Scaife ATLAS

CTS Library / Philebus

Philebus (11-15)

urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:11-15
Refs {'start': {'reference': '11', 'human_reference': 'None 11'}, 'end': {'reference': '15', 'human_reference': 'None 15'}}
Ancestors []
Children []
prev
plain textXML
next

11
11a
ΣΩ. ὅρα δή, Πρώταρχε, τίνα λόγον μέλλεις παρὰ Φιλήβου δέχεσθαι νυνὶ καὶ πρὸς τίνα τὸν παρʼ ἡμῖν ἀμφισβητεῖν,
11b
ἐὰν μή σοι κατὰ νοῦν λεγόμενος. βούλει συγκεφαλαιωσώμεθα ἑκάτερον;

ΠΡΩ. πάνυ μὲν οὖν.

ΣΩ. Φίληβος μὲν τοίνυν ἀγαθὸν εἶναί φησι τὸ χαίρειν πᾶσι ζῴοις καὶ τὴν ἡδονὴν καὶ τέρψιν, καὶ ὅσα τοῦ γένους ἐστὶ τούτου σύμφωνα· τὸ δὲ παρʼ ἡμῶν ἀμφισβήτημά ἐστι μὴ ταῦτα, ἀλλὰ τὸ φρονεῖν καὶ τὸ νοεῖν καὶ μεμνῆσθαι καὶ τὰ τούτων αὖ συγγενῆ, δόξαν τε ὀρθὴν καὶ ἀληθεῖς λογισμούς, τῆς γε ἡδονῆς ἀμείνω καὶ λῴω γίγνεσθαι σύμπασιν ὅσαπερ
11c
αὐτῶν δυνατὰ μεταλαβεῖν· δυνατοῖς δὲ μετασχεῖν ὠφελιμώτατον ἁπάντων εἶναι πᾶσι τοῖς οὖσί τε καὶ ἐσομένοις. μῶν οὐχ οὕτω πως λέγομεν, Φίληβε, ἑκάτεροι;

ΦΙ. πάντων μὲν οὖν μάλιστα, Σώκρατες.

ΣΩ. δέχῃ δὴ τοῦτον τὸν νῦν διδόμενον, Πρώταρχε, λόγον;

ΠΡΩ. ἀνάγκη δέχεσθαι· Φίληβος γὰρ ἡμῖν καλὸς ἀπείρηκεν.

ΣΩ. δεῖ δὴ περὶ αὐτῶν τρόπῳ παντὶ τἀληθές πῃ περανθῆναι;

11d
ΠΡΩ. δεῖ γὰρ οὖν.

ΣΩ. ἴθι δή, πρὸς τούτοις διομολογησώμεθα καὶ τόδε.

ΠΡΩ. τὸ ποῖον;

ΣΩ. ὡς νῦν ἡμῶν ἑκάτερος ἕξιν ψυχῆς καὶ διάθεσιν ἀποφαίνειν τινὰ ἐπιχειρήσει τὴν δυναμένην ἀνθρώποις πᾶσι τὸν βίον εὐδαίμονα παρέχειν. ἆρʼ οὐχ οὕτως;

ΠΡΩ. οὕτω μὲν οὖν.

ΣΩ. οὐκοῦν ὑμεῖς μὲν τὴν τοῦ χαίρειν, ἡμεῖς δʼ αὖ τὴν τοῦ φρονεῖν;

ΠΡΩ. ἔστι ταῦτα.

ΣΩ. τί δʼ ἂν ἄλλη τις κρείττων τούτων φανῇ; μῶν οὐκ,
11e
ἂν μὲν ἡδονῇ μᾶλλον φαίνηται συγγενής, ἡττώμεθα μὲν ἀμφότεροι τοῦ ταῦτα ἔχοντος βεβαίως βίου, κρατεῖ δὲ τῆς
12
12a
ἡδονῆς τὸν τῆς φρονήσεως;

ΠΡΩ. ναί.

ΣΩ. ἂν δέ γε φρονήσει, νικᾷ μὲν φρόνησις τὴν ἡδονήν, δὲ ἡττᾶται; ταῦθʼ οὕτως ὁμολογούμενά φατε, πῶς;

ΠΡΩ. ἐμοὶ γοῦν δοκεῖ.

ΣΩ. τί δὲ Φιλήβῳ; τί φῄς;

ΦΙ. ἐμοὶ μὲν πάντως νικᾶν ἡδονὴ δοκεῖ καὶ δόξει· σὺ δέ, Πρώταρχε, αὐτὸς γνώσῃ.

ΠΡΩ. παραδούς, Φίληβε, ἡμῖν τὸν λόγον οὐκ ἂν ἔτι κύριος εἴης τῆς πρὸς Σωκράτη ὁμολογίας καὶ τοὐναντίον.

12b
ΦΙ. ἀληθῆ λέγεις· ἀλλὰ γὰρ ἀφοσιοῦμαι καὶ μαρτύρομαι νῦν αὐτὴν τὴν θεόν.

ΠΡΩ. καὶ ἡμεῖς σοι τούτων γε αὐτῶν συμμάρτυρες ἂν εἶμεν, ὡς ταῦτα ἔλεγες λέγεις. ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἑξῆς, Σώκρατες, ὅμως καὶ μετὰ Φιλήβου ἑκόντος ὅπως ἂν ἐθέλῃ πειρώμεθα περαίνειν.

ΣΩ. πειρατέον, ἀπʼ αὐτῆς δὴ τῆς θεοῦ, ἣν ὅδε Ἀφροδίτην μὲν λέγεσθαί φησι, τὸ δʼ ἀληθέστατον αὐτῆς ὄνομα ἡδονὴν εἶναι.

ΠΡΩ. ὀρθότατα.

12c
ΣΩ. τὸ δʼ ἐμὸν δέος, Πρώταρχε, ἀεὶ πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατʼ ἄνθρωπον, ἀλλὰ πέρα τοῦ μεγίστου φόβου. καὶ νῦν τὴν μὲν Ἀφροδίτην, ὅπῃ ἐκείνῃ φίλον, ταύτῃ προσαγορεύω· τὴν δὲ ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον, καὶ ὅπερ εἶπον, ἀπʼ ἐκείνης ἡμᾶς ἀρχομένους ἐνθυμεῖσθαι δεῖ καὶ σκοπεῖν ἥντινα φύσιν ἔχει. ἔστι γάρ, ἀκούειν μὲν οὕτως ἁπλῶς, ἕν τι, μορφὰς δὲ δήπου παντοίας εἴληφε καί τινα τρόπον ἀνομοίους ἀλλήλαις. ἰδὲ γάρ· ἥδεσθαι μέν φαμεν
12d
τὸν ἀκολασταίνοντα ἄνθρωπον, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν· ἥδεσθαι δʼ αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστόν, ἥδεσθαι δʼ αὖ τὸν φρονοῦντα αὐτῷ τῷ φρονεῖν· καὶ τούτων τῶν ἡδονῶν ἑκατέρας πῶς ἄν τις ὁμοίας ἀλλήλαις εἶναι λέγων οὐκ ἀνόητος φαίνοιτο ἐνδίκως;

ΠΡΩ. εἰσὶ μὲν γὰρ ἀπʼ ἐναντίων, Σώκρατες, αὗται πραγμάτων, οὐ μὴν αὐταί γε ἀλλήλαις ἐναντίαι. πῶς γὰρ
12e
ἡδονῇ γε ἡδονὴ μὴ οὐχ ὁμοιότατον ἂν εἴη, τοῦτο αὐτὸ ἑαυτῷ, πάντων χρημάτων;

ΣΩ. καὶ γὰρ χρῶμα, δαιμόνιε, χρώματι· κατά γε αὐτὸ τοῦτο οὐδὲν διοίσει τὸ χρῶμα εἶναι πᾶν, τό γε μὴν μέλαν τῷ λευκῷ πάντες γιγνώσκομεν ὡς πρὸς τῷ διάφορον εἶναι καὶ ἐναντιώτατον ὂν τυγχάνει. καὶ δὴ καὶ σχῆμα σχήματι κατὰ ταὐτόν· γένει μέν ἐστι πᾶν ἕν, τὰ δὲ μέρη τοῖς μέρεσιν
13
13a
αὐτοῦ τὰ μὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητʼ ἔχοντα μυρίαν που τυγχάνει, καὶ πολλὰ ἕτερα οὕτως ἔχονθʼ εὑρήσομεν. ὥστε τούτῳ γε τῷ λόγῳ μὴ πίστευε, τῷ πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι. φοβοῦμαι δὲ μή τινας ἡδονὰς ἡδοναῖς εὑρήσομεν ἐναντίας.

ΠΡΩ. ἴσως· ἀλλὰ τί τοῦθʼ ἡμῶν βλάψει τὸν λόγον;

ΣΩ. ὅτι προσαγορεύεις αὐτὰ ἀνόμοια ὄντα ἑτέρῳ, φήσομεν, ὀνόματι· λέγεις γὰρ ἀγαθὰ πάντʼ εἶναι τὰ ἡδέα. τὸ μὲν οὖν μὴ οὐχὶ ἡδέα εἶναι τὰ ἡδέα λόγος οὐδεὶς ἀμφισβητεῖ·
13b
κακὰ δʼ ὄντα αὐτῶν τὰ πολλὰ καὶ ἀγαθὰ δέ, ὡς ἡμεῖς φαμέν, ὅμως πάντα σὺ προσαγορεύεις ἀγαθὰ αὐτά, ὁμολογῶν ἀνόμοια εἶναι, τῷ λόγῳ εἴ τίς σε προσαναγκάζοι. τί οὖν δὴ ταὐτὸν ἐν ταῖς κακαῖς ὁμοίως καὶ ἐν ἀγαθαῖς ἐνὸν πάσας ἡδονὰς ἀγαθὸν εἶναι προσαγορεύεις;

ΠΡΩ. πῶς λέγεις, Σώκρατες; οἴει γάρ τινα συγχωρήσεσθαι, θέμενον ἡδονὴν εἶναι τἀγαθόν, εἶτα ἀνέξεσθαί σου
13c
λέγοντος τὰς μὲν εἶναί τινας ἀγαθὰς ἡδονάς, τὰς δέ τινας ἑτέρας αὐτῶν κακάς;

ΣΩ. ἀλλʼ οὖν ἀνομοίους γε φήσεις αὐτὰς ἀλλήλαις εἶναι καί τινας ἐναντίας.

ΠΡΩ. οὔτι καθʼ ὅσον γε ἡδοναί.

ΣΩ. πάλιν εἰς τὸν αὐτὸν φερόμεθα λόγον, Πρώταρχε, οὐδʼ ἄρα ἡδονὴν ἡδονῆς διάφορον, ἀλλὰ πάσας ὁμοίας εἶναι φήσομεν, καὶ τὰ παραδείγματα ἡμᾶς τὰ νυνδὴ λεχθέντα οὐδὲν τιτρώσκει, πεισόμεθα δὲ καὶ ἐροῦμεν ἅπερ οἱ πάντων
13d
φαυλότατοί τε καὶ περὶ λόγους ἅμα νέοι.

ΠΡΩ. τὰ ποῖα δὴ λέγεις;

ΣΩ. ὅτι σε μιμούμενος ἐγὼ καὶ ἀμυνόμενος ἐὰν τολμῶ λέγειν ὡς τὸ ἀνομοιότατόν ἐστι τῷ ἀνομοιοτάτῳ πάντων ὁμοιότατον, ἕξω τὰ αὐτὰ σοὶ λέγειν, καὶ φανούμεθά γε νεώτεροι τοῦ δέοντος, καὶ λόγος ἡμῖν ἐκπεσὼν οἰχήσεται. πάλιν οὖν αὐτὸν ἀνακρουώμεθα, καὶ τάχʼ ἂν ἰόντες εἰς τὰς ὁμοίας ἴσως ἄν πως ἀλλήλοις συγχωρήσαιμεν.

13e
ΠΡΩ. λέγε πῶς;

ΣΩ. ἐμὲ θὲς ὑπὸ σοῦ πάλιν ἐρωτώμενον, Πρώταρχε.

ΠΡΩ. τὸ ποῖον δή;

ΣΩ. φρόνησίς τε καὶ ἐπιστήμη καὶ νοῦς καὶ πάνθʼ ὁπόσα δὴ κατʼ ἀρχὰς ἐγὼ θέμενος εἶπον ἀγαθά, διερωτώμενος ὅτι ποτʼ ἐστὶν ἀγαθόν, ἆρʼ οὐ ταὐτὸν πείσονται τοῦτο ὅπερ σὸς λόγος;

ΠΡΩ. πῶς;

ΣΩ. πολλαί τε αἱ συνάπασαι ἐπιστῆμαι δόξουσιν εἶναι καὶ ἀνόμοιοί τινες αὐτῶν ἀλλήλαις· εἰ δὲ καὶ ἐναντίαι πῃ
14
14a
γίγνονταί τινες, ἆρα ἄξιος ἂν εἴην τοῦ διαλέγεσθαι νῦν, εἰ φοβηθεὶς τοῦτο αὐτὸ μηδεμίαν ἀνόμοιον φαίην ἐπιστήμην ἐπιστήμῃ γίγνεσθαι, κἄπειθʼ ἡμῖν οὕτως λόγος ὥσπερ μῦθος ἀπολόμενος οἴχοιτο, αὐτοὶ δὲ σῳζοίμεθα ἐπί τινος ἀλογίας;

ΠΡΩ. ἀλλʼ οὐ μὴν δεῖ τοῦτο γενέσθαι, πλὴν τοῦ σωθῆναι. τό γε μήν μοι ἴσον τοῦ σοῦ τε καὶ ἐμοῦ λόγου ἀρέσκει· πολλαὶ μὲν ἡδοναὶ καὶ ἀνόμοιοι γιγνέσθων, πολλαὶ δὲ ἐπιστῆμαι καὶ διάφοροι.

14b
ΣΩ. τὴν τοίνυν διαφορότητα, Πρώταρχε, τοῦ ἀγαθοῦ τοῦ τʼ ἐμοῦ καὶ τοῦ σοῦ μὴ ἀποκρυπτόμενοι, κατατιθέντες δὲ εἰς τὸ μέσον, τολμῶμεν, ἄν πῃ ἐλεγχόμενοι μηνύσωσι πότερον ἡδονὴν τἀγαθὸν δεῖ λέγειν φρόνησιν τι τρίτον ἄλλο εἶναι. νῦν γὰρ οὐ δήπου πρός γε αὐτὸ τοῦτο φιλονικοῦμεν, ὅπως ἁγὼ τίθεμαι, ταῦτʼ ἔσται τὰ νικῶντα, ταῦθʼ σύ, τῷ δʼ ἀληθεστάτῳ δεῖ που συμμαχεῖν ἡμᾶς ἄμφω.

ΠΡΩ. δεῖ γὰρ οὖν.

14c
ΣΩ. τοῦτον τοίνυν τὸν λόγον ἔτι μᾶλλον διʼ ὁμολογίας βεβαιωσώμεθα.

ΠΡΩ. τὸν ποῖον δή;

ΣΩ. τὸν πᾶσι παρέχοντα ἀνθρώποις πράγματα ἑκοῦσί τε καὶ ἄκουσιν ἐνίοις καὶ ἐνίοτε.

ΠΡΩ. λέγε σαφέστερον.

ΣΩ. τὸν νυνδὴ παραπεσόντα λέγω, φύσει πως πεφυκότα θαυμαστόν. ἓν γὰρ δὴ τὰ πολλὰ εἶναι καὶ τὸ ἓν πολλὰ θαυμαστὸν λεχθέν, καὶ ῥᾴδιον ἀμφισβητῆσαι τῷ τούτων ὁποτερονοῦν τιθεμένῳ.

ΠΡΩ. ἆρʼ οὖν λέγεις ὅταν τις ἐμὲ φῇ Πρώταρχον ἕνα
14d
γεγονότα φύσει πολλοὺς εἶναι πάλιν τοὺς ἐμὲ καὶ ἐναντίους ἀλλήλοις, μέγαν καὶ σμικρὸν τιθέμενος καὶ βαρὺν καὶ κοῦφον τὸν αὐτὸν καὶ ἄλλα μυρία;

ΣΩ. σὺ μέν, Πρώταρχε, εἴρηκας τὰ δεδημευμένα τῶν θαυμαστῶν περὶ τὸ ἓν καὶ πολλά, συγκεχωρημένα δὲ ὡς ἔπος εἰπεῖν ὑπὸ πάντων ἤδη μὴ δεῖν τῶν τοιούτων ἅπτεσθαι, παιδαριώδη καὶ ῥᾴδια καὶ σφόδρα τοῖς λόγοις ἐμπόδια ὑπολαμβανόντων γίγνεσθαι, ἐπεὶ μηδὲ τὰ τοιάδε, ὅταν τις
14e
ἑκάστου τὰ μέλη τε καὶ ἅμα μέρη διελὼν τῷ λόγῳ, πάντα ταῦτα τὸ ἓν ἐκεῖνο εἶναι διομολογησάμενος, ἐλέγχῃ καταγελῶν ὅτι τέρατα διηνάγκασται φάναι, τό τε ἓν ὡς πολλά ἐστι καὶ ἄπειρα, καὶ τὰ πολλὰ ὡς ἓν μόνον.

ΠΡΩ. σὺ δὲ δὴ ποῖα, Σώκρατες, ἕτερα λέγεις, μήπω συγκεχωρημένα δεδήμευται περὶ τὸν αὐτὸν τοῦτον λόγον;

15
15a
ΣΩ. ὁπόταν, παῖ, τὸ ἓν μὴ τῶν γιγνομένων τε καὶ ἀπολλυμένων τις τιθῆται, καθάπερ ἀρτίως ἡμεῖς εἴπομεν. ἐνταυθοῖ μὲν γὰρ καὶ τὸ τοιοῦτον ἕν, ὅπερ εἴπομεν νυνδή, συγκεχώρηται τὸ μὴ δεῖν ἐλέγχειν· ὅταν δέ τις ἕνα ἄνθρωπον ἐπιχειρῇ τίθεσθαι καὶ βοῦν ἕνα καὶ τὸ καλὸν ἓν καὶ τὸ ἀγαθὸν ἕν, περὶ τούτων τῶν ἑνάδων καὶ τῶν τοιούτων πολλὴ σπουδὴ μετὰ διαιρέσεως ἀμφισβήτησις γίγνεται.

ΠΡΩ. πῶς;

15b
ΣΩ. πρῶτον μὲν εἴ τινας δεῖ τοιαύτας εἶναι μονάδας ὑπολαμβάνειν ἀληθῶς οὔσας· εἶτα πῶς αὖ ταύτας, μίαν ἑκάστην οὖσαν ἀεὶ τὴν αὐτὴν καὶ μήτε γένεσιν μήτε ὄλεθρον προσδεχομένην, ὅμως εἶναι βεβαιότατα μίαν ταύτην; μετὰ δὲ τοῦτʼ ἐν τοῖς γιγνομένοις αὖ καὶ ἀπείροις εἴτε διεσπασμένην καὶ πολλὰ γεγονυῖαν θετέον, εἴθʼ ὅλην αὐτὴν αὑτῆς χωρίς, δὴ πάντων ἀδυνατώτατον φαίνοιτʼ ἄν, ταὐτὸν καὶ ἓν ἅμα ἐν ἑνί τε καὶ πολλοῖς γίγνεσθαι. ταῦτʼ ἔστι τὰ
15c
περὶ τὰ τοιαῦτα ἓν καὶ πολλά, ἀλλʼ οὐκ ἐκεῖνα, Πρώταρχε, ἁπάσης ἀπορίας αἴτια μὴ καλῶς ὁμολογηθέντα καὶ εὐπορίας ἂν αὖ καλῶς.

ΠΡΩ. οὐκοῦν χρὴ τοῦθʼ ἡμᾶς, Σώκρατες, ἐν τῷ νῦν πρῶτον διαπονήσασθαι;

ΣΩ. ὡς γοῦν ἐγὼ φαίην ἄν.

ΠΡΩ. καὶ πάντας τοίνυν ἡμᾶς ὑπόλαβε συγχωρεῖν σοι τούσδε τὰ τοιαῦτα· Φίληβον δʼ ἴσως κράτιστον ἐν τῷ νῦν ἐπερωτῶντα μὴ κινεῖν εὖ κείμενον.

15d
ΣΩ. εἶεν· πόθεν οὖν τις ταύτης ἄρξηται πολλῆς οὔσης καὶ παντοίας περὶ τὰ ἀμφισβητούμενα μάχης; ἆρʼ ἐνθένδε;

ΠΡΩ. πόθεν;

ΣΩ. φαμέν που ταὐτὸν ἓν καὶ πολλὰ ὑπὸ λόγων γιγνόμενα περιτρέχειν πάντῃ καθʼ ἕκαστον τῶν λεγομένων ἀεί, καὶ πάλαι καὶ νῦν. καὶ τοῦτο οὔτε μὴ παύσηταί ποτε οὔτε ἤρξατο νῦν, ἀλλʼ ἔστι τὸ τοιοῦτον, ὡς ἐμοὶ φαίνεται, τῶν λόγων αὐτῶν ἀθάνατόν τι καὶ ἀγήρων πάθος ἐν ἡμῖν· δὲ πρῶτον αὐτοῦ γευσάμενος ἑκάστοτε τῶν νέων, ἡσθεὶς ὥς
15e
τινα σοφίας ηὑρηκὼς θησαυρόν, ὑφʼ ἡδονῆς ἐνθουσιᾷ τε καὶ πάντα κινεῖ λόγον ἅσμενος, τοτὲ μὲν ἐπὶ θάτερα κυκλῶν καὶ συμφύρων εἰς ἕν, τοτὲ δὲ πάλιν ἀνειλίττων καὶ διαμερίζων, εἰς ἀπορίαν αὑτὸν μὲν πρῶτον καὶ μάλιστα καταβάλλων, δεύτερον δʼ ἀεὶ τὸν ἐχόμενον, ἄντε νεώτερος ἄντε πρεσβύτερος ἄντε ἧλιξ ὢν τυγχάνῃ, φειδόμενος οὔτε πατρὸς οὔτε μητρὸς
16
16a
οὔτε ἄλλου τῶν ἀκουόντων οὐδενός, ὀλίγου δὲ καὶ τῶν ἄλλων ζῴων, οὐ μόνον τῶν ἀνθρώπων, ἐπεὶ βαρβάρων γε οὐδενὸς ἂν φείσαιτο, εἴπερ μόνον ἑρμηνέα ποθὲν ἔχοι.

ΣΩ 1 w 2
ὅρα 1 w 6
δή 1 w 8
Πρώταρχε 1 w 17
τίνα 1 w 22
λόγον 1 w 27
μέλλεις 1 w 34
παρὰ 1 w 38
Φιλήβου 1 w 45
δέχεσθαι 1 w 53
νυνὶ 1 w 57
καὶ 1 w 60
πρὸς 1 w 64
τίνα 2 w 68
τὸν 1 w 71
παρʼ 1 w 75
ἡμῖν 1 w 79
ἀμφισβητεῖν 1 w 90
ἐὰν 1 w 94
μή 1 w 96
σοι 1 w 99
κατὰ 1 w 103
νοῦν 1 w 107
1 w 108
λεγόμενος 1 w 117
βούλει 1 w 124
συγκεφαλαιωσώμεθα 1 w 141
ἑκάτερον 1 w 149
ΠΡΩ 1 w 153
πάνυ 1 w 158
μὲν 1 w 161
οὖν 1 w 164
ΣΩ 2 w 167
Φίληβος 1 w 175
μὲν 2 w 178
τοίνυν 1 w 184
ἀγαθὸν 1 w 190
εἶναί 1 w 195
φησι 1 w 199
τὸ 2 w 201
χαίρειν 1 w 208
πᾶσι 1 w 212
ζῴοις 1 w 217
καὶ 2 w 220
τὴν 1 w 223
ἡδονὴν 1 w 229
καὶ 3 w 232
τέρψιν 1 w 238
καὶ 4 w 242
ὅσα 1 w 245
τοῦ 1 w 248
γένους 1 w 254
ἐστὶ 1 w 258
τούτου 1 w 264
σύμφωνα 1 w 271
τὸ 3 w 274
δὲ 1 w 276
παρʼ 2 w 280
ἡμῶν 1 w 284
ἀμφισβήτημά 1 w 295
ἐστι 1 w 299
μὴ 1 w 301
ταῦτα 1 w 306
ἀλλὰ 1 w 311
τὸ 4 w 313
φρονεῖν 1 w 320
καὶ 5 w 323
τὸ 5 w 325
νοεῖν 1 w 330
καὶ 6 w 333
μεμνῆσθαι 1 w 342
καὶ 7 w 345
τὰ 2 w 347
τούτων 1 w 353
αὖ 1 w 355
συγγενῆ 1 w 362
δόξαν 1 w 368
τε 3 w 370
ὀρθὴν 1 w 375
καὶ 8 w 378
ἀληθεῖς 1 w 385
λογισμούς 1 w 394
τῆς 1 w 398
γε 2 w 400
ἡδονῆς 1 w 406
ἀμείνω 1 w 412
καὶ 9 w 415
λῴω 1 w 418
γίγνεσθαι 1 w 427
σύμπασιν 1 w 435
ὅσαπερ 1 w 441
αὐτῶν 1 w 446
δυνατὰ 1 w 452
μεταλαβεῖν 1 w 462
δυνατοῖς 1 w 471
δὲ 2 w 473
μετασχεῖν 1 w 482
ὠφελιμώτατον 1 w 494
ἁπάντων 1 w 501
εἶναι 1 w 506
πᾶσι 2 w 510
τοῖς 2 w 514
οὖσί 1 w 518
τε 4 w 520
καὶ 10 w 523
ἐσομένοις 1 w 532
μῶν 2 w 536
οὐχ 1 w 539
οὕτω 1 w 543
πως 1 w 546
λέγομεν 1 w 553
1 w 555
Φίληβε 1 w 561
ἑκάτεροι 1 w 570
ΦΙ 1 w 573
πάντων 2 w 580
μὲν 3 w 583
οὖν 2 w 586
μάλιστα 1 w 593
2 w 595
Σώκρατες 1 w 603
ΣΩ 3 w 606
δέχῃ 1 w 611
δὴ 1 w 613
τοῦτον 1 w 619
τὸν 2 w 622
νῦν 1 w 625
διδόμενον 1 w 634
3 w 636
Πρώταρχε 2 w 644
λόγον 2 w 650
ΠΡΩ 2 w 654
ἀνάγκη 1 w 661
δέχεσθαι 2 w 669
Φίληβος 2 w 677
γὰρ 1 w 680
ἡμῖν 2 w 684
1 w 685
καλὸς 1 w 690
ἀπείρηκεν 1 w 699
ΣΩ 4 w 702
δεῖ 1 w 706
δὴ 2 w 708
περὶ 1 w 712
αὐτῶν 2 w 717
τρόπῳ 1 w 722
παντὶ 1 w 727
τἀληθές 1 w 734
πῃ 1 w 736
περανθῆναι 1 w 746
ΠΡΩ 3 w 750
δεῖ 2 w 754
γὰρ 2 w 757
οὖν 3 w 760
ΣΩ 5 w 763
ἴθι 1 w 767
δή 2 w 769
πρὸς 2 w 774
τούτοις 1 w 781
διομολογησώμεθα 1 w 796
καὶ 11 w 799
τόδε 1 w 803
ΠΡΩ 4 w 807
τὸ 7 w 810
ποῖον 1 w 815
ΣΩ 6 w 818
ὡς 1 w 821
νῦν 2 w 824
ἡμῶν 2 w 828
ἑκάτερος 1 w 836
ἕξιν 1 w 840
ψυχῆς 1 w 845
καὶ 12 w 848
διάθεσιν 1 w 856
ἀποφαίνειν 1 w 866
τινὰ 1 w 870
ἐπιχειρήσει 1 w 881
τὴν 2 w 884
δυναμένην 1 w 893
ἀνθρώποις 1 w 902
πᾶσι 3 w 906
τὸν 3 w 909
βίον 1 w 913
εὐδαίμονα 1 w 922
παρέχειν 1 w 930
ἆρʼ 1 w 934
οὐχ 2 w 937
οὕτως 1 w 942
ΠΡΩ 5 w 946
οὕτω 3 w 951
μὲν 4 w 954
οὖν 4 w 957
ΣΩ 7 w 960
οὐκοῦν 1 w 967
ὑμεῖς 1 w 972
μὲν 5 w 975
τὴν 3 w 978
τοῦ 3 w 981
χαίρειν 2 w 988
ἡμεῖς 1 w 994
δʼ 1 w 996
αὖ 2 w 998
τὴν 4 w 1001
τοῦ 4 w 1004
φρονεῖν 2 w 1011
ΠΡΩ 6 w 1015
ἔστι 1 w 1020
ταῦτα 2 w 1025
ΣΩ 8 w 1028
τί 3 w 1031
δʼ 2 w 1033
ἂν 1 w 1035
ἄλλη 1 w 1039
τις 1 w 1042
κρείττων 1 w 1050
τούτων 2 w 1056
φανῇ 1 w 1060
μῶν 4 w 1064
οὐκ 2 w 1067
ἂν 2 w 1070
μὲν 6 w 1073
ἡδονῇ 1 w 1078
μᾶλλον 1 w 1084
φαίνηται 1 w 1092
συγγενής 1 w 1100
ἡττώμεθα 1 w 1109
μὲν 7 w 1112
ἀμφότεροι 1 w 1121
τοῦ 5 w 1124
ταῦτα 3 w 1129
ἔχοντος 1 w 1136
βεβαίως 1 w 1143
βίου 1 w 1147
κρατεῖ 1 w 1154
δὲ 3 w 1156
2 w 1157
τῆς 2 w 1160
ἡδονῆς 2 w 1166
τὸν 4 w 1169
τῆς 3 w 1172
φρονήσεως 1 w 1181
ΠΡΩ 7 w 1185
ναί 2 w 1189
ΣΩ 9 w 1192
ἂν 3 w 1195
δέ 4 w 1197
γε 4 w 1199
φρονήσει 1 w 1207
νικᾷ 1 w 1212
μὲν 8 w 1215
φρόνησις 1 w 1223
τὴν 5 w 1226
ἡδονήν 1 w 1232
12 w 1234
δὲ 4 w 1236
ἡττᾶται 1 w 1243
ταῦθʼ 1 w 1249
οὕτως 2 w 1254
ὁμολογούμενά 1 w 1266
φατε 1 w 1270
1 w 1272
πῶς 1 w 1275
ΠΡΩ 8 w 1279
ἐμοὶ 1 w 1284
γοῦν 1 w 1288
δοκεῖ 1 w 1293
ΣΩ 10 w 1296
τί 4 w 1299
δὲ 5 w 1301
Φιλήβῳ 1 w 1307
τί 5 w 1310
φῄς 1 w 1313
ΦΙ 2 w 1316
ἐμοὶ 2 w 1321
μὲν 9 w 1324
πάντως 1 w 1330
νικᾶν 1 w 1335
ἡδονὴ 2 w 1340
δοκεῖ 2 w 1345
καὶ 13 w 1348
δόξει 1 w 1353
σὺ 1 w 1356
δέ 5 w 1358
Πρώταρχε 3 w 1367
αὐτὸς 1 w 1373
γνώσῃ 1 w 1378
ΠΡΩ 9 w 1382
παραδούς 1 w 1391
4 w 1393
Φίληβε 2 w 1399
ἡμῖν 3 w 1404
τὸν 5 w 1407
λόγον 3 w 1412
οὐκ 3 w 1415
ἂν 4 w 1417
ἔτι 1 w 1420
κύριος 1 w 1426
εἴης 1 w 1430
τῆς 4 w 1433
πρὸς 3 w 1437
Σωκράτη 1 w 1444
ὁμολογίας 1 w 1453
2 w 1454
καὶ 14 w 1457
τοὐναντίον 1 w 1467
ΦΙ 3 w 1470
ἀληθῆ 1 w 1476
λέγεις 1 w 1482
ἀλλὰ 2 w 1487
γὰρ 3 w 1490
ἀφοσιοῦμαι 1 w 1500
καὶ 15 w 1503
μαρτύρομαι 1 w 1513
νῦν 3 w 1516
αὐτὴν 1 w 1521
τὴν 7 w 1524
θεόν 1 w 1528
ΠΡΩ 10 w 1532
καὶ 16 w 1536
ἡμεῖς 2 w 1541
σοι 2 w 1544
τούτων 3 w 1550
γε 6 w 1552
αὐτῶν 3 w 1557
συμμάρτυρες 1 w 1568
ἂν 5 w 1570
εἶμεν 1 w 1575
ὡς 2 w 1578
ταῦτα 4 w 1583
ἔλεγες 1 w 1589
1 w 1590
λέγεις 2 w 1596
ἀλλὰ 3 w 1601
δὴ 3 w 1603
τὰ 4 w 1605
μετὰ 1 w 1609
ταῦτα 5 w 1614
ἑξῆς 1 w 1618
5 w 1620
Σώκρατες 2 w 1628
ὅμως 1 w 1633
καὶ 17 w 1636
μετὰ 2 w 1640
Φιλήβου 2 w 1647
ἑκόντος 1 w 1654
3 w 1655
ὅπως 1 w 1659
ἂν 6 w 1661
ἐθέλῃ 1 w 1666
πειρώμεθα 1 w 1675
περαίνειν 1 w 1684
ΣΩ 11 w 1687
πειρατέον 1 w 1697
ἀπʼ 1 w 1701
αὐτῆς 1 w 1706
δὴ 4 w 1708
τῆς 6 w 1711
θεοῦ 1 w 1715
ἣν 1 w 1718
ὅδε 1 w 1721
Ἀφροδίτην 1 w 1730
μὲν 10 w 1733
λέγεσθαί 1 w 1741
φησι 2 w 1745
τὸ 12 w 1748
δʼ 3 w 1750
ἀληθέστατον 1 w 1761
αὐτῆς 2 w 1766
ὄνομα 1 w 1771
ἡδονὴν 2 w 1777
εἶναι 2 w 1782
ΠΡΩ 11 w 1786
ὀρθότατα 1 w 1795
ΣΩ 12 w 1798
τὸ 13 w 1801
δʼ 4 w 1803
ἐμὸν 1 w 1807
δέος 1 w 1811
6 w 1813
Πρώταρχε 4 w 1821
ἀεὶ 1 w 1825
πρὸς 4 w 1829
τὰ 7 w 1831
τῶν 4 w 1834
θεῶν 1 w 1838
ὀνόματα 1 w 1845
οὐκ 4 w 1848
ἔστι 2 w 1852
κατʼ 1 w 1856
ἄνθρωπον 1 w 1864
ἀλλὰ 4 w 1869
πέρα 1 w 1873
τοῦ 6 w 1876
μεγίστου 1 w 1884
φόβου 1 w 1889
καὶ 18 w 1893
νῦν 4 w 1896
τὴν 8 w 1899
μὲν 11 w 1902
Ἀφροδίτην 2 w 1911
ὅπῃ 1 w 1915
ἐκείνῃ 1 w 1921
φίλον 1 w 1926
ταύτῃ 1 w 1932
προσαγορεύω 1 w 1943
τὴν 9 w 1947
δὲ 6 w 1949
ἡδονὴν 3 w 1955
οἶδα 1 w 1959
ὡς 3 w 1961
ἔστι 3 w 1965
ποικίλον 1 w 1973
καὶ 19 w 1977
ὅπερ 1 w 1981
εἶπον 1 w 1986
ἀπʼ 2 w 1990
ἐκείνης 1 w 1997
ἡμᾶς 1 w 2001
ἀρχομένους 1 w 2011
ἐνθυμεῖσθαι 1 w 2022
δεῖ 3 w 2025
καὶ 20 w 2028
σκοπεῖν 1 w 2035
ἥντινα 1 w 2041
φύσιν 1 w 2046
ἔχει 1 w 2050
ἔστι 4 w 2055
γάρ 1 w 2058
ἀκούειν 1 w 2066
μὲν 12 w 2069
οὕτως 3 w 2074
ἁπλῶς 1 w 2079
ἕν 1 w 2082
τι 10 w 2084
μορφὰς 1 w 2091
δὲ 7 w 2093
δήπου 1 w 2098
παντοίας 1 w 2106
εἴληφε 1 w 2112
καί 1 w 2115
τινα 2 w 2119
τρόπον 1 w 2125
ἀνομοίους 1 w 2134
ἀλλήλαις 1 w 2142
ἰδὲ 1 w 2146
γάρ 2 w 2149
ἥδεσθαι 1 w 2157
μέν 4 w 2160
φαμεν 1 w 2165
τὸν 6 w 2168
ἀκολασταίνοντα 1 w 2182
ἄνθρωπον 2 w 2190
ἥδεσθαι 2 w 2198
δὲ 9 w 2200
καὶ 21 w 2203
τὸν 7 w 2206
σωφρονοῦντα 1 w 2217
αὐτῷ 1 w 2221
τῷ 2 w 2223
σωφρονεῖν 1 w 2232
ἥδεσθαι 3 w 2240
δʼ 5 w 2242
αὖ 3 w 2244
καὶ 22 w 2247
τὸν 8 w 2250
ἀνοηταίνοντα 1 w 2262
καὶ 23 w 2265
ἀνοήτων 1 w 2272
δοξῶν 1 w 2277
καὶ 24 w 2280
ἐλπίδων 1 w 2287
μεστόν 1 w 2293
ἥδεσθαι 4 w 2301
δʼ 6 w 2303
αὖ 4 w 2305
τὸν 9 w 2308
φρονοῦντα 2 w 2317
αὐτῷ 2 w 2321
τῷ 4 w 2323
φρονεῖν 4 w 2330
καὶ 25 w 2334
τούτων 4 w 2340
τῶν 5 w 2343
ἡδονῶν 1 w 2349
ἑκατέρας 1 w 2357
πῶς 2 w 2360
ἄν 3 w 2362
τις 2 w 2365
ὁμοίας 1 w 2371
ἀλλήλαις 2 w 2379
εἶναι 3 w 2384
λέγων 1 w 2389
οὐκ 5 w 2392
ἀνόητος 1 w 2399
φαίνοιτο 1 w 2407
ἐνδίκως 1 w 2414
ΠΡΩ 12 w 2418
εἰσὶ 1 w 2423
μὲν 13 w 2426
γὰρ 4 w 2429
ἀπʼ 3 w 2432
ἐναντίων 1 w 2440
7 w 2442
Σώκρατες 3 w 2450
αὗται 1 w 2456
πραγμάτων 1 w 2465
οὐ 9 w 2468
μὴν 1 w 2471
αὐταί 1 w 2476
γε 10 w 2478
ἀλλήλαις 3 w 2486
ἐναντίαι 1 w 2494
πῶς 3 w 2498
γὰρ 5 w 2501
ἡδονῇ 2 w 2506
γε 11 w 2508
ἡδονὴ 5 w 2513
μὴ 3 w 2515
οὐχ 3 w 2518
ὁμοιότατον 1 w 2528
ἂν 7 w 2530
εἴη 2 w 2533
τοῦτο 2 w 2539
αὐτὸ 2 w 2543
ἑαυτῷ 1 w 2548
πάντων 3 w 2555
χρημάτων 1 w 2563
ΣΩ 13 w 2566
καὶ 26 w 2570
γὰρ 6 w 2573
χρῶμα 1 w 2578
8 w 2580
δαιμόνιε 1 w 2588
χρώματι 1 w 2596
κατά 1 w 2601
γε 12 w 2603
αὐτὸ 3 w 2607
τοῦτο 3 w 2612
οὐδὲν 1 w 2617
διοίσει 1 w 2624
τὸ 20 w 2626
χρῶμα 2 w 2631
εἶναι 4 w 2636
πᾶν 1 w 2639
τό 3 w 2642
γε 13 w 2644
μὴν 2 w 2647
μέλαν 1 w 2652
τῷ 6 w 2654
λευκῷ 1 w 2659
πάντες 1 w 2665
γιγνώσκομεν 1 w 2676
ὡς 4 w 2678
πρὸς 5 w 2682
τῷ 7 w 2684
διάφορον 1 w 2692
εἶναι 5 w 2697
καὶ 27 w 2700
ἐναντιώτατον 1 w 2712
ὂν 1 w 2714
τυγχάνει 1 w 2722
καὶ 28 w 2726
δὴ 5 w 2728
καὶ 29 w 2731
σχῆμα 1 w 2736
σχήματι 1 w 2743
κατὰ 2 w 2747
ταὐτόν 1 w 2753
γένει 1 w 2759
μέν 5 w 2762
ἐστι 2 w 2766
πᾶν 2 w 2769
ἕν 2 w 2771
τὰ 9 w 2774
δὲ 11 w 2776
μέρη 1 w 2780
τοῖς 3 w 2784
μέρεσιν 1 w 2791
αὐτοῦ 1 w 2796
τὰ 10 w 2798
μὲν 14 w 2801
ἐναντιώτατα 1 w 2812
ἀλλήλοις 1 w 2820
τὰ 11 w 2823
δὲ 12 w 2825
διαφορότητʼ 1 w 2836
ἔχοντα 1 w 2842
μυρίαν 1 w 2848
που 2 w 2851
τυγχάνει 2 w 2859
καὶ 30 w 2863
πολλὰ 1 w 2868
ἕτερα 1 w 2873
οὕτως 4 w 2878
ἔχονθʼ 1 w 2884
εὑρήσομεν 1 w 2893
ὥστε 1 w 2898
τούτῳ 1 w 2903
γε 14 w 2905
τῷ 8 w 2907
λόγῳ 1 w 2911
μὴ 5 w 2913
πίστευε 1 w 2920
τῷ 9 w 2923
πάντα 1 w 2928
τὰ 12 w 2930
ἐναντιώτατα 2 w 2941
ἓν 1 w 2943
ποιοῦντι 1 w 2951
φοβοῦμαι 1 w 2960
δὲ 13 w 2962
μή 2 w 2964
τινας 1 w 2969
ἡδονὰς 1 w 2975
ἡδοναῖς 1 w 2982
εὑρήσομεν 2 w 2991
ἐναντίας 1 w 2999
ΠΡΩ 13 w 3003
ἴσως 1 w 3008
ἀλλὰ 5 w 3013
τί 10 w 3015
τοῦθʼ 1 w 3020
ἡμῶν 3 w 3024
βλάψει 1 w 3030
τὸν 10 w 3033
λόγον 4 w 3038
ΣΩ 14 w 3041
ὅτι 1 w 3045
προσαγορεύεις 1 w 3058
αὐτὰ 1 w 3062
ἀνόμοια 1 w 3069
ὄντα 1 w 3073
ἑτέρῳ 1 w 3078
φήσομεν 1 w 3086
ὀνόματι 1 w 3094
λέγεις 3 w 3101
γὰρ 7 w 3104
ἀγαθὰ 1 w 3109
πάντʼ 1 w 3114
εἶναι 6 w 3119
τὰ 14 w 3121
ἡδέα 1 w 3125
τὸ 22 w 3128
μὲν 15 w 3131
οὖν 5 w 3134
μὴ 6 w 3136
οὐχὶ 1 w 3140
ἡδέα 2 w 3144
εἶναι 7 w 3149
τὰ 15 w 3151
ἡδέα 3 w 3155
λόγος 1 w 3160
οὐδεὶς 1 w 3166
ἀμφισβητεῖ 2 w 3176
κακὰ 1 w 3181
δʼ 7 w 3183
ὄντα 2 w 3187
αὐτῶν 4 w 3192
τὰ 16 w 3194
πολλὰ 2 w 3199
καὶ 31 w 3202
ἀγαθὰ 2 w 3207
δέ 10 w 3209
ὡς 5 w 3212
ἡμεῖς 3 w 3217
φαμέν 1 w 3222
ὅμως 2 w 3227
πάντα 2 w 3232
σὺ 2 w 3234
προσαγορεύεις 2 w 3247
ἀγαθὰ 3 w 3252
αὐτά 1 w 3256
ὁμολογῶν 1 w 3265
ἀνόμοια 2 w 3272
εἶναι 8 w 3277
τῷ 10 w 3280
λόγῳ 2 w 3284
εἴ 4 w 3286
τίς 1 w 3289
σε 5 w 3291
προσαναγκάζοι 1 w 3304
τί 12 w 3307
οὖν 6 w 3310
δὴ 6 w 3312
ταὐτὸν 1 w 3318
ἐν 9 w 3320
ταῖς 1 w 3324
κακαῖς 1 w 3330
ὁμοίως 1 w 3336
καὶ 32 w 3339
ἐν 10 w 3341
ἀγαθαῖς 1 w 3348
ἐνὸν 1 w 3352
πάσας 1 w 3357
ἡδονὰς 2 w 3363
ἀγαθὸν 2 w 3369
εἶναι 9 w 3374
προσαγορεύεις 3 w 3387
ΠΡΩ 14 w 3391
πῶς 4 w 3395
λέγεις 4 w 3401
9 w 3403
Σώκρατες 4 w 3411
οἴει 1 w 3416
γάρ 3 w 3419
τινα 4 w 3423
συγχωρήσεσθαι 1 w 3436
θέμενον 1 w 3444
ἡδονὴν 4 w 3450
εἶναι 10 w 3455
τἀγαθόν 1 w 3462
εἶτα 1 w 3467
ἀνέξεσθαί 1 w 3476
σου 1 w 3479
λέγοντος 1 w 3487
τὰς 1 w 3490
μὲν 16 w 3493
εἶναί 2 w 3498
τινας 2 w 3503
ἀγαθὰς 1 w 3509
ἡδονάς 1 w 3515
τὰς 2 w 3519
δέ 11 w 3521
τινας 3 w 3526
ἑτέρας 1 w 3532
αὐτῶν 5 w 3537
κακάς 1 w 3542
ΣΩ 15 w 3545
ἀλλʼ 1 w 3550
οὖν 7 w 3553
ἀνομοίους 2 w 3562
γε 17 w 3564
φήσεις 1 w 3570
αὐτὰς 1 w 3575
ἀλλήλαις 4 w 3583
εἶναι 11 w 3588
καί 2 w 3591
τινας 4 w 3596
ἐναντίας 2 w 3604
ΠΡΩ 15 w 3608
οὔτι 1 w 3613
καθʼ 1 w 3617
ὅσον 1 w 3621
γε 18 w 3623
ἡδοναί 1 w 3629
ΣΩ 16 w 3632
πάλιν 1 w 3638
εἰς 1 w 3641
τὸν 12 w 3644
αὐτὸν 2 w 3649
φερόμεθα 1 w 3657
λόγον 5 w 3662
10 w 3664
Πρώταρχε 5 w 3672
οὐδʼ 1 w 3677
ἄρα 1 w 3680
ἡδονὴν 5 w 3686
ἡδονῆς 3 w 3692
διάφορον 2 w 3700
ἀλλὰ 6 w 3705
πάσας 2 w 3710
ὁμοίας 2 w 3716
εἶναι 12 w 3721
φήσομεν 2 w 3728
καὶ 33 w 3732
τὰ 20 w 3734
παραδείγματα 1 w 3746
ἡμᾶς 2 w 3750
τὰ 21 w 3752
νυνδὴ 1 w 3757
λεχθέντα 1 w 3765
οὐδὲν 2 w 3770
τιτρώσκει 1 w 3779
πεισόμεθα 1 w 3789
δὲ 15 w 3791
καὶ 34 w 3794
ἐροῦμεν 1 w 3801
ἅπερ 1 w 3805
οἱ 1 w 3807
πάντων 4 w 3813
φαυλότατοί 1 w 3823
τε 19 w 3825
καὶ 35 w 3828
περὶ 2 w 3832
λόγους 1 w 3838
ἅμα 1 w 3841
νέοι 1 w 3845
ΠΡΩ 16 w 3849
τὰ 22 w 3852
ποῖα 1 w 3856
δὴ 8 w 3858
λέγεις 5 w 3864
ΣΩ 17 w 3867
ὅτι 2 w 3871
σε 8 w 3873
μιμούμενος 1 w 3883
ἐγὼ 1 w 3886
καὶ 36 w 3889
ἀμυνόμενος 1 w 3899
ἐὰν 2 w 3902
τολμῶ 1 w 3907
λέγειν 1 w 3913
ὡς 6 w 3915
τὸ 26 w 3917
ἀνομοιότατόν 1 w 3929
ἐστι 3 w 3933
τῷ 11 w 3935
ἀνομοιοτάτῳ 1 w 3946
πάντων 5 w 3952
ὁμοιότατον 2 w 3962
ἕξω 1 w 3966
τὰ 23 w 3968
αὐτὰ 3 w 3972
σοὶ 1 w 3975
λέγειν 2 w 3981
καὶ 37 w 3985
φανούμεθά 1 w 3994
γε 22 w 3996
νεώτεροι 1 w 4004
τοῦ 11 w 4007
δέοντος 1 w 4014
καὶ 38 w 4018
11 w 4019
λόγος 2 w 4024
ἡμῖν 4 w 4028
ἐκπεσὼν 1 w 4035
οἰχήσεται 1 w 4044
πάλιν 2 w 4050
οὖν 8 w 4053
αὐτὸν 3 w 4058
ἀνακρουώμεθα 1 w 4070
καὶ 39 w 4074
τάχʼ 1 w 4078
ἂν 8 w 4080
ἰόντες 1 w 4086
εἰς 2 w 4089
τὰς 4 w 4092
ὁμοίας 3 w 4098
ἴσως 2 w 4102
ἄν 4 w 4104
πως 3 w 4107
ἀλλήλοις 2 w 4115
συγχωρήσαιμεν 1 w 4128
ΠΡΩ 17 w 4132
λέγε 9 w 4137
πῶς 5 w 4140
ΣΩ 18 w 4143
ἐμὲ 1 w 4147
θὲς 1 w 4150
ὑπὸ 1 w 4153
σοῦ 1 w 4156
πάλιν 3 w 4161
ἐρωτώμενον 1 w 4171
11 w 4173
Πρώταρχε 6 w 4181
ΠΡΩ 18 w 4185
τὸ 28 w 4188
ποῖον 2 w 4193
δή 4 w 4195
ΣΩ 19 w 4198
φρόνησίς 1 w 4207
τε 22 w 4209
καὶ 40 w 4212
ἐπιστήμη 1 w 4220
καὶ 41 w 4223
νοῦς 1 w 4227
καὶ 42 w 4230
πάνθʼ 1 w 4235
ὁπόσα 1 w 4240
δὴ 9 w 4242
κατʼ 2 w 4246
ἀρχὰς 1 w 4251
ἐγὼ 2 w 4254
θέμενος 1 w 4261
εἶπον 2 w 4266
ἀγαθά 1 w 4271
διερωτώμενος 1 w 4284
ὅτι 3 w 4287
ποτʼ 1 w 4291
ἐστὶν 1 w 4296
ἀγαθόν 2 w 4302
ἆρʼ 2 w 4306
οὐ 16 w 4308
ταὐτὸν 2 w 4314
πείσονται 1 w 4323
τοῦτο 4 w 4328
ὅπερ 2 w 4332
14 w 4333
σὸς 1 w 4336
λόγος 3 w 4341
ΠΡΩ 19 w 4345
πῶς 6 w 4349
ΣΩ 20 w 4352
πολλαί 1 w 4359
τε 23 w 4361
αἱ 1 w 4363
συνάπασαι 1 w 4372
ἐπιστῆμαι 1 w 4381
δόξουσιν 1 w 4389
εἶναι 13 w 4394
καὶ 43 w 4397
ἀνόμοιοί 1 w 4405
τινες 1 w 4410
αὐτῶν 6 w 4415
ἀλλήλαις 5 w 4423
εἰ 4 w 4426
δὲ 16 w 4428
καὶ 44 w 4431
ἐναντίαι 2 w 4439
πῃ 3 w 4441
γίγνονταί 1 w 4450
τινες 2 w 4455
ἆρα 1 w 4459
ἄξιος 1 w 4464
ἂν 9 w 4466
εἴην 1 w 4470
τοῦ 13 w 4473
διαλέγεσθαι 1 w 4484
νῦν 5 w 4487
εἰ 5 w 4490
φοβηθεὶς 1 w 4498
τοῦτο 5 w 4503
αὐτὸ 8 w 4507
μηδεμίαν 1 w 4515
ἀνόμοιον 1 w 4523
φαίην 1 w 4528
ἐπιστήμην 1 w 4537
ἐπιστήμῃ 1 w 4545
γίγνεσθαι 2 w 4554
κἄπειθʼ 1 w 4562
ἡμῖν 5 w 4566
οὕτως 5 w 4571
15 w 4572
λόγος 4 w 4577
ὥσπερ 1 w 4582
μῦθος 1 w 4587
ἀπολόμενος 1 w 4597
οἴχοιτο 1 w 4604
αὐτοὶ 1 w 4610
δὲ 17 w 4612
σῳζοίμεθα 1 w 4621
ἐπί 1 w 4624
τινος 1 w 4629
ἀλογίας 1 w 4636
ΠΡΩ 20 w 4640
ἀλλʼ 2 w 4645
οὐ 17 w 4647
μὴν 3 w 4650
δεῖ 4 w 4653
τοῦτο 6 w 4658
γενέσθαι 1 w 4666
πλὴν 1 w 4671
τοῦ 16 w 4674
σωθῆναι 1 w 4681
τό 6 w 4684
γε 26 w 4686
μήν 1 w 4689
μοι 9 w 4692
ἴσον 1 w 4696
τοῦ 17 w 4699
σοῦ 2 w 4702
τε 24 w 4704
καὶ 45 w 4707
ἐμοῦ 1 w 4711
λόγου 2 w 4716
ἀρέσκει 1 w 4723
πολλαὶ 1 w 4730
μὲν 17 w 4733
ἡδοναὶ 1 w 4739
καὶ 46 w 4742
ἀνόμοιοι 1 w 4750
γιγνέσθων 1 w 4759
πολλαὶ 2 w 4766
δὲ 18 w 4768
ἐπιστῆμαι 2 w 4777
καὶ 47 w 4780
διάφοροι 1 w 4788
ΣΩ 21 w 4791
τὴν 10 w 4795
τοίνυν 2 w 4801
διαφορότητα 1 w 4812
12 w 4814
Πρώταρχε 7 w 4822
τοῦ 18 w 4826
ἀγαθοῦ 1 w 4832
τοῦ 19 w 4835
τʼ 6 w 4837
ἐμοῦ 2 w 4841
καὶ 48 w 4844
τοῦ 20 w 4847
σοῦ 3 w 4850
μὴ 8 w 4852
ἀποκρυπτόμενοι 1 w 4866
κατατιθέντες 1 w 4879
δὲ 19 w 4881
εἰς 3 w 4884
τὸ 31 w 4886
μέσον 1 w 4891
τολμῶμεν 1 w 4900
ἄν 5 w 4903
πῃ 4 w 4905
ἐλεγχόμενοι 1 w 4916
μηνύσωσι 1 w 4924
πότερον 1 w 4931
ἡδονὴν 6 w 4937
τἀγαθὸν 1 w 4944
δεῖ 5 w 4947
λέγειν 3 w 4953
4 w 4954
φρόνησιν 1 w 4962
1 w 4963
τι 36 w 4965
τρίτον 1 w 4971
ἄλλο 1 w 4975
εἶναι 14 w 4980
νῦν 6 w 4984
γὰρ 8 w 4987
οὐ 18 w 4989
δήπου 2 w 4994
πρός 1 w 4998
γε 28 w 5000
αὐτὸ 9 w 5004
τοῦτο 7 w 5009
φιλονικοῦμεν 1 w 5021
ὅπως 2 w 5026
ἁγὼ 1 w 5029
τίθεμαι 1 w 5036
ταῦτʼ 1 w 5042
ἔσται 1 w 5047
τὰ 26 w 5049
νικῶντα 1 w 5056
5 w 5058
ταῦθʼ 2 w 5063
2 w 5064
σύ 3 w 5066
τῷ 12 w 5069
δʼ 9 w 5071
ἀληθεστάτῳ 1 w 5081
δεῖ 6 w 5084
που 4 w 5087
συμμαχεῖν 1 w 5096
ἡμᾶς 3 w 5100
ἄμφω 1 w 5104
ΠΡΩ 21 w 5108
δεῖ 7 w 5112
γὰρ 9 w 5115
οὖν 9 w 5118
ΣΩ 22 w 5121
τοῦτον 2 w 5128
τοίνυν 3 w 5134
τὸν 16 w 5137
λόγον 6 w 5142
ἔτι 2 w 5145
μᾶλλον 2 w 5151
διʼ 1 w 5154
ὁμολογίας 2 w 5163
βεβαιωσώμεθα 1 w 5175
ΠΡΩ 22 w 5179
τὸν 17 w 5183
ποῖον 3 w 5188
δή 6 w 5190
ΣΩ 23 w 5193
τὸν 18 w 5197
πᾶσι 4 w 5201
παρέχοντα 1 w 5210
ἀνθρώποις 2 w 5219
πράγματα 1 w 5227
ἑκοῦσί 1 w 5233
τε 27 w 5235
καὶ 49 w 5238
ἄκουσιν 1 w 5245
ἐνίοις 1 w 5251
καὶ 50 w 5254
ἐνίοτε 1 w 5260
ΠΡΩ 23 w 5264
λέγε 12 w 5269
σαφέστερον 1 w 5279
ΣΩ 24 w 5282
τὸν 19 w 5286
νυνδὴ 2 w 5291
παραπεσόντα 1 w 5302
λέγω 2 w 5306
φύσει 1 w 5312
πως 5 w 5315
πεφυκότα 1 w 5323
θαυμαστόν 1 w 5332
ἓν 2 w 5335
γὰρ 10 w 5338
δὴ 11 w 5340
τὰ 27 w 5342
πολλὰ 3 w 5347
εἶναι 15 w 5352
καὶ 51 w 5355
τὸ 37 w 5357
ἓν 3 w 5359
πολλὰ 4 w 5364
θαυμαστὸν 1 w 5373
λεχθέν 2 w 5379
καὶ 52 w 5383
ῥᾴδιον 1 w 5389
ἀμφισβητῆσαι 1 w 5401
τῷ 13 w 5403
τούτων 5 w 5409
ὁποτερονοῦν 1 w 5420
τιθεμένῳ 1 w 5428
ΠΡΩ 24 w 5432
ἆρʼ 3 w 5436
οὖν 10 w 5439
λέγεις 6 w 5445
ὅταν 1 w 5449
τις 3 w 5452
ἐμὲ 2 w 5455
φῇ 1 w 5457
Πρώταρχον 1 w 5466
ἕνα 1 w 5469
γεγονότα 1 w 5477
φύσει 2 w 5482
πολλοὺς 1 w 5489
εἶναι 16 w 5494
πάλιν 4 w 5499
τοὺς 1 w 5503
ἐμὲ 3 w 5506
καὶ 53 w 5509
ἐναντίους 1 w 5518
ἀλλήλοις 3 w 5526
μέγαν 1 w 5532
καὶ 54 w 5535
σμικρὸν 1 w 5542
τιθέμενος 1 w 5551
καὶ 55 w 5554
βαρὺν 1 w 5559
καὶ 56 w 5562
κοῦφον 1 w 5568
τὸν 21 w 5571
αὐτὸν 5 w 5576
καὶ 57 w 5579
ἄλλα 1 w 5583
μυρία 2 w 5588
ΣΩ 25 w 5591
σὺ 3 w 5594
μέν 8 w 5597
13 w 5599
Πρώταρχε 8 w 5607
εἴρηκας 1 w 5615
τὰ 28 w 5617
δεδημευμένα 1 w 5628
τῶν 9 w 5631
θαυμαστῶν 1 w 5640
περὶ 3 w 5644
τὸ 41 w 5646
ἓν 4 w 5648
καὶ 58 w 5651
πολλά 1 w 5656
συγκεχωρημένα 1 w 5670
δὲ 20 w 5672
ὡς 7 w 5674
ἔπος 1 w 5678
εἰπεῖν 1 w 5684
ὑπὸ 2 w 5687
πάντων 6 w 5693
ἤδη 1 w 5696
μὴ 9 w 5698
δεῖν 1 w 5702
τῶν 11 w 5705
τοιούτων 1 w 5713
ἅπτεσθαι 1 w 5721
παιδαριώδη 1 w 5732
καὶ 59 w 5735
ῥᾴδια 1 w 5740
καὶ 60 w 5743
σφόδρα 1 w 5749
τοῖς 4 w 5753
λόγοις 1 w 5759
ἐμπόδια 1 w 5766
ὑπολαμβανόντων 1 w 5780
γίγνεσθαι 3 w 5789
ἐπεὶ 1 w 5794
μηδὲ 1 w 5798
τὰ 29 w 5800
τοιάδε 1 w 5806
ὅταν 2 w 5811
τις 4 w 5814
ἑκάστου 1 w 5821
τὰ 30 w 5823
μέλη 1 w 5827
τε 32 w 5829
καὶ 61 w 5832
ἅμα 2 w 5835
μέρη 2 w 5839
διελὼν 1 w 5845
τῷ 14 w 5847
λόγῳ 3 w 5851
πάντα 3 w 5857
ταῦτα 6 w 5862
τὸ 42 w 5864
ἓν 5 w 5866
ἐκεῖνο 1 w 5872
εἶναι 17 w 5877
διομολογησάμενος 1 w 5893
ἐλέγχῃ 1 w 5900
καταγελῶν 1 w 5909
ὅτι 4 w 5912
τέρατα 1 w 5918
διηνάγκασται 1 w 5930
φάναι 1 w 5935
τό 9 w 5938
τε 33 w 5940
ἓν 6 w 5942
ὡς 8 w 5944
πολλά 2 w 5949
ἐστι 4 w 5953
καὶ 62 w 5956
ἄπειρα 1 w 5962
καὶ 63 w 5966
τὰ 31 w 5968
πολλὰ 5 w 5973
ὡς 9 w 5975
ἓν 7 w 5977
μόνον 1 w 5982
ΠΡΩ 25 w 5986
σὺ 4 w 5989
δὲ 22 w 5991
δὴ 12 w 5993
ποῖα 2 w 5997
14 w 5999
Σώκρατες 5 w 6007
ἕτερα 2 w 6013
λέγεις 7 w 6019
3 w 6021
μήπω 1 w 6025
συγκεχωρημένα 2 w 6038
δεδήμευται 1 w 6048
περὶ 4 w 6052
τὸν 23 w 6055
αὐτὸν 6 w 6060
τοῦτον 3 w 6066
λόγον 7 w 6071
ΣΩ 26 w 6074
ὁπόταν 1 w 6081
15 w 6083
παῖ 1 w 6086
τὸ 45 w 6089
ἓν 8 w 6091
μὴ 10 w 6093
τῶν 12 w 6096
γιγνομένων 1 w 6106
τε 36 w 6108
καὶ 64 w 6111
ἀπολλυμένων 1 w 6122
τις 5 w 6125
τιθῆται 1 w 6132
καθάπερ 1 w 6140
ἀρτίως 1 w 6146
ἡμεῖς 4 w 6151
εἴπομεν 1 w 6158
ἐνταυθοῖ 1 w 6167
μὲν 18 w 6170
γὰρ 11 w 6173
καὶ 65 w 6176
τὸ 46 w 6178
τοιοῦτον 1 w 6186
ἕν 4 w 6188
ὅπερ 3 w 6193
εἴπομεν 2 w 6200
νυνδή 1 w 6205
συγκεχώρηται 1 w 6218
τὸ 47 w 6220
μὴ 11 w 6222
δεῖν 2 w 6226
ἐλέγχειν 1 w 6234
ὅταν 3 w 6239
δέ 13 w 6241
τις 6 w 6244
ἕνα 2 w 6247
ἄνθρωπον 3 w 6255
ἐπιχειρῇ 1 w 6263
τίθεσθαι 1 w 6271
καὶ 66 w 6274
βοῦν 1 w 6278
ἕνα 3 w 6281
καὶ 67 w 6284
τὸ 48 w 6286
καλὸν 1 w 6291
ἓν 9 w 6293
καὶ 68 w 6296
τὸ 49 w 6298
ἀγαθὸν 4 w 6304
ἕν 7 w 6306
περὶ 5 w 6311
τούτων 6 w 6317
τῶν 13 w 6320
ἑνάδων 1 w 6326
καὶ 69 w 6329
τῶν 14 w 6332
τοιούτων 2 w 6340
43 w 6341
πολλὴ 1 w 6346
σπουδὴ 1 w 6352
μετὰ 3 w 6356
διαιρέσεως 1 w 6366
ἀμφισβήτησις 1 w 6378
γίγνεται 1 w 6386
ΠΡΩ 26 w 6390
πῶς 7 w 6394
ΣΩ 27 w 6397
πρῶτον 1 w 6404
μὲν 19 w 6407
εἴ 9 w 6409
τινας 5 w 6414
δεῖ 10 w 6417
τοιαύτας 1 w 6425
εἶναι 18 w 6430
μονάδας 1 w 6437
ὑπολαμβάνειν 1 w 6449
ἀληθῶς 1 w 6455
οὔσας 1 w 6460
εἶτα 2 w 6465
πῶς 8 w 6468
αὖ 5 w 6470
ταύτας 1 w 6476
μίαν 2 w 6481
ἑκάστην 1 w 6488
οὖσαν 1 w 6493
ἀεὶ 2 w 6496
τὴν 11 w 6499
αὐτὴν 2 w 6504
καὶ 70 w 6507
μήτε 1 w 6511
γένεσιν 1 w 6518
μήτε 2 w 6522
ὄλεθρον 1 w 6529
προσδεχομένην 1 w 6542
ὅμως 3 w 6547
εἶναι 19 w 6552
βεβαιότατα 1 w 6562
μίαν 3 w 6566
ταύτην 1 w 6572
μετὰ 4 w 6577
δὲ 23 w 6579
τοῦτʼ 1 w 6584
ἐν 18 w 6586
τοῖς 5 w 6590
γιγνομένοις 1 w 6601
αὖ 6 w 6603
καὶ 71 w 6606
ἀπείροις 1 w 6614
εἴτε 1 w 6618
διεσπασμένην 1 w 6630
καὶ 72 w 6633
πολλὰ 6 w 6638
γεγονυῖαν 1 w 6647
θετέον 1 w 6653
εἴθʼ 1 w 6658
ὅλην 1 w 6662
αὐτὴν 3 w 6667
αὑτῆς 1 w 6672
χωρίς 1 w 6677
1 w 6679
δὴ 14 w 6681
πάντων 7 w 6687
ἀδυνατώτατον 1 w 6699
φαίνοιτʼ 1 w 6707
ἄν 7 w 6709
ταὐτὸν 3 w 6716
καὶ 73 w 6719
ἓν 10 w 6721
ἅμα 3 w 6724
ἐν 19 w 6726
ἑνί 1 w 6729
τε 40 w 6731
καὶ 74 w 6734
πολλοῖς 1 w 6741
γίγνεσθαι 4 w 6750
ταῦτʼ 2 w 6756
ἔστι 5 w 6760
τὰ 34 w 6762
περὶ 6 w 6766
τὰ 35 w 6768
τοιαῦτα 1 w 6775
ἓν 11 w 6777
καὶ 75 w 6780
πολλά 3 w 6785
ἀλλʼ 3 w 6790
οὐκ 6 w 6793
ἐκεῖνα 1 w 6799
16 w 6801
Πρώταρχε 9 w 6809
ἁπάσης 1 w 6816
ἀπορίας 1 w 6823
αἴτια 1 w 6828
μὴ 12 w 6830
καλῶς 1 w 6835
ὁμολογηθέντα 1 w 6847
καὶ 76 w 6850
εὐπορίας 1 w 6858
ἂν 10 w 6860
αὖ 7 w 6862
καλῶς 2 w 6867
ΠΡΩ 27 w 6871
οὐκοῦν 2 w 6878
χρὴ 1 w 6881
τοῦθʼ 2 w 6886
ἡμᾶς 4 w 6890
17 w 6892
Σώκρατες 6 w 6900
ἐν 20 w 6903
τῷ 15 w 6905
νῦν 7 w 6908
πρῶτον 2 w 6914
διαπονήσασθαι 1 w 6927
ΣΩ 28 w 6930
ὡς 10 w 6933
γοῦν 2 w 6937
ἐγὼ 3 w 6940
φαίην 2 w 6945
ἄν 8 w 6947
ΠΡΩ 28 w 6951
καὶ 77 w 6955
πάντας 1 w 6961
τοίνυν 4 w 6967
ἡμᾶς 5 w 6971
ὑπόλαβε 1 w 6978
συγχωρεῖν 1 w 6987
σοι 3 w 6990
τούσδε 1 w 6996
τὰ 36 w 6998
τοιαῦτα 2 w 7005
Φίληβον 1 w 7013
δʼ 10 w 7015
ἴσως 3 w 7019
κράτιστον 1 w 7028
ἐν 21 w 7030
τῷ 16 w 7032
νῦν 8 w 7035
ἐπερωτῶντα 1 w 7045
μὴ 13 w 7047
κινεῖν 1 w 7053
εὖ 1 w 7055
κείμενον 1 w 7063
ΣΩ 29 w 7066
εἶεν 1 w 7071
πόθεν 1 w 7077
οὖν 11 w 7080
τις 7 w 7083
ταύτης 1 w 7089
ἄρξηται 1 w 7096
πολλῆς 1 w 7102
οὔσης 1 w 7107
καὶ 78 w 7110
παντοίας 2 w 7118
περὶ 7 w 7122
τὰ 37 w 7124
ἀμφισβητούμενα 1 w 7138
μάχης 1 w 7143
ἆρʼ 4 w 7147
ἐνθένδε 1 w 7154
ΠΡΩ 29 w 7158
πόθεν 2 w 7164
ΣΩ 30 w 7167
φαμέν 2 w 7173
που 6 w 7176
ταὐτὸν 4 w 7182
ἓν 12 w 7184
καὶ 79 w 7187
πολλὰ 7 w 7192
ὑπὸ 3 w 7195
λόγων 1 w 7200
γιγνόμενα 1 w 7209
περιτρέχειν 1 w 7220
πάντῃ 1 w 7225
καθʼ 2 w 7229
ἕκαστον 1 w 7236
τῶν 16 w 7239
λεγομένων 1 w 7248
ἀεί 1 w 7251
καὶ 80 w 7255
πάλαι 1 w 7260
καὶ 81 w 7263
νῦν 9 w 7266
καὶ 82 w 7270
τοῦτο 10 w 7275
οὔτε 1 w 7279
μὴ 14 w 7281
παύσηταί 1 w 7289
ποτε 2 w 7293
οὔτε 2 w 7297
ἤρξατο 1 w 7303
νῦν 10 w 7306
ἀλλʼ 4 w 7311
ἔστι 6 w 7315
τὸ 52 w 7317
τοιοῦτον 2 w 7325
ὡς 11 w 7328
ἐμοὶ 3 w 7332
φαίνεται 1 w 7340
τῶν 17 w 7344
λόγων 2 w 7349
αὐτῶν 7 w 7354
ἀθάνατόν 1 w 7362
τι 53 w 7364
καὶ 83 w 7367
ἀγήρων 1 w 7373
πάθος 1 w 7378
ἐν 23 w 7380
ἡμῖν 6 w 7384
20 w 7386
δὲ 24 w 7388
πρῶτον 3 w 7394
αὐτοῦ 2 w 7399
γευσάμενος 1 w 7409
ἑκάστοτε 1 w 7417
τῶν 19 w 7420
νέων 1 w 7424
ἡσθεὶς 1 w 7431
ὥς 1 w 7433
τινα 9 w 7437
σοφίας 1 w 7443
ηὑρηκὼς 1 w 7450
θησαυρόν 1 w 7458
ὑφʼ 1 w 7462
ἡδονῆς 4 w 7468
ἐνθουσιᾷ 1 w 7476
τε 46 w 7478
καὶ 84 w 7481
πάντα 5 w 7486
κινεῖ 2 w 7491
λόγον 8 w 7496
ἅσμενος 1 w 7503
τοτὲ 1 w 7508
μὲν 20 w 7511
ἐπὶ 1 w 7514
θάτερα 1 w 7520
κυκλῶν 1 w 7526
καὶ 85 w 7529
συμφύρων 1 w 7537
εἰς 4 w 7540
ἕν 8 w 7542
τοτὲ 2 w 7547
δὲ 25 w 7549
πάλιν 5 w 7554
ἀνειλίττων 1 w 7564
καὶ 86 w 7567
διαμερίζων 1 w 7577
εἰς 5 w 7581
ἀπορίαν 1 w 7588
αὑτὸν 1 w 7593
μὲν 21 w 7596
πρῶτον 4 w 7602
καὶ 87 w 7605
μάλιστα 2 w 7612
καταβάλλων 1 w 7622
δεύτερον 1 w 7631
δʼ 11 w 7633
ἀεὶ 3 w 7636
τὸν 28 w 7639
ἐχόμενον 1 w 7647
ἄντε 1 w 7652
νεώτερος 1 w 7660
ἄντε 2 w 7664
πρεσβύτερος 1 w 7675
ἄντε 3 w 7679
ἧλιξ 1 w 7683
ὢν 1 w 7685
τυγχάνῃ 1 w 7692
φειδόμενος 1 w 7703
οὔτε 3 w 7707
πατρὸς 1 w 7713
οὔτε 4 w 7717
μητρὸς 1 w 7723
οὔτε 5 w 7727
ἄλλου 1 w 7732
τῶν 20 w 7735
ἀκουόντων 1 w 7744
οὐδενός 1 w 7751
ὀλίγου 1 w 7758
δὲ 26 w 7760
καὶ 88 w 7763
τῶν 21 w 7766
ἄλλων 1 w 7771
ζῴων 1 w 7775
οὐ 22 w 7778
μόνον 2 w 7783
τῶν 22 w 7786
ἀνθρώπων 1 w 7794
ἐπεὶ 2 w 7799
βαρβάρων 1 w 7807
γε 36 w 7809
οὐδενὸς 1 w 7816
ἂν 11 w 7818
φείσαιτο 1 w 7826
εἴπερ 1 w 7832
μόνον 3 w 7837
ἑρμηνέα 1 w 7844
ποθὲν 1 w 7849
ἔχοι 1 w 7853