Scaife ATLAS

CTS Library / Παρμενίδης

Παρμενίδης (151-155)

urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:151-155
Refs {'start': {'reference': '151', 'human_reference': 'Section 151'}, 'end': {'reference': '155', 'human_reference': 'Section 155'}}
Ancestors []
Children []
prev
plain textXML
next

καὶ μὴν αὐτό γε ἐν ἑαυτῷ ὂν καὶ περὶ ἑαυτὸ ἂν εἴη ἔξωθεν, καὶ περιέχον μὲν μεῖζον
151
151a
ἂν ἑαυτοῦ εἴη, περιεχόμενον δὲ ἔλαττον, καὶ οὕτω μεῖζον ἂν καὶ ἔλαττον εἴη αὐτὸ ἑαυτοῦ τὸ ἕν.
εἴη γὰρ ἄν.
οὐκοῦν καὶ τόδε ἀνάγκη, μηδὲν εἶναι ἐκτὸς τοῦ ἑνός τε καὶ τῶν ἄλλων;
πῶς γὰρ οὔ;
ἀλλὰ μὴν καὶ εἶναί που δεῖ τό γε ὂν ἀεί.
ναί.
οὐκοῦν τό γε ἔν τῳ ὂν ἐν μείζονι ἔσται ἔλαττον ὄν; οὐ γὰρ ἂν ἄλλως ἕτερον ἐν ἑτέρῳ εἴη.
οὐ γάρ.
ἐπειδὴ δὲ οὐδὲν ἕτερον ἔστι χωρὶς τῶν ἄλλων καὶ τοῦ ἑνός, δεῖ δὲ αὐτὰ ἔν τῳ εἶναι, οὐκ ἀνάγκη ἤδη ἐν ἀλλήλοις εἶναι, τά τε ἄλλα ἐν τῷ ἑνὶ καὶ τὸ ἓν ἐν τοῖς ἄλλοις,
151b
μηδαμοῦ εἶναι;
φαίνεται.
ὅτι μὲν ἄρα τὸ ἓν ἐν τοῖς ἄλλοις ἔνεστι, μείζω ἂν εἴη τὰ ἄλλα τοῦ ἑνός, περιέχοντα αὐτό, τὸ δὲ ἓν ἔλαττον τῶν ἄλλων, περιεχόμενον· ὅτι δὲ τὰ ἄλλα ἐν τῷ ἑνί, τὸ ἓν τῶν ἄλλων κατὰ τὸν αὐτὸν λόγον μεῖζον ἂν εἴη, τὰ δὲ ἄλλα τοῦ ἑνὸς ἐλάττω.
ἔοικεν.
τὸ ἓν ἄρα ἴσον τε καὶ μεῖζον καὶ ἔλαττόν ἐστιν αὐτό τε αὑτοῦ καὶ τῶν ἄλλων.
φαίνεται.
καὶ μὴν εἴπερ μεῖζον καὶ ἔλαττον καὶ ἴσον, ἴσων ἂν εἴη μέτρων καὶ πλειόνων καὶ ἐλαττόνων
151c
αὑτῷ καὶ τοῖς ἄλλοις, ἐπειδὴ δὲ μέτρων, καὶ μερῶν.
πῶς δʼ οὔ;
ἴσων μὲν ἄρα μέτρων ὂν καὶ πλειόνων καὶ ἐλαττόνων, καὶ ἀριθμῷ ἔλαττον ἂν καὶ πλέον εἴη αὐτό τε αὑτοῦ καὶ τῶν ἄλλων καὶ ἴσον αὑτῷ τε καὶ τοῖς ἄλλοις κατὰ ταὐτά.
πῶς;
ὧνπερ μεῖζόν ἐστι, πλειόνων που καὶ μέτρων ἂν εἴη αὐτῶν, ὅσων δὲ μέτρων, καὶ μερῶν· καὶ ὧν ἔλαττον, ὡσαύτως· καὶ οἷς ἴσον, κατὰ ταὐτά.
οὕτως.
οὐκοῦν ἑαυτοῦ μεῖζον καὶ ἔλαττον ὂν καὶ ἴσον ἴσων ἂν εἴη
151d
μέτρων καὶ πλειόνων καὶ ἐλαττόνων αὑτῷ, ἐπειδὴ δὲ μέτρων, καὶ μερῶν;
πῶς δʼ οὔ;
ἴσων μὲν ἄρα μερῶν ὂν αὑτῷ ἴσον ἂν τὸ πλῆθος αὑτῷ εἴη, πλειόνων δὲ πλέον, ἐλαττόνων δὲ ἔλαττον τὸν ἀριθμὸν αὑτοῦ.
φαίνεται.
οὐκοῦν καὶ πρὸς τἆλλα ὡσαύτως ἕξει τὸ ἕν; ὅτι μὲν μεῖζον αὐτῶν φαίνεται, ἀνάγκη πλέον εἶναι καὶ τὸν ἀριθμὸν αὐτῶν· ὅτι δὲ σμικρότερον, ἔλαττον· ὅτι δὲ ἴσον μεγέθει, ἴσον καὶ τὸ πλῆθος εἶναι τοῖς ἄλλοις;
ἀνάγκη.
οὕτω δὴ αὖ, ὡς
151e
ἔοικε, τὸ ἓν καὶ ἴσον καὶ πλέον καὶ ἔλαττον τὸν ἀριθμὸν αὐτό τε αὑτοῦ ἔσται καὶ τῶν ἄλλων.
ἔσται.
ἆρʼ οὖν καὶ χρόνου μετέχει τὸ ἕν, καὶ ἐστί τε καὶ γίγνεται νεώτερόν τε καὶ πρεσβύτερον αὐτό τε ἑαυτοῦ καὶ τῶν ἄλλων, καὶ οὔτε νεώτερον οὔτε πρεσβύτερον οὔτε ἑαυτοῦ οὔτε τῶν ἄλλων, χρόνου μετέχον;
πῶς;
εἶναι μέν που αὐτῷ ὑπάρχει, εἴπερ ἓν ἔστιν.
ναί.

τὸ δὲ εἶναι ἄλλο τί ἐστιν μέθεξις οὐσίας μετὰ χρόνου τοῦ παρόντος, ὥσπερ
152
152a
τὸ ἦν μετὰ τοῦ παρεληλυθότος καὶ αὖ τὸ ἔσται μετὰ τοῦ μέλλοντος οὐσίας ἐστὶ κοινωνία;
ἔστι γάρ.
μετέχει μὲν ἄρα χρόνου, εἴπερ καὶ τοῦ εἶναι.
πάνυ γε.
οὐκοῦν πορευομένου τοῦ χρόνου;
ναί.
ἀεὶ ἄρα πρεσβύτερον γίγνεται ἑαυτοῦ, εἴπερ προέρχεται κατὰ χρόνον.
ἀνάγκη.
ἆρʼ οὖν μεμνήμεθα ὅτι νεωτέρου γιγνομένου τὸ πρεσβύτερον πρεσβύτερον γίγνεται;
μεμνήμεθα.
οὐκοῦν ἐπειδὴ πρεσβύτερον ἑαυτοῦ γίγνεται τὸ ἕν, νεωτέρου ἂν γιγνομένου ἑαυτοῦ πρεσβύτερον
152b
γίγνοιτο;
ἀνάγκη.
γίγνεται μὲν δὴ νεώτερόν τε καὶ πρεσβύτερον αὑτοῦ οὕτω.
ναί.
ἔστι δὲ πρεσβύτερον ἆρʼ οὐχ ὅταν κατὰ τὸν νῦν χρόνον γιγνόμενον τὸν μεταξὺ τοῦ ἦν τε καὶ ἔσται; οὐ γάρ που πορευόμενόν γε ἐκ τοῦ ποτὲ εἰς τὸ ἔπειτα ὑπερβήσεται τὸ νῦν.
οὐ γάρ.
ἆρʼ οὖν οὐκ ἐπίσχει τότε τοῦ γίγνεσθαι πρεσβύτερον, ἐπειδὰν
152c
τῷ νῦν ἐντύχῃ, καὶ οὐ γίγνεται, ἀλλʼ ἔστι τότʼ ἤδη πρεσβύτερον; προϊὸν γὰρ οὐκ ἄν ποτε ληφθείη ὑπὸ τοῦ νῦν. τὸ γὰρ προϊὸν οὕτως ἔχει ὡς ἀμφοτέρων ἐφάπτεσθαι, τοῦ τε νῦν καὶ τοῦ ἔπειτα, τοῦ μὲν νῦν ἀφιέμενον, τοῦ δʼ ἔπειτα ἐπιλαμβανόμενον, μεταξὺ ἀμφοτέρων γιγνόμενον, τοῦ τε ἔπειτα καὶ τοῦ νῦν.
ἀληθῆ.
εἰ δέ γε ἀνάγκη μὴ παρελθεῖν τὸ νῦν πᾶν τὸ γιγνόμενον, ἐπειδὰν κατὰ τοῦτο ,
152d
ἐπίσχει ἀεὶ τοῦ γίγνεσθαι καὶ ἔστι τότε τοῦτο ὅτι ἂν τύχῃ γιγνόμενον.
φαίνεται.
καὶ τὸ ἓν ἄρα, ὅταν πρεσβύτερον γιγνόμενον ἐντύχῃ τῷ νῦν, ἐπέσχεν τοῦ γίγνεσθαι καὶ ἔστι τότε πρεσβύτερον.
πάνυ μὲν οὖν.
οὐκοῦν οὗπερ ἐγίγνετο πρεσβύτερον, τούτου καὶ ἔστιν· ἐγίγνετο δὲ αὑτοῦ;
ναί.
ἔστι δὲ τὸ πρεσβύτερον νεωτέρου πρεσβύτερον;
ἔστιν.
καὶ νεώτερον ἄρα τότε αὑτοῦ ἐστι τὸ ἕν, ὅταν πρεσβύτερον γιγνόμενον ἐντύχῃ τῷ νῦν.
ἀνάγκη.
τό γε μὴν
152e
νῦν ἀεὶ πάρεστι τῷ ἑνὶ διὰ παντὸς τοῦ εἶναι· ἔστι γὰρ ἀεὶ νῦν ὅτανπερ .
πῶς γὰρ οὔ;
ἀεὶ ἄρα ἐστί τε καὶ γίγνεται πρεσβύτερον ἑαυτοῦ καὶ νεώτερον τὸ ἕν.
ἔοικεν.
πλείω δὲ χρόνον αὐτὸ ἑαυτοῦ ἔστιν γίγνεται, τὸν ἴσον;
τὸν ἴσον.
ἀλλὰ μὴν τόν γε ἴσον χρόνον γιγνόμενον ὂν τὴν αὐτὴν ἡλικίαν ἔχει.
πῶς δʼ οὔ;
τὸ δὲ τὴν αὐτὴν ἡλικίαν ἔχον οὔτε πρεσβύτερον οὔτε νεώτερόν ἐστιν.
οὐ γάρ.
τὸ ἓν ἄρα τὸν ἴσον χρόνον αὐτὸ ἑαυτῷ καὶ γιγνόμενον καὶ ὂν οὔτε νεώτερον οὔτε πρεσβύτερον ἑαυτοῦ ἐστιν οὐδὲ γίγνεται.
οὔ μοι δοκεῖ.
τί δέ; τῶν ἄλλων;

οὐκ ἔχω λέγειν.
153
153a
τόδε γε μὴν ἔχεις λέγειν, ὅτι τὰ ἄλλα τοῦ ἑνός, εἴπερ ἕτερά ἐστιν, ἀλλὰ μὴ ἕτερον, πλείω ἐστὶν ἑνός· ἕτερον μὲν γὰρ ὂν ἓν ἂν ἦν, ἕτερα δὲ ὄντα πλείω ἑνός ἐστι καὶ πλῆθος ἂν ἔχοι.
ἔχοι γὰρ ἄν.
πλῆθος δὲ ὂν ἀριθμοῦ πλείονος ἂν μετέχοι τοῦ ἑνός.
πῶς δʼ οὔ;
τί οὖν; ἀριθμοῦ φήσομεν τὰ πλείω γίγνεσθαί τε καὶ γεγονέναι πρότερον, τὰ ἐλάττω;
τὰ ἐλάττω.
τὸ ὀλίγιστον ἄρα πρῶτον· τοῦτο
153b
δʼ ἔστι τὸ ἕν. γάρ;
ναί.
πάντων ἄρα τὸ ἓν πρῶτον γέγονε τῶν ἀριθμὸν ἐχόντων· ἔχει δὲ καὶ τἆλλα πάντα ἀριθμόν, εἴπερ ἄλλα καὶ μὴ ἄλλο ἐστίν.
ἔχει γάρ.
πρῶτον δέ γε οἶμαι γεγονὸς πρότερον γέγονε, τὰ δὲ ἄλλα ὕστερον, τὰ δʼ ὕστερον γεγονότα νεώτερα τοῦ πρότερον γεγονότος· καὶ οὕτως ἂν εἴη τἆλλα νεώτερα τοῦ ἑνός, τὸ δὲ ἓν πρεσβύτερον τῶν ἄλλων.
εἴη γὰρ ἄν.
τί δὲ τόδε; ἆρʼ ἂν εἴη τὸ ἓν παρὰ φύσιν τὴν αὑτοῦ
153c
γεγονός, ἀδύνατον;
ἀδύνατον.
ἀλλὰ μὴν μέρη γε ἔχον ἐφάνη τὸ ἕν, εἰ δὲ μέρη, καὶ ἀρχὴν καὶ τελευτὴν καὶ μέσον.
ναί.
οὐκοῦν πάντων πρῶτον ἀρχὴ γίγνεται, καὶ αὐτοῦ τοῦ ἑνὸς καὶ ἑκάστου τῶν ἄλλων, καὶ μετὰ τὴν ἀρχὴν καὶ τἆλλα πάντα μέχρι τοῦ τέλους;
τί μήν;
καὶ μὴν μόριά γε φήσομεν ταῦτʼ εἶναι πάντα τἆλλα τοῦ ὅλου τε καὶ ἑνός, αὐτὸ δὲ ἐκεῖνο ἅμα τῇ τελευτῇ γεγονέναι ἕν τε καὶ ὅλον.
φήσομεν γάρ.
τελευτὴ δέ γε οἶμαι ὕστατον γίγνεται, τούτῳ
153d
δʼ ἅμα τὸ ἓν πέφυκε γίγνεσθαι· ὥστʼ εἴπερ ἀνάγκη αὐτὸ τὸ ἓν μὴ παρὰ φύσιν γίγνεσθαι, ἅμα τελευτῇ ἂν γεγονὸς ὕστατον ἂν τῶν ἄλλων πεφυκὸς εἴη γίγνεσθαι.
φαίνεται.
νεώτερον ἄρα τῶν ἄλλων τὸ ἕν ἐστι, τὰ δʼ ἄλλα τοῦ ἑνὸς πρεσβύτερα.
οὕτως αὖ μοι φαίνεται.
τί δὲ δή; ἀρχὴν ἄλλο μέρος ὁτιοῦν τοῦ ἑνὸς ἄλλου ὁτουοῦν, ἐάνπερ μέρος ἀλλὰ μὴ μέρη, οὐκ ἀναγκαῖον ἓν εἶναι, μέρος γε ὄν;
ἀνάγκη.
οὐκοῦν τὸ ἓν ἅμα τε τῷ πρώτῳ γιγνομένῳ γίγνοιτʼ ἂν καὶ
153e
ἅμα τῷ δευτέρῳ, καὶ οὐδενὸς ἀπολείπεται τῶν ἄλλων γιγνομένων, ὅτιπερ ἂν προσγίγνηται ὁτῳοῦν, ἕως ἂν πρὸς τὸ ἔσχατον διελθὸν ὅλον ἓν γένηται, οὔτε μέσου οὔτε πρώτου οὔτε ἐσχάτου οὔτε ἄλλου οὐδενὸς ἀπολειφθὲν ἐν τῇ γενέσει.
ἀληθῆ.

πᾶσιν ἄρα τοῖς ἄλλοις τὴν αὐτὴν ἡλικίαν ἴσχει τὸ ἕν· ὥστʼ εἰ μὴ παρὰ φύσιν πέφυκεν αὐτὸ τὸ ἕν, οὔτε πρότερον οὔτε ὕστερον τῶν ἄλλων γεγονὸς ἂν εἴη, ἀλλʼ ἅμα.
154
154a
καὶ κατὰ τοῦτον τὸν λόγον τὸ ἓν τῶν ἄλλων οὔτε πρεσβύτερον οὔτε νεώτερον ἂν εἴη, οὐδὲ τἆλλα τοῦ ἑνός· κατὰ δὲ τὸν πρόσθεν πρεσβύτερόν τε καὶ νεώτερον, καὶ τἆλλα ἐκείνου ὡσαύτως.
πάνυ μὲν οὖν.
ἔστι μὲν δὴ οὕτως ἔχον τε καὶ γεγονός. ἀλλὰ τί αὖ περὶ τοῦ γίγνεσθαι αὐτὸ πρεσβύτερόν τε καὶ νεώτερον τῶν ἄλλων καὶ τἆλλα τοῦ ἑνός, καὶ μήτε νεώτερον μήτε πρεσβύτερον γίγνεσθαι; ἆρα ὥσπερ περὶ τοῦ εἶναι, οὕτω καὶ περὶ τοῦ γίγνεσθαι ἔχει, ἑτέρως;
οὐκ
154b
ἔχω λέγειν.
ἀλλʼ ἐγὼ τοσόνδε γε· εἰ καὶ ἔστιν πρεσβύτερον ἕτερον ἑτέρου, γίγνεσθαί γε αὐτὸ πρεσβύτερον ἔτι ὡς τὸ πρῶτον εὐθὺς γενόμενον διήνεγκε τῇ ἡλικίᾳ οὐκ ἂν ἔτι δύναιτο, οὐδʼ αὖ τὸ νεώτερον ὂν ἔτι νεώτερον γίγνεσθαι· ἀνίσοις γὰρ ἴσα προστιθέμενα, χρόνῳ τε καὶ ἄλλῳ ὁτῳοῦν, ἴσῳ ποιεῖ διαφέρειν ἀεὶ ὅσῳπερ ἂν τὸ πρῶτον διενέγκῃ.
πῶς γὰρ οὔ;
οὐκ ἄρα τό γε ὂν τοῦ ἑνὸς ὄντος γίγνοιτʼ
154c
ἄν ποτε πρεσβύτερον οὐδὲ νεώτερον, εἴπερ ἴσῳ διαφέρει ἀεὶ τὴν ἡλικίαν· ἀλλʼ ἔστι καὶ γέγονε πρεσβύτερον, τὸ δὲ νεώτερον, γίγνεται δʼ οὔ.
ἀληθῆ.
καὶ τὸ ἓν ἄρα ὂν τῶν ἄλλων ὄντων οὔτε πρεσβύτερόν ποτε οὔτε νεώτερον γίγνεται.
οὐ γὰρ οὖν.
ὅρα δὲ εἰ τῇδε πρεσβύτερα καὶ νεώτερα γίγνεται.
πῇ δή;
ἧι τό τε ἓν τῶν ἄλλων ἐφάνη πρεσβύτερον καὶ τἆλλα τοῦ ἑνός.
τί οὖν;
ὅταν τὸ ἓν τῶν ἄλλων πρεσβύτερον , πλείω που χρόνον γέγονεν τὰ
154d
ἄλλα.
ναί.
πάλιν δὴ σκόπει· ἐὰν πλέονι καὶ ἐλάττονι χρόνῳ προστιθῶμεν τὸν ἴσον χρόνον, ἆρα τῷ ἴσῳ μορίῳ διοίσει τὸ πλέον τοῦ ἐλάττονος σμικροτέρῳ;
σμικροτέρῳ.
οὐκ ἄρα ἔσται, ὅτιπερ τὸ πρῶτον ἦν πρὸς τἆλλα ἡλικίᾳ διαφέρον τὸ ἕν, τοῦτο καὶ εἰς τὸ ἔπειτα, ἀλλὰ ἴσον λαμβάνον χρόνον τοῖς ἄλλοις ἔλαττον ἀεὶ τῇ ἡλικίᾳ διοίσει αὐτῶν πρότερον· οὔ;
ναί.
οὐκοῦν τό γε ἔλαττον διαφέρον
154e
ἡλικίᾳ πρός τι πρότερον νεώτερον γίγνοιτʼ ἂν ἐν τῷ πρόσθεν πρὸς ἐκεῖνα πρὸς ἦν πρεσβύτερον πρότερον;
νεώτερον.
εἰ δὲ ἐκεῖνο νεώτερον, οὐκ ἐκεῖνα αὖ τὰ ἄλλα πρὸς τὸ ἓν πρεσβύτερα πρότερον;
πάνυ γε.

τὸ μὲν νεώτερον ἄρα γεγονὸς πρεσβύτερον γίγνεται πρὸς τὸ πρότερον γεγονός τε καὶ πρεσβύτερον ὄν, ἔστι δὲ οὐδέποτε πρεσβύτερον, ἀλλὰ γίγνεται ἀεὶ ἐκείνου πρεσβύτερον· ἐκεῖνο μὲν γὰρ ἐπὶ τὸ νεώτερον ἐπιδίδωσιν, τὸ δʼ ἐπὶ τὸ πρεσβύτερον.
155
155a
τὸ δʼ αὖ πρεσβύτερον τοῦ νεωτέρου νεώτερον γίγνεται ὡσαύτως. ἰόντε γὰρ αὐτοῖν εἰς τὸ ἐναντίον τὸ ἐναντίον ἀλλήλοιν γίγνεσθον, τὸ μὲν νεώτερον πρεσβύτερον τοῦ πρεσβυτέρου, τὸ δὲ πρεσβύτερον νεώτερον τοῦ νεωτέρου· γενέσθαι δὲ οὐκ ἂν οἵω τε εἴτην. εἰ γὰρ γένοιντο, οὐκ ἂν ἔτι γίγνοιντο, ἀλλʼ εἶεν ἄν. νῦν δὲ γίγνονται μὲν πρεσβύτερα ἀλλήλων καὶ νεώτερα· τὸ μὲν ἓν τῶν ἄλλων νεώτερον γίγνεται, ὅτι πρεσβύτερον ἐφάνη ὂν καὶ πρότερον
155b
γεγονός, τὰ δὲ ἄλλα τοῦ ἑνὸς πρεσβύτερα, ὅτι ὕστερα γέγονε. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τἆλλα οὕτω πρὸς τὸ ἓν ἴσχει, ἐπειδήπερ αὐτοῦ πρεσβύτερα ἐφάνη καὶ πρότερα γεγονότα.
φαίνεται γὰρ οὖν οὕτως.
οὐκοῦν μὲν οὐδὲν ἕτερον ἑτέρου πρεσβύτερον γίγνεται οὐδὲ νεώτερον, κατὰ τὸ ἴσῳ ἀριθμῷ ἀλλήλων ἀεὶ διαφέρειν, οὔτε τὸ ἓν τῶν ἄλλων πρεσβύτερον γίγνοιτʼ ἂν οὐδὲ νεώτερον, οὔτε τἆλλα τοῦ ἑνός· δὲ ἄλλῳ ἀεὶ μορίῳ διαφέρειν ἀνάγκη
155c
τὰ πρότερα τῶν ὑστέρων γενόμενα καὶ τὰ ὕστερα τῶν προτέρων, ταύτῃ δὴ ἀνάγκη πρεσβύτερά τε καὶ νεώτερα ἀλλήλων γίγνεσθαι τά τε ἄλλα τοῦ ἑνὸς καὶ τὸ ἓν τῶν ἄλλων;
πάνυ μὲν οὖν.
κατὰ δὴ πάντα ταῦτα τὸ ἓν αὐτό τε αὑτοῦ καὶ τῶν ἄλλων πρεσβύτερον καὶ νεώτερον ἔστι τε καὶ γίγνεται, καὶ οὔτε πρεσβύτερον οὔτε νεώτερον οὔτʼ ἔστιν οὔτε γίγνεται οὔτε αὑτοῦ οὔτε τῶν ἄλλων.
παντελῶς μὲν οὖν.
ἐπειδὴ δὲ χρόνου μετέχει τὸ ἓν καὶ τοῦ
155d
πρεσβύτερόν τε καὶ νεώτερον γίγνεσθαι, ἆρʼ οὐκ ἀνάγκη καὶ τοῦ ποτὲ μετέχειν καὶ τοῦ ἔπειτα καὶ τοῦ νῦν, εἴπερ χρόνου μετέχει;
ἀνάγκη.
ἦν ἄρα τὸ ἓν καὶ ἔστι καὶ ἔσται καὶ ἐγίγνετο καὶ γίγνεται καὶ γενήσεται.
τί μήν;
καὶ εἴη ἄν τι ἐκείνῳ καὶ ἐκείνου, καὶ ἦν καὶ ἔστιν καὶ ἔσται.
πάνυ γε.
καὶ ἐπιστήμη δὴ εἴη ἂν αὐτοῦ καὶ δόξα καὶ αἴσθησις, εἴπερ καὶ νῦν ἡμεῖς περὶ αὐτοῦ πάντα ταῦτα πράττομεν.
ὀρθῶς λέγεις.
καὶ ὄνομα δὴ καὶ λόγος ἔστιν αὐτῷ, καὶ
155e
ὀνομάζεται καὶ λέγεται· καὶ ὅσαπερ καὶ περὶ τὰ ἄλλα τῶν τοιούτων τυγχάνει ὄντα, καὶ περὶ τὸ ἓν ἔστιν.
παντελῶς μὲν οὖν ἔχει οὕτως.
ἔτι δὴ τὸ τρίτον λέγωμεν. τὸ ἓν εἰ ἔστιν οἷον διεληλύθαμεν, ἆρʼ οὐκ ἀνάγκη αὐτό, ἕν τε ὂν καὶ πολλὰ καὶ μήτε ἓν μήτε πολλὰ καὶ μετέχον χρόνου, ὅτι μὲν ἔστιν ἕν, οὐσίας μετέχειν ποτέ, ὅτι δʼ οὐκ ἔστι, μὴ μετέχειν αὖ ποτε οὐσίας;
ἀνάγκη.
ἆρʼ οὖν, ὅτε μετέχει, οἷόν τε ἔσται τότε μὴ μετέχειν, ὅτε μὴ μετέχει, μετέχειν;
οὐχ οἷόν τε.
ἐν ἄλλῳ ἄρα χρόνῳ μετέχει καὶ ἐν ἄλλῳ οὐ μετέχει· οὕτω γὰρ ἂν μόνως τοῦ αὐτοῦ μετέχοι τε καὶ οὐ μετέχοι.

Tokens

καὶ 1 w 3
μὴν 1 w 6
αὐτό 1 w 10
γε 1 w 12
ἐν 1 w 14
ἑαυτῷ 1 w 19
ὂν 1 w 21
καὶ 2 w 24
περὶ 1 w 28
ἑαυτὸ 1 w 33
ἂν 1 w 35
εἴη 1 w 38
ἔξωθεν 1 w 44
καὶ 3 w 48
περιέχον 1 w 56
μὲν 1 w 59
μεῖζον 1 w 65
ἂν 2 w 67
ἑαυτοῦ 1 w 73
εἴη 2 w 76
περιεχόμενον 1 w 89
δὲ 1 w 91
ἔλαττον 1 w 98
καὶ 4 w 102
οὕτω 1 w 106
μεῖζον 2 w 112
ἂν 3 w 114
καὶ 5 w 117
ἔλαττον 2 w 124
εἴη 3 w 127
αὐτὸ 1 w 131
ἑαυτοῦ 2 w 137
τὸ 3 w 139
ἕν 1 w 141
εἴη 4 w 145
γὰρ 1 w 148
ἄν 1 w 150
οὐκοῦν 1 w 157
καὶ 6 w 160
τόδε 1 w 164
ἀνάγκη 1 w 170
μηδὲν 1 w 176
εἶναι 1 w 181
ἐκτὸς 1 w 186
τοῦ 3 w 189
ἑνός 1 w 193
τε 1 w 195
καὶ 7 w 198
τῶν 1 w 201
ἄλλων 1 w 206
πῶς 1 w 210
γὰρ 2 w 213
οὔ 1 w 215
ἀλλὰ 1 w 220
μὴν 2 w 223
καὶ 8 w 226
εἶναί 1 w 231
που 1 w 234
δεῖ 1 w 237
τό 3 w 239
γε 2 w 241
ὂν 2 w 243
ἀεί 1 w 246
ναί 2 w 250
οὐκοῦν 2 w 257
τό 4 w 259
γε 3 w 261
ἔν 1 w 263
τῳ 1 w 265
ὂν 3 w 267
ἐν 2 w 269
μείζονι 1 w 276
ἔσται 1 w 281
ἔλαττον 3 w 288
ὄν 1 w 290
οὐ 3 w 293
γὰρ 3 w 296
ἂν 4 w 298
ἄλλως 1 w 303
ἕτερον 1 w 309
ἐν 3 w 311
ἑτέρῳ 1 w 316
εἴη 5 w 319
οὐ 4 w 322
γάρ 1 w 325
ἐπειδὴ 1 w 332
δὲ 3 w 334
οὐδὲν 1 w 339
ἕτερον 2 w 345
ἔστι 1 w 349
χωρὶς 1 w 354
τῶν 2 w 357
ἄλλων 2 w 362
καὶ 9 w 365
τοῦ 4 w 368
ἑνός 2 w 372
δεῖ 2 w 376
δὲ 5 w 378
αὐτὰ 1 w 382
ἔν 2 w 384
τῳ 2 w 386
εἶναι 2 w 391
οὐκ 3 w 395
ἀνάγκη 2 w 401
ἤδη 1 w 404
ἐν 4 w 406
ἀλλήλοις 1 w 414
εἶναι 3 w 419
τά 1 w 422
τε 4 w 424
ἄλλα 1 w 428
ἐν 5 w 430
τῷ 2 w 432
ἑνὶ 1 w 435
καὶ 10 w 438
τὸ 5 w 440
ἓν 1 w 442
ἐν 6 w 444
τοῖς 1 w 448
ἄλλοις 1 w 454
1 w 456
μηδαμοῦ 1 w 463
εἶναι 4 w 468
φαίνεται 1 w 477
ὅτι 1 w 481
μὲν 2 w 484
ἄρα 1 w 487
τὸ 6 w 489
ἓν 2 w 491
ἐν 7 w 493
τοῖς 2 w 497
ἄλλοις 2 w 503
ἔνεστι 1 w 509
μείζω 1 w 515
ἂν 5 w 517
εἴη 6 w 520
τὰ 2 w 522
ἄλλα 2 w 526
τοῦ 5 w 529
ἑνός 3 w 533
περιέχοντα 1 w 544
αὐτό 2 w 548
τὸ 7 w 551
δὲ 6 w 553
ἓν 3 w 555
ἔλαττον 4 w 562
τῶν 3 w 565
ἄλλων 3 w 570
περιεχόμενον 2 w 583
ὅτι 2 w 587
δὲ 7 w 589
τὰ 3 w 591
ἄλλα 3 w 595
ἐν 8 w 597
τῷ 3 w 599
ἑνί 1 w 602
τὸ 8 w 605
ἓν 4 w 607
τῶν 4 w 610
ἄλλων 4 w 615
κατὰ 1 w 619
τὸν 1 w 622
αὐτὸν 1 w 627
λόγον 1 w 632
μεῖζον 3 w 638
ἂν 6 w 640
εἴη 7 w 643
τὰ 5 w 646
δὲ 8 w 648
ἄλλα 4 w 652
τοῦ 6 w 655
ἑνὸς 1 w 659
ἐλάττω 1 w 665
ἔοικεν 1 w 672
τὸ 11 w 675
ἓν 5 w 677
ἄρα 2 w 680
ἴσον 1 w 684
τε 5 w 686
καὶ 11 w 689
μεῖζον 4 w 695
καὶ 12 w 698
ἔλαττόν 1 w 705
ἐστιν 1 w 710
αὐτό 3 w 714
τε 6 w 716
αὑτοῦ 1 w 721
καὶ 13 w 724
τῶν 5 w 727
ἄλλων 5 w 732
φαίνεται 2 w 741
καὶ 14 w 745
μὴν 3 w 748
εἴπερ 1 w 753
μεῖζον 5 w 759
καὶ 15 w 762
ἔλαττον 5 w 769
καὶ 16 w 772
ἴσον 2 w 776
ἴσων 1 w 781
ἂν 7 w 783
εἴη 8 w 786
μέτρων 1 w 792
καὶ 17 w 795
πλειόνων 1 w 803
καὶ 18 w 806
ἐλαττόνων 1 w 815
αὑτῷ 1 w 819
καὶ 19 w 822
τοῖς 3 w 826
ἄλλοις 3 w 832
ἐπειδὴ 2 w 839
δὲ 9 w 841
μέτρων 2 w 847
καὶ 20 w 851
μερῶν 1 w 856
πῶς 2 w 860
δʼ 1 w 862
οὔ 2 w 864
ἴσων 2 w 869
μὲν 3 w 872
ἄρα 3 w 875
μέτρων 3 w 881
ὂν 4 w 883
καὶ 21 w 886
πλειόνων 2 w 894
καὶ 22 w 897
ἐλαττόνων 2 w 906
καὶ 23 w 910
ἀριθμῷ 1 w 916
ἔλαττον 6 w 923
ἂν 8 w 925
καὶ 24 w 928
πλέον 1 w 933
εἴη 9 w 936
αὐτό 4 w 940
τε 7 w 942
αὑτοῦ 2 w 947
καὶ 25 w 950
τῶν 6 w 953
ἄλλων 6 w 958
καὶ 26 w 961
ἴσον 3 w 965
αὑτῷ 2 w 969
τε 8 w 971
καὶ 27 w 974
τοῖς 4 w 978
ἄλλοις 4 w 984
κατὰ 2 w 988
ταὐτά 1 w 993
πῶς 3 w 997
ὧνπερ 1 w 1003
μεῖζόν 1 w 1009
ἐστι 2 w 1013
πλειόνων 3 w 1022
που 2 w 1025
καὶ 28 w 1028
μέτρων 4 w 1034
ἂν 9 w 1036
εἴη 10 w 1039
αὐτῶν 1 w 1044
ὅσων 1 w 1049
δὲ 10 w 1051
μέτρων 5 w 1057
καὶ 29 w 1061
μερῶν 2 w 1066
καὶ 30 w 1070
ὧν 2 w 1072
ἔλαττον 7 w 1079
ὡσαύτως 1 w 1087
καὶ 31 w 1091
οἷς 1 w 1094
ἴσον 4 w 1098
κατὰ 3 w 1103
ταὐτά 2 w 1108
οὕτως 1 w 1114
οὐκοῦν 3 w 1121
ἑαυτοῦ 3 w 1127
μεῖζον 6 w 1133
καὶ 32 w 1136
ἔλαττον 8 w 1143
ὂν 5 w 1145
καὶ 33 w 1148
ἴσον 5 w 1152
ἴσων 3 w 1156
ἂν 10 w 1158
εἴη 11 w 1161
μέτρων 6 w 1167
καὶ 34 w 1170
πλειόνων 4 w 1178
καὶ 35 w 1181
ἐλαττόνων 3 w 1190
αὑτῷ 3 w 1194
ἐπειδὴ 3 w 1201
δὲ 11 w 1203
μέτρων 7 w 1209
καὶ 36 w 1213
μερῶν 3 w 1218
πῶς 4 w 1222
δʼ 2 w 1224
οὔ 3 w 1226
ἴσων 4 w 1231
μὲν 4 w 1234
ἄρα 4 w 1237
μερῶν 4 w 1242
ὂν 6 w 1244
αὑτῷ 4 w 1248
ἴσον 6 w 1252
ἂν 11 w 1254
τὸ 12 w 1256
πλῆθος 1 w 1262
αὑτῷ 5 w 1266
εἴη 12 w 1269
πλειόνων 5 w 1278
δὲ 12 w 1280
πλέον 2 w 1285
ἐλαττόνων 4 w 1295
δὲ 13 w 1297
ἔλαττον 9 w 1304
τὸν 3 w 1307
ἀριθμὸν 1 w 1314
αὑτοῦ 3 w 1319
φαίνεται 3 w 1328
οὐκοῦν 4 w 1335
καὶ 37 w 1338
πρὸς 1 w 1342
τἆλλα 1 w 1347
ὡσαύτως 2 w 1354
ἕξει 1 w 1358
τὸ 14 w 1360
ἕν 2 w 1362
ὅτι 3 w 1366
μὲν 5 w 1369
μεῖζον 7 w 1375
αὐτῶν 2 w 1380
φαίνεται 4 w 1388
ἀνάγκη 3 w 1395
πλέον 3 w 1400
εἶναι 5 w 1405
καὶ 38 w 1408
τὸν 4 w 1411
ἀριθμὸν 2 w 1418
αὐτῶν 3 w 1423
ὅτι 4 w 1427
δὲ 14 w 1429
σμικρότερον 1 w 1440
ἔλαττον 10 w 1448
ὅτι 5 w 1452
δὲ 15 w 1454
ἴσον 7 w 1458
μεγέθει 1 w 1465
ἴσον 8 w 1470
καὶ 39 w 1473
τὸ 16 w 1475
πλῆθος 2 w 1481
εἶναι 6 w 1486
τοῖς 5 w 1490
ἄλλοις 5 w 1496
ἀνάγκη 4 w 1503
οὕτω 3 w 1508
δὴ 4 w 1510
αὖ 1 w 1512
ὡς 1 w 1515
ἔοικε 2 w 1520
τὸ 17 w 1523
ἓν 6 w 1525
καὶ 40 w 1528
ἴσον 9 w 1532
καὶ 41 w 1535
πλέον 4 w 1540
καὶ 42 w 1543
ἔλαττον 11 w 1550
τὸν 5 w 1553
ἀριθμὸν 3 w 1560
αὐτό 5 w 1564
τε 10 w 1566
αὑτοῦ 4 w 1571
ἔσται 2 w 1576
καὶ 43 w 1579
τῶν 10 w 1582
ἄλλων 7 w 1587
ἔσται 3 w 1593
ἆρʼ 1 w 1597
οὖν 1 w 1600
καὶ 44 w 1603
χρόνου 1 w 1609
μετέχει 1 w 1616
τὸ 19 w 1618
ἕν 3 w 1620
καὶ 45 w 1624
ἐστί 1 w 1628
τε 11 w 1630
καὶ 46 w 1633
γίγνεται 1 w 1641
νεώτερόν 1 w 1649
τε 13 w 1651
καὶ 47 w 1654
πρεσβύτερον 1 w 1665
αὐτό 6 w 1669
τε 15 w 1671
ἑαυτοῦ 4 w 1677
καὶ 48 w 1680
τῶν 11 w 1683
ἄλλων 8 w 1688
καὶ 49 w 1692
οὔτε 1 w 1696
νεώτερον 1 w 1704
οὔτε 2 w 1708
πρεσβύτερον 2 w 1719
οὔτε 3 w 1723
ἑαυτοῦ 5 w 1729
οὔτε 4 w 1733
τῶν 12 w 1736
ἄλλων 9 w 1741
χρόνου 2 w 1748
μετέχον 1 w 1755
πῶς 5 w 1759
εἶναι 7 w 1765
μέν 1 w 1768
που 3 w 1771
αὐτῷ 1 w 1775
ὑπάρχει 1 w 1782
εἴπερ 2 w 1788
ἓν 7 w 1790
ἔστιν 1 w 1795
ναί 3 w 1799
τὸ 20 w 1802
δὲ 16 w 1804
εἶναι 8 w 1809
ἄλλο 6 w 1813
τί 2 w 1815
ἐστιν 2 w 1820
2 w 1821
μέθεξις 1 w 1828
οὐσίας 1 w 1834
μετὰ 1 w 1838
χρόνου 3 w 1844
τοῦ 14 w 1847
παρόντος 1 w 1855
ὥσπερ 1 w 1861
τὸ 21 w 1863
ἦν 1 w 1865
μετὰ 2 w 1869
τοῦ 15 w 1872
παρεληλυθότος 1 w 1885
καὶ 50 w 1888
αὖ 2 w 1890
τὸ 22 w 1892
ἔσται 4 w 1897
μετὰ 3 w 1901
τοῦ 16 w 1904
μέλλοντος 1 w 1913
οὐσίας 2 w 1919
ἐστὶ 1 w 1923
κοινωνία 1 w 1931
ἔστι 3 w 1936
γάρ 2 w 1939
μετέχει 2 w 1947
μὲν 6 w 1950
ἄρα 5 w 1953
χρόνου 4 w 1959
εἴπερ 3 w 1965
καὶ 51 w 1968
τοῦ 17 w 1971
εἶναι 9 w 1976
πάνυ 1 w 1981
γε 4 w 1983
οὐκοῦν 5 w 1990
πορευομένου 1 w 2001
τοῦ 18 w 2004
χρόνου 5 w 2010
ναί 4 w 2014
ἀεὶ 1 w 2018
ἄρα 6 w 2021
πρεσβύτερον 3 w 2032
γίγνεται 2 w 2040
ἑαυτοῦ 6 w 2046
εἴπερ 4 w 2052
προέρχεται 1 w 2062
κατὰ 4 w 2066
χρόνον 1 w 2072
ἀνάγκη 5 w 2079
ἆρʼ 2 w 2083
οὖν 2 w 2086
μεμνήμεθα 1 w 2095
ὅτι 6 w 2098
νεωτέρου 1 w 2106
γιγνομένου 1 w 2116
τὸ 23 w 2118
πρεσβύτερον 4 w 2129
πρεσβύτερον 5 w 2140
γίγνεται 3 w 2148
μεμνήμεθα 2 w 2158
οὐκοῦν 6 w 2165
ἐπειδὴ 4 w 2171
πρεσβύτερον 6 w 2182
ἑαυτοῦ 7 w 2188
γίγνεται 4 w 2196
τὸ 24 w 2198
ἕν 4 w 2200
νεωτέρου 2 w 2209
ἂν 12 w 2211
γιγνομένου 2 w 2221
ἑαυτοῦ 8 w 2227
πρεσβύτερον 7 w 2238
γίγνοιτο 1 w 2246
ἀνάγκη 6 w 2253
γίγνεται 5 w 2262
μὲν 7 w 2265
δὴ 6 w 2267
νεώτερόν 2 w 2275
τε 28 w 2277
καὶ 52 w 2280
πρεσβύτερον 8 w 2291
αὑτοῦ 5 w 2296
οὕτω 4 w 2300
ναί 5 w 2304
ἔστι 4 w 2309
δὲ 17 w 2311
πρεσβύτερον 9 w 2322
ἆρʼ 3 w 2325
οὐχ 1 w 2328
ὅταν 1 w 2332
κατὰ 5 w 2336
τὸν 6 w 2339
νῦν 1 w 2342
χρόνον 2 w 2348
1 w 2349
γιγνόμενον 1 w 2359
τὸν 7 w 2362
μεταξὺ 1 w 2368
τοῦ 23 w 2371
ἦν 2 w 2373
τε 31 w 2375
καὶ 53 w 2378
ἔσται 5 w 2383
οὐ 14 w 2386
γάρ 3 w 2389
που 4 w 2392
πορευόμενόν 1 w 2403
γε 5 w 2405
ἐκ 2 w 2407
τοῦ 24 w 2410
ποτὲ 1 w 2414
εἰς 1 w 2417
τὸ 27 w 2419
ἔπειτα 1 w 2425
ὑπερβήσεται 1 w 2436
τὸ 28 w 2438
νῦν 2 w 2441
οὐ 15 w 2444
γάρ 4 w 2447
ἆρʼ 4 w 2451
οὖν 3 w 2454
οὐκ 8 w 2457
ἐπίσχει 1 w 2464
τότε 1 w 2468
τοῦ 25 w 2471
γίγνεσθαι 1 w 2480
πρεσβύτερον 10 w 2491
ἐπειδὰν 1 w 2499
τῷ 10 w 2501
νῦν 3 w 2504
ἐντύχῃ 1 w 2510
καὶ 54 w 2514
οὐ 17 w 2516
γίγνεται 6 w 2524
ἀλλʼ 1 w 2529
ἔστι 5 w 2533
τότʼ 1 w 2537
ἤδη 2 w 2540
πρεσβύτερον 11 w 2551
προϊὸν 1 w 2558
γὰρ 4 w 2561
οὐκ 9 w 2564
ἄν 2 w 2566
ποτε 1 w 2570
ληφθείη 1 w 2577
ὑπὸ 1 w 2580
τοῦ 26 w 2583
νῦν 4 w 2586
τὸ 29 w 2589
γὰρ 5 w 2592
προϊὸν 2 w 2598
οὕτως 2 w 2603
ἔχει 1 w 2607
ὡς 2 w 2609
ἀμφοτέρων 1 w 2618
ἐφάπτεσθαι 1 w 2628
τοῦ 27 w 2632
τε 37 w 2634
νῦν 5 w 2637
καὶ 55 w 2640
τοῦ 28 w 2643
ἔπειτα 2 w 2649
τοῦ 29 w 2653
μὲν 8 w 2656
νῦν 6 w 2659
ἀφιέμενον 1 w 2668
τοῦ 30 w 2672
δʼ 3 w 2674
ἔπειτα 3 w 2680
ἐπιλαμβανόμενον 1 w 2695
μεταξὺ 2 w 2702
ἀμφοτέρων 2 w 2711
γιγνόμενον 2 w 2721
τοῦ 31 w 2725
τε 38 w 2727
ἔπειτα 4 w 2733
καὶ 56 w 2736
τοῦ 32 w 2739
νῦν 7 w 2742
ἀληθῆ 1 w 2748
εἰ 2 w 2751
δέ 1 w 2753
γε 6 w 2755
ἀνάγκη 7 w 2761
μὴ 4 w 2763
παρελθεῖν 1 w 2772
τὸ 30 w 2774
νῦν 8 w 2777
πᾶν 1 w 2780
τὸ 31 w 2782
γιγνόμενον 3 w 2792
ἐπειδὰν 2 w 2800
κατὰ 6 w 2804
τοῦτο 1 w 2809
2 w 2810
ἐπίσχει 2 w 2818
ἀεὶ 2 w 2821
τοῦ 34 w 2824
γίγνεσθαι 2 w 2833
καὶ 57 w 2836
ἔστι 6 w 2840
τότε 2 w 2844
τοῦτο 2 w 2849
ὅτι 7 w 2852
ἂν 13 w 2854
τύχῃ 2 w 2858
γιγνόμενον 4 w 2868
φαίνεται 5 w 2877
καὶ 58 w 2881
τὸ 32 w 2883
ἓν 8 w 2885
ἄρα 7 w 2888
ὅταν 2 w 2893
πρεσβύτερον 12 w 2904
γιγνόμενον 5 w 2914
ἐντύχῃ 2 w 2920
τῷ 11 w 2922
νῦν 9 w 2925
ἐπέσχεν 1 w 2933
τοῦ 36 w 2936
γίγνεσθαι 3 w 2945
καὶ 59 w 2948
ἔστι 7 w 2952
τότε 3 w 2956
πρεσβύτερον 13 w 2967
πάνυ 2 w 2972
μὲν 9 w 2975
οὖν 4 w 2978
οὐκοῦν 7 w 2985
οὗπερ 1 w 2990
ἐγίγνετο 1 w 2998
πρεσβύτερον 14 w 3009
τούτου 1 w 3016
καὶ 60 w 3019
ἔστιν 2 w 3024
ἐγίγνετο 2 w 3033
δὲ 18 w 3035
αὑτοῦ 6 w 3040
ναί 6 w 3044
ἔστι 9 w 3049
δὲ 19 w 3051
τὸ 33 w 3053
πρεσβύτερον 15 w 3064
νεωτέρου 3 w 3072
πρεσβύτερον 16 w 3083
ἔστιν 3 w 3089
καὶ 61 w 3093
νεώτερον 2 w 3101
ἄρα 8 w 3104
τότε 4 w 3108
αὑτοῦ 7 w 3113
ἐστι 4 w 3117
τὸ 34 w 3119
ἕν 5 w 3121
ὅταν 3 w 3126
πρεσβύτερον 17 w 3137
γιγνόμενον 6 w 3147
ἐντύχῃ 3 w 3153
τῷ 12 w 3155
νῦν 10 w 3158
ἀνάγκη 8 w 3165
τό 20 w 3168
γε 7 w 3170
μὴν 4 w 3173
νῦν 11 w 3176
ἀεὶ 3 w 3179
πάρεστι 1 w 3186
τῷ 13 w 3188
ἑνὶ 2 w 3191
διὰ 1 w 3194
παντὸς 1 w 3200
τοῦ 39 w 3203
εἶναι 10 w 3208
ἔστι 11 w 3213
γὰρ 6 w 3216
ἀεὶ 4 w 3219
νῦν 12 w 3222
ὅτανπερ 1 w 3229
3 w 3230
πῶς 6 w 3234
γὰρ 7 w 3237
οὔ 8 w 3239
ἀεὶ 5 w 3243
ἄρα 9 w 3246
ἐστί 2 w 3250
τε 49 w 3252
καὶ 62 w 3255
γίγνεται 7 w 3263
πρεσβύτερον 18 w 3274
ἑαυτοῦ 9 w 3280
καὶ 63 w 3283
νεώτερον 3 w 3291
τὸ 36 w 3293
ἕν 6 w 3295
ἔοικεν 2 w 3302
πλείω 1 w 3308
δὲ 20 w 3310
χρόνον 3 w 3316
αὐτὸ 3 w 3320
ἑαυτοῦ 10 w 3326
ἔστιν 4 w 3331
3 w 3332
γίγνεται 8 w 3340
4 w 3342
τὸν 8 w 3345
ἴσον 10 w 3349
τὸν 9 w 3353
ἴσον 11 w 3357
ἀλλὰ 2 w 3362
μὴν 5 w 3365
τόν 6 w 3368
γε 8 w 3370
ἴσον 12 w 3374
χρόνον 4 w 3380
5 w 3381
γιγνόμενον 7 w 3391
6 w 3392
ὂν 7 w 3394
τὴν 1 w 3397
αὐτὴν 1 w 3402
ἡλικίαν 1 w 3409
ἔχει 2 w 3413
πῶς 7 w 3417
δʼ 4 w 3419
οὔ 9 w 3421
τὸ 40 w 3424
δὲ 21 w 3426
τὴν 3 w 3429
αὐτὴν 2 w 3434
ἡλικίαν 2 w 3441
ἔχον 1 w 3445
οὔτε 5 w 3449
πρεσβύτερον 19 w 3460
οὔτε 6 w 3464
νεώτερόν 3 w 3472
ἐστιν 3 w 3477
οὐ 20 w 3480
γάρ 5 w 3483
τὸ 41 w 3486
ἓν 9 w 3488
ἄρα 10 w 3491
τὸν 10 w 3494
ἴσον 13 w 3498
χρόνον 5 w 3504
αὐτὸ 4 w 3508
ἑαυτῷ 2 w 3513
καὶ 64 w 3516
γιγνόμενον 8 w 3526
καὶ 65 w 3529
ὂν 8 w 3531
οὔτε 7 w 3535
νεώτερον 4 w 3543
οὔτε 8 w 3547
πρεσβύτερον 20 w 3558
ἑαυτοῦ 11 w 3564
ἐστιν 4 w 3569
οὐδὲ 2 w 3573
γίγνεται 9 w 3581
οὔ 14 w 3584
μοι 1 w 3587
δοκεῖ 1 w 3592
τί 4 w 3595
δέ 2 w 3597
τῶν 13 w 3601
ἄλλων 10 w 3606
οὐκ 11 w 3610
ἔχω 1 w 3613
λέγειν 1 w 3619
τόδε 2 w 3624
γε 10 w 3626
μὴν 6 w 3629
ἔχεις 1 w 3634
λέγειν 2 w 3640
ὅτι 8 w 3644
τὰ 14 w 3646
ἄλλα 5 w 3650
τοῦ 43 w 3653
ἑνός 4 w 3657
εἴπερ 5 w 3663
ἕτερά 1 w 3668
ἐστιν 5 w 3673
ἀλλὰ 3 w 3678
μὴ 8 w 3680
ἕτερον 3 w 3686
πλείω 2 w 3692
ἐστὶν 1 w 3697
ἑνός 5 w 3701
ἕτερον 4 w 3708
μὲν 10 w 3711
γὰρ 8 w 3714
ὂν 9 w 3716
ἓν 10 w 3718
ἂν 14 w 3720
ἦν 3 w 3722
ἕτερα 1 w 3728
δὲ 23 w 3730
ὄντα 1 w 3734
πλείω 3 w 3739
ἑνός 6 w 3743
ἐστι 8 w 3747
καὶ 66 w 3750
πλῆθος 3 w 3756
ἂν 15 w 3758
ἔχοι 1 w 3762
ἔχοι 2 w 3767
γὰρ 9 w 3770
ἄν 3 w 3772
πλῆθος 4 w 3779
δὲ 24 w 3781
ὂν 10 w 3783
ἀριθμοῦ 1 w 3790
πλείονος 1 w 3798
ἂν 16 w 3800
μετέχοι 1 w 3807
7 w 3808
τοῦ 44 w 3811
ἑνός 7 w 3815
πῶς 8 w 3819
δʼ 5 w 3821
οὔ 15 w 3823
τί 5 w 3826
οὖν 5 w 3829
ἀριθμοῦ 2 w 3837
φήσομεν 1 w 3844
τὰ 15 w 3846
πλείω 4 w 3851
γίγνεσθαί 1 w 3860
τε 64 w 3862
καὶ 67 w 3865
γεγονέναι 1 w 3874
πρότερον 1 w 3882
8 w 3884
τὰ 16 w 3886
ἐλάττω 2 w 3892
τὰ 17 w 3895
ἐλάττω 3 w 3901
τὸ 44 w 3904
ὀλίγιστον 1 w 3913
ἄρα 11 w 3916
πρῶτον 1 w 3922
τοῦτο 3 w 3928
δʼ 6 w 3930
ἔστι 13 w 3934
τὸ 45 w 3936
ἕν 7 w 3938
4 w 3940
γάρ 6 w 3943
ναί 7 w 3947
πάντων 1 w 3954
ἄρα 12 w 3957
τὸ 46 w 3959
ἓν 11 w 3961
πρῶτον 2 w 3967
γέγονε 1 w 3973
τῶν 14 w 3976
ἀριθμὸν 4 w 3983
ἐχόντων 1 w 3990
ἔχει 4 w 3995
δὲ 25 w 3997
καὶ 68 w 4000
τἆλλα 2 w 4005
πάντα 1 w 4010
ἀριθμόν 1 w 4017
εἴπερ 6 w 4023
ἄλλα 6 w 4027
καὶ 69 w 4030
μὴ 9 w 4032
ἄλλο 7 w 4036
ἐστίν 1 w 4041
ἔχει 5 w 4046
γάρ 7 w 4049
πρῶτον 3 w 4056
δέ 3 w 4058
γε 13 w 4060
οἶμαι 1 w 4065
γεγονὸς 1 w 4072
πρότερον 2 w 4080
γέγονε 2 w 4086
τὰ 18 w 4089
δὲ 26 w 4091
ἄλλα 7 w 4095
ὕστερον 1 w 4102
τὰ 19 w 4105
δʼ 7 w 4107
ὕστερον 2 w 4114
γεγονότα 1 w 4122
νεώτερα 1 w 4129
τοῦ 46 w 4132
πρότερον 3 w 4140
γεγονότος 1 w 4149
καὶ 70 w 4153
οὕτως 3 w 4158
ἂν 17 w 4160
εἴη 13 w 4163
τἆλλα 3 w 4168
νεώτερα 2 w 4175
τοῦ 47 w 4178
ἑνός 8 w 4182
τὸ 47 w 4185
δὲ 27 w 4187
ἓν 12 w 4189
πρεσβύτερον 21 w 4200
τῶν 15 w 4203
ἄλλων 11 w 4208
εἴη 14 w 4212
γὰρ 10 w 4215
ἄν 4 w 4217
τί 7 w 4220
δὲ 28 w 4222
τόδε 3 w 4226
ἆρʼ 5 w 4230
ἂν 18 w 4232
εἴη 15 w 4235
τὸ 48 w 4237
ἓν 13 w 4239
παρὰ 1 w 4243
φύσιν 1 w 4248
τὴν 5 w 4251
αὑτοῦ 8 w 4256
γεγονός 1 w 4263
9 w 4265
ἀδύνατον 1 w 4273
ἀδύνατον 2 w 4282
ἀλλὰ 4 w 4287
μὴν 7 w 4290
μέρη 1 w 4294
γε 18 w 4296
ἔχον 2 w 4300
ἐφάνη 1 w 4305
τὸ 49 w 4307
ἕν 8 w 4309
εἰ 3 w 4312
δὲ 29 w 4314
μέρη 2 w 4318
καὶ 71 w 4322
ἀρχὴν 1 w 4327
καὶ 72 w 4330
τελευτὴν 1 w 4338
καὶ 73 w 4341
μέσον 1 w 4346
ναί 8 w 4350
οὐκοῦν 8 w 4357
πάντων 2 w 4363
πρῶτον 4 w 4369
ἀρχὴ 2 w 4373
γίγνεται 10 w 4381
καὶ 74 w 4385
αὐτοῦ 1 w 4390
τοῦ 50 w 4393
ἑνὸς 2 w 4397
καὶ 75 w 4400
ἑκάστου 1 w 4407
τῶν 16 w 4410
ἄλλων 12 w 4415
καὶ 76 w 4419
μετὰ 4 w 4423
τὴν 7 w 4426
ἀρχὴν 2 w 4431
καὶ 77 w 4434
τἆλλα 4 w 4439
πάντα 2 w 4444
μέχρι 1 w 4449
τοῦ 51 w 4452
τέλους 1 w 4458
τί 8 w 4461
μήν 1 w 4464
καὶ 78 w 4468
μὴν 8 w 4471
μόριά 1 w 4476
γε 19 w 4478
φήσομεν 2 w 4485
ταῦτʼ 1 w 4490
εἶναι 11 w 4495
πάντα 3 w 4500
τἆλλα 5 w 4505
τοῦ 52 w 4508
ὅλου 1 w 4512
τε 74 w 4514
καὶ 79 w 4517
ἑνός 9 w 4521
αὐτὸ 5 w 4526
δὲ 30 w 4528
ἐκεῖνο 1 w 4534
ἅμα 1 w 4537
τῇ 1 w 4539
τελευτῇ 1 w 4546
γεγονέναι 2 w 4555
ἕν 9 w 4557
τε 76 w 4559
καὶ 80 w 4562
ὅλον 1 w 4566
φήσομεν 3 w 4574
γάρ 8 w 4577
τελευτὴ 2 w 4585
δέ 4 w 4587
γε 21 w 4589
οἶμαι 2 w 4594
ὕστατον 1 w 4601
γίγνεται 11 w 4609
τούτῳ 1 w 4615
δʼ 8 w 4617
ἅμα 2 w 4620
τὸ 51 w 4622
ἓν 14 w 4624
πέφυκε 1 w 4630
γίγνεσθαι 4 w 4639
ὥστʼ 1 w 4644
εἴπερ 7 w 4649
ἀνάγκη 9 w 4655
αὐτὸ 6 w 4659
τὸ 53 w 4661
ἓν 15 w 4663
μὴ 12 w 4665
παρὰ 2 w 4669
φύσιν 2 w 4674
γίγνεσθαι 5 w 4683
ἅμα 3 w 4687
τελευτῇ 2 w 4694
ἂν 19 w 4696
γεγονὸς 2 w 4703
ὕστατον 2 w 4710
ἂν 20 w 4712
τῶν 17 w 4715
ἄλλων 13 w 4720
πεφυκὸς 1 w 4727
εἴη 16 w 4730
γίγνεσθαι 6 w 4739
φαίνεται 6 w 4748
νεώτερον 5 w 4757
ἄρα 13 w 4760
τῶν 18 w 4763
ἄλλων 14 w 4768
τὸ 54 w 4770
ἕν 10 w 4772
ἐστι 9 w 4776
τὰ 21 w 4779
δʼ 9 w 4781
ἄλλα 8 w 4785
τοῦ 53 w 4788
ἑνὸς 3 w 4792
πρεσβύτερα 1 w 4802
οὕτως 4 w 4808
αὖ 3 w 4810
μοι 2 w 4813
φαίνεται 7 w 4821
τί 9 w 4824
δὲ 31 w 4826
δή 1 w 4828
ἀρχὴν 3 w 4834
10 w 4835
ἄλλο 8 w 4839
μέρος 1 w 4844
ὁτιοῦν 1 w 4850
τοῦ 54 w 4853
ἑνὸς 4 w 4857
11 w 4858
ἄλλου 1 w 4863
ὁτουοῦν 1 w 4870
ἐάνπερ 1 w 4877
μέρος 2 w 4882
4 w 4883
ἀλλὰ 5 w 4887
μὴ 13 w 4889
μέρη 3 w 4893
οὐκ 13 w 4897
ἀναγκαῖον 1 w 4906
ἓν 16 w 4908
εἶναι 12 w 4913
μέρος 3 w 4919
γε 23 w 4921
ὄν 3 w 4923
ἀνάγκη 10 w 4930
οὐκοῦν 9 w 4937
τὸ 55 w 4939
ἓν 17 w 4941
ἅμα 4 w 4944
τε 81 w 4946
τῷ 15 w 4948
πρώτῳ 1 w 4953
γιγνομένῳ 1 w 4962
γίγνοιτʼ 1 w 4970
ἂν 21 w 4972
καὶ 81 w 4975
ἅμα 5 w 4978
τῷ 16 w 4980
δευτέρῳ 1 w 4987
καὶ 82 w 4991
οὐδενὸς 1 w 4998
ἀπολείπεται 1 w 5009
τῶν 19 w 5012
ἄλλων 15 w 5017
γιγνομένων 1 w 5027
ὅτιπερ 1 w 5034
ἂν 22 w 5036
προσγίγνηται 1 w 5048
ὁτῳοῦν 1 w 5054
ἕως 1 w 5058
ἂν 23 w 5060
πρὸς 2 w 5064
τὸ 56 w 5066
ἔσχατον 1 w 5073
διελθὸν 1 w 5080
ὅλον 2 w 5084
ἓν 18 w 5086
γένηται 1 w 5093
οὔτε 9 w 5098
μέσου 1 w 5103
οὔτε 10 w 5107
πρώτου 1 w 5113
οὔτε 11 w 5117
ἐσχάτου 1 w 5124
οὔτε 12 w 5128
ἄλλου 2 w 5133
οὐδενὸς 2 w 5140
ἀπολειφθὲν 1 w 5150
ἐν 12 w 5152
τῇ 4 w 5154
γενέσει 1 w 5161
ἀληθῆ 2 w 5167
πᾶσιν 1 w 5173
ἄρα 14 w 5176
τοῖς 6 w 5180
ἄλλοις 6 w 5186
τὴν 8 w 5189
αὐτὴν 3 w 5194
ἡλικίαν 3 w 5201
ἴσχει 1 w 5206
τὸ 57 w 5208
ἕν 11 w 5210
ὥστʼ 2 w 5215
εἰ 4 w 5217
μὴ 14 w 5219
παρὰ 3 w 5223
φύσιν 3 w 5228
πέφυκεν 1 w 5235
αὐτὸ 7 w 5239
τὸ 59 w 5241
ἕν 12 w 5243
οὔτε 13 w 5248
πρότερον 4 w 5256
οὔτε 14 w 5260
ὕστερον 3 w 5267
τῶν 20 w 5270
ἄλλων 16 w 5275
γεγονὸς 3 w 5282
ἂν 24 w 5284
εἴη 17 w 5287
ἀλλʼ 2 w 5292
ἅμα 6 w 5295
καὶ 83 w 5299
κατὰ 7 w 5303
τοῦτον 1 w 5309
τὸν 11 w 5312
λόγον 2 w 5317
τὸ 61 w 5319
ἓν 19 w 5321
τῶν 21 w 5324
ἄλλων 17 w 5329
οὔτε 15 w 5333
πρεσβύτερον 22 w 5344
οὔτε 16 w 5348
νεώτερον 6 w 5356
ἂν 25 w 5358
εἴη 18 w 5361
οὐδὲ 3 w 5366
τἆλλα 6 w 5371
τοῦ 56 w 5374
ἑνός 10 w 5378
κατὰ 8 w 5383
δὲ 33 w 5385
τὸν 12 w 5388
πρόσθεν 1 w 5395
πρεσβύτερόν 1 w 5406
τε 95 w 5408
καὶ 84 w 5411
νεώτερον 7 w 5419
καὶ 85 w 5423
τἆλλα 7 w 5428
ἐκείνου 1 w 5435
ὡσαύτως 3 w 5442
πάνυ 3 w 5447
μὲν 11 w 5450
οὖν 6 w 5453
ἔστι 14 w 5458
μὲν 12 w 5461
δὴ 7 w 5463
οὕτως 5 w 5468
ἔχον 3 w 5472
τε 97 w 5474
καὶ 86 w 5477
γεγονός 2 w 5484
ἀλλὰ 6 w 5489
τί 10 w 5491
αὖ 4 w 5493
περὶ 2 w 5497
τοῦ 57 w 5500
γίγνεσθαι 7 w 5509
αὐτὸ 8 w 5513
πρεσβύτερόν 2 w 5524
τε 99 w 5526
καὶ 87 w 5529
νεώτερον 8 w 5537
τῶν 22 w 5540
ἄλλων 18 w 5545
καὶ 88 w 5548
τἆλλα 8 w 5553
τοῦ 58 w 5556
ἑνός 11 w 5560
καὶ 89 w 5564
μήτε 1 w 5568
νεώτερον 9 w 5576
μήτε 2 w 5580
πρεσβύτερον 23 w 5591
γίγνεσθαι 8 w 5600
ἆρα 1 w 5604
ὥσπερ 2 w 5609
περὶ 3 w 5613
τοῦ 59 w 5616
εἶναι 13 w 5621
οὕτω 9 w 5626
καὶ 90 w 5629
περὶ 4 w 5633
τοῦ 60 w 5636
γίγνεσθαι 9 w 5645
ἔχει 6 w 5649
12 w 5651
ἑτέρως 1 w 5657
οὐκ 15 w 5661
ἔχω 2 w 5664
λέγειν 3 w 5670
ἀλλʼ 3 w 5675
ἐγὼ 1 w 5678
τοσόνδε 1 w 5685
γε 28 w 5687
εἰ 5 w 5690
καὶ 91 w 5693
ἔστιν 5 w 5698
πρεσβύτερον 24 w 5709
ἕτερον 5 w 5715
ἑτέρου 1 w 5721
γίγνεσθαί 2 w 5731
γε 29 w 5733
αὐτὸ 9 w 5737
πρεσβύτερον 25 w 5748
ἔτι 1 w 5751
13 w 5752
ὡς 3 w 5754
τὸ 65 w 5756
πρῶτον 5 w 5762
εὐθὺς 1 w 5767
γενόμενον 1 w 5776
διήνεγκε 1 w 5784
τῇ 5 w 5786
ἡλικίᾳ 1 w 5792
οὐκ 16 w 5795
ἂν 26 w 5797
ἔτι 2 w 5800
δύναιτο 1 w 5807
οὐδʼ 1 w 5812
αὖ 5 w 5814
τὸ 66 w 5816
νεώτερον 10 w 5824
ὂν 11 w 5826
ἔτι 3 w 5829
νεώτερον 11 w 5837
γίγνεσθαι 10 w 5846
ἀνίσοις 1 w 5854
γὰρ 11 w 5857
ἴσα 1 w 5860
προστιθέμενα 1 w 5872
χρόνῳ 1 w 5878
τε 110 w 5880
καὶ 92 w 5883
ἄλλῳ 1 w 5887
ὁτῳοῦν 2 w 5893
ἴσῳ 1 w 5897
ποιεῖ 1 w 5902
διαφέρειν 1 w 5911
ἀεὶ 6 w 5914
ὅσῳπερ 1 w 5920
ἂν 27 w 5922
τὸ 67 w 5924
πρῶτον 6 w 5930
διενέγκῃ 1 w 5938
πῶς 9 w 5942
γὰρ 12 w 5945
οὔ 24 w 5947
οὐκ 17 w 5951
ἄρα 15 w 5954
τό 24 w 5956
γε 31 w 5958
ὂν 12 w 5960
τοῦ 61 w 5963
ἑνὸς 5 w 5967
ὄντος 1 w 5972
γίγνοιτʼ 2 w 5980
ἄν 5 w 5982
ποτε 2 w 5986
πρεσβύτερον 26 w 5997
οὐδὲ 4 w 6001
νεώτερον 12 w 6009
εἴπερ 8 w 6015
ἴσῳ 2 w 6018
διαφέρει 2 w 6026
ἀεὶ 7 w 6029
τὴν 10 w 6032
ἡλικίαν 4 w 6039
ἀλλʼ 4 w 6044
ἔστι 16 w 6048
καὶ 93 w 6051
γέγονε 3 w 6057
πρεσβύτερον 27 w 6068
τὸ 68 w 6071
δὲ 35 w 6073
νεώτερον 13 w 6081
γίγνεται 12 w 6090
δʼ 11 w 6092
οὔ 25 w 6094
ἀληθῆ 3 w 6100
καὶ 94 w 6104
τὸ 69 w 6106
ἓν 20 w 6108
ἄρα 16 w 6111
ὂν 13 w 6113
τῶν 23 w 6116
ἄλλων 19 w 6121
ὄντων 1 w 6126
οὔτε 17 w 6130
πρεσβύτερόν 3 w 6141
ποτε 3 w 6145
οὔτε 18 w 6149
νεώτερον 14 w 6157
γίγνεται 13 w 6165
οὐ 34 w 6168
γὰρ 13 w 6171
οὖν 7 w 6174
ὅρα 1 w 6178
δὲ 36 w 6180
εἰ 6 w 6182
τῇδε 1 w 6186
πρεσβύτερα 2 w 6196
καὶ 95 w 6199
νεώτερα 3 w 6206
γίγνεται 14 w 6214
πῇ 1 w 6217
δή 2 w 6219
ἧι 1 w 6222
τό 25 w 6224
τε 123 w 6226
ἓν 21 w 6228
τῶν 24 w 6231
ἄλλων 20 w 6236
ἐφάνη 2 w 6241
πρεσβύτερον 28 w 6252
καὶ 96 w 6255
τἆλλα 9 w 6260
τοῦ 62 w 6263
ἑνός 12 w 6267
τί 11 w 6270
οὖν 8 w 6273
ὅταν 5 w 6278
τὸ 70 w 6280
ἓν 22 w 6282
τῶν 25 w 6285
ἄλλων 21 w 6290
πρεσβύτερον 29 w 6301
5 w 6302
πλείω 5 w 6308
που 5 w 6311
χρόνον 6 w 6317
γέγονεν 1 w 6324
14 w 6325
τὰ 24 w 6327
ἄλλα 9 w 6331
ναί 9 w 6335
πάλιν 1 w 6341
δὴ 8 w 6343
σκόπει 1 w 6349
ἐὰν 1 w 6353
πλέονι 1 w 6359
καὶ 97 w 6362
ἐλάττονι 1 w 6370
χρόνῳ 2 w 6375
προστιθῶμεν 1 w 6386
τὸν 13 w 6389
ἴσον 14 w 6393
χρόνον 7 w 6399
ἆρα 2 w 6403
τῷ 17 w 6405
ἴσῳ 3 w 6408
μορίῳ 1 w 6413
διοίσει 1 w 6420
τὸ 72 w 6422
πλέον 6 w 6427
τοῦ 63 w 6430
ἐλάττονος 1 w 6439
15 w 6440
σμικροτέρῳ 1 w 6450
σμικροτέρῳ 2 w 6461
οὐκ 18 w 6465
ἄρα 17 w 6468
ἔσται 6 w 6473
ὅτιπερ 2 w 6480
τὸ 73 w 6482
πρῶτον 7 w 6488
ἦν 4 w 6490
πρὸς 3 w 6494
τἆλλα 10 w 6499
ἡλικίᾳ 2 w 6505
διαφέρον 1 w 6513
τὸ 74 w 6515
ἕν 13 w 6517
τοῦτο 5 w 6523
καὶ 98 w 6526
εἰς 2 w 6529
τὸ 75 w 6531
ἔπειτα 5 w 6537
ἀλλὰ 7 w 6542
ἴσον 15 w 6546
λαμβάνον 1 w 6554
χρόνον 8 w 6560
τοῖς 7 w 6564
ἄλλοις 7 w 6570
ἔλαττον 12 w 6577
ἀεὶ 8 w 6580
τῇ 7 w 6582
ἡλικίᾳ 3 w 6588
διοίσει 2 w 6595
αὐτῶν 4 w 6600
16 w 6601
πρότερον 5 w 6609
17 w 6611
οὔ 28 w 6613
ναί 10 w 6617
οὐκοῦν 10 w 6624
τό 26 w 6626
γε 32 w 6628
ἔλαττον 13 w 6635
διαφέρον 2 w 6643
ἡλικίᾳ 4 w 6649
πρός 1 w 6653
τι 44 w 6655
18 w 6656
πρότερον 6 w 6664
νεώτερον 15 w 6672
γίγνοιτʼ 3 w 6680
ἂν 28 w 6682
19 w 6683
ἐν 13 w 6685
τῷ 18 w 6687
πρόσθεν 2 w 6694
πρὸς 4 w 6698
ἐκεῖνα 1 w 6704
πρὸς 5 w 6708
1 w 6709
ἦν 5 w 6711
πρεσβύτερον 30 w 6722
πρότερον 7 w 6730
νεώτερον 16 w 6739
εἰ 8 w 6742
δὲ 37 w 6744
ἐκεῖνο 2 w 6750
νεώτερον 17 w 6758
οὐκ 20 w 6762
ἐκεῖνα 2 w 6768
αὖ 6 w 6770
τὰ 25 w 6772
ἄλλα 10 w 6776
πρὸς 6 w 6780
τὸ 76 w 6782
ἓν 23 w 6784
πρεσβύτερα 3 w 6794
20 w 6795
πρότερον 8 w 6803
πάνυ 4 w 6808
γε 33 w 6810
τὸ 77 w 6813
μὲν 13 w 6816
νεώτερον 18 w 6824
ἄρα 18 w 6827
γεγονὸς 4 w 6834
πρεσβύτερον 31 w 6845
γίγνεται 15 w 6853
πρὸς 7 w 6857
τὸ 78 w 6859
πρότερον 9 w 6867
γεγονός 3 w 6874
τε 138 w 6876
καὶ 99 w 6879
πρεσβύτερον 32 w 6890
ὄν 6 w 6892
ἔστι 17 w 6897
δὲ 38 w 6899
οὐδέποτε 1 w 6907
πρεσβύτερον 33 w 6918
ἀλλὰ 8 w 6923
γίγνεται 16 w 6931
ἀεὶ 9 w 6934
ἐκείνου 2 w 6941
πρεσβύτερον 34 w 6952
ἐκεῖνο 3 w 6959
μὲν 14 w 6962
γὰρ 14 w 6965
ἐπὶ 1 w 6968
τὸ 79 w 6970
νεώτερον 19 w 6978
ἐπιδίδωσιν 1 w 6988
τὸ 80 w 6991
δʼ 12 w 6993
ἐπὶ 2 w 6996
τὸ 81 w 6998
πρεσβύτερον 35 w 7009
τὸ 82 w 7012
δʼ 13 w 7014
αὖ 7 w 7016
πρεσβύτερον 36 w 7027
τοῦ 65 w 7030
νεωτέρου 4 w 7038
νεώτερον 20 w 7046
γίγνεται 17 w 7054
ὡσαύτως 4 w 7061
ἰόντε 1 w 7067
γὰρ 15 w 7070
αὐτοῖν 1 w 7076
εἰς 3 w 7079
τὸ 83 w 7081
ἐναντίον 1 w 7089
τὸ 84 w 7091
ἐναντίον 2 w 7099
ἀλλήλοιν 1 w 7107
γίγνεσθον 1 w 7116
τὸ 85 w 7119
μὲν 15 w 7122
νεώτερον 21 w 7130
πρεσβύτερον 37 w 7141
τοῦ 66 w 7144
πρεσβυτέρου 1 w 7155
τὸ 86 w 7158
δὲ 39 w 7160
πρεσβύτερον 38 w 7171
νεώτερον 22 w 7179
τοῦ 67 w 7182
νεωτέρου 5 w 7190
γενέσθαι 1 w 7199
δὲ 40 w 7201
οὐκ 21 w 7204
ἂν 29 w 7206
οἵω 1 w 7209
τε 152 w 7211
εἴτην 1 w 7216
εἰ 10 w 7219
γὰρ 16 w 7222
γένοιντο 1 w 7230
οὐκ 22 w 7234
ἂν 30 w 7236
ἔτι 4 w 7239
γίγνοιντο 1 w 7248
ἀλλʼ 5 w 7253
εἶεν 1 w 7257
ἄν 6 w 7259
νῦν 13 w 7263
δὲ 41 w 7265
γίγνονται 1 w 7274
μὲν 16 w 7277
πρεσβύτερα 4 w 7287
ἀλλήλων 1 w 7294
καὶ 100 w 7297
νεώτερα 4 w 7304
τὸ 87 w 7307
μὲν 17 w 7310
ἓν 24 w 7312
τῶν 27 w 7315
ἄλλων 22 w 7320
νεώτερον 23 w 7328
γίγνεται 18 w 7336
ὅτι 11 w 7340
πρεσβύτερον 39 w 7351
ἐφάνη 3 w 7356
ὂν 14 w 7358
καὶ 101 w 7361
πρότερον 10 w 7369
γεγονός 4 w 7376
τὰ 26 w 7379
δὲ 42 w 7381
ἄλλα 11 w 7385
τοῦ 68 w 7388
ἑνὸς 6 w 7392
πρεσβύτερα 5 w 7402
ὅτι 12 w 7406
ὕστερα 1 w 7412
γέγονε 5 w 7418
κατὰ 9 w 7423
δὲ 43 w 7425
τὸν 14 w 7428
αὐτὸν 2 w 7433
λόγον 3 w 7438
καὶ 102 w 7441
τἆλλα 11 w 7446
οὕτω 10 w 7450
πρὸς 8 w 7454
τὸ 90 w 7456
ἓν 25 w 7458
ἴσχει 2 w 7463
ἐπειδήπερ 1 w 7473
αὐτοῦ 2 w 7478
πρεσβύτερα 6 w 7488
ἐφάνη 4 w 7493
καὶ 103 w 7496
πρότερα 1 w 7503
γεγονότα 2 w 7511
φαίνεται 8 w 7520
γὰρ 17 w 7523
οὖν 9 w 7526
οὕτως 6 w 7531
οὐκοῦν 11 w 7538
1 w 7539
μὲν 18 w 7542
οὐδὲν 2 w 7547
ἕτερον 6 w 7553
ἑτέρου 2 w 7559
πρεσβύτερον 40 w 7570
γίγνεται 19 w 7578
οὐδὲ 6 w 7582
νεώτερον 24 w 7590
κατὰ 10 w 7595
τὸ 91 w 7597
ἴσῳ 4 w 7600
ἀριθμῷ 2 w 7606
ἀλλήλων 2 w 7613
ἀεὶ 10 w 7616
διαφέρειν 2 w 7625
οὔτε 19 w 7630
τὸ 92 w 7632
ἓν 26 w 7634
τῶν 28 w 7637
ἄλλων 23 w 7642
πρεσβύτερον 41 w 7653
γίγνοιτʼ 4 w 7661
ἂν 31 w 7663
οὐδὲ 7 w 7667
νεώτερον 25 w 7675
οὔτε 20 w 7680
τἆλλα 12 w 7685
τοῦ 70 w 7688
ἑνός 13 w 7692
2 w 7694
δὲ 47 w 7696
ἄλλῳ 2 w 7700
ἀεὶ 11 w 7703
μορίῳ 2 w 7708
διαφέρειν 3 w 7717
ἀνάγκη 11 w 7723
τὰ 29 w 7725
πρότερα 2 w 7732
τῶν 29 w 7735
ὑστέρων 1 w 7742
γενόμενα 1 w 7750
καὶ 104 w 7753
τὰ 30 w 7755
ὕστερα 2 w 7761
τῶν 30 w 7764
προτέρων 1 w 7772
ταύτῃ 1 w 7778
δὴ 9 w 7780
ἀνάγκη 12 w 7786
πρεσβύτερά 1 w 7796
τε 172 w 7798
καὶ 105 w 7801
νεώτερα 5 w 7808
ἀλλήλων 3 w 7815
γίγνεσθαι 11 w 7824
τά 4 w 7826
τε 174 w 7828
ἄλλα 12 w 7832
τοῦ 71 w 7835
ἑνὸς 7 w 7839
καὶ 106 w 7842
τὸ 93 w 7844
ἓν 27 w 7846
τῶν 31 w 7849
ἄλλων 24 w 7854
πάνυ 5 w 7859
μὲν 19 w 7862
οὖν 10 w 7865
κατὰ 11 w 7870
δὴ 10 w 7872
πάντα 4 w 7877
ταῦτα 1 w 7882
τὸ 94 w 7884
ἓν 28 w 7886
αὐτό 7 w 7890
τε 175 w 7892
αὑτοῦ 9 w 7897
καὶ 107 w 7900
τῶν 32 w 7903
ἄλλων 25 w 7908
πρεσβύτερον 42 w 7919
καὶ 108 w 7922
νεώτερον 26 w 7930
ἔστι 18 w 7934
τε 178 w 7936
καὶ 109 w 7939
γίγνεται 20 w 7947
καὶ 110 w 7951
οὔτε 21 w 7955
πρεσβύτερον 43 w 7966
οὔτε 22 w 7970
νεώτερον 27 w 7978
οὔτʼ 1 w 7982
ἔστιν 6 w 7987
οὔτε 23 w 7991
γίγνεται 21 w 7999
οὔτε 24 w 8003
αὑτοῦ 10 w 8008
οὔτε 25 w 8012
τῶν 33 w 8015
ἄλλων 26 w 8020
παντελῶς 1 w 8029
μὲν 20 w 8032
οὖν 11 w 8035
ἐπειδὴ 5 w 8042
δὲ 48 w 8044
χρόνου 6 w 8050
μετέχει 3 w 8057
τὸ 95 w 8059
ἓν 29 w 8061
καὶ 111 w 8064
τοῦ 74 w 8067
πρεσβύτερόν 4 w 8078
τε 188 w 8080
καὶ 112 w 8083
νεώτερον 28 w 8091
γίγνεσθαι 12 w 8100
ἆρʼ 6 w 8104
οὐκ 24 w 8107
ἀνάγκη 13 w 8113
καὶ 113 w 8116
τοῦ 75 w 8119
ποτὲ 2 w 8123
μετέχειν 1 w 8131
καὶ 114 w 8134
τοῦ 76 w 8137
ἔπειτα 6 w 8143
καὶ 115 w 8146
τοῦ 77 w 8149
νῦν 14 w 8152
εἴπερ 9 w 8158
χρόνου 7 w 8164
μετέχει 5 w 8171
ἀνάγκη 14 w 8178
ἦν 6 w 8181
ἄρα 19 w 8184
τὸ 96 w 8186
ἓν 30 w 8188
καὶ 116 w 8191
ἔστι 20 w 8195
καὶ 117 w 8198
ἔσται 7 w 8203
καὶ 118 w 8206
ἐγίγνετο 3 w 8214
καὶ 119 w 8217
γίγνεται 22 w 8225
καὶ 120 w 8228
γενήσεται 1 w 8237
τί 14 w 8240
μήν 2 w 8243
καὶ 121 w 8247
εἴη 19 w 8250
ἄν 7 w 8252
τι 52 w 8254
ἐκείνῳ 1 w 8260
καὶ 122 w 8263
ἐκείνου 3 w 8270
καὶ 123 w 8274
ἦν 7 w 8276
καὶ 124 w 8279
ἔστιν 7 w 8284
καὶ 125 w 8287
ἔσται 8 w 8292
πάνυ 6 w 8297
γε 41 w 8299
καὶ 126 w 8303
ἐπιστήμη 1 w 8311
δὴ 12 w 8313
εἴη 20 w 8316
ἂν 32 w 8318
αὐτοῦ 3 w 8323
καὶ 127 w 8326
δόξα 1 w 8330
καὶ 128 w 8333
αἴσθησις 1 w 8341
εἴπερ 10 w 8347
καὶ 129 w 8350
νῦν 15 w 8353
ἡμεῖς 1 w 8358
περὶ 5 w 8362
αὐτοῦ 4 w 8367
πάντα 5 w 8372
ταῦτα 2 w 8377
πράττομεν 1 w 8386
ὀρθῶς 1 w 8392
λέγεις 1 w 8398
καὶ 130 w 8402
ὄνομα 1 w 8407
δὴ 13 w 8409
καὶ 131 w 8412
λόγος 1 w 8417
ἔστιν 8 w 8422
αὐτῷ 2 w 8426
καὶ 132 w 8430
ὀνομάζεται 1 w 8440
καὶ 133 w 8443
λέγεται 1 w 8450
καὶ 134 w 8454
ὅσαπερ 1 w 8460
καὶ 135 w 8463
περὶ 6 w 8467
τὰ 32 w 8469
ἄλλα 13 w 8473
τῶν 34 w 8476
τοιούτων 1 w 8484
τυγχάνει 1 w 8492
ὄντα 2 w 8496
καὶ 136 w 8500
περὶ 7 w 8504
τὸ 97 w 8506
ἓν 31 w 8508
ἔστιν 9 w 8513
παντελῶς 2 w 8522
μὲν 21 w 8525
οὖν 12 w 8528
ἔχει 7 w 8532
οὕτως 7 w 8537
ἔτι 5 w 8541
δὴ 14 w 8543
τὸ 98 w 8545
τρίτον 1 w 8551
λέγωμεν 1 w 8558
τὸ 99 w 8561
ἓν 32 w 8563
εἰ 11 w 8565
ἔστιν 10 w 8570
οἷον 1 w 8574
διεληλύθαμεν 1 w 8586
ἆρʼ 7 w 8590
οὐκ 25 w 8593
ἀνάγκη 15 w 8599
αὐτό 8 w 8603
ἕν 14 w 8606
τε 191 w 8608
ὂν 15 w 8610
καὶ 137 w 8613
πολλὰ 1 w 8618
καὶ 138 w 8621
μήτε 3 w 8625
ἓν 33 w 8627
μήτε 4 w 8631
πολλὰ 2 w 8636
καὶ 139 w 8639
μετέχον 2 w 8646
χρόνου 8 w 8652
ὅτι 13 w 8656
μὲν 22 w 8659
ἔστιν 11 w 8664
ἕν 15 w 8666
οὐσίας 3 w 8673
μετέχειν 2 w 8681
ποτέ 1 w 8685
ὅτι 14 w 8689
δʼ 14 w 8691
οὐκ 26 w 8694
ἔστι 26 w 8698
μὴ 15 w 8701
μετέχειν 3 w 8709
αὖ 8 w 8711
ποτε 5 w 8715
οὐσίας 4 w 8721
ἀνάγκη 16 w 8728
ἆρʼ 8 w 8732
οὖν 13 w 8735
ὅτε 1 w 8739
μετέχει 8 w 8746
οἷόν 1 w 8751
τε 196 w 8753
ἔσται 9 w 8758
τότε 5 w 8762
μὴ 16 w 8764
μετέχειν 4 w 8772
21 w 8774
ὅτε 2 w 8777
μὴ 17 w 8779
μετέχει 10 w 8786
μετέχειν 5 w 8795
οὐχ 2 w 8799
οἷόν 2 w 8803
τε 199 w 8805
ἐν 16 w 8808
ἄλλῳ 3 w 8812
ἄρα 20 w 8815
χρόνῳ 3 w 8820
μετέχει 12 w 8827
καὶ 140 w 8830
ἐν 17 w 8832
ἄλλῳ 4 w 8836
οὐ 51 w 8838
μετέχει 13 w 8845
οὕτω 13 w 8850
γὰρ 18 w 8853
ἂν 33 w 8855
μόνως 1 w 8860
τοῦ 80 w 8863
αὐτοῦ 5 w 8868
μετέχοι 2 w 8875
τε 200 w 8877
καὶ 141 w 8880
οὐ 52 w 8882
μετέχοι 3 w 8889