Scaife ATLAS

CTS Library / Φίληβος

Φίληβος (41-45)

urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:41-45
Refs {'start': {'reference': '41', 'human_reference': 'Section 41'}, 'end': {'reference': '45', 'human_reference': 'Section 45'}}
Ancestors []
Children []
prev
plain textXML
next

41
41a
ΠΡΩ. πάνυ μὲν οὖν τοὐναντίον, Σώκρατες, εἴρηκας. σχεδὸν γὰρ τῷ ψεύδει μὲν οὐ πάνυ πονηρὰς ἄν τις λύπας τε καὶ ἡδονὰς θείη, μεγάλῃ δὲ ἄλλῃ καὶ πολλῇ συμπιπτούσας πονηρίᾳ.

ΣΩ. τὰς μὲν τοίνυν πονηρὰς ἡδονὰς καὶ διὰ πονηρίαν οὔσας τοιαύτας ὀλίγον ὕστερον ἐροῦμεν, ἂν ἔτι δοκῇ νῷν· τὰς δὲ ψευδεῖς κατʼ ἄλλον τρόπον ἐν ἡμῖν πολλὰς καὶ πολλάκις
41b
ἐνούσας τε καὶ ἐγγιγνομένας λεκτέον. τούτῳ γὰρ ἴσως χρησόμεθα πρὸς τὰς κρίσεις.

ΠΡΩ. πῶς γὰρ οὔκ; εἴπερ γε εἰσίν.

ΣΩ. ἀλλʼ, Πρώταρχε, εἰσὶν κατά γε τὴν ἐμήν. τοῦτο δὲ τὸ δόγμα ἕως ἂν κέηται παρʼ ἡμῖν, ἀδύνατον ἀνέλεγκτον δήπου γίγνεσθαι.

ΠΡΩ. καλῶς.

ΣΩ. περιιστώμεθα δὴ καθάπερ ἀθληταὶ πρὸς τοῦτον αὖ τὸν λόγον.

ΠΡΩ. ἴωμεν.

ΣΩ. ἀλλὰ μὴν εἴπομεν, εἴπερ μεμνήμεθα, ὀλίγον ἐν
41c
τοῖς πρόσθεν, ὡς ὅταν αἱ λεγόμεναι ἐπιθυμίαι ἐν ἡμῖν ὦσι, δίχα ἄρα τότε τὸ σῶμα καὶ χωρὶς τῆς ψυχῆς τοῖς παθήμασι διείληπται.

ΠΡΩ. μεμνήμεθα καὶ προερρήθη ταῦτα.

ΣΩ. οὐκοῦν τὸ μὲν ἐπιθυμοῦν ἦν ψυχὴ τῶν τοῦ σώματος ἐναντίων ἕξεων, τὸ δὲ τὴν ἀλγηδόνα τινα διὰ πάθος ἡδονὴν τὸ σῶμα ἦν τὸ παρεχόμενον;

ΠΡΩ. ἦν γὰρ οὖν.

ΣΩ. συλλογίζου δὴ τὸ γιγνόμενον ἐν τούτοις.

ΠΡΩ. λέγε.

41d
ΣΩ. γίγνεται τοίνυν, ὁπόταν ταῦτα, ἅμα παρακεῖσθαι λύπας τε καὶ ἡδονάς, καὶ τούτων αἰσθήσεις ἅμα παρʼ ἀλλήλας ἐναντίων οὐσῶν γίγνεσθαι, καὶ νυνδὴ ἐφάνη.

ΠΡΩ. φαίνεται γοῦν.

ΣΩ. οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται;

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. ὡς τὸ μᾶλλόν τε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπη τε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην.

ΠΡΩ. εἴρηται. τί μήν;

ΣΩ. τίς οὖν μηχανὴ ταῦτʼ ὀρθῶς κρίνεσθαι;

41e
ΠΡΩ. πῇ δὴ καὶ πῶς;

ΣΩ. εἰ τὸ βούλημα ἡμῖν τῆς κρίσεως τούτων ἐν τοιούτοις τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίς τούτων πρὸς ἀλλήλας μείζων καὶ τίς ἐλάττων καὶ τίς μᾶλλον καὶ τίς σφοδροτέρα, λύπη τε πρὸς ἡδονὴν καὶ λύπη πρὸς λύπην καὶ ἡδονὴ πρὸς ἡδονήν.

ΠΡΩ. ἀλλʼ ἔστι ταῦτά τε τοιαῦτα καὶ βούλησις τῆς κρίσεως αὕτη.

ΣΩ. τί οὖν; ἐν μὲν ὄψει τὸ πόρρωθεν καὶ ἐγγύθεν ὁρᾶν
42
42a
τὰ μεγέθη τὴν ἀλήθειαν ἀφανίζει καὶ ψευδῆ ποιεῖ δοξάζειν, ἐν λύπαις δʼ ἄρα καὶ ἡδοναῖς οὐκ ἔστι ταὐτὸν τοῦτο γιγνόμενον;

ΠΡΩ. πολὺ μὲν οὖν μᾶλλον, Σώκρατες.

ΣΩ. ἐναντίον δὴ τὸ νῦν τῷ σμικρὸν ἔμπροσθε γέγονεν.

ΠΡΩ. τὸ ποῖον λέγεις;

ΣΩ. τότε μὲν αἱ δόξαι ψευδεῖς τε καὶ ἀληθεῖς αὗται γιγνόμεναι τὰς λύπας τε καὶ ἡδονὰς ἅμα τοῦ παρʼ αὑταῖς παθήματος ἀνεπίμπλασαν.

42b
ΠΡΩ. ἀληθέστατα.

ΣΩ. νῦν δέ γε αὐταὶ διὰ τὸ πόρρωθέν τε καὶ ἐγγύθεν ἑκάστοτε μεταβαλλόμεναι θεωρεῖσθαι, καὶ ἅμα τιθέμεναι παρʼ ἀλλήλας, αἱ μὲν ἡδοναὶ παρὰ τὸ λυπηρὸν μείζους φαίνονται καὶ σφοδρότεραι, λῦπαι δʼ αὖ διὰ τὸ παρʼ ἡδονὰς τοὐναντίον ἐκείναις.

ΠΡΩ. ἀνάγκη γίγνεσθαι τὰ τοιαῦτα διὰ ταῦτα.

ΣΩ. οὐκοῦν ὅσῳ μείζους τῶν οὐσῶν ἑκάτεραι καὶ ἐλάττους φαίνονται, τοῦτο ἀποτεμόμενος ἑκατέρων τὸ φαινόμενον
42c
ἀλλʼ οὐκ ὄν, οὔτε αὐτὸ ὀρθῶς φαινόμενον ἐρεῖς, οὐδʼ αὖ ποτε τὸ ἐπὶ τούτῳ μέρος τῆς ἡδονῆς καὶ λύπης γιγνόμενον ὀρθόν τε καὶ ἀληθὲς τολμήσεις λέγειν.

ΠΡΩ. οὐ γὰρ οὖν.

ΣΩ. τούτων τοίνυν ἑξῆς ὀψόμεθα ἐὰν τῇδε ἀπαντῶμεν ἡδονὰς καὶ λύπας ψευδεῖς ἔτι μᾶλλον ταύτας φαινομένας τε καὶ οὔσας ἐν τοῖς ζῴοις.

ΠΡΩ. ποίας δὴ καὶ πῶς λέγεις;

ΣΩ. εἴρηταί που πολλάκις ὅτι τῆς φύσεως ἑκάστων διαφθειρομένης μὲν συγκρίσεσι καὶ διακρίσεσι καὶ πληρώσεσι
42d
καὶ κενώσεσι καί τισιν αὔξαις καὶ φθίσεσι λῦπαί τε καὶ ἀλγηδόνες καὶ ὀδύναι καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ὀνόματα ἔχει συμβαίνει γιγνόμενα.

ΠΡΩ. ναί, ταῦτα εἴρηται πολλάκις.

ΣΩ. εἰς δέ γε τὴν αὑτῶν φύσιν ὅταν καθιστῆται, ταύτην αὖ τὴν κατάστασιν ἡδονὴν ἀπεδεξάμεθα παρʼ ἡμῶν αὐτῶν.

ΠΡΩ. ὀρθῶς.

ΣΩ. τί δʼ ὅταν περὶ τὸ σῶμα μηδὲν τούτων γιγνόμενον ἡμῶν ;

ΠΡΩ. πότε δὲ τοῦτʼ ἂν γένοιτο, Σώκρατες;

42e
ΣΩ. οὐδὲν πρὸς λόγον ἐστίν, Πρώταρχε, σὺ νῦν ἤρου τὸ ἐρώτημα.

ΠΡΩ. τί δή;

ΣΩ. διότι τὴν ἐμὴν ἐρώτησιν οὐ κωλύεις με διερέσθαι σε πάλιν.

ΠΡΩ. ποίαν;

ΣΩ. εἰ δʼ οὖν μὴ γίγνοιτο, Πρώταρχε, φήσω, τὸ τοιοῦτον, τί ποτε ἀναγκαῖον ἐξ αὐτοῦ συμβαίνειν ἡμῖν;

ΠΡΩ. μὴ κινουμένου τοῦ σώματος ἐφʼ ἑκάτερα φῄς;

ΣΩ. οὕτως.

ΠΡΩ. δῆλον δὴ τοῦτό γε, Σώκρατες, ὡς οὔτε ἡδονὴ γίγνοιτʼ ἂν ἐν τῷ τοιούτῳ ποτὲ οὔτʼ ἄν τις λύπη.

43
43a
ΣΩ. κάλλιστʼ εἶπες. ἀλλὰ γὰρ οἶμαι τόδε λέγεις, ὡς ἀεί τι τούτων ἀναγκαῖον ἡμῖν συμβαίνειν, ὡς οἱ σοφοί φασιν· ἀεὶ γὰρ ἅπαντα ἄνω τε καὶ κάτω ῥεῖ.

ΠΡΩ. λέγουσι γὰρ οὖν, καὶ δοκοῦσί γε οὐ φαύλως λέγειν.

ΣΩ. πῶς γὰρ ἄν, μὴ φαῦλοί γε ὄντες; ἀλλὰ γὰρ ὑπεκστῆναι τὸν λόγον ἐπιφερόμενον τοῦτον βούλομαι. τῇδʼ οὖν διανοοῦμαι φεύγειν, καὶ σύ μοι σύμφευγε.

ΠΡΩ. λέγε ὅπῃ.

ΣΩ. ταῦτα μὲν τοίνυν οὕτως ἔστω, φῶμεν πρὸς τούτους·
43b
σὺ δʼ ἀπόκριναι πότερον ἀεὶ πάντα, ὁπόσα πάσχει τι τῶν ἐμψύχων, ταῦτʼ αἰσθάνεται τὸ πάσχον, καὶ οὔτʼ αὐξανόμενοι λανθάνομεν ἡμᾶς αὐτοὺς οὔτε τι τῶν τοιούτων οὐδὲν πάσχοντες, πᾶν τοὐναντίον.

ΠΡΩ. ἅπαν δήπου τοὐναντίον· ὀλίγου γὰρ τά γε τοιαῦτα λέληθε πάνθʼ ἡμᾶς.

ΣΩ. οὐ τοίνυν καλῶς ἡμῖν εἴρηται τὸ νυνδὴ ῥηθέν, ὡς αἱ μεταβολαὶ κάτω τε καὶ ἄνω γιγνόμεναι λύπας τε καὶ ἡδονὰς ἀπεργάζονται.

ΠΡΩ. τί μήν;

43c
ΣΩ. ὧδʼ ἔσται κάλλιον καὶ ἀνεπιληπτότερον τὸ λεγόμενον.

ΠΡΩ. πῶς;

ΣΩ. ὡς αἱ μὲν μεγάλαι μεταβολαὶ λύπας τε καὶ ἡδονὰς ποιοῦσιν ἡμῖν, αἱ δʼ αὖ μέτριαί τε καὶ σμικραὶ τὸ παράπαν οὐδέτερα τούτων.

ΠΡΩ. ὀρθότερον οὕτως ʼκείνως, Σώκρατες.

ΣΩ. οὐκοῦν εἰ ταῦτα οὕτω, πάλιν νυνδὴ ῥηθεὶς βίος ἂν ἥκοι.

ΠΡΩ. ποῖος;

ΣΩ. ὃν ἄλυπόν τε καὶ ἄνευ χαρμονῶν ἔφαμεν εἶναι.

ΠΡΩ. ἀληθέστατα λέγεις.

ΣΩ. ἐκ δὴ τούτων τιθῶμεν τριττοὺς ἡμῖν βίους, ἕνα
43d
μὲν ἡδύν, τὸν δʼ αὖ λυπηρόν, τὸν δʼ ἕνα μηδέτερα. πῶς ἂν φαίης σὺ περὶ τούτων;

ΠΡΩ. οὐκ ἄλλως ἔγωγε ταύτῃ, τρεῖς εἶναι τοὺς βίους.

ΣΩ. οὐκοῦν οὐκ ἂν εἴη τὸ μὴ λυπεῖσθαί ποτε ταὐτὸν τῷ χαίρειν;

ΠΡΩ. πῶς γὰρ ἄν;

ΣΩ. ὁπόταν οὖν ἀκούσῃς ὡς ἥδιστον πάντων ἐστὶν ἀλύπως διατελεῖν τὸν βίον ἅπαντα, τί τόθʼ ὑπολαμβάνεις λέγειν τὸν τοιοῦτον;

ΠΡΩ. ἡδὺ λέγειν φαίνεται ἔμοιγε οὗτος τὸ μὴ λυπεῖσθαι.

43e
ΣΩ. τριῶν ὄντων οὖν ἡμῖν, ὧντινων βούλει, τίθει, καλλίοσιν ἵνα ὀνόμασι χρώμεθα, τὸ μὲν χρυσόν, τὸ δʼ ἄργυρον, τρίτον δὲ τὸ μηδέτερα τούτων.

ΠΡΩ. κεῖται.

ΣΩ. τὸ δὴ μηδέτερα τούτων ἔσθʼ ἡμῖν ὅπως θάτερα γένοιτο ἄν, χρυσὸς ἄργυρος;

ΠΡΩ. καὶ πῶς ἄν;

ΣΩ. οὐδʼ ἄρα μέσος βίος ἡδὺς λυπηρὸς λεγόμενος ὀρθῶς ἄν ποτε οὔτʼ εἰ δοξάζοι τις, δοξάζοιτο, οὔτʼ εἰ λέγοι, λεχθείη, κατά γε τὸν ὀρθὸν λόγον.

ΠΡΩ. πῶς γὰρ ἄν;

44
44a
ΣΩ. ἀλλὰ μήν, ἑταῖρε, λεγόντων γε ταῦτα καὶ δοξαζόντων αἰσθανόμεθα.

ΠΡΩ. καὶ μάλα.

ΣΩ. πότερον οὖν καὶ χαίρειν οἴονται τότε ὅταν μὴ λυπῶνται;

ΠΡΩ. φασὶ γοῦν.

ΣΩ. οὐκοῦν οἴονται τότε χαίρειν· οὐ γὰρ ἂν ἔλεγόν που.

ΠΡΩ. κινδυνεύει.

ΣΩ. ψευδῆ γε μὴν δοξάζουσι περὶ τοῦ χαίρειν, εἴπερ χωρὶς τοῦ μὴ λυπεῖσθαι καὶ τοῦ χαίρειν φύσις ἑκατέρου.

ΠΡΩ. καὶ μὴν χωρίς γε ἦν.

ΣΩ. πότερον οὖν αἱρώμεθα παρʼ ἡμῖν ταῦτʼ εἶναι, καθάπερ
44b
ἄρτι, τρία, δύο μόνα, λύπην μὲν κακὸν τοῖς ἀνθρώποις, τὴν δʼ ἀπαλλαγὴν τῶν λυπῶν, αὐτὸ τοῦτο ἀγαθὸν ὄν, ἡδὺ προσαγορεύεσθαι;

ΠΡΩ. πῶς δὴ νῦν τοῦτο, Σώκρατες, ἐρωτώμεθα ὑφʼ ἡμῶν αὐτῶν; οὐ γὰρ μανθάνω.

ΣΩ. ὄντως γὰρ τοὺς πολεμίους Φιλήβου τοῦδε, Πρώταρχε, οὐ μανθάνεις;

ΠΡΩ. λέγεις δὲ αὐτοὺς τίνας;

ΣΩ. καὶ μάλα δεινοὺς λεγομένους τὰ περὶ φύσιν, οἳ τὸ παράπαν ἡδονὰς οὔ φασιν εἶναι.

ΠΡΩ. τί μήν;

44c
ΣΩ. λυπῶν ταύτας εἶναι πάσας ἀποφυγάς, ἃς νῦν οἱ περὶ Φίληβον ἡδονὰς ἐπονομάζουσιν.

ΠΡΩ. τούτοις οὖν ἡμᾶς πότερα πείθεσθαι συμβουλεύεις, πῶς, Σώκρατες;

ΣΩ. οὔκ, ἀλλʼ ὥσπερ μάντεσι προσχρῆσθαί τισι, μαντευομένοις οὐ τέχνῃ ἀλλά τινι δυσχερείᾳ φύσεως οὐκ ἀγεννοῦς λίαν μεμισηκότων τὴν τῆς ἡδονῆς δύναμιν καὶ νενομικότων οὐδὲν ὑγιές, ὥστε καὶ αὐτὸ τοῦτο αὐτῆς τὸ ἐπαγωγὸν γοήτευμα,
44d
οὐχ ἡδονήν, εἶναι. τούτοις μὲν οὖν ταῦτα ἂν προσχρήσαιο, σκεψάμενος ἔτι καὶ τὰ ἄλλα αὐτῶν δυσχεράσματα· μετὰ δὲ ταῦτα αἵ γέ μοι δοκοῦσιν ἡδοναὶ ἀληθεῖς εἶναι πεύσῃ, ἵνα ἐξ ἀμφοῖν τοῖν λόγοιν σκεψάμενοι τὴν δύναμιν αὐτῆς παραθώμεθα πρὸς τὴν κρίσιν.

ΠΡΩ. ὀρθῶς λέγεις.

ΣΩ. μεταδιώκωμεν δὴ τούτους, ὥσπερ συμμάχους, κατὰ τὸ τῆς δυσχερείας αὐτῶν ἴχνος. οἶμαι γὰρ τοιόνδε τι λέγειν αὐτούς, ἀρχομένους ποθὲν ἄνωθεν, ὡς εἰ βουληθεῖμεν ὁτουοῦν
44e
εἴδους τὴν φύσιν ἰδεῖν, οἷον τὴν τοῦ σκληροῦ, πότερον εἰς τὰ σκληρότατα ἀποβλέποντες οὕτως ἂν μᾶλλον συννοήσαιμεν πρὸς τὰ πολλοστὰ σκληρότητι; δεῖ δή σε, Πρώταρχε, καθάπερ ἐμοί, καὶ τούτοις τοῖς δυσχερέσιν ἀποκρίνεσθαι.

ΠΡΩ. πάνυ μὲν οὖν, καὶ λέγω γε αὐτοῖς ὅτι πρὸς τὰ πρῶτα μεγέθει.

ΣΩ. οὐκοῦν εἰ καὶ τὸ τῆς ἡδονῆς γένος ἰδεῖν ἥντινά ποτʼ ἔχει φύσιν βουληθεῖμεν, οὐκ εἰς τὰς πολλοστὰς ἡδονὰς
45
45a
ἀποβλεπτέον, ἀλλʼ εἰς τὰς ἀκροτάτας καὶ σφοδροτάτας λεγομένας.

ΠΡΩ. πᾶς ἄν σοι ταύτῃ συγχωροίη τὰ νῦν.

ΣΩ. ἆρʼ οὖν, αἱ πρόχειροί γε αἵπερ καὶ μέγισται τῶν ἡδονῶν, λέγομεν πολλάκις, αἱ περὶ τὸ σῶμά εἰσιν αὗται;

ΠΡΩ. πῶς γὰρ οὔ;

ΣΩ. πότερον οὖν καὶ μείζους εἰσὶ καὶ γίγνονται περὶ τοὺς κάμνοντας ἐν ταῖς νόσοις περὶ ὑγιαίνοντας; εὐλαβηθῶμεν δὲ μὴ προπετῶς ἀποκρινόμενοι πταίσωμέν πῃ. τάχα γὰρ
45b
ἴσως φαῖμεν ἂν περὶ ὑγιαίνοντας.

ΠΡΩ. εἰκός γε.

ΣΩ. τί δʼ; οὐχ αὗται τῶν ἡδονῶν ὑπερβάλλουσιν, ὧν ἂν καὶ ἐπιθυμίαι μέγισται προγίγνωνται;

ΠΡΩ. τοῦτο μὲν ἀληθές.

ΣΩ. ἀλλʼ οὐχ οἱ πυρέττοντες καὶ ἐν τοιούτοις νοσήμασιν ἐχόμενοι μᾶλλον διψῶσι καὶ ῥιγοῦσι καὶ πάντα ὁπόσα διὰ τοῦ σώματος εἰώθασι πάσχειν, μᾶλλόν τʼ ἐνδείᾳ συγγίγνονται καὶ ἀποπληρουμένων μείζους ἡδονὰς ἴσχουσιν; τοῦτο οὐ φήσομεν ἀληθὲς εἶναι;

ΠΡΩ. πάνυ μὲν οὖν νῦν ῥηθὲν φαίνεται.

45c
ΣΩ. τί οὖν; ὀρθῶς ἂν φαινοίμεθα λέγοντες ὡς εἴ τις τὰς μεγίστας ἡδονὰς ἰδεῖν βούλοιτο, οὐκ εἰς ὑγίειαν ἀλλʼ εἰς νόσον ἰόντας δεῖ σκοπεῖν; ὅρα δὲ μή με ἡγῇ διανοούμενον ἐρωτᾶν σε εἰ πλείω χαίρουσιν οἱ σφόδρα νοσοῦντες τῶν ὑγιαινόντων, ἀλλʼ οἴου μέγεθός με ζητεῖν ἡδονῆς, καὶ τὸ σφόδρα περὶ τοῦ τοιούτου ποῦ ποτε γίγνεται ἑκάστοτε. νοῆσαι γὰρ δεῖ φαμεν ἥντινα φύσιν ἔχει καὶ τίνα λέγουσιν οἱ φάσκοντες μηδʼ εἶναι τὸ παράπαν αὐτήν.

45d
ΠΡΩ. ἀλλὰ σχεδὸν ἕπομαι τῷ λόγῳ σου.

ΣΩ. τάχα, Πρώταρχε, οὐχ ἧττον δείξεις. ἀπόκριναι γάρ· ἐν ὕβρει μείζους ἡδονάςοὐ πλείους λέγω, τῷ σφόδρα δὲ καὶ τῷ μᾶλλον ὑπερεχούσαςὁρᾷς ἐν τῷ σώφρονι βίῳ; λέγε δὲ προσέχων τὸν νοῦν.

ΠΡΩ. ἀλλʼ ἔμαθον λέγεις, καὶ πολὺ τὸ διαφέρον ὁρῶ. τοὺς μὲν γὰρ σώφρονάς που καὶ παροιμιαζόμενος
45e
ἐπίσχει λόγος ἑκάστοτε, τὸ μηδὲν ἄγαν παρακελευόμενος, πείθονται· τὸ δὲ τῶν ἀφρόνων τε καὶ ὑβριστῶν μέχρι μανίας σφοδρὰ ἡδονὴ κατέχουσα περιβοήτους ἀπεργάζεται.

ΣΩ. καλῶς· καὶ εἴ γε τοῦθʼ οὕτως ἔχει, δῆλον ὡς ἔν τινι πονηρίᾳ ψυχῆς καὶ τοῦ σώματος, ἀλλʼ οὐκ ἐν ἀρετῇ μέγισται μὲν ἡδοναί, μέγισται δὲ καὶ λῦπαι γίγνονται.

ΠΡΩ. πάνυ μὲν οὖν.

ΣΩ. οὐκοῦν τούτων τινὰς προελόμενον δεῖ σκοπεῖσθαι τίνα ποτὲ τρόπον ἐχούσας ἐλέγομεν αὐτὰς εἶναι μεγίστας.

Tokens

ΠΡΩ 1 w 3
πάνυ 1 w 8
μὲν 1 w 11
οὖν 1 w 14
τοὐναντίον 1 w 24
1 w 26
Σώκρατες 1 w 34
εἴρηκας 1 w 42
σχεδὸν 1 w 49
γὰρ 1 w 52
τῷ 1 w 54
ψεύδει 1 w 60
μὲν 2 w 63
οὐ 2 w 65
πάνυ 2 w 69
πονηρὰς 1 w 76
ἄν 1 w 78
τις 1 w 81
λύπας 1 w 86
τε 2 w 88
καὶ 1 w 91
ἡδονὰς 1 w 97
θείη 1 w 101
μεγάλῃ 1 w 108
δὲ 1 w 110
ἄλλῃ 1 w 114
καὶ 2 w 117
πολλῇ 1 w 122
συμπιπτούσας 1 w 134
πονηρίᾳ 1 w 141
ΣΩ 1 w 144
τὰς 1 w 148
μὲν 3 w 151
τοίνυν 1 w 157
πονηρὰς 2 w 164
ἡδονὰς 2 w 170
καὶ 3 w 173
διὰ 1 w 176
πονηρίαν 1 w 184
οὔσας 1 w 189
τοιαύτας 1 w 197
ὀλίγον 1 w 203
ὕστερον 1 w 210
ἐροῦμεν 1 w 217
ἂν 1 w 220
ἔτι 1 w 223
δοκῇ 1 w 227
νῷν 1 w 230
τὰς 2 w 234
δὲ 2 w 236
ψευδεῖς 1 w 243
κατʼ 1 w 247
ἄλλον 1 w 252
τρόπον 1 w 258
ἐν 1 w 260
ἡμῖν 1 w 264
πολλὰς 1 w 270
καὶ 4 w 273
πολλάκις 1 w 281
ἐνούσας 1 w 288
τε 4 w 290
καὶ 5 w 293
ἐγγιγνομένας 1 w 305
λεκτέον 1 w 312
τούτῳ 1 w 318
γὰρ 2 w 321
ἴσως 1 w 325
χρησόμεθα 1 w 334
πρὸς 1 w 338
τὰς 3 w 341
κρίσεις 1 w 348
ΠΡΩ 2 w 352
πῶς 1 w 356
γὰρ 3 w 359
οὔκ 1 w 362
εἴπερ 1 w 368
γε 1 w 370
εἰσίν 1 w 375
ΣΩ 2 w 378
ἀλλʼ 1 w 383
2 w 385
Πρώταρχε 1 w 393
εἰσὶν 1 w 399
κατά 1 w 403
γε 2 w 405
τὴν 1 w 408
ἐμήν 1 w 412
τοῦτο 1 w 418
δὲ 3 w 420
τὸ 1 w 422
δόγμα 1 w 427
ἕως 1 w 430
ἂν 2 w 432
κέηται 1 w 438
παρʼ 1 w 442
ἡμῖν 2 w 446
ἀδύνατον 1 w 455
ἀνέλεγκτον 1 w 465
δήπου 1 w 470
γίγνεσθαι 1 w 479
ΠΡΩ 3 w 483
καλῶς 1 w 489
ΣΩ 3 w 492
περιιστώμεθα 1 w 505
δὴ 1 w 507
καθάπερ 1 w 514
ἀθληταὶ 1 w 521
πρὸς 2 w 525
τοῦτον 1 w 531
αὖ 1 w 533
τὸν 1 w 536
λόγον 1 w 541
ΠΡΩ 4 w 545
ἴωμεν 1 w 551
ΣΩ 4 w 554
ἀλλὰ 1 w 559
μὴν 1 w 562
εἴπομεν 1 w 569
εἴπερ 2 w 575
μεμνήμεθα 1 w 584
ὀλίγον 2 w 591
ἐν 3 w 593
τοῖς 1 w 597
πρόσθεν 1 w 604
ὡς 1 w 607
ὅταν 1 w 611
αἱ 1 w 613
λεγόμεναι 1 w 622
ἐπιθυμίαι 1 w 631
ἐν 4 w 633
ἡμῖν 3 w 637
ὦσι 1 w 640
δίχα 1 w 645
ἄρα 1 w 648
τότε 1 w 652
τὸ 3 w 654
σῶμα 1 w 658
καὶ 6 w 661
χωρὶς 1 w 666
τῆς 1 w 669
ψυχῆς 1 w 674
τοῖς 2 w 678
παθήμασι 1 w 686
διείληπται 1 w 696
ΠΡΩ 5 w 700
μεμνήμεθα 2 w 710
καὶ 7 w 713
προερρήθη 1 w 722
ταῦτα 1 w 727
ΣΩ 5 w 730
οὐκοῦν 1 w 737
τὸ 4 w 739
μὲν 4 w 742
ἐπιθυμοῦν 1 w 751
ἦν 1 w 753
6 w 754
ψυχὴ 1 w 758
τῶν 1 w 761
τοῦ 3 w 764
σώματος 1 w 771
ἐναντίων 1 w 779
ἕξεων 1 w 784
τὸ 5 w 787
δὲ 4 w 789
τὴν 2 w 792
ἀλγηδόνα 1 w 800
1 w 801
τινα 1 w 805
διὰ 2 w 808
πάθος 1 w 813
ἡδονὴν 1 w 819
τὸ 6 w 821
σῶμα 2 w 825
ἦν 2 w 827
τὸ 7 w 829
παρεχόμενον 1 w 840
ΠΡΩ 6 w 844
ἦν 3 w 847
γὰρ 4 w 850
οὖν 2 w 853
ΣΩ 6 w 856
συλλογίζου 1 w 867
δὴ 2 w 869
τὸ 8 w 871
γιγνόμενον 1 w 881
ἐν 6 w 883
τούτοις 1 w 890
ΠΡΩ 7 w 894
λέγε 1 w 899
ΣΩ 7 w 902
γίγνεται 1 w 911
τοίνυν 2 w 917
ὁπόταν 1 w 924
1 w 925
ταῦτα 2 w 930
ἅμα 1 w 934
παρακεῖσθαι 1 w 945
λύπας 2 w 950
τε 6 w 952
καὶ 8 w 955
ἡδονάς 1 w 961
καὶ 9 w 965
τούτων 1 w 971
αἰσθήσεις 1 w 980
ἅμα 2 w 983
παρʼ 2 w 987
ἀλλήλας 1 w 994
ἐναντίων 2 w 1002
οὐσῶν 1 w 1007
γίγνεσθαι 2 w 1016
1 w 1018
καὶ 10 w 1021
νυνδὴ 1 w 1026
ἐφάνη 1 w 1031
ΠΡΩ 8 w 1035
φαίνεται 1 w 1044
γοῦν 1 w 1048
ΣΩ 8 w 1051
οὐκοῦν 2 w 1058
καὶ 11 w 1061
τόδε 1 w 1065
εἴρηται 1 w 1072
καὶ 12 w 1075
συνωμολογημένον 1 w 1090
ἡμῖν 4 w 1094
ἔμπροσθε 1 w 1102
κεῖται 1 w 1108
ΠΡΩ 9 w 1112
τὸ 9 w 1115
ποῖον 1 w 1120
ΣΩ 9 w 1123
ὡς 2 w 1126
τὸ 10 w 1128
μᾶλλόν 1 w 1134
τε 7 w 1136
καὶ 13 w 1139
ἧττον 1 w 1144
ἄμφω 1 w 1148
τούτω 2 w 1153
δέχεσθον 1 w 1161
λύπη 1 w 1166
τε 8 w 1168
καὶ 14 w 1171
ἡδονή 1 w 1176
καὶ 15 w 1180
ὅτι 1 w 1183
τῶν 2 w 1186
ἀπείρων 1 w 1193
εἴτην 1 w 1198
ΠΡΩ 10 w 1202
εἴρηται 2 w 1210
τί 4 w 1213
μήν 2 w 1216
ΣΩ 10 w 1219
τίς 1 w 1223
οὖν 3 w 1226
μηχανὴ 1 w 1232
ταῦτʼ 1 w 1237
ὀρθῶς 1 w 1242
κρίνεσθαι 1 w 1251
ΠΡΩ 11 w 1255
πῇ 1 w 1258
δὴ 4 w 1260
καὶ 16 w 1263
πῶς 2 w 1266
ΣΩ 11 w 1269
εἰ 3 w 1272
τὸ 11 w 1274
βούλημα 1 w 1281
ἡμῖν 5 w 1285
τῆς 2 w 1288
κρίσεως 1 w 1295
τούτων 2 w 1301
ἐν 8 w 1303
τοιούτοις 1 w 1312
τισὶ 1 w 1316
διαγνῶναι 1 w 1325
βούλεται 1 w 1333
ἑκάστοτε 1 w 1341
τίς 2 w 1344
τούτων 3 w 1350
πρὸς 3 w 1354
ἀλλήλας 2 w 1361
μείζων 1 w 1367
καὶ 17 w 1370
τίς 3 w 1373
ἐλάττων 1 w 1380
καὶ 18 w 1383
τίς 4 w 1386
μᾶλλον 1 w 1392
καὶ 19 w 1395
τίς 5 w 1398
σφοδροτέρα 1 w 1408
λύπη 2 w 1413
τε 10 w 1415
πρὸς 4 w 1419
ἡδονὴν 2 w 1425
καὶ 20 w 1428
λύπη 3 w 1432
πρὸς 5 w 1436
λύπην 1 w 1441
καὶ 21 w 1444
ἡδονὴ 3 w 1449
πρὸς 6 w 1453
ἡδονήν 1 w 1459
ΠΡΩ 12 w 1463
ἀλλʼ 2 w 1468
ἔστι 1 w 1472
ταῦτά 1 w 1477
τε 11 w 1479
τοιαῦτα 1 w 1486
καὶ 22 w 1489
15 w 1490
βούλησις 1 w 1498
τῆς 3 w 1501
κρίσεως 2 w 1508
αὕτη 1 w 1512
ΣΩ 12 w 1515
τί 10 w 1518
οὖν 4 w 1521
ἐν 9 w 1524
μὲν 5 w 1527
ὄψει 1 w 1531
τὸ 12 w 1533
πόρρωθεν 1 w 1541
καὶ 23 w 1544
ἐγγύθεν 1 w 1551
ὁρᾶν 1 w 1555
τὰ 4 w 1557
μεγέθη 1 w 1563
τὴν 3 w 1566
ἀλήθειαν 1 w 1574
ἀφανίζει 1 w 1582
καὶ 24 w 1585
ψευδῆ 1 w 1590
ποιεῖ 1 w 1595
δοξάζειν 1 w 1603
ἐν 10 w 1606
λύπαις 1 w 1612
δʼ 1 w 1614
ἄρα 2 w 1617
καὶ 25 w 1620
ἡδοναῖς 1 w 1627
οὐκ 3 w 1630
ἔστι 2 w 1634
ταὐτὸν 1 w 1640
τοῦτο 3 w 1645
γιγνόμενον 2 w 1655
ΠΡΩ 13 w 1659
πολὺ 1 w 1664
μὲν 6 w 1667
οὖν 5 w 1670
μᾶλλον 2 w 1676
4 w 1678
Σώκρατες 2 w 1686
ΣΩ 13 w 1689
ἐναντίον 1 w 1698
δὴ 5 w 1700
τὸ 14 w 1702
νῦν 1 w 1705
τῷ 2 w 1707
σμικρὸν 1 w 1714
ἔμπροσθε 2 w 1722
γέγονεν 1 w 1729
ΠΡΩ 14 w 1733
τὸ 15 w 1736
ποῖον 2 w 1741
λέγεις 1 w 1747
ΣΩ 14 w 1750
τότε 2 w 1755
μὲν 7 w 1758
αἱ 2 w 1760
δόξαι 1 w 1765
ψευδεῖς 2 w 1772
τε 14 w 1774
καὶ 26 w 1777
ἀληθεῖς 1 w 1784
αὗται 1 w 1789
γιγνόμεναι 1 w 1799
τὰς 4 w 1802
λύπας 3 w 1807
τε 15 w 1809
καὶ 27 w 1812
ἡδονὰς 3 w 1818
ἅμα 3 w 1821
τοῦ 5 w 1824
παρʼ 3 w 1828
αὑταῖς 1 w 1834
παθήματος 1 w 1843
ἀνεπίμπλασαν 1 w 1855
ΠΡΩ 15 w 1859
ἀληθέστατα 1 w 1870
ΣΩ 15 w 1873
νῦν 2 w 1877
δέ 2 w 1879
γε 5 w 1881
αὐταὶ 1 w 1886
διὰ 3 w 1889
τὸ 16 w 1891
πόρρωθέν 1 w 1899
τε 16 w 1901
καὶ 28 w 1904
ἐγγύθεν 2 w 1911
ἑκάστοτε 2 w 1919
μεταβαλλόμεναι 1 w 1933
θεωρεῖσθαι 1 w 1943
καὶ 29 w 1947
ἅμα 4 w 1950
τιθέμεναι 1 w 1959
παρʼ 4 w 1963
ἀλλήλας 3 w 1970
αἱ 3 w 1973
μὲν 8 w 1976
ἡδοναὶ 1 w 1982
παρὰ 1 w 1986
τὸ 17 w 1988
λυπηρὸν 1 w 1995
μείζους 1 w 2002
φαίνονται 1 w 2011
καὶ 30 w 2014
σφοδρότεραι 1 w 2025
λῦπαι 1 w 2031
δʼ 2 w 2033
αὖ 2 w 2035
διὰ 4 w 2038
τὸ 18 w 2040
παρʼ 5 w 2044
ἡδονὰς 4 w 2050
τοὐναντίον 2 w 2060
ἐκείναις 1 w 2068
ΠΡΩ 16 w 2072
ἀνάγκη 1 w 2079
γίγνεσθαι 3 w 2088
τὰ 6 w 2090
τοιαῦτα 2 w 2097
διὰ 5 w 2100
ταῦτα 3 w 2105
ΣΩ 16 w 2108
οὐκοῦν 3 w 2115
ὅσῳ 1 w 2118
μείζους 2 w 2125
τῶν 3 w 2128
οὐσῶν 2 w 2133
ἑκάτεραι 1 w 2141
καὶ 31 w 2144
ἐλάττους 1 w 2152
φαίνονται 2 w 2161
τοῦτο 4 w 2167
ἀποτεμόμενος 1 w 2179
ἑκατέρων 1 w 2187
τὸ 19 w 2189
φαινόμενον 1 w 2199
ἀλλʼ 3 w 2203
οὐκ 5 w 2206
ὄν 1 w 2208
οὔτε 1 w 2213
αὐτὸ 2 w 2217
ὀρθῶς 2 w 2222
φαινόμενον 2 w 2232
ἐρεῖς 1 w 2237
οὐδʼ 1 w 2242
αὖ 3 w 2244
ποτε 2 w 2248
τὸ 21 w 2250
ἐπὶ 1 w 2253
τούτῳ 2 w 2258
μέρος 1 w 2263
τῆς 4 w 2266
ἡδονῆς 1 w 2272
καὶ 32 w 2275
λύπης 1 w 2280
γιγνόμενον 3 w 2290
ὀρθόν 1 w 2295
τε 23 w 2297
καὶ 33 w 2300
ἀληθὲς 1 w 2306
τολμήσεις 1 w 2315
λέγειν 1 w 2321
ΠΡΩ 17 w 2325
οὐ 12 w 2328
γὰρ 5 w 2331
οὖν 6 w 2334
ΣΩ 17 w 2337
τούτων 4 w 2344
τοίνυν 3 w 2350
ἑξῆς 1 w 2354
ὀψόμεθα 1 w 2361
ἐὰν 1 w 2364
τῇδε 1 w 2368
ἀπαντῶμεν 1 w 2377
ἡδονὰς 5 w 2383
καὶ 34 w 2386
λύπας 4 w 2391
ψευδεῖς 3 w 2398
ἔτι 2 w 2401
μᾶλλον 3 w 2407
1 w 2408
ταύτας 1 w 2414
φαινομένας 1 w 2424
τε 24 w 2426
καὶ 35 w 2429
οὔσας 2 w 2434
ἐν 12 w 2436
τοῖς 3 w 2440
ζῴοις 1 w 2445
ΠΡΩ 18 w 2449
ποίας 1 w 2455
δὴ 6 w 2457
καὶ 36 w 2460
πῶς 3 w 2463
λέγεις 2 w 2469
ΣΩ 18 w 2472
εἴρηταί 1 w 2480
που 2 w 2483
πολλάκις 2 w 2491
ὅτι 2 w 2494
τῆς 5 w 2497
φύσεως 1 w 2503
ἑκάστων 1 w 2510
διαφθειρομένης 1 w 2524
μὲν 9 w 2527
συγκρίσεσι 1 w 2537
καὶ 37 w 2540
διακρίσεσι 1 w 2550
καὶ 38 w 2553
πληρώσεσι 1 w 2562
καὶ 39 w 2565
κενώσεσι 1 w 2573
καί 1 w 2576
τισιν 1 w 2581
αὔξαις 1 w 2587
καὶ 40 w 2590
φθίσεσι 1 w 2597
λῦπαί 1 w 2602
τε 25 w 2604
καὶ 41 w 2607
ἀλγηδόνες 1 w 2616
καὶ 42 w 2619
ὀδύναι 1 w 2625
καὶ 43 w 2628
πάνθʼ 1 w 2633
ὁπόσα 1 w 2638
τοιαῦτʼ 1 w 2645
ὀνόματα 1 w 2652
ἔχει 1 w 2656
συμβαίνει 1 w 2665
γιγνόμενα 2 w 2674
ΠΡΩ 19 w 2678
ναί 1 w 2682
ταῦτα 4 w 2688
εἴρηται 3 w 2695
πολλάκις 3 w 2703
ΣΩ 19 w 2706
εἰς 1 w 2710
δέ 3 w 2712
γε 8 w 2714
τὴν 4 w 2717
αὑτῶν 1 w 2722
φύσιν 1 w 2727
ὅταν 2 w 2731
καθιστῆται 1 w 2741
ταύτην 1 w 2748
αὖ 4 w 2750
τὴν 5 w 2753
κατάστασιν 1 w 2763
ἡδονὴν 3 w 2769
ἀπεδεξάμεθα 1 w 2780
παρʼ 6 w 2784
ἡμῶν 1 w 2788
αὐτῶν 1 w 2793
ΠΡΩ 20 w 2797
ὀρθῶς 3 w 2803
ΣΩ 20 w 2806
τί 13 w 2809
δʼ 4 w 2811
ὅταν 3 w 2815
περὶ 1 w 2819
τὸ 22 w 2821
σῶμα 3 w 2825
μηδὲν 1 w 2830
τούτων 5 w 2836
γιγνόμενον 4 w 2846
ἡμῶν 2 w 2850
2 w 2851
ΠΡΩ 21 w 2855
πότε 1 w 2860
δὲ 6 w 2862
τοῦτʼ 1 w 2867
ἂν 3 w 2869
γένοιτο 1 w 2876
5 w 2878
Σώκρατες 3 w 2886
ΣΩ 21 w 2889
οὐδὲν 1 w 2895
πρὸς 7 w 2899
λόγον 2 w 2904
ἐστίν 1 w 2909
6 w 2911
Πρώταρχε 2 w 2919
2 w 2921
σὺ 1 w 2923
νῦν 3 w 2926
ἤρου 1 w 2930
τὸ 23 w 2932
ἐρώτημα 1 w 2939
ΠΡΩ 22 w 2943
τί 15 w 2946
δή 2 w 2948
ΣΩ 22 w 2951
διότι 1 w 2957
τὴν 6 w 2960
ἐμὴν 1 w 2964
ἐρώτησιν 1 w 2972
οὐ 14 w 2974
κωλύεις 1 w 2981
με 32 w 2983
διερέσθαι 1 w 2992
σε 12 w 2994
πάλιν 1 w 2999
ΠΡΩ 23 w 3003
ποίαν 1 w 3009
ΣΩ 23 w 3012
εἰ 5 w 3015
δʼ 5 w 3017
οὖν 7 w 3020
μὴ 3 w 3022
γίγνοιτο 1 w 3030
7 w 3032
Πρώταρχε 3 w 3040
φήσω 1 w 3045
τὸ 24 w 3048
τοιοῦτον 1 w 3056
τί 16 w 3059
ποτε 3 w 3063
ἀναγκαῖον 1 w 3072
ἐξ 1 w 3074
αὐτοῦ 1 w 3079
συμβαίνειν 1 w 3089
ἡμῖν 6 w 3093
ΠΡΩ 24 w 3097
μὴ 4 w 3100
κινουμένου 1 w 3110
τοῦ 9 w 3113
σώματος 2 w 3120
ἐφʼ 1 w 3123
ἑκάτερα 2 w 3130
φῄς 1 w 3133
ΣΩ 24 w 3136
οὕτως 1 w 3142
ΠΡΩ 25 w 3146
δῆλον 1 w 3152
δὴ 7 w 3154
τοῦτό 1 w 3159
γε 9 w 3161
8 w 3163
Σώκρατες 4 w 3171
ὡς 3 w 3174
οὔτε 2 w 3178
ἡδονὴ 5 w 3183
γίγνοιτʼ 1 w 3191
ἂν 4 w 3193
ἐν 13 w 3195
τῷ 3 w 3197
τοιούτῳ 1 w 3204
ποτὲ 1 w 3208
οὔτʼ 1 w 3212
ἄν 2 w 3214
τις 2 w 3217
λύπη 6 w 3221
ΣΩ 25 w 3224
κάλλιστʼ 1 w 3233
εἶπες 1 w 3238
ἀλλὰ 2 w 3243
γὰρ 6 w 3246
οἶμαι 1 w 3251
τόδε 2 w 3255
λέγεις 3 w 3261
ὡς 4 w 3264
ἀεί 1 w 3267
τι 14 w 3269
τούτων 6 w 3275
ἀναγκαῖον 2 w 3284
ἡμῖν 7 w 3288
συμβαίνειν 2 w 3298
ὡς 5 w 3301
οἱ 1 w 3303
σοφοί 1 w 3308
φασιν 1 w 3313
ἀεὶ 1 w 3317
γὰρ 7 w 3320
ἅπαντα 1 w 3326
ἄνω 1 w 3329
τε 32 w 3331
καὶ 44 w 3334
κάτω 1 w 3338
ῥεῖ 1 w 3341
ΠΡΩ 26 w 3345
λέγουσι 1 w 3353
γὰρ 8 w 3356
οὖν 8 w 3359
καὶ 45 w 3363
δοκοῦσί 1 w 3370
γε 11 w 3372
οὐ 15 w 3374
φαύλως 1 w 3380
λέγειν 2 w 3386
ΣΩ 26 w 3389
πῶς 4 w 3393
γὰρ 9 w 3396
ἄν 4 w 3398
μὴ 5 w 3401
φαῦλοί 1 w 3407
γε 13 w 3409
ὄντες 1 w 3414
ἀλλὰ 3 w 3419
γὰρ 10 w 3422
ὑπεκστῆναι 1 w 3432
τὸν 3 w 3435
λόγον 3 w 3440
ἐπιφερόμενον 1 w 3452
τοῦτον 2 w 3458
βούλομαι 1 w 3466
τῇδʼ 1 w 3471
οὖν 9 w 3474
διανοοῦμαι 1 w 3484
φεύγειν 1 w 3491
καὶ 46 w 3495
σύ 1 w 3497
μοι 1 w 3500
σύμφευγε 1 w 3508
ΠΡΩ 27 w 3512
λέγε 7 w 3517
ὅπῃ 1 w 3520
ΣΩ 27 w 3523
ταῦτα 5 w 3529
μὲν 10 w 3532
τοίνυν 4 w 3538
οὕτως 2 w 3543
ἔστω 1 w 3547
φῶμεν 1 w 3553
πρὸς 8 w 3557
τούτους 1 w 3564
σὺ 2 w 3567
δʼ 7 w 3569
ἀπόκριναι 1 w 3578
πότερον 1 w 3585
ἀεὶ 2 w 3588
πάντα 1 w 3593
ὁπόσα 2 w 3599
πάσχει 1 w 3605
τι 15 w 3607
τῶν 6 w 3610
ἐμψύχων 1 w 3617
ταῦτʼ 2 w 3623
αἰσθάνεται 1 w 3633
τὸ 26 w 3635
πάσχον 1 w 3641
καὶ 47 w 3645
οὔτʼ 2 w 3649
αὐξανόμενοι 1 w 3660
λανθάνομεν 1 w 3670
ἡμᾶς 1 w 3674
αὐτοὺς 1 w 3680
οὔτε 3 w 3684
τι 16 w 3686
τῶν 7 w 3689
τοιούτων 1 w 3697
οὐδὲν 2 w 3702
πάσχοντες 1 w 3711
2 w 3713
πᾶν 1 w 3716
τοὐναντίον 3 w 3726
ΠΡΩ 28 w 3730
ἅπαν 2 w 3735
δήπου 2 w 3740
τοὐναντίον 4 w 3750
ὀλίγου 1 w 3757
γὰρ 11 w 3760
τά 4 w 3762
γε 17 w 3764
τοιαῦτα 3 w 3771
λέληθε 1 w 3777
πάνθʼ 2 w 3782
ἡμᾶς 2 w 3786
ΣΩ 28 w 3789
οὐ 19 w 3792
τοίνυν 5 w 3798
καλῶς 2 w 3803
ἡμῖν 8 w 3807
εἴρηται 4 w 3814
τὸ 27 w 3816
νυνδὴ 2 w 3821
ῥηθέν 1 w 3826
ὡς 6 w 3829
αἱ 4 w 3831
μεταβολαὶ 1 w 3840
κάτω 2 w 3844
τε 37 w 3846
καὶ 48 w 3849
ἄνω 2 w 3852
γιγνόμεναι 2 w 3862
λύπας 5 w 3867
τε 38 w 3869
καὶ 49 w 3872
ἡδονὰς 6 w 3878
ἀπεργάζονται 1 w 3890
ΠΡΩ 29 w 3894
τί 19 w 3897
μήν 3 w 3900
ΣΩ 29 w 3903
ὧδʼ 1 w 3907
ἔσται 1 w 3912
κάλλιον 1 w 3919
καὶ 50 w 3922
ἀνεπιληπτότερον 1 w 3937
τὸ 28 w 3939
λεγόμενον 1 w 3948
ΠΡΩ 30 w 3952
πῶς 5 w 3956
ΣΩ 30 w 3959
ὡς 7 w 3962
αἱ 5 w 3964
μὲν 11 w 3967
μεγάλαι 1 w 3974
μεταβολαὶ 2 w 3983
λύπας 6 w 3988
τε 40 w 3990
καὶ 51 w 3993
ἡδονὰς 7 w 3999
ποιοῦσιν 1 w 4007
ἡμῖν 9 w 4011
αἱ 6 w 4014
δʼ 9 w 4016
αὖ 5 w 4018
μέτριαί 1 w 4025
τε 41 w 4027
καὶ 52 w 4030
σμικραὶ 1 w 4037
τὸ 29 w 4039
παράπαν 1 w 4046
οὐδέτερα 1 w 4054
τούτων 7 w 4060
ΠΡΩ 31 w 4064
ὀρθότερον 1 w 4074
οὕτως 3 w 4079
3 w 4080
ʼκείνως 1 w 4087
9 w 4089
Σώκρατες 5 w 4097
ΣΩ 31 w 4100
οὐκοῦν 4 w 4107
εἰ 6 w 4109
ταῦτα 6 w 4114
οὕτω 4 w 4118
πάλιν 2 w 4124
5 w 4125
νυνδὴ 3 w 4130
ῥηθεὶς 1 w 4136
βίος 1 w 4140
ἂν 5 w 4142
ἥκοι 1 w 4146
ΠΡΩ 32 w 4150
ποῖος 1 w 4156
ΣΩ 32 w 4159
ὃν 1 w 4162
ἄλυπόν 1 w 4168
τε 45 w 4170
καὶ 53 w 4173
ἄνευ 1 w 4177
χαρμονῶν 1 w 4185
ἔφαμεν 1 w 4191
εἶναι 1 w 4196
ΠΡΩ 33 w 4200
ἀληθέστατα 2 w 4211
λέγεις 4 w 4217
ΣΩ 33 w 4220
ἐκ 2 w 4223
δὴ 10 w 4225
τούτων 8 w 4231
τιθῶμεν 1 w 4238
τριττοὺς 1 w 4246
ἡμῖν 10 w 4250
βίους 1 w 4255
ἕνα 1 w 4259
μὲν 12 w 4262
ἡδύν 1 w 4266
τὸν 4 w 4270
δʼ 10 w 4272
αὖ 6 w 4274
λυπηρόν 1 w 4281
τὸν 5 w 4285
δʼ 11 w 4287
ἕνα 2 w 4290
μηδέτερα 1 w 4298
4 w 4300
πῶς 6 w 4303
ἂν 6 w 4305
φαίης 1 w 4310
σὺ 3 w 4312
περὶ 2 w 4316
τούτων 9 w 4322
ΠΡΩ 34 w 4326
οὐκ 7 w 4330
ἄλλως 1 w 4335
ἔγωγε 1 w 4340
5 w 4341
ταύτῃ 1 w 4346
τρεῖς 1 w 4352
εἶναι 2 w 4357
τοὺς 3 w 4361
βίους 2 w 4366
ΣΩ 34 w 4369
οὐκοῦν 5 w 4376
οὐκ 9 w 4379
ἂν 7 w 4381
εἴη 1 w 4384
τὸ 32 w 4386
μὴ 6 w 4388
λυπεῖσθαί 1 w 4397
ποτε 4 w 4401
ταὐτὸν 2 w 4407
τῷ 4 w 4409
χαίρειν 1 w 4416
ΠΡΩ 35 w 4420
πῶς 7 w 4424
γὰρ 12 w 4427
ἄν 7 w 4429
ΣΩ 35 w 4432
ὁπόταν 2 w 4439
οὖν 10 w 4442
ἀκούσῃς 1 w 4449
ὡς 8 w 4451
ἥδιστον 1 w 4458
πάντων 1 w 4464
ἐστὶν 1 w 4469
ἀλύπως 1 w 4475
διατελεῖν 1 w 4484
τὸν 7 w 4487
βίον 1 w 4491
ἅπαντα 2 w 4497
τί 20 w 4500
τόθʼ 1 w 4504
ὑπολαμβάνεις 1 w 4516
λέγειν 3 w 4522
τὸν 8 w 4525
τοιοῦτον 2 w 4533
ΠΡΩ 36 w 4537
ἡδὺ 1 w 4541
λέγειν 4 w 4547
φαίνεται 2 w 4555
ἔμοιγε 1 w 4561
οὗτος 1 w 4566
τὸ 36 w 4568
μὴ 7 w 4570
λυπεῖσθαι 1 w 4579
ΣΩ 36 w 4582
τριῶν 1 w 4588
ὄντων 1 w 4593
οὖν 11 w 4596
ἡμῖν 11 w 4600
ὧντινων 1 w 4608
βούλει 1 w 4614
τίθει 1 w 4620
καλλίοσιν 1 w 4630
ἵνα 1 w 4633
ὀνόμασι 1 w 4640
χρώμεθα 1 w 4647
τὸ 37 w 4650
μὲν 13 w 4653
χρυσόν 1 w 4659
τὸ 38 w 4662
δʼ 12 w 4664
ἄργυρον 1 w 4671
τρίτον 1 w 4678
δὲ 9 w 4680
τὸ 39 w 4682
μηδέτερα 2 w 4690
τούτων 10 w 4696
ΠΡΩ 37 w 4700
κεῖται 2 w 4707
ΣΩ 37 w 4710
τὸ 40 w 4713
δὴ 11 w 4715
μηδέτερα 3 w 4723
τούτων 11 w 4729
ἔσθʼ 1 w 4733
ἡμῖν 12 w 4737
ὅπως 1 w 4741
θάτερα 1 w 4747
γένοιτο 2 w 4754
ἄν 8 w 4756
χρυσὸς 1 w 4763
6 w 4764
ἄργυρος 1 w 4771
ΠΡΩ 38 w 4775
καὶ 54 w 4779
πῶς 8 w 4782
ἄν 9 w 4784
ΣΩ 38 w 4787
οὐδʼ 2 w 4792
ἄρα 3 w 4795
7 w 4796
μέσος 1 w 4801
βίος 2 w 4805
ἡδὺς 1 w 4809
7 w 4810
λυπηρὸς 1 w 4817
λεγόμενος 1 w 4826
ὀρθῶς 4 w 4831
ἄν 10 w 4833
ποτε 5 w 4837
οὔτʼ 3 w 4841
εἰ 7 w 4843
δοξάζοι 1 w 4850
τις 3 w 4853
δοξάζοιτο 1 w 4863
οὔτʼ 4 w 4868
εἰ 8 w 4870
λέγοι 1 w 4875
λεχθείη 1 w 4883
κατά 3 w 4888
γε 23 w 4890
τὸν 9 w 4893
ὀρθὸν 1 w 4898
λόγον 4 w 4903
ΠΡΩ 39 w 4907
πῶς 9 w 4911
γὰρ 13 w 4914
ἄν 11 w 4916
ΣΩ 39 w 4919
ἀλλὰ 4 w 4924
μήν 4 w 4927
10 w 4929
ἑταῖρε 1 w 4935
λεγόντων 1 w 4944
γε 24 w 4946
ταῦτα 7 w 4951
καὶ 55 w 4954
δοξαζόντων 1 w 4964
αἰσθανόμεθα 1 w 4975
ΠΡΩ 40 w 4979
καὶ 56 w 4983
μάλα 1 w 4987
ΣΩ 40 w 4990
πότερον 2 w 4998
οὖν 12 w 5001
καὶ 57 w 5004
χαίρειν 2 w 5011
οἴονται 1 w 5018
τότε 4 w 5022
ὅταν 4 w 5026
μὴ 8 w 5028
λυπῶνται 1 w 5036
ΠΡΩ 41 w 5040
φασὶ 1 w 5045
γοῦν 2 w 5049
ΣΩ 41 w 5052
οὐκοῦν 6 w 5059
οἴονται 2 w 5066
τότε 5 w 5070
χαίρειν 3 w 5077
οὐ 27 w 5080
γὰρ 14 w 5083
ἂν 8 w 5085
ἔλεγόν 1 w 5091
που 4 w 5094
ΠΡΩ 42 w 5098
κινδυνεύει 1 w 5109
ΣΩ 42 w 5112
ψευδῆ 2 w 5118
γε 25 w 5120
μὴν 3 w 5123
δοξάζουσι 1 w 5132
περὶ 3 w 5136
τοῦ 12 w 5139
χαίρειν 4 w 5146
εἴπερ 3 w 5152
χωρὶς 2 w 5157
τοῦ 13 w 5160
μὴ 10 w 5162
λυπεῖσθαι 2 w 5171
καὶ 58 w 5174
τοῦ 14 w 5177
χαίρειν 5 w 5184
40 w 5185
φύσις 1 w 5190
ἑκατέρου 1 w 5198
ΠΡΩ 43 w 5202
καὶ 59 w 5206
μὴν 4 w 5209
χωρίς 1 w 5214
γε 26 w 5216
ἦν 4 w 5218
ΣΩ 43 w 5221
πότερον 3 w 5229
οὖν 13 w 5232
αἱρώμεθα 1 w 5240
παρʼ 7 w 5244
ἡμῖν 13 w 5248
ταῦτʼ 3 w 5253
εἶναι 3 w 5258
καθάπερ 2 w 5266
ἄρτι 1 w 5270
τρία 1 w 5275
8 w 5277
δύο 1 w 5280
μόνα 1 w 5284
λύπην 2 w 5290
μὲν 14 w 5293
κακὸν 1 w 5298
τοῖς 4 w 5302
ἀνθρώποις 1 w 5311
τὴν 7 w 5315
δʼ 14 w 5317
ἀπαλλαγὴν 1 w 5326
τῶν 8 w 5329
λυπῶν 2 w 5334
αὐτὸ 4 w 5339
τοῦτο 6 w 5344
ἀγαθὸν 1 w 5350
ὄν 4 w 5352
ἡδὺ 3 w 5356
προσαγορεύεσθαι 1 w 5371
ΠΡΩ 44 w 5375
πῶς 10 w 5379
δὴ 12 w 5381
νῦν 4 w 5384
τοῦτο 7 w 5389
11 w 5391
Σώκρατες 6 w 5399
ἐρωτώμεθα 1 w 5409
ὑφʼ 1 w 5412
ἡμῶν 3 w 5416
αὐτῶν 2 w 5421
οὐ 28 w 5424
γὰρ 15 w 5427
μανθάνω 1 w 5434
ΣΩ 44 w 5437
ὄντως 1 w 5443
γὰρ 16 w 5446
τοὺς 4 w 5450
πολεμίους 1 w 5459
Φιλήβου 1 w 5466
τοῦδε 1 w 5471
12 w 5473
Πρώταρχε 4 w 5481
οὐ 29 w 5484
μανθάνεις 1 w 5493
ΠΡΩ 45 w 5497
λέγεις 5 w 5504
δὲ 10 w 5506
αὐτοὺς 2 w 5512
τίνας 1 w 5517
ΣΩ 45 w 5520
καὶ 60 w 5524
μάλα 2 w 5528
δεινοὺς 1 w 5535
λεγομένους 1 w 5545
τὰ 7 w 5547
περὶ 4 w 5551
φύσιν 2 w 5556
οἳ 1 w 5559
τὸ 43 w 5561
παράπαν 2 w 5568
ἡδονὰς 8 w 5574
οὔ 11 w 5576
φασιν 2 w 5581
εἶναι 4 w 5586
ΠΡΩ 46 w 5590
τί 23 w 5593
μήν 5 w 5596
ΣΩ 46 w 5599
λυπῶν 3 w 5605
ταύτας 2 w 5611
εἶναι 5 w 5616
πάσας 1 w 5621
ἀποφυγάς 1 w 5629
ἃς 1 w 5632
νῦν 5 w 5635
οἱ 2 w 5637
περὶ 5 w 5641
Φίληβον 1 w 5648
ἡδονὰς 9 w 5654
ἐπονομάζουσιν 1 w 5667
ΠΡΩ 47 w 5671
τούτοις 2 w 5679
οὖν 14 w 5682
ἡμᾶς 3 w 5686
πότερα 1 w 5692
πείθεσθαι 1 w 5701
συμβουλεύεις 1 w 5713
9 w 5715
πῶς 11 w 5718
13 w 5720
Σώκρατες 7 w 5728
ΣΩ 47 w 5731
οὔκ 2 w 5735
ἀλλʼ 4 w 5740
ὥσπερ 1 w 5745
μάντεσι 1 w 5752
προσχρῆσθαί 1 w 5763
τισι 2 w 5767
μαντευομένοις 1 w 5781
οὐ 30 w 5783
τέχνῃ 1 w 5788
ἀλλά 1 w 5792
τινι 1 w 5796
δυσχερείᾳ 1 w 5805
φύσεως 2 w 5811
οὐκ 11 w 5814
ἀγεννοῦς 1 w 5822
λίαν 1 w 5826
μεμισηκότων 1 w 5837
τὴν 8 w 5840
τῆς 6 w 5843
ἡδονῆς 2 w 5849
δύναμιν 1 w 5856
καὶ 61 w 5859
νενομικότων 1 w 5870
οὐδὲν 3 w 5875
ὑγιές 1 w 5880
ὥστε 1 w 5885
καὶ 62 w 5888
αὐτὸ 5 w 5892
τοῦτο 8 w 5897
αὐτῆς 1 w 5902
τὸ 45 w 5904
ἐπαγωγὸν 1 w 5912
γοήτευμα 1 w 5920
οὐχ 1 w 5924
ἡδονήν 2 w 5930
εἶναι 6 w 5936
τούτοις 3 w 5944
μὲν 15 w 5947
οὖν 15 w 5950
ταῦτα 8 w 5955
ἂν 9 w 5957
προσχρήσαιο 1 w 5968
σκεψάμενος 1 w 5979
ἔτι 3 w 5982
καὶ 63 w 5985
τὰ 8 w 5987
ἄλλα 1 w 5991
αὐτῶν 3 w 5996
δυσχεράσματα 1 w 6008
μετὰ 1 w 6013
δὲ 12 w 6015
ταῦτα 9 w 6020
αἵ 1 w 6022
γέ 5 w 6024
μοι 3 w 6027
δοκοῦσιν 1 w 6035
ἡδοναὶ 2 w 6041
ἀληθεῖς 2 w 6048
εἶναι 7 w 6053
πεύσῃ 1 w 6058
ἵνα 2 w 6062
ἐξ 2 w 6064
ἀμφοῖν 1 w 6070
τοῖν 1 w 6074
λόγοιν 1 w 6080
σκεψάμενοι 1 w 6090
τὴν 9 w 6093
δύναμιν 2 w 6100
αὐτῆς 2 w 6105
παραθώμεθα 1 w 6115
πρὸς 9 w 6119
τὴν 10 w 6122
κρίσιν 1 w 6128
ΠΡΩ 48 w 6132
ὀρθῶς 5 w 6138
λέγεις 6 w 6144
ΣΩ 48 w 6147
μεταδιώκωμεν 1 w 6160
δὴ 13 w 6162
τούτους 2 w 6169
ὥσπερ 2 w 6175
συμμάχους 1 w 6184
κατὰ 1 w 6189
τὸ 46 w 6191
τῆς 9 w 6194
δυσχερείας 1 w 6204
αὐτῶν 4 w 6209
ἴχνος 1 w 6214
οἶμαι 2 w 6220
γὰρ 17 w 6223
τοιόνδε 1 w 6230
τι 24 w 6232
λέγειν 5 w 6238
αὐτούς 1 w 6244
ἀρχομένους 1 w 6255
ποθὲν 1 w 6260
ἄνωθεν 1 w 6266
ὡς 9 w 6269
εἰ 9 w 6271
βουληθεῖμεν 1 w 6282
ὁτουοῦν 1 w 6289
εἴδους 1 w 6295
τὴν 11 w 6298
φύσιν 3 w 6303
ἰδεῖν 1 w 6308
οἷον 1 w 6313
τὴν 12 w 6316
τοῦ 19 w 6319
σκληροῦ 1 w 6326
πότερον 4 w 6334
εἰς 2 w 6337
τὰ 11 w 6339
σκληρότατα 1 w 6349
ἀποβλέποντες 1 w 6361
οὕτως 4 w 6366
ἂν 10 w 6368
μᾶλλον 4 w 6374
συννοήσαιμεν 1 w 6386
10 w 6387
πρὸς 10 w 6391
τὰ 12 w 6393
πολλοστὰ 1 w 6401
σκληρότητι 1 w 6411
δεῖ 5 w 6415
δή 4 w 6417
σε 14 w 6419
14 w 6421
Πρώταρχε 5 w 6429
καθάπερ 3 w 6437
ἐμοί 1 w 6441
καὶ 64 w 6445
τούτοις 4 w 6452
τοῖς 5 w 6456
δυσχερέσιν 1 w 6466
ἀποκρίνεσθαι 1 w 6478
ΠΡΩ 49 w 6482
πάνυ 3 w 6487
μὲν 16 w 6490
οὖν 16 w 6493
καὶ 65 w 6497
λέγω 1 w 6501
γε 31 w 6503
αὐτοῖς 1 w 6509
ὅτι 3 w 6512
πρὸς 11 w 6516
τὰ 14 w 6518
πρῶτα 1 w 6523
μεγέθει 1 w 6530
ΣΩ 49 w 6533
οὐκοῦν 7 w 6540
εἰ 11 w 6542
καὶ 66 w 6545
τὸ 47 w 6547
τῆς 10 w 6550
ἡδονῆς 3 w 6556
γένος 1 w 6561
ἰδεῖν 2 w 6566
ἥντινά 1 w 6572
ποτʼ 1 w 6576
ἔχει 2 w 6580
φύσιν 4 w 6585
βουληθεῖμεν 2 w 6596
οὐκ 13 w 6600
εἰς 3 w 6603
τὰς 5 w 6606
πολλοστὰς 1 w 6615
ἡδονὰς 10 w 6621
ἀποβλεπτέον 1 w 6632
ἀλλʼ 5 w 6637
εἰς 4 w 6640
τὰς 7 w 6643
ἀκροτάτας 1 w 6652
καὶ 67 w 6655
σφοδροτάτας 1 w 6666
λεγομένας 1 w 6675
ΠΡΩ 50 w 6679
πᾶς 1 w 6683
ἄν 13 w 6685
σοι 1 w 6688
ταύτῃ 2 w 6693
συγχωροίη 1 w 6702
τὰ 18 w 6704
νῦν 6 w 6707
ΣΩ 50 w 6710
ἆρʼ 1 w 6714
οὖν 17 w 6717
αἱ 8 w 6720
πρόχειροί 1 w 6729
γε 32 w 6731
αἵπερ 1 w 6736
καὶ 68 w 6739
μέγισται 1 w 6747
τῶν 12 w 6750
ἡδονῶν 1 w 6756
4 w 6758
λέγομεν 1 w 6765
πολλάκις 4 w 6773
αἱ 9 w 6776
περὶ 6 w 6780
τὸ 48 w 6782
σῶμά 1 w 6786
εἰσιν 1 w 6791
αὗται 2 w 6796
ΠΡΩ 51 w 6800
πῶς 12 w 6804
γὰρ 18 w 6807
οὔ 13 w 6809
ΣΩ 51 w 6812
πότερον 5 w 6820
οὖν 18 w 6823
καὶ 69 w 6826
μείζους 3 w 6833
εἰσὶ 2 w 6837
καὶ 70 w 6840
γίγνονται 1 w 6849
περὶ 7 w 6853
τοὺς 6 w 6857
κάμνοντας 1 w 6866
ἐν 14 w 6868
ταῖς 2 w 6872
νόσοις 1 w 6878
11 w 6879
περὶ 8 w 6883
ὑγιαίνοντας 1 w 6894
εὐλαβηθῶμεν 1 w 6906
δὲ 13 w 6908
μὴ 12 w 6910
προπετῶς 1 w 6918
ἀποκρινόμενοι 1 w 6931
πταίσωμέν 1 w 6940
πῃ 2 w 6942
τάχα 1 w 6947
γὰρ 19 w 6950
ἴσως 2 w 6954
φαῖμεν 1 w 6960
ἂν 11 w 6962
περὶ 9 w 6966
ὑγιαίνοντας 2 w 6977
ΠΡΩ 52 w 6981
εἰκός 1 w 6987
γε 33 w 6989
ΣΩ 52 w 6992
τί 24 w 6995
δʼ 15 w 6997
οὐχ 2 w 7001
αὗται 3 w 7006
τῶν 13 w 7009
ἡδονῶν 2 w 7015
ὑπερβάλλουσιν 1 w 7028
ὧν 2 w 7031
ἂν 12 w 7033
καὶ 71 w 7036
ἐπιθυμίαι 2 w 7045
μέγισται 2 w 7053
προγίγνωνται 1 w 7065
ΠΡΩ 53 w 7069
τοῦτο 9 w 7075
μὲν 17 w 7078
ἀληθές 1 w 7084
ΣΩ 53 w 7087
ἀλλʼ 6 w 7092
οὐχ 3 w 7095
οἱ 3 w 7097
πυρέττοντες 1 w 7108
καὶ 72 w 7111
ἐν 15 w 7113
τοιούτοις 2 w 7122
νοσήμασιν 1 w 7131
ἐχόμενοι 1 w 7139
μᾶλλον 5 w 7145
διψῶσι 1 w 7151
καὶ 73 w 7154
ῥιγοῦσι 1 w 7161
καὶ 74 w 7164
πάντα 2 w 7169
ὁπόσα 3 w 7174
διὰ 6 w 7177
τοῦ 21 w 7180
σώματος 3 w 7187
εἰώθασι 1 w 7194
πάσχειν 1 w 7201
μᾶλλόν 2 w 7208
τʼ 14 w 7210
ἐνδείᾳ 1 w 7216
συγγίγνονται 1 w 7228
καὶ 75 w 7231
ἀποπληρουμένων 1 w 7245
μείζους 4 w 7252
ἡδονὰς 11 w 7258
ἴσχουσιν 1 w 7266
12 w 7268
τοῦτο 10 w 7273
οὐ 38 w 7275
φήσομεν 1 w 7282
ἀληθὲς 2 w 7288
εἶναι 8 w 7293
ΠΡΩ 54 w 7297
πάνυ 4 w 7302
μὲν 18 w 7305
οὖν 19 w 7308
νῦν 7 w 7311
ῥηθὲν 1 w 7316
φαίνεται 3 w 7324
ΣΩ 54 w 7327
τί 25 w 7330
οὖν 20 w 7333
ὀρθῶς 6 w 7339
ἂν 13 w 7341
φαινοίμεθα 1 w 7351
λέγοντες 1 w 7359
ὡς 10 w 7361
εἴ 14 w 7363
τις 4 w 7366
τὰς 8 w 7369
μεγίστας 1 w 7377
ἡδονὰς 12 w 7383
ἰδεῖν 3 w 7388
βούλοιτο 1 w 7396
οὐκ 14 w 7400
εἰς 5 w 7403
ὑγίειαν 1 w 7410
ἀλλʼ 7 w 7414
εἰς 6 w 7417
νόσον 1 w 7422
ἰόντας 1 w 7428
δεῖ 8 w 7431
σκοπεῖν 1 w 7438
ὅρα 1 w 7442
δὲ 14 w 7444
μή 7 w 7446
με 70 w 7448
ἡγῇ 1 w 7451
διανοούμενον 1 w 7463
ἐρωτᾶν 1 w 7469
σε 15 w 7471
εἰ 20 w 7473
πλείω 1 w 7478
χαίρουσιν 1 w 7487
οἱ 4 w 7489
σφόδρα 1 w 7495
νοσοῦντες 1 w 7504
τῶν 14 w 7507
ὑγιαινόντων 1 w 7518
ἀλλʼ 8 w 7523
οἴου 1 w 7527
μέγεθός 1 w 7534
με 72 w 7536
ζητεῖν 1 w 7542
ἡδονῆς 4 w 7548
καὶ 76 w 7552
τὸ 49 w 7554
σφόδρα 2 w 7560
περὶ 10 w 7564
τοῦ 23 w 7567
τοιούτου 1 w 7575
ποῦ 1 w 7578
ποτε 6 w 7582
γίγνεται 2 w 7590
ἑκάστοτε 3 w 7598
νοῆσαι 1 w 7605
γὰρ 20 w 7608
δεῖ 9 w 7611
φαμεν 2 w 7616
ἥντινα 1 w 7622
φύσιν 5 w 7627
ἔχει 3 w 7631
καὶ 77 w 7634
τίνα 2 w 7638
λέγουσιν 1 w 7646
οἱ 5 w 7648
φάσκοντες 1 w 7657
μηδʼ 1 w 7661
εἶναι 9 w 7666
τὸ 50 w 7668
παράπαν 3 w 7675
αὐτήν 1 w 7680
ΠΡΩ 55 w 7684
ἀλλὰ 5 w 7689
σχεδὸν 2 w 7695
ἕπομαι 1 w 7701
τῷ 5 w 7703
λόγῳ 1 w 7707
σου 1 w 7710
ΣΩ 55 w 7713
τάχα 2 w 7718
15 w 7720
Πρώταρχε 6 w 7728
οὐχ 4 w 7732
ἧττον 2 w 7737
δείξεις 1 w 7744
ἀπόκριναι 2 w 7754
γάρ 1 w 7757
ἐν 17 w 7760
ὕβρει 1 w 7765
μείζους 5 w 7772
ἡδονάς 2 w 7778
οὐ 41 w 7781
πλείους 1 w 7788
λέγω 2 w 7792
τῷ 6 w 7795
σφόδρα 3 w 7801
δὲ 15 w 7803
καὶ 78 w 7806
τῷ 7 w 7808
μᾶλλον 6 w 7814
ὑπερεχούσας 1 w 7825
ὁρᾷς 1 w 7830
13 w 7831
ἐν 18 w 7833
τῷ 8 w 7835
σώφρονι 1 w 7842
βίῳ 1 w 7845
λέγε 14 w 7850
δὲ 16 w 7852
προσέχων 1 w 7860
τὸν 10 w 7863
νοῦν 1 w 7867
ΠΡΩ 56 w 7871
ἀλλʼ 9 w 7876
ἔμαθον 1 w 7882
5 w 7883
λέγεις 7 w 7889
καὶ 79 w 7893
πολὺ 2 w 7897
τὸ 52 w 7899
διαφέρον 1 w 7907
ὁρῶ 1 w 7910
τοὺς 7 w 7915
μὲν 19 w 7918
γὰρ 21 w 7921
σώφρονάς 1 w 7929
που 5 w 7932
καὶ 80 w 7935
12 w 7936
παροιμιαζόμενος 1 w 7951
ἐπίσχει 1 w 7958
λόγος 1 w 7963
ἑκάστοτε 4 w 7971
13 w 7973
τὸ 53 w 7975
μηδὲν 2 w 7980
ἄγαν 1 w 7984
παρακελευόμενος 1 w 7999
1 w 8001
πείθονται 1 w 8010
τὸ 54 w 8013
δὲ 18 w 8015
τῶν 15 w 8018
ἀφρόνων 1 w 8025
τε 75 w 8027
καὶ 81 w 8030
ὑβριστῶν 1 w 8038
μέχρι 1 w 8043
μανίας 1 w 8049
59 w 8050
σφοδρὰ 1 w 8056
ἡδονὴ 6 w 8061
κατέχουσα 1 w 8070
περιβοήτους 1 w 8081
ἀπεργάζεται 1 w 8092
ΣΩ 56 w 8095
καλῶς 3 w 8101
καὶ 82 w 8105
εἴ 15 w 8107
γε 37 w 8109
τοῦθʼ 1 w 8114
οὕτως 5 w 8119
ἔχει 4 w 8123
δῆλον 2 w 8129
ὡς 11 w 8131
ἔν 1 w 8133
τινι 2 w 8137
πονηρίᾳ 2 w 8144
ψυχῆς 2 w 8149
καὶ 83 w 8152
τοῦ 25 w 8155
σώματος 4 w 8162
ἀλλʼ 10 w 8167
οὐκ 15 w 8170
ἐν 19 w 8172
ἀρετῇ 1 w 8177
μέγισται 3 w 8185
μὲν 20 w 8188
ἡδοναί 1 w 8194
μέγισται 4 w 8203
δὲ 19 w 8205
καὶ 84 w 8208
λῦπαι 2 w 8213
γίγνονται 3 w 8222
ΠΡΩ 57 w 8226
πάνυ 5 w 8231
μὲν 21 w 8234
οὖν 21 w 8237
ΣΩ 57 w 8240
οὐκοῦν 8 w 8247
τούτων 12 w 8253
τινὰς 1 w 8258
προελόμενον 1 w 8269
δεῖ 10 w 8272
σκοπεῖσθαι 1 w 8282
τίνα 3 w 8286
ποτὲ 2 w 8290
τρόπον 2 w 8296
ἐχούσας 1 w 8303
ἐλέγομεν 1 w 8311
αὐτὰς 1 w 8316
εἶναι 10 w 8321
μεγίστας 2 w 8329