 683
τοιούτων 1 w 691
μὲν 3 w 694
πέρι 1 w 698
πολλὴν 1 w 704
σπουδὴν 1 w 711
ποιήσασθαι 1 w 721
ἔρωτα 1 w 727
δὲ 5 w 729
μηδένα 1 w 735
πω 1 w 737
ἀνθρώπων 1 w 745
τετολμηκέναι 1 w 757
εἰς 1 w 760
ταυτηνὶ 1 w 767
τὴν 2 w 770
ἡμέραν 1 w 776
ἀξίως 1 w 781
ὑμνῆσαι 1 w 788
ἀλλʼ 2 w 793
οὕτως 1 w 798
ἠμέληται 1 w 806
τοσοῦτος 1 w 814
θεός 1 w 818
ταῦτα 1 w 824
δή 1 w 826
μοι 2 w 829
δοκεῖ 1 w 834
εὖ 1 w 836
λέγειν 2 w 842
Φαῖδρος 2 w 849
ἐγὼ 1 w 853
οὖν 3 w 856
ἐπιθυμῶ 1 w 863
ἅμα 1 w 866
μὲν 4 w 869
τούτῳ 1 w 874
ἔρανον 1 w 880
εἰσενεγκεῖν 1 w 891
καὶ 9 w 894
χαρίσασθαι 1 w 904
ἅμα 2 w 908
δʼ 1 w 910
ἐν 4 w 912
τῷ 2 w 914
παρόντι 1 w 921
πρέπον 1 w 927
μοι 3 w 930
δοκεῖ 2 w 935
εἶναι 2 w 940
ἡμῖν 1 w 944
τοῖς 1 w 948
παροῦσι 1 w 955
κοσμῆσαι 1 w 963
τὸν 3 w 966
θεόν 1 w 970
εἰ 6 w 973
οὖν 4 w 976
συνδοκεῖ 1 w 984
καὶ 10 w 987
ὑμῖν 1 w 991
γένοιτʼ 1 w 999
ἂν 2 w 1001
ἡμῖν 2 w 1005
ἐν 5 w 1007
λόγοις 1 w 1013
ἱκανὴ 1 w 1018
διατριβή 1 w 1026
δοκεῖ 4 w 1032
γάρ 1 w 1035
μοι 4 w 1038
χρῆναι 1 w 1044
ἕκαστον 1 w 1051
ἡμῶν 1 w 1055
λόγον 1 w 1060
εἰπεῖν 2 w 1066
ἔπαινον 2 w 1073
Ἔρωτος 1 w 1079
ἐπὶ 1 w 1082
δεξιὰ 1 w 1087
ὡς 1 w 1089
ἂν 3 w 1091
δύνηται 1 w 1098
κάλλιστον 1 w 1107
ἄρχειν 1 w 1114
δὲ 6 w 1116
Φαῖδρον 1 w 1123
πρῶτον 1 w 1129
ἐπειδὴ 1 w 1136
καὶ 11 w 1139
πρῶτος 1 w 1145
κατάκειται 1 w 1155
καὶ 12 w 1158
ἔστιν 1 w 1163
ἅμα 3 w 1166
πατὴρ 1 w 1171
τοῦ 4 w 1174
λόγου 2 w 1179
οὐδείς 1 w 1186
σοι 1 w 1189
2 w 1191
Ἐρυξίμαχε 2 w 1200
φάναι 2 w 1206
τὸν 4 w 1209
Σωκράτη 1 w 1216
ἐναντία 1 w 1224
ψηφιεῖται 1 w 1233
οὔτε 1 w 1238
γὰρ 3 w 1241
ἄν 1 w 1243
που 2 w 1246
ἐγὼ 2 w 1249
ἀποφήσαιμι 1 w 1259
ὃς 1 w 1262
οὐδέν 1 w 1267
φημι 1 w 1271
ἄλλο 2 w 1275
ἐπίστασθαι 1 w 1285
1 w 1286
τὰ 2 w 1288
ἐρωτικά 1 w 1295
οὔτε 2 w 1300
που 3 w 1303
Ἀγάθων 1 w 1309
καὶ 13 w 1312
Παυσανίας 1 w 1321
οὐδὲ 1 w 1326
μὴν 1 w 1329
Ἀριστοφάνης 1 w 1340
2 w 1342
περὶ 1 w 1346
Διόνυσον 1 w 1354
καὶ 14 w 1357
Ἀφροδίτην 1 w 1366
πᾶσα 1 w 1370
6 w 1371
διατριβή 2 w 1379
οὐδὲ 2 w 1384
ἄλλος 1 w 1389
οὐδεὶς 1 w 1395
τουτωνὶ 1 w 1402
ὧν 1 w 1404
ἐγὼ 3 w 1407
ὁρῶ 1 w 1410
καίτοι 1 w 1417
οὐκ 1 w 1420
ἐξ 1 w 1422
ἴσου 1 w 1426
γίγνεται 1 w 1434
ἡμῖν 3 w 1438
τοῖς 2 w 1442
ὑστάτοις 1 w 1450
κατακειμένοις 1 w 1463
ἀλλʼ 3 w 1468
ἐὰν 1 w 1471
οἱ 1 w 1473
πρόσθεν 1 w 1480
ἱκανῶς 1 w 1486
καὶ 15 w 1489
καλῶς 1 w 1494
εἴπωσιν 1 w 1501
ἐξαρκέσει 1 w 1511
ἡμῖν 4 w 1515
ἀλλὰ 2 w 1520
τύχῃ 1 w 1524
ἀγαθῇ 1 w 1529
καταρχέτω 1 w 1538
Φαῖδρος 3 w 1545
καὶ 16 w 1548
ἐγκωμιαζέτω 1 w 1559
τὸν 5 w 1562
ἔρωτα 2 w 1567
ταῦτα 2 w 1573
δὴ 4 w 1575
καὶ 17 w 1578
οἱ 2 w 1580
ἄλλοι 2 w 1585
πάντες 1 w 1591
ἄρα 1 w 1594
συνέφασάν 1 w 1603
τε 8 w 1605
καὶ 18 w 1608
ἐκέλευον 1 w 1616
ἅπερ 1 w 1620
4 w 1621
Σωκράτης 1 w 1629
πάντων 1 w 1636
μὲν 5 w 1639
οὖν 5 w 1642
1 w 1643
ἕκαστος 1 w 1650
εἶπεν 1 w 1655
οὔτε 3 w 1660
πάνυ 1 w 1664
5 w 1665
Ἀριστόδημος 1 w 1676
ἐμέμνητο 1 w 1684
οὔτʼ 1 w 1688
αὖ 2 w 1690
ἐγὼ 4 w 1693
2 w 1694
ἐκεῖνος 1 w 1701
ἔλεγε 1 w 1706
πάντα 2 w 1711
3 w 1713
δὲ 9 w 1715
μάλιστα 1 w 1722
καὶ 19 w 1725
ὧν 2 w 1727
ἔδοξέ 1 w 1732
μοι 5 w 1735
ἀξιομνημόνευτον 1 w 1750
τούτων 1 w 1757
ὑμῖν 2 w 1761
ἐρῶ 1 w 1764
ἑκάστου 1 w 1771
τὸν 6 w 1774
λόγον 2 w 1779
πρῶτον 2 w 1786
μὲν 6 w 1789
γάρ 2 w 1792
ὥσπερ 2 w 1798
λέγω 1 w 1802
ἔφη 1 w 1806
Φαῖδρον 2 w 1813
ἀρξάμενον 1 w 1822
ἐνθένδε 1 w 1829
ποθὲν 1 w 1834
λέγειν 3 w 1840
ὅτι 2 w 1844
μέγας 1 w 1849
θεὸς 1 w 1853
εἴη 1 w 1856
6 w 1857
Ἔρως 1 w 1861
καὶ 20 w 1864
θαυμαστὸς 1 w 1873
ἐν 8 w 1875
ἀνθρώποις 1 w 1884
τε 10 w 1886
καὶ 21 w 1889
θεοῖς 1 w 1894
πολλαχῇ 1 w 1902
μὲν 7 w 1905
καὶ 22 w 1908
ἄλλῃ 1 w 1912
οὐχ 1 w 1916
ἥκιστα 1 w 1922
δὲ 10 w 1924
κατὰ 2 w 1928
τὴν 3 w 1931
γένεσιν 1 w 1938
τὸ 9 w 1941
γὰρ 4 w 1944
ἐν 9 w 1946
τοῖς 3 w 1950
πρεσβύτατον 1 w 1961
εἶναι 3 w 1966
τὸν 7 w 1969
θεὸν 1 w 1973
τίμιον 1 w 1979
1 w 1981
δʼ 2 w 1983
ὅς 1 w 1985
τεκμήριον 1 w 1995
δὲ 11 w 1997
τούτου 1 w 2003
γονῆς 1 w 2009
γὰρ 5 w 2012
Ἔρωτος 2 w 2018
οὔτʼ 2 w 2022
εἰσὶν 1 w 2027
οὔτε 4 w 2031
λέγονται 1 w 2039
ὑπʼ 1 w 2042
οὐδενὸς 1 w 2049
οὔτε 5 w 2053
ἰδιώτου 1 w 2060
οὔτε 6 w 2064
ποιητοῦ 1 w 2071
ἀλλʼ 4 w 2076
Ἡσίοδος 1 w 2083
πρῶτον 3 w 2089
μὲν 8 w 2092
Χάος 1 w 2096
φησὶ 1 w 2100
γενέσθαι 1 w 2108
αὐτὰρ 1 w 2114
ἔπειτα 1 w 2120
Γαῖʼ 1 w 2124
εὐρύστερνος 1 w 2135
πάντων 2 w 2142
ἕδος 1 w 2146
ἀσφαλὲς 1 w 2153
αἰεί 1 w 2157
ἠδʼ 1 w 2161
Ἔρος 1 w 2165
Hes 1 w 2168
Theog 1 w 2174
116 1 w 2178
Ἡσιόδῳ 1 w 2184
δὲ 12 w 2186
καὶ 23 w 2189
Ἀκουσίλεως 1 w 2199
σύμφησιν 1 w 2207
μετὰ 1 w 2211
τὸ 11 w 2213
Χάος 2 w 2217
δύο 1 w 2220
τούτω 2 w 2225
γενέσθαι 2 w 2233
Γῆν 1 w 2237
τε 16 w 2239
καὶ 24 w 2242
ἔρωτα 3 w 2247
Παρμενίδης 1 w 2258
δὲ 13 w 2260
τὴν 4 w 2263
γένεσιν 2 w 2270
λέγει 5 w 2275
πρώτιστον 1 w 2285
μὲν 9 w 2288
ἔρωτα 4 w 2293
θεῶν 2 w 2297
μητίσατο 1 w 2305
πάντων 3 w 2311
Parmenides 1 w 2322
Fr 1 w 2324
132 1 w 2328
οὕτω 2 w 2332
πολλαχόθεν 1 w 2342
ὁμολογεῖται 1 w 2353
8 w 2354
Ἔρως 2 w 2358
ἐν 10 w 2360
τοῖς 4 w 2364
πρεσβύτατος 1 w 2375
εἶναι 4 w 2380
πρεσβύτατος 2 w 2392
δὲ 14 w 2394
ὢν 1 w 2396
μεγίστων 1 w 2404
ἀγαθῶν 1 w 2410
ἡμῖν 5 w 2414
αἴτιός 1 w 2420
ἐστιν 1 w 2425
οὐ 11 w 2428
γὰρ 6 w 2431
ἔγωγʼ 1 w 2436
ἔχω 1 w 2439
εἰπεῖν 3 w 2445
ὅτι 3 w 2448
μεῖζόν 1 w 2454
ἐστιν 2 w 2459
ἀγαθὸν 1 w 2465
εὐθὺς 1 w 2470
νέῳ 1 w 2473
ὄντι 2 w 2477
2 w 2478
ἐραστὴς 1 w 2485
χρηστὸς 1 w 2492
καὶ 25 w 2495
ἐραστῇ 1 w 2501
παιδικά 1 w 2508
3 w 2510
γὰρ 7 w 2513
χρὴ 1 w 2516
ἀνθρώποις 2 w 2525
ἡγεῖσθαι 1 w 2533
παντὸς 1 w 2539
τοῦ 6 w 2542
βίου 1 w 2546
τοῖς 5 w 2550
μέλλουσι 1 w 2558
καλῶς 2 w 2563
βιώσεσθαι 1 w 2572
τοῦτο 2 w 2578
οὔτε 7 w 2582
συγγένεια 1 w 2591
οἵα 1 w 2594
τε 18 w 2596
ἐμποιεῖν 1 w 2604
οὕτω 3 w 2608
καλῶς 3 w 2613
οὔτε 8 w 2617
τιμαὶ 1 w 2622
οὔτε 9 w 2626
πλοῦτος 1 w 2633
οὔτʼ 3 w 2637
ἄλλο 5 w 2641
οὐδὲν 1 w 2646
ὡς 2 w 2648
ἔρως 1 w 2652
λέγω 2 w 2657
δὲ 16 w 2659
δὴ 5 w 2661
τί 4 w 2663
τοῦτο 3 w 2668
τὴν 5 w 2672
ἐπὶ 2 w 2675
μὲν 10 w 2678
τοῖς 6 w 2682
αἰσχροῖς 1 w 2690
αἰσχύνην 1 w 2698
ἐπὶ 3 w 2702
δὲ 17 w 2704
τοῖς 7 w 2708
καλοῖς 1 w 2714
φιλοτιμίαν 1 w 2724
οὐ 13 w 2727
γὰρ 8 w 2730
ἔστιν 2 w 2735
ἄνευ 1 w 2739
τούτων 2 w 2745
οὔτε 10 w 2749
πόλιν 1 w 2754
οὔτε 11 w 2758
ἰδιώτην 1 w 2765
μεγάλα 1 w 2771
καὶ 26 w 2774
καλὰ 1 w 2778
ἔργα 1 w 2782
ἐξεργάζεσθαι 1 w 2794
φημὶ 1 w 2799
τοίνυν 1 w 2805
ἐγὼ 5 w 2808
ἄνδρα 1 w 2813
ὅστις 1 w 2818
ἐρᾷ 1 w 2821
εἴ 3 w 2824
τι 21 w 2826
αἰσχρὸν 1 w 2833
ποιῶν 1 w 2838
κατάδηλος 1 w 2847
γίγνοιτο 1 w 2855
3 w 2856
πάσχων 1 w 2862
ὑπό 1 w 2865
του 5 w 2868
διʼ 1 w 2871
ἀνανδρίαν 1 w 2880
μὴ 2 w 2882
ἀμυνόμενος 1 w 2892
οὔτʼ 4 w 2897
ἂν 4 w 2899
ὑπὸ 2 w 2902
πατρὸς 1 w 2908
ὀφθέντα 1 w 2915
οὕτως 2 w 2920
ἀλγῆσαι 1 w 2927
οὔτε 12 w 2931
ὑπὸ 3 w 2934
ἑταίρων 1 w 2941
οὔτε 13 w 2945
ὑπʼ 2 w 2948
ἄλλου 1 w 2953
οὐδενὸς 2 w 2960
ὡς 3 w 2962
ὑπὸ 4 w 2965
παιδικῶν 1 w 2973
ταὐτὸν 1 w 2980
δὲ 18 w 2982
τοῦτο 4 w 2987
καὶ 27 w 2990
τὸν 9 w 2993
ἐρώμενον 1 w 3001
ὁρῶμεν 1 w 3007
ὅτι 4 w 3011
διαφερόντως 1 w 3022
τοὺς 3 w 3026
ἐραστὰς 1 w 3033
αἰσχύνεται 1 w 3043
ὅταν 1 w 3048
ὀφθῇ 1 w 3052
ἐν 11 w 3054
αἰσχρῷ 1 w 3060
τινι 1 w 3064
ὤν 1 w 3066
εἰ 10 w 3069
οὖν 6 w 3072
μηχανή 1 w 3078
τις 2 w 3081
γένοιτο 1 w 3088
ὥστε 1 w 3092
πόλιν 2 w 3097
γενέσθαι 3 w 3105
4 w 3106
στρατόπεδον 1 w 3117
ἐραστῶν 1 w 3124
τε 26 w 3126
καὶ 28 w 3129
παιδικῶν 2 w 3137
οὐκ 2 w 3141
ἔστιν 3 w 3146
ὅπως 1 w 3150
ἂν 5 w 3152
ἄμεινον 1 w 3159
οἰκήσειαν 1 w 3168
τὴν 6 w 3171
ἑαυτῶν 1 w 3177
5 w 3178
ἀπεχόμενοι 1 w 3188
πάντων 4 w 3194
τῶν 7 w 3197
αἰσχρῶν 1 w 3204
καὶ 29 w 3207
φιλοτιμούμενοι 1 w 3221
πρὸς 2 w 3225
ἀλλήλους 1 w 3233
καὶ 30 w 3237
μαχόμενοί 1 w 3246
γʼ 2 w 3248
ἂν 6 w 3250
μετʼ 1 w 3254
ἀλλήλων 1 w 3261
οἱ 3 w 3263
τοιοῦτοι 1 w 3271
νικῷεν 1 w 3277
ἂν 7 w 3279
ὀλίγοι 1 w 3285
ὄντες 1 w 3290
ὡς 4 w 3292
ἔπος 1 w 3296
εἰπεῖν 4 w 3302
πάντας 2 w 3308
ἀνθρώπους 1 w 3317
ἐρῶν 1 w 3322
γὰρ 9 w 3325
ἀνὴρ 1 w 3329
ὑπὸ 5 w 3332
παιδικῶν 3 w 3340
ὀφθῆναι 1 w 3347
6 w 3348
λιπὼν 1 w 3353
τάξιν 1 w 3358
7 w 3359
ὅπλα 1 w 3363
ἀποβαλὼν 1 w 3371
ἧττον 2 w 3376
ἂν 8 w 3378
δήπου 1 w 3383
δέξαιτο 1 w 3390
8 w 3391
ὑπὸ 6 w 3394
πάντων 5 w 3400
τῶν 8 w 3403
ἄλλων 2 w 3408
καὶ 31 w 3412
πρὸ 3 w 3415
τούτου 2 w 3421
τεθνάναι 1 w 3429
ἂν 9 w 3431
πολλάκις 1 w 3439
ἕλοιτο 1 w 3445
καὶ 32 w 3449
μὴν 2 w 3452
ἐγκαταλιπεῖν 1 w 3464
γε 15 w 3466
τὰ 7 w 3468
παιδικὰ 1 w 3475
9 w 3476
μὴ 4 w 3478
βοηθῆσαι 1 w 3486
κινδυνεύοντι 1 w 3498
οὐδεὶς 2 w 3505
οὕτω 5 w 3509
κακὸς 1 w 3514
ὅντινα 1 w 3520
οὐκ 3 w 3523
ἂν 10 w 3525
αὐτὸς 1 w 3530
10 w 3531
Ἔρως 3 w 3535
ἔνθεον 1 w 3541
ποιήσειε 1 w 3549
πρὸς 3 w 3553
ἀρετήν 1 w 3559
ὥστε 2 w 3564
ὅμοιον 1 w 3570
εἶναι 5 w 3575
τῷ 3 w 3577
ἀρίστῳ 1 w 3583
φύσει 1 w 3588
καὶ 33 w 3592
ἀτεχνῶς 1 w 3599
4 w 3601
ἔφη 2 w 3604
Ὅμηρος 1 w 3610
μένος 1 w 3616
ἐμπνεῦσαι 1 w 3625
Hom 1 w 3628
Il 1 w 3631
10 1 w 3634
482 1 w 3638
Hom 2 w 3642
Il 2 w 3645
15 1 w 3648
262 1 w 3652
ἐνίοις 1 w 3658
τῶν 9 w 3661
ἡρώων 1 w 3666
τὸν 10 w 3669
θεόν 2 w 3673
τοῦτο 5 w 3679
11 w 3680
Ἔρως 4 w 3684
τοῖς 8 w 3688
ἐρῶσι 1 w 3693
παρέχει 1 w 3700
γιγνόμενον 1 w 3710
παρʼ 1 w 3714
αὑτοῦ 1 w 3719
καὶ 34 w 3723
μὴν 3 w 3726
ὑπεραποθνῄσκειν 1 w 3741
γε 16 w 3743
μόνοι 1 w 3748
ἐθέλουσιν 1 w 3757
οἱ 4 w 3759
ἐρῶντες 1 w 3766
οὐ 18 w 3769
μόνον 1 w 3774
ὅτι 5 w 3777
ἄνδρες 1 w 3783
ἀλλὰ 3 w 3788
καὶ 35 w 3791
αἱ 1 w 3793
γυναῖκες 1 w 3801
τούτου 3 w 3808
δὲ 19 w 3810
καὶ 36 w 3813
12 w 3814
Πελίου 1 w 3820
θυγάτηρ 1 w 3827
Ἄλκηστις 1 w 3835
ἱκανὴν 1 w 3841
μαρτυρίαν 1 w 3850
παρέχεται 1 w 3859
ὑπὲρ 1 w 3863
τοῦδε 2 w 3868
τοῦ 13 w 3871
λόγου 3 w 3876
εἰς 2 w 3879
τοὺς 4 w 3883
Ἕλληνας 1 w 3890
ἐθελήσασα 1 w 3900
μόνη 1 w 3904
ὑπὲρ 2 w 3908
τοῦ 14 w 3911
αὑτῆς 1 w 3916
ἀνδρὸς 2 w 3922
ἀποθανεῖν 1 w 3931
ὄντων 1 w 3937
αὐτῷ 1 w 3941
πατρός 1 w 3947
τε 32 w 3949
καὶ 37 w 3952
μητρός 1 w 3958
οὓς 1 w 3962
ἐκείνη 1 w 3968
τοσοῦτον 1 w 3976
ὑπερεβάλετο 1 w 3987
τῇ 2 w 3989
φιλίᾳ 1 w 3994
διὰ 1 w 3997
τὸν 11 w 4000
ἔρωτα 5 w 4005
ὥστε 3 w 4010
ἀποδεῖξαι 1 w 4019
αὐτοὺς 1 w 4025
ἀλλοτρίους 1 w 4035
ὄντας 1 w 4040
τῷ 5 w 4042
ὑεῖ 1 w 4045
καὶ 38 w 4048
ὀνόματι 1 w 4055
μόνον 2 w 4060
προσήκοντας 1 w 4071
καὶ 39 w 4075
τοῦτʼ 1 w 4080
ἐργασαμένη 1 w 4090
τὸ 19 w 4092
ἔργον 1 w 4097
οὕτω 6 w 4101
καλὸν 1 w 4106
ἔδοξεν 1 w 4112
ἐργάσασθαι 1 w 4122
οὐ 19 w 4124
μόνον 3 w 4129
ἀνθρώποις 3 w 4138
ἀλλὰ 4 w 4142
καὶ 40 w 4145
θεοῖς 2 w 4150
ὥστε 4 w 4155
πολλῶν 1 w 4161
πολλὰ 1 w 4166
καὶ 41 w 4169
καλὰ 2 w 4173
ἐργασαμένων 1 w 4184
εὐαριθμήτοις 1 w 4196
δή 3 w 4198
τισιν 1 w 4203
ἔδοσαν 1 w 4209
τοῦτο 6 w 4214
γέρας 1 w 4219
οἱ 5 w 4221
θεοί 1 w 4225
ἐξ 4 w 4228
Ἅιδου 1 w 4233
ἀνεῖναι 1 w 4240
πάλιν 1 w 4245
τὴν 7 w 4248
ψυχήν 1 w 4253
ἀλλὰ 5 w 4258
τὴν 8 w 4261
ἐκείνης 1 w 4268
ἀνεῖσαν 1 w 4275
ἀγασθέντες 1 w 4285
τῷ 6 w 4287
ἔργῳ 1 w 4291
οὕτω 7 w 4296
καὶ 42 w 4299
θεοὶ 1 w 4303
τὴν 9 w 4306
περὶ 2 w 4310
τὸν 12 w 4313
ἔρωτα 6 w 4318
σπουδήν 1 w 4325
τε 36 w 4327
καὶ 43 w 4330
ἀρετὴν 1 w 4336
μάλιστα 2 w 4343
τιμῶσιν 1 w 4350
Ὀρφέα 1 w 4356
δὲ 20 w 4358
τὸν 13 w 4361
Οἰάγρου 1 w 4368
ἀτελῆ 1 w 4373
ἀπέπεμψαν 1 w 4382
ἐξ 5 w 4384
Ἅιδου 2 w 4389
φάσμα 1 w 4395
δείξαντες 1 w 4404
τῆς 2 w 4407
γυναικὸς 1 w 4415
ἐφʼ 1 w 4418
ἣν 1 w 4420
ἧκεν 1 w 4424
αὐτὴν 1 w 4430
δὲ 21 w 4432
οὐ 20 w 4434
δόντες 1 w 4440
ὅτι 6 w 4444
μαλθακίζεσθαι 1 w 4457
ἐδόκει 1 w 4463
ἅτε 1 w 4467
ὢν 2 w 4469
κιθαρῳδός 1 w 4478
καὶ 44 w 4482
οὐ 21 w 4484
τολμᾶν 1 w 4490
ἕνεκα 1 w 4495
τοῦ 17 w 4498
ἔρωτος 1 w 4504
ἀποθνῄσκειν 1 w 4515
ὥσπερ 3 w 4520
Ἄλκηστις 2 w 4528
ἀλλὰ 6 w 4533
διαμηχανᾶσθαι 1 w 4546
ζῶν 1 w 4549
εἰσιέναι 1 w 4557
εἰς 3 w 4560
Ἅιδου 3 w 4565
τοιγάρτοι 1 w 4575
διὰ 2 w 4578
ταῦτα 3 w 4583
δίκην 1 w 4588
αὐτῷ 2 w 4592
ἐπέθεσαν 1 w 4600
καὶ 45 w 4604
ἐποίησαν 1 w 4612
τὸν 14 w 4615
θάνατον 1 w 4622
αὐτοῦ 1 w 4627
ὑπὸ 7 w 4630
γυναικῶν 1 w 4638
γενέσθαι 4 w 4646
οὐχ 2 w 4650
ὥσπερ 4 w 4655
Ἀχιλλέα 1 w 4662
τὸν 15 w 4665
τῆς 3 w 4668
Θέτιδος 1 w 4675
ὑὸν 1 w 4678
ἐτίμησαν 1 w 4686
καὶ 46 w 4689
εἰς 4 w 4692
μακάρων 1 w 4699
νήσους 1 w 4705
ἀπέπεμψαν 2 w 4714
ὅτι 7 w 4718
πεπυσμένος 1 w 4728
παρὰ 1 w 4732
τῆς 4 w 4735
μητρὸς 1 w 4741
ὡς 5 w 4743
ἀποθανοῖτο 1 w 4753
ἀποκτείνας 1 w 4763
Ἕκτορα 1 w 4769
μὴ 6 w 4772
ποιήσας 1 w 4779
δὲ 22 w 4781
τοῦτο 7 w 4786
οἴκαδε 1 w 4792
ἐλθὼν 1 w 4797
γηραιὸς 1 w 4804
τελευτήσοι 1 w 4814
ἐτόλμησεν 1 w 4824
ἑλέσθαι 1 w 4831
βοηθήσας 1 w 4839
τῷ 8 w 4841
ἐραστῇ 2 w 4847
Πατρόκλῳ 1 w 4855
καὶ 47 w 4858
τιμωρήσας 1 w 4867
οὐ 23 w 4869
μόνον 4 w 4874
ὑπεραποθανεῖν 1 w 4887
ἀλλὰ 7 w 4891
καὶ 48 w 4894
ἐπαποθανεῖν 1 w 4905
τετελευτηκότι 1 w 4918
ὅθεν 1 w 4923
δὴ 6 w 4925
καὶ 49 w 4928
ὑπεραγασθέντες 1 w 4942
οἱ 6 w 4944
θεοὶ 2 w 4948
διαφερόντως 2 w 4959
αὐτὸν 3 w 4964
ἐτίμησαν 2 w 4972
ὅτι 8 w 4976
τὸν 17 w 4979
ἐραστὴν 1 w 4986
οὕτω 8 w 4990
περὶ 3 w 4994
πολλοῦ 1 w 5000
ἐποιεῖτο 1 w 5008
Αἰσχύλος 1 w 5017
δὲ 23 w 5019
φλυαρεῖ 1 w 5026
φάσκων 1 w 5032
Ἀχιλλέα 2 w 5039
Πατρόκλου 1 w 5048
ἐρᾶν 1 w 5052
ὃς 2 w 5055
ἦν 1 w 5057
καλλίων 1 w 5064
οὐ 24 w 5066
μόνον 5 w 5071
Πατρόκλου 2 w 5080
ἀλλʼ 5 w 5084
ἅμα 4 w 5087
καὶ 50 w 5090
τῶν 10 w 5093
ἡρώων 2 w 5098
ἁπάντων 1 w 5105
καὶ 51 w 5109
ἔτι 1 w 5112
ἀγένειος 1 w 5120
ἔπειτα 2 w 5127
νεώτερος 1 w 5135
πολύ 1 w 5139
ὥς 1 w 5142
φησιν 2 w 5147
Ὅμηρος 2 w 5153
ἀλλὰ 8 w 5158
γὰρ 10 w 5161
τῷ 9 w 5163
ὄντι 3 w 5167
μάλιστα 3 w 5174
μὲν 11 w 5177
ταύτην 1 w 5183
τὴν 13 w 5186
ἀρετὴν 2 w 5192
οἱ 7 w 5194
θεοὶ 3 w 5198
τιμῶσιν 2 w 5205
τὴν 15 w 5208
περὶ 4 w 5212
τὸν 18 w 5215
ἔρωτα 7 w 5220
μᾶλλον 1 w 5227
μέντοι 1 w 5233
θαυμάζουσιν 1 w 5244
καὶ 52 w 5247
ἄγανται 1 w 5254
καὶ 53 w 5257
εὖ 2 w 5259
ποιοῦσιν 1 w 5267
ὅταν 2 w 5271
12 w 5272
ἐρώμενος 1 w 5280
τὸν 19 w 5283
ἐραστὴν 2 w 5290
ἀγαπᾷ 1 w 5295
10 w 5297
ὅταν 3 w 5301
13 w 5302
ἐραστὴς 2 w 5309
τὰ 8 w 5311
παιδικά 2 w 5318
θειότερον 1 w 5328
γὰρ 11 w 5331
ἐραστὴς 3 w 5338
παιδικῶν 4 w 5346
ἔνθεος 1 w 5353
γάρ 4 w 5356
ἐστι 3 w 5360
διὰ 3 w 5364
ταῦτα 4 w 5369
καὶ 54 w 5372
τὸν 20 w 5375
Ἀχιλλέα 3 w 5382
τῆς 5 w 5385
Ἀλκήστιδος 1 w 5395
μᾶλλον 2 w 5401
ἐτίμησαν 3 w 5409
εἰς 5 w 5413
μακάρων 2 w 5420
νήσους 2 w 5426
ἀποπέμψαντες 1 w 5438
οὕτω 9 w 5443
δὴ 7 w 5445
ἔγωγέ 1 w 5450
φημι 2 w 5454
ἔρωτα 8 w 5459
θεῶν 3 w 5463
καὶ 55 w 5466
πρεσβύτατον 2 w 5477
καὶ 56 w 5480
τιμιώτατον 1 w 5490
καὶ 57 w 5493
κυριώτατον 1 w 5503
εἶναι 6 w 5508
εἰς 6 w 5511
ἀρετῆς 1 w 5517
καὶ 58 w 5520
εὐδαιμονίας 1 w 5531
κτῆσιν 1 w 5537
ἀνθρώποις 4 w 5546
καὶ 59 w 5549
ζῶσι 1 w 5553
καὶ 60 w 5556
τελευτήσασιν 1 w 5568
Φαῖδρον 3 w 5576
μὲν 12 w 5579
τοιοῦτόν 1 w 5587
τινα 2 w 5591
λόγον 3 w 5596
ἔφη 3 w 5599
εἰπεῖν 5 w 5605
μετὰ 2 w 5610
δὲ 24 w 5612
Φαῖδρον 4 w 5619
ἄλλους 1 w 5625
τινὰς 1 w 5630
εἶναι 7 w 5635
ὧν 3 w 5637
οὐ 25 w 5639
πάνυ 2 w 5643
διεμνημόνευε 1 w 5655
οὓς 2 w 5659
παρεὶς 1 w 5665
τὸν 21 w 5668
Παυσανίου 1 w 5677
λόγον 4 w 5682
διηγεῖτο 1 w 5690
εἰπεῖν 6 w 5697
δʼ 4 w 5699
αὐτὸν 4 w 5704
ὅτι 9 w 5707
οὐ 26 w 5709
καλῶς 4 w 5714
μοι 7 w 5717
δοκεῖ 5 w 5722
3 w 5724
Φαῖδρε 1 w 5730
προβεβλῆσθαι 1 w 5743
ἡμῖν 6 w 5747
14 w 5748
λόγος 1 w 5753
τὸ 31 w 5756
ἁπλῶς 1 w 5761
οὕτως 3 w 5766
παρηγγέλθαι 1 w 5777
ἐγκωμιάζειν 1 w 5788
ἔρωτα 9 w 5793
εἰ 20 w 5796
μὲν 13 w 5799
γὰρ 12 w 5802
εἷς 1 w 5805
ἦν 2 w 5807
15 w 5808
Ἔρως 5 w 5812
καλῶς 5 w 5818
ἂν 11 w 5820
εἶχε 1 w 5824
νῦν 1 w 5828
δὲ 25 w 5830
οὐ 27 w 5832
γάρ 5 w 5835
ἐστιν 3 w 5840
εἷς 2 w 5843
μὴ 7 w 5846
ὄντος 1 w 5851
δὲ 26 w 5853
ἑνὸς 1 w 5857
ὀρθότερόν 1 w 5866
ἐστι 5 w 5870
πρότερον 1 w 5878
προρρηθῆναι 1 w 5889
ὁποῖον 1 w 5895
δεῖ 2 w 5898
ἐπαινεῖν 1 w 5906
ἐγὼ 6 w 5910
οὖν 7 w 5913
πειράσομαι 1 w 5923
τοῦτο 8 w 5928
ἐπανορθώσασθαι 1 w 5942
πρῶτον 4 w 5949
μὲν 14 w 5952
ἔρωτα 10 w 5957
φράσαι 1 w 5963
ὃν 2 w 5965
δεῖ 3 w 5968
ἐπαινεῖν 2 w 5976
ἔπειτα 3 w 5983
ἐπαινέσαι 1 w 5992
ἀξίως 2 w 5997
τοῦ 21 w 6000
θεοῦ 1 w 6004
πάντες 2 w 6011
γὰρ 13 w 6014
ἴσμεν 1 w 6019
ὅτι 10 w 6022
οὐκ 4 w 6025
ἔστιν 4 w 6030
ἄνευ 2 w 6034
Ἔρωτος 3 w 6040
Ἀφροδίτη 2 w 6048
μιᾶς 1 w 6053
μὲν 15 w 6056
οὖν 8 w 6059
οὔσης 1 w 6064
εἷς 3 w 6067
ἂν 12 w 6069
ἦν 3 w 6071
Ἔρως 6 w 6075
ἐπεὶ 1 w 6080
δὲ 27 w 6082
δὴ 8 w 6084
δύο 2 w 6087
ἐστόν 1 w 6092
δύο 3 w 6096
ἀνάγκη 1 w 6102
καὶ 61 w 6105
Ἔρωτε 1 w 6110
εἶναι 8 w 6115
πῶς 1 w 6119
δʼ 5 w 6121
οὐ 29 w 6123
δύο 4 w 6126
τὼ 1 w 6128
θεά 1 w 6131
15 w 6133
μέν 11 w 6136
γέ 10 w 6138
που 7 w 6141
πρεσβυτέρα 1 w 6151
καὶ 62 w 6154
ἀμήτωρ 1 w 6160
Οὐρανοῦ 1 w 6167
θυγάτηρ 2 w 6174
ἣν 2 w 6177
δὴ 9 w 6179
καὶ 63 w 6182
Οὐρανίαν 1 w 6190
ἐπονομάζομεν 1 w 6202
16 w 6204
δὲ 28 w 6206
νεωτέρα 1 w 6213
Διὸς 1 w 6217
καὶ 64 w 6220
Διώνης 1 w 6226
ἣν 3 w 6229
δὴ 10 w 6231
Πάνδημον 1 w 6239
καλοῦμεν 1 w 6247
ἀναγκαῖον 1 w 6257
δὴ 11 w 6259
καὶ 65 w 6262
ἔρωτα 11 w 6267
τὸν 23 w 6270
μὲν 16 w 6273
τῇ 4 w 6275
ἑτέρᾳ 1 w 6280
συνεργὸν 1 w 6288
Πάνδημον 2 w 6296
ὀρθῶς 1 w 6301
καλεῖσθαι 1 w 6310
τὸν 24 w 6314
δὲ 29 w 6316
Οὐράνιον 1 w 6324
ἐπαινεῖν 3 w 6333
μὲν 17 w 6336
οὖν 9 w 6339
δεῖ 4 w 6342
πάντας 3 w 6348
θεούς 1 w 6353
4 w 6355
δʼ 6 w 6357
οὖν 10 w 6360
ἑκάτερος 1 w 6368
εἴληχε 1 w 6374
πειρατέον 1 w 6383
εἰπεῖν 7 w 6389
πᾶσα 2 w 6394
γὰρ 14 w 6397
πρᾶξις 1 w 6403
ὧδʼ 1 w 6406
ἔχει 1 w 6410
αὐτὴ 2 w 6415
ἐφʼ 2 w 6418
ἑαυτῆς 1 w 6424
πραττομένη 1 w 6434
οὔτε 14 w 6438
καλὴ 1 w 6442
οὔτε 15 w 6446
αἰσχρά 1 w 6452
οἷον 1 w 6457
7 w 6458
νῦν 2 w 6461
ἡμεῖς 1 w 6466
ποιοῦμεν 1 w 6474
11 w 6476
πίνειν 1 w 6482
12 w 6483
ᾁδειν 1 w 6488
13 w 6489
διαλέγεσθαι 1 w 6500
οὐκ 5 w 6504
ἔστι 5 w 6508
τούτων 3 w 6514
αὐτὸ 6 w 6518
καλὸν 2 w 6523
οὐδέν 2 w 6528
ἀλλʼ 6 w 6533
ἐν 13 w 6535
τῇ 5 w 6537
πράξει 1 w 6543
ὡς 6 w 6546
ἂν 13 w 6548
πραχθῇ 1 w 6554
τοιοῦτον 1 w 6563
ἀπέβη 1 w 6568
καλῶς 6 w 6574
μὲν 18 w 6577
γὰρ 15 w 6580
πραττόμενον 1 w 6591
καὶ 66 w 6594
ὀρθῶς 2 w 6599
καλὸν 3 w 6604
γίγνεται 2 w 6612
μὴ 8 w 6615
ὀρθῶς 3 w 6620
δὲ 30 w 6622
αἰσχρόν 1 w 6629
οὕτω 11 w 6634
δὴ 12 w 6636
καὶ 67 w 6639
τὸ 35 w 6641
ἐρᾶν 2 w 6645
καὶ 68 w 6648
17 w 6649
Ἔρως 7 w 6653
οὐ 32 w 6655
πᾶς 1 w 6658
ἐστι 6 w 6662
καλὸς 1 w 6667
οὐδὲ 4 w 6671
ἄξιος 1 w 6676
ἐγκωμιάζεσθαι 1 w 6689
ἀλλὰ 9 w 6694
18 w 6695
καλῶς 7 w 6700
προτρέπων 1 w 6709
ἐρᾶν 3 w 6713
19 w 6715
μὲν 19 w 6718
οὖν 11 w 6721
τῆς 8 w 6724
Πανδήμου 1 w 6732
Ἀφροδίτης 1 w 6741
ὡς 7 w 6743
ἀληθῶς 1 w 6749
πάνδημός 1 w 6757
ἐστι 7 w 6761
καὶ 69 w 6764
ἐξεργάζεται 1 w 6775
ὅτι 11 w 6778
ἂν 14 w 6780
τύχῃ 2 w 6784
καὶ 70 w 6788
οὗτός 1 w 6793
ἐστιν 4 w 6798
ὃν 3 w 6800
οἱ 8 w 6802
φαῦλοι 1 w 6808
τῶν 11 w 6811
ἀνθρώπων 2 w 6819
ἐρῶσιν 1 w 6825
ἐρῶσι 3 w 6831
δὲ 32 w 6833
οἱ 9 w 6835
τοιοῦτοι 2 w 6843
πρῶτον 5 w 6849
μὲν 20 w 6852
οὐχ 3 w 6855
ἧττον 3 w 6860
γυναικῶν 2 w 6868
14 w 6869
παίδων 1 w 6875
ἔπειτα 4 w 6882
ὧν 4 w 6884
καὶ 71 w 6887
ἐρῶσι 4 w 6892
τῶν 12 w 6895
σωμάτων 1 w 6902
μᾶλλον 3 w 6908
15 w 6909
τῶν 13 w 6912
ψυχῶν 1 w 6917
ἔπειτα 5 w 6924
ὡς 8 w 6926
ἂν 15 w 6928
δύνωνται 1 w 6936
ἀνοητοτάτων 1 w 6947
πρὸς 4 w 6952
τὸ 36 w 6954
διαπράξασθαι 1 w 6966
μόνον 6 w 6971
βλέποντες 1 w 6980
ἀμελοῦντες 1 w 6991
δὲ 33 w 6993
τοῦ 22 w 6996
καλῶς 8 w 7001
16 w 7002
μή 4 w 7004
ὅθεν 2 w 7009
δὴ 13 w 7011
συμβαίνει 1 w 7020
αὐτοῖς 1 w 7026
ὅτι 12 w 7029
ἂν 16 w 7031
τύχωσι 1 w 7037
τοῦτο 9 w 7042
πράττειν 1 w 7050
ὁμοίως 1 w 7057
μὲν 21 w 7060
ἀγαθόν 1 w 7066
ὁμοίως 2 w 7073
δὲ 34 w 7075
τοὐναντίον 1 w 7085
ἔστι 6 w 7090
γὰρ 16 w 7093
καὶ 72 w 7096
ἀπὸ 1 w 7099
τῆς 9 w 7102
θεοῦ 2 w 7106
νεωτέρας 1 w 7114
τε 60 w 7116
οὔσης 2 w 7121
πολὺ 1 w 7125
17 w 7126
τῆς 10 w 7129
ἑτέρας 1 w 7135
καὶ 73 w 7139
μετεχούσης 1 w 7149
ἐν 14 w 7151
τῇ 6 w 7153
γενέσει 1 w 7160
καὶ 74 w 7163
θήλεος 1 w 7169
καὶ 75 w 7172
ἄρρενος 1 w 7179
22 w 7181
δὲ 35 w 7183
τῆς 11 w 7186
Οὐρανίας 1 w 7194
πρῶτον 6 w 7200
μὲν 22 w 7203
οὐ 36 w 7205
μετεχούσης 2 w 7215
θήλεος 2 w 7221
ἀλλʼ 7 w 7225
ἄρρενος 2 w 7232
μόνον 7 w 7237
καὶ 76 w 7241
ἔστιν 5 w 7246
οὗτος 1 w 7251
23 w 7252
τῶν 14 w 7255
παίδων 2 w 7261
ἔρως 2 w 7265
ἔπειτα 6 w 7272
πρεσβυτέρας 1 w 7283
ὕβρεως 1 w 7290
ἀμοίρου 1 w 7297
ὅθεν 3 w 7302
δὴ 14 w 7304
ἐπὶ 4 w 7307
τὸ 37 w 7309
ἄρρεν 3 w 7314
τρέπονται 1 w 7323
οἱ 10 w 7325
ἐκ 5 w 7327
τούτου 4 w 7333
τοῦ 24 w 7336
ἔρωτος 2 w 7342
ἔπιπνοι 1 w 7349
τὸ 38 w 7352
φύσει 2 w 7357
ἐρρωμενέστερον 1 w 7371
καὶ 77 w 7374
νοῦν 1 w 7378
μᾶλλον 4 w 7384
ἔχον 2 w 7388
ἀγαπῶντες 1 w 7397
καί 2 w 7401
τις 5 w 7404
ἂν 17 w 7406
γνοίη 1 w 7411
καὶ 78 w 7414
ἐν 15 w 7416
αὐτῇ 1 w 7420
τῇ 8 w 7422
παιδεραστίᾳ 1 w 7433
τοὺς 6 w 7437
εἰλικρινῶς 1 w 7447
ὑπὸ 8 w 7450
τούτου 5 w 7456
τοῦ 25 w 7459
ἔρωτος 3 w 7465
ὡρμημένους 1 w 7475
οὐ 37 w 7478
γὰρ 17 w 7481
ἐρῶσι 5 w 7486
παίδων 3 w 7492
ἀλλʼ 8 w 7497
ἐπειδὰν 1 w 7504
ἤδη 2 w 7507
ἄρχωνται 1 w 7515
νοῦν 2 w 7519
ἴσχειν 1 w 7525
τοῦτο 10 w 7531
δὲ 36 w 7533
πλησιάζει 1 w 7542
τῷ 10 w 7544
γενειάσκειν 1 w 7555
παρεσκευασμένοι 1 w 7571
γὰρ 18 w 7574
οἶμαί 1 w 7579
εἰσιν 1 w 7584
οἱ 11 w 7586
ἐντεῦθεν 1 w 7594
ἀρχόμενοι 1 w 7603
ἐρᾶν 4 w 7607
ὡς 9 w 7609
τὸν 25 w 7612
βίον 1 w 7616
ἅπαντα 1 w 7622
συνεσόμενοι 1 w 7633
καὶ 79 w 7636
κοινῇ 1 w 7641
συμβιωσόμενοι 1 w 7654
ἀλλʼ 9 w 7659
οὐκ 6 w 7662
ἐξαπατήσαντες 1 w 7675
ἐν 17 w 7678
ἀφροσύνῃ 1 w 7686
λαβόντες 1 w 7694
ὡς 10 w 7696
νέον 1 w 7700
καταγελάσαντες 1 w 7715
οἰχήσεσθαι 1 w 7725
ἐπʼ 1 w 7728
ἄλλον 1 w 7733
ἀποτρέχοντες 1 w 7745
χρῆν 2 w 7750
δὲ 37 w 7752
καὶ 80 w 7755
νόμον 1 w 7760
εἶναι 9 w 7765
μὴ 9 w 7767
ἐρᾶν 5 w 7771
παίδων 4 w 7777
ἵνα 1 w 7781
μὴ 10 w 7783
εἰς 7 w 7786
ἄδηλον 1 w 7792
πολλὴ 2 w 7797
σπουδὴ 2 w 7803
ἀνηλίσκετο 1 w 7813
τὸ 40 w 7816
γὰρ 19 w 7819
τῶν 15 w 7822
παίδων 5 w 7828
τέλος 1 w 7833
ἄδηλον 2 w 7839
οἷ 2 w 7841
τελευτᾷ 1 w 7848
κακίας 1 w 7854
καὶ 81 w 7857
ἀρετῆς 2 w 7863
ψυχῆς 1 w 7868
τε 71 w 7870
πέρι 2 w 7874
καὶ 82 w 7877
σώματος 1 w 7884
οἱ 12 w 7887
μὲν 23 w 7890
οὖν 12 w 7893
ἀγαθοὶ 1 w 7899
τὸν 26 w 7902
νόμον 2 w 7907
τοῦτον 1 w 7913
αὐτοὶ 1 w 7918
αὑτοῖς 1 w 7924
ἑκόντες 1 w 7931
τίθενται 1 w 7939
χρῆν 3 w 7944
δὲ 38 w 7946
καὶ 83 w 7949
τούτους 1 w 7956
τοὺς 7 w 7960
πανδήμους 1 w 7969
ἐραστὰς 2 w 7976
προσαναγκάζειν 1 w 7990
τὸ 42 w 7992
τοιοῦτον 2 w 8000
ὥσπερ 5 w 8006
καὶ 84 w 8009
τῶν 16 w 8012
ἐλευθέρων 1 w 8021
γυναικῶν 3 w 8029
προσαναγκάζομεν 1 w 8044
αὐτοὺς 2 w 8050
καθʼ 1 w 8054
ὅσον 1 w 8058
δυνάμεθα 1 w 8066
μὴ 11 w 8068
ἐρᾶν 6 w 8072