Scaife ATLAS

CTS Library / Φίληβος

Φίληβος (61-65)

urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:61-65
Refs {'start': {'reference': '61', 'human_reference': 'Section 61'}, 'end': {'reference': '65', 'human_reference': 'Section 65'}}
Ancestors []
Children []
prev
plain textXML
next

61
61a
ΣΩ. οὐκοῦν τό γε τέλεον καὶ πᾶσιν αἱρετὸν καὶ τὸ παντάπασιν ἀγαθὸν οὐδέτερον ἂν τούτων εἴη;

ΠΡΩ. πῶς γὰρ ἄν;

ΣΩ. τὸ τοίνυν ἀγαθὸν ἤτοι σαφῶς καί τινα τύπον αὐτοῦ ληπτέον, ἵνʼ, ὅπερ ἐλέγομεν, δευτερεῖα ὅτῳ δώσομεν ἔχωμεν.

ΠΡΩ. ὀρθότατα λέγεις.

ΣΩ. οὐκοῦν ὁδὸν μέν τινα ἐπὶ τἀγαθὸν εἰλήφαμεν;

ΠΡΩ. τίνα;

ΣΩ. καθάπερ εἴ τίς τινα ἄνθρωπον ζητῶν τὴν οἴκησιν
61b
πρῶτον ὀρθῶς ἵνʼ οἰκεῖ πύθοιτο αὐτοῦ, μέγα τι δήπου πρὸς τὴν εὕρεσιν ἂν ἔχοι τοῦ ζητουμένου.

ΠΡΩ. πῶς δʼ οὔ;

ΣΩ. καὶ νῦν δή τις λόγος ἐμήνυσεν ἡμῖν, ὥσπερ καὶ κατʼ ἀρχάς, μὴ ζητεῖν ἐν τῷ ἀμείκτῳ βίῳ τἀγαθὸν ἀλλʼ ἐν τῷ μεικτῷ.

ΠΡΩ. πάνυ γε.

ΣΩ. ἐλπὶς μὴν πλείων ἐν τῷ μειχθέντι καλῶς τὸ ζητούμενον ἔσεσθαι φανερώτερον ἐν τῷ μή;

ΠΡΩ. πολύ γε.

ΣΩ. τοῖς δὴ θεοῖς, Πρώταρχε, εὐχόμενοι κεραννύωμεν,
61c
εἴτε Διόνυσος εἴτε Ἥφαιστος εἴθʼ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως.

ΠΡΩ. πάνυ μὲν οὖν.

ΣΩ. καὶ μὴν καθάπερ ἡμῖν οἰνοχόοις τισὶ παρεστᾶσι κρῆναιμέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ καὶ ὑγιεινοῦ τινος ὕδατοςἃς προθυμητέον ὡς κάλλιστα συμμειγνύναι.

ΠΡΩ. πῶς γὰρ οὔ;

61d
ΣΩ. φέρε δὴ πρότερον· ἆρα πᾶσαν ἡδονὴν πάσῃ φρονήσει μειγνύντες τοῦ καλῶς ἂν μάλιστα ἐπιτύχοιμεν;

ΠΡΩ. ἴσως.

ΣΩ. ἀλλʼ οὐκ ἀσφαλές. δὲ ἀκινδυνότερον ἂν μειγνύοιμεν, δόξαν μοι δοκῶ τινα ἀποφήνασθαι ἄν.

ΠΡΩ. λέγε τίνα.

ΣΩ. ἦν ἡμῖν ἡδονή τε ἀληθῶς, ὡς οἰόμεθα, μᾶλλον ἑτέρας ἄλλη καὶ δὴ καὶ τέχνη τέχνης ἀκριβεστέρα;

ΠΡΩ. πῶς γὰρ οὔ;

ΣΩ. καὶ ἐπιστήμη δὴ ἐπιστήμης διάφορος, μὲν ἐπὶ
61e
τὰ γιγνόμενα καὶ ἀπολλύμενα ἀποβλέπουσα, δʼ ἐπὶ τὰ μήτε γιγνόμενα μήτε ἀπολλύμενα, κατὰ ταὐτὰ δὲ καὶ ὡσαύτως ὄντα ἀεί. ταύτην εἰς τὸ ἀληθὲς ἐπισκοπούμενοι ἡγησάμεθα ἐκείνης ἀληθεστέραν εἶναι.

ΠΡΩ. πάνυ μὲν οὖν ὀρθῶς.

ΣΩ. οὐκοῦν εἰ τἀληθέστατα τμήματα ἑκατέρας ἴδοιμεν πρῶτον συμμείξαντες, ἆρα ἱκανὰ ταῦτα συγκεκραμένα τὸν ἀγαπητότατον βίον ἀπεργασάμενα παρέχειν ἡμῖν, τινος ἔτι προσδεόμεθα καὶ τῶν μὴ τοιούτων;

62
62a
ΠΡΩ. ἐμοὶ γοῦν δοκεῖ δρᾶν οὕτως.

ΣΩ. ἔστω δή τις ἡμῖν φρονῶν ἄνθρωπος αὐτῆς περὶ δικαιοσύνης ὅτι ἔστιν, καὶ λόγον ἔχων ἑπόμενον τῷ νοεῖν, καὶ δὴ καὶ περὶ τῶν ἄλλων πάντων τῶν ὄντων ὡσαύτως διανοούμενος.

ΠΡΩ. ἔστω γὰρ οὖν.

ΣΩ. ἆρʼ οὖν οὗτος ἱκανῶς ἐπιστήμης ἕξει, κύκλου μὲν καὶ σφαίρας αὐτῆς τῆς θείας τὸν λόγον ἔχων, τὴν δὲ ἀνθρωπίνην ταύτην σφαῖραν καὶ τοὺς κύκλους τούτους ἀγνοῶν,
62b
καὶ χρώμενος ἐν οἰκοδομίᾳ καὶ τοῖς ἄλλοις ὁμοίως κανόσι καὶ τοῖς κύκλοις;

ΠΡΩ. γελοίαν διάθεσιν ἡμῶν, Σώκρατες, ἐν ταῖς θείαις οὖσαν μόνον ἐπιστήμαις λέγομεν.

ΣΩ. πῶς φῄς; τοῦ ψευδοῦς κανόνος ἅμα καὶ τοῦ κύκλου τὴν οὐ βέβαιον οὐδὲ καθαρὰν τέχνην ἐμβλητέον κοινῇ καὶ συγκρατέον;

ΠΡΩ. ἀναγκαῖον γάρ, εἰ μέλλει τις ἡμῶν καὶ τὴν ὁδὸν ἑκάστοτε ἐξευρήσειν οἴκαδε.

62c
ΣΩ. καὶ μουσικήν, ἣν ὀλίγον ἔμπροσθεν ἔφαμεν στοχάσεώς τε καὶ μιμήσεως μεστὴν οὖσαν καθαρότητος ἐνδεῖν;

ΠΡΩ. ἀναγκαῖον φαίνεται ἔμοιγε, εἴπερ γε ἡμῶν βίος ἔσται καὶ ὁπωσοῦν ποτε βίος.

ΣΩ. βούλει δῆτα, ὥσπερ θυρωρὸς ὑπʼ ὄχλου τις ὠθούμενος καὶ βιαζόμενος, ἡττηθεὶς ἀναπετάσας τὰς θύρας ἀφῶ πάσας τὰς ἐπιστήμας εἰσρεῖν καὶ μείγνυσθαι ὁμοῦ καθαρᾷ τὴν ἐνδεεστέραν;

62d
ΠΡΩ. οὔκουν ἔγωγε οἶδα, Σώκρατες, ὅτι τις ἂν βλάπτοιτο πάσας λαβὼν τὰς ἄλλας ἐπιστήμας, ἔχων τὰς πρώτας.

ΣΩ. μεθιῶ δὴ τὰς συμπάσας ῥεῖν εἰς τὴν τῆς Ὁμήρου καὶ μάλα ποιητικῆς μισγαγκείας ὑποδοχήν;

ΠΡΩ. πάνυ μὲν οὖν.

ΣΩ. μεθεῖνται· καὶ πάλιν ἐπὶ τὴν τῶν ἡδονῶν πηγὴν ἰτέον. ὡς γὰρ διενοήθημεν αὐτὰς μειγνύναι, τὰ τῶν ἀληθῶν μόρια πρῶτον, οὐκ ἐξεγένεθʼ ἡμῖν, ἀλλὰ διὰ τὸ πᾶσαν ἀγαπᾶν ἐπιστήμην εἰς ταὐτὸν μεθεῖμεν ἁθρόας καὶ πρόσθεν
62e
τῶν ἡδονῶν.

ΠΡΩ. ἀληθέστατα λέγεις.

ΣΩ. ὥρα δὴ βουλεύεσθαι νῷν καὶ περὶ τῶν ἡδονῶν, πότερα καὶ ταύτας πάσας ἁθρόας ἀφετέον καὶ τούτων πρώτας μεθετέον ἡμῖν ὅσαι ἀληθεῖς.

ΠΡΩ. πολύ τι διαφέρει πρός γε ἀσφάλειαν πρώτας τὰς ἀληθεῖς ἀφεῖναι.

ΣΩ. μεθείσθων δή. τί δὲ μετὰ ταῦτα; ἆρʼ οὐκ εἰ μέν τινες ἀναγκαῖαι, καθάπερ ἐκεῖ, συμμεικτέον καὶ ταύτας;

ΠΡΩ. τί δʼ οὔ; τάς γε ἀναγκαίας δήπουθεν.

63
63a
ΣΩ. εἰ δέ γε καί, καθάπερ τὰς τέχνας πάσας ἀβλαβές τε καὶ ὠφέλιμον ἦν ἐπίστασθαι διὰ βίου, καὶ νῦν δὴ ταὐτὰ λέγομεν περὶ τῶν ἡδονῶν, εἴπερ πάσας ἡδονὰς ἥδεσθαι διὰ βίου συμφέρον τε ἡμῖν ἐστι καὶ ἀβλαβὲς ἅπασι, πάσας συγκρατέον.

ΠΡΩ. πῶς οὖν δὴ περὶ αὐτῶν τούτων λέγωμεν; καὶ πῶς ποιῶμεν;

ΣΩ. οὐχ ἡμᾶς, Πρώταρχε, διερωτᾶν χρή, τὰς ἡδονὰς δὲ αὐτὰς καὶ τὰς φρονήσεις διαπυνθανομένους τὸ τοιόνδε ἀλλήλων πέρι.

63b
ΠΡΩ. τὸ ποῖον;

ΣΩ. φίλαι, εἴτε ἡδονὰς ὑμᾶς χρὴ προσαγορεύειν εἴτε ἄλλῳ ὁτῳοῦν ὀνόματι, μῶν οὐκ ἂν δέξαισθε οἰκεῖν μετὰ φρονήσεως πάσης χωρὶς τοῦ φρονεῖν; οἶμαι μὲν πρὸς ταῦτα τόδʼ αὐτὰς ἀναγκαιότατον εἶναι λέγειν.

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. ὅτι καθάπερ ἔμπροσθεν ἐρρήθη, τὸ μόνον καὶ ἔρημον εἰλικρινὲς εἶναί τι γένος οὔτε πάνυ τι δυνατὸν οὔτʼ
63c
ὠφέλιμον· πάντων γε μὴν ἡγούμεθα γενῶν ἄριστον ἓν ἀνθʼ ἑνὸς συνοικεῖν ἡμῖν τὸ τοῦ γιγνώσκειν τἆλλά τε πάντα καὶ αὖ τὴν αὐτὴν ἡμῶν τελέως εἰς δύναμιν ἑκάστην.

ΠΡΩ.καὶ καλῶς γε εἰρήκατε τὰ νῦν, φήσομεν.

ΣΩ. ὀρθῶς. πάλιν τοίνυν μετὰ τοῦτο τὴν φρόνησιν καὶ τὸν νοῦν ἀνερωτητέον· ἆρʼ ἡδονῶν τι προσδεῖσθε ἐν τῇ συγκράσει; φαῖμεν ἂν αὖ τὸν νοῦν τε καὶ τὴν φρόνησιν ἀνερωτῶντες. ποίων, φαῖεν ἂν ἴσως, ἡδονῶν;

ΠΡΩ. εἰκός.

63d
ΣΩ. δέ γʼ ἡμέτερος λόγος μετὰ τοῦτʼ ἐστὶν ὅδε. πρὸς ταῖς ἀληθέσιν ἐκείναις ἡδοναῖς, φήσομεν, ἆρʼ ἔτι προσδεῖσθʼ ὑμῖν τὰς μεγίστας ἡδονὰς συνοίκους εἶναι καὶ τὰς σφοδροτάτας; καὶ πῶς, Σώκρατες, ἴσως φαῖεν ἄν, αἵ γʼ ἐμποδίσματά τε μυρία ἡμῖν ἔχουσι, τὰς ψυχὰς ἐν αἷς οἰκοῦμεν ταράττουσαι διὰ μανίας ἡδονάς, καὶ γίγνεσθαί
63e
τε ἡμᾶς τὴν ἀρχὴν οὐκ ἐῶσι, τά τε γιγνόμενα ἡμῶν τέκνα ὡς τὸ πολύ, διʼ ἀμέλειαν λήθην ἐμποιοῦσαι, παντάπασι διαφθείρουσιν;

ΣΩ.ἀλλʼ ἅς τε ἡδονὰς ἀληθεῖς καὶ καθαρὰς ἃς εἶπες, σχεδὸν οἰκείας ἡμῖν νόμιζε, καὶ πρὸς ταύταις τὰς μεθʼ ὑγιείας καὶ τοῦ σωφρονεῖν, καὶ δὴ καὶ συμπάσης ἀρετῆς ὁπόσαι καθάπερ θεοῦ ὀπαδοὶ γιγνόμεναι αὐτῇ συνακολουθοῦσι πάντῃ, ταύτας μείγνυ· τὰς δʼ ἀεὶ μετʼ ἀφροσύνης καὶ τῆς ἄλλης κακίας ἑπομένας πολλή που ἀλογία τῷ νῷ μειγνύναι τὸν βουλόμενον ὅτι καλλίστην ἰδόντα καὶ ἀστασιαστοτάτην μεῖξιν
64
64a
καὶ κρᾶσιν, ἐν ταύτῃ μαθεῖν πειρᾶσθαι τί ποτε ἔν τʼ ἀνθρώπῳ καὶ τῷ παντὶ πέφυκεν ἀγαθὸν καὶ τίνα ἰδέαν αὐτὴν εἶναί ποτε μαντευτέον. ἆρʼ οὐκ ἐμφρόνως ταῦτα καὶ ἐχόντως ἑαυτὸν τὸν νοῦν φήσομεν ὑπέρ τε αὑτοῦ καὶ μνήμης καὶ δόξης ὀρθῆς ἀποκρίνασθαι τὰ νῦν ῥηθέντα;

ΠΡΩ. παντάπασι μὲν οὖν.

ΣΩ. ἀλλὰ μὴν καὶ τόδε γε ἀναγκαῖον, καὶ οὐκ ἄλλως ἄν ποτε γένοιτο οὐδʼ ἂν ἕν.

64b
ΠΡΩ. τὸ ποῖον;

ΣΩ. ὧι μὴ μείξομεν ἀλήθειαν, οὐκ ἄν ποτε τοῦτο ἀληθῶς γίγνοιτο οὐδʼ ἂν γενόμενον εἴη.

ΠΡΩ. πῶς γὰρ ἄν;

ΣΩ. οὐδαμῶς. ἀλλʼ εἴ τινος ἔτι προσδεῖ τῇ συγκράσει ταύτῃ, λέγετε σὺ καὶ Φίληβος. ἐμοὶ μὲν γὰρ καθαπερεὶ κόσμος τις ἀσώματος ἄρξων καλῶς ἐμψύχου σώματος νῦν λόγος ἀπειργάσθαι φαίνεται.

ΠΡΩ. καὶ ἐμοὶ τοίνυν, Σώκρατες, οὕτω λέγε δεδόχθαι.

64c
ΣΩ. ἆρʼ οὖν ἐπὶ μὲν τοῖς τοῦ ἀγαθοῦ νῦν ἤδη προθύροις καὶ τῆς οἰκήσεως ἐφεστάναι τῆς τοῦ τοιούτου λέγοντες ἴσως ὀρθῶς ἄν τινα τρόπον φαῖμεν;

ΠΡΩ. ἐμοὶ γοῦν δοκεῖ.

ΣΩ. τί δῆτα ἐν τῇ συμμείξει τιμιώτατον ἅμα καὶ μάλιστʼ αἴτιον εἶναι δόξειεν ἂν ἡμῖν τοῦ πᾶσιν γεγονέναι προσφιλῆ τὴν τοιαύτην διάθεσιν; τοῦτο γὰρ ἰδόντες μετὰ τοῦτʼ ἐπισκεψόμεθα εἴθʼ ἡδονῇ εἴτε τῷ νῷ προσφυέστερον καὶ οἰκειότερον ἐν τῷ παντὶ συνέστηκεν.

64d
ΠΡΩ. ὀρθῶς· τοῦτο γὰρ εἰς τὴν κρίσιν ἡμῖν ἐστι συμφορώτατον.

ΣΩ. καὶ μὴν καὶ συμπάσης γε μείξεως οὐ χαλεπὸν ἰδεῖν τὴν αἰτίαν, διʼ ἣν παντὸς ἀξία γίγνεται ἡτισοῦν τὸ παράπαν οὐδενός.

ΠΡΩ. πῶς λέγεις;

ΣΩ. οὐδείς που τοῦτο ἀνθρώπων ἀγνοεῖ.

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. ὅτι μέτρου καὶ τῆς συμμέτρου φύσεως μὴ τυχοῦσα ἡτισοῦν καὶ ὁπωσοῦν σύγκρασις πᾶσα ἐξ ἀνάγκης ἀπόλλυσι τά τε κεραννύμενα καὶ πρώτην αὑτήν· οὐδὲ
64e
γὰρ κρᾶσις ἀλλά τις ἄκρατος συμπεφορημένη ἀληθῶς τοιαύτη γίγνεται ἑκάστοτε ὄντως τοῖς κεκτημένοις συμφορά.

ΠΡΩ. ἀληθέστατα.

ΣΩ. νῦν δὴ καταπέφευγεν ἡμῖν τοῦ ἀγαθοῦ δύναμις εἰς τὴν τοῦ καλοῦ φύσιν· μετριότης γὰρ καὶ συμμετρία κάλλος δήπου καὶ ἀρετὴ πανταχοῦ συμβαίνει γίγνεσθαι.

ΠΡΩ. πάνυ μὲν οὖν.

ΣΩ. καὶ μὴν ἀλήθειάν γε ἔφαμεν αὐτοῖς ἐν τῇ κράσει μεμεῖχθαι.

ΠΡΩ. πάνυ γε.

65
65a
ΣΩ. οὐκοῦν εἰ μὴ μιᾷ δυνάμεθα ἰδέᾳ τὸ ἀγαθὸν θηρεῦσαι, σὺν τρισὶ λαβόντες, κάλλει καὶ συμμετρίᾳ καὶ ἀληθείᾳ, λέγωμεν ὡς τοῦτο οἷον ἓν ὀρθότατʼ ἂν αἰτιασαίμεθʼ ἂν τῶν ἐν τῇ συμμείξει, καὶ διὰ τοῦτο ὡς ἀγαθὸν ὂν τοιαύτην αὐτὴν γεγονέναι.

ΠΡΩ. ὀρθότατα μὲν οὖν.

ΣΩ. ἤδη τοίνυν, Πρώταρχε, ἱκανὸς ἡμῖν γένοιτʼ ἂν ὁστισοῦν κριτὴς ἡδονῆς τε πέρι καὶ φρονήσεως, ὁπότερον
65b
αὐτοῖν τοῦ ἀρίστου συγγενέστερόν τε καὶ τιμιώτερον ἐν ἀνθρώποις τέ ἐστι καὶ θεοῖς.

ΠΡΩ. δῆλον μέν, ὅμως δʼ οὖν τῷ λόγῳ ἐπεξελθεῖν βέλτιον.

ΣΩ. καθʼ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν· δεῖ γὰρ ἰδεῖν ποτέρῳ ὡς μᾶλλον συγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν.

ΠΡΩ. κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;

ΣΩ. ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, Πρώταρχε·
65c
καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ συγγενέστερον νοῦς ἀληθείᾳ.

ΠΡΩ. τί δὲ χρόνου δεῖ; πολὺ γὰρ οἶμαι διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον, ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς
65d
καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων· νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον.

ΣΩ. οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψαι, πότερον ἡδονὴ φρονήσεως φρόνησις ἡδονῆς πλείω κέκτηται;

ΠΡΩ. εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας· οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρώτερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρώτερον οὐδʼ ἂν ἕν ποτε.

65e
ΣΩ. καλῶς εἴρηκας. ὅμως δʼ ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλεῖον τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, τοὐναντίον;

ΠΡΩ. ἀλλʼ οὖν φρόνησιν μὲν καὶ νοῦν, Σώκρατες, οὐδεὶς πώποτε οὔθʼ ὕπαρ οὔτʼ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτε ἐπενόησεν οὐδαμῇ οὐδαμῶς οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον.

ΣΩ. ὀρθῶς.

Tokens

ΣΩ 1 w 2
οὐκοῦν 1 w 9
τό 1 w 11
γε 1 w 13
τέλεον 1 w 19
καὶ 1 w 22
πᾶσιν 1 w 27
αἱρετὸν 1 w 34
καὶ 2 w 37
τὸ 2 w 39
παντάπασιν 1 w 49
ἀγαθὸν 1 w 55
οὐδέτερον 1 w 64
ἂν 1 w 66
τούτων 1 w 72
εἴη 1 w 75
ΠΡΩ 1 w 79
πῶς 1 w 83
γὰρ 1 w 86
ἄν 1 w 88
ΣΩ 2 w 91
τὸ 3 w 94
τοίνυν 1 w 100
ἀγαθὸν 2 w 106
ἤτοι 1 w 110
σαφῶς 1 w 115
1 w 116
καί 1 w 119
τινα 1 w 123
τύπον 1 w 128
αὐτοῦ 1 w 133
ληπτέον 1 w 140
ἵνʼ 1 w 144
ὅπερ 1 w 149
ἐλέγομεν 1 w 157
δευτερεῖα 1 w 167
ὅτῳ 1 w 170
δώσομεν 1 w 177
ἔχωμεν 1 w 183
ΠΡΩ 2 w 187
ὀρθότατα 1 w 196
λέγεις 1 w 202
ΣΩ 3 w 205
οὐκοῦν 2 w 212
ὁδὸν 1 w 216
μέν 1 w 219
τινα 2 w 223
ἐπὶ 1 w 226
τἀγαθὸν 1 w 233
εἰλήφαμεν 1 w 242
ΠΡΩ 3 w 246
τίνα 1 w 251
ΣΩ 4 w 254
καθάπερ 1 w 262
εἴ 2 w 264
τίς 1 w 267
τινα 3 w 271
ἄνθρωπον 1 w 279
ζητῶν 1 w 284
τὴν 1 w 287
οἴκησιν 1 w 294
πρῶτον 1 w 300
ὀρθῶς 1 w 305
ἵνʼ 2 w 308
οἰκεῖ 1 w 313
πύθοιτο 1 w 320
αὐτοῦ 2 w 325
μέγα 1 w 330
τι 4 w 332
δήπου 1 w 337
πρὸς 1 w 341
τὴν 2 w 344
εὕρεσιν 1 w 351
ἂν 2 w 353
ἔχοι 1 w 357
τοῦ 3 w 360
ζητουμένου 1 w 370
ΠΡΩ 4 w 374
πῶς 2 w 378
δʼ 1 w 380
οὔ 1 w 382
ΣΩ 5 w 385
καὶ 3 w 389
νῦν 1 w 392
δή 2 w 394
τις 1 w 397
λόγος 1 w 402
ἐμήνυσεν 1 w 410
ἡμῖν 1 w 414
ὥσπερ 1 w 420
καὶ 4 w 423
κατʼ 1 w 427
ἀρχάς 1 w 432
μὴ 1 w 435
ζητεῖν 1 w 441
ἐν 1 w 443
τῷ 1 w 445
ἀμείκτῳ 1 w 452
βίῳ 1 w 455
τἀγαθὸν 2 w 462
ἀλλʼ 1 w 466
ἐν 2 w 468
τῷ 2 w 470
μεικτῷ 1 w 476
ΠΡΩ 5 w 480
πάνυ 1 w 485
γε 3 w 487
ΣΩ 6 w 490
ἐλπὶς 1 w 496
μὴν 1 w 499
πλείων 1 w 505
ἐν 3 w 507
τῷ 4 w 509
μειχθέντι 1 w 518
καλῶς 1 w 523
τὸ 4 w 525
ζητούμενον 1 w 535
ἔσεσθαι 1 w 542
φανερώτερον 1 w 553
2 w 554
ἐν 4 w 556
τῷ 5 w 558
μή 2 w 560
ΠΡΩ 6 w 564
πολύ 1 w 569
γε 4 w 571
ΣΩ 7 w 574
τοῖς 1 w 579
δὴ 1 w 581
θεοῖς 1 w 586
1 w 588
Πρώταρχε 1 w 596
εὐχόμενοι 1 w 606
κεραννύωμεν 1 w 617
εἴτε 1 w 622
Διόνυσος 1 w 630
εἴτε 2 w 634
Ἥφαιστος 1 w 642
εἴθʼ 1 w 646
ὅστις 1 w 651
θεῶν 1 w 655
ταύτην 1 w 661
τὴν 3 w 664
τιμὴν 1 w 669
εἴληχε 1 w 675
τῆς 1 w 678
συγκράσεως 1 w 688
ΠΡΩ 7 w 692
πάνυ 2 w 697
μὲν 1 w 700
οὖν 1 w 703
ΣΩ 8 w 706
καὶ 5 w 710
μὴν 3 w 713
καθάπερ 2 w 720
ἡμῖν 2 w 724
οἰνοχόοις 1 w 733
τισὶ 1 w 737
παρεστᾶσι 1 w 746
κρῆναι 1 w 752
μέλιτος 1 w 760
μὲν 2 w 763
ἂν 3 w 765
ἀπεικάζοι 1 w 774
τις 3 w 777
τὴν 4 w 780
τῆς 2 w 783
ἡδονῆς 1 w 789
τὴν 5 w 793
δὲ 1 w 795
τῆς 3 w 798
φρονήσεως 1 w 807
νηφαντικὴν 1 w 817
καὶ 6 w 820
ἄοινον 1 w 826
αὐστηροῦ 1 w 834
καὶ 7 w 837
ὑγιεινοῦ 1 w 845
τινος 1 w 850
ὕδατος 1 w 856
ἃς 1 w 859
προθυμητέον 1 w 870
ὡς 1 w 872
κάλλιστα 1 w 880
συμμειγνύναι 1 w 892
ΠΡΩ 8 w 896
πῶς 3 w 900
γὰρ 2 w 903
οὔ 2 w 905
ΣΩ 9 w 908
φέρε 1 w 913
δὴ 2 w 915
πρότερον 1 w 923
ἆρα 1 w 927
πᾶσαν 1 w 932
ἡδονὴν 1 w 938
πάσῃ 1 w 942
φρονήσει 1 w 950
μειγνύντες 1 w 960
τοῦ 4 w 963
καλῶς 2 w 968
ἂν 4 w 970
μάλιστα 1 w 977
ἐπιτύχοιμεν 1 w 988
ΠΡΩ 9 w 992
ἴσως 1 w 997
ΣΩ 10 w 1000
ἀλλʼ 2 w 1005
οὐκ 3 w 1008
ἀσφαλές 1 w 1015
1 w 1017
δὲ 2 w 1019
ἀκινδυνότερον 1 w 1032
ἂν 5 w 1034
μειγνύοιμεν 1 w 1045
δόξαν 1 w 1051
μοι 1 w 1054
δοκῶ 1 w 1058
τινα 4 w 1062
ἀποφήνασθαι 1 w 1073
ἄν 3 w 1075
ΠΡΩ 10 w 1079
λέγε 2 w 1084
τίνα 2 w 1088
ΣΩ 11 w 1091
ἦν 1 w 1094
ἡμῖν 3 w 1098
ἡδονή 1 w 1103
τε 10 w 1105
ἀληθῶς 1 w 1111
ὡς 2 w 1114
οἰόμεθα 1 w 1121
μᾶλλον 1 w 1128
ἑτέρας 1 w 1134
ἄλλη 1 w 1138
καὶ 8 w 1141
δὴ 3 w 1143
καὶ 9 w 1146
τέχνη 1 w 1151
τέχνης 1 w 1157
ἀκριβεστέρα 1 w 1168
ΠΡΩ 11 w 1172
πῶς 4 w 1176
γὰρ 3 w 1179
οὔ 3 w 1181
ΣΩ 12 w 1184
καὶ 10 w 1188
ἐπιστήμη 1 w 1196
δὴ 4 w 1198
ἐπιστήμης 1 w 1207
διάφορος 1 w 1215
7 w 1217
μὲν 3 w 1220
ἐπὶ 2 w 1223
τὰ 1 w 1225
γιγνόμενα 1 w 1234
καὶ 11 w 1237
ἀπολλύμενα 1 w 1247
ἀποβλέπουσα 1 w 1258
8 w 1260
δʼ 2 w 1262
ἐπὶ 3 w 1265
τὰ 2 w 1267
μήτε 1 w 1271
γιγνόμενα 2 w 1280
μήτε 2 w 1284
ἀπολλύμενα 2 w 1294
κατὰ 1 w 1299
ταὐτὰ 1 w 1304
δὲ 3 w 1306
καὶ 12 w 1309
ὡσαύτως 1 w 1316
ὄντα 1 w 1320
ἀεί 1 w 1323
ταύτην 2 w 1330
εἰς 1 w 1333
τὸ 5 w 1335
ἀληθὲς 1 w 1341
ἐπισκοπούμενοι 1 w 1355
ἡγησάμεθα 1 w 1364
ἐκείνης 1 w 1371
ἀληθεστέραν 1 w 1382
εἶναι 1 w 1387
ΠΡΩ 12 w 1391
πάνυ 3 w 1396
μὲν 4 w 1399
οὖν 2 w 1402
ὀρθῶς 2 w 1407
ΣΩ 13 w 1410
οὐκοῦν 3 w 1417
εἰ 3 w 1419
τἀληθέστατα 1 w 1430
τμήματα 1 w 1437
ἑκατέρας 1 w 1445
ἴδοιμεν 1 w 1452
πρῶτον 2 w 1458
συμμείξαντες 1 w 1470
ἆρα 2 w 1474
ἱκανὰ 1 w 1479
ταῦτα 1 w 1484
συγκεκραμένα 1 w 1496
τὸν 2 w 1499
ἀγαπητότατον 1 w 1511
βίον 1 w 1515
ἀπεργασάμενα 1 w 1527
παρέχειν 1 w 1535
ἡμῖν 4 w 1539
2 w 1541
τινος 2 w 1546
ἔτι 1 w 1549
προσδεόμεθα 1 w 1560
καὶ 13 w 1563
τῶν 2 w 1566
μὴ 5 w 1568
τοιούτων 1 w 1576
ΠΡΩ 13 w 1580
ἐμοὶ 1 w 1585
γοῦν 1 w 1589
δοκεῖ 1 w 1594
δρᾶν 1 w 1598
οὕτως 1 w 1603
ΣΩ 14 w 1606
ἔστω 1 w 1611
δή 3 w 1613
τις 4 w 1616
ἡμῖν 5 w 1620
φρονῶν 1 w 1626
ἄνθρωπος 1 w 1634
αὐτῆς 1 w 1639
περὶ 1 w 1643
δικαιοσύνης 1 w 1654
ὅτι 1 w 1657
ἔστιν 1 w 1662
καὶ 14 w 1666
λόγον 1 w 1671
ἔχων 1 w 1675
ἑπόμενον 1 w 1683
τῷ 6 w 1685
νοεῖν 1 w 1690
καὶ 15 w 1694
δὴ 5 w 1696
καὶ 16 w 1699
περὶ 2 w 1703
τῶν 3 w 1706
ἄλλων 1 w 1711
πάντων 1 w 1717
τῶν 4 w 1720
ὄντων 1 w 1725
ὡσαύτως 2 w 1732
διανοούμενος 1 w 1744
ΠΡΩ 14 w 1748
ἔστω 2 w 1753
γὰρ 4 w 1756
οὖν 3 w 1759
ΣΩ 15 w 1762
ἆρʼ 1 w 1766
οὖν 4 w 1769
οὗτος 1 w 1774
ἱκανῶς 1 w 1780
ἐπιστήμης 2 w 1789
ἕξει 1 w 1793
κύκλου 1 w 1800
μὲν 5 w 1803
καὶ 17 w 1806
σφαίρας 1 w 1813
αὐτῆς 2 w 1818
τῆς 6 w 1821
θείας 1 w 1826
τὸν 3 w 1829
λόγον 2 w 1834
ἔχων 2 w 1838
τὴν 6 w 1842
δὲ 4 w 1844
ἀνθρωπίνην 1 w 1854
ταύτην 3 w 1860
σφαῖραν 1 w 1867
καὶ 18 w 1870
τοὺς 1 w 1874
κύκλους 1 w 1881
τούτους 1 w 1888
ἀγνοῶν 1 w 1894
καὶ 19 w 1898
χρώμενος 1 w 1906
ἐν 5 w 1908
οἰκοδομίᾳ 1 w 1917
καὶ 20 w 1920
τοῖς 2 w 1924
ἄλλοις 1 w 1930
ὁμοίως 1 w 1936
κανόσι 1 w 1942
καὶ 21 w 1945
τοῖς 3 w 1949
κύκλοις 1 w 1956
ΠΡΩ 15 w 1960
γελοίαν 1 w 1968
διάθεσιν 1 w 1976
ἡμῶν 1 w 1980
2 w 1982
Σώκρατες 1 w 1990
ἐν 6 w 1993
ταῖς 1 w 1997
θείαις 1 w 2003
οὖσαν 1 w 2008
μόνον 1 w 2013
ἐπιστήμαις 1 w 2023
λέγομεν 2 w 2030
ΣΩ 16 w 2033
πῶς 5 w 2037
φῄς 1 w 2040
2 w 2042
τοῦ 5 w 2045
ψευδοῦς 1 w 2052
κανόνος 1 w 2059
ἅμα 1 w 2062
καὶ 22 w 2065
τοῦ 6 w 2068
κύκλου 3 w 2074
τὴν 7 w 2077
οὐ 6 w 2079
βέβαιον 1 w 2086
οὐδὲ 1 w 2090
καθαρὰν 1 w 2097
τέχνην 1 w 2103
ἐμβλητέον 1 w 2112
κοινῇ 1 w 2117
καὶ 23 w 2120
συγκρατέον 1 w 2130
ΠΡΩ 16 w 2134
ἀναγκαῖον 1 w 2144
γάρ 1 w 2147
εἰ 4 w 2150
μέλλει 1 w 2156
τις 5 w 2159
ἡμῶν 2 w 2163
καὶ 24 w 2166
τὴν 8 w 2169
ὁδὸν 2 w 2173
ἑκάστοτε 1 w 2181
ἐξευρήσειν 1 w 2191
οἴκαδε 1 w 2197
ΣΩ 17 w 2200
3 w 2202
καὶ 25 w 2205
μουσικήν 1 w 2213
ἣν 1 w 2216
ὀλίγον 1 w 2222
ἔμπροσθεν 1 w 2231
ἔφαμεν 1 w 2237
στοχάσεώς 1 w 2246
τε 16 w 2248
καὶ 26 w 2251
μιμήσεως 1 w 2259
μεστὴν 1 w 2265
οὖσαν 2 w 2270
καθαρότητος 1 w 2281
ἐνδεῖν 1 w 2287
ΠΡΩ 17 w 2291
ἀναγκαῖον 2 w 2301
φαίνεται 1 w 2309
ἔμοιγε 1 w 2315
εἴπερ 1 w 2321
γε 8 w 2323
ἡμῶν 3 w 2327
4 w 2328
βίος 1 w 2332
ἔσται 1 w 2337
καὶ 27 w 2340
ὁπωσοῦν 1 w 2347
ποτε 1 w 2351
βίος 2 w 2355
ΣΩ 18 w 2358
βούλει 1 w 2365
δῆτα 1 w 2369
ὥσπερ 2 w 2375
θυρωρὸς 1 w 2382
ὑπʼ 1 w 2385
ὄχλου 1 w 2390
τις 6 w 2393
ὠθούμενος 1 w 2402
καὶ 28 w 2405
βιαζόμενος 1 w 2415
ἡττηθεὶς 1 w 2424
ἀναπετάσας 1 w 2434
τὰς 1 w 2437
θύρας 1 w 2442
ἀφῶ 1 w 2445
πάσας 1 w 2450
τὰς 2 w 2453
ἐπιστήμας 1 w 2462
εἰσρεῖν 1 w 2469
καὶ 29 w 2472
μείγνυσθαι 1 w 2482
ὁμοῦ 1 w 2486
καθαρᾷ 1 w 2492
τὴν 10 w 2495
ἐνδεεστέραν 1 w 2506
ΠΡΩ 18 w 2510
οὔκουν 1 w 2517
ἔγωγε 1 w 2522
οἶδα 1 w 2526
3 w 2528
Σώκρατες 2 w 2536
ὅτι 2 w 2540
τις 7 w 2543
ἂν 6 w 2545
βλάπτοιτο 1 w 2554
πάσας 2 w 2559
λαβὼν 1 w 2564
τὰς 3 w 2567
ἄλλας 1 w 2572
ἐπιστήμας 2 w 2581
ἔχων 3 w 2586
τὰς 4 w 2589
πρώτας 1 w 2595
ΣΩ 19 w 2598
μεθιῶ 1 w 2604
δὴ 6 w 2606
τὰς 5 w 2609
συμπάσας 1 w 2617
ῥεῖν 1 w 2621
εἰς 2 w 2624
τὴν 11 w 2627
τῆς 7 w 2630
Ὁμήρου 1 w 2636
καὶ 30 w 2639
μάλα 1 w 2643
ποιητικῆς 1 w 2652
μισγαγκείας 1 w 2663
ὑποδοχήν 1 w 2671
ΠΡΩ 19 w 2675
πάνυ 4 w 2680
μὲν 6 w 2683
οὖν 5 w 2686
ΣΩ 20 w 2689
μεθεῖνται 1 w 2699
καὶ 31 w 2703
πάλιν 1 w 2708
ἐπὶ 4 w 2711
τὴν 12 w 2714
τῶν 5 w 2717
ἡδονῶν 1 w 2723
πηγὴν 1 w 2728
ἰτέον 1 w 2733
ὡς 3 w 2736
γὰρ 5 w 2739
διενοήθημεν 1 w 2750
αὐτὰς 1 w 2755
μειγνύναι 2 w 2764
τὰ 11 w 2767
τῶν 6 w 2770
ἀληθῶν 1 w 2776
μόρια 1 w 2781
πρῶτον 3 w 2787
οὐκ 5 w 2791
ἐξεγένεθʼ 1 w 2800
ἡμῖν 6 w 2804
ἀλλὰ 1 w 2809
διὰ 1 w 2812
τὸ 8 w 2814
πᾶσαν 2 w 2819
ἀγαπᾶν 1 w 2825
ἐπιστήμην 1 w 2834
εἰς 3 w 2837
ταὐτὸν 1 w 2843
μεθεῖμεν 1 w 2851
ἁθρόας 1 w 2857
καὶ 32 w 2860
πρόσθεν 1 w 2867
τῶν 7 w 2870
ἡδονῶν 2 w 2876
ΠΡΩ 20 w 2880
ἀληθέστατα 2 w 2891
λέγεις 2 w 2897
ΣΩ 21 w 2900
ὥρα 1 w 2904
δὴ 7 w 2906
βουλεύεσθαι 1 w 2917
νῷν 1 w 2920
καὶ 33 w 2923
περὶ 3 w 2927
τῶν 8 w 2930
ἡδονῶν 3 w 2936
πότερα 1 w 2943
καὶ 34 w 2946
ταύτας 1 w 2952
πάσας 4 w 2957
ἁθρόας 2 w 2963
ἀφετέον 1 w 2970
3 w 2971
καὶ 35 w 2974
τούτων 2 w 2980
πρώτας 2 w 2986
μεθετέον 1 w 2994
ἡμῖν 7 w 2998
ὅσαι 1 w 3002
ἀληθεῖς 1 w 3009
ΠΡΩ 21 w 3013
πολύ 2 w 3018
τι 24 w 3020
διαφέρει 1 w 3028
πρός 1 w 3032
γε 11 w 3034
ἀσφάλειαν 1 w 3043
πρώτας 3 w 3049
τὰς 7 w 3052
ἀληθεῖς 2 w 3059
ἀφεῖναι 1 w 3066
ΣΩ 22 w 3069
μεθείσθων 1 w 3079
δή 4 w 3081
τί 4 w 3084
δὲ 6 w 3086
μετὰ 1 w 3090
ταῦτα 2 w 3095
ἆρʼ 2 w 3099
οὐκ 6 w 3102
εἰ 8 w 3104
μέν 4 w 3107
τινες 1 w 3112
ἀναγκαῖαι 1 w 3121
καθάπερ 3 w 3129
ἐκεῖ 1 w 3133
συμμεικτέον 1 w 3145
καὶ 36 w 3148
ταύτας 2 w 3154
ΠΡΩ 22 w 3158
τί 5 w 3161
δʼ 3 w 3163
οὔ 5 w 3165
τάς 1 w 3169
γε 12 w 3171
ἀναγκαίας 1 w 3180
δήπουθεν 1 w 3188
ΣΩ 23 w 3191
εἰ 9 w 3194
δέ 2 w 3196
γε 13 w 3198
καί 3 w 3201
καθάπερ 4 w 3209
τὰς 8 w 3212
τέχνας 1 w 3218
πάσας 5 w 3223
ἀβλαβές 1 w 3230
τε 20 w 3232
καὶ 37 w 3235
ὠφέλιμον 1 w 3243
ἦν 2 w 3245
ἐπίστασθαι 1 w 3255
διὰ 2 w 3258
βίου 1 w 3262
καὶ 38 w 3266
νῦν 2 w 3269
δὴ 8 w 3271
ταὐτὰ 2 w 3276
λέγομεν 3 w 3283
περὶ 4 w 3287
τῶν 9 w 3290
ἡδονῶν 4 w 3296
εἴπερ 2 w 3302
πάσας 6 w 3307
ἡδονὰς 1 w 3313
ἥδεσθαι 1 w 3320
διὰ 3 w 3323
βίου 2 w 3327
συμφέρον 1 w 3335
τε 21 w 3337
ἡμῖν 8 w 3341
ἐστι 1 w 3345
καὶ 39 w 3348
ἀβλαβὲς 1 w 3355
ἅπασι 1 w 3360
πάσας 7 w 3366
συγκρατέον 2 w 3376
ΠΡΩ 23 w 3380
πῶς 6 w 3384
οὖν 6 w 3387
δὴ 9 w 3389
περὶ 5 w 3393
αὐτῶν 1 w 3398
τούτων 3 w 3404
λέγωμεν 1 w 3411
καὶ 40 w 3415
πῶς 7 w 3418
ποιῶμεν 1 w 3425
ΣΩ 24 w 3428
οὐχ 1 w 3432
ἡμᾶς 1 w 3436
4 w 3438
Πρώταρχε 2 w 3446
διερωτᾶν 1 w 3455
χρή 1 w 3458
τὰς 9 w 3462
ἡδονὰς 2 w 3468
δὲ 7 w 3470
αὐτὰς 2 w 3475
καὶ 41 w 3478
τὰς 11 w 3481
φρονήσεις 1 w 3490
διαπυνθανομένους 1 w 3506
τὸ 10 w 3508
τοιόνδε 1 w 3515
ἀλλήλων 1 w 3522
πέρι 1 w 3526
ΠΡΩ 24 w 3530
τὸ 11 w 3533
ποῖον 1 w 3538
ΣΩ 25 w 3541
5 w 3543
φίλαι 1 w 3548
εἴτε 3 w 3553
ἡδονὰς 3 w 3559
ὑμᾶς 1 w 3563
χρὴ 1 w 3566
προσαγορεύειν 1 w 3579
εἴτε 4 w 3583
ἄλλῳ 1 w 3587
ὁτῳοῦν 1 w 3593
ὀνόματι 1 w 3600
μῶν 4 w 3604
οὐκ 7 w 3607
ἂν 7 w 3609
δέξαισθε 1 w 3617
οἰκεῖν 1 w 3623
μετὰ 2 w 3627
φρονήσεως 2 w 3636
πάσης 1 w 3641
4 w 3642
χωρὶς 1 w 3647
τοῦ 7 w 3650
φρονεῖν 1 w 3657
οἶμαι 1 w 3663
μὲν 7 w 3666
πρὸς 2 w 3670
ταῦτα 3 w 3675
τόδʼ 1 w 3679
αὐτὰς 3 w 3684
ἀναγκαιότατον 1 w 3697
εἶναι 2 w 3702
λέγειν 1 w 3708
ΠΡΩ 25 w 3712
τὸ 12 w 3715
ποῖον 2 w 3720
ΣΩ 26 w 3723
ὅτι 3 w 3727
καθάπερ 5 w 3734
ἔμπροσθεν 2 w 3743
ἐρρήθη 1 w 3749
τὸ 13 w 3752
μόνον 2 w 3757
καὶ 42 w 3760
ἔρημον 1 w 3766
εἰλικρινὲς 1 w 3776
εἶναί 1 w 3781
τι 29 w 3783
γένος 1 w 3788
οὔτε 1 w 3792
πάνυ 5 w 3796
τι 30 w 3798
δυνατὸν 1 w 3805
οὔτʼ 1 w 3809
ὠφέλιμον 2 w 3817
πάντων 2 w 3824
γε 15 w 3826
μὴν 4 w 3829
ἡγούμεθα 1 w 3837
γενῶν 1 w 3842
ἄριστον 1 w 3849
ἓν 1 w 3851
ἀνθʼ 1 w 3855
ἑνὸς 1 w 3859
συνοικεῖν 1 w 3868
ἡμῖν 9 w 3872
τὸ 15 w 3874
τοῦ 8 w 3877
γιγνώσκειν 1 w 3887
τἆλλά 1 w 3892
τε 25 w 3894
πάντα 1 w 3899
καὶ 43 w 3902
αὖ 1 w 3904
τὴν 13 w 3907
αὐτὴν 1 w 3912
ἡμῶν 4 w 3916
τελέως 1 w 3922
εἰς 4 w 3925
δύναμιν 1 w 3932
ἑκάστην 1 w 3939
ΠΡΩ 26 w 3943
καὶ 44 w 3947
καλῶς 3 w 3952
γε 17 w 3954
εἰρήκατε 1 w 3962
τὰ 21 w 3964
νῦν 3 w 3967
φήσομεν 1 w 3975
ΣΩ 27 w 3978
ὀρθῶς 3 w 3984
πάλιν 2 w 3990
τοίνυν 2 w 3996
μετὰ 3 w 4000
τοῦτο 1 w 4005
τὴν 15 w 4008
φρόνησιν 1 w 4016
καὶ 45 w 4019
τὸν 6 w 4022
νοῦν 1 w 4026
ἀνερωτητέον 1 w 4037
ἆρʼ 3 w 4041
ἡδονῶν 5 w 4047
τι 31 w 4049
προσδεῖσθε 1 w 4059
ἐν 9 w 4061
τῇ 1 w 4063
συγκράσει 1 w 4072
φαῖμεν 1 w 4079
ἂν 8 w 4081
αὖ 2 w 4083
τὸν 7 w 4086
νοῦν 2 w 4090
τε 28 w 4092
καὶ 46 w 4095
τὴν 16 w 4098
φρόνησιν 2 w 4106
ἀνερωτῶντες 1 w 4117
ποίων 1 w 4123
φαῖεν 1 w 4129
ἂν 9 w 4131
ἴσως 2 w 4135
ἡδονῶν 6 w 4142
ΠΡΩ 27 w 4146
εἰκός 1 w 4152
ΣΩ 28 w 4155
8 w 4157
δέ 4 w 4159
γʼ 1 w 4161
ἡμέτερος 1 w 4169
λόγος 2 w 4174
μετὰ 4 w 4178
τοῦτʼ 1 w 4183
ἐστὶν 1 w 4188
ὅδε 1 w 4191
πρὸς 3 w 4196
ταῖς 2 w 4200
ἀληθέσιν 1 w 4208
ἐκείναις 1 w 4216
ἡδοναῖς 1 w 4223
φήσομεν 2 w 4231
ἆρʼ 4 w 4235
ἔτι 2 w 4238
προσδεῖσθʼ 1 w 4248
ὑμῖν 1 w 4252
τὰς 13 w 4255
μεγίστας 1 w 4263
ἡδονὰς 4 w 4269
συνοίκους 1 w 4278
εἶναι 3 w 4283
καὶ 47 w 4286
τὰς 14 w 4289
σφοδροτάτας 1 w 4300
καὶ 48 w 4304
πῶς 8 w 4307
6 w 4309
Σώκρατες 3 w 4317
ἴσως 3 w 4322
φαῖεν 2 w 4327
ἄν 5 w 4329
αἵ 1 w 4332
γʼ 2 w 4334
ἐμποδίσματά 1 w 4345
τε 32 w 4347
μυρία 1 w 4352
ἡμῖν 10 w 4356
ἔχουσι 1 w 4362
τὰς 15 w 4366
ψυχὰς 1 w 4371
ἐν 10 w 4373
αἷς 1 w 4376
οἰκοῦμεν 1 w 4384
ταράττουσαι 1 w 4395
διὰ 4 w 4398
μανίας 1 w 4404
ἡδονάς 1 w 4410
καὶ 49 w 4414
γίγνεσθαί 1 w 4423
τε 33 w 4425
ἡμᾶς 2 w 4429
τὴν 17 w 4432
ἀρχὴν 1 w 4437
οὐκ 8 w 4440
ἐῶσι 1 w 4444
τά 6 w 4447
τε 34 w 4449
γιγνόμενα 3 w 4458
ἡμῶν 5 w 4462
τέκνα 1 w 4467
ὡς 4 w 4469
τὸ 18 w 4471
πολύ 3 w 4475
διʼ 1 w 4479
ἀμέλειαν 1 w 4487
λήθην 1 w 4492
ἐμποιοῦσαι 1 w 4502
παντάπασι 2 w 4512
διαφθείρουσιν 1 w 4525
ΣΩ 29 w 4528
ἀλλʼ 3 w 4533
ἅς 1 w 4535
τε 35 w 4537
ἡδονὰς 5 w 4543
ἀληθεῖς 3 w 4550
καὶ 50 w 4553
καθαρὰς 1 w 4560
ἃς 2 w 4562
εἶπες 1 w 4567
σχεδὸν 1 w 4574
οἰκείας 1 w 4581
ἡμῖν 11 w 4585
νόμιζε 1 w 4591
καὶ 51 w 4595
πρὸς 4 w 4599
ταύταις 1 w 4606
τὰς 16 w 4609
μεθʼ 1 w 4613
ὑγιείας 1 w 4620
καὶ 52 w 4623
τοῦ 11 w 4626
σωφρονεῖν 1 w 4635
καὶ 53 w 4639
δὴ 10 w 4641
καὶ 54 w 4644
συμπάσης 1 w 4652
ἀρετῆς 1 w 4658
ὁπόσαι 1 w 4664
καθάπερ 6 w 4671
θεοῦ 1 w 4675
ὀπαδοὶ 1 w 4681
γιγνόμεναι 1 w 4691
αὐτῇ 1 w 4695
συνακολουθοῦσι 1 w 4709
πάντῃ 1 w 4714
ταύτας 3 w 4721
μείγνυ 2 w 4727
τὰς 17 w 4731
δʼ 5 w 4733
ἀεὶ 1 w 4736
μετʼ 1 w 4740
ἀφροσύνης 1 w 4749
καὶ 55 w 4752
τῆς 9 w 4755
ἄλλης 1 w 4760
κακίας 1 w 4766
ἑπομένας 1 w 4774
πολλή 1 w 4779
που 4 w 4782
ἀλογία 1 w 4788
τῷ 7 w 4790
νῷ 2 w 4792
μειγνύναι 3 w 4801
τὸν 8 w 4804
βουλόμενον 1 w 4814
ὅτι 4 w 4817
καλλίστην 1 w 4826
ἰδόντα 1 w 4832
καὶ 56 w 4835
ἀστασιαστοτάτην 1 w 4850
μεῖξιν 1 w 4856
καὶ 57 w 4859
κρᾶσιν 1 w 4865
ἐν 11 w 4868
ταύτῃ 1 w 4873
μαθεῖν 1 w 4879
πειρᾶσθαι 1 w 4888
τί 6 w 4890
ποτε 2 w 4894
ἔν 1 w 4896
τʼ 5 w 4898
ἀνθρώπῳ 1 w 4905
καὶ 58 w 4908
τῷ 8 w 4910
παντὶ 1 w 4915
πέφυκεν 1 w 4922
ἀγαθὸν 5 w 4928
καὶ 59 w 4931
τίνα 3 w 4935
ἰδέαν 1 w 4940
αὐτὴν 2 w 4945
εἶναί 2 w 4950
ποτε 3 w 4954
μαντευτέον 1 w 4964
ἆρʼ 5 w 4968
οὐκ 9 w 4971
ἐμφρόνως 1 w 4979
ταῦτα 4 w 4984
καὶ 60 w 4987
ἐχόντως 1 w 4994
ἑαυτὸν 1 w 5000
τὸν 10 w 5003
νοῦν 3 w 5007
φήσομεν 3 w 5014
ὑπέρ 1 w 5018
τε 39 w 5020
αὑτοῦ 1 w 5025
καὶ 61 w 5028
μνήμης 1 w 5034
καὶ 62 w 5037
δόξης 1 w 5042
ὀρθῆς 1 w 5047
ἀποκρίνασθαι 1 w 5059
τὰ 29 w 5061
νῦν 4 w 5064
ῥηθέντα 1 w 5071
ΠΡΩ 28 w 5075
παντάπασι 3 w 5085
μὲν 8 w 5088
οὖν 7 w 5091
ΣΩ 30 w 5094
ἀλλὰ 2 w 5099
μὴν 5 w 5102
καὶ 63 w 5105
τόδε 1 w 5109
γε 18 w 5111
ἀναγκαῖον 3 w 5120
καὶ 64 w 5124
οὐκ 10 w 5127
ἄλλως 1 w 5132
ἄν 6 w 5134
ποτε 4 w 5138
γένοιτο 1 w 5145
οὐδʼ 1 w 5149
ἂν 10 w 5151
ἕν 1 w 5153
ΠΡΩ 29 w 5157
τὸ 22 w 5160
ποῖον 3 w 5165
ΣΩ 31 w 5168
ὧι 1 w 5171
μὴ 8 w 5173
μείξομεν 1 w 5181
ἀλήθειαν 1 w 5189
οὐκ 11 w 5193
ἄν 7 w 5195
ποτε 5 w 5199
τοῦτο 2 w 5204
ἀληθῶς 2 w 5210
γίγνοιτο 1 w 5218
οὐδʼ 2 w 5222
ἂν 11 w 5224
γενόμενον 1 w 5233
εἴη 2 w 5236
ΠΡΩ 30 w 5240
πῶς 9 w 5244
γὰρ 6 w 5247
ἄν 8 w 5249
ΣΩ 32 w 5252
οὐδαμῶς 1 w 5260
ἀλλʼ 4 w 5265
εἴ 12 w 5267
τινος 3 w 5272
ἔτι 3 w 5275
προσδεῖ 3 w 5282
τῇ 3 w 5284
συγκράσει 2 w 5293
ταύτῃ 2 w 5298
λέγετε 1 w 5305
σὺ 1 w 5307
καὶ 65 w 5310
Φίληβος 1 w 5317
ἐμοὶ 2 w 5322
μὲν 9 w 5325
γὰρ 7 w 5328
καθαπερεὶ 1 w 5337
κόσμος 1 w 5343
τις 8 w 5346
ἀσώματος 1 w 5354
ἄρξων 1 w 5359
καλῶς 4 w 5364
ἐμψύχου 1 w 5371
σώματος 2 w 5378
10 w 5379
νῦν 5 w 5382
λόγος 3 w 5387
ἀπειργάσθαι 1 w 5398
φαίνεται 2 w 5406
ΠΡΩ 31 w 5410
καὶ 66 w 5414
ἐμοὶ 3 w 5418
τοίνυν 3 w 5424
7 w 5426
Σώκρατες 4 w 5434
οὕτω 2 w 5439
λέγε 6 w 5443
δεδόχθαι 1 w 5451
ΣΩ 33 w 5454
ἆρʼ 6 w 5458
οὖν 8 w 5461
ἐπὶ 5 w 5464
μὲν 10 w 5467
τοῖς 4 w 5471
τοῦ 14 w 5474
ἀγαθοῦ 1 w 5480
νῦν 6 w 5483
ἤδη 1 w 5486
προθύροις 1 w 5495
καὶ 67 w 5498
τῆς 10 w 5501
οἰκήσεως 1 w 5509
ἐφεστάναι 1 w 5518
τῆς 11 w 5521
τοῦ 15 w 5524
τοιούτου 1 w 5532
λέγοντες 1 w 5540
ἴσως 4 w 5544
ὀρθῶς 4 w 5549
ἄν 9 w 5551
τινα 5 w 5555
τρόπον 1 w 5561
φαῖμεν 2 w 5567
ΠΡΩ 32 w 5571
ἐμοὶ 4 w 5576
γοῦν 2 w 5580
δοκεῖ 2 w 5585
ΣΩ 34 w 5588
τί 8 w 5591
δῆτα 2 w 5595
ἐν 12 w 5597
τῇ 4 w 5599
συμμείξει 1 w 5608
τιμιώτατον 1 w 5618
ἅμα 2 w 5621
καὶ 68 w 5624
μάλιστʼ 1 w 5631
αἴτιον 1 w 5637
εἶναι 4 w 5642
δόξειεν 1 w 5649
ἂν 12 w 5651
ἡμῖν 12 w 5655
τοῦ 16 w 5658
πᾶσιν 2 w 5663
γεγονέναι 1 w 5672
προσφιλῆ 1 w 5680
τὴν 19 w 5683
τοιαύτην 1 w 5691
διάθεσιν 2 w 5699
τοῦτο 3 w 5705
γὰρ 8 w 5708
ἰδόντες 1 w 5715
μετὰ 5 w 5719
τοῦτʼ 2 w 5724
ἐπισκεψόμεθα 1 w 5736
εἴθʼ 2 w 5740
ἡδονῇ 1 w 5745
εἴτε 5 w 5749
τῷ 9 w 5751
νῷ 3 w 5753
προσφυέστερον 1 w 5766
καὶ 69 w 5769
οἰκειότερον 1 w 5780
ἐν 13 w 5782
τῷ 10 w 5784
παντὶ 2 w 5789
συνέστηκεν 1 w 5799
ΠΡΩ 33 w 5803
ὀρθῶς 5 w 5809
τοῦτο 4 w 5815
γὰρ 9 w 5818
εἰς 5 w 5821
τὴν 20 w 5824
κρίσιν 1 w 5830
ἡμῖν 13 w 5834
ἐστι 2 w 5838
συμφορώτατον 1 w 5850
ΣΩ 35 w 5853
καὶ 70 w 5857
μὴν 6 w 5860
καὶ 71 w 5863
συμπάσης 2 w 5871
γε 23 w 5873
μείξεως 1 w 5880
οὐ 19 w 5882
χαλεπὸν 1 w 5889
ἰδεῖν 1 w 5894
τὴν 21 w 5897
αἰτίαν 1 w 5903
διʼ 2 w 5907
ἣν 2 w 5909
5 w 5910
παντὸς 1 w 5916
ἀξία 1 w 5920
γίγνεται 1 w 5928
ἡτισοῦν 1 w 5935
6 w 5936
τὸ 24 w 5938
παράπαν 1 w 5945
οὐδενός 1 w 5952
ΠΡΩ 34 w 5956
πῶς 10 w 5960
λέγεις 3 w 5966
ΣΩ 36 w 5969
οὐδείς 1 w 5976
που 5 w 5979
τοῦτο 5 w 5984
ἀνθρώπων 1 w 5992
ἀγνοεῖ 1 w 5998
ΠΡΩ 35 w 6002
τὸ 25 w 6005
ποῖον 4 w 6010
ΣΩ 37 w 6013
ὅτι 5 w 6017
μέτρου 1 w 6023
καὶ 72 w 6026
τῆς 12 w 6029
συμμέτρου 1 w 6038
φύσεως 1 w 6044
μὴ 10 w 6046
τυχοῦσα 1 w 6053
ἡτισοῦν 2 w 6060
καὶ 73 w 6063
ὁπωσοῦν 2 w 6070
σύγκρασις 1 w 6079
πᾶσα 3 w 6083
ἐξ 3 w 6085
ἀνάγκης 1 w 6092
ἀπόλλυσι 1 w 6100
τά 11 w 6102
τε 49 w 6104
κεραννύμενα 1 w 6115
καὶ 74 w 6118
πρώτην 1 w 6124
αὑτήν 1 w 6129
οὐδὲ 2 w 6134
γὰρ 10 w 6137
κρᾶσις 1 w 6143
ἀλλά 1 w 6147
τις 9 w 6150
ἄκρατος 1 w 6157
συμπεφορημένη 1 w 6170
ἀληθῶς 3 w 6176
46 w 6177
τοιαύτη 2 w 6184
γίγνεται 2 w 6192
ἑκάστοτε 2 w 6200
ὄντως 1 w 6205
τοῖς 5 w 6209
κεκτημένοις 1 w 6220
συμφορά 1 w 6227
ΠΡΩ 36 w 6231
ἀληθέστατα 3 w 6242
ΣΩ 38 w 6245
νῦν 7 w 6249
δὴ 11 w 6251
καταπέφευγεν 1 w 6263
ἡμῖν 14 w 6267
48 w 6268
τοῦ 21 w 6271
ἀγαθοῦ 2 w 6277
δύναμις 1 w 6284
εἰς 6 w 6287
τὴν 22 w 6290
τοῦ 22 w 6293
καλοῦ 1 w 6298
φύσιν 1 w 6303
μετριότης 1 w 6313
γὰρ 11 w 6316
καὶ 75 w 6319
συμμετρία 1 w 6328
κάλλος 1 w 6334
δήπου 3 w 6339
καὶ 76 w 6342
ἀρετὴ 1 w 6347
πανταχοῦ 1 w 6355
συμβαίνει 1 w 6364
γίγνεσθαι 1 w 6373
ΠΡΩ 37 w 6377
πάνυ 6 w 6382
μὲν 11 w 6385
οὖν 9 w 6388
ΣΩ 39 w 6391
καὶ 77 w 6395
μὴν 7 w 6398
ἀλήθειάν 1 w 6406
γε 26 w 6408
ἔφαμεν 2 w 6414
αὐτοῖς 1 w 6420
ἐν 14 w 6422
τῇ 5 w 6424
κράσει 3 w 6430
μεμεῖχθαι 1 w 6439
ΠΡΩ 38 w 6443
πάνυ 7 w 6448
γε 27 w 6450
ΣΩ 40 w 6453
οὐκοῦν 4 w 6460
εἰ 16 w 6462
μὴ 12 w 6464
μιᾷ 1 w 6467
δυνάμεθα 1 w 6475
ἰδέᾳ 1 w 6479
τὸ 26 w 6481
ἀγαθὸν 6 w 6487
θηρεῦσαι 1 w 6495
σὺν 1 w 6499
τρισὶ 1 w 6504
λαβόντες 1 w 6512
κάλλει 1 w 6519
καὶ 78 w 6522
συμμετρίᾳ 1 w 6531
καὶ 79 w 6534
ἀληθείᾳ 1 w 6541
λέγωμεν 2 w 6549
ὡς 5 w 6551
τοῦτο 6 w 6556
οἷον 1 w 6560
ἓν 2 w 6562
ὀρθότατʼ 1 w 6570
ἂν 13 w 6572
αἰτιασαίμεθʼ 1 w 6584
ἂν 14 w 6586
τῶν 12 w 6589
ἐν 15 w 6591
τῇ 6 w 6593
συμμείξει 2 w 6602
καὶ 80 w 6606
διὰ 5 w 6609
τοῦτο 7 w 6614
ὡς 6 w 6616
ἀγαθὸν 7 w 6622
ὂν 1 w 6624
τοιαύτην 2 w 6632
αὐτὴν 3 w 6637
γεγονέναι 2 w 6646
ΠΡΩ 39 w 6650
ὀρθότατα 2 w 6659
μὲν 12 w 6662
οὖν 10 w 6665
ΣΩ 41 w 6668
ἤδη 2 w 6672
τοίνυν 4 w 6678
8 w 6680
Πρώταρχε 3 w 6688
ἱκανὸς 1 w 6695
ἡμῖν 15 w 6699
γένοιτʼ 1 w 6706
ἂν 15 w 6708
ὁστισοῦν 1 w 6716
κριτὴς 1 w 6722
ἡδονῆς 2 w 6728
τε 52 w 6730
πέρι 2 w 6734
καὶ 81 w 6737
φρονήσεως 3 w 6746
ὁπότερον 1 w 6755
αὐτοῖν 1 w 6761
τοῦ 25 w 6764
ἀρίστου 1 w 6771
συγγενέστερόν 1 w 6784
τε 55 w 6786
καὶ 82 w 6789
τιμιώτερον 1 w 6799
ἐν 16 w 6801
ἀνθρώποις 1 w 6810
τέ 23 w 6812
ἐστι 3 w 6816
καὶ 83 w 6819
θεοῖς 2 w 6824
ΠΡΩ 40 w 6828
δῆλον 1 w 6834
μέν 9 w 6837
ὅμως 1 w 6842
δʼ 8 w 6844
οὖν 11 w 6847
τῷ 11 w 6849
λόγῳ 1 w 6853
ἐπεξελθεῖν 1 w 6863
βέλτιον 1 w 6870
ΣΩ 42 w 6873
καθʼ 1 w 6878
ἓν 3 w 6880
ἕκαστον 1 w 6887
τοίνυν 5 w 6893
τῶν 13 w 6896
τριῶν 1 w 6901
πρὸς 5 w 6905
τὴν 24 w 6908
ἡδονὴν 2 w 6914
καὶ 84 w 6917
τὸν 11 w 6920
νοῦν 4 w 6924
κρίνωμεν 1 w 6932
δεῖ 6 w 6936
γὰρ 12 w 6939
ἰδεῖν 2 w 6944
ποτέρῳ 1 w 6950
ὡς 7 w 6952
μᾶλλον 2 w 6958
συγγενὲς 1 w 6966
ἕκαστον 2 w 6973
αὐτῶν 2 w 6978
ἀπονεμοῦμεν 1 w 6989
ΠΡΩ 41 w 6993
κάλλους 1 w 7001
καὶ 85 w 7004
ἀληθείας 1 w 7012
καὶ 86 w 7015
μετριότητος 1 w 7026
πέρι 3 w 7030
λέγεις 4 w 7036
ΣΩ 43 w 7039
ναί 3 w 7043
πρῶτον 4 w 7050
δέ 7 w 7052
γε 32 w 7054
ἀληθείας 2 w 7062
λαβοῦ 1 w 7067
9 w 7069
Πρώταρχε 4 w 7077
καὶ 87 w 7081
λαβόμενος 1 w 7090
βλέψας 1 w 7096
εἰς 7 w 7099
τρία 2 w 7103
νοῦν 5 w 7108
καὶ 88 w 7111
ἀλήθειαν 2 w 7119
καὶ 89 w 7122
ἡδονήν 1 w 7128
πολὺν 1 w 7134
ἐπισχὼν 1 w 7141
χρόνον 1 w 7147
ἀπόκριναι 1 w 7156
σαυτῷ 1 w 7161
πότερον 2 w 7168
ἡδονὴ 3 w 7173
συγγενέστερον 1 w 7186
7 w 7187
νοῦς 1 w 7191
ἀληθείᾳ 2 w 7198
ΠΡΩ 42 w 7202
τί 10 w 7205
δὲ 9 w 7207
χρόνου 1 w 7213
δεῖ 8 w 7216
πολὺ 2 w 7221
γὰρ 13 w 7224
οἶμαι 2 w 7229
διαφέρετον 1 w 7239
ἡδονὴ 4 w 7245
μὲν 13 w 7248
γὰρ 14 w 7251
ἁπάντων 1 w 7258
ἀλαζονίστατον 1 w 7271
ὡς 8 w 7274
δὲ 10 w 7276
λόγος 4 w 7281
καὶ 90 w 7285
ἐν 17 w 7287
ταῖς 3 w 7291
ἡδοναῖς 2 w 7298
ταῖς 4 w 7302
περὶ 6 w 7306
τἀφροδίσια 1 w 7316
αἳ 1 w 7319
δὴ 12 w 7321
μέγισται 1 w 7329
δοκοῦσιν 1 w 7337
εἶναι 5 w 7342
καὶ 91 w 7346
τὸ 28 w 7348
ἐπιορκεῖν 1 w 7357
συγγνώμην 1 w 7366
εἴληφε 1 w 7372
παρὰ 1 w 7376
θεῶν 2 w 7380
ὡς 9 w 7383
καθάπερ 7 w 7390
παίδων 1 w 7396
τῶν 15 w 7399
ἡδονῶν 7 w 7405
νοῦν 6 w 7409
οὐδὲ 3 w 7413
τὸν 12 w 7416
ὀλίγιστον 1 w 7425
κεκτημένων 1 w 7435
νοῦς 2 w 7440
δὲ 12 w 7442
ἤτοι 2 w 7446
ταὐτὸν 2 w 7452
καὶ 92 w 7455
ἀλήθειά 2 w 7462
ἐστιν 1 w 7467
8 w 7468
πάντων 4 w 7474
ὁμοιότατόν 1 w 7484
τε 59 w 7486
καὶ 93 w 7489
ἀληθέστατον 1 w 7500
ΣΩ 44 w 7503
οὐκοῦν 5 w 7510
τὸ 31 w 7512
μετὰ 6 w 7516
τοῦτο 8 w 7521
τὴν 25 w 7524
μετριότητα 1 w 7534
ὡσαύτως 3 w 7541
σκέψαι 1 w 7547
πότερον 3 w 7555
ἡδονὴ 5 w 7560
φρονήσεως 4 w 7569
9 w 7570
φρόνησις 1 w 7578
ἡδονῆς 3 w 7584
πλείω 2 w 7589
κέκτηται 1 w 7597
ΠΡΩ 43 w 7601
εὔσκεπτόν 1 w 7611
γε 34 w 7613
καὶ 94 w 7616
ταύτην 4 w 7622
σκέψιν 1 w 7628
προβέβληκας 1 w 7639
οἶμαι 3 w 7645
γὰρ 15 w 7648
ἡδονῆς 4 w 7654
μὲν 14 w 7657
καὶ 95 w 7660
περιχαρείας 1 w 7671
οὐδὲν 1 w 7676
τῶν 16 w 7679
ὄντων 2 w 7684
πεφυκὸς 1 w 7691
ἀμετρώτερον 1 w 7702
εὑρεῖν 1 w 7708
ἄν 10 w 7710
τινα 6 w 7714
νοῦ 10 w 7718
δὲ 14 w 7720
καὶ 96 w 7723
ἐπιστήμης 3 w 7732
ἐμμετρώτερον 1 w 7744
οὐδʼ 3 w 7748
ἂν 16 w 7750
ἕν 2 w 7752
ποτε 6 w 7756
ΣΩ 45 w 7759
καλῶς 5 w 7765
εἴρηκας 1 w 7772
ὅμως 2 w 7777
δʼ 10 w 7779
ἔτι 4 w 7782
λέγε 9 w 7786
τὸ 32 w 7788
τρίτον 1 w 7794
νοῦς 3 w 7799
ἡμῖν 16 w 7803
κάλλους 2 w 7810
μετείληφε 1 w 7819
πλεῖον 1 w 7825
10 w 7826
τὸ 33 w 7828
τῆς 13 w 7831
ἡδονῆς 5 w 7837
γένος 2 w 7842
ὥστε 1 w 7847
εἶναι 6 w 7852
καλλίω 1 w 7858
νοῦν 7 w 7862
ἡδονῆς 6 w 7868
11 w 7870
τοὐναντίον 1 w 7880
ΠΡΩ 44 w 7884
ἀλλʼ 5 w 7889
οὖν 12 w 7892
φρόνησιν 3 w 7900
μὲν 15 w 7903
καὶ 97 w 7906
νοῦν 8 w 7910
10 w 7912
Σώκρατες 5 w 7920
οὐδεὶς 1 w 7927
πώποτε 1 w 7933
οὔθʼ 1 w 7937
ὕπαρ 1 w 7941
οὔτʼ 2 w 7945
ὄναρ 1 w 7949
αἰσχρὸν 1 w 7956
οὔτε 2 w 7960
εἶδεν 1 w 7965
οὔτε 3 w 7969
ἐπενόησεν 1 w 7978
οὐδαμῇ 1 w 7984
οὐδαμῶς 2 w 7991
οὔτε 4 w 7995
γιγνόμενον 1 w 8005
οὔτε 5 w 8009
ὄντα 2 w 8013
οὔτε 6 w 8017
ἐσόμενον 1 w 8025
ΣΩ 46 w 8028
ὀρθῶς 6 w 8034