Scaife ATLAS

CTS Library / Πολιτικός

Πολιτικός (297-301)

urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:297-301
Refs {'start': {'reference': '297', 'human_reference': 'Section 297'}, 'end': {'reference': '301', 'human_reference': 'Section 301'}}
Ancestors []
Children []
prev
plain textXML
next

ΞΕ. ὥσπερ κυβερνήτης τὸ τῆς νεὼς καὶ
297
297a
ναυτῶν ἀεὶ συμφέρον παραφυλάττων, οὐ γράμματα τιθεὶς ἀλλὰ τὴν τέχνην νόμον παρεχόμενος, σῴζει τοὺς συνναύτας, οὕτω καὶ κατὰ τὸν αὐτὸν τρόπον τοῦτον παρὰ τῶν οὕτως ἄρχειν δυναμένων ὀρθὴ γίγνοιτʼ ἂν πολιτεία, τὴν τῆς τέχνης ῥώμην τῶν νόμων παρεχομένων κρείττω; καὶ πάντα ποιοῦσι τοῖς ἔμφροσιν ἄρχουσιν οὐκ ἔστιν ἁμάρτημα, μέχριπερ ἂν
297b
ἓν μέγα φυλάττωσι, τὸ μετὰ νοῦ καὶ τέχνης δικαιότατον ἀεὶ διανέμοντες τοῖς ἐν τῇ πόλει σῴζειν τε αὐτοὺς οἷοί τε ὦσιν καὶ ἀμείνους ἐκ χειρόνων ἀποτελεῖν κατὰ τὸ δυνατόν;

ΝΕ. ΣΩ. οὐκ ἔστʼ ἀντειπεῖν παρά γε νῦν εἴρηται.

ΞΕ. καὶ μὴν πρὸς ἐκεῖνα οὐδὲ ἀντιρρητέον.

ΝΕ. ΣΩ. τὰ ποῖα εἶπες;

ΞΕ. ὡς οὐκ ἄν ποτε πλῆθος οὐδʼ ὡντινωνοῦν τὴν τοιαύτην λαβὸν ἐπιστήμην οἷόν τʼ ἂν γένοιτο μετὰ νοῦ διοικεῖν
297c
πόλιν, ἀλλὰ περὶ σμικρόν τι καὶ ὀλίγον καὶ τὸ ἕν ἐστι ζητητέον τὴν μίαν ἐκείνην πολιτείαν τὴν ὀρθήν, τὰς δʼ ἄλλας μιμήματα θετέον, ὥσπερ καὶ ὀλίγον πρότερον ἐρρήθη, τὰς μὲν ἐπὶ τὰ καλλίονα, τὰς δʼ ἐπὶ τὰ αἰσχίω μιμουμένας ταύτην.

ΝΕ. ΣΩ. πῶς τί τοῦτʼ εἴρηκας; οὐδὲ γὰρ ἄρτι δῆθεν κατέμαθον τὸ περὶ τῶν μιμημάτων.

ΞΕ. καὶ μὴν οὐ φαῦλόν γε, ἂν κινήσας τις τοῦτον τὸν λόγον αὐτοῦ καταβάλῃ καὶ μὴ διελθὼν ἐνδείξηται τὸ νῦν
297d
γιγνόμενον ἁμάρτημα περὶ αὐτό.

ΝΕ. ΣΩ. ποῖον δή;

ΞΕ. τοιόνδε τι δεῖ γε ζητεῖν, οὐ πάνυ σύνηθες οὐδὲ ῥᾴδιον ἰδεῖν· ὅμως μὴν πειρώμεθα λαβεῖν αὐτό. φέρε γάρ· ὀρθῆς ἡμῖν μόνης οὔσης ταύτης τῆς πολιτείας ἣν εἰρήκαμεν, οἶσθʼ ὅτι τὰς ἄλλας δεῖ τοῖς ταύτης συγγράμμασι χρωμένας οὕτω σῴζεσθαι, δρώσας τὸ νῦν ἐπαινούμενον, καίπερ οὐκ ὀρθότατον ὄν;

ΝΕ. ΣΩ. τὸ ποῖον;

297e
ΞΕ. τὸ παρὰ τοὺς νόμους μηδὲν μηδένα τολμᾶν ποιεῖν τῶν ἐν τῇ πόλει, τὸν τολμῶντα δὲ θανάτῳ ζημιοῦσθαι καὶ πᾶσι τοῖς ἐσχάτοις. καὶ τοῦτʼ ἔστιν ὀρθότατα καὶ κάλλιστʼ ἔχον ὡς δεύτερον, ἐπειδὰν τὸ πρῶτόν τις μεταθῇ τὸ νυνδὴ ῥηθέν· δὲ τρόπῳ γεγονός ἐστι τοῦτο δὴ δεύτερον ἐφήσαμεν, διαπερανώμεθα. γάρ;

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

ΞΕ. εἰς δὴ τὰς εἰκόνας ἐπανίωμεν πάλιν, αἷς ἀναγκαῖον ἀπεικάζειν ἀεὶ τοὺς βασιλικοὺς ἄρχοντας.

ΝΕ. ΣΩ. ποίας;

ΞΕ. τὸν γενναῖον κυβερνήτην καὶ τὸν ἑτέρων πολλῶν ἀντάξιον ἰατρόν. κατίδωμεν γὰρ δή τι σχῆμα ἐν τούτοις αὐτοῖς πλασάμενοι.

ΝΕ. ΣΩ. ποῖόν τι;

298
298a
ΞΕ. τοιόνδε· οἷον εἰ πάντες περὶ αὐτῶν διανοηθεῖμεν ὅτι δεινότατα ὑπʼ αὐτῶν πάσχομεν. ὃν μὲν γὰρ ἂν ἐθελήσωσιν ἡμῶν τούτων ἑκάτεροι σῴζειν, ὁμοίως δὴ σῴζουσιν, ὃν δʼ ἂν λωβᾶσθαι βουληθῶσιν, λωβῶνται τέμνοντες καὶ κάοντες καὶ προστάττοντες ἀναλώματα φέρειν παρʼ ἑαυτοὺς οἷον φόρους, ὧν σμικρὰ μὲν εἰς τὸν κάμνοντα καὶ οὐδὲν ἀναλίσκουσιν, τοῖς δʼ ἄλλοις αὐτοί τε καὶ οἱ οἰκέται χρῶνται· καὶ
298b
δὴ καὶ τελευτῶντες παρὰ συγγενῶν παρά τινων ἐχθρῶν τοῦ κάμνοντος χρήματα μισθὸν λαμβάνοντες ἀποκτεινύασιν. οἵ τʼ αὖ κυβερνῆται μυρία ἕτερα τοιαῦτα ἐργάζονται, καταλείποντές τε ἔκ τινος ἐπιβουλῆς ἐν ταῖς ἀναγωγαῖς ἐρήμους, καὶ σφάλματα ποιοῦντες ἐν τοῖς πελάγεσιν ἐκβάλλουσιν εἰς τὴν θάλατταν, καὶ ἕτερα κακουργοῦσιν. εἰ δὴ ταῦτα διανοηθέντες βουλευσαίμεθα περὶ αὐτῶν βουλήν τινα, τούτων
298c
τῶν τεχνῶν μηκέτι ἐπιτρέπειν ἄρχειν αὐτοκράτορι μηδετέρᾳ μήτʼ οὖν δούλων μήτʼ ἐλευθέρων, συλλέξαι δʼ ἐκκλησίαν ἡμῶν αὐτῶν, σύμπαντα τὸν δῆμον τοὺς πλουσίους μόνον, ἐξεῖναι δὲ καὶ ἰδιωτῶν καὶ τῶν ἄλλων δημιουργῶν περί τε πλοῦ καὶ περὶ νόσων γνώμην ξυμβαλέσθαι καθʼ ὅτι χρὴ τοῖς φαρμάκοις ἡμᾶς καὶ τοῖς ἰατρικοῖς ὀργάνοις πρὸς τοὺς κάμνοντας χρῆσθαι, καὶ δὴ καὶ τοῖς πλοίοις τε αὐτοῖς καὶ
298d
τοῖς ναυτικοῖς ὀργάνοις εἰς τὴν τῶν πλοίων χρείαν καὶ περὶ τοὺς κινδύνους τούς τε πρὸς αὐτὸν τὸν πλοῦν ἀνέμων καὶ θαλάττης πέρι καὶ πρὸς τὰς τοῖς λῃσταῖς ἐντεύξεις, καὶ ἐὰν ναυμαχεῖν ἄρα δέῃ που μακροῖς πλοίοις πρὸς ἕτερα τοιαῦτα· τὰ δὲ τῷ πλήθει δόξαντα περὶ τούτων, εἴτε τινῶν ἰατρῶν καὶ κυβερνητῶν εἴτʼ ἄλλων ἰδιωτῶν συμβουλευόντων, γράψαντας
298e
ἐν κύρβεσί τισι καὶ στήλαις, τὰ δὲ καὶ ἄγραφα πάτρια θεμένους ἔθη, κατὰ ταῦτα ἤδη πάντα τὸν ἔπειτα χρόνον ναυτίλλεσθαι καὶ τὰς τῶν καμνόντων θεραπείας ποιεῖσθαι.

ΝΕ. ΣΩ. κομιδῇ γε εἴρηκας ἄτοπα.

ΞΕ. κατʼ ἐνιαυτὸν δέ γε ἄρχοντας καθίστασθαι τοῦ πλήθους, εἴτε ἐκ τῶν πλουσίων εἴτε ἐκ τοῦ δήμου παντός, ὃς ἂν κληρούμενος λαγχάνῃ· τοὺς δὲ καταστάντας ἄρχοντας ἄρχειν κατὰ τὰ γράμματα κυβερνῶντας τὰς ναῦς καὶ τοὺς κάμνοντας ἰωμένους.

ΝΕ. ΣΩ. ταῦτʼ ἔτι χαλεπώτερα.

ΞΕ. θεῶ δὴ καὶ τὸ μετὰ ταῦτα ἑπόμενον. ἐπειδὰν γὰρ δὴ τῶν ἀρχόντων ἑκάστοις ἐνιαυτὸς ἐξέλθῃ, δεήσει δικαστήρια καθίσαντας ἀνδρῶν, τῶν πλουσίων ἐκ προκρίσεως
299
299a
σύμπαντος αὖ τοῦ δήμου τοὺς λαχόντας, εἰς τούτους εἰσάγειν τοὺς ἄρξαντας καὶ εὐθύνειν, κατηγορεῖν δὲ τὸν βουλόμενον ὡς οὐ κατὰ τὰ γράμματα τὸν ἐνιαυτὸν ἐκυβέρνησε τὰς ναῦς οὐδὲ κατὰ τὰ παλαιὰ τῶν προγόνων ἔθη· ταὐτὰ δὲ ταῦτα καὶ περὶ τῶν τοὺς κάμνοντας ἰωμένων· ὧν δʼ ἂν καταψηφισθῇ τιμᾶν ὅτι χρὴ παθεῖν αὐτῶν τινας ἀποτίνειν.

ΝΕ. ΣΩ. οὐκοῦν γʼ ἐθέλων καὶ ἑκὼν ἐν τοῖς τοιούτοις
299b
ἄρχειν δικαιότατʼ ἂν ὁτιοῦν πάσχοι καὶ ἀποτίνοι.

ΞΕ. καὶ τοίνυν ἔτι δεήσει θέσθαι νόμον ἐπὶ πᾶσι τούτοις, ἄν τις κυβερνητικὴν καὶ τὸ ναυτικὸν τὸ ὑγιεινὸν καὶ ἰατρικῆς ἀλήθειαν περὶ πνεύματά τε καὶ θερμὰ καὶ ψυχρὰ ζητῶν φαίνηται παρὰ τὰ γράμματα καὶ σοφιζόμενος ὁτιοῦν περὶ τὰ τοιαῦτα, πρῶτον μὲν μήτε ἰατρικὸν αὐτὸν μήτε κυβερνητικὸν ὀνομάζειν ἀλλὰ μετεωρολόγον, ἀδολέσχην τινὰ σοφιστήν, εἶθʼ ὡς διαφθείροντα ἄλλους νεωτέρους καὶ ἀναπείθοντα
299c
ἐπιτίθεσθαι κυβερνητικῇ καὶ ἰατρικῇ μὴ κατὰ νόμους, ἀλλʼ αὐτοκράτορας ἄρχειν τῶν πλοίων καὶ τῶν νοσούντων, γραψάμενον εἰσάγειν τὸν βουλόμενον οἷς ἔξεστιν εἰς δή τι δικαστήριον· ἂν δὲ παρὰ τοὺς νόμους καὶ τὰ γεγραμμένα δόξῃ πείθειν εἴτε νέους εἴτε πρεσβύτας, κολάζειν τοῖς ἐσχάτοις. οὐδὲν γὰρ δεῖν τῶν νόμων εἶναι σοφώτερον· οὐδένα γὰρ ἀγνοεῖν τό τε ἰατρικὸν καὶ τὸ ὑγιεινὸν οὐδὲ τὸ κυβερνητικὸν καὶ ναυτικόν· ἐξεῖναι γὰρ τῷ βουλομένῳ μανθάνειν
299d
γεγραμμένα καὶ πάτρια ἔθη κείμενα. ταῦτα δὴ περί τε ταύτας τὰς ἐπιστήμας εἰ γίγνοιτο οὕτως ὡς λέγομεν, Σώκρατες, καὶ στρατηγικῆς καὶ συμπάσης ἡστινοσοῦν θηρευτικῆς καὶ γραφικῆς συμπάσης μέρος ὁτιοῦν μιμητικῆς καὶ τεκτονικῆς καὶ συνόλης ὁποιασοῦν σκευουργίας καὶ γεωργίας καὶ τῆς περὶ τὰ φυτὰ συνόλης τέχνης, καί τινα ἱπποφορβίαν αὖ κατὰ συγγράμματα θεασαίμεθα γιγνομένην σύμπασαν ἀγελαιοκομικὴν μαντικὴν πᾶν ὅτι μέρος διακονικὴ
299e
περιείληφεν, πεττείαν σύμπασαν ἀριθμητικὴν ψιλὴν εἴτε ἐπίπεδον εἴτʼ ἐν βάθεσιν εἴτʼ ἐν τάχεσιν οὖσάν που, περὶ ἅπαντα ταῦτα οὕτω πραττόμενα τί ποτʼ ἂν φανείη, κατὰ συγγράμματα γιγνόμενα καὶ μὴ κατὰ τέχνην;

ΝΕ. ΣΩ. δῆλον ὅτι πᾶσαί τε αἱ τέχναι παντελῶς ἂν ἀπόλοιντο ἡμῖν, καὶ οὐδʼ εἰς αὖθις γένοιντʼ ἄν ποτε διὰ τὸν ἀποκωλύοντα τοῦτον ζητεῖν νόμον· ὥστε βίος, ὢν καὶ νῦν χαλεπός, εἰς τὸν χρόνον ἐκεῖνον ἀβίωτος γίγνοιτʼ ἂν τὸ παράπαν.

300
300a
ΞΕ. τί δὲ τόδε; εἰ κατὰ συγγράμματα μὲν ἀναγκάζοιμεν ἕκαστον γίγνεσθαι τῶν εἰρημένων καὶ τοῖς συγγράμμασιν ἡμῶν ἐπιστατεῖν τὸν χειροτονηθέντα λαχόντα ἐκ τύχης, οὗτος δὲ μηδὲν φροντίζων τῶν γραμμάτων κέρδους ἕνεκέν τινος χάριτος ἰδίας παρὰ ταῦτʼ ἐπιχειροῖ δρᾶν ἕτερα, μηδὲν γιγνώσκων, ἆρα οὐ τοῦ κακοῦ τοῦ πρόσθεν μεῖζον ἂν ἔτι τοῦτο γίγνοιτο κακόν;

ΝΕ. ΣΩ. ἀληθέστατά γε.

300b
ΞΕ. παρὰ γὰρ οἶμαι τοὺς νόμους τοὺς ἐκ πείρας πολλῆς κειμένους καί τινων συμβούλων ἕκαστα χαριέντως συμβουλευσάντων καὶ πεισάντων θέσθαι τὸ πλῆθος, παρὰ ταῦτα τολμῶν δρᾶν, ἁμαρτήματος ἁμάρτημα πολλαπλάσιον ἀπεργαζόμενος, ἀνατρέποι πᾶσαν ἂν πρᾶξιν ἔτι μειζόνως τῶν συγγραμμάτων.

ΝΕ. ΣΩ. πῶς δʼ οὐ μέλλει;

300c
ΞΕ. διὰ ταῦτα δὴ τοῖς περὶ ὁτουοῦν νόμους καὶ συγγράμματα τιθεμένοις δεύτερος πλοῦς τὸ παρὰ ταῦτα μήτε ἕνα μήτε πλῆθος μηδὲν μηδέποτε ἐᾶν δρᾶν μηδʼ ὁτιοῦν.

ΝΕ. ΣΩ. ὀρθῶς.

ΞΕ. οὐκοῦν μιμήματα μὲν ἂν ἑκάστων ταῦτα εἴη τῆς ἀληθείας, τὰ παρὰ τῶν εἰδότων εἰς δύναμιν εἶναι γεγραμμένα;

ΝΕ. ΣΩ. πῶς δʼ οὔ;

ΞΕ. καὶ μὴν τόν γε εἰδότα ἔφαμεν, τὸν ὄντως πολιτικόν, εἰ μεμνήμεθα, ποιήσειν τῇ τέχνῃ πολλὰ εἰς τὴν αὑτοῦ πρᾶξιν τῶν γραμμάτων οὐδὲν φροντίζοντα, ὁπόταν ἄλλʼ αὐτῷ
300d
βελτίω δόξῃ παρὰ τὰ γεγραμμένα ὑφʼ αὑτοῦ καὶ ἐπεσταλμένα ἀποῦσίν τισιν.

ΝΕ. ΣΩ. ἔφαμεν γάρ.

ΞΕ. οὐκοῦν ἀνὴρ ὁστισοῦν εἷς πλῆθος ὁτιοῦν, οἷς ἂν νόμοι κείμενοι τυγχάνωσι, παρὰ ταῦτα ὅτι ἂν ἐπιχειρήσωσι ποιεῖν ὡς βέλτιον ἕτερον ὄν, ταὐτὸν δρῶσι κατὰ δύναμιν ὅπερ ἀληθινὸς ἐκεῖνος;

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

ΞΕ. ἆρʼ οὖν εἰ μὲν ἀνεπιστήμονες ὄντες τὸ τοιοῦτον δρῷεν, μιμεῖσθαι μὲν ἂν ἐπιχειροῖεν τὸ ἀληθές, μιμοῖντʼ ἂν
300e
μέντοι παγκάκως· εἰ δʼ ἔντεχνοι, τοῦτο οὐκ ἔστιν ἔτι μίμημα ἀλλʼ αὐτὸ τὸ ἀληθέστατον ἐκεῖνο;

ΝΕ. ΣΩ. πάντως που.

ΞΕ. καὶ μὴν ἔμπροσθέ γε ὡμολογημένον ἡμῖν κεῖται μηδὲν πλῆθος μηδʼ ἡντινοῦν δυνατὸν εἶναι λαβεῖν τέχνην.

ΝΕ. ΣΩ. κεῖται γὰρ οὖν.

ΞΕ. οὐκοῦν εἰ μὲν ἔστι βασιλική τις τέχνη, τὸ τῶν πλουσίων πλῆθος καὶ σύμπας δῆμος οὐκ ἄν ποτε λάβοι τὴν πολιτικὴν ταύτην ἐπιστήμην.

ΝΕ. ΣΩ. πῶς γὰρ ἄν;

ΞΕ. δεῖ δὴ τὰς τοιαύτας γε ὡς ἔοικε πολιτείας, εἰ μέλλουσι
301
301a
καλῶς τὴν ἀληθινὴν ἐκείνην τὴν τοῦ ἑνὸς μετὰ τέχνης ἄρχοντος πολιτείαν εἰς δύναμιν μιμήσεσθαι, μηδέποτε κειμένων αὐτοῖς τῶν νόμων μηδὲν ποιεῖν παρὰ τὰ γεγραμμένα καὶ πάτρια ἔθη.

ΝΕ. ΣΩ. κάλλιστʼ εἴρηκας.

ΞΕ. ὅταν ἄρα οἱ πλούσιοι ταύτην μιμῶνται, τότε ἀριστοκρατίαν καλοῦμεν τὴν τοιαύτην πολιτείαν· ὁπόταν δὲ τῶν νόμων μὴ φροντίζωσιν, ὀλιγαρχίαν.

ΝΕ. ΣΩ. κινδυνεύει.

ΞΕ. καὶ μὴν ὁπόταν αὖθις εἷς ἄρχῃ κατὰ νόμους, μιμούμενος
301b
τὸν ἐπιστήμονα, βασιλέα καλοῦμεν, οὐ διορίζοντες ὀνόματι τὸν μετʼ ἐπιστήμης δόξης κατὰ νόμους μοναρχοῦντα.

ΝΕ. ΣΩ. κινδυνεύομεν.

ΞΕ. οὐκοῦν κἄν τις ἄρα ἐπιστήμων ὄντως ὢν εἷς ἄρχῃ, πάντως τό γε ὄνομα ταὐτὸν βασιλεὺς καὶ οὐδὲν ἕτερον προσρηθήσεται· διʼ δὴ τὰ πέντε ὀνόματα τῶν νῦν λεγομένων πολιτειῶν ἓν μόνον γέγονεν.

ΝΕ. ΣΩ. ἔοικε γοῦν.

ΞΕ. τί δʼ ὅταν μήτε κατὰ νόμους μήτε κατὰ ἔθη πράττῃ
301c
τις εἷς ἄρχων, προσποιῆται δὲ ὥσπερ ἐπιστήμων ὡς ἄρα παρὰ τὰ γεγραμμένα τό γε βέλτιστον ποιητέον, δέ τις ἐπιθυμία καὶ ἄγνοια τούτου τοῦ μιμήματος ἡγουμένη, μῶν οὐ τότε τὸν τοιοῦτον ἕκαστον τύραννον κλητέον;

ΝΕ. ΣΩ. τί μήν;

ΞΕ. οὕτω δὴ τύραννός τε γέγονε, φαμέν, καὶ βασιλεὺς καὶ ὀλιγαρχία καὶ ἀριστοκρατία καὶ δημοκρατία, δυσχερανάντων τῶν ἀνθρώπων τὸν ἕνα ἐκεῖνον μόναρχον, καὶ ἀπιστησάντων μηδένα τῆς τοιαύτης ἀρχῆς ἄξιον ἂν γενέσθαι ποτέ,
301d
ὥστε ἐθέλειν καὶ δυνατὸν εἶναι μετʼ ἀρετῆς καὶ ἐπιστήμης ἄρχοντα τὰ δίκαια καὶ ὅσια διανέμειν ὀρθῶς πᾶσιν, λωβᾶσθαι δὲ καὶ ἀποκτεινύναι καὶ κακοῦν ὃν ἂν βουληθῇ ἑκάστοτε ἡμῶν· ἐπεὶ γενόμενόν γʼ ἂν οἷον λέγομεν ἀγαπᾶσθαί τε ἂν καὶ οἰκεῖν διακυβερνῶντα εὐδαιμόνως ὀρθὴν ἀκριβῶς μόνον πολιτείαν.

ΝΕ. ΣΩ. πῶς δʼ οὔ;

ΞΕ. νῦν δέ γε ὁπότε οὐκ ἔστι γιγνόμενος, ὡς δή
301e
φαμεν, ἐν ταῖς πόλεσι βασιλεὺς οἷος ἐν σμήνεσιν ἐμφύεται, τό τε σῶμα εὐθὺς καὶ τὴν ψυχὴν διαφέρων εἷς, δεῖ δὴ συνελθόντας συγγράμματα γράφειν, ὡς ἔοικεν, μεταθέοντας τὰ τῆς ἀληθεστάτης πολιτείας ἴχνη.

ΝΕ. ΣΩ. κινδυνεύει.

Tokens

ΞΕ 1 w 2
ὥσπερ 1 w 8
1 w 9
κυβερνήτης 1 w 19
τὸ 1 w 21
τῆς 1 w 24
νεὼς 1 w 28
καὶ 1 w 31
ναυτῶν 1 w 37
ἀεὶ 1 w 40
συμφέρον 1 w 48
παραφυλάττων 1 w 60
οὐ 1 w 63
γράμματα 1 w 71
τιθεὶς 1 w 77
ἀλλὰ 1 w 81
τὴν 1 w 84
τέχνην 1 w 90
νόμον 1 w 95
παρεχόμενος 1 w 106
σῴζει 1 w 112
τοὺς 1 w 116
συνναύτας 1 w 125
οὕτω 1 w 130
καὶ 2 w 133
κατὰ 1 w 137
τὸν 1 w 140
αὐτὸν 1 w 145
τρόπον 1 w 151
τοῦτον 1 w 157
παρὰ 1 w 161
τῶν 2 w 164
οὕτως 1 w 169
ἄρχειν 1 w 175
δυναμένων 1 w 184
ὀρθὴ 1 w 188
γίγνοιτʼ 1 w 196
ἂν 1 w 198
πολιτεία 1 w 206
τὴν 2 w 210
τῆς 2 w 213
τέχνης 1 w 219
ῥώμην 1 w 224
τῶν 3 w 227
νόμων 1 w 232
παρεχομένων 1 w 243
κρείττω 1 w 250
καὶ 3 w 254
πάντα 1 w 259
ποιοῦσι 1 w 266
τοῖς 1 w 270
ἔμφροσιν 1 w 278
ἄρχουσιν 1 w 286
οὐκ 1 w 289
ἔστιν 1 w 294
ἁμάρτημα 1 w 302
μέχριπερ 1 w 311
ἂν 2 w 313
ἓν 1 w 315
μέγα 1 w 319
φυλάττωσι 1 w 328
τὸ 4 w 331
μετὰ 1 w 335
νοῦ 1 w 338
καὶ 4 w 341
τέχνης 2 w 347
δικαιότατον 1 w 358
ἀεὶ 2 w 361
διανέμοντες 1 w 372
τοῖς 2 w 376
ἐν 1 w 378
τῇ 1 w 380
πόλει 1 w 385
σῴζειν 1 w 391
τε 3 w 393
αὐτοὺς 1 w 399
οἷοί 1 w 403
τε 4 w 405
ὦσιν 1 w 409
καὶ 5 w 412
ἀμείνους 1 w 420
ἐκ 1 w 422
χειρόνων 1 w 430
ἀποτελεῖν 1 w 439
κατὰ 2 w 443
τὸ 5 w 445
δυνατόν 1 w 452
ΝΕ 1 w 455
ΣΩ 1 w 458
οὐκ 2 w 462
ἔστʼ 1 w 466
ἀντειπεῖν 1 w 475
παρά 1 w 479
γε 1 w 481
1 w 482
νῦν 1 w 485
εἴρηται 1 w 492
ΞΕ 2 w 495
καὶ 6 w 499
μὴν 1 w 502
πρὸς 1 w 506
ἐκεῖνα 1 w 512
οὐδὲ 1 w 516
ἀντιρρητέον 1 w 527
ΝΕ 2 w 530
ΣΩ 2 w 533
τὰ 4 w 536
ποῖα 1 w 540
εἶπες 1 w 545
ΞΕ 3 w 548
ὡς 1 w 551
οὐκ 3 w 554
ἄν 1 w 556
ποτε 2 w 560
πλῆθος 1 w 566
οὐδʼ 1 w 570
ὡντινωνοῦν 1 w 580
τὴν 3 w 583
τοιαύτην 1 w 591
λαβὸν 1 w 596
ἐπιστήμην 1 w 605
οἷόν 1 w 609
τʼ 3 w 611
ἂν 3 w 613
γένοιτο 1 w 620
μετὰ 2 w 624
νοῦ 3 w 627
διοικεῖν 1 w 635
πόλιν 1 w 640
ἀλλὰ 2 w 645
περὶ 1 w 649
σμικρόν 1 w 656
τι 5 w 658
καὶ 7 w 661
ὀλίγον 1 w 667
καὶ 8 w 670
τὸ 6 w 672
ἕν 1 w 674
ἐστι 1 w 678
ζητητέον 1 w 686
τὴν 4 w 689
μίαν 1 w 693
ἐκείνην 1 w 700
πολιτείαν 1 w 709
τὴν 5 w 712
ὀρθήν 1 w 717
τὰς 1 w 721
δʼ 2 w 723
ἄλλας 1 w 728
μιμήματα 1 w 736
θετέον 1 w 742
ὥσπερ 2 w 748
καὶ 9 w 751
ὀλίγον 2 w 757
πρότερον 1 w 765
ἐρρήθη 1 w 771
τὰς 2 w 775
μὲν 1 w 778
ἐπὶ 1 w 781
τὰ 8 w 783
καλλίονα 1 w 791
τὰς 3 w 795
δʼ 3 w 797
ἐπὶ 2 w 800
τὰ 10 w 802
αἰσχίω 1 w 808
μιμουμένας 1 w 818
ταύτην 1 w 824
ΝΕ 3 w 827
ΣΩ 3 w 830
πῶς 1 w 834
τί 1 w 836
τοῦτʼ 1 w 841
εἴρηκας 1 w 848
οὐδὲ 2 w 853
γὰρ 1 w 856
ἄρτι 1 w 860
δῆθεν 1 w 865
κατέμαθον 1 w 874
τὸ 7 w 876
περὶ 2 w 880
τῶν 4 w 883
μιμημάτων 1 w 892
ΞΕ 4 w 895
καὶ 10 w 899
μὴν 2 w 902
οὐ 8 w 904
φαῦλόν 1 w 910
γε 2 w 912
ἂν 4 w 915
κινήσας 1 w 922
τις 1 w 925
τοῦτον 2 w 931
τὸν 3 w 934
λόγον 1 w 939
αὐτοῦ 1 w 944
καταβάλῃ 1 w 952
καὶ 11 w 955
μὴ 3 w 957
διελθὼν 1 w 964
ἐνδείξηται 1 w 974
τὸ 9 w 976
νῦν 2 w 979
γιγνόμενον 1 w 989
ἁμάρτημα 2 w 997
περὶ 3 w 1001
αὐτό 1 w 1005
ΝΕ 4 w 1008
ΣΩ 4 w 1011
ποῖον 1 w 1017
δή 1 w 1019
ΞΕ 5 w 1022
τοιόνδε 1 w 1030
τι 9 w 1032
δεῖ 1 w 1035
γε 3 w 1037
ζητεῖν 1 w 1043
οὐ 9 w 1046
πάνυ 1 w 1050
σύνηθες 1 w 1057
οὐδὲ 3 w 1061
ῥᾴδιον 1 w 1067
ἰδεῖν 1 w 1072
ὅμως 1 w 1077
μὴν 3 w 1080
πειρώμεθα 1 w 1089
λαβεῖν 1 w 1095
αὐτό 2 w 1099
φέρε 1 w 1104
γάρ 1 w 1107
ὀρθῆς 1 w 1113
ἡμῖν 1 w 1117
μόνης 1 w 1122
οὔσης 1 w 1127
ταύτης 1 w 1133
τῆς 3 w 1136
πολιτείας 1 w 1145
ἣν 1 w 1147
εἰρήκαμεν 1 w 1156
οἶσθʼ 1 w 1162
ὅτι 1 w 1165
τὰς 4 w 1168
ἄλλας 2 w 1173
δεῖ 3 w 1176
τοῖς 3 w 1180
ταύτης 2 w 1186
συγγράμμασι 1 w 1197
χρωμένας 1 w 1205
οὕτω 3 w 1209
σῴζεσθαι 1 w 1217
δρώσας 1 w 1224
τὸ 10 w 1226
νῦν 3 w 1229
ἐπαινούμενον 1 w 1241
καίπερ 1 w 1248
οὐκ 4 w 1251
ὀρθότατον 1 w 1260
ὄν 1 w 1262
ΝΕ 5 w 1265
ΣΩ 5 w 1268
τὸ 11 w 1271
ποῖον 2 w 1276
ΞΕ 6 w 1279
τὸ 12 w 1282
παρὰ 2 w 1286
τοὺς 3 w 1290
νόμους 1 w 1296
μηδὲν 1 w 1301
μηδένα 1 w 1307
τολμᾶν 1 w 1313
ποιεῖν 1 w 1319
τῶν 5 w 1322
ἐν 3 w 1324
τῇ 2 w 1326
πόλει 2 w 1331
τὸν 4 w 1335
τολμῶντα 1 w 1343
δὲ 5 w 1345
θανάτῳ 1 w 1351
ζημιοῦσθαι 1 w 1361
καὶ 12 w 1364
πᾶσι 1 w 1368
τοῖς 4 w 1372
ἐσχάτοις 1 w 1380
καὶ 13 w 1384
τοῦτʼ 2 w 1389
ἔστιν 2 w 1394
ὀρθότατα 1 w 1402
καὶ 14 w 1405
κάλλιστʼ 1 w 1413
ἔχον 1 w 1417
ὡς 2 w 1419
δεύτερον 1 w 1427
ἐπειδὰν 1 w 1435
τὸ 14 w 1437
πρῶτόν 1 w 1443
τις 2 w 1446
μεταθῇ 1 w 1452
τὸ 15 w 1454
νυνδὴ 1 w 1459
ῥηθέν 1 w 1464
1 w 1466
δὲ 6 w 1468
τρόπῳ 1 w 1473
γεγονός 1 w 1480
ἐστι 2 w 1484
τοῦτο 3 w 1489
1 w 1490
δὴ 2 w 1492
δεύτερον 2 w 1500
ἐφήσαμεν 1 w 1508
διαπερανώμεθα 1 w 1522
1 w 1524
γάρ 2 w 1527
ΝΕ 6 w 1530
ΣΩ 6 w 1533
πάνυ 2 w 1538
μὲν 2 w 1541
οὖν 1 w 1544
ΞΕ 7 w 1547
εἰς 1 w 1551
δὴ 3 w 1553
τὰς 5 w 1556
εἰκόνας 1 w 1563
ἐπανίωμεν 1 w 1572
πάλιν 1 w 1577
αἷς 1 w 1581
ἀναγκαῖον 1 w 1590
ἀπεικάζειν 1 w 1600
ἀεὶ 3 w 1603
τοὺς 4 w 1607
βασιλικοὺς 1 w 1617
ἄρχοντας 1 w 1625
ΝΕ 7 w 1628
ΣΩ 7 w 1631
ποίας 1 w 1637
ΞΕ 8 w 1640
τὸν 5 w 1644
γενναῖον 1 w 1652
κυβερνήτην 1 w 1662
καὶ 15 w 1665
τὸν 6 w 1668
ἑτέρων 1 w 1674
πολλῶν 1 w 1680
ἀντάξιον 1 w 1688
ἰατρόν 1 w 1694
κατίδωμεν 1 w 1704
γὰρ 2 w 1707
δή 2 w 1709
τι 14 w 1711
σχῆμα 1 w 1716
ἐν 4 w 1718
τούτοις 1 w 1725
αὐτοῖς 1 w 1731
πλασάμενοι 1 w 1741
ΝΕ 8 w 1744
ΣΩ 8 w 1747
ποῖόν 1 w 1753
τι 15 w 1755
ΞΕ 9 w 1758
τοιόνδε 2 w 1766
οἷον 1 w 1771
εἰ 4 w 1773
πάντες 1 w 1779
περὶ 4 w 1783
αὐτῶν 1 w 1788
διανοηθεῖμεν 1 w 1800
ὅτι 2 w 1803
δεινότατα 1 w 1812
ὑπʼ 1 w 1815
αὐτῶν 2 w 1820
πάσχομεν 1 w 1828
ὃν 1 w 1831
μὲν 3 w 1834
γὰρ 3 w 1837
ἂν 5 w 1839
ἐθελήσωσιν 1 w 1849
ἡμῶν 1 w 1853
τούτων 1 w 1859
ἑκάτεροι 1 w 1867
σῴζειν 2 w 1873
ὁμοίως 1 w 1880
δὴ 4 w 1882
σῴζουσιν 1 w 1890
ὃν 2 w 1893
δʼ 4 w 1895
ἂν 6 w 1897
λωβᾶσθαι 1 w 1905
βουληθῶσιν 1 w 1915
λωβῶνται 1 w 1924
τέμνοντες 1 w 1933
καὶ 16 w 1936
κάοντες 1 w 1943
καὶ 17 w 1946
προστάττοντες 1 w 1959
ἀναλώματα 1 w 1968
φέρειν 1 w 1974
παρʼ 1 w 1978
ἑαυτοὺς 1 w 1985
οἷον 2 w 1989
φόρους 1 w 1995
ὧν 1 w 1998
σμικρὰ 1 w 2004
μὲν 4 w 2007
εἰς 2 w 2010
τὸν 7 w 2013
κάμνοντα 1 w 2021
καὶ 18 w 2024
οὐδὲν 1 w 2029
ἀναλίσκουσιν 1 w 2041
τοῖς 6 w 2046
δʼ 5 w 2048
ἄλλοις 1 w 2054
αὐτοί 1 w 2059
τε 19 w 2061
καὶ 19 w 2064
οἱ 1 w 2066
οἰκέται 1 w 2073
χρῶνται 1 w 2080
καὶ 20 w 2084
δὴ 5 w 2086
καὶ 21 w 2089
τελευτῶντες 1 w 2100
1 w 2101
παρὰ 3 w 2105
συγγενῶν 1 w 2113
2 w 2114
παρά 2 w 2118
τινων 2 w 2123
ἐχθρῶν 1 w 2129
τοῦ 7 w 2132
κάμνοντος 1 w 2141
χρήματα 1 w 2148
μισθὸν 1 w 2154
λαμβάνοντες 1 w 2165
ἀποκτεινύασιν 1 w 2178
οἵ 1 w 2181
τʼ 7 w 2183
αὖ 1 w 2185
κυβερνῆται 1 w 2195
μυρία 1 w 2200
ἕτερα 1 w 2205
τοιαῦτα 1 w 2212
ἐργάζονται 1 w 2222
καταλείποντές 1 w 2236
τε 25 w 2238
ἔκ 1 w 2240
τινος 1 w 2245
ἐπιβουλῆς 1 w 2254
ἐν 5 w 2256
ταῖς 1 w 2260
ἀναγωγαῖς 1 w 2269
ἐρήμους 1 w 2276
καὶ 22 w 2280
σφάλματα 1 w 2288
ποιοῦντες 1 w 2297
ἐν 6 w 2299
τοῖς 7 w 2303
πελάγεσιν 1 w 2312
ἐκβάλλουσιν 1 w 2323
εἰς 3 w 2326
τὴν 6 w 2329
θάλατταν 1 w 2337
καὶ 23 w 2341
ἕτερα 2 w 2346
κακουργοῦσιν 1 w 2358
εἰ 7 w 2361
δὴ 6 w 2363
ταῦτα 1 w 2368
διανοηθέντες 1 w 2380
βουλευσαίμεθα 1 w 2393
περὶ 5 w 2397
αὐτῶν 3 w 2402
βουλήν 1 w 2408
τινα 1 w 2412
τούτων 2 w 2419
τῶν 10 w 2422
τεχνῶν 1 w 2428
μηκέτι 1 w 2434
ἐπιτρέπειν 1 w 2444
ἄρχειν 2 w 2450
αὐτοκράτορι 1 w 2461
μηδετέρᾳ 1 w 2469
μήτʼ 1 w 2473
οὖν 2 w 2476
δούλων 1 w 2482
μήτʼ 2 w 2486
ἐλευθέρων 1 w 2495
συλλέξαι 1 w 2504
δʼ 6 w 2506
ἐκκλησίαν 1 w 2515
ἡμῶν 2 w 2519
αὐτῶν 4 w 2524
3 w 2526
σύμπαντα 1 w 2534
τὸν 8 w 2537
δῆμον 1 w 2542
4 w 2543
τοὺς 6 w 2547
πλουσίους 1 w 2556
μόνον 1 w 2561
ἐξεῖναι 1 w 2569
δὲ 8 w 2571
καὶ 24 w 2574
ἰδιωτῶν 1 w 2581
καὶ 25 w 2584
τῶν 13 w 2587
ἄλλων 1 w 2592
δημιουργῶν 1 w 2602
περί 1 w 2606
τε 30 w 2608
πλοῦ 1 w 2612
καὶ 26 w 2615
περὶ 6 w 2619
νόσων 1 w 2624
γνώμην 1 w 2630
ξυμβαλέσθαι 1 w 2641
καθʼ 1 w 2645
ὅτι 3 w 2648
χρὴ 1 w 2651
τοῖς 8 w 2655
φαρμάκοις 1 w 2664
ἡμᾶς 1 w 2668
καὶ 27 w 2671
τοῖς 9 w 2675
ἰατρικοῖς 1 w 2684
ὀργάνοις 1 w 2692
πρὸς 2 w 2696
τοὺς 7 w 2700
κάμνοντας 1 w 2709
χρῆσθαι 1 w 2716
καὶ 28 w 2720
δὴ 7 w 2722
καὶ 29 w 2725
τοῖς 10 w 2729
πλοίοις 1 w 2736
τε 31 w 2738
αὐτοῖς 2 w 2744
καὶ 30 w 2747
τοῖς 12 w 2751
ναυτικοῖς 1 w 2760
ὀργάνοις 2 w 2768
εἰς 4 w 2771
τὴν 7 w 2774
τῶν 14 w 2777
πλοίων 1 w 2783
χρείαν 1 w 2789
καὶ 31 w 2792
περὶ 7 w 2796
τοὺς 8 w 2800
κινδύνους 1 w 2809
τούς 1 w 2813
τε 32 w 2815
πρὸς 3 w 2819
αὐτὸν 2 w 2824
τὸν 10 w 2827
πλοῦν 1 w 2832
ἀνέμων 1 w 2838
καὶ 32 w 2841
θαλάττης 1 w 2849
πέρι 1 w 2853
καὶ 33 w 2856
πρὸς 4 w 2860
τὰς 6 w 2863
τοῖς 13 w 2867
λῃσταῖς 1 w 2874
ἐντεύξεις 1 w 2883
καὶ 34 w 2887
ἐὰν 1 w 2890
ναυμαχεῖν 1 w 2899
ἄρα 1 w 2902
δέῃ 1 w 2905
που 1 w 2908
μακροῖς 1 w 2915
πλοίοις 2 w 2922
πρὸς 5 w 2926
ἕτερα 3 w 2931
τοιαῦτα 2 w 2938
τὰ 14 w 2941
δὲ 9 w 2943
τῷ 1 w 2945
πλήθει 1 w 2951
δόξαντα 1 w 2958
περὶ 8 w 2962
τούτων 3 w 2968
εἴτε 1 w 2973
τινῶν 1 w 2978
ἰατρῶν 1 w 2984
καὶ 35 w 2987
κυβερνητῶν 1 w 2997
εἴτʼ 1 w 3001
ἄλλων 2 w 3006
ἰδιωτῶν 2 w 3013
συμβουλευόντων 1 w 3027
γράψαντας 1 w 3037
ἐν 8 w 3039
κύρβεσί 1 w 3046
τισι 1 w 3050
καὶ 36 w 3053
στήλαις 1 w 3060
τὰ 15 w 3063
δὲ 10 w 3065
καὶ 37 w 3068
ἄγραφα 1 w 3074
πάτρια 1 w 3080
θεμένους 1 w 3088
ἔθη 1 w 3091
κατὰ 3 w 3096
ταῦτα 2 w 3101
ἤδη 1 w 3104
πάντα 2 w 3109
τὸν 11 w 3112
ἔπειτα 1 w 3118
χρόνον 1 w 3124
ναυτίλλεσθαι 1 w 3136
καὶ 38 w 3139
τὰς 7 w 3142
τῶν 17 w 3145
καμνόντων 1 w 3154
θεραπείας 1 w 3163
ποιεῖσθαι 1 w 3172
ΝΕ 9 w 3175
ΣΩ 9 w 3178
κομιδῇ 1 w 3185
γε 8 w 3187
εἴρηκας 2 w 3194
ἄτοπα 1 w 3199
ΞΕ 10 w 3202
κατʼ 1 w 3207
ἐνιαυτὸν 1 w 3215
δέ 3 w 3217
γε 9 w 3219
ἄρχοντας 2 w 3227
καθίστασθαι 1 w 3238
τοῦ 8 w 3241
πλήθους 1 w 3248
εἴτε 2 w 3253
ἐκ 6 w 3255
τῶν 18 w 3258
πλουσίων 1 w 3266
εἴτε 3 w 3270
ἐκ 7 w 3272
τοῦ 9 w 3275
δήμου 1 w 3280
παντός 1 w 3286
ὃς 1 w 3289
ἂν 7 w 3291
κληρούμενος 1 w 3302
λαγχάνῃ 1 w 3309
τοὺς 9 w 3314
δὲ 11 w 3316
καταστάντας 1 w 3327
ἄρχοντας 3 w 3335
ἄρχειν 3 w 3341
κατὰ 4 w 3345
τὰ 19 w 3347
γράμματα 2 w 3355
κυβερνῶντας 1 w 3366
τὰς 8 w 3369
ναῦς 1 w 3373
καὶ 39 w 3376
τοὺς 10 w 3380
κάμνοντας 2 w 3389
ἰωμένους 1 w 3397
ΝΕ 10 w 3400
ΣΩ 10 w 3403
ταῦτʼ 1 w 3409
ἔτι 1 w 3412
χαλεπώτερα 1 w 3422
ΞΕ 11 w 3425
θεῶ 1 w 3429
δὴ 8 w 3431
καὶ 40 w 3434
τὸ 24 w 3436
μετὰ 3 w 3440
ταῦτα 3 w 3445
ἑπόμενον 1 w 3453
ἐπειδὰν 2 w 3461
γὰρ 4 w 3464
δὴ 9 w 3466
τῶν 19 w 3469
ἀρχόντων 1 w 3477
ἑκάστοις 1 w 3485
3 w 3486
ἐνιαυτὸς 1 w 3494
ἐξέλθῃ 1 w 3500
δεήσει 1 w 3507
δικαστήρια 1 w 3517
καθίσαντας 1 w 3527
ἀνδρῶν 1 w 3533
5 w 3535
τῶν 20 w 3538
πλουσίων 2 w 3546
ἐκ 8 w 3548
προκρίσεως 1 w 3558
6 w 3559
σύμπαντος 1 w 3568
αὖ 2 w 3570
τοῦ 10 w 3573
δήμου 2 w 3578
τοὺς 11 w 3582
λαχόντας 1 w 3590
εἰς 5 w 3594
τούτους 1 w 3601
εἰσάγειν 1 w 3609
τοὺς 12 w 3613
ἄρξαντας 1 w 3621
καὶ 41 w 3624
εὐθύνειν 1 w 3632
κατηγορεῖν 1 w 3643
δὲ 12 w 3645
τὸν 13 w 3648
βουλόμενον 1 w 3658
ὡς 3 w 3660
οὐ 13 w 3662
κατὰ 5 w 3666
τὰ 23 w 3668
γράμματα 3 w 3676
τὸν 14 w 3679
ἐνιαυτὸν 2 w 3687
ἐκυβέρνησε 1 w 3697
τὰς 9 w 3700
ναῦς 2 w 3704
οὐδὲ 5 w 3708
κατὰ 6 w 3712
τὰ 26 w 3714
παλαιὰ 1 w 3720
τῶν 21 w 3723
προγόνων 1 w 3731
ἔθη 2 w 3734
ταὐτὰ 1 w 3740
δὲ 14 w 3742
ταῦτα 4 w 3747
καὶ 42 w 3750
περὶ 9 w 3754
τῶν 22 w 3757
τοὺς 13 w 3761
κάμνοντας 3 w 3770
ἰωμένων 1 w 3777
ὧν 2 w 3780
δʼ 7 w 3782
ἂν 8 w 3784
καταψηφισθῇ 1 w 3795
τιμᾶν 1 w 3800
ὅτι 4 w 3803
χρὴ 2 w 3806
παθεῖν 1 w 3812
αὐτῶν 5 w 3817
τινας 1 w 3822
7 w 3823
ἀποτίνειν 1 w 3832
ΝΕ 11 w 3835
ΣΩ 11 w 3838
οὐκοῦν 1 w 3845
6 w 3846
γʼ 1 w 3848
ἐθέλων 1 w 3854
καὶ 43 w 3857
ἑκὼν 1 w 3861
ἐν 12 w 3863
τοῖς 14 w 3867
τοιούτοις 1 w 3876
ἄρχειν 4 w 3882
δικαιότατʼ 1 w 3892
ἂν 9 w 3894
ὁτιοῦν 1 w 3900
πάσχοι 1 w 3906
καὶ 44 w 3909
ἀποτίνοι 1 w 3917
ΞΕ 12 w 3920
καὶ 45 w 3924
τοίνυν 1 w 3930
ἔτι 2 w 3933
δεήσει 2 w 3939
θέσθαι 1 w 3945
νόμον 2 w 3950
ἐπὶ 3 w 3953
πᾶσι 2 w 3957
τούτοις 2 w 3964
ἄν 2 w 3967
τις 3 w 3970
κυβερνητικὴν 1 w 3982
καὶ 46 w 3985
τὸ 29 w 3987
ναυτικὸν 1 w 3995
8 w 3996
τὸ 30 w 3998
ὑγιεινὸν 1 w 4006
καὶ 47 w 4009
ἰατρικῆς 1 w 4017
ἀλήθειαν 1 w 4025
περὶ 10 w 4029
πνεύματά 1 w 4037
τε 39 w 4039
καὶ 48 w 4042
θερμὰ 1 w 4047
καὶ 49 w 4050
ψυχρὰ 1 w 4055
ζητῶν 1 w 4060
φαίνηται 1 w 4068
παρὰ 4 w 4072
τὰ 28 w 4074
γράμματα 4 w 4082
καὶ 50 w 4085
σοφιζόμενος 1 w 4096
ὁτιοῦν 2 w 4102
περὶ 11 w 4106
τὰ 29 w 4108
τοιαῦτα 3 w 4115
πρῶτον 1 w 4122
μὲν 5 w 4125
μήτε 1 w 4129
ἰατρικὸν 1 w 4137
αὐτὸν 3 w 4142
μήτε 2 w 4146
κυβερνητικὸν 1 w 4158
ὀνομάζειν 1 w 4167
ἀλλὰ 3 w 4171
μετεωρολόγον 1 w 4183
ἀδολέσχην 1 w 4193
τινὰ 1 w 4197
σοφιστήν 1 w 4205
εἶθʼ 1 w 4210
ὡς 4 w 4212
διαφθείροντα 1 w 4224
ἄλλους 1 w 4230
νεωτέρους 1 w 4239
καὶ 51 w 4242
ἀναπείθοντα 1 w 4253
ἐπιτίθεσθαι 1 w 4264
κυβερνητικῇ 1 w 4275
καὶ 52 w 4278
ἰατρικῇ 1 w 4285
μὴ 5 w 4287
κατὰ 7 w 4291
νόμους 2 w 4297
ἀλλʼ 1 w 4302
αὐτοκράτορας 1 w 4314
ἄρχειν 5 w 4320
τῶν 25 w 4323
πλοίων 2 w 4329
καὶ 53 w 4332
τῶν 26 w 4335
νοσούντων 1 w 4344
γραψάμενον 1 w 4355
εἰσάγειν 2 w 4363
τὸν 17 w 4366
βουλόμενον 2 w 4376
οἷς 1 w 4379
ἔξεστιν 1 w 4386
εἰς 6 w 4389
δή 5 w 4391
τι 39 w 4393
δικαστήριον 1 w 4404
ἂν 10 w 4407
δὲ 15 w 4409
παρὰ 5 w 4413
τοὺς 14 w 4417
νόμους 3 w 4423
καὶ 54 w 4426
τὰ 31 w 4428
γεγραμμένα 1 w 4438
δόξῃ 1 w 4442
πείθειν 1 w 4449
εἴτε 4 w 4453
νέους 1 w 4458
εἴτε 5 w 4462
πρεσβύτας 1 w 4471
κολάζειν 1 w 4480
τοῖς 15 w 4484
ἐσχάτοις 2 w 4492
οὐδὲν 2 w 4498
γὰρ 5 w 4501
δεῖν 2 w 4505
τῶν 27 w 4508
νόμων 2 w 4513
εἶναι 1 w 4518
σοφώτερον 1 w 4527
οὐδένα 1 w 4534
γὰρ 6 w 4537
ἀγνοεῖν 1 w 4544
τό 6 w 4546
τε 46 w 4548
ἰατρικὸν 2 w 4556
καὶ 55 w 4559
τὸ 33 w 4561
ὑγιεινὸν 2 w 4569
οὐδὲ 7 w 4573
τὸ 34 w 4575
κυβερνητικὸν 2 w 4587
καὶ 56 w 4590
ναυτικόν 1 w 4598
ἐξεῖναι 2 w 4606
γὰρ 7 w 4609
τῷ 2 w 4611
βουλομένῳ 1 w 4620
μανθάνειν 1 w 4629
γεγραμμένα 2 w 4639
καὶ 57 w 4642
πάτρια 2 w 4648
ἔθη 3 w 4651
κείμενα 1 w 4658
ταῦτα 5 w 4664
δὴ 10 w 4666
περί 2 w 4670
τε 47 w 4672
ταύτας 1 w 4678
τὰς 10 w 4681
ἐπιστήμας 1 w 4690
εἰ 13 w 4692
γίγνοιτο 1 w 4700
οὕτως 2 w 4705
ὡς 5 w 4707
λέγομεν 1 w 4714
2 w 4716
Σώκρατες 1 w 4724
καὶ 58 w 4728
στρατηγικῆς 1 w 4739
καὶ 59 w 4742
συμπάσης 1 w 4750
ἡστινοσοῦν 1 w 4760
θηρευτικῆς 1 w 4770
καὶ 60 w 4773
γραφικῆς 1 w 4781
9 w 4782
συμπάσης 2 w 4790
μέρος 1 w 4795
ὁτιοῦν 3 w 4801
μιμητικῆς 1 w 4810
καὶ 61 w 4813
τεκτονικῆς 1 w 4823
καὶ 62 w 4826
συνόλης 1 w 4833
ὁποιασοῦν 1 w 4842
σκευουργίας 1 w 4853
10 w 4854
καὶ 63 w 4857
γεωργίας 1 w 4865
καὶ 64 w 4868
τῆς 4 w 4871
περὶ 12 w 4875
τὰ 33 w 4877
φυτὰ 1 w 4881
συνόλης 2 w 4888
τέχνης 3 w 4894
11 w 4896
καί 2 w 4899
τινα 3 w 4903
ἱπποφορβίαν 1 w 4914
αὖ 3 w 4916
κατὰ 8 w 4920
συγγράμματα 1 w 4931
θεασαίμεθα 1 w 4941
γιγνομένην 1 w 4951
12 w 4952
σύμπασαν 1 w 4960
ἀγελαιοκομικὴν 1 w 4974
13 w 4975
μαντικὴν 1 w 4983
14 w 4984
πᾶν 1 w 4987
ὅτι 5 w 4990
μέρος 2 w 4995
διακονικὴ 1 w 5004
περιείληφεν 1 w 5015
15 w 5017
πεττείαν 1 w 5025
16 w 5026
σύμπασαν 2 w 5034
ἀριθμητικὴν 1 w 5045
ψιλὴν 1 w 5050
εἴτε 6 w 5054
ἐπίπεδον 1 w 5062
εἴτʼ 2 w 5066
ἐν 13 w 5068
βάθεσιν 1 w 5075
εἴτʼ 3 w 5079
ἐν 14 w 5081
τάχεσιν 1 w 5088
οὖσάν 1 w 5093
που 2 w 5096
περὶ 13 w 5102
ἅπαντα 1 w 5108
ταῦτα 6 w 5113
οὕτω 5 w 5117
πραττόμενα 1 w 5127
τί 7 w 5129
ποτʼ 1 w 5133
ἂν 11 w 5135
φανείη 1 w 5141
κατὰ 9 w 5146
συγγράμματα 2 w 5157
γιγνόμενα 1 w 5166
καὶ 65 w 5169
μὴ 6 w 5171
κατὰ 10 w 5175
τέχνην 2 w 5181
ΝΕ 12 w 5184
ΣΩ 12 w 5187
δῆλον 1 w 5193
ὅτι 6 w 5196
πᾶσαί 1 w 5201
τε 52 w 5203
αἱ 1 w 5205
τέχναι 1 w 5211
παντελῶς 1 w 5219
ἂν 12 w 5221
ἀπόλοιντο 1 w 5230
ἡμῖν 2 w 5234
καὶ 66 w 5238
οὐδʼ 2 w 5242
εἰς 7 w 5245
αὖθις 1 w 5250
γένοιντʼ 1 w 5258
ἄν 3 w 5260
ποτε 3 w 5264
διὰ 1 w 5267
τὸν 18 w 5270
ἀποκωλύοντα 1 w 5281
τοῦτον 3 w 5287
ζητεῖν 2 w 5293
νόμον 3 w 5298
ὥστε 1 w 5303
8 w 5304
βίος 1 w 5308
ὢν 1 w 5311
καὶ 67 w 5314
νῦν 4 w 5317
χαλεπός 1 w 5324
εἰς 8 w 5328
τὸν 19 w 5331
χρόνον 2 w 5337
ἐκεῖνον 1 w 5344
ἀβίωτος 1 w 5351
γίγνοιτʼ 2 w 5359
ἂν 13 w 5361
τὸ 37 w 5363
παράπαν 1 w 5370
ΞΕ 13 w 5373
τί 8 w 5376
δὲ 18 w 5378
τόδε 1 w 5382
εἰ 16 w 5385
κατὰ 11 w 5389
συγγράμματα 3 w 5400
μὲν 6 w 5403
ἀναγκάζοιμεν 1 w 5415
ἕκαστον 1 w 5422
γίγνεσθαι 1 w 5431
τῶν 28 w 5434
εἰρημένων 1 w 5443
καὶ 68 w 5446
τοῖς 16 w 5450
συγγράμμασιν 1 w 5462
ἡμῶν 3 w 5466
ἐπιστατεῖν 1 w 5476
τὸν 20 w 5479
χειροτονηθέντα 1 w 5493
17 w 5494
λαχόντα 2 w 5501
ἐκ 11 w 5503
τύχης 1 w 5508
οὗτος 1 w 5514
δὲ 19 w 5516
μηδὲν 2 w 5521
φροντίζων 1 w 5530
τῶν 29 w 5533
γραμμάτων 1 w 5542
18 w 5543
κέρδους 1 w 5550
ἕνεκέν 1 w 5556
τινος 2 w 5561
19 w 5562
χάριτος 1 w 5569
ἰδίας 1 w 5574
παρὰ 6 w 5578
ταῦτʼ 2 w 5583
ἐπιχειροῖ 1 w 5592
δρᾶν 1 w 5596
ἕτερα 4 w 5601
μηδὲν 3 w 5607
γιγνώσκων 1 w 5616
ἆρα 1 w 5620
οὐ 20 w 5622
τοῦ 12 w 5625
κακοῦ 1 w 5630
τοῦ 13 w 5633
πρόσθεν 1 w 5640
μεῖζον 1 w 5646
ἂν 14 w 5648
ἔτι 3 w 5651
τοῦτο 5 w 5656
γίγνοιτο 2 w 5664
κακόν 1 w 5669
ΝΕ 13 w 5672
ΣΩ 13 w 5675
ἀληθέστατά 1 w 5686
γε 16 w 5688
ΞΕ 14 w 5691
παρὰ 7 w 5696
γὰρ 8 w 5699
οἶμαι 1 w 5704
τοὺς 15 w 5708
νόμους 4 w 5714
τοὺς 16 w 5718
ἐκ 12 w 5720
πείρας 1 w 5726
πολλῆς 1 w 5732
κειμένους 1 w 5741
καί 3 w 5744
τινων 3 w 5749
συμβούλων 1 w 5758
ἕκαστα 1 w 5764
χαριέντως 1 w 5773
συμβουλευσάντων 1 w 5788
καὶ 69 w 5791
πεισάντων 1 w 5800
θέσθαι 2 w 5806
τὸ 39 w 5808
πλῆθος 2 w 5814
9 w 5816
παρὰ 8 w 5820
ταῦτα 7 w 5825
τολμῶν 2 w 5831
δρᾶν 2 w 5835
ἁμαρτήματος 1 w 5847
ἁμάρτημα 3 w 5855
πολλαπλάσιον 1 w 5867
ἀπεργαζόμενος 1 w 5880
ἀνατρέποι 1 w 5890
πᾶσαν 1 w 5895
ἂν 15 w 5897
πρᾶξιν 1 w 5903
ἔτι 4 w 5906
μειζόνως 1 w 5914
τῶν 30 w 5917
συγγραμμάτων 1 w 5929
ΝΕ 14 w 5932
ΣΩ 14 w 5935
πῶς 2 w 5939
δʼ 9 w 5941
οὐ 21 w 5943
μέλλει 1 w 5949
ΞΕ 15 w 5952
διὰ 2 w 5956
ταῦτα 8 w 5961
δὴ 11 w 5963
τοῖς 17 w 5967
περὶ 14 w 5971
ὁτουοῦν 1 w 5978
νόμους 5 w 5984
καὶ 70 w 5987
συγγράμματα 4 w 5998
τιθεμένοις 1 w 6008
δεύτερος 1 w 6016
πλοῦς 1 w 6021
τὸ 40 w 6023
παρὰ 9 w 6027
ταῦτα 9 w 6032
μήτε 3 w 6036
ἕνα 1 w 6039
μήτε 4 w 6043
πλῆθος 3 w 6049
μηδὲν 4 w 6054
μηδέποτε 1 w 6062
ἐᾶν 1 w 6065
δρᾶν 3 w 6069
μηδʼ 1 w 6073
ὁτιοῦν 4 w 6079
ΝΕ 15 w 6082
ΣΩ 15 w 6085
ὀρθῶς 1 w 6091
ΞΕ 16 w 6094
οὐκοῦν 2 w 6101
μιμήματα 2 w 6109
μὲν 7 w 6112
ἂν 16 w 6114
ἑκάστων 1 w 6121
ταῦτα 10 w 6126
εἴη 1 w 6129
τῆς 5 w 6132
ἀληθείας 1 w 6140
τὰ 39 w 6143
παρὰ 10 w 6147
τῶν 31 w 6150
εἰδότων 1 w 6157
εἰς 9 w 6160
δύναμιν 1 w 6167
εἶναι 2 w 6172
γεγραμμένα 3 w 6182
ΝΕ 16 w 6185
ΣΩ 16 w 6188
πῶς 3 w 6192
δʼ 11 w 6194
οὔ 2 w 6196
ΞΕ 17 w 6199
καὶ 71 w 6203
μὴν 4 w 6206
τόν 3 w 6209
γε 18 w 6211
εἰδότα 1 w 6217
ἔφαμεν 1 w 6223
τὸν 21 w 6227
ὄντως 1 w 6232
πολιτικόν 1 w 6241
εἰ 21 w 6244
μεμνήμεθα 1 w 6253
ποιήσειν 1 w 6262
τῇ 3 w 6264
τέχνῃ 1 w 6269
πολλὰ 1 w 6274
εἰς 10 w 6277
τὴν 8 w 6280
αὑτοῦ 1 w 6285
πρᾶξιν 2 w 6291
τῶν 32 w 6294
γραμμάτων 3 w 6303
οὐδὲν 3 w 6308
φροντίζοντα 1 w 6319
ὁπόταν 1 w 6326
ἄλλʼ 1 w 6330
αὐτῷ 1 w 6334
βελτίω 1 w 6340
δόξῃ 2 w 6344
παρὰ 11 w 6348
τὰ 40 w 6350
γεγραμμένα 4 w 6360
ὑφʼ 1 w 6363
αὑτοῦ 2 w 6368
καὶ 72 w 6371
ἐπεσταλμένα 1 w 6382
ἀποῦσίν 1 w 6389
τισιν 1 w 6394
ΝΕ 17 w 6397
ΣΩ 17 w 6400
ἔφαμεν 2 w 6407
γάρ 3 w 6410
ΞΕ 18 w 6413
οὐκοῦν 3 w 6420
ἀνὴρ 1 w 6424
ὁστισοῦν 1 w 6432
εἷς 1 w 6435
20 w 6436
πλῆθος 4 w 6442
ὁτιοῦν 5 w 6448
οἷς 2 w 6452
ἂν 17 w 6454
νόμοι 1 w 6459
κείμενοι 1 w 6467
τυγχάνωσι 1 w 6476
παρὰ 12 w 6481
ταῦτα 11 w 6486
ὅτι 7 w 6489
ἂν 18 w 6491
ἐπιχειρήσωσι 1 w 6503
ποιεῖν 2 w 6509
ὡς 6 w 6511
βέλτιον 1 w 6518
ἕτερον 1 w 6524
ὄν 3 w 6526
ταὐτὸν 1 w 6533
δρῶσι 1 w 6538
κατὰ 12 w 6542
δύναμιν 2 w 6549
ὅπερ 1 w 6553
15 w 6554
ἀληθινὸς 1 w 6562
ἐκεῖνος 1 w 6569
ΝΕ 18 w 6572
ΣΩ 18 w 6575
πάνυ 3 w 6580
μὲν 8 w 6583
οὖν 3 w 6586
ΞΕ 19 w 6589
ἆρʼ 1 w 6593
οὖν 4 w 6596
εἰ 23 w 6598
μὲν 9 w 6601
ἀνεπιστήμονες 1 w 6614
ὄντες 1 w 6619
τὸ 43 w 6621
τοιοῦτον 1 w 6629
δρῷεν 1 w 6634
μιμεῖσθαι 1 w 6644
μὲν 10 w 6647
ἂν 19 w 6649
ἐπιχειροῖεν 1 w 6660
τὸ 44 w 6662
ἀληθές 1 w 6668
μιμοῖντʼ 1 w 6677
ἂν 20 w 6679
μέντοι 1 w 6685
παγκάκως 1 w 6693
εἰ 24 w 6696
δʼ 12 w 6698
ἔντεχνοι 1 w 6706
τοῦτο 6 w 6712
οὐκ 8 w 6715
ἔστιν 3 w 6720
ἔτι 5 w 6723
μίμημα 1 w 6729
ἀλλʼ 2 w 6733
αὐτὸ 5 w 6737
τὸ 46 w 6739
ἀληθέστατον 1 w 6750
ἐκεῖνο 3 w 6756
ΝΕ 19 w 6759
ΣΩ 19 w 6762
πάντως 1 w 6769
που 3 w 6772
ΞΕ 20 w 6775
καὶ 73 w 6779
μὴν 5 w 6782
ἔμπροσθέ 1 w 6790
γε 20 w 6792
ὡμολογημένον 1 w 6804
ἡμῖν 3 w 6808
κεῖται 1 w 6814
μηδὲν 5 w 6819
πλῆθος 5 w 6825
μηδʼ 2 w 6829
ἡντινοῦν 1 w 6837
δυνατὸν 1 w 6844
εἶναι 3 w 6849
λαβεῖν 2 w 6855
τέχνην 3 w 6861
ΝΕ 20 w 6864
ΣΩ 20 w 6867
κεῖται 2 w 6874
γὰρ 9 w 6877
οὖν 5 w 6880
ΞΕ 21 w 6883
οὐκοῦν 4 w 6890
εἰ 25 w 6892
μὲν 11 w 6895
ἔστι 4 w 6899
βασιλική 1 w 6907
τις 4 w 6910
τέχνη 7 w 6915
τὸ 48 w 6918
τῶν 33 w 6921
πλουσίων 3 w 6929
πλῆθος 6 w 6935
καὶ 74 w 6938
16 w 6939
σύμπας 1 w 6945
δῆμος 1 w 6950
οὐκ 10 w 6953
ἄν 4 w 6955
ποτε 5 w 6959
λάβοι 1 w 6964
τὴν 9 w 6967
πολιτικὴν 1 w 6976
ταύτην 2 w 6982
ἐπιστήμην 2 w 6991
ΝΕ 21 w 6994
ΣΩ 21 w 6997
πῶς 4 w 7001
γὰρ 10 w 7004
ἄν 5 w 7006
ΞΕ 22 w 7009
δεῖ 5 w 7013
δὴ 12 w 7015
τὰς 11 w 7018
τοιαύτας 1 w 7026
γε 21 w 7028
ὡς 7 w 7030
ἔοικε 1 w 7035
πολιτείας 2 w 7044
εἰ 26 w 7047
μέλλουσι 1 w 7055
καλῶς 1 w 7060
τὴν 10 w 7063
ἀληθινὴν 1 w 7071
ἐκείνην 2 w 7078
τὴν 11 w 7081
τοῦ 18 w 7084
ἑνὸς 1 w 7088
μετὰ 4 w 7092
τέχνης 4 w 7098
ἄρχοντος 1 w 7106
πολιτείαν 2 w 7115
εἰς 11 w 7118
δύναμιν 3 w 7125
μιμήσεσθαι 1 w 7135
μηδέποτε 2 w 7144
κειμένων 1 w 7152
αὐτοῖς 3 w 7158
τῶν 34 w 7161
νόμων 3 w 7166
μηδὲν 6 w 7171
ποιεῖν 3 w 7177
παρὰ 13 w 7181
τὰ 44 w 7183
γεγραμμένα 5 w 7193
καὶ 75 w 7196
πάτρια 3 w 7202
ἔθη 4 w 7205
ΝΕ 22 w 7208
ΣΩ 22 w 7211
κάλλιστʼ 2 w 7220
εἴρηκας 3 w 7227
ΞΕ 23 w 7230
ὅταν 1 w 7235
ἄρα 2 w 7238
οἱ 2 w 7240
πλούσιοι 1 w 7248
ταύτην 3 w 7254
μιμῶνται 1 w 7262
τότε 1 w 7267
ἀριστοκρατίαν 1 w 7280
καλοῦμεν 1 w 7288
τὴν 12 w 7291
τοιαύτην 2 w 7299
πολιτείαν 3 w 7308
ὁπόταν 2 w 7315
δὲ 26 w 7317
τῶν 35 w 7320
νόμων 4 w 7325
μὴ 9 w 7327
φροντίζωσιν 1 w 7338
ὀλιγαρχίαν 1 w 7349
ΝΕ 23 w 7352
ΣΩ 23 w 7355
κινδυνεύει 1 w 7366
ΞΕ 24 w 7369
καὶ 76 w 7373
μὴν 6 w 7376
ὁπόταν 3 w 7382
αὖθις 2 w 7387
εἷς 2 w 7390
ἄρχῃ 1 w 7394
κατὰ 13 w 7398
νόμους 6 w 7404
μιμούμενος 1 w 7415
τὸν 24 w 7418
ἐπιστήμονα 1 w 7428
βασιλέα 1 w 7436
καλοῦμεν 2 w 7444
οὐ 28 w 7447
διορίζοντες 1 w 7458
ὀνόματι 1 w 7465
τὸν 25 w 7468
μετʼ 1 w 7472
ἐπιστήμης 1 w 7481
21 w 7482
δόξης 1 w 7487
κατὰ 14 w 7491
νόμους 7 w 7497
μοναρχοῦντα 1 w 7508
ΝΕ 24 w 7511
ΣΩ 24 w 7514
κινδυνεύομεν 1 w 7527
ΞΕ 25 w 7530
οὐκοῦν 5 w 7537
κἄν 1 w 7540
τις 5 w 7543
ἄρα 3 w 7546
ἐπιστήμων 1 w 7555
ὄντως 2 w 7560
ὢν 2 w 7562
εἷς 3 w 7565
ἄρχῃ 2 w 7569
πάντως 2 w 7576
τό 11 w 7578
γε 23 w 7580
ὄνομα 1 w 7585
ταὐτὸν 2 w 7591
βασιλεὺς 1 w 7599
καὶ 77 w 7602
οὐδὲν 4 w 7607
ἕτερον 2 w 7613
προσρηθήσεται 1 w 7626
διʼ 1 w 7630
2 w 7631
δὴ 13 w 7633
τὰ 47 w 7635
πέντε 1 w 7640
ὀνόματα 1 w 7647
τῶν 36 w 7650
νῦν 5 w 7653
λεγομένων 1 w 7662
πολιτειῶν 1 w 7671
ἓν 2 w 7673
μόνον 2 w 7678
γέγονεν 1 w 7685
ΝΕ 25 w 7688
ΣΩ 25 w 7691
ἔοικε 2 w 7697
γοῦν 1 w 7701
ΞΕ 26 w 7704
τί 14 w 7707
δʼ 14 w 7709
ὅταν 2 w 7713
μήτε 5 w 7717
κατὰ 15 w 7721
νόμους 8 w 7727
μήτε 6 w 7731
κατὰ 16 w 7735
ἔθη 5 w 7738
πράττῃ 1 w 7744
τις 6 w 7747
εἷς 4 w 7750
ἄρχων 1 w 7755
προσποιῆται 1 w 7767
δὲ 28 w 7769
ὥσπερ 3 w 7774
19 w 7775
ἐπιστήμων 2 w 7784
ὡς 8 w 7786
ἄρα 4 w 7789
παρὰ 14 w 7793
τὰ 50 w 7795
γεγραμμένα 6 w 7805
τό 12 w 7807
γε 25 w 7809
βέλτιστον 1 w 7818
ποιητέον 1 w 7826
1 w 7828
δέ 7 w 7830
τις 7 w 7833
ἐπιθυμία 1 w 7841
καὶ 78 w 7844
ἄγνοια 1 w 7850
τούτου 2 w 7856
τοῦ 19 w 7859
μιμήματος 1 w 7868
ἡγουμένη 1 w 7876
μῶν 7 w 7880
οὐ 31 w 7882
τότε 2 w 7886
τὸν 27 w 7889
τοιοῦτον 2 w 7897
ἕκαστον 2 w 7904
τύραννον 1 w 7912
κλητέον 1 w 7919
ΝΕ 26 w 7922
ΣΩ 26 w 7925
τί 15 w 7928
μήν 1 w 7931
ΞΕ 27 w 7934
οὕτω 6 w 7939
δὴ 14 w 7941
τύραννός 1 w 7949
τε 79 w 7951
γέγονε 2 w 7957
φαμέν 1 w 7963
καὶ 79 w 7967
βασιλεὺς 2 w 7975
καὶ 80 w 7978
ὀλιγαρχία 2 w 7987
καὶ 81 w 7990
ἀριστοκρατία 2 w 8002
καὶ 82 w 8005
δημοκρατία 1 w 8015
δυσχερανάντων 1 w 8029
τῶν 37 w 8032
ἀνθρώπων 1 w 8040
τὸν 28 w 8043
ἕνα 2 w 8046
ἐκεῖνον 2 w 8053
μόναρχον 1 w 8061
καὶ 83 w 8065
ἀπιστησάντων 1 w 8077
μηδένα 2 w 8083
τῆς 6 w 8086
τοιαύτης 1 w 8094
ἀρχῆς 1 w 8099
ἄξιον 1 w 8104
ἂν 21 w 8106
γενέσθαι 1 w 8114
ποτέ 1 w 8118
ὥστε 2 w 8123
ἐθέλειν 1 w 8130
καὶ 84 w 8133
δυνατὸν 2 w 8140
εἶναι 4 w 8145
μετʼ 2 w 8149
ἀρετῆς 1 w 8155
καὶ 85 w 8158
ἐπιστήμης 2 w 8167
ἄρχοντα 4 w 8174
τὰ 51 w 8176
δίκαια 1 w 8182
καὶ 86 w 8185
ὅσια 1 w 8189
διανέμειν 1 w 8198
ὀρθῶς 2 w 8203
πᾶσιν 1 w 8208
λωβᾶσθαι 2 w 8217
δὲ 29 w 8219
καὶ 87 w 8222
ἀποκτεινύναι 1 w 8234
καὶ 88 w 8237
κακοῦν 1 w 8243
ὃν 3 w 8245
ἂν 22 w 8247
βουληθῇ 1 w 8254
ἑκάστοτε 1 w 8262
ἡμῶν 4 w 8266
ἐπεὶ 1 w 8271
γενόμενόν 1 w 8280
γʼ 2 w 8282
ἂν 23 w 8284
οἷον 3 w 8288
λέγομεν 2 w 8295
ἀγαπᾶσθαί 1 w 8304
τε 83 w 8306
ἂν 24 w 8308
καὶ 89 w 8311
οἰκεῖν 1 w 8317
διακυβερνῶντα 1 w 8330
εὐδαιμόνως 1 w 8340
ὀρθὴν 1 w 8345
ἀκριβῶς 1 w 8352
μόνον 3 w 8357
πολιτείαν 4 w 8366
ΝΕ 27 w 8369
ΣΩ 27 w 8372
πῶς 5 w 8376
δʼ 15 w 8378
οὔ 3 w 8380
ΞΕ 28 w 8383
νῦν 6 w 8387
δέ 9 w 8389
γε 28 w 8391
ὁπότε 1 w 8396
οὐκ 12 w 8399
ἔστι 5 w 8403
γιγνόμενος 1 w 8413
ὡς 9 w 8416
δή 6 w 8418
φαμεν 3 w 8423
ἐν 15 w 8426
ταῖς 3 w 8430
πόλεσι 1 w 8436
βασιλεὺς 3 w 8444
οἷος 1 w 8448
ἐν 16 w 8450
σμήνεσιν 1 w 8458
ἐμφύεται 1 w 8466
τό 14 w 8469
τε 86 w 8471
σῶμα 1 w 8475
εὐθὺς 1 w 8480
καὶ 90 w 8483
τὴν 13 w 8486
ψυχὴν 1 w 8491
διαφέρων 1 w 8499
εἷς 5 w 8502
δεῖ 6 w 8506
δὴ 15 w 8508
συνελθόντας 1 w 8519
συγγράμματα 5 w 8530
γράφειν 1 w 8537
ὡς 10 w 8540
ἔοικεν 1 w 8546
μεταθέοντας 1 w 8558
τὰ 52 w 8560
τῆς 8 w 8563
ἀληθεστάτης 1 w 8574
πολιτείας 3 w 8583
ἴχνη 1 w 8587
ΝΕ 28 w 8590
ΣΩ 28 w 8593
κινδυνεύει 2 w 8604