Scaife ATLAS

CTS Library / Φίληβος

Φίληβος (51-55)

urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:51-55
Refs {'start': {'reference': '51', 'human_reference': 'Section 51'}, 'end': {'reference': '55', 'human_reference': 'Section 55'}}
Ancestors []
Children []
prev
plain textXML
next

51
51a
ΠΡΩ. κάλλιστʼ εἶπες.

ΣΩ. ἐγὼ δὴ πειράσομαι μεταβαλὼν σημαίνειν ἡμῖν αὐτάς. τοῖς γὰρ φάσκουσι λυπῶν εἶναι παῦλαν πάσας τὰς ἡδονὰς οὐ πάνυ πως πείθομαι, ἀλλʼ ὅπερ εἶπον, μάρτυσι καταχρῶμαι πρὸς τὸ τινὰς ἡδονὰς εἶναι δοκούσας, οὔσας δʼ οὐδαμῶς, καὶ μεγάλας ἑτέρας τινὰς ἅμα καὶ πολλὰς φαντασθείσας, εἶναι δʼ αὐτὰς συμπεφυρμένας ὁμοῦ λύπαις τε καὶ ἀναπαύσεσιν ὀδυνῶν τῶν μεγίστων περί τε σώματος καὶ ψυχῆς ἀπορίας.

51b
ΠΡΩ. ἀληθεῖς δʼ αὖ τίνας, Σώκρατες, ὑπολαμβάνων ὀρθῶς τις διανοοῖτʼ ἄν;

ΣΩ. τὰς περί τε τὰ καλὰ λεγόμενα χρώματα καὶ περὶ τὰ σχήματα καὶ τῶν ὀσμῶν τὰς πλείστας καὶ τὰς τῶν φθόγγων καὶ ὅσα τὰς ἐνδείας ἀναισθήτους ἔχοντα καὶ ἀλύπους τὰς πληρώσεις αἰσθητὰς καὶ ἡδείας καθαρὰς λυπῶν παραδίδωσιν.

ΠΡΩ. πῶς δὴ ταῦτα, Σώκρατες, αὖ λέγομεν οὕτω;

ΣΩ. πάνυ μὲν οὖν οὐκ εὐθὺς δῆλά ἐστιν λέγω, πειρατέον
51c
μὴν δηλοῦν. σχημάτων τε γὰρ κάλλος οὐχ ὅπερ ἂν ὑπολάβοιεν οἱ πολλοὶ πειρῶμαι νῦν λέγειν, ζῴων τινων ζωγραφημάτων, ἀλλʼ εὐθύ τι λέγω, φησὶν λόγος, καὶ περιφερὲς καὶ ἀπὸ τούτων δὴ τά τε τοῖς τόρνοις γιγνόμενα ἐπίπεδά τε καὶ στερεὰ καὶ τὰ τοῖς κανόσι καὶ γωνίαις, εἴ μου μανθάνεις. ταῦτα γὰρ οὐκ εἶναι πρός τι καλὰ λέγω, καθάπερ ἄλλα, ἀλλʼ ἀεὶ καλὰ καθʼ αὑτὰ πεφυκέναι καί τινας
51d
ἡδονὰς οἰκείας ἔχειν, οὐδὲν ταῖς τῶν κνήσεων προσφερεῖς· καὶ χρώματα δὴ τοῦτον τὸν τύπον ἔχοντα καλὰ καὶ ἡδονάς ἀλλʼ ἆρα μανθάνομεν, πῶς;

ΠΡΩ. πειρῶμαι μέν, Σώκρατες· πειράθητι δὲ καὶ σὺ σαφέστερον ἔτι λέγειν.

ΣΩ. λέγω δὴ ἠχὰς τῶν φθόγγων τὰς λείας καὶ λαμπράς, τὰς ἕν τι καθαρὸν ἱείσας μέλος, οὐ πρὸς ἕτερον καλὰς ἀλλʼ αὐτὰς καθʼ αὑτὰς εἶναι, καὶ τούτων συμφύτους ἡδονὰς ἑπομένας.

ΠΡΩ. ἔστι γὰρ οὖν καὶ τοῦτο.

51e
ΣΩ. τὸ δὲ περὶ τὰς ὀσμὰς ἧττον μὲν τούτων θεῖον γένος ἡδονῶν· τὸ δὲ μὴ συμμεμεῖχθαι ἐν αὐταῖς ἀναγκαίους λύπας, καὶ ὅπῃ τοῦτο καὶ ἐν ὅτῳ τυγχάνει γεγονὸς ἡμῖν, τοῦτʼ ἐκείνοις τίθημι ἀντίστροφον ἅπαν. ἀλλʼ, εἰ κατανοεῖς, ταῦτα εἴδη δύο ὧν λέγομεν ἡδονῶν.

ΠΡΩ. κατανοῶ.

ΣΩ. ἔτι δὴ τοίνυν τούτοις προσθῶμεν τὰς περὶ τὰ
52
52a
μαθήματα ἡδονάς, εἰ ἄρα δοκοῦσιν ἡμῖν αὗται πείνας μὲν μὴ ἔχειν τοῦ μανθάνειν μηδὲ διὰ μαθημάτων πείνην ἀλγηδόνας ἐξ ἀρχῆς γιγνομένας.

ΠΡΩ. ἀλλʼ οὕτω συνδοκεῖ.

ΣΩ. τί δέ; μαθημάτων πληρωθεῖσιν ἐὰν ὕστερον ἀποβολαὶ διὰ τῆς λήθης γίγνωνται, καθορᾷς τινας ἐν αὐταῖς ἀλγηδόνας;

ΠΡΩ. οὔ τι φύσει γε, ἀλλʼ ἔν τισι λογισμοῖς τοῦ
52b
παθήματος, ὅταν τις στερηθεὶς λυπηθῇ διὰ τὴν χρείαν.

ΣΩ. καὶ μήν, μακάριε, νῦν γε ἡμεῖς αὐτὰ τὰ τῆς φύσεως μόνον παθήματα χωρὶς τοῦ λογισμοῦ διαπεραίνομεν.

ΠΡΩ. ἀληθῆ τοίνυν λέγεις ὅτι χωρὶς λύπης ἡμῖν λήθη γίγνεται ἑκάστοτε ἐν τοῖς μαθήμασιν.

ΣΩ. ταύτας τοίνυν τὰς τῶν μαθημάτων ἡδονὰς ἀμείκτους τε εἶναι λύπαις ῥητέον καὶ οὐδαμῶς τῶν πολλῶν ἀνθρώπων ἀλλὰ τῶν σφόδρα ὀλίγων.

ΠΡΩ. πῶς γὰρ οὐ ῥητέον;

52c
ΣΩ. οὐκοῦν ὅτε μετρίως ἤδη διακεκρίμεθα χωρὶς τάς τε καθαρὰς ἡδονὰς καὶ τὰς σχεδὸν ἀκαθάρτους ὀρθῶς ἂν λεχθείσας, προσθῶμεν τῷ λόγῳ ταῖς μὲν σφοδραῖς ἡδοναῖς ἀμετρίαν, ταῖς δὲ μὴ τοὐναντίον ἐμμετρίαν· καὶ τὰς τὸ μέγα καὶ τὸ σφοδρὸν αὖ δεχομένας, καὶ πολλάκις καὶ ὀλιγάκις γιγνομένας τοιαύτας, τῆς τοῦ ἀπείρου γε ἐκείνου καὶ ἧττον καὶ μᾶλλον διά τε σώματος καὶ ψυχῆς φερομένου
52d
προςθῶμεν αὐτὰς εἶναι γένους, τὰς δὲ μὴ τῶν ἐμμέτρων.

ΠΡΩ. ὀρθότατα λέγεις, Σώκρατες.

ΣΩ. ἔτι τοίνυν πρὸς τούτοις μετὰ ταῦτα τόδε αὐτῶν διαθεατέον.

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. τί ποτε χρὴ φάναι πρὸς ἀλήθειαν εἶναι; τὸ καθαρόν τε καὶ εἰλικρινὲς τὸ σφόδρα τε καὶ τὸ πολὺ καὶ τὸ μέγα καὶ τὸ ἰταμόν;

ΠΡΩ. τί ποτʼ ἄρα, Σώκρατες, ἐρωτᾷς βουλόμενος;

ΣΩ. μηδέν, Πρώταρχε, ἐπιλείπειν ἐλέγχων ἡδονῆς
52e
τε καὶ ἐπιστήμης, εἰ τὸ μὲν ἄρʼ αὐτῶν ἑκατέρου καθαρόν ἐστι, τὸ δʼ οὐ καθαρόν, ἵνα καθαρὸν ἑκάτερον ἰὸν εἰς τὴν κρίσιν ἐμοὶ καὶ σοὶ καὶ συνάπασι τοῖσδε ῥᾴω παρέχῃ τὴν κρίσιν.

ΠΡΩ. ὀρθότατα.

ΣΩ. ἴθι δή, περὶ πάντων, ὅσα καθαρὰ γένη λέγομεν, οὑτωσὶ διανοηθῶμεν· προελόμενοι πρῶτον αὐτῶν ἕν τι σκοπῶμεν.

53
53a
ΠΡΩ. τί οὖν προελώμεθα;

ΣΩ. τὸ λευκὸν ἐν τοῖς πρῶτον, εἰ βούλει, θεασώμεθα γένος.

ΠΡΩ. πάνυ μὲν οὖν.

ΣΩ. πῶς οὖν ἂν λευκοῦ καὶ τίς καθαρότης ἡμῖν εἴη; πότερα τὸ μέγιστόν τε καὶ πλεῖστον τὸ ἀκρατέστατον, ἐν χρώματος μηδεμία μοῖρα ἄλλη μηδενὸς ἐνείη;

ΠΡΩ. δῆλον ὅτι τὸ μάλιστʼ εἰλικρινὲς ὄν.

ΣΩ. ὀρθῶς. ἆρʼ οὖν οὐ τοῦτο ἀληθέστατον, Πρώταρχε,
53b
καὶ ἅμα δὴ κάλλιστον τῶν λευκῶν πάντων θήσομεν, ἀλλʼ οὐ τὸ πλεῖστον οὐδὲ τὸ μέγιστον;

ΠΡΩ. ὀρθότατά γε.

ΣΩ. σμικρὸν ἄρα καθαρὸν λευκὸν μεμειγμένου πολλοῦ λευκοῦ λευκότερον ἅμα καὶ κάλλιον καὶ ἀληθέστερον ἐὰν φῶμεν γίγνεσθαι, παντάπασιν ἐροῦμεν ὀρθῶς.

ΠΡΩ. ὀρθότατα μὲν οὖν.

ΣΩ. τί οὖν; οὐ δήπου πολλῶν δεησόμεθα παραδειγμάτων τοιούτων ἐπὶ τὸν τῆς ἡδονῆς πέρι λόγον, ἀλλʼ ἀρκεῖ νοεῖν ἡμῖν αὐτόθεν ὡς ἄρα καὶ σύμπασα ἡδονὴ σμικρὰ
53c
μεγάλης καὶ ὀλίγη πολλῆς, καθαρὰ λύπης, ἡδίων καὶ ἀληθεστέρα καὶ καλλίων γίγνοιτʼ ἄν.

ΠΡΩ. σφόδρα μὲν οὖν, καὶ τό γε παράδειγμα ἱκανόν.

ΣΩ. τί δὲ τὸ τοιόνδε; ἆρα περὶ ἡδονῆς οὐκ ἀκηκόαμεν ὡς ἀεὶ γένεσίς ἐστιν, οὐσία δὲ οὐκ ἔστι τὸ παράπαν ἡδονῆς; κομψοὶ γὰρ δή τινες αὖ τοῦτον τὸν λόγον ἐπιχειροῦσι μηνύειν ἡμῖν, οἷς δεῖ χάριν ἔχειν.

ΠΡΩ. τί δή;

ΣΩ. διαπερανοῦμαί σοι τοῦτʼ αὐτὸ ἐπανερωτῶν,
53d
Πρώταρχε φίλε.

ΠΡΩ. λέγε καὶ ἐρώτα μόνον.

ΣΩ. ἐστὸν δή τινε δύο, τὸ μὲν αὐτὸ καθʼ αὑτό, τὸ δʼ ἀεὶ ἐφιέμενον ἄλλου.

ΠΡΩ. πῶς τούτω καὶ τίνε λέγεις;

ΣΩ. τὸ μὲν σεμνότατον ἀεὶ πεφυκός, τὸ δʼ ἐλλιπὲς ἐκείνου.

ΠΡΩ. λέγʼ ἔτι σαφέστερον.

ΣΩ. παιδικά που καλὰ καὶ ἀγαθὰ τεθεωρήκαμεν ἅμα καὶ ἐραστὰς ἀνδρείους αὐτῶν.

ΠΡΩ. σφόδρα γε.

ΣΩ. τούτοις τοίνυν ἐοικότα δυοῖν οὖσι δύο ἄλλα ζήτει
53e
κατὰ πάνθʼ ὅσα λέγομεν εἶναι.

ΠΡΩ. τὸ τρίτον ἔτʼ ἐρῶ; λέγε σαφέστερον, Σώκρατες, ὅτι λέγεις.

ΣΩ. οὐδέν τι ποικίλον, Πρώταρχε· ἀλλʼ λόγος ἐρεσχηλεῖ νῷν, λέγει δʼ ὅτι τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστʼ ἀεί, τὸ δʼ οὗ χάριν ἑκάστοτε τὸ τινὸς ἕνεκα γιγνόμενον ἀεὶ γίγνεται.

ΠΡΩ. μόγις ἔμαθον διὰ τὸ πολλάκις λεχθῆναι.

ΣΩ. τάχα δʼ ἴσως, παῖ, μᾶλλον μαθησόμεθα προελθόντος
54
54a
τοῦ λόγου.

ΠΡΩ. τί γὰρ οὔ;

ΣΩ. δύο δὴ τάδε ἕτερα λάβωμεν.

ΠΡΩ. ποῖα;

ΣΩ. ἓν μέν τι γένεσιν πάντων, τὴν δὲ οὐσίαν ἕτερον ἕν.

ΠΡΩ. δύο ἀποδέχομαί σου ταῦτα, οὐσίαν καὶ γένεσιν.

ΣΩ. ὀρθότατα. πότερον οὖν τούτων ἕνεκα ποτέρου, τὴν γένεσιν οὐσίας ἕνεκα φῶμεν τὴν οὐσίαν εἶναι γενέσεως ἕνεκα;

ΠΡΩ. τοῦτο προσαγορεύεται οὐσία εἰ γενέσεως ἕνεκα τοῦτʼ ἔστιν ὅπερ ἐστί, νῦν πυνθάνῃ;

ΣΩ. φαίνομαι.

54b
ΠΡΩ. πρὸς θεῶν ἆρʼ ἂν ἐπανερωτᾷς με τοιόνδε τι; λέγʼ, Πρώταρχε, μοί, πότερα πλοίων ναυπηγίαν ἕνεκα φῂς γίγνεσθαι μᾶλλον πλοῖα ἕνεκα ναυπηγίας, καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ἐστίν;

ΣΩ. λέγω τοῦτʼ αὐτό, Πρώταρχε.

ΠΡΩ. τί οὖν οὐκ αὐτὸς ἀπεκρίνω σαυτῷ, Σώκρατες;

ΣΩ. οὐδὲν ὅτι οὔ· σὺ μέντοι τοῦ λόγου συμμέτεχε.

ΠΡΩ. πάνυ μὲν οὖν.

54c
ΣΩ. φημὶ δὴ γενέσεως μὲν ἕνεκα φάρμακά τε καὶ πάντα ὄργανα καὶ πᾶσαν ὕλην παρατίθεσθαι πᾶσιν, ἑκάστην δὲ γένεσιν ἄλλην ἄλλης οὐσίας τινὸς ἑκάστης ἕνεκα γίγνεσθαι, σύμπασαν δὲ γένεσιν οὐσίας ἕνεκα γίγνεσθαι συμπάσης.

ΠΡΩ. σαφέστατα μὲν οὖν.

ΣΩ. οὐκοῦν ἡδονή γε, εἴπερ γένεσίς ἐστιν, ἕνεκά τινος οὐσίας ἐξ ἀνάγκης γίγνοιτʼ ἄν.

ΠΡΩ. τί μήν;

ΣΩ. τό γε μὴν οὗ ἕνεκα τὸ ἕνεκά του γιγνόμενον ἀεὶ γίγνοιτʼ ἄν, ἐν τῇ τοῦ ἀγαθοῦ μοίρᾳ ἐκεῖνό ἐστι· τὸ δὲ τινὸς ἕνεκα γιγνόμενον εἰς ἄλλην, ἄριστε, μοῖραν θετέον.

ΠΡΩ. ἀναγκαιότατον.

54d
ΣΩ. ἆρʼ οὖν ἡδονή γε εἴπερ γένεσίς ἐστιν, εἰς ἄλλην τὴν τοῦ ἀγαθοῦ μοῖραν αὐτὴν τιθέντες ὀρθῶς θήσομεν;

ΠΡΩ. ὀρθότατα μὲν οὖν.

ΣΩ. οὐκοῦν ὅπερ ἀρχόμενος εἶπον τούτου τοῦ λόγου, τῷ μηνύσαντι τῆς ἡδονῆς πέρι τὸ γένεσιν μέν, οὐσίαν δὲ μηδʼ ἡντινοῦν αὐτῆς εἶναι, χάριν ἔχειν δεῖ· δῆλον γὰρ ὅτι οὗτος τῶν φασκόντων ἡδονὴν ἀγαθὸν εἶναι καταγελᾷ.

ΠΡΩ. σφόδρα γε.

54e
ΣΩ. καὶ μὴν αὑτὸς οὗτος ἑκάστοτε καὶ τῶν ἐν ταῖς γενέσεσιν ἀποτελουμένων καταγελάσεται.

ΠΡΩ. πῶς δὴ καὶ ποίων λέγεις;

ΣΩ. τῶν ὅσοι ἐξιώμενοι πείνην δίψαν τι τῶν τοιούτων, ὅσα γένεσις ἐξιᾶται, χαίρουσι διὰ τὴν γένεσιν ἅτε ἡδονῆς οὔσης αὐτῆς, καί φασι ζῆν οὐκ ἂν δέξασθαι μὴ διψῶντές τε καὶ πεινῶντες καὶ τἆλλα τις ἂν εἴποι πάντα τὰ ἑπόμενα τοῖς τοιούτοις παθήμασι μὴ πάσχοντες.

55
55a
ΠΡΩ. ἐοίκασι γοῦν.

ΣΩ. οὐκοῦν τῷ γίγνεσθαί γε τοὐναντίον ἅπαντες τὸ φθείρεσθαι φαῖμεν ἄν.

ΠΡΩ. ἀναγκαῖον.

ΣΩ. τὴν δὴ φθορὰν καὶ γένεσιν αἱροῖτʼ ἄν τις τοῦθʼ αἱρούμενος, ἀλλʼ οὐ τὸν τρίτον ἐκεῖνον βίον, τὸν ἐν μήτε χαίρειν μήτε λυπεῖσθαι, φρονεῖν δʼ ἦν δυνατὸν ὡς οἷόν τε καθαρώτατα.

ΠΡΩ. πολλή τις, ὡς ἔοικεν, Σώκρατες, ἀλογία συμβαίνει γίγνεσθαι, ἐάν τις τὴν ἡδονὴν ὡς ἀγαθὸν ἡμῖν τιθῆται.

ΣΩ. πολλή, ἐπεὶ καὶ τῇδε ἔτι λέγωμεν.

ΠΡΩ. πῇ;

55b
ΣΩ. πῶς οὐκ ἄλογόν ἐστι μηδὲν ἀγαθὸν εἶναι μηδὲ καλὸν μήτε ἐν σώμασι μήτʼ ἐν πολλοῖς ἄλλοις πλὴν ἐν ψυχῇ, καὶ ἐνταῦθα ἡδονὴν μόνον, ἀνδρείαν δὲ σωφροσύνην νοῦν τι τῶν ἄλλων ὅσα ἀγαθὰ εἴληχε ψυχή, μηδὲν τοιοῦτον εἶναι; πρὸς τούτοις δὲ ἔτι τὸν μὴ χαίροντα, ἀλγοῦντα δέ, ἀναγκάζεσθαι φάναι κακὸν εἶναι τότε ὅταν ἀλγῇ, κἂν ἄριστος πάντων, καὶ τὸν χαίροντα αὖ, ὅσῳ μᾶλλον χαίρει,
55c
τότε ὅταν χαίρῃ, τοσούτῳ διαφέρειν πρὸς ἀρετήν.

ΠΡΩ. πάντʼ ἐστὶ ταῦτα, Σώκρατες, ὡς δυνατὸν ἀλογώτατα.

ΣΩ. μὴ τοίνυν ἡδονῆς μὲν πάντως ἐξέτασιν πᾶσαν ἐπιχειρῶμεν ποιήσασθαι, νοῦ δὲ καὶ ἐπιστήμης οἷον φειδόμενοι σφόδρα φανῶμεν· γενναίως δέ, εἴ πῄ τι σαθρὸν ἔχει, πᾶν περικρούωμεν, ὡς ὅτι καθαρώτατόν ἐστʼ αὐτῶν φύσει, τοῦτο κατιδόντες εἰς τὴν κρίσιν χρώμεθα τὴν κοινὴν τοῖς τε τούτων καὶ τοῖς τῆς ἡδονῆς μέρεσιν ἀληθεστάτοις.

ΠΡΩ. ὀρθῶς.

55d
ΣΩ. οὐκοῦν ἡμῖν τὸ μὲν οἶμαι δημιουργικόν ἐστι τῆς περὶ τὰ μαθήματα ἐπιστήμης, τὸ δὲ περὶ παιδείαν καὶ τροφήν. πῶς;

ΠΡΩ. οὕτως.

ΣΩ. ἐν δὴ ταῖς χειροτεχνικαῖς διανοηθῶμεν πρῶτα εἰ τὸ μὲν ἐπιστήμης αὐτῶν μᾶλλον ἐχόμενον, τὸ δʼ ἧττον ἔνι, καὶ δεῖ τὰ μὲν ὡς καθαρώτατα νομίζειν, τὰ δʼ ὡς ἀκαθαρτότερα.

ΠΡΩ. οὐκοῦν χρή.

ΣΩ. τὰς τοίνυν ἡγεμονικὰς διαληπτέον ἑκάστων αὐτῶν χωρίς;

ΠΡΩ. ποίας καὶ πῶς;

55e
ΣΩ. οἷον πασῶν που τεχνῶν ἄν τις ἀριθμητικὴν χωρίζῃ καὶ μετρητικὴν καὶ στατικήν, ὡς ἔπος εἰπεῖν φαῦλον τὸ καταλειπόμενον ἑκάστης ἂν γίγνοιτο.

ΠΡΩ. φαῦλον μὲν δή.

Tokens

ΠΡΩ 1 w 3
κάλλιστʼ 1 w 12
εἶπες 1 w 17
ΣΩ 1 w 20
ἐγὼ 1 w 24
δὴ 1 w 26
πειράσομαι 1 w 36
μεταβαλὼν 1 w 45
σημαίνειν 1 w 54
ἡμῖν 1 w 58
αὐτάς 1 w 63
τοῖς 1 w 68
γὰρ 1 w 71
φάσκουσι 1 w 79
λυπῶν 1 w 84
εἶναι 1 w 89
παῦλαν 1 w 95
πάσας 1 w 100
τὰς 1 w 103
ἡδονὰς 1 w 109
οὐ 1 w 111
πάνυ 1 w 115
πως 1 w 118
πείθομαι 1 w 126
ἀλλʼ 1 w 131
ὅπερ 1 w 135
εἶπον 1 w 140
μάρτυσι 1 w 148
καταχρῶμαι 1 w 158
πρὸς 1 w 162
τὸ 1 w 164
τινὰς 1 w 169
ἡδονὰς 2 w 175
εἶναι 2 w 180
δοκούσας 1 w 188
οὔσας 1 w 194
δʼ 1 w 196
οὐδαμῶς 1 w 203
καὶ 1 w 207
μεγάλας 1 w 214
ἑτέρας 1 w 220
τινὰς 2 w 225
ἅμα 1 w 228
καὶ 2 w 231
πολλὰς 1 w 237
φαντασθείσας 1 w 249
εἶναι 3 w 255
δʼ 2 w 257
αὐτὰς 1 w 262
συμπεφυρμένας 1 w 275
ὁμοῦ 1 w 279
λύπαις 1 w 285
τε 1 w 287
καὶ 3 w 290
ἀναπαύσεσιν 1 w 301
ὀδυνῶν 1 w 307
τῶν 1 w 310
μεγίστων 1 w 318
περί 1 w 322
τε 2 w 324
σώματος 1 w 331
καὶ 4 w 334
ψυχῆς 1 w 339
ἀπορίας 1 w 346
ΠΡΩ 2 w 350
ἀληθεῖς 1 w 358
δʼ 3 w 360
αὖ 1 w 362
τίνας 1 w 367
1 w 369
Σώκρατες 1 w 377
ὑπολαμβάνων 1 w 389
ὀρθῶς 1 w 394
τις 1 w 397
διανοοῖτʼ 1 w 406
ἄν 1 w 408
ΣΩ 2 w 411
τὰς 3 w 415
περί 2 w 419
τε 4 w 421
τὰ 4 w 423
καλὰ 1 w 427
λεγόμενα 1 w 435
χρώματα 1 w 442
καὶ 5 w 445
περὶ 1 w 449
τὰ 5 w 451
σχήματα 1 w 458
καὶ 6 w 461
τῶν 2 w 464
ὀσμῶν 1 w 469
τὰς 4 w 472
πλείστας 1 w 480
καὶ 7 w 483
τὰς 5 w 486
τῶν 3 w 489
φθόγγων 1 w 496
καὶ 8 w 499
ὅσα 1 w 502
τὰς 6 w 505
ἐνδείας 1 w 512
ἀναισθήτους 1 w 523
ἔχοντα 1 w 529
καὶ 9 w 532
ἀλύπους 1 w 539
τὰς 7 w 542
πληρώσεις 1 w 551
αἰσθητὰς 1 w 559
καὶ 10 w 562
ἡδείας 1 w 568
καθαρὰς 1 w 575
λυπῶν 2 w 580
παραδίδωσιν 1 w 591
ΠΡΩ 3 w 595
πῶς 1 w 599
δὴ 2 w 601
ταῦτα 1 w 606
2 w 608
Σώκρατες 2 w 616
αὖ 2 w 619
λέγομεν 1 w 626
οὕτω 1 w 630
ΣΩ 3 w 633
πάνυ 2 w 638
μὲν 1 w 641
οὖν 1 w 644
οὐκ 1 w 647
εὐθὺς 1 w 652
δῆλά 1 w 656
ἐστιν 1 w 661
1 w 662
λέγω 1 w 666
πειρατέον 1 w 676
μὴν 1 w 679
δηλοῦν 1 w 685
σχημάτων 1 w 694
τε 6 w 696
γὰρ 2 w 699
κάλλος 1 w 705
οὐχ 1 w 708
ὅπερ 2 w 712
ἂν 1 w 714
ὑπολάβοιεν 1 w 724
οἱ 1 w 726
πολλοὶ 1 w 732
πειρῶμαι 1 w 740
νῦν 1 w 743
λέγειν 1 w 749
1 w 751
ζῴων 1 w 755
1 w 756
τινων 1 w 761
ζωγραφημάτων 1 w 773
ἀλλʼ 2 w 778
εὐθύ 1 w 782
τι 6 w 784
λέγω 2 w 788
φησὶν 1 w 794
2 w 795
λόγος 1 w 800
καὶ 11 w 804
περιφερὲς 1 w 813
καὶ 12 w 816
ἀπὸ 1 w 819
τούτων 1 w 825
δὴ 3 w 827
τά 2 w 829
τε 7 w 831
τοῖς 2 w 835
τόρνοις 1 w 842
γιγνόμενα 1 w 851
ἐπίπεδά 1 w 858
τε 8 w 860
καὶ 13 w 863
στερεὰ 1 w 869
καὶ 14 w 872
τὰ 11 w 874
τοῖς 3 w 878
κανόσι 1 w 884
καὶ 15 w 887
γωνίαις 1 w 894
εἴ 1 w 897
μου 1 w 900
μανθάνεις 1 w 909
ταῦτα 2 w 915
γὰρ 3 w 918
οὐκ 2 w 921
εἶναι 4 w 926
πρός 1 w 930
τι 7 w 932
καλὰ 2 w 936
λέγω 3 w 940
καθάπερ 1 w 948
ἄλλα 1 w 952
ἀλλʼ 3 w 957
ἀεὶ 1 w 960
καλὰ 3 w 964
καθʼ 1 w 968
αὑτὰ 1 w 972
πεφυκέναι 1 w 981
καί 1 w 984
τινας 1 w 989
ἡδονὰς 3 w 995
οἰκείας 1 w 1002
ἔχειν 1 w 1007
οὐδὲν 1 w 1013
ταῖς 1 w 1017
τῶν 4 w 1020
κνήσεων 1 w 1027
προσφερεῖς 1 w 1037
καὶ 16 w 1041
χρώματα 2 w 1048
δὴ 4 w 1050
τοῦτον 1 w 1056
τὸν 1 w 1059
τύπον 1 w 1064
ἔχοντα 2 w 1070
καλὰ 4 w 1074
καὶ 17 w 1077
ἡδονάς 1 w 1083
ἀλλʼ 4 w 1087
ἆρα 1 w 1090
μανθάνομεν 1 w 1100
2 w 1102
πῶς 2 w 1105
ΠΡΩ 4 w 1109
πειρῶμαι 2 w 1118
μέν 2 w 1121
3 w 1123
Σώκρατες 3 w 1131
πειράθητι 1 w 1141
δὲ 2 w 1143
καὶ 18 w 1146
σὺ 1 w 1148
σαφέστερον 1 w 1158
ἔτι 1 w 1161
λέγειν 2 w 1167
ΣΩ 4 w 1170
λέγω 4 w 1175
δὴ 5 w 1177
ἠχὰς 1 w 1181
τῶν 5 w 1184
φθόγγων 2 w 1191
τὰς 9 w 1194
λείας 1 w 1199
καὶ 19 w 1202
λαμπράς 1 w 1209
τὰς 10 w 1213
ἕν 1 w 1215
τι 11 w 1217
καθαρὸν 1 w 1224
ἱείσας 1 w 1230
μέλος 1 w 1235
οὐ 7 w 1238
πρὸς 2 w 1242
ἕτερον 1 w 1248
καλὰς 1 w 1253
ἀλλʼ 5 w 1257
αὐτὰς 2 w 1262
καθʼ 2 w 1266
αὑτὰς 1 w 1271
εἶναι 5 w 1276
καὶ 20 w 1280
τούτων 2 w 1286
συμφύτους 1 w 1295
ἡδονὰς 4 w 1301
ἑπομένας 1 w 1309
ΠΡΩ 5 w 1313
ἔστι 1 w 1318
γὰρ 4 w 1321
οὖν 2 w 1324
καὶ 21 w 1327
τοῦτο 2 w 1332
ΣΩ 5 w 1335
τὸ 3 w 1338
δὲ 3 w 1340
περὶ 2 w 1344
τὰς 13 w 1347
ὀσμὰς 1 w 1352
ἧττον 1 w 1357
μὲν 2 w 1360
τούτων 3 w 1366
θεῖον 1 w 1371
γένος 1 w 1376
ἡδονῶν 1 w 1382
τὸ 4 w 1385
δὲ 4 w 1387
μὴ 2 w 1389
συμμεμεῖχθαι 1 w 1401
ἐν 2 w 1403
αὐταῖς 1 w 1409
ἀναγκαίους 1 w 1419
λύπας 1 w 1424
καὶ 22 w 1428
ὅπῃ 1 w 1431
τοῦτο 3 w 1436
καὶ 23 w 1439
ἐν 3 w 1441
ὅτῳ 1 w 1444
τυγχάνει 1 w 1452
γεγονὸς 1 w 1459
ἡμῖν 2 w 1463
τοῦτʼ 1 w 1469
ἐκείνοις 1 w 1477
τίθημι 1 w 1483
ἀντίστροφον 1 w 1494
ἅπαν 1 w 1498
ἀλλʼ 6 w 1503
εἰ 1 w 1506
κατανοεῖς 1 w 1515
ταῦτα 3 w 1521
εἴδη 1 w 1525
δύο 1 w 1528
ὧν 1 w 1530
λέγομεν 2 w 1537
ἡδονῶν 2 w 1543
ΠΡΩ 6 w 1547
κατανοῶ 1 w 1555
ΣΩ 6 w 1558
ἔτι 2 w 1562
δὴ 6 w 1564
τοίνυν 1 w 1570
τούτοις 1 w 1577
προσθῶμεν 1 w 1586
τὰς 14 w 1589
περὶ 3 w 1593
τὰ 19 w 1595
μαθήματα 1 w 1603
ἡδονάς 2 w 1609
εἰ 2 w 1612
ἄρα 1 w 1615
δοκοῦσιν 1 w 1623
ἡμῖν 3 w 1627
αὗται 1 w 1632
πείνας 1 w 1638
μὲν 3 w 1641
μὴ 3 w 1643
ἔχειν 2 w 1648
τοῦ 5 w 1651
μανθάνειν 1 w 1660
μηδὲ 1 w 1664
διὰ 1 w 1667
μαθημάτων 1 w 1676
πείνην 1 w 1682
ἀλγηδόνας 1 w 1691
ἐξ 1 w 1693
ἀρχῆς 1 w 1698
γιγνομένας 1 w 1708
ΠΡΩ 7 w 1712
ἀλλʼ 7 w 1717
οὕτω 2 w 1721
συνδοκεῖ 1 w 1729
ΣΩ 7 w 1732
τί 4 w 1735
δέ 1 w 1737
μαθημάτων 2 w 1747
πληρωθεῖσιν 1 w 1758
ἐὰν 1 w 1761
ὕστερον 1 w 1768
ἀποβολαὶ 1 w 1776
διὰ 2 w 1779
τῆς 1 w 1782
λήθης 1 w 1787
γίγνωνται 1 w 1796
καθορᾷς 1 w 1804
τινας 2 w 1809
ἐν 4 w 1811
αὐταῖς 2 w 1817
ἀλγηδόνας 2 w 1826
ΠΡΩ 8 w 1830
οὔ 2 w 1833
τι 15 w 1835
φύσει 1 w 1840
γε 4 w 1842
ἀλλʼ 8 w 1847
ἔν 1 w 1849
τισι 1 w 1853
λογισμοῖς 1 w 1862
τοῦ 6 w 1865
παθήματος 1 w 1874
ὅταν 1 w 1879
τις 2 w 1882
στερηθεὶς 1 w 1891
λυπηθῇ 1 w 1897
διὰ 3 w 1900
τὴν 1 w 1903
χρείαν 1 w 1909
ΣΩ 8 w 1912
καὶ 24 w 1916
μήν 1 w 1919
4 w 1921
μακάριε 1 w 1928
νῦν 2 w 1932
γε 5 w 1934
ἡμεῖς 1 w 1939
αὐτὰ 3 w 1943
τὰ 21 w 1945
τῆς 2 w 1948
φύσεως 1 w 1954
μόνον 1 w 1959
παθήματα 1 w 1967
χωρὶς 1 w 1972
τοῦ 7 w 1975
λογισμοῦ 1 w 1983
διαπεραίνομεν 1 w 1996
ΠΡΩ 9 w 2000
ἀληθῆ 1 w 2006
τοίνυν 2 w 2012
λέγεις 1 w 2018
ὅτι 1 w 2021
χωρὶς 2 w 2026
λύπης 1 w 2031
ἡμῖν 4 w 2035
λήθη 2 w 2039
γίγνεται 1 w 2047
ἑκάστοτε 1 w 2055
ἐν 5 w 2057
τοῖς 4 w 2061
μαθήμασιν 1 w 2070
ΣΩ 9 w 2073
ταύτας 1 w 2080
τοίνυν 3 w 2086
τὰς 15 w 2089
τῶν 6 w 2092
μαθημάτων 3 w 2101
ἡδονὰς 5 w 2107
ἀμείκτους 1 w 2116
τε 16 w 2118
εἶναι 6 w 2123
λύπαις 2 w 2129
ῥητέον 1 w 2135
καὶ 25 w 2138
οὐδαμῶς 2 w 2145
τῶν 7 w 2148
πολλῶν 1 w 2154
ἀνθρώπων 1 w 2162
ἀλλὰ 1 w 2166
τῶν 8 w 2169
σφόδρα 1 w 2175
ὀλίγων 1 w 2181
ΠΡΩ 10 w 2185
πῶς 3 w 2189
γὰρ 5 w 2192
οὐ 9 w 2194
ῥητέον 2 w 2200
ΣΩ 10 w 2203
οὐκοῦν 1 w 2210
ὅτε 1 w 2213
μετρίως 1 w 2220
ἤδη 1 w 2223
διακεκρίμεθα 1 w 2235
χωρὶς 3 w 2240
τάς 2 w 2243
τε 18 w 2245
καθαρὰς 2 w 2252
ἡδονὰς 6 w 2258
καὶ 26 w 2261
τὰς 16 w 2264
σχεδὸν 1 w 2270
ἀκαθάρτους 1 w 2280
ὀρθῶς 2 w 2285
ἂν 2 w 2287
λεχθείσας 1 w 2296
προσθῶμεν 2 w 2306
τῷ 1 w 2308
λόγῳ 1 w 2312
ταῖς 4 w 2316
μὲν 4 w 2319
σφοδραῖς 1 w 2327
ἡδοναῖς 1 w 2334
ἀμετρίαν 1 w 2342
ταῖς 5 w 2347
δὲ 6 w 2349
μὴ 4 w 2351
τοὐναντίον 1 w 2361
ἐμμετρίαν 1 w 2370
καὶ 27 w 2374
τὰς 17 w 2377
τὸ 5 w 2379
μέγα 1 w 2383
καὶ 28 w 2386
τὸ 6 w 2388
σφοδρὸν 1 w 2395
αὖ 3 w 2397
δεχομένας 1 w 2406
καὶ 29 w 2410
πολλάκις 1 w 2418
καὶ 30 w 2421
ὀλιγάκις 1 w 2429
γιγνομένας 2 w 2439
τοιαύτας 1 w 2447
τῆς 3 w 2451
τοῦ 8 w 2454
ἀπείρου 1 w 2461
γε 7 w 2463
ἐκείνου 1 w 2470
καὶ 31 w 2473
ἧττον 2 w 2478
καὶ 32 w 2481
μᾶλλον 1 w 2487
διά 1 w 2490
τε 19 w 2492
σώματος 2 w 2499
καὶ 33 w 2502
ψυχῆς 2 w 2507
φερομένου 1 w 2516
προς 1 w 2520
θῶμεν 3 w 2525
αὐτὰς 3 w 2530
εἶναι 7 w 2535
γένους 1 w 2541
τὰς 19 w 2545
δὲ 7 w 2547
μὴ 5 w 2549
τῶν 9 w 2552
ἐμμέτρων 1 w 2560
ΠΡΩ 11 w 2564
ὀρθότατα 1 w 2573
λέγεις 2 w 2579
5 w 2581
Σώκρατες 4 w 2589
ΣΩ 11 w 2592
ἔτι 3 w 2596
τοίνυν 4 w 2602
πρὸς 3 w 2606
τούτοις 2 w 2613
μετὰ 1 w 2617
ταῦτα 4 w 2622
τόδε 1 w 2626
αὐτῶν 1 w 2631
διαθεατέον 1 w 2641
ΠΡΩ 12 w 2645
τὸ 7 w 2648
ποῖον 1 w 2653
ΣΩ 12 w 2656
τί 6 w 2659
ποτε 1 w 2663
χρὴ 1 w 2666
φάναι 1 w 2671
πρὸς 4 w 2675
ἀλήθειαν 1 w 2683
εἶναι 8 w 2688
τὸ 8 w 2691
καθαρόν 1 w 2698
τε 22 w 2700
καὶ 34 w 2703
εἰλικρινὲς 1 w 2713
3 w 2714
τὸ 9 w 2716
σφόδρα 2 w 2722
τε 23 w 2724
καὶ 35 w 2727
τὸ 10 w 2729
πολὺ 1 w 2733
καὶ 36 w 2736
τὸ 11 w 2738
μέγα 2 w 2742
καὶ 37 w 2745
τὸ 12 w 2747
ἰταμόν 1 w 2753
ΠΡΩ 13 w 2757
τί 7 w 2760
ποτʼ 1 w 2764
ἄρα 2 w 2767
6 w 2769
Σώκρατες 5 w 2777
ἐρωτᾷς 1 w 2784
βουλόμενος 1 w 2794
ΣΩ 13 w 2797
μηδέν 1 w 2803
7 w 2805
Πρώταρχε 1 w 2813
ἐπιλείπειν 1 w 2824
ἐλέγχων 1 w 2831
ἡδονῆς 1 w 2837
τε 25 w 2839
καὶ 38 w 2842
ἐπιστήμης 1 w 2851
εἰ 4 w 2854
τὸ 13 w 2856
μὲν 5 w 2859
ἄρʼ 1 w 2862
αὐτῶν 2 w 2867
ἑκατέρου 1 w 2875
καθαρόν 2 w 2882
ἐστι 2 w 2886
τὸ 14 w 2889
δʼ 4 w 2891
οὐ 12 w 2893
καθαρόν 3 w 2900
ἵνα 1 w 2904
καθαρὸν 2 w 2911
ἑκάτερον 1 w 2919
ἰὸν 1 w 2922
εἰς 1 w 2925
τὴν 2 w 2928
κρίσιν 1 w 2934
ἐμοὶ 1 w 2938
καὶ 39 w 2941
σοὶ 1 w 2944
καὶ 40 w 2947
συνάπασι 1 w 2955
τοῖσδε 1 w 2961
ῥᾴω 1 w 2964
παρέχῃ 1 w 2970
τὴν 3 w 2973
κρίσιν 2 w 2979
ΠΡΩ 14 w 2983
ὀρθότατα 2 w 2992
ΣΩ 14 w 2995
ἴθι 1 w 2999
δή 1 w 3001
περὶ 4 w 3006
πάντων 1 w 3012
ὅσα 2 w 3016
καθαρὰ 3 w 3022
γένη 1 w 3026
λέγομεν 3 w 3033
οὑτωσὶ 1 w 3040
διανοηθῶμεν 1 w 3051
προελόμενοι 1 w 3063
πρῶτον 1 w 3069
αὐτῶν 3 w 3074
ἕν 2 w 3076
τι 21 w 3078
σκοπῶμεν 1 w 3086
ΠΡΩ 15 w 3090
τί 8 w 3093
οὖν 3 w 3096
προελώμεθα 1 w 3106
ΣΩ 15 w 3109
τὸ 15 w 3112
λευκὸν 1 w 3118
ἐν 6 w 3120
τοῖς 5 w 3124
πρῶτον 2 w 3130
εἰ 6 w 3133
βούλει 1 w 3139
θεασώμεθα 1 w 3149
γένος 2 w 3154
ΠΡΩ 16 w 3158
πάνυ 3 w 3163
μὲν 6 w 3166
οὖν 4 w 3169
ΣΩ 16 w 3172
πῶς 4 w 3176
οὖν 5 w 3179
ἂν 3 w 3181
λευκοῦ 1 w 3187
καὶ 41 w 3190
τίς 1 w 3193
καθαρότης 1 w 3202
ἡμῖν 5 w 3206
εἴη 1 w 3209
πότερα 1 w 3216
τὸ 16 w 3218
μέγιστόν 1 w 3226
τε 28 w 3228
καὶ 42 w 3231
πλεῖστον 1 w 3239
4 w 3240
τὸ 17 w 3242
ἀκρατέστατον 1 w 3254
ἐν 7 w 3257
1 w 3258
χρώματος 1 w 3266
μηδεμία 1 w 3273
μοῖρα 1 w 3278
ἄλλη 1 w 3282
μηδενὸς 1 w 3289
ἐνείη 1 w 3294
ΠΡΩ 17 w 3298
δῆλον 1 w 3304
ὅτι 2 w 3307
τὸ 18 w 3309
μάλιστʼ 1 w 3316
εἰλικρινὲς 2 w 3326
ὄν 1 w 3328
ΣΩ 17 w 3331
ὀρθῶς 3 w 3337
ἆρʼ 1 w 3341
οὖν 6 w 3344
οὐ 13 w 3346
τοῦτο 4 w 3351
ἀληθέστατον 1 w 3362
8 w 3364
Πρώταρχε 2 w 3372
καὶ 43 w 3376
ἅμα 2 w 3379
δὴ 7 w 3381
κάλλιστον 1 w 3390
τῶν 13 w 3393
λευκῶν 1 w 3399
πάντων 2 w 3405
θήσομεν 1 w 3412
ἀλλʼ 9 w 3417
οὐ 14 w 3419
τὸ 19 w 3421
πλεῖστον 2 w 3429
οὐδὲ 2 w 3433
τὸ 20 w 3435
μέγιστον 1 w 3443
ΠΡΩ 18 w 3447
ὀρθότατά 1 w 3456
γε 9 w 3458
ΣΩ 18 w 3461
σμικρὸν 1 w 3469
ἄρα 3 w 3472
καθαρὸν 3 w 3479
λευκὸν 2 w 3485
μεμειγμένου 1 w 3496
πολλοῦ 1 w 3502
λευκοῦ 2 w 3508
λευκότερον 1 w 3518
ἅμα 3 w 3521
καὶ 44 w 3524
κάλλιον 1 w 3531
καὶ 45 w 3534
ἀληθέστερον 1 w 3545
ἐὰν 2 w 3548
φῶμεν 1 w 3553
γίγνεσθαι 1 w 3562
παντάπασιν 1 w 3573
ἐροῦμεν 1 w 3580
ὀρθῶς 4 w 3585
ΠΡΩ 19 w 3589
ὀρθότατα 3 w 3598
μὲν 7 w 3601
οὖν 7 w 3604
ΣΩ 19 w 3607
τί 10 w 3610
οὖν 8 w 3613
οὐ 16 w 3616
δήπου 1 w 3621
πολλῶν 2 w 3627
δεησόμεθα 1 w 3636
παραδειγμάτων 1 w 3649
τοιούτων 1 w 3657
ἐπὶ 1 w 3660
τὸν 2 w 3663
τῆς 4 w 3666
ἡδονῆς 2 w 3672
πέρι 1 w 3676
λόγον 1 w 3681
ἀλλʼ 10 w 3686
ἀρκεῖ 1 w 3691
νοεῖν 1 w 3696
ἡμῖν 6 w 3700
αὐτόθεν 1 w 3707
ὡς 1 w 3709
ἄρα 4 w 3712
καὶ 46 w 3715
σύμπασα 1 w 3722
ἡδονὴ 1 w 3727
σμικρὰ 1 w 3733
μεγάλης 1 w 3740
καὶ 47 w 3743
ὀλίγη 1 w 3748
πολλῆς 1 w 3754
καθαρὰ 4 w 3761
λύπης 2 w 3766
ἡδίων 1 w 3772
καὶ 48 w 3775
ἀληθεστέρα 1 w 3785
καὶ 49 w 3788
καλλίων 1 w 3795
γίγνοιτʼ 1 w 3803
ἄν 2 w 3805
ΠΡΩ 20 w 3809
σφόδρα 3 w 3816
μὲν 8 w 3819
οὖν 9 w 3822
καὶ 50 w 3826
τό 5 w 3828
γε 10 w 3830
παράδειγμα 1 w 3840
ἱκανόν 1 w 3846
ΣΩ 20 w 3849
τί 11 w 3852
δὲ 9 w 3854
τὸ 22 w 3856
τοιόνδε 1 w 3863
ἆρα 2 w 3867
περὶ 5 w 3871
ἡδονῆς 3 w 3877
οὐκ 4 w 3880
ἀκηκόαμεν 1 w 3889
ὡς 2 w 3891
ἀεὶ 2 w 3894
γένεσίς 1 w 3901
ἐστιν 2 w 3906
οὐσία 1 w 3912
δὲ 10 w 3914
οὐκ 5 w 3917
ἔστι 2 w 3921
τὸ 23 w 3923
παράπαν 1 w 3930
ἡδονῆς 4 w 3936
κομψοὶ 1 w 3943
γὰρ 6 w 3946
δή 3 w 3948
τινες 1 w 3953
αὖ 4 w 3955
τοῦτον 2 w 3961
τὸν 3 w 3964
λόγον 2 w 3969
ἐπιχειροῦσι 1 w 3980
μηνύειν 1 w 3987
ἡμῖν 7 w 3991
οἷς 1 w 3995
δεῖ 1 w 3998
χάριν 1 w 4003
ἔχειν 3 w 4008
ΠΡΩ 21 w 4012
τί 12 w 4015
δή 4 w 4017
ΣΩ 21 w 4020
διαπερανοῦμαί 1 w 4034
σοι 1 w 4037
τοῦτʼ 2 w 4042
αὐτὸ 1 w 4046
ἐπανερωτῶν 1 w 4056
9 w 4058
Πρώταρχε 3 w 4066
φίλε 1 w 4070
ΠΡΩ 22 w 4074
λέγε 5 w 4079
καὶ 51 w 4082
ἐρώτα 1 w 4087
μόνον 2 w 4092
ΣΩ 22 w 4095
ἐστὸν 1 w 4101
δή 5 w 4103
τινε 2 w 4107
δύο 2 w 4110
τὸ 27 w 4113
μὲν 9 w 4116
αὐτὸ 2 w 4120
καθʼ 3 w 4124
αὑτό 1 w 4128
τὸ 29 w 4131
δʼ 5 w 4133
ἀεὶ 3 w 4136
ἐφιέμενον 1 w 4145
ἄλλου 1 w 4150
ΠΡΩ 23 w 4154
πῶς 5 w 4158
τούτω 4 w 4163
καὶ 52 w 4166
τίνε 1 w 4170
λέγεις 3 w 4176
ΣΩ 23 w 4179
τὸ 30 w 4182
μὲν 10 w 4185
σεμνότατον 1 w 4195
ἀεὶ 4 w 4198
πεφυκός 1 w 4205
τὸ 31 w 4208
δʼ 6 w 4210
ἐλλιπὲς 1 w 4217
ἐκείνου 2 w 4224
ΠΡΩ 24 w 4228
λέγʼ 1 w 4233
ἔτι 4 w 4236
σαφέστερον 2 w 4246
ΣΩ 24 w 4249
παιδικά 1 w 4257
που 3 w 4260
καλὰ 6 w 4264
καὶ 53 w 4267
ἀγαθὰ 1 w 4272
τεθεωρήκαμεν 1 w 4284
ἅμα 4 w 4287
καὶ 54 w 4290
ἐραστὰς 1 w 4297
ἀνδρείους 1 w 4306
αὐτῶν 4 w 4311
ΠΡΩ 25 w 4315
σφόδρα 4 w 4322
γε 13 w 4324
ΣΩ 25 w 4327
τούτοις 3 w 4335
τοίνυν 5 w 4341
ἐοικότα 1 w 4348
δυοῖν 1 w 4353
οὖσι 1 w 4357
δύο 3 w 4360
ἄλλα 2 w 4364
ζήτει 1 w 4369
κατὰ 1 w 4373
πάνθʼ 1 w 4378
ὅσα 3 w 4381
λέγομεν 4 w 4388
εἶναι 9 w 4393
ΠΡΩ 26 w 4397
τὸ 32 w 4400
τρίτον 1 w 4406
ἔτʼ 1 w 4409
ἐρῶ 1 w 4412
λέγε 7 w 4417
σαφέστερον 3 w 4427
10 w 4429
Σώκρατες 6 w 4437
ὅτι 3 w 4441
λέγεις 4 w 4447
ΣΩ 26 w 4450
οὐδέν 1 w 4456
τι 29 w 4458
ποικίλον 1 w 4466
11 w 4468
Πρώταρχε 4 w 4476
ἀλλʼ 11 w 4481
3 w 4482
λόγος 2 w 4487
ἐρεσχηλεῖ 1 w 4496
νῷν 1 w 4499
λέγει 7 w 4505
δʼ 7 w 4507
ὅτι 4 w 4510
τὸ 33 w 4512
μὲν 11 w 4515
ἕνεκά 1 w 4520
του 5 w 4523
τῶν 16 w 4526
ὄντων 1 w 4531
ἔστʼ 1 w 4535
ἀεί 1 w 4538
τὸ 34 w 4541
δʼ 8 w 4543
οὗ 1 w 4545
χάριν 2 w 4550
ἑκάστοτε 2 w 4558
τὸ 35 w 4560
τινὸς 1 w 4565
ἕνεκα 1 w 4570
γιγνόμενον 1 w 4580
ἀεὶ 5 w 4583
γίγνεται 2 w 4591
ΠΡΩ 27 w 4595
μόγις 1 w 4601
ἔμαθον 1 w 4607
διὰ 4 w 4610
τὸ 36 w 4612
πολλάκις 2 w 4620
λεχθῆναι 1 w 4628
ΣΩ 27 w 4631
τάχα 1 w 4636
δʼ 9 w 4638
ἴσως 1 w 4642
12 w 4644
παῖ 1 w 4647
μᾶλλον 2 w 4654
μαθησόμεθα 1 w 4664
προελθόντος 1 w 4675
τοῦ 12 w 4678
λόγου 1 w 4683
ΠΡΩ 28 w 4687
τί 14 w 4690
γὰρ 7 w 4693
οὔ 3 w 4695
ΣΩ 28 w 4698
δύο 4 w 4702
δὴ 8 w 4704
τάδε 1 w 4708
ἕτερα 1 w 4713
λάβωμεν 1 w 4720
ΠΡΩ 29 w 4724
ποῖα 1 w 4729
ΣΩ 29 w 4732
ἓν 1 w 4735
μέν 9 w 4738
τι 32 w 4740
γένεσιν 1 w 4747
πάντων 3 w 4753
τὴν 4 w 4757
δὲ 11 w 4759
οὐσίαν 1 w 4765
ἕτερον 2 w 4771
ἕν 5 w 4773
ΠΡΩ 30 w 4777
δύο 5 w 4781
ἀποδέχομαί 1 w 4791
σου 1 w 4794
ταῦτα 5 w 4799
οὐσίαν 2 w 4806
καὶ 55 w 4809
γένεσιν 2 w 4816
ΣΩ 30 w 4819
ὀρθότατα 4 w 4828
πότερον 1 w 4836
οὖν 10 w 4839
τούτων 4 w 4845
ἕνεκα 2 w 4850
ποτέρου 1 w 4857
τὴν 5 w 4861
γένεσιν 3 w 4868
οὐσίας 1 w 4874
ἕνεκα 3 w 4879
φῶμεν 2 w 4884
5 w 4885
τὴν 6 w 4888
οὐσίαν 3 w 4894
εἶναι 10 w 4899
γενέσεως 1 w 4907
ἕνεκα 4 w 4912
ΠΡΩ 31 w 4916
τοῦτο 6 w 4922
1 w 4923
προσαγορεύεται 1 w 4937
οὐσία 6 w 4942
εἰ 8 w 4944
γενέσεως 2 w 4952
ἕνεκα 5 w 4957
τοῦτʼ 3 w 4962
ἔστιν 1 w 4967
ὅπερ 3 w 4971
ἐστί 1 w 4975
νῦν 3 w 4979
πυνθάνῃ 1 w 4986
ΣΩ 31 w 4989
φαίνομαι 1 w 4998
ΠΡΩ 32 w 5002
πρὸς 5 w 5007
θεῶν 1 w 5011
ἆρʼ 2 w 5014
ἂν 4 w 5016
ἐπανερωτᾷς 1 w 5026
με 44 w 5028
τοιόνδε 2 w 5035
τι 34 w 5037
λέγʼ 2 w 5042
13 w 5044
Πρώταρχε 5 w 5052
μοί 1 w 5056
πότερα 2 w 5063
πλοίων 1 w 5069
ναυπηγίαν 1 w 5078
ἕνεκα 6 w 5083
φῂς 1 w 5086
γίγνεσθαι 2 w 5095
μᾶλλον 3 w 5101
6 w 5102
πλοῖα 1 w 5107
ἕνεκα 7 w 5112
ναυπηγίας 1 w 5121
καὶ 56 w 5125
πάνθʼ 2 w 5130
ὁπόσα 1 w 5135
τοιαῦτʼ 1 w 5142
ἐστίν 1 w 5147
ΣΩ 32 w 5150
λέγω 5 w 5155
τοῦτʼ 4 w 5160
αὐτό 2 w 5164
14 w 5166
Πρώταρχε 6 w 5174
ΠΡΩ 33 w 5178
τί 17 w 5181
οὖν 11 w 5184
οὐκ 6 w 5187
αὐτὸς 1 w 5192
ἀπεκρίνω 1 w 5200
σαυτῷ 1 w 5205
15 w 5207
Σώκρατες 7 w 5215
ΣΩ 33 w 5218
οὐδὲν 2 w 5224
ὅτι 5 w 5227
οὔ 4 w 5229
σὺ 2 w 5232
μέντοι 1 w 5238
τοῦ 16 w 5241
λόγου 2 w 5246
συμμέτεχε 1 w 5255
ΠΡΩ 34 w 5259
πάνυ 4 w 5264
μὲν 12 w 5267
οὖν 12 w 5270
ΣΩ 34 w 5273
φημὶ 1 w 5278
δὴ 9 w 5280
γενέσεως 3 w 5288
μὲν 13 w 5291
ἕνεκα 8 w 5296
φάρμακά 1 w 5303
τε 43 w 5305
καὶ 57 w 5308
πάντα 1 w 5313
ὄργανα 1 w 5319
καὶ 58 w 5322
πᾶσαν 1 w 5327
ὕλην 1 w 5331
παρατίθεσθαι 1 w 5343
πᾶσιν 1 w 5348
ἑκάστην 1 w 5356
δὲ 13 w 5358
γένεσιν 4 w 5365
ἄλλην 1 w 5370
ἄλλης 1 w 5375
οὐσίας 2 w 5381
τινὸς 2 w 5386
ἑκάστης 1 w 5393
ἕνεκα 9 w 5398
γίγνεσθαι 3 w 5407
σύμπασαν 1 w 5416
δὲ 14 w 5418
γένεσιν 5 w 5425
οὐσίας 3 w 5431
ἕνεκα 10 w 5436
γίγνεσθαι 4 w 5445
συμπάσης 1 w 5453
ΠΡΩ 35 w 5457
σαφέστατα 1 w 5467
μὲν 14 w 5470
οὖν 13 w 5473
ΣΩ 35 w 5476
οὐκοῦν 2 w 5483
ἡδονή 1 w 5488
γε 20 w 5490
εἴπερ 1 w 5496
γένεσίς 2 w 5503
ἐστιν 3 w 5508
ἕνεκά 2 w 5514
τινος 1 w 5519
οὐσίας 4 w 5525
ἐξ 2 w 5527
ἀνάγκης 1 w 5534
γίγνοιτʼ 2 w 5542
ἄν 3 w 5544
ΠΡΩ 36 w 5548
τί 19 w 5551
μήν 2 w 5554
ΣΩ 36 w 5557
τό 8 w 5560
γε 21 w 5562
μὴν 2 w 5565
οὗ 2 w 5567
ἕνεκα 11 w 5572
τὸ 38 w 5574
ἕνεκά 3 w 5579
του 6 w 5582
γιγνόμενον 2 w 5592
ἀεὶ 6 w 5595
γίγνοιτʼ 3 w 5603
ἄν 4 w 5605
ἐν 9 w 5608
τῇ 1 w 5610
τοῦ 17 w 5613
ἀγαθοῦ 1 w 5619
μοίρᾳ 1 w 5624
ἐκεῖνό 1 w 5630
ἐστι 5 w 5634
τὸ 39 w 5637
δὲ 15 w 5639
τινὸς 3 w 5644
ἕνεκα 12 w 5649
γιγνόμενον 3 w 5659
εἰς 2 w 5662
ἄλλην 2 w 5667
16 w 5669
ἄριστε 1 w 5675
μοῖραν 1 w 5682
θετέον 1 w 5688
ΠΡΩ 37 w 5692
ἀναγκαιότατον 1 w 5706
ΣΩ 37 w 5709
ἆρʼ 3 w 5713
οὖν 14 w 5716
ἡδονή 2 w 5721
γε 22 w 5723
εἴπερ 2 w 5728
γένεσίς 3 w 5735
ἐστιν 4 w 5740
εἰς 3 w 5744
ἄλλην 3 w 5749
7 w 5750
τὴν 7 w 5753
τοῦ 18 w 5756
ἀγαθοῦ 2 w 5762
μοῖραν 2 w 5768
αὐτὴν 1 w 5773
τιθέντες 1 w 5781
ὀρθῶς 5 w 5786
θήσομεν 2 w 5793
ΠΡΩ 38 w 5797
ὀρθότατα 5 w 5806
μὲν 15 w 5809
οὖν 15 w 5812
ΣΩ 38 w 5815
οὐκοῦν 3 w 5822
ὅπερ 4 w 5826
ἀρχόμενος 1 w 5835
εἶπον 2 w 5840
τούτου 1 w 5846
τοῦ 19 w 5849
λόγου 3 w 5854
τῷ 3 w 5857
μηνύσαντι 1 w 5866
τῆς 5 w 5869
ἡδονῆς 5 w 5875
πέρι 2 w 5879
τὸ 40 w 5881
γένεσιν 6 w 5888
μέν 11 w 5891
οὐσίαν 4 w 5898
δὲ 16 w 5900
μηδʼ 1 w 5904
ἡντινοῦν 1 w 5912
αὐτῆς 1 w 5917
εἶναι 11 w 5922
χάριν 3 w 5928
ἔχειν 4 w 5933
δεῖ 2 w 5936
δῆλον 2 w 5942
γὰρ 8 w 5945
ὅτι 6 w 5948
οὗτος 1 w 5953
τῶν 17 w 5956
φασκόντων 1 w 5965
ἡδονὴν 1 w 5971
ἀγαθὸν 1 w 5977
εἶναι 12 w 5982
καταγελᾷ 1 w 5990
ΠΡΩ 39 w 5994
σφόδρα 5 w 6001
γε 24 w 6003
ΣΩ 39 w 6006
καὶ 59 w 6010
μὴν 3 w 6013
αὑτὸς 1 w 6018
οὗτος 2 w 6023
ἑκάστοτε 3 w 6031
καὶ 60 w 6034
τῶν 18 w 6037
ἐν 10 w 6039
ταῖς 6 w 6043
γενέσεσιν 1 w 6052
ἀποτελουμένων 1 w 6065
καταγελάσεται 1 w 6078
ΠΡΩ 40 w 6082
πῶς 6 w 6086
δὴ 10 w 6088
καὶ 61 w 6091
ποίων 1 w 6096
λέγεις 5 w 6102
ΣΩ 40 w 6105
τῶν 19 w 6109
ὅσοι 1 w 6113
ἐξιώμενοι 1 w 6122
8 w 6123
πείνην 2 w 6129
9 w 6130
δίψαν 1 w 6135
3 w 6136
τι 46 w 6138
τῶν 20 w 6141
τοιούτων 2 w 6149
ὅσα 4 w 6153
γένεσις 1 w 6160
ἐξιᾶται 1 w 6167
χαίρουσι 1 w 6176
διὰ 5 w 6179
τὴν 9 w 6182
γένεσιν 7 w 6189
ἅτε 1 w 6192
ἡδονῆς 6 w 6198
οὔσης 1 w 6203
αὐτῆς 2 w 6208
καί 3 w 6212
φασι 1 w 6216
ζῆν 1 w 6219
οὐκ 9 w 6222
ἂν 5 w 6224
δέξασθαι 1 w 6232
μὴ 8 w 6234
διψῶντές 1 w 6242
τε 49 w 6244
καὶ 62 w 6247
πεινῶντες 1 w 6256
καὶ 63 w 6259
τἆλλα 1 w 6264
7 w 6265
τις 3 w 6268
ἂν 6 w 6270
εἴποι 1 w 6275
πάντα 2 w 6280
τὰ 30 w 6282
ἑπόμενα 1 w 6289
τοῖς 6 w 6293
τοιούτοις 1 w 6302
παθήμασι 1 w 6310
μὴ 9 w 6312
πάσχοντες 1 w 6321
ΠΡΩ 41 w 6325
ἐοίκασι 1 w 6333
γοῦν 1 w 6337
ΣΩ 41 w 6340
οὐκοῦν 4 w 6347
τῷ 4 w 6349
γίγνεσθαί 1 w 6358
γε 28 w 6360
τοὐναντίον 2 w 6370
ἅπαντες 1 w 6377
τὸ 42 w 6379
φθείρεσθαι 1 w 6389
φαῖμεν 1 w 6395
ἄν 5 w 6397
ΠΡΩ 42 w 6401
ἀναγκαῖον 1 w 6411
ΣΩ 42 w 6414
τὴν 10 w 6418
δὴ 11 w 6420
φθορὰν 1 w 6426
καὶ 64 w 6429
γένεσιν 8 w 6436
αἱροῖτʼ 1 w 6443
ἄν 6 w 6445
τις 4 w 6448
τοῦθʼ 1 w 6453
αἱρούμενος 1 w 6463
ἀλλʼ 12 w 6468
οὐ 37 w 6470
τὸν 5 w 6473
τρίτον 2 w 6479
ἐκεῖνον 1 w 6486
βίον 1 w 6490
τὸν 6 w 6494
ἐν 11 w 6496
2 w 6497
μήτε 1 w 6501
χαίρειν 1 w 6508
μήτε 2 w 6512
λυπεῖσθαι 1 w 6521
φρονεῖν 1 w 6529
δʼ 11 w 6531
ἦν 1 w 6533
δυνατὸν 1 w 6540
ὡς 3 w 6542
οἷόν 1 w 6546
τε 55 w 6548
καθαρώτατα 1 w 6558
ΠΡΩ 43 w 6562
πολλή 1 w 6568
τις 5 w 6571
ὡς 4 w 6574
ἔοικεν 1 w 6580
17 w 6582
Σώκρατες 8 w 6590
ἀλογία 1 w 6597
συμβαίνει 1 w 6606
γίγνεσθαι 5 w 6615
ἐάν 1 w 6619
τις 6 w 6622
τὴν 11 w 6625
ἡδονὴν 2 w 6631
ὡς 5 w 6633
ἀγαθὸν 2 w 6639
ἡμῖν 8 w 6643
τιθῆται 1 w 6650
ΣΩ 43 w 6653
πολλή 2 w 6659
ἐπεὶ 1 w 6664
καὶ 65 w 6667
τῇδε 1 w 6671
ἔτι 5 w 6674
λέγωμεν 1 w 6681
ΠΡΩ 44 w 6685
πῇ 1 w 6688
ΣΩ 44 w 6691
πῶς 7 w 6695
οὐκ 11 w 6698
ἄλογόν 1 w 6704
ἐστι 7 w 6708
μηδὲν 1 w 6713
ἀγαθὸν 3 w 6719
εἶναι 13 w 6724
μηδὲ 3 w 6728
καλὸν 1 w 6733
μήτε 3 w 6737
ἐν 12 w 6739
σώμασι 1 w 6745
μήτʼ 1 w 6749
ἐν 13 w 6751
πολλοῖς 1 w 6758
ἄλλοις 1 w 6764
πλὴν 1 w 6768
ἐν 14 w 6770
ψυχῇ 1 w 6774
καὶ 66 w 6778
ἐνταῦθα 1 w 6785
ἡδονὴν 3 w 6791
μόνον 3 w 6796
ἀνδρείαν 1 w 6805
δὲ 19 w 6807
10 w 6808
σωφροσύνην 1 w 6818
11 w 6819
νοῦν 2 w 6823
4 w 6824
τι 54 w 6826
τῶν 21 w 6829
ἄλλων 1 w 6834
ὅσα 5 w 6837
ἀγαθὰ 2 w 6842
εἴληχε 1 w 6848
ψυχή 1 w 6852
μηδὲν 2 w 6858
τοιοῦτον 1 w 6866
εἶναι 14 w 6871
πρὸς 6 w 6876
τούτοις 4 w 6883
δὲ 21 w 6885
ἔτι 6 w 6888
τὸν 8 w 6891
μὴ 10 w 6893
χαίροντα 1 w 6901
ἀλγοῦντα 1 w 6910
δέ 6 w 6912
ἀναγκάζεσθαι 1 w 6925
φάναι 2 w 6930
κακὸν 1 w 6935
εἶναι 15 w 6940
τότε 1 w 6944
ὅταν 2 w 6948
ἀλγῇ 1 w 6952
κἂν 1 w 6956
1 w 6957
ἄριστος 1 w 6964
πάντων 4 w 6970
καὶ 67 w 6974
τὸν 9 w 6977
χαίροντα 2 w 6985
αὖ 5 w 6987
ὅσῳ 1 w 6991
μᾶλλον 4 w 6997
χαίρει 2 w 7003
τότε 2 w 7008
ὅταν 3 w 7012
χαίρῃ 1 w 7017
τοσούτῳ 1 w 7025
διαφέρειν 1 w 7034
πρὸς 7 w 7038
ἀρετήν 1 w 7044
ΠΡΩ 45 w 7048
πάντʼ 1 w 7054
ἐστὶ 1 w 7058
ταῦτα 6 w 7063
18 w 7065
Σώκρατες 9 w 7073
ὡς 6 w 7076
δυνατὸν 2 w 7083
ἀλογώτατα 1 w 7092
ΣΩ 45 w 7095
μὴ 11 w 7098
τοίνυν 6 w 7104
ἡδονῆς 7 w 7110
μὲν 16 w 7113
πάντως 1 w 7119
ἐξέτασιν 1 w 7127
πᾶσαν 2 w 7132
ἐπιχειρῶμεν 1 w 7143
ποιήσασθαι 1 w 7153
νοῦ 4 w 7157
δὲ 22 w 7159
καὶ 68 w 7162
ἐπιστήμης 2 w 7171
οἷον 1 w 7175
φειδόμενοι 1 w 7185
σφόδρα 6 w 7191
φανῶμεν 1 w 7198
γενναίως 1 w 7207
δέ 7 w 7209
εἴ 8 w 7212
πῄ 1 w 7214
τι 56 w 7216
σαθρὸν 1 w 7222
ἔχει 5 w 7226
πᾶν 1 w 7230
περικρούωμεν 1 w 7242
ὡς 7 w 7245
ὅτι 7 w 7248
καθαρώτατόν 1 w 7259
ἐστʼ 1 w 7263
αὐτῶν 5 w 7268
φύσει 2 w 7273
τοῦτο 7 w 7279
κατιδόντες 1 w 7289
εἰς 4 w 7292
τὴν 12 w 7295
κρίσιν 3 w 7301
χρώμεθα 1 w 7308
τὴν 13 w 7311
κοινὴν 1 w 7317
τοῖς 7 w 7321
τε 62 w 7323
τούτων 5 w 7329
καὶ 69 w 7332
τοῖς 8 w 7336
τῆς 8 w 7339
ἡδονῆς 8 w 7345
μέρεσιν 1 w 7352
ἀληθεστάτοις 1 w 7364
ΠΡΩ 46 w 7368
ὀρθῶς 6 w 7374
ΣΩ 46 w 7377
οὐκοῦν 5 w 7384
ἡμῖν 9 w 7388
τὸ 49 w 7390
μὲν 17 w 7393
οἶμαι 1 w 7398
δημιουργικόν 1 w 7410
ἐστι 8 w 7414
τῆς 9 w 7417
περὶ 6 w 7421
τὰ 31 w 7423
μαθήματα 2 w 7431
ἐπιστήμης 3 w 7440
τὸ 50 w 7443
δὲ 23 w 7445
περὶ 7 w 7449
παιδείαν 1 w 7457
καὶ 70 w 7460
τροφήν 1 w 7466
12 w 7468
πῶς 8 w 7471
ΠΡΩ 47 w 7475
οὕτως 1 w 7481
ΣΩ 47 w 7484
ἐν 16 w 7487
δὴ 12 w 7489
ταῖς 7 w 7493
χειροτεχνικαῖς 1 w 7507
διανοηθῶμεν 2 w 7518
πρῶτα 1 w 7523
εἰ 12 w 7525
τὸ 51 w 7527
μὲν 18 w 7530
ἐπιστήμης 4 w 7539
αὐτῶν 6 w 7544
μᾶλλον 5 w 7550
ἐχόμενον 1 w 7558
τὸ 52 w 7561
δʼ 12 w 7563
ἧττον 3 w 7568
ἔνι 1 w 7571
καὶ 71 w 7575
δεῖ 3 w 7578
τὰ 32 w 7580
μὲν 19 w 7583
ὡς 8 w 7585
καθαρώτατα 2 w 7595
νομίζειν 1 w 7603
τὰ 33 w 7606
δʼ 13 w 7608
ὡς 9 w 7610
ἀκαθαρτότερα 1 w 7622
ΠΡΩ 48 w 7626
οὐκοῦν 6 w 7633
χρή 1 w 7636
ΣΩ 48 w 7639
τὰς 21 w 7643
τοίνυν 7 w 7649
ἡγεμονικὰς 1 w 7659
διαληπτέον 1 w 7669
ἑκάστων 1 w 7676
αὐτῶν 7 w 7681
χωρίς 1 w 7686
ΠΡΩ 49 w 7690
ποίας 1 w 7696
καὶ 72 w 7699
πῶς 9 w 7702
ΣΩ 49 w 7705
οἷον 2 w 7710
πασῶν 1 w 7715
που 4 w 7718
τεχνῶν 1 w 7724
ἄν 7 w 7726
τις 7 w 7729
ἀριθμητικὴν 1 w 7740
χωρίζῃ 1 w 7746
καὶ 73 w 7749
μετρητικὴν 1 w 7759
καὶ 74 w 7762
στατικήν 1 w 7770
ὡς 10 w 7773
ἔπος 1 w 7777
εἰπεῖν 1 w 7783
φαῦλον 1 w 7789
τὸ 53 w 7791
καταλειπόμενον 1 w 7805
ἑκάστης 2 w 7812
ἂν 8 w 7814
γίγνοιτο 1 w 7822
ΠΡΩ 50 w 7826
φαῦλον 2 w 7833
μὲν 20 w 7836
δή 6 w 7838