Scaife ATLAS

CTS Library / Πολιτικός

Πολιτικός (307-311)

urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:307-311
Refs {'start': {'reference': '307', 'human_reference': 'Section 307'}, 'end': {'reference': '311', 'human_reference': 'Section 311'}}
Ancestors []
Children []
prev
plain textXML
next

307
307a
ΞΕ. τί δέ; τὸ τῆς ἠρεμαίας αὖ γενέσεως εἶδος ἆρʼ οὐ πολλάκις ἐπῃνέκαμεν ἐν πολλαῖς τῶν πράξεων;

ΝΕ. ΣΩ. καὶ σφόδρα γε.

ΞΕ. μῶν οὖν οὐ τἀναντία λέγοντες περὶ ἐκείνων τοῦτο φθεγγόμεθα;

ΝΕ. ΣΩ. πῶς;

ΞΕ. ὡς ἡσυχαῖά πού φαμεν ἑκάστοτε καὶ σωφρονικά, περί τε διάνοιαν πραττόμενα ἀγασθέντες καὶ κατὰ τὰς πράξεις αὖ βραδέα καὶ μαλακά, καὶ ἔτι περὶ φωνὰς γιγνόμενα λεῖα καὶ βαρέα, καὶ πᾶσαν ῥυθμικὴν κίνησιν καὶ ὅλην
307b
μοῦσαν ἐν καιρῷ βραδυτῆτι προσχρωμένην, οὐ τὸ τῆς ἀνδρείας ἀλλὰ τὸ τῆς κοσμιότητος ὄνομα ἐπιφέρομεν αὐτοῖς σύμπασιν.

ΝΕ. ΣΩ. ἀληθέστατα.

ΞΕ. καὶ μὴν ὁπόταν αὖ γε ἀμφότερα γίγνηται ταῦθʼ ἡμῖν ἄκαιρα, μεταβάλλοντες ἑκάτερα αὐτῶν ψέγομεν ἐπὶ τἀναντία πάλιν ἀπονέμοντες τοῖς ὀνόμασιν.

ΝΕ. ΣΩ. πῶς;

ΞΕ. ὀξύτερα μὲν αὐτὰ γιγνόμενα τοῦ καιροῦ καὶ θάττω καὶ σκληρότερα φαινόμενα καὶ ὑβριστικὰ καὶ μανικὰ λέγοντες,
307c
τὰ δὲ βαρύτερα καὶ βραδύτερα καὶ μαλακώτερα δειλὰ καὶ βλακικά· καὶ σχεδὸν ὡς τὸ πολὺ ταῦτά τε καὶ τὴν σώφρονα φύσιν καὶ τὴν ἀνδρείαν τὴν τῶν ἐναντίων, οἷον πολεμίαν διαλαχούσας στάσιν ἰδέας, οὔτʼ ἀλλήλαις μειγνυμένας ἐφευρίσκομεν ἐν ταῖς περὶ τὰ τοιαῦτα πράξεσιν, ἔτι τε τοὺς ἐν ταῖς ψυχαῖς αὐτὰς ἴσχοντας διαφερομένους ἀλλήλοις ὀψόμεθα ἐὰν μεταδιώκωμεν.

ΝΕ. ΣΩ. ποῦ δὴ λέγεις;

ΞΕ. ἐν πᾶσί τε δὴ τούτοις οἷς νῦν εἴπομεν, ὡς εἰκός
307d
τε ἐν ἑτέροις πολλοῖς. κατὰ γὰρ οἶμαι τὴν αὑτῶν ἑκατέροις συγγένειαν τὰ μὲν ἐπαινοῦντες ὡς οἰκεῖα σφέτερα, τὰ δὲ τῶν διαφόρων ψέγοντες ὡς ἀλλότρια, πολλὴν εἰς ἔχθραν ἀλλήλοις καὶ πολλῶν πέρι καθίστανται.

ΝΕ. ΣΩ. κινδυνεύουσιν.

ΞΕ. παιδιὰ τοίνυν αὕτη γέ τις διαφορὰ τούτων ἐστὶ τῶν εἰδῶν· περὶ δὲ τὰ μέγιστα νόσος συμβαίνει πασῶν ἐχθίστη γίγνεσθαι ταῖς πόλεσιν.

ΝΕ. ΣΩ. περὶ δὴ ποῖα φῄς;

307e
ΞΕ. περὶ ὅλην, ὥς γε εἰκός, τὴν τοῦ ζῆν παρασκευήν. οἱ μὲν γὰρ δὴ διαφερόντως ὄντες κόσμιοι τὸν ἥσυχον ἀεὶ βίον ἕτοιμοι ζῆν, αὐτοὶ καθʼ αὑτοὺς μόνοι τὰ σφέτερα αὐτῶν πράττοντες, οἴκοι τε αὖ πρὸς ἅπαντας οὕτως ὁμιλοῦντες, καὶ πρὸς τὰς ἔξωθεν πόλεις ὡσαύτως ἕτοιμοι πάντα ὄντες τρόπον τινὰ ἄγειν εἰρήνην· καὶ διὰ τὸν ἔρωτα δὴ τοῦτον ἀκαιρότερον ὄντα χρή, ὅταν βούλονται πράττωσιν, ἔλαθον αὐτοί τε ἀπολέμως ἴσχοντες καὶ τοὺς νέους ὡσαύτως διατιθέντες, ὄντες τε ἀεὶ τῶν ἐπιτιθεμένων, ἐξ ὧν οὐκ ἐν πολλοῖς ἔτεσιν αὐτοὶ καὶ παῖδες καὶ σύμπασα
308
308a
πόλις ἀντʼ ἐλευθέρων πολλάκις ἔλαθον αὑτοὺς γενόμενοι δοῦλοι.

ΝΕ. ΣΩ. χαλεπὸν εἶπες καὶ δεινὸν πάθος.

ΞΕ. τί δʼ οἱ πρὸς τὴν ἀνδρείαν μᾶλλον ῥέποντες; ἆρʼ οὐκ ἐπὶ πόλεμον ἀεί τινα τὰς αὑτῶν συντείνοντες πόλεις διὰ τὴν τοῦ τοιούτου βίου σφοδροτέραν τοῦ δέοντος ἐπιθυμίαν εἰς ἔχθραν πολλοῖς καὶ δυνατοῖς καταστάντες πάμπαν διώλεσαν δούλας αὖ καὶ ὑποχειρίους τοῖς ἐχθροῖς ὑπέθεσαν τὰς αὑτῶν πατρίδας;

308b
ΝΕ. ΣΩ. ἔστι καὶ ταῦτα.

ΞΕ. πῶς οὖν μὴ φῶμεν ἐν τούτοις ἀμφότερα ταῦτα τὰ γένη πολλὴν πρὸς ἄλληλα ἀεὶ καὶ τὴν μεγίστην ἴσχειν ἔχθραν καὶ στάσιν;

ΝΕ. ΣΩ. οὐδαμῶς ὡς οὐ φήσομεν.

ΞΕ. οὐκοῦν ὅπερ ἐπεσκοποῦμεν κατʼ ἀρχὰς ἀνηυρήκαμεν, ὅτι μόρια ἀρετῆς οὐ σμικρὰ ἀλλήλοις διαφέρεσθον φύσει καὶ δὴ καὶ τοὺς ἴσχοντας δρᾶτον τὸ αὐτὸ τοῦτο;

ΝΕ. ΣΩ. κινδυνεύετον.

ΞΕ. τόδε τοίνυν αὖ λάβωμεν.

ΝΕ. ΣΩ. τὸ ποῖον;

308c
ΞΕ. εἴ τίς που τῶν συνθετικῶν ἐπιστημῶν πρᾶγμα ὁτιοῦν τῶν αὑτῆς ἔργων, κἂν εἰ τὸ φαυλότατον, ἑκοῦσα ἐκ μοχθηρῶν καὶ χρηστῶν τινων συνίστησιν, πᾶσα ἐπιστήμη πανταχοῦ τὰ μὲν μοχθηρὰ εἰς δύναμιν ἀποβάλλει, τὰ δὲ ἐπιτήδεια καὶ τὰ χρηστὰ ἔλαβεν, ἐκ τούτων δὲ καὶ ὁμοίων καὶ ἀνομοίων ὄντων, πάντα εἰς ἓν αὐτὰ συνάγουσα, μίαν τινὰ δύναμιν καὶ ἰδέαν δημιουργεῖ.

ΝΕ. ΣΩ. τί μήν;

308d
ΞΕ. οὐδʼ ἄρα κατὰ φύσιν ἀληθῶς οὖσα ἡμῖν πολιτικὴ μή ποτε ἐκ χρηστῶν καὶ κακῶν ἀνθρώπων ἑκοῦσα εἶναι συστήσηται πόλιν τινά, ἀλλʼ εὔδηλον ὅτι παιδιᾷ πρῶτον βασανιεῖ, μετὰ δὲ τὴν βάσανον αὖ τοῖς δυναμένοις παιδεύειν καὶ ὑπηρετεῖν πρὸς τοῦτʼ αὐτὸ παραδώσει, προστάττουσα καὶ ἐπιστατοῦσα αὐτή, καθάπερ ὑφαντικὴ τοῖς τε ξαίνουσι καὶ τοῖς τἆλλα προπαρασκευάζουσιν ὅσα πρὸς τὴν πλέξιν αὐτῆς συμπαρακολουθοῦσα προστάττει καὶ ἐπιστατεῖ, τοιαῦτα
308e
ἑκάστοις ἐνδεικνῦσα τὰ ἔργα ἀποτελεῖν οἷα ἂν ἐπιτήδεια ἡγῆται πρὸς τὴν αὑτῆς εἶναι συμπλοκήν.

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

ΞΕ. ταὐτὸν δή μοι τοῦθʼ βασιλικὴ φαίνεται πᾶσι τοῖς κατὰ νόμον παιδευταῖς καὶ τροφεῦσιν, τὴν τῆς ἐπιστατικῆς αὐτὴ δύναμιν ἔχουσα, οὐκ ἐπιτρέψειν ἀσκεῖν ὅτι μή τις πρὸς τὴν αὑτῆς σύγκρασιν ἀπεργαζόμενος ἦθός τι πρέπον ἀποτελεῖ, ταῦτα δὲ μόνα παρακελεύεσθαι παιδεύειν· καὶ τοὺς μὲν μὴ δυναμένους κοινωνεῖν ἤθους ἀνδρείου καὶ σώφρονος ὅσα τε ἄλλα ἐστὶ τείνοντα πρὸς ἀρετήν, ἀλλʼ εἰς
309
309a
ἀθεότητα καὶ ὕβριν καὶ ἀδικίαν ὑπὸ κακῆς βίᾳ φύσεως ἀπωθουμένους, θανάτοις τε ἐκβάλλει καὶ φυγαῖς καὶ ταῖς μεγίσταις κολάζουσα ἀτιμίαις.

ΝΕ. ΣΩ. λέγεται γοῦν πως οὕτως.

ΞΕ. τοὺς δὲ ἐν ἀμαθίᾳ τε αὖ καὶ ταπεινότητι πολλῇ κυλινδουμένους εἰς τὸ δουλικὸν ὑποζεύγνυσι γένος.

ΝΕ. ΣΩ. ὀρθότατα.

ΞΕ. τοὺς λοιποὺς τοίνυν, ὅσων αἱ φύσεις ἐπὶ τὸ γενναῖον
309b
ἱκαναὶ παιδείας τυγχάνουσαι καθίστασθαι καὶ δέξασθαι μετὰ τέχνης σύμμειξιν πρὸς ἀλλήλας, τούτων τὰς μὲν ἐπὶ τὴν ἀνδρείαν μᾶλλον συντεινούσας, οἷον στημονοφυὲς νομίσασʼ αὐτῶν εἶναι τὸ στερεὸν ἦθος, τὰς δὲ ἐπὶ τὸ κόσμιον πίονί τε καὶ μαλακῷ καὶ κατὰ τὴν εἰκόνα κροκώδει διανήματι προσχρωμένας, ἐναντία δὲ τεινούσας ἀλλήλαις, πειρᾶται τοιόνδε τινὰ τρόπον συνδεῖν καὶ συμπλέκειν.

ΝΕ. ΣΩ. ποῖον δή;

309c
ΞΕ. πρῶτον μὲν κατὰ τὸ συγγενὲς τὸ ἀειγενὲς ὂν τῆς ψυχῆς αὐτῶν μέρος θείῳ συναρμοσαμένη δεσμῷ, μετὰ δὲ τὸ θεῖον τὸ ζῳογενὲς αὐτῶν αὖθις ἀνθρωπίνοις.

ΝΕ. ΣΩ. πῶς τοῦτʼ εἶπες αὖ;

ΞΕ. τὴν τῶν καλῶν καὶ δικαίων πέρι καὶ ἀγαθῶν καὶ τῶν τούτοις ἐναντίων ὄντως οὖσαν ἀληθῆ δόξαν μετὰ βεβαιώσεως, ὁπόταν ἐν ταῖς ψυχαῖς ἐγγίγνηται, θείαν φημὶ ἐν δαιμονίῳ γίγνεσθαι γένει.

ΝΕ. ΣΩ. πρέπει γοῦν οὕτω.

309d
ΞΕ. τὸν δὴ πολιτικὸν καὶ τὸν ἀγαθὸν νομοθέτην ἆρʼ ἴσμεν ὅτι προσήκει μόνον δυνατὸν εἶναι τῇ τῆς βασιλικῆς μούσῃ τοῦτο αὐτὸ ἐμποιεῖν τοῖς ὀρθῶς μεταλαβοῦσι παιδείας, οὓς ἐλέγομεν νυνδή;

ΝΕ. ΣΩ. τὸ γοῦν εἰκός.

ΞΕ. ὃς δʼ ἂν δρᾶν γε, Σώκρατες, ἀδυνατῇ τὸ τοιοῦτον, μηδέποτε τοῖς νῦν ζητουμένοις ὀνόμασιν αὐτὸν προσαγορεύωμεν.

ΝΕ. ΣΩ. ὀρθότατα.

ΞΕ. τί οὖν; ἀνδρεία ψυχὴ λαμβανομένη τῆς τοιαύτης
309e
ἀληθείας ἆρʼ οὐχ ἡμεροῦται καὶ τῶν δικαίων μάλιστα οὕτω κοινωνεῖν ἂν ἐθελήσειεν, μὴ μεταλαβοῦσα δὲ ἀποκλινεῖ μᾶλλον πρὸς θηριώδη τινὰ φύσιν;

ΝΕ. ΣΩ. πῶς δʼ οὔ;

ΞΕ. τί δὲ τὸ τῆς κοσμίας φύσεως; ἆρʼ οὐ τούτων μὲν μεταλαβὸν τῶν δοξῶν ὄντως σῶφρον καὶ φρόνιμον, ὥς γε ἐν πολιτείᾳ, γίγνεται, μὴ κοινωνῆσαν δὲ ὧν λέγομεν ἐπονείδιστόν τινα εὐηθείας δικαιότατα λαμβάνει φήμην;

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

ΞΕ. οὐκοῦν συμπλοκὴν καὶ δεσμὸν τοῦτον τοῖς μὲν κακοῖς πρὸς σφᾶς αὐτοὺς καὶ τοῖς ἀγαθοῖς πρὸς τοὺς κακοὺς μηδέποτε μόνιμον φῶμεν γίγνεσθαι, μηδέ τινα ἐπιστήμην αὐτῷ σπουδῇ πρὸς τοὺς τοιούτους ἂν χρῆσθαί ποτε;

ΝΕ. ΣΩ. πῶς γάρ;

310
310a
ΞΕ. τοῖς δʼ εὐγενέσι γενομένοις τε ἐξ ἀρχῆς ἤθεσι θρεφθεῖσί τε κατὰ φύσιν μόνοις διὰ νόμων ἐμφύεσθαι, καὶ ἐπὶ τούτοις δὴ τοῦτʼ εἶναι τέχνῃ φάρμακον, καὶ καθάπερ εἴπομεν τοῦτον θειότερον εἶναι τὸν σύνδεσμον ἀρετῆς μερῶν φύσεως ἀνομοίων καὶ ἐπὶ τὰ ἐναντία φερομένων.

ΝΕ. ΣΩ. ἀληθέστατα.

ΞΕ. τοὺς μὴν λοιπούς, ὄντας ἀνθρωπίνους δεσμούς, ὑπάρχοντος τούτου τοῦ θείου σχεδὸν οὐδὲν χαλεπὸν οὔτε ἐννοεῖν οὔτε ἐννοήσαντα ἀποτελεῖν.

310b
ΝΕ. ΣΩ. πῶς δή, καὶ τίνας;

ΞΕ. τοὺς τῶν ἐπιγαμιῶν καὶ παίδων κοινωνήσεων καὶ τῶν περὶ τὰς ἰδίας ἐκδόσεις καὶ γάμους. οἱ γὰρ πολλοὶ τὰ περὶ ταῦτα οὐκ ὀρθῶς συνδοῦνται πρὸς τὴν τῶν παίδων γέννησιν.

ΝΕ. ΣΩ. τί δή;

ΞΕ. τὰ μὲν πλούτου καὶ δυνάμεων ἐν τοῖς τοιούτοις διώγματα τί καί τις ἂν ὡς ἄξια λόγου σπουδάζοι μεμφόμενος;

ΝΕ. ΣΩ. οὐδέν.

ΞΕ. μᾶλλον δέ γε δίκαιον τῶν περὶ τὰ γένη ποιουμένων
310c
ἐπιμέλειαν τούτων πέρι λέγειν, εἴ τι μὴ κατὰ τρόπον πράττουσιν.

ΝΕ. ΣΩ. εἰκὸς γὰρ οὖν.

ΞΕ. πράττουσι μὲν δὴ οὐδʼ ἐξ ἑνὸς ὀρθοῦ λόγου, τὴν ἐν τῷ παραχρῆμα διώκοντες ῥᾳστώνην καὶ τῷ τοὺς μὲν προσομοίους αὐτοῖς ἀσπάζεσθαι, τοὺς δʼ ἀνομοίους μὴ στέργειν, πλεῖστον τῇ δυσχερείᾳ μέρος ἀπονέμοντες.

ΝΕ. ΣΩ. πῶς;

ΞΕ. οἱ μέν που κόσμιοι τὸ σφέτερον αὐτῶν ἦθος ζητοῦσι, καὶ κατὰ δύναμιν γαμοῦσί τε παρὰ τούτων καὶ τὰς
310d
ἐκδιδομένας παρʼ αὑτῶν εἰς τούτους ἐκπέμπουσι πάλιν· ὡς δʼ αὕτως τὸ περὶ τὴν ἀνδρείαν γένος δρᾷ, τὴν αὑτοῦ μεταδιῶκον φύσιν, δέον ποιεῖν ἀμφότερα τὰ γένη τούτων τοὐναντίον ἅπαν.

ΝΕ. ΣΩ. πῶς, καὶ διὰ τί;

ΞΕ. διότι πέφυκεν ἀνδρεία τε ἐν πολλαῖς γενέσεσιν ἄμεικτος γεννωμένη σώφρονι φύσει κατὰ μὲν ἀρχὰς ἀκμάζειν ῥώμῃ, τελευτῶσα δὲ ἐξανθεῖν παντάπασι μανίαις.

ΝΕ. ΣΩ. εἰκός.

ΞΕ. δὲ αἰδοῦς γε αὖ λίαν πλήρης ψυχὴ καὶ ἀκέραστος
310e
τόλμης ἀνδρείας, ἐπὶ δὲ γενεὰς πολλὰς οὕτω γεννηθεῖσα, νωθεστέρα φύεσθαι τοῦ καιροῦ καὶ ἀποτελευτῶσα δὴ παντάπασιν ἀναπηροῦσθαι.

ΝΕ. ΣΩ. καὶ τοῦτʼ εἰκὸς οὕτω συμβαίνειν.

ΞΕ. τούτους δὴ τοὺς δεσμοὺς ἔλεγον ὅτι χαλεπὸν οὐδὲν συνδεῖν ὑπάρξαντος τοῦ περὶ τὰ καλὰ κἀγαθὰ μίαν ἔχειν ἀμφότερα τὰ γένη δόξαν. τοῦτο γὰρ ἓν καὶ ὅλον ἐστὶ βασιλικῆς συνυφάνσεως ἔργον, μηδέποτε ἐᾶν ἀφίστασθαι σώφρονα ἀπὸ τῶν ἀνδρείων ἤθη, συγκερκίζοντα δὲ ὁμοδοξίαις καὶ τιμαῖς καὶ ἀτιμίαις καὶ δόξαις καὶ ὁμηρειῶν ἐκδόσεσιν εἰς ἀλλήλους, λεῖον καὶ τὸ λεγόμενον εὐήτριον
311
311a
ὕφασμα συνάγοντα ἐξ αὐτῶν, τὰς ἐν ταῖς πόλεσιν ἀρχὰς ἀεὶ κοινῇ τούτοις ἐπιτρέπειν.

ΝΕ. ΣΩ. πῶς;

ΞΕ. οὗ μὲν ἂν ἑνὸς ἄρχοντος χρεία συμβαίνῃ, τὸν ταῦτα ἀμφότερα ἔχοντα αἱρούμενον ἐπιστάτην· οὗ δʼ ἂν πλειόνων, τούτων μέρος ἑκατέρων συμμειγνύντα. τὰ μὲν γὰρ σωφρόνων ἀρχόντων ἤθη σφόδρα μὲν εὐλαβῆ καὶ δίκαια καὶ σωτήρια, δριμύτητος δὲ καί τινος ἰταμότητος ὀξείας καὶ πρακτικῆς ἐνδεῖται.

ΝΕ. ΣΩ. δοκεῖ γοῦν δὴ καὶ τάδε.

311b
ΞΕ. τὰ δʼ ἀνδρεῖά γε αὖ πρὸς μὲν τὸ δίκαιον καὶ εὐλαβὲς ἐκείνων ἐπιδεέστερα, τὸ δὲ ἐν ταῖς πράξεσι ἰταμὸν διαφερόντως ἴσχει. πάντα δὲ καλῶς γίγνεσθαι τὰ περὶ τὰς πόλεις ἰδίᾳ καὶ δημοσίᾳ τούτοιν μὴ παραγενομένοιν ἀμφοῖν ἀδύνατον.

ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;

ΞΕ. τοῦτο δὴ τέλος ὑφάσματος εὐθυπλοκίᾳ συμπλακὲν γίγνεσθαι φῶμεν πολιτικῆς πράξεως τὸ τῶν ἀνδρείων καὶ σωφρόνων ἀνθρώπων ἦθος, ὁπόταν ὁμονοίᾳ καὶ φιλίᾳ κοινὸν
311c
συναγαγοῦσα αὐτῶν τὸν βίον βασιλικὴ τέχνη, πάντων μεγαλοπρεπέστατον ὑφασμάτων καὶ ἄριστον ἀποτελέσασα ὥστʼ εἶναι κοινόν τούς τʼ ἄλλους ἐν ταῖς πόλεσι πάντας δούλους καὶ ἐλευθέρους ἀμπίσχουσα, συνέχῃ τούτῳ τῷ πλέγματι, καὶ καθʼ ὅσον εὐδαίμονι προσήκει γίγνεσθαι πόλει τούτου μηδαμῇ μηδὲν ἐλλείπουσα ἄρχῃ τε καὶ ἐπιστατῇ.

ΝΕ. ΣΩ. κάλλιστα αὖ τὸν βασιλικὸν ἀπετέλεσας ἄνδρα ἡμῖν, ξένε, καὶ τὸν πολιτικόν.

Tokens

ΞΕ 1 w 2
τί 1 w 5
δέ 1 w 7
τὸ 1 w 10
τῆς 1 w 13
ἠρεμαίας 1 w 21
αὖ 1 w 23
γενέσεως 1 w 31
εἶδος 1 w 36
ἆρʼ 1 w 39
οὐ 1 w 41
πολλάκις 1 w 49
ἐπῃνέκαμεν 1 w 59
ἐν 1 w 61
πολλαῖς 1 w 68
τῶν 1 w 71
πράξεων 1 w 78
ΝΕ 1 w 81
ΣΩ 1 w 84
καὶ 1 w 88
σφόδρα 1 w 94
γε 2 w 96
ΞΕ 2 w 99
μῶν 1 w 103
οὖν 1 w 106
οὐ 2 w 108
τἀναντία 1 w 116
λέγοντες 1 w 124
1 w 125
περὶ 1 w 129
ἐκείνων 1 w 136
τοῦτο 1 w 141
φθεγγόμεθα 1 w 151
ΝΕ 2 w 154
ΣΩ 2 w 157
πῶς 1 w 161
ΞΕ 3 w 164
ὡς 1 w 167
ἡσυχαῖά 1 w 174
πού 1 w 177
φαμεν 1 w 182
ἑκάστοτε 1 w 190
καὶ 2 w 193
σωφρονικά 1 w 202
περί 1 w 207
τε 3 w 209
διάνοιαν 1 w 217
πραττόμενα 1 w 227
ἀγασθέντες 1 w 237
καὶ 3 w 240
κατὰ 1 w 244
τὰς 1 w 247
πράξεις 1 w 254
αὖ 2 w 256
βραδέα 1 w 262
καὶ 4 w 265
μαλακά 1 w 271
καὶ 5 w 275
ἔτι 1 w 278
περὶ 2 w 282
φωνὰς 1 w 287
γιγνόμενα 1 w 296
λεῖα 1 w 300
καὶ 6 w 303
βαρέα 1 w 308
καὶ 7 w 312
πᾶσαν 1 w 317
ῥυθμικὴν 1 w 325
κίνησιν 1 w 332
καὶ 8 w 335
ὅλην 1 w 339
μοῦσαν 1 w 345
ἐν 2 w 347
καιρῷ 1 w 352
βραδυτῆτι 1 w 361
προσχρωμένην 1 w 373
οὐ 3 w 376
τὸ 2 w 378
τῆς 2 w 381
ἀνδρείας 1 w 389
ἀλλὰ 1 w 393
τὸ 3 w 395
τῆς 3 w 398
κοσμιότητος 1 w 409
ὄνομα 1 w 414
ἐπιφέρομεν 1 w 424
αὐτοῖς 1 w 430
σύμπασιν 1 w 438
ΝΕ 3 w 441
ΣΩ 3 w 444
ἀληθέστατα 1 w 455
ΞΕ 4 w 458
καὶ 9 w 462
μὴν 1 w 465
ὁπόταν 1 w 471
αὖ 3 w 473
γε 3 w 475
ἀμφότερα 1 w 483
γίγνηται 1 w 491
ταῦθʼ 1 w 496
ἡμῖν 1 w 500
ἄκαιρα 1 w 506
μεταβάλλοντες 1 w 520
ἑκάτερα 1 w 527
αὐτῶν 1 w 532
ψέγομεν 1 w 539
ἐπὶ 1 w 542
τἀναντία 2 w 550
πάλιν 1 w 555
ἀπονέμοντες 1 w 566
τοῖς 2 w 570
ὀνόμασιν 1 w 578
ΝΕ 4 w 581
ΣΩ 4 w 584
πῶς 2 w 588
ΞΕ 5 w 591
ὀξύτερα 1 w 599
μὲν 1 w 602
αὐτὰ 1 w 606
γιγνόμενα 2 w 615
τοῦ 2 w 618
καιροῦ 1 w 624
καὶ 10 w 627
θάττω 1 w 632
καὶ 11 w 635
σκληρότερα 1 w 645
φαινόμενα 1 w 654
καὶ 12 w 657
ὑβριστικὰ 1 w 666
καὶ 13 w 669
μανικὰ 1 w 675
λέγοντες 2 w 683
τὰ 4 w 686
δὲ 1 w 688
βαρύτερα 1 w 696
καὶ 14 w 699
βραδύτερα 1 w 708
καὶ 15 w 711
μαλακώτερα 1 w 721
δειλὰ 1 w 726
καὶ 16 w 729
βλακικά 1 w 736
καὶ 17 w 740
σχεδὸν 1 w 746
ὡς 2 w 748
τὸ 4 w 750
πολὺ 1 w 754
ταῦτά 1 w 759
τε 15 w 761
καὶ 18 w 764
τὴν 1 w 767
σώφρονα 1 w 774
φύσιν 1 w 779
καὶ 19 w 782
τὴν 2 w 785
ἀνδρείαν 1 w 793
τὴν 3 w 796
τῶν 3 w 799
ἐναντίων 1 w 807
οἷον 1 w 812
πολεμίαν 1 w 820
διαλαχούσας 1 w 831
στάσιν 1 w 837
ἰδέας 1 w 842
οὔτʼ 1 w 847
ἀλλήλαις 1 w 855
μειγνυμένας 1 w 866
ἐφευρίσκομεν 1 w 878
ἐν 4 w 880
ταῖς 1 w 884
περὶ 3 w 888
τὰ 5 w 890
τοιαῦτα 1 w 897
πράξεσιν 1 w 905
ἔτι 2 w 909
τε 16 w 911
τοὺς 1 w 915
ἐν 5 w 917
ταῖς 2 w 921
ψυχαῖς 1 w 927
αὐτὰς 1 w 932
ἴσχοντας 1 w 940
διαφερομένους 1 w 953
ἀλλήλοις 1 w 961
ὀψόμεθα 1 w 968
ἐὰν 1 w 971
μεταδιώκωμεν 1 w 983
ΝΕ 5 w 986
ΣΩ 5 w 989
ποῦ 1 w 993
δὴ 1 w 995
λέγεις 1 w 1001
ΞΕ 6 w 1004
ἐν 6 w 1007
πᾶσί 1 w 1011
τε 17 w 1013
δὴ 2 w 1015
τούτοις 1 w 1022
οἷς 1 w 1025
νῦν 1 w 1028
εἴπομεν 1 w 1035
ὡς 3 w 1038
εἰκός 1 w 1043
τε 18 w 1045
ἐν 7 w 1047
ἑτέροις 1 w 1054
πολλοῖς 1 w 1061
κατὰ 2 w 1066
γὰρ 1 w 1069
οἶμαι 1 w 1074
τὴν 4 w 1077
αὑτῶν 1 w 1082
ἑκατέροις 1 w 1091
συγγένειαν 1 w 1101
τὰ 8 w 1103
μὲν 2 w 1106
ἐπαινοῦντες 1 w 1117
ὡς 4 w 1119
οἰκεῖα 1 w 1125
σφέτερα 1 w 1132
τὰ 9 w 1135
δὲ 2 w 1137
τῶν 5 w 1140
διαφόρων 1 w 1148
ψέγοντες 1 w 1156
ὡς 5 w 1158
ἀλλότρια 1 w 1166
πολλὴν 1 w 1173
εἰς 1 w 1176
ἔχθραν 1 w 1182
ἀλλήλοις 2 w 1190
καὶ 20 w 1193
πολλῶν 1 w 1199
πέρι 1 w 1203
καθίστανται 1 w 1214
ΝΕ 6 w 1217
ΣΩ 6 w 1220
κινδυνεύουσιν 1 w 1234
ΞΕ 7 w 1237
παιδιὰ 1 w 1244
τοίνυν 1 w 1250
αὕτη 1 w 1254
γέ 2 w 1256
τις 1 w 1259
3 w 1260
διαφορὰ 1 w 1267
τούτων 1 w 1273
ἐστὶ 1 w 1277
τῶν 6 w 1280
εἰδῶν 1 w 1285
περὶ 4 w 1290
δὲ 3 w 1292
τὰ 10 w 1294
μέγιστα 1 w 1301
νόσος 1 w 1306
συμβαίνει 1 w 1315
πασῶν 1 w 1320
ἐχθίστη 1 w 1327
γίγνεσθαι 1 w 1336
ταῖς 3 w 1340
πόλεσιν 1 w 1347
ΝΕ 7 w 1350
ΣΩ 7 w 1353
περὶ 5 w 1358
δὴ 3 w 1360
ποῖα 1 w 1364
φῄς 1 w 1367
ΞΕ 8 w 1370
περὶ 6 w 1375
ὅλην 2 w 1379
ὥς 1 w 1382
γε 5 w 1384
εἰκός 2 w 1389
τὴν 5 w 1393
τοῦ 3 w 1396
ζῆν 1 w 1399
παρασκευήν 1 w 1409
οἱ 1 w 1412
μὲν 3 w 1415
γὰρ 2 w 1418
δὴ 4 w 1420
διαφερόντως 1 w 1431
ὄντες 1 w 1436
κόσμιοι 1 w 1443
τὸν 1 w 1446
ἥσυχον 1 w 1452
ἀεὶ 1 w 1455
βίον 1 w 1459
ἕτοιμοι 1 w 1466
ζῆν 2 w 1469
αὐτοὶ 1 w 1475
καθʼ 1 w 1479
αὑτοὺς 1 w 1485
μόνοι 1 w 1490
τὰ 11 w 1492
σφέτερα 2 w 1499
αὐτῶν 2 w 1504
πράττοντες 1 w 1514
οἴκοι 1 w 1520
τε 25 w 1522
αὖ 4 w 1524
πρὸς 1 w 1528
ἅπαντας 1 w 1535
οὕτως 1 w 1540
ὁμιλοῦντες 1 w 1550
καὶ 21 w 1554
πρὸς 2 w 1558
τὰς 3 w 1561
ἔξωθεν 1 w 1567
πόλεις 1 w 1573
ὡσαύτως 1 w 1580
ἕτοιμοι 2 w 1587
πάντα 1 w 1592
ὄντες 2 w 1597
τρόπον 1 w 1603
τινὰ 1 w 1607
ἄγειν 1 w 1612
εἰρήνην 1 w 1619
καὶ 22 w 1623
διὰ 2 w 1626
τὸν 2 w 1629
ἔρωτα 1 w 1634
δὴ 5 w 1636
τοῦτον 1 w 1642
ἀκαιρότερον 1 w 1653
ὄντα 1 w 1657
2 w 1658
χρή 1 w 1661
ὅταν 1 w 1666
1 w 1667
βούλονται 1 w 1676
πράττωσιν 1 w 1685
ἔλαθον 1 w 1692
αὐτοί 1 w 1697
τε 29 w 1699
ἀπολέμως 1 w 1707
ἴσχοντες 1 w 1715
καὶ 23 w 1718
τοὺς 3 w 1722
νέους 1 w 1727
ὡσαύτως 2 w 1734
διατιθέντες 1 w 1745
ὄντες 3 w 1751
τε 33 w 1753
ἀεὶ 2 w 1756
τῶν 8 w 1759
ἐπιτιθεμένων 1 w 1771
ἐξ 1 w 1774
ὧν 1 w 1776
οὐκ 1 w 1779
ἐν 8 w 1781
πολλοῖς 2 w 1788
ἔτεσιν 1 w 1794
αὐτοὶ 2 w 1799
καὶ 24 w 1802
παῖδες 1 w 1808
καὶ 25 w 1811
σύμπασα 1 w 1818
4 w 1819
πόλις 1 w 1824
ἀντʼ 1 w 1828
ἐλευθέρων 1 w 1837
πολλάκις 2 w 1845
ἔλαθον 2 w 1851
αὑτοὺς 2 w 1857
γενόμενοι 1 w 1866
δοῦλοι 1 w 1872
ΝΕ 8 w 1875
ΣΩ 8 w 1878
χαλεπὸν 1 w 1886
εἶπες 1 w 1891
καὶ 26 w 1894
δεινὸν 1 w 1900
πάθος 1 w 1905
ΞΕ 9 w 1908
τί 5 w 1911
δʼ 1 w 1913
οἱ 2 w 1915
πρὸς 3 w 1919
τὴν 6 w 1922
ἀνδρείαν 2 w 1930
μᾶλλον 1 w 1936
ῥέποντες 1 w 1944
ἆρʼ 2 w 1948
οὐκ 2 w 1951
ἐπὶ 2 w 1954
πόλεμον 1 w 1961
ἀεί 1 w 1964
τινα 1 w 1968
τὰς 4 w 1971
αὑτῶν 2 w 1976
συντείνοντες 1 w 1988
πόλεις 2 w 1994
διὰ 3 w 1997
τὴν 7 w 2000
τοῦ 5 w 2003
τοιούτου 1 w 2011
βίου 1 w 2015
σφοδροτέραν 1 w 2026
τοῦ 6 w 2029
δέοντος 1 w 2036
ἐπιθυμίαν 1 w 2045
εἰς 2 w 2048
ἔχθραν 2 w 2054
πολλοῖς 3 w 2061
καὶ 27 w 2064
δυνατοῖς 1 w 2072
καταστάντες 1 w 2083
3 w 2084
πάμπαν 1 w 2090
διώλεσαν 1 w 2098
4 w 2099
δούλας 1 w 2105
αὖ 5 w 2107
καὶ 28 w 2110
ὑποχειρίους 1 w 2121
τοῖς 4 w 2125
ἐχθροῖς 1 w 2132
ὑπέθεσαν 1 w 2140
τὰς 5 w 2143
αὑτῶν 3 w 2148
πατρίδας 1 w 2156
ΝΕ 9 w 2159
ΣΩ 9 w 2162
ἔστι 1 w 2167
καὶ 29 w 2170
ταῦτα 1 w 2175
ΞΕ 10 w 2178
πῶς 3 w 2182
οὖν 2 w 2185
μὴ 2 w 2187
φῶμεν 1 w 2192
ἐν 9 w 2194
τούτοις 2 w 2201
ἀμφότερα 2 w 2209
ταῦτα 2 w 2214
τὰ 15 w 2216
γένη 1 w 2220
πολλὴν 2 w 2226
πρὸς 4 w 2230
ἄλληλα 1 w 2236
ἀεὶ 3 w 2239
καὶ 30 w 2242
τὴν 8 w 2245
μεγίστην 1 w 2253
ἴσχειν 1 w 2259
ἔχθραν 3 w 2265
καὶ 31 w 2268
στάσιν 2 w 2274
ΝΕ 10 w 2277
ΣΩ 10 w 2280
οὐδαμῶς 1 w 2288
ὡς 6 w 2290
οὐ 7 w 2292
φήσομεν 1 w 2299
ΞΕ 11 w 2302
οὐκοῦν 1 w 2309
ὅπερ 1 w 2313
ἐπεσκοποῦμεν 1 w 2325
κατʼ 1 w 2329
ἀρχὰς 1 w 2334
ἀνηυρήκαμεν 1 w 2345
ὅτι 1 w 2349
μόρια 1 w 2354
ἀρετῆς 1 w 2360
οὐ 9 w 2362
σμικρὰ 1 w 2368
ἀλλήλοις 3 w 2376
διαφέρεσθον 1 w 2387
φύσει 1 w 2392
καὶ 32 w 2395
δὴ 6 w 2397
καὶ 33 w 2400
τοὺς 5 w 2404
ἴσχοντας 2 w 2412
δρᾶτον 1 w 2418
τὸ 7 w 2420
αὐτὸ 1 w 2424
τοῦτο 3 w 2429
ΝΕ 11 w 2432
ΣΩ 11 w 2435
κινδυνεύετον 1 w 2448
ΞΕ 12 w 2451
τόδε 1 w 2456
τοίνυν 2 w 2462
αὖ 6 w 2464
λάβωμεν 1 w 2471
ΝΕ 12 w 2474
ΣΩ 12 w 2477
τὸ 9 w 2480
ποῖον 1 w 2485
ΞΕ 13 w 2488
εἴ 2 w 2491
τίς 1 w 2494
που 1 w 2497
τῶν 11 w 2500
συνθετικῶν 1 w 2510
ἐπιστημῶν 1 w 2519
πρᾶγμα 1 w 2525
ὁτιοῦν 1 w 2531
τῶν 12 w 2534
αὑτῆς 1 w 2539
ἔργων 1 w 2544
κἂν 1 w 2548
εἰ 7 w 2550
τὸ 10 w 2552
φαυλότατον 1 w 2562
ἑκοῦσα 1 w 2569
ἐκ 2 w 2571
μοχθηρῶν 1 w 2579
καὶ 34 w 2582
χρηστῶν 1 w 2589
τινων 1 w 2594
συνίστησιν 1 w 2604
5 w 2606
πᾶσα 2 w 2610
ἐπιστήμη 1 w 2618
πανταχοῦ 1 w 2626
τὰ 16 w 2628
μὲν 4 w 2631
μοχθηρὰ 1 w 2638
εἰς 3 w 2641
δύναμιν 1 w 2648
ἀποβάλλει 1 w 2657
τὰ 17 w 2660
δὲ 4 w 2662
ἐπιτήδεια 1 w 2671
καὶ 35 w 2674
τὰ 18 w 2676
χρηστὰ 1 w 2682
ἔλαβεν 1 w 2688
ἐκ 3 w 2691
τούτων 2 w 2697
δὲ 5 w 2699
καὶ 36 w 2702
ὁμοίων 1 w 2708
καὶ 37 w 2711
ἀνομοίων 1 w 2719
ὄντων 1 w 2724
πάντα 2 w 2730
εἰς 4 w 2733
ἓν 1 w 2735
αὐτὰ 3 w 2739
συνάγουσα 1 w 2748
μίαν 3 w 2753
τινὰ 2 w 2757
δύναμιν 2 w 2764
καὶ 38 w 2767
ἰδέαν 1 w 2772
δημιουργεῖ 1 w 2782
ΝΕ 13 w 2785
ΣΩ 13 w 2788
τί 7 w 2791
μήν 1 w 2794
ΞΕ 14 w 2797
οὐδʼ 1 w 2802
ἄρα 1 w 2805
5 w 2806
κατὰ 3 w 2810
φύσιν 2 w 2815
ἀληθῶς 1 w 2821
οὖσα 1 w 2825
ἡμῖν 2 w 2829
πολιτικὴ 1 w 2837
μή 2 w 2839
ποτε 1 w 2843
ἐκ 4 w 2845
χρηστῶν 2 w 2852
καὶ 39 w 2855
κακῶν 1 w 2860
ἀνθρώπων 1 w 2868
ἑκοῦσα 2 w 2874
εἶναι 1 w 2879
συστήσηται 1 w 2889
πόλιν 1 w 2894
τινά 1 w 2898
ἀλλʼ 1 w 2903
εὔδηλον 1 w 2910
ὅτι 2 w 2913
παιδιᾷ 1 w 2919
πρῶτον 1 w 2925
βασανιεῖ 1 w 2933
μετὰ 1 w 2938
δὲ 6 w 2940
τὴν 9 w 2943
βάσανον 1 w 2950
αὖ 7 w 2952
τοῖς 5 w 2956
δυναμένοις 1 w 2966
παιδεύειν 1 w 2975
καὶ 40 w 2978
ὑπηρετεῖν 1 w 2987
πρὸς 5 w 2991
τοῦτʼ 1 w 2996
αὐτὸ 2 w 3000
παραδώσει 1 w 3009
προστάττουσα 1 w 3022
καὶ 41 w 3025
ἐπιστατοῦσα 1 w 3036
αὐτή 1 w 3040
καθάπερ 1 w 3048
ὑφαντικὴ 1 w 3056
τοῖς 6 w 3060
τε 42 w 3062
ξαίνουσι 1 w 3070
καὶ 42 w 3073
τοῖς 7 w 3077
τἆλλα 1 w 3082
προπαρασκευάζουσιν 1 w 3100
ὅσα 1 w 3103
πρὸς 6 w 3107
τὴν 10 w 3110
πλέξιν 1 w 3116
αὐτῆς 1 w 3121
συμπαρακολουθοῦσα 1 w 3138
προστάττει 1 w 3148
καὶ 43 w 3151
ἐπιστατεῖ 1 w 3160
τοιαῦτα 2 w 3168
ἑκάστοις 1 w 3176
ἐνδεικνῦσα 1 w 3186
τὰ 23 w 3188
ἔργα 1 w 3192
ἀποτελεῖν 1 w 3201
οἷα 1 w 3204
ἂν 2 w 3206
ἐπιτήδεια 2 w 3215
ἡγῆται 1 w 3221
πρὸς 7 w 3225
τὴν 11 w 3228
αὑτῆς 2 w 3233
εἶναι 2 w 3238
συμπλοκήν 1 w 3247
ΝΕ 14 w 3250
ΣΩ 14 w 3253
πάνυ 1 w 3258
μὲν 5 w 3261
οὖν 3 w 3264
ΞΕ 15 w 3267
ταὐτὸν 1 w 3274
δή 1 w 3276
μοι 3 w 3279
τοῦθʼ 1 w 3284
8 w 3285
βασιλικὴ 1 w 3293
φαίνεται 1 w 3301
πᾶσι 1 w 3305
τοῖς 8 w 3309
κατὰ 4 w 3313
νόμον 1 w 3318
παιδευταῖς 1 w 3328
καὶ 44 w 3331
τροφεῦσιν 1 w 3340
τὴν 12 w 3344
τῆς 8 w 3347
ἐπιστατικῆς 1 w 3358
αὐτὴ 1 w 3362
δύναμιν 3 w 3369
ἔχουσα 1 w 3375
οὐκ 4 w 3379
ἐπιτρέψειν 1 w 3389
ἀσκεῖν 1 w 3395
ὅτι 3 w 3398
μή 3 w 3400
τις 2 w 3403
πρὸς 8 w 3407
τὴν 13 w 3410
αὑτῆς 3 w 3415
σύγκρασιν 1 w 3424
ἀπεργαζόμενος 1 w 3437
ἦθός 1 w 3441
τι 23 w 3443
πρέπον 1 w 3449
ἀποτελεῖ 2 w 3457
ταῦτα 3 w 3463
δὲ 7 w 3465
μόνα 1 w 3469
παρακελεύεσθαι 1 w 3483
παιδεύειν 2 w 3492
καὶ 45 w 3496
τοὺς 6 w 3500
μὲν 6 w 3503
μὴ 3 w 3505
δυναμένους 1 w 3515
κοινωνεῖν 1 w 3524
ἤθους 1 w 3529
ἀνδρείου 1 w 3537
καὶ 46 w 3540
σώφρονος 1 w 3548
ὅσα 2 w 3551
τε 47 w 3553
ἄλλα 1 w 3557
ἐστὶ 2 w 3561
τείνοντα 1 w 3569
πρὸς 9 w 3573
ἀρετήν 1 w 3579
ἀλλʼ 2 w 3584
εἰς 5 w 3587
ἀθεότητα 1 w 3595
καὶ 47 w 3598
ὕβριν 1 w 3603
καὶ 48 w 3606
ἀδικίαν 1 w 3613
ὑπὸ 1 w 3616
κακῆς 1 w 3621
βίᾳ 1 w 3624
φύσεως 1 w 3630
ἀπωθουμένους 1 w 3642
θανάτοις 1 w 3651
τε 49 w 3653
ἐκβάλλει 1 w 3661
καὶ 49 w 3664
φυγαῖς 1 w 3670
καὶ 50 w 3673
ταῖς 5 w 3677
μεγίσταις 1 w 3686
κολάζουσα 1 w 3695
ἀτιμίαις 1 w 3703
ΝΕ 15 w 3706
ΣΩ 15 w 3709
λέγεται 1 w 3717
γοῦν 1 w 3721
πως 1 w 3724
οὕτως 2 w 3729
ΞΕ 16 w 3732
τοὺς 7 w 3737
δὲ 8 w 3739
ἐν 11 w 3741
ἀμαθίᾳ 1 w 3747
τε 50 w 3749
αὖ 8 w 3751
καὶ 51 w 3754
ταπεινότητι 1 w 3765
πολλῇ 1 w 3770
κυλινδουμένους 1 w 3784
εἰς 6 w 3787
τὸ 13 w 3789
δουλικὸν 1 w 3797
ὑποζεύγνυσι 1 w 3808
γένος 1 w 3813
ΝΕ 16 w 3816
ΣΩ 16 w 3819
ὀρθότατα 1 w 3828
ΞΕ 17 w 3831
τοὺς 8 w 3836
λοιποὺς 1 w 3843
τοίνυν 3 w 3849
ὅσων 1 w 3854
αἱ 1 w 3856
φύσεις 1 w 3862
ἐπὶ 3 w 3865
τὸ 14 w 3867
γενναῖον 1 w 3875
ἱκαναὶ 1 w 3881
παιδείας 1 w 3889
τυγχάνουσαι 1 w 3900
καθίστασθαι 1 w 3911
καὶ 52 w 3914
δέξασθαι 1 w 3922
μετὰ 2 w 3926
τέχνης 1 w 3932
σύμμειξιν 1 w 3941
πρὸς 10 w 3945
ἀλλήλας 1 w 3952
τούτων 3 w 3959
τὰς 6 w 3962
μὲν 7 w 3965
ἐπὶ 4 w 3968
τὴν 14 w 3971
ἀνδρείαν 3 w 3979
μᾶλλον 2 w 3985
συντεινούσας 1 w 3997
οἷον 2 w 4002
στημονοφυὲς 1 w 4013
νομίσασʼ 1 w 4021
αὐτῶν 3 w 4026
εἶναι 3 w 4031
τὸ 15 w 4033
στερεὸν 1 w 4040
ἦθος 1 w 4044
τὰς 7 w 4048
δὲ 9 w 4050
ἐπὶ 5 w 4053
τὸ 16 w 4055
κόσμιον 1 w 4062
πίονί 1 w 4067
τε 53 w 4069
καὶ 53 w 4072
μαλακῷ 1 w 4078
καὶ 54 w 4081
κατὰ 5 w 4085
τὴν 15 w 4088
εἰκόνα 1 w 4094
κροκώδει 1 w 4102
διανήματι 1 w 4111
προσχρωμένας 1 w 4123
ἐναντία 1 w 4131
δὲ 10 w 4133
τεινούσας 2 w 4142
ἀλλήλαις 2 w 4150
πειρᾶται 1 w 4159
τοιόνδε 1 w 4166
τινὰ 3 w 4170
τρόπον 2 w 4176
συνδεῖν 1 w 4183
καὶ 55 w 4186
συμπλέκειν 1 w 4196
ΝΕ 17 w 4199
ΣΩ 17 w 4202
ποῖον 2 w 4208
δή 2 w 4210
ΞΕ 18 w 4213
πρῶτον 2 w 4220
μὲν 8 w 4223
κατὰ 6 w 4227
τὸ 17 w 4229
συγγενὲς 1 w 4237
τὸ 18 w 4239
ἀειγενὲς 1 w 4247
ὂν 1 w 4249
τῆς 10 w 4252
ψυχῆς 1 w 4257
αὐτῶν 4 w 4262
μέρος 1 w 4267
θείῳ 1 w 4271
συναρμοσαμένη 1 w 4284
δεσμῷ 1 w 4289
μετὰ 3 w 4294
δὲ 11 w 4296
τὸ 19 w 4298
θεῖον 1 w 4303
τὸ 20 w 4305
ζῳογενὲς 1 w 4313
αὐτῶν 5 w 4318
αὖθις 1 w 4323
ἀνθρωπίνοις 1 w 4334
ΝΕ 18 w 4337
ΣΩ 18 w 4340
πῶς 4 w 4344
τοῦτʼ 2 w 4349
εἶπες 2 w 4354
αὖ 10 w 4356
ΞΕ 19 w 4359
τὴν 16 w 4363
τῶν 18 w 4366
καλῶν 1 w 4371
καὶ 56 w 4374
δικαίων 1 w 4381
πέρι 2 w 4385
καὶ 57 w 4388
ἀγαθῶν 1 w 4394
καὶ 58 w 4397
τῶν 19 w 4400
τούτοις 3 w 4407
ἐναντίων 2 w 4415
ὄντως 1 w 4420
οὖσαν 1 w 4425
ἀληθῆ 1 w 4430
δόξαν 1 w 4435
μετὰ 4 w 4439
βεβαιώσεως 1 w 4449
ὁπόταν 2 w 4456
ἐν 14 w 4458
ταῖς 6 w 4462
ψυχαῖς 2 w 4468
ἐγγίγνηται 1 w 4478
θείαν 1 w 4484
φημὶ 1 w 4488
ἐν 15 w 4490
δαιμονίῳ 1 w 4498
γίγνεσθαι 2 w 4507
γένει 2 w 4512
ΝΕ 19 w 4515
ΣΩ 19 w 4518
πρέπει 1 w 4525
γοῦν 2 w 4529
οὕτω 3 w 4533
ΞΕ 20 w 4536
τὸν 4 w 4540
δὴ 7 w 4542
πολιτικὸν 1 w 4551
καὶ 59 w 4554
τὸν 5 w 4557
ἀγαθὸν 1 w 4563
νομοθέτην 1 w 4572
ἆρʼ 3 w 4575
ἴσμεν 1 w 4580
ὅτι 4 w 4583
προσήκει 1 w 4591
μόνον 1 w 4596
δυνατὸν 1 w 4603
εἶναι 4 w 4608
τῇ 1 w 4610
τῆς 11 w 4613
βασιλικῆς 1 w 4622
μούσῃ 1 w 4627
τοῦτο 4 w 4632
αὐτὸ 4 w 4636
ἐμποιεῖν 1 w 4644
τοῖς 9 w 4648
ὀρθῶς 1 w 4653
μεταλαβοῦσι 1 w 4664
παιδείας 2 w 4672
οὓς 1 w 4676
ἐλέγομεν 1 w 4684
νυνδή 1 w 4689
ΝΕ 20 w 4692
ΣΩ 20 w 4695
τὸ 25 w 4698
γοῦν 3 w 4702
εἰκός 3 w 4707
ΞΕ 21 w 4710
ὃς 1 w 4713
δʼ 3 w 4715
ἂν 3 w 4717
δρᾶν 1 w 4721
γε 14 w 4723
1 w 4725
Σώκρατες 1 w 4733
ἀδυνατῇ 1 w 4741
τὸ 26 w 4743
τοιοῦτον 1 w 4751
μηδέποτε 1 w 4760
τοῖς 10 w 4764
νῦν 2 w 4767
ζητουμένοις 1 w 4778
ὀνόμασιν 2 w 4786
αὐτὸν 2 w 4791
προσαγορεύωμεν 1 w 4805
ΝΕ 21 w 4808
ΣΩ 21 w 4811
ὀρθότατα 2 w 4820
ΞΕ 22 w 4823
τί 10 w 4826
οὖν 4 w 4829
ἀνδρεία 5 w 4837
ψυχὴ 1 w 4841
λαμβανομένη 1 w 4852
τῆς 12 w 4855
τοιαύτης 1 w 4863
ἀληθείας 1 w 4871
ἆρʼ 4 w 4874
οὐχ 1 w 4877
ἡμεροῦται 1 w 4886
καὶ 60 w 4889
τῶν 20 w 4892
δικαίων 2 w 4899
μάλιστα 1 w 4906
οὕτω 4 w 4910
κοινωνεῖν 2 w 4919
ἂν 4 w 4921
ἐθελήσειεν 1 w 4931
μὴ 4 w 4934
μεταλαβοῦσα 1 w 4945
δὲ 12 w 4947
ἀποκλινεῖ 1 w 4956
μᾶλλον 3 w 4962
πρὸς 11 w 4966
θηριώδη 1 w 4973
τινὰ 4 w 4977
φύσιν 3 w 4982
ΝΕ 22 w 4985
ΣΩ 22 w 4988
πῶς 5 w 4992
δʼ 4 w 4994
οὔ 2 w 4996
ΞΕ 23 w 4999
τί 11 w 5002
δὲ 13 w 5004
τὸ 28 w 5006
τῆς 13 w 5009
κοσμίας 1 w 5016
φύσεως 2 w 5022
ἆρʼ 5 w 5026
οὐ 13 w 5028
τούτων 4 w 5034
μὲν 9 w 5037
μεταλαβὸν 1 w 5046
τῶν 21 w 5049
δοξῶν 1 w 5054
ὄντως 2 w 5059
σῶφρον 1 w 5065
καὶ 61 w 5068
φρόνιμον 1 w 5076
ὥς 2 w 5079
γε 15 w 5081
ἐν 16 w 5083
πολιτείᾳ 1 w 5091
γίγνεται 1 w 5100
μὴ 5 w 5103
κοινωνῆσαν 1 w 5113
δὲ 14 w 5115
ὧν 2 w 5117
λέγομεν 2 w 5124
ἐπονείδιστόν 1 w 5136
τινα 2 w 5140
εὐηθείας 1 w 5148
δικαιότατα 1 w 5158
λαμβάνει 1 w 5166
φήμην 1 w 5171
ΝΕ 23 w 5174
ΣΩ 23 w 5177
πάνυ 2 w 5182
μὲν 10 w 5185
οὖν 5 w 5188
ΞΕ 24 w 5191
οὐκοῦν 2 w 5198
συμπλοκὴν 1 w 5207
καὶ 62 w 5210
δεσμὸν 1 w 5216
τοῦτον 2 w 5222
τοῖς 11 w 5226
μὲν 11 w 5229
κακοῖς 1 w 5235
πρὸς 12 w 5239
σφᾶς 1 w 5243
αὐτοὺς 1 w 5249
καὶ 63 w 5252
τοῖς 12 w 5256
ἀγαθοῖς 1 w 5263
πρὸς 13 w 5267
τοὺς 10 w 5271
κακοὺς 1 w 5277
μηδέποτε 2 w 5285
μόνιμον 1 w 5292
φῶμεν 2 w 5297
γίγνεσθαι 3 w 5306
μηδέ 3 w 5311
τινα 3 w 5315
ἐπιστήμην 1 w 5324
αὐτῷ 1 w 5328
σπουδῇ 1 w 5334
πρὸς 14 w 5338
τοὺς 11 w 5342
τοιούτους 1 w 5351
ἂν 5 w 5353
χρῆσθαί 1 w 5360
ποτε 6 w 5364
ΝΕ 24 w 5367
ΣΩ 24 w 5370
πῶς 6 w 5374
γάρ 1 w 5377
ΞΕ 25 w 5380
τοῖς 13 w 5385
δʼ 5 w 5387
εὐγενέσι 1 w 5395
γενομένοις 1 w 5405
τε 60 w 5407
ἐξ 2 w 5409
ἀρχῆς 1 w 5414
ἤθεσι 1 w 5419
θρεφθεῖσί 1 w 5428
τε 61 w 5430
κατὰ 7 w 5434
φύσιν 4 w 5439
μόνοις 1 w 5445
διὰ 4 w 5448
νόμων 1 w 5453
ἐμφύεσθαι 1 w 5462
καὶ 64 w 5466
ἐπὶ 6 w 5469
τούτοις 4 w 5476
δὴ 8 w 5478
τοῦτʼ 3 w 5483
εἶναι 5 w 5488
τέχνῃ 1 w 5493
φάρμακον 1 w 5501
καὶ 65 w 5505
καθάπερ 2 w 5512
εἴπομεν 2 w 5519
τοῦτον 3 w 5525
θειότερον 1 w 5534
εἶναι 6 w 5539
τὸν 8 w 5542
σύνδεσμον 1 w 5551
ἀρετῆς 2 w 5557
μερῶν 1 w 5562
φύσεως 3 w 5568
ἀνομοίων 2 w 5576
καὶ 66 w 5579
ἐπὶ 7 w 5582
τὰ 33 w 5584
ἐναντία 2 w 5591
φερομένων 1 w 5600
ΝΕ 25 w 5603
ΣΩ 25 w 5606
ἀληθέστατα 2 w 5617
ΞΕ 26 w 5620
τοὺς 12 w 5625
μὴν 2 w 5628
λοιπούς 1 w 5635
ὄντας 1 w 5641
ἀνθρωπίνους 1 w 5652
δεσμούς 1 w 5659
ὑπάρχοντος 1 w 5670
τούτου 1 w 5676
τοῦ 16 w 5679
θείου 1 w 5684
σχεδὸν 2 w 5690
οὐδὲν 1 w 5695
χαλεπὸν 2 w 5702
οὔτε 1 w 5706
ἐννοεῖν 1 w 5713
οὔτε 2 w 5717
ἐννοήσαντα 1 w 5727
ἀποτελεῖν 2 w 5736
ΝΕ 26 w 5739
ΣΩ 26 w 5742
πῶς 7 w 5746
δή 4 w 5748
καὶ 67 w 5752
τίνας 1 w 5757
ΞΕ 27 w 5760
τοὺς 13 w 5765
τῶν 22 w 5768
ἐπιγαμιῶν 1 w 5777
καὶ 68 w 5780
παίδων 1 w 5786
κοινωνήσεων 1 w 5797
καὶ 69 w 5800
τῶν 23 w 5803
περὶ 7 w 5807
τὰς 8 w 5810
ἰδίας 1 w 5815
ἐκδόσεις 1 w 5823
καὶ 70 w 5826
γάμους 1 w 5832
οἱ 3 w 5835
γὰρ 3 w 5838
πολλοὶ 1 w 5844
τὰ 35 w 5846
περὶ 8 w 5850
ταῦτα 4 w 5855
οὐκ 6 w 5858
ὀρθῶς 2 w 5863
συνδοῦνται 1 w 5873
πρὸς 15 w 5877
τὴν 17 w 5880
τῶν 24 w 5883
παίδων 2 w 5889
γέννησιν 1 w 5897
ΝΕ 27 w 5900
ΣΩ 27 w 5903
τί 14 w 5906
δή 5 w 5908
ΞΕ 28 w 5911
τὰ 36 w 5914
μὲν 12 w 5917
πλούτου 1 w 5924
καὶ 71 w 5927
δυνάμεων 1 w 5935
ἐν 20 w 5937
τοῖς 14 w 5941
τοιούτοις 1 w 5950
διώγματα 1 w 5958
τί 15 w 5960
καί 3 w 5963
τις 3 w 5966
ἂν 6 w 5968
ὡς 7 w 5970
ἄξια 1 w 5974
λόγου 1 w 5979
σπουδάζοι 1 w 5988
μεμφόμενος 1 w 5998
ΝΕ 28 w 6001
ΣΩ 28 w 6004
οὐδέν 1 w 6010
ΞΕ 29 w 6013
μᾶλλον 4 w 6020
δέ 11 w 6022
γε 18 w 6024
δίκαιον 1 w 6031
τῶν 25 w 6034
περὶ 9 w 6038
τὰ 37 w 6040
γένη 2 w 6044
ποιουμένων 1 w 6054
ἐπιμέλειαν 1 w 6064
τούτων 5 w 6070
πέρι 3 w 6074
λέγειν 1 w 6080
εἴ 4 w 6083
τι 34 w 6085
μὴ 7 w 6087
κατὰ 8 w 6091
τρόπον 3 w 6097
πράττουσιν 1 w 6107
ΝΕ 29 w 6110
ΣΩ 29 w 6113
εἰκὸς 1 w 6119
γὰρ 4 w 6122
οὖν 6 w 6125
ΞΕ 30 w 6128
πράττουσι 2 w 6138
μὲν 13 w 6141
δὴ 9 w 6143
οὐδʼ 2 w 6147
ἐξ 3 w 6149
ἑνὸς 1 w 6153
ὀρθοῦ 1 w 6158
λόγου 2 w 6163
τὴν 18 w 6167
ἐν 21 w 6169
τῷ 2 w 6171
παραχρῆμα 1 w 6180
διώκοντες 1 w 6189
ῥᾳστώνην 1 w 6197
καὶ 72 w 6200
τῷ 3 w 6202
τοὺς 14 w 6206
μὲν 14 w 6209
προσομοίους 1 w 6220
αὐτοῖς 2 w 6226
ἀσπάζεσθαι 1 w 6236
τοὺς 15 w 6241
δʼ 7 w 6243
ἀνομοίους 1 w 6252
μὴ 8 w 6254
στέργειν 1 w 6262
πλεῖστον 1 w 6271
τῇ 3 w 6273
δυσχερείᾳ 1 w 6282
μέρος 2 w 6287
ἀπονέμοντες 2 w 6298
ΝΕ 30 w 6301
ΣΩ 30 w 6304
πῶς 8 w 6308
ΞΕ 31 w 6311
οἱ 4 w 6314
μέν 16 w 6317
που 4 w 6320
κόσμιοι 2 w 6327
τὸ 30 w 6329
σφέτερον 1 w 6337
αὐτῶν 6 w 6342
ἦθος 2 w 6346
ζητοῦσι 1 w 6353
καὶ 73 w 6357
κατὰ 9 w 6361
δύναμιν 4 w 6368
γαμοῦσί 1 w 6375
τε 69 w 6377
παρὰ 1 w 6381
τούτων 6 w 6387
καὶ 74 w 6390
τὰς 9 w 6393
ἐκδιδομένας 1 w 6404
παρʼ 1 w 6408
αὑτῶν 4 w 6413
εἰς 7 w 6416
τούτους 1 w 6423
ἐκπέμπουσι 1 w 6433
πάλιν 2 w 6438
ὡς 8 w 6441
δʼ 8 w 6443
αὕτως 1 w 6448
τὸ 31 w 6450
περὶ 10 w 6454
τὴν 19 w 6457
ἀνδρείαν 4 w 6465
γένος 2 w 6470
δρᾷ 1 w 6473
τὴν 20 w 6477
αὑτοῦ 1 w 6482
μεταδιῶκον 1 w 6492
φύσιν 5 w 6497
δέον 2 w 6502
ποιεῖν 2 w 6508
ἀμφότερα 3 w 6516
τὰ 41 w 6518
γένη 3 w 6522
τούτων 7 w 6528
τοὐναντίον 1 w 6538
ἅπαν 2 w 6542
ΝΕ 31 w 6545
ΣΩ 31 w 6548
πῶς 9 w 6552
καὶ 75 w 6556
διὰ 5 w 6559
τί 17 w 6561
ΞΕ 32 w 6564
διότι 1 w 6570
πέφυκεν 1 w 6577
ἀνδρεία 7 w 6584
τε 71 w 6586
ἐν 22 w 6588
πολλαῖς 2 w 6595
γενέσεσιν 1 w 6604
ἄμεικτος 1 w 6612
γεννωμένη 1 w 6621
σώφρονι 1 w 6628
φύσει 3 w 6633
κατὰ 10 w 6637
μὲν 15 w 6640
ἀρχὰς 2 w 6645
ἀκμάζειν 1 w 6653
ῥώμῃ 1 w 6657
τελευτῶσα 1 w 6667
δὲ 16 w 6669
ἐξανθεῖν 1 w 6677
παντάπασι 1 w 6686
μανίαις 1 w 6693
ΝΕ 32 w 6696
ΣΩ 32 w 6699
εἰκός 4 w 6705
ΞΕ 33 w 6708
10 w 6710
δὲ 17 w 6712
αἰδοῦς 1 w 6718
γε 23 w 6720
αὖ 11 w 6722
λίαν 1 w 6726
πλήρης 1 w 6732
ψυχὴ 2 w 6736
καὶ 76 w 6739
ἀκέραστος 1 w 6748
τόλμης 1 w 6754
ἀνδρείας 2 w 6762
ἐπὶ 8 w 6766
δὲ 18 w 6768
γενεὰς 1 w 6774
πολλὰς 1 w 6780
οὕτω 5 w 6784
γεννηθεῖσα 1 w 6794
νωθεστέρα 1 w 6804
φύεσθαι 2 w 6811
τοῦ 19 w 6814
καιροῦ 2 w 6820
καὶ 77 w 6823
ἀποτελευτῶσα 1 w 6835
δὴ 10 w 6837
παντάπασιν 1 w 6847
ἀναπηροῦσθαι 1 w 6859
ΝΕ 33 w 6862
ΣΩ 33 w 6865
καὶ 78 w 6869
τοῦτʼ 4 w 6874
εἰκὸς 2 w 6879
οὕτω 6 w 6883
συμβαίνειν 1 w 6893
ΞΕ 34 w 6896
τούτους 2 w 6904
δὴ 11 w 6906
τοὺς 16 w 6910
δεσμοὺς 1 w 6917
ἔλεγον 1 w 6923
ὅτι 5 w 6926
χαλεπὸν 3 w 6933
οὐδὲν 2 w 6938
συνδεῖν 2 w 6945
ὑπάρξαντος 1 w 6955
τοῦ 21 w 6958
περὶ 11 w 6962
τὰ 43 w 6964
καλὰ 1 w 6968
κἀγαθὰ 1 w 6974
μίαν 4 w 6978
ἔχειν 1 w 6983
ἀμφότερα 4 w 6991
τὰ 44 w 6993
γένη 4 w 6997
δόξαν 2 w 7002
τοῦτο 7 w 7008
γὰρ 5 w 7011
ἓν 2 w 7013
καὶ 79 w 7016
ὅλον 1 w 7020
ἐστὶ 3 w 7024
βασιλικῆς 2 w 7033
συνυφάνσεως 1 w 7044
ἔργον 1 w 7049
μηδέποτε 3 w 7058
ἐᾶν 1 w 7061
ἀφίστασθαι 1 w 7071
σώφρονα 2 w 7078
ἀπὸ 1 w 7081
τῶν 28 w 7084
ἀνδρείων 1 w 7092
ἤθη 1 w 7095
συγκερκίζοντα 1 w 7109
δὲ 20 w 7111
ὁμοδοξίαις 1 w 7121
καὶ 80 w 7124
τιμαῖς 1 w 7130
καὶ 81 w 7133
ἀτιμίαις 2 w 7141
καὶ 82 w 7144
δόξαις 1 w 7150
καὶ 83 w 7153
ὁμηρειῶν 1 w 7161
ἐκδόσεσιν 1 w 7170
εἰς 8 w 7173
ἀλλήλους 1 w 7181
λεῖον 1 w 7187
καὶ 84 w 7190
τὸ 32 w 7192
λεγόμενον 1 w 7201
εὐήτριον 1 w 7209
ὕφασμα 1 w 7215
συνάγοντα 1 w 7224
ἐξ 5 w 7226
αὐτῶν 7 w 7231
τὰς 10 w 7235
ἐν 23 w 7237
ταῖς 7 w 7241
πόλεσιν 2 w 7248
ἀρχὰς 3 w 7253
ἀεὶ 4 w 7256
κοινῇ 1 w 7261
τούτοις 5 w 7268
ἐπιτρέπειν 1 w 7278
ΝΕ 34 w 7281
ΣΩ 34 w 7284
πῶς 10 w 7288
ΞΕ 35 w 7291
οὗ 1 w 7294
μὲν 16 w 7297
ἂν 7 w 7299
ἑνὸς 2 w 7303
ἄρχοντος 1 w 7311
χρεία 1 w 7316
συμβαίνῃ 1 w 7324
τὸν 9 w 7328
ταῦτα 5 w 7333
ἀμφότερα 5 w 7341
ἔχοντα 1 w 7347
αἱρούμενον 1 w 7357
ἐπιστάτην 1 w 7366
οὗ 2 w 7369
δʼ 9 w 7371
ἂν 8 w 7373
πλειόνων 1 w 7381
τούτων 8 w 7388
μέρος 3 w 7393
ἑκατέρων 1 w 7401
συμμειγνύντα 1 w 7413
τὰ 46 w 7416
μὲν 17 w 7419
γὰρ 6 w 7422
σωφρόνων 1 w 7430
ἀρχόντων 1 w 7438
ἤθη 2 w 7441
σφόδρα 2 w 7447
μὲν 18 w 7450
εὐλαβῆ 1 w 7456
καὶ 85 w 7459
δίκαια 1 w 7465
καὶ 86 w 7468
σωτήρια 1 w 7475
δριμύτητος 1 w 7486
δὲ 21 w 7488
καί 4 w 7491
τινος 1 w 7496
ἰταμότητος 1 w 7506
ὀξείας 1 w 7512
καὶ 87 w 7515
πρακτικῆς 1 w 7524
ἐνδεῖται 1 w 7532
ΝΕ 35 w 7535
ΣΩ 35 w 7538
δοκεῖ 1 w 7544
γοῦν 4 w 7548
δὴ 12 w 7550
καὶ 88 w 7553
τάδε 1 w 7557
ΞΕ 36 w 7560
τὰ 47 w 7563
δʼ 10 w 7565
ἀνδρεῖά 1 w 7572
γε 26 w 7574
αὖ 12 w 7576
πρὸς 16 w 7580
μὲν 19 w 7583
τὸ 34 w 7585
δίκαιον 2 w 7592
καὶ 89 w 7595
εὐλαβὲς 1 w 7602
ἐκείνων 2 w 7609
ἐπιδεέστερα 1 w 7620
τὸ 35 w 7623
δὲ 22 w 7625
ἐν 25 w 7627
ταῖς 8 w 7631
πράξεσι 2 w 7638
ἰταμὸν 1 w 7644
διαφερόντως 2 w 7655
ἴσχει 2 w 7660
πάντα 3 w 7666
δὲ 23 w 7668
καλῶς 1 w 7673
γίγνεσθαι 4 w 7682
τὰ 48 w 7684
περὶ 12 w 7688
τὰς 11 w 7691
πόλεις 3 w 7697
ἰδίᾳ 1 w 7701
καὶ 90 w 7704
δημοσίᾳ 1 w 7711
τούτοιν 1 w 7718
μὴ 9 w 7720
παραγενομένοιν 1 w 7734
ἀμφοῖν 1 w 7740
ἀδύνατον 1 w 7748
ΝΕ 36 w 7751
ΣΩ 36 w 7754
πῶς 11 w 7758
γὰρ 7 w 7761
οὔ 5 w 7763
ΞΕ 37 w 7766
τοῦτο 8 w 7772
δὴ 13 w 7774
τέλος 1 w 7779
ὑφάσματος 1 w 7788
εὐθυπλοκίᾳ 1 w 7798
συμπλακὲν 1 w 7807
γίγνεσθαι 5 w 7816
φῶμεν 3 w 7821
πολιτικῆς 1 w 7830
πράξεως 1 w 7837
τὸ 36 w 7839
τῶν 30 w 7842
ἀνδρείων 2 w 7850
καὶ 91 w 7853
σωφρόνων 2 w 7861
ἀνθρώπων 2 w 7869
ἦθος 3 w 7873
ὁπόταν 3 w 7880
ὁμονοίᾳ 1 w 7887
καὶ 92 w 7890
φιλίᾳ 1 w 7895
κοινὸν 1 w 7901
συναγαγοῦσα 1 w 7912
αὐτῶν 8 w 7917
τὸν 10 w 7920
βίον 2 w 7924
11 w 7925
βασιλικὴ 2 w 7933
τέχνη 2 w 7938
πάντων 1 w 7945
μεγαλοπρεπέστατον 1 w 7962
ὑφασμάτων 1 w 7971
καὶ 93 w 7974
ἄριστον 1 w 7981
ἀποτελέσασα 1 w 7992
ὥστʼ 1 w 7996
εἶναι 7 w 8001
κοινόν 1 w 8007
τούς 1 w 8011
τʼ 9 w 8013
ἄλλους 1 w 8019
ἐν 26 w 8021
ταῖς 9 w 8025
πόλεσι 3 w 8031
πάντας 1 w 8037
δούλους 1 w 8044
καὶ 94 w 8047
ἐλευθέρους 1 w 8057
ἀμπίσχουσα 1 w 8067
συνέχῃ 1 w 8074
τούτῳ 1 w 8079
τῷ 4 w 8081
πλέγματι 1 w 8089
καὶ 95 w 8093
καθʼ 2 w 8097
ὅσον 1 w 8101
εὐδαίμονι 1 w 8110
προσήκει 2 w 8118
γίγνεσθαι 6 w 8127
πόλει 4 w 8132
τούτου 4 w 8138
μηδαμῇ 1 w 8144
μηδὲν 1 w 8149
ἐλλείπουσα 1 w 8159
ἄρχῃ 1 w 8163
τε 79 w 8165
καὶ 96 w 8168
ἐπιστατῇ 1 w 8176
ΝΕ 37 w 8179
ΣΩ 37 w 8182
κάλλιστα 1 w 8191
αὖ 13 w 8193
τὸν 11 w 8196
βασιλικὸν 1 w 8205
ἀπετέλεσας 1 w 8215
ἄνδρα 1 w 8220
ἡμῖν 3 w 8224
2 w 8226
ξένε 1 w 8230
καὶ 97 w 8234
τὸν 12 w 8237
πολιτικόν 1 w 8246