Scaife ATLAS

CTS Library / Πολιτικός

Πολιτικός (267-271)

urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:267-271
Refs {'start': {'reference': '267', 'human_reference': 'Section 267'}, 'end': {'reference': '271', 'human_reference': 'Section 271'}}
Ancestors []
Children []
prev
plain textXML
next

267
267a
ΝΕ. ΣΩ. καλῶς καὶ καθαπερεὶ χρέος ἀπέδωκάς μοι τὸν λόγον, προσθεὶς τὴν ἐκτροπὴν οἷον τόκον καὶ ἀναπληρώσας αὐτόν.

ΞΕ. φέρε δὴ καὶ συνείρωμεν ἐπανελθόντες ἐπὶ τὴν ἀρχὴν μέχρι τῆς τελευτῆς τὸν λόγον τοῦ ὀνόματος τῆς τοῦ πολιτικοῦ τέχνης.

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

ΞΕ. τῆς γνωστικῆς τοίνυν ἐπιστήμης ἡμῖν ἦν κατʼ ἀρχὰς μέρος ἐπιτακτικόν· τούτου δὲ ἀπεικασθὲν τὸ μόριον αὐτεπιτακτικὸν
267b
ἐρρήθη. ζῳοτροφικὴ δὲ πάλιν αὐτεπιτακτικῆς οὐ τὸ σμικρότατον τῶν γενῶν ἀπεσχίζετο· καὶ ζῳοτροφικῆς εἶδος ἀγελαιοτροφικόν, ἀγελαιοτροφικοῦ δʼ αὖ πεζονομικόν· τοῦ δὲ πεζονομικοῦ μάλιστα ἀπετέμνετο τέχνη τῆς ἀκεράτου φύσεως θρεπτική. ταύτης δʼ αὖ τὸ μέρος οὐκ ἔλαττον τριπλοῦν συμπλέκειν ἀναγκαῖον, ἂν εἰς ἕν τις αὐτὸ ὄνομα συναγαγεῖν βουληθῇ, γενέσεως ἀμείκτου νομευτικὴν ἐπιστήμην προσαγορεύων.
267c
τὸ δʼ ἀπὸ τούτου τμῆμα, ἐπὶ ποίμνῃ δίποδι μέρος ἀνθρωπονομικὸν ἔτι λειφθὲν μόνον, τοῦτʼ αὐτό ἐστιν ἤδη τὸ ζητηθέν, ἅμα βασιλικὸν ταὐτὸν κληθὲν καὶ πολιτικόν.

ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.

ΞΕ. ἆρά γʼ, Σώκρατες, ἀληθῶς ἡμῖν τοῦτο καθάπερ σὺ νῦν εἴρηκας οὕτως ἐστὶ καὶ πεπραγμένον;

ΝΕ. ΣΩ. τὸ ποῖον δή;

ΞΕ. τὸ παντάπασιν ἱκανῶς εἰρῆσθαι τὸ προτεθέν; τοῦτʼ αὐτὸ καὶ μάλιστα ζήτησις ἐλλείπει, τὸ τὸν λόγον
267d
εἰρῆσθαι μέν πως, οὐ μὴν παντάπασί γε τελέως ἀπειργάσθαι;

ΝΕ. ΣΩ. πῶς εἶπες;

ΞΕ. ἐγὼ νῷν πειράσομαι τοῦτʼ αὐτὸ διανοοῦμαι νῦν ἔτι μᾶλλον δηλῶσαι.

ΝΕ. ΣΩ. λέγοις ἄν.

ΞΕ. οὐκοῦν τῶν νομευτικῶν ἡμῖν πολλῶν φανεισῶν ἄρτι τεχνῶν μία τις ἦν πολιτικὴ καὶ μιᾶς τινος ἀγέλης ἐπιμέλεια;

ΝΕ. ΣΩ. ναί.

ΞΕ. ταύτην δέ γε διώριζεν λόγος οὐχ ἵππων εἶναι τροφὸν οὐδʼ ἄλλων θηρίων, ἀλλʼ ἀνθρώπων κοινοτροφικὴν ἐπιστήμην.

ΝΕ. ΣΩ. οὕτως.

267e
ΞΕ. τὸ δὴ τῶν νομέων πάντων διάφορον καὶ τὸ τῶν βασιλέων θεασώμεθα.

ΝΕ. ΣΩ. τὸ ποῖον;

ΞΕ. εἴ τις τῶν ἄλλων τῳ, τέχνης ἄλλης ὄνομα ἔχων, κοινῇ τῆς ἀγέλης σύντροφος εἶναί φησι καὶ προσποιεῖται.

ΝΕ. ΣΩ. πῶς φῄς;

ΞΕ. οἷον οἱ ἔμποροι καὶ γεωργοὶ καὶ σιτουργοὶ πάντες, καὶ πρὸς τούτοις γυμνασταὶ καὶ τὸ τῶν ἰατρῶν γένος, οἶσθʼ ὅτι τοῖς περὶ τὰ ἀνθρώπινα νομεῦσιν, οὓς πολιτικοὺς ἐκαλέσαμεν,
268
268a
παντάπασι τῷ λόγῳ διαμάχοιντʼ ἂν οὗτοι σύμπαντες, ὡς σφεῖς τῆς τροφῆς ἐπιμελοῦνται τῆς ἀνθρωπίνης, οὐ μόνον ἀγελαίων ἀνθρώπων ἀλλὰ καὶ τῆς τῶν ἀρχόντων αὐτῶν;

ΝΕ. ΣΩ. οὐκοῦν ὀρθῶς ἂν λέγοιεν;

ΞΕ. ἴσως. καὶ τοῦτο μὲν ἐπισκεψόμεθα, τόδε δὲ ἴσμεν, ὅτι βουκόλῳ γε οὐδεὶς ἀμφισβητήσει περὶ τούτων οὐδενός, ἀλλʼ αὐτὸς τῆς ἀγέλης τροφὸς βουφορβός, αὐτὸς ἰατρός, αὐτὸς οἷον νυμφευτὴς καὶ περὶ τοὺς τῶν γιγνομένων τόκους
268b
καὶ λοχείας μόνος ἐπιστήμων τῆς μαιευτικῆς. ἔτι τοίνυν παιδιᾶς καὶ μουσικῆς ἐφʼ ὅσον αὐτοῦ τὰ θρέμματα φύσει μετείληφεν, οὐκ ἄλλος κρείττων παραμυθεῖσθαι καὶ κηλῶν πραΰνειν, μετά τε ὀργάνων καὶ ψιλῷ τῷ στόματι τὴν τῆς αὑτοῦ ποίμνης ἄριστα μεταχειριζόμενος μουσικήν. καὶ δὴ καὶ τῶν ἄλλων πέρι νομέων αὐτὸς τρόπος. γάρ;

ΝΕ. ΣΩ. ὀρθότατα.

ΞΕ. πῶς οὖν ἡμῖν λόγος ὀρθὸς φανεῖται καὶ ἀκέραιος
268c
περὶ τοῦ βασιλέως, ὅταν αὐτὸν νομέα καὶ τροφὸν ἀγέλης ἀνθρωπίνης θῶμεν μόνον ἐκκρίνοντες μυρίων ἄλλων ἀμφισβητούντων;

ΝΕ. ΣΩ. οὐδαμῶς.

ΞΕ. οὐκοῦν ὀρθῶς ὀλίγον ἔμπροσθεν ἐφοβήθημεν ὑποπτεύσαντες μὴ λέγοντες μέν τι τυγχάνοιμεν σχῆμα βασιλικόν, οὐ μὴν ἀπειργασμένοι γε εἶμέν πω διʼ ἀκριβείας τὸν πολιτικόν, ἕως ἂν τοὺς περικεχυμένους αὐτῷ καὶ τῆς συννομῆς αὐτῷ ἀντιποιουμένους περιελόντες καὶ χωρίσαντες ἀπʼ ἐκείνων καθαρὸν μόνον αὐτὸν ἀποφήνωμεν;

268d
ΝΕ. ΣΩ. ὀρθότατα μὲν οὖν.

ΞΕ. τοῦτο τοίνυν, Σώκρατες, ἡμῖν ποιητέον, εἰ μὴ μέλλομεν ἐπὶ τῷ τέλει καταισχῦναι τὸν λόγον.

ΝΕ. ΣΩ. ἀλλὰ μὴν οὐδαμῶς τοῦτό γε δραστέον.

ΞΕ. πάλιν τοίνυν ἐξ ἄλλης ἀρχῆς δεῖ καθʼ ἑτέραν ὁδὸν πορευθῆναί τινα.

ΝΕ. ΣΩ. ποίαν δή;

ΞΕ. σχεδὸν παιδιὰν ἐγκερασαμένους· συχνῷ γὰρ μέρει δεῖ μεγάλου μύθου προσχρήσασθαι, καὶ τὸ λοιπὸν δή, καθάπερ
268e
ἐν τοῖς πρόσθεν, μέρος ἀεὶ μέρους ἀφαιρουμένους ἐπʼ ἄκρον ἀφικνεῖσθαι τὸ ζητούμενον. οὐκοῦν χρή;

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

ΞΕ. ἀλλὰ δὴ τῷ μύθῳ μου πάνυ πρόσεχε τὸν νοῦν, καθάπερ οἱ παῖδες· πάντως οὐ πολλὰ ἐκφεύγεις παιδιὰς ἔτη.

ΝΕ. ΣΩ. λέγοις ἄν.

ΞΕ. ἦν τοίνυν καὶ ἔτι ἔσται τῶν πάλαι λεχθέντων πολλά τε ἄλλα καὶ δὴ καὶ τὸ περὶ τὴν Ἀτρέως τε καὶ Θυέστου λεχθεῖσαν ἔριν φάσμα. ἀκήκοας γάρ που καὶ ἀπομνημονεύεις φασι γενέσθαι τότε.

ΝΕ. ΣΩ. τὸ περὶ τῆς χρυσῆς ἀρνὸς ἴσως σημεῖον φράζεις.

269
269a
ΞΕ. οὐδαμῶς, ἀλλὰ τὸ περὶ τῆς μεταβολῆς δύσεώς τε καὶ ἀνατολῆς ἡλίου καὶ τῶν ἄλλων ἄστρων, ὡς ἄρα ὅθεν μὲν ἀνατέλλει νῦν εἰς τοῦτον τότε τὸν τόπον ἐδύετο, ἀνέτελλε δʼ ἐκ τοῦ ἐναντίου, τότε δὲ δὴ μαρτυρήσας ἄρα θεὸς Ἀτρεῖ μετέβαλεν αὐτὸ ἐπὶ τὸ νῦν σχῆμα.

ΝΕ. ΣΩ. λέγεται γὰρ οὖν δὴ καὶ τοῦτο.

ΞΕ. καὶ μὴν αὖ καὶ τήν γε βασιλείαν ἣν ἦρξε Κρόνος πολλῶν ἀκηκόαμεν.

269b
ΝΕ. ΣΩ. πλείστων μὲν οὖν.

ΞΕ. τί δέ; τὸ τοὺς ἔμπροσθεν φύεσθαι γηγενεῖς καὶ μὴ ἐξ ἀλλήλων γεννᾶσθαι;

ΝΕ. ΣΩ. καὶ τοῦτο ἓν τῶν πάλαι λεχθέντων.

ΞΕ. ταῦτα τοίνυν ἔστι μὲν σύμπαντα ἐκ ταὐτοῦ πάθους, καὶ πρὸς τούτοις ἕτερα μυρία καὶ τούτων ἔτι θαυμαστότερα, διὰ δὲ χρόνου πλῆθος τὰ μὲν αὐτῶν ἀπέσβηκε, τὰ δὲ διεσπαρμένα εἴρηται χωρὶς ἕκαστα ἀπʼ ἀλλήλων. δʼ ἐστὶν πᾶσι
269c
τούτοις αἴτιον τὸ πάθος οὐδεὶς εἴρηκεν, νῦν δὲ δὴ λεκτέον· εἰς γὰρ τὴν τοῦ βασιλέως ἀπόδειξιν πρέψει ῥηθέν.

ΝΕ. ΣΩ. κάλλιστʼ εἶπες, καὶ λέγε μηδὲν ἐλλείπων.

ΞΕ. ἀκούοις ἄν. τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν αὐτὸς θεὸς συμποδηγεῖ πορευόμενον καὶ συγκυκλεῖ, τοτὲ δὲ ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου, τὸ δὲ πάλιν αὐτόματον εἰς τἀναντία περιάγεται,
269d
ζῷον ὂν καὶ φρόνησιν εἰληχὸς ἐκ τοῦ συναρμόσαντος αὐτὸ κατʼ ἀρχάς. τοῦτο δὲ αὐτῷ τὸ ἀνάπαλιν ἰέναι διὰ τόδʼ ἐξ ἀνάγκης ἔμφυτον γέγονε.

ΝΕ. ΣΩ. διὰ τὸ ποῖον δή;

ΞΕ. τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως. ὃν δὲ οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε
269e
καὶ σώματος· ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ γίγνεσθαι διὰ παντὸς ἀδύνατον, κατὰ δύναμίν γε μὴν ὅτι μάλιστα ἐν τῷ αὐτῷ κατὰ ταὐτὰ μίαν φορὰν κινεῖται· διὸ τὴν ἀνακύκλησιν εἴληχεν, ὅτι σμικροτάτην τῆς αὑτοῦ κινήσεως παράλλαξιν. αὐτὸ δὲ ἑαυτὸ στρέφειν ἀεὶ σχεδὸν οὐδενὶ δυνατὸν πλὴν τῷ τῶν κινουμένων αὖ πάντων ἡγουμένῳ· κινεῖν δὲ τούτῳ τοτὲ μὲν ἄλλως, αὖθις δὲ ἐναντίως οὐ θέμις.

ΞΕ. ἐκ πάντων δὴ τούτων τὸν κόσμον μήτε αὐτὸν χρὴ φάναι στρέφειν ἑαυτὸν ἀεί, μήτʼ αὖ ὅλον ἀεὶ ὑπὸ θεοῦ στρέφεσθαι διττὰς καὶ ἐναντίας
270
270a
περιαγωγάς, μήτʼ αὖ δύο τινὲ θεὼ φρονοῦντε ἑαυτοῖς ἐναντία στρέφειν αὐτόν, ἀλλʼ ὅπερ ἄρτι ἐρρήθη καὶ μόνον λοιπόν, τοτὲ μὲν ὑπʼ ἄλλης συμποδηγεῖσθαι θείας αἰτίας, τὸ ζῆν πάλιν ἐπικτώμενον καὶ λαμβάνοντα ἀθανασίαν ἐπισκευαστὴν παρὰ τοῦ δημιουργοῦ, τοτὲ δʼ ὅταν ἀνεθῇ, διʼ ἑαυτοῦ αὐτὸν ἰέναι, κατὰ καιρὸν ἀφεθέντα τοιοῦτον, ὥστε ἀνάπαλιν πορεύεσθαι πολλὰς περιόδων μυριάδας διὰ δὴ τὸ μέγιστον ὂν καὶ ἰσορροπώτατον ἐπὶ μικροτάτου βαῖνον ποδὸς ἰέναι.

270b
ΝΕ. ΣΩ. φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάνθʼ ὅσα διελήλυθας.

ΞΕ. λογισάμενοι δὴ συννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, πάντων ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον. ἔστι γὰρ οὖν δὴ τοῦτʼ αὐτό.

ΝΕ. ΣΩ. τὸ ποῖον;

ΞΕ. τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφʼ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δʼ ἐπὶ τἀναντία.

ΝΕ. ΣΩ. πῶς δή;

ΞΕ. ταύτην τὴν μεταβολὴν ἡγεῖσθαι δεῖ τῶν περὶ τὸν
270c
οὐρανὸν γιγνομένων τροπῶν πασῶν εἶναι μεγίστην καὶ τελεωτάτην τροπήν.

ΝΕ. ΣΩ. ἔοικε γοῦν.

ΞΕ. μεγίστας τοίνυν καὶ μεταβολὰς χρὴ νομίζειν γίγνεσθαι τότε τοῖς ἐντὸς ἡμῖν οἰκοῦσιν αὐτοῦ.

ΝΕ. ΣΩ. καὶ τοῦτο εἰκός.

ΞΕ. μεταβολὰς δὲ μεγάλας καὶ πολλὰς καὶ παντοίας συμφερομένας ἆρʼ οὐκ ἴσμεν τὴν τῶν ζῴων φύσιν ὅτι χαλεπῶς ἀνέχεται;

ΝΕ. ΣΩ. πῶς δʼ οὔ;

ΞΕ. φθοραὶ τοίνυν ἐξ ἀνάγκης τότε μέγισται συμβαίνουσι τῶν τε ἄλλων ζῴων, καὶ δὴ καὶ τὸ τῶν ἀνθρώπων
270d
γένος ὀλίγον τι περιλείπεται· περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλὰ καὶ θαυμαστὰ καὶ καινὰ συμπίπτει, μέγιστον δὲ τόδε καὶ συνεπόμενον τῇ τοῦ παντὸς ἀνειλίξει τότε, ὅταν τῆς νῦν καθεστηκυίας ἐναντία γίγνηται τροπή.

ΝΕ. ΣΩ. τὸ ποῖον;

ΞΕ. ἣν ἡλικίαν ἕκαστον εἶχε τῶν ζῴων, αὕτη πρῶτον μὲν ἔστη πάντων, καὶ ἐπαύσατο πᾶν ὅσον ἦν θνητὸν ἐπὶ τὸ γεραίτερον ἰδεῖν πορευόμενον, μεταβάλλον δὲ πάλιν ἐπὶ
270e
τοὐναντίον οἷον νεώτερον καὶ ἁπαλώτερον ἐφύετο· καὶ τῶν μὲν πρεσβυτέρων αἱ λευκαὶ τρίχες ἐμελαίνοντο, τῶν δʼ αὖ γενειώντων αἱ παρειαὶ λεαινόμεναι πάλιν ἐπὶ τὴν παρελθοῦσαν ὥραν ἕκαστον καθίστασαν, τῶν δὲ ἡβώντων τὰ σώματα λεαινόμενα καὶ σμικρότερα καθʼ ἡμέραν καὶ νύκτα ἑκάστην γιγνόμενα πάλιν εἰς τὴν τοῦ νεογενοῦς παιδὸς φύσιν ἀπῄει, κατά τε τὴν ψυχὴν καὶ κατὰ τὸ σῶμα ἀφομοιούμενα· τὸ δʼ ἐντεῦθεν ἤδη μαραινόμενα κομιδῇ τὸ πάμπαν ἐξηφανίζετο. τῶν δʼ αὖ βιαίως τελευτώντων ἐν τῷ τότε χρόνῳ τὸ τοῦ νεκροῦ σῶμα τὰ αὐτὰ ταῦτα πάσχον παθήματα διὰ
271
271a
τάχους ἄδηλον ἐν ὀλίγαις ἡμέραις διεφθείρετο.

ΝΕ. ΣΩ. γένεσις δὲ δὴ τίς τότʼ ἦν, ξένε, ζῴων; καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεννῶντο;

ΞΕ. δῆλον, Σώκρατες, ὅτι τὸ μὲν ἐξ ἀλλήλων οὐκ ἦν ἐν τῇ τότε φύσει γεννώμενον, τὸ δὲ γηγενὲς εἶναί ποτε γένος λεχθὲν τοῦτʼ ἦν τὸ κατʼ ἐκεῖνον τὸν χρόνον ἐκ γῆς πάλιν ἀναστρεφόμενον, ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέρων προγόνων τῶν πρώτων, οἳ τελευτώσῃ μὲν τῇ προτέρᾳ
271b
περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν, τῆσδε δὲ κατʼ ἀρχὰς ἐφύοντο· τούτων γὰρ οὗτοι κήρυκες ἐγένονθʼ ἡμῖν τῶν λόγων, οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται. τὸ γὰρ ἐντεῦθεν οἶμαι χρὴ συννοεῖν. ἑπόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν, ἐκ τῶν τετελευτηκότων αὖ, κειμένων δὲ ἐν γῇ, πάλιν ἐκεῖ συνισταμένους καὶ ἀναβιωσκομένους, ἕπεσθαι τῇ τροπῇ συνανακυκλουμένης εἰς τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν
271c
λόγον ἐξ ἀνάγκης φυομένους, οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον, ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισεν.

ΝΕ. ΣΩ. κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται τοῖς ἔμπροσθεν. ἀλλὰ δὴ τὸν βίον ὃν ἐπὶ τῆς Κρόνου φῂς εἶναι δυνάμεως, πότερον ἐν ἐκείναις ἦν ταῖς τροπαῖς ἐν ταῖσδε; τὴν μὲν γὰρ τῶν ἄστρων τε καὶ ἡλίου μεταβολὴν δῆλον ὡς ἐν ἑκατέραις συμπίπτει ταῖς τροπαῖς γίγνεσθαι.

ΞΕ. καλῶς τῷ λόγῳ συμπαρηκολούθηκας. δʼ ἤρου
271d
περὶ τοῦ πάντα αὐτόματα γίγνεσθαι τοῖς ἀνθρώποις, ἥκιστα τῆς νῦν ἐστι καθεστηκυίας φορᾶς, ἀλλʼ ἦν καὶ τοῦτο τῆς ἔμπροσθεν. τότε γὰρ αὐτῆς πρῶτον τῆς κυκλήσεως ἦρχεν ἐπιμελούμενος ὅλης θεός, ὣς δʼ αὖ κατὰ τόπους ταὐτὸν τοῦτο, ὑπὸ θεῶν ἀρχόντων πάντʼ ἦν τὰ τοῦ κόσμου μέρη διειλημμένα· καὶ δὴ καὶ τὰ ζῷα κατὰ γένη καὶ ἀγέλας οἷον νομῆς θεῖοι διειλήφεσαν δαίμονες, αὐτάρκης εἰς πάντα ἕκαστος ἑκάστοις
271e
ὢν οἷς αὐτὸς ἔνεμεν, ὥστε οὔτʼ ἄγριον ἦν οὐδὲν οὔτε ἀλλήλων ἐδωδαί, πόλεμός τε οὐκ ἐνῆν οὐδὲ στάσις τὸ παράπαν· ἄλλα θʼ ὅσα τῆς τοιαύτης ἐστὶ κατακοσμήσεως ἑπόμενα, μυρία ἂν εἴη λέγειν. τὸ δʼ οὖν τῶν ἀνθρώπων λεχθὲν αὐτομάτου πέρι βίου διὰ τὸ τοιόνδε εἴρηται.

Tokens

ΝΕ 1 w 2
ΣΩ 1 w 5
καλῶς 1 w 11
καὶ 1 w 14
καθαπερεὶ 1 w 23
χρέος 1 w 28
ἀπέδωκάς 1 w 36
μοι 1 w 39
τὸν 1 w 42
λόγον 1 w 47
προσθεὶς 1 w 56
τὴν 1 w 59
ἐκτροπὴν 1 w 67
οἷον 1 w 71
τόκον 1 w 76
καὶ 2 w 79
ἀναπληρώσας 1 w 90
αὐτόν 1 w 95
ΞΕ 1 w 98
φέρε 1 w 103
δὴ 1 w 105
καὶ 3 w 108
συνείρωμεν 1 w 118
ἐπανελθόντες 1 w 130
ἐπὶ 1 w 133
τὴν 2 w 136
ἀρχὴν 1 w 141
μέχρι 1 w 146
τῆς 1 w 149
τελευτῆς 1 w 157
τὸν 2 w 160
λόγον 2 w 165
τοῦ 1 w 168
ὀνόματος 1 w 176
τῆς 3 w 179
τοῦ 2 w 182
πολιτικοῦ 1 w 191
τέχνης 1 w 197
ΝΕ 2 w 200
ΣΩ 2 w 203
πάνυ 1 w 208
μὲν 1 w 211
οὖν 1 w 214
ΞΕ 2 w 217
τῆς 4 w 221
γνωστικῆς 1 w 230
τοίνυν 1 w 236
ἐπιστήμης 1 w 245
ἡμῖν 1 w 249
ἦν 1 w 251
κατʼ 1 w 255
ἀρχὰς 1 w 260
μέρος 1 w 265
ἐπιτακτικόν 1 w 276
τούτου 1 w 283
δὲ 1 w 285
ἀπεικασθὲν 1 w 295
τὸ 3 w 297
μόριον 1 w 303
αὐτεπιτακτικὸν 1 w 317
ἐρρήθη 1 w 323
ζῳοτροφικὴ 1 w 334
δὲ 2 w 336
πάλιν 1 w 341
αὐτεπιτακτικῆς 1 w 355
οὐ 1 w 357
τὸ 4 w 359
σμικρότατον 1 w 370
τῶν 1 w 373
γενῶν 1 w 378
ἀπεσχίζετο 1 w 388
καὶ 4 w 392
ζῳοτροφικῆς 1 w 403
εἶδος 1 w 408
ἀγελαιοτροφικόν 1 w 423
ἀγελαιοτροφικοῦ 1 w 439
δʼ 1 w 441
αὖ 1 w 443
πεζονομικόν 1 w 454
τοῦ 3 w 458
δὲ 3 w 460
πεζονομικοῦ 1 w 471
μάλιστα 1 w 478
ἀπετέμνετο 1 w 488
τέχνη 2 w 493
τῆς 5 w 496
ἀκεράτου 1 w 504
φύσεως 1 w 510
θρεπτική 1 w 518
ταύτης 1 w 525
δʼ 2 w 527
αὖ 2 w 529
τὸ 5 w 531
μέρος 2 w 536
οὐκ 1 w 539
ἔλαττον 1 w 546
τριπλοῦν 1 w 554
συμπλέκειν 1 w 564
ἀναγκαῖον 1 w 573
ἂν 1 w 576
εἰς 1 w 579
ἕν 1 w 581
τις 1 w 584
αὐτὸ 1 w 588
ὄνομα 1 w 593
συναγαγεῖν 1 w 603
βουληθῇ 1 w 610
γενέσεως 1 w 619
ἀμείκτου 1 w 627
νομευτικὴν 1 w 637
ἐπιστήμην 1 w 646
προσαγορεύων 1 w 658
τὸ 7 w 661
δʼ 3 w 663
ἀπὸ 1 w 666
τούτου 2 w 672
τμῆμα 1 w 677
ἐπὶ 2 w 681
ποίμνῃ 1 w 687
δίποδι 1 w 693
μέρος 3 w 698
ἀνθρωπονομικὸν 1 w 712
ἔτι 1 w 715
λειφθὲν 1 w 722
μόνον 1 w 727
τοῦτʼ 1 w 733
αὐτό 2 w 737
ἐστιν 1 w 742
ἤδη 1 w 745
τὸ 8 w 747
ζητηθέν 1 w 754
ἅμα 1 w 758
βασιλικὸν 1 w 767
ταὐτὸν 1 w 773
κληθὲν 1 w 779
καὶ 5 w 782
πολιτικόν 1 w 791
ΝΕ 3 w 794
ΣΩ 3 w 797
παντάπασι 1 w 807
μὲν 2 w 810
οὖν 2 w 813
ΞΕ 3 w 816
ἆρά 1 w 820
γʼ 1 w 822
1 w 824
Σώκρατες 1 w 832
ἀληθῶς 1 w 839
ἡμῖν 2 w 843
τοῦτο 1 w 848
καθάπερ 1 w 855
σὺ 1 w 857
νῦν 1 w 860
εἴρηκας 1 w 867
οὕτως 1 w 872
ἐστὶ 1 w 876
καὶ 6 w 879
πεπραγμένον 1 w 890
ΝΕ 4 w 893
ΣΩ 4 w 896
τὸ 10 w 899
ποῖον 1 w 904
δή 1 w 906
ΞΕ 4 w 909
τὸ 11 w 912
παντάπασιν 1 w 922
ἱκανῶς 1 w 928
εἰρῆσθαι 1 w 936
τὸ 12 w 938
προτεθέν 1 w 946
1 w 948
τοῦτʼ 2 w 953
αὐτὸ 3 w 957
καὶ 7 w 960
μάλιστα 2 w 967
3 w 968
ζήτησις 1 w 975
ἐλλείπει 1 w 983
τὸ 14 w 986
τὸν 4 w 989
λόγον 3 w 994
εἰρῆσθαι 2 w 1002
μέν 2 w 1005
πως 1 w 1008
οὐ 3 w 1011
μὴν 1 w 1014
παντάπασί 1 w 1023
γε 6 w 1025
τελέως 1 w 1031
ἀπειργάσθαι 1 w 1042
ΝΕ 5 w 1045
ΣΩ 5 w 1048
πῶς 1 w 1052
εἶπες 1 w 1057
ΞΕ 5 w 1060
ἐγὼ 1 w 1064
νῷν 1 w 1067
πειράσομαι 1 w 1077
τοῦτʼ 3 w 1082
αὐτὸ 4 w 1086
1 w 1087
διανοοῦμαι 1 w 1097
νῦν 2 w 1100
ἔτι 2 w 1103
μᾶλλον 1 w 1109
δηλῶσαι 1 w 1116
ΝΕ 6 w 1119
ΣΩ 6 w 1122
λέγοις 1 w 1129
ἄν 1 w 1131
ΞΕ 6 w 1134
οὐκοῦν 1 w 1141
τῶν 2 w 1144
νομευτικῶν 1 w 1154
ἡμῖν 3 w 1158
πολλῶν 1 w 1164
φανεισῶν 1 w 1172
ἄρτι 1 w 1176
τεχνῶν 1 w 1182
μία 1 w 1185
τις 2 w 1188
ἦν 2 w 1190
5 w 1191
πολιτικὴ 1 w 1199
καὶ 8 w 1202
μιᾶς 1 w 1206
τινος 1 w 1211
ἀγέλης 1 w 1217
ἐπιμέλεια 1 w 1226
ΝΕ 7 w 1229
ΣΩ 7 w 1232
ναί 1 w 1236
ΞΕ 7 w 1239
ταύτην 1 w 1246
δέ 1 w 1248
γε 7 w 1250
διώριζεν 1 w 1258
1 w 1259
λόγος 1 w 1264
οὐχ 1 w 1267
ἵππων 1 w 1272
εἶναι 1 w 1277
τροφὸν 1 w 1283
οὐδʼ 1 w 1287
ἄλλων 1 w 1292
θηρίων 1 w 1298
ἀλλʼ 1 w 1303
ἀνθρώπων 1 w 1311
κοινοτροφικὴν 1 w 1324
ἐπιστήμην 2 w 1333
ΝΕ 8 w 1336
ΣΩ 8 w 1339
οὕτως 2 w 1345
ΞΕ 8 w 1348
τὸ 17 w 1351
δὴ 2 w 1353
τῶν 3 w 1356
νομέων 1 w 1362
πάντων 1 w 1368
διάφορον 1 w 1376
καὶ 9 w 1379
τὸ 18 w 1381
τῶν 4 w 1384
βασιλέων 1 w 1392
θεασώμεθα 1 w 1401
ΝΕ 9 w 1404
ΣΩ 9 w 1407
τὸ 19 w 1410
ποῖον 2 w 1415
ΞΕ 9 w 1418
εἴ 2 w 1421
τις 3 w 1424
τῶν 5 w 1427
ἄλλων 2 w 1432
τῳ 1 w 1434
τέχνης 2 w 1441
ἄλλης 1 w 1446
ὄνομα 2 w 1451
ἔχων 1 w 1455
κοινῇ 1 w 1461
τῆς 6 w 1464
ἀγέλης 2 w 1470
σύντροφος 1 w 1479
εἶναί 1 w 1484
φησι 1 w 1488
καὶ 10 w 1491
προσποιεῖται 1 w 1503
ΝΕ 10 w 1506
ΣΩ 10 w 1509
πῶς 2 w 1513
φῄς 1 w 1516
ΞΕ 10 w 1519
οἷον 2 w 1524
οἱ 1 w 1526
ἔμποροι 1 w 1533
καὶ 11 w 1536
γεωργοὶ 1 w 1543
καὶ 12 w 1546
σιτουργοὶ 1 w 1555
πάντες 1 w 1561
καὶ 13 w 1565
πρὸς 1 w 1569
τούτοις 1 w 1576
γυμνασταὶ 1 w 1585
καὶ 14 w 1588
τὸ 20 w 1590
τῶν 6 w 1593
ἰατρῶν 1 w 1599
γένος 1 w 1604
οἶσθʼ 1 w 1610
ὅτι 1 w 1613
τοῖς 1 w 1617
περὶ 1 w 1621
τὰ 1 w 1623
ἀνθρώπινα 1 w 1632
νομεῦσιν 1 w 1640
οὓς 1 w 1644
πολιτικοὺς 1 w 1654
ἐκαλέσαμεν 1 w 1664
παντάπασι 3 w 1674
τῷ 1 w 1676
λόγῳ 1 w 1680
διαμάχοιντʼ 1 w 1691
ἂν 2 w 1693
οὗτοι 1 w 1698
σύμπαντες 1 w 1707
ὡς 1 w 1710
σφεῖς 1 w 1715
τῆς 7 w 1718
τροφῆς 1 w 1724
ἐπιμελοῦνται 1 w 1736
τῆς 8 w 1739
ἀνθρωπίνης 1 w 1749
οὐ 7 w 1752
μόνον 2 w 1757
ἀγελαίων 1 w 1765
ἀνθρώπων 2 w 1773
ἀλλὰ 1 w 1777
καὶ 15 w 1780
τῆς 9 w 1783
τῶν 7 w 1786
ἀρχόντων 1 w 1794
αὐτῶν 1 w 1799
ΝΕ 11 w 1802
ΣΩ 11 w 1805
οὐκοῦν 2 w 1812
ὀρθῶς 1 w 1817
ἂν 3 w 1819
λέγοιεν 1 w 1826
ΞΕ 11 w 1829
ἴσως 1 w 1834
καὶ 16 w 1838
τοῦτο 2 w 1843
μὲν 3 w 1846
ἐπισκεψόμεθα 1 w 1858
τόδε 1 w 1863
δὲ 4 w 1865
ἴσμεν 1 w 1870
ὅτι 2 w 1874
βουκόλῳ 1 w 1881
γε 10 w 1883
οὐδεὶς 1 w 1889
ἀμφισβητήσει 1 w 1901
περὶ 2 w 1905
τούτων 1 w 1911
οὐδενός 1 w 1918
ἀλλʼ 2 w 1923
αὐτὸς 1 w 1928
τῆς 10 w 1931
ἀγέλης 3 w 1937
τροφὸς 1 w 1943
2 w 1944
βουφορβός 1 w 1953
αὐτὸς 2 w 1959
ἰατρός 1 w 1965
αὐτὸς 3 w 1971
οἷον 3 w 1975
νυμφευτὴς 1 w 1984
καὶ 17 w 1987
περὶ 3 w 1991
τοὺς 1 w 1995
τῶν 9 w 1998
γιγνομένων 1 w 2008
τόκους 1 w 2014
καὶ 18 w 2017
λοχείας 1 w 2024
μόνος 1 w 2029
ἐπιστήμων 1 w 2038
τῆς 11 w 2041
μαιευτικῆς 1 w 2051
ἔτι 3 w 2055
τοίνυν 2 w 2061
παιδιᾶς 1 w 2068
καὶ 19 w 2071
μουσικῆς 1 w 2079
ἐφʼ 1 w 2082
ὅσον 1 w 2086
αὐτοῦ 1 w 2091
τὰ 2 w 2093
θρέμματα 1 w 2101
φύσει 1 w 2106
μετείληφεν 1 w 2116
οὐκ 4 w 2120
ἄλλος 1 w 2125
κρείττων 1 w 2133
παραμυθεῖσθαι 1 w 2146
καὶ 20 w 2149
κηλῶν 1 w 2154
πραΰνειν 1 w 2162
μετά 1 w 2167
τε 12 w 2169
ὀργάνων 1 w 2176
καὶ 21 w 2179
ψιλῷ 1 w 2183
τῷ 2 w 2185
στόματι 1 w 2192
τὴν 3 w 2195
τῆς 12 w 2198
αὑτοῦ 1 w 2203
ποίμνης 1 w 2210
ἄριστα 1 w 2216
μεταχειριζόμενος 1 w 2232
μουσικήν 1 w 2240
καὶ 22 w 2244
δὴ 3 w 2246
καὶ 23 w 2249
τῶν 10 w 2252
ἄλλων 3 w 2257
πέρι 1 w 2261
νομέων 2 w 2267
3 w 2268
αὐτὸς 4 w 2273
τρόπος 1 w 2279
3 w 2281
γάρ 1 w 2284
ΝΕ 12 w 2287
ΣΩ 12 w 2290
ὀρθότατα 1 w 2299
ΞΕ 12 w 2302
πῶς 3 w 2306
οὖν 3 w 2309
ἡμῖν 4 w 2313
4 w 2314
λόγος 2 w 2319
ὀρθὸς 1 w 2324
φανεῖται 1 w 2332
καὶ 24 w 2335
ἀκέραιος 1 w 2343
5 w 2344
περὶ 4 w 2348
τοῦ 11 w 2351
βασιλέως 1 w 2359
ὅταν 1 w 2364
αὐτὸν 2 w 2369
νομέα 1 w 2374
καὶ 25 w 2377
τροφὸν 2 w 2383
ἀγέλης 4 w 2389
ἀνθρωπίνης 2 w 2399
θῶμεν 1 w 2404
μόνον 3 w 2409
ἐκκρίνοντες 1 w 2420
μυρίων 1 w 2426
ἄλλων 4 w 2431
ἀμφισβητούντων 1 w 2445
ΝΕ 13 w 2448
ΣΩ 13 w 2451
οὐδαμῶς 1 w 2459
ΞΕ 13 w 2462
οὐκοῦν 3 w 2469
ὀρθῶς 2 w 2474
ὀλίγον 1 w 2480
ἔμπροσθεν 1 w 2489
ἐφοβήθημεν 1 w 2499
ὑποπτεύσαντες 1 w 2512
μὴ 2 w 2514
λέγοντες 1 w 2522
μέν 4 w 2525
τι 25 w 2527
τυγχάνοιμεν 1 w 2538
σχῆμα 1 w 2543
βασιλικόν 1 w 2552
οὐ 14 w 2555
μὴν 2 w 2558
ἀπειργασμένοι 1 w 2571
γε 11 w 2573
εἶμέν 1 w 2578
πω 5 w 2580
διʼ 1 w 2583
ἀκριβείας 1 w 2592
τὸν 6 w 2595
πολιτικόν 2 w 2604
ἕως 1 w 2608
ἂν 4 w 2610
τοὺς 2 w 2614
περικεχυμένους 1 w 2628
αὐτῷ 1 w 2632
καὶ 26 w 2635
τῆς 13 w 2638
συννομῆς 1 w 2646
αὐτῷ 2 w 2650
ἀντιποιουμένους 1 w 2665
περιελόντες 1 w 2676
καὶ 27 w 2679
χωρίσαντες 1 w 2689
ἀπʼ 1 w 2692
ἐκείνων 1 w 2699
καθαρὸν 1 w 2706
μόνον 4 w 2711
αὐτὸν 3 w 2716
ἀποφήνωμεν 1 w 2726
ΝΕ 14 w 2729
ΣΩ 14 w 2732
ὀρθότατα 2 w 2741
μὲν 4 w 2744
οὖν 4 w 2747
ΞΕ 14 w 2750
τοῦτο 3 w 2756
τοίνυν 3 w 2762
2 w 2764
Σώκρατες 2 w 2772
ἡμῖν 5 w 2777
ποιητέον 1 w 2785
εἰ 4 w 2788
μὴ 4 w 2790
μέλλομεν 1 w 2798
ἐπὶ 3 w 2801
τῷ 5 w 2803
τέλει 1 w 2808
καταισχῦναι 1 w 2819
τὸν 8 w 2822
λόγον 4 w 2827
ΝΕ 15 w 2830
ΣΩ 15 w 2833
ἀλλὰ 2 w 2838
μὴν 3 w 2841
οὐδαμῶς 2 w 2848
τοῦτό 1 w 2853
γε 12 w 2855
δραστέον 1 w 2863
ΞΕ 15 w 2866
πάλιν 2 w 2872
τοίνυν 4 w 2878
ἐξ 1 w 2880
ἄλλης 2 w 2885
ἀρχῆς 1 w 2890
δεῖ 1 w 2893
καθʼ 1 w 2897
ἑτέραν 1 w 2903
ὁδὸν 1 w 2907
πορευθῆναί 1 w 2917
τινα 1 w 2921
ΝΕ 16 w 2924
ΣΩ 16 w 2927
ποίαν 1 w 2933
δή 2 w 2935
ΞΕ 16 w 2938
σχεδὸν 1 w 2945
παιδιὰν 1 w 2952
ἐγκερασαμένους 1 w 2966
συχνῷ 1 w 2972
γὰρ 1 w 2975
μέρει 1 w 2980
δεῖ 2 w 2983
μεγάλου 1 w 2990
μύθου 1 w 2995
προσχρήσασθαι 1 w 3008
καὶ 28 w 3012
τὸ 29 w 3014
λοιπὸν 1 w 3020
δή 3 w 3022
καθάπερ 2 w 3030
ἐν 1 w 3032
τοῖς 2 w 3036
πρόσθεν 1 w 3043
μέρος 4 w 3049
ἀεὶ 1 w 3052
μέρους 1 w 3058
ἀφαιρουμένους 1 w 3071
ἐπʼ 1 w 3074
ἄκρον 1 w 3079
ἀφικνεῖσθαι 1 w 3090
τὸ 30 w 3092
ζητούμενον 1 w 3102
οὐκοῦν 4 w 3109
χρή 2 w 3112
ΝΕ 17 w 3115
ΣΩ 17 w 3118
πάνυ 2 w 3123
μὲν 5 w 3126
οὖν 5 w 3129
ΞΕ 17 w 3132
ἀλλὰ 3 w 3137
δὴ 4 w 3139
τῷ 6 w 3141
μύθῳ 1 w 3145
μου 3 w 3148
πάνυ 3 w 3152
πρόσεχε 1 w 3159
τὸν 9 w 3162
νοῦν 1 w 3166
καθάπερ 3 w 3174
οἱ 2 w 3176
παῖδες 1 w 3182
πάντως 1 w 3189
οὐ 17 w 3191
πολλὰ 1 w 3196
ἐκφεύγεις 1 w 3205
παιδιὰς 1 w 3212
ἔτη 1 w 3215
ΝΕ 18 w 3218
ΣΩ 18 w 3221
λέγοις 2 w 3228
ἄν 2 w 3230
ΞΕ 18 w 3233
ἦν 3 w 3236
τοίνυν 5 w 3242
καὶ 29 w 3245
ἔτι 4 w 3248
ἔσται 1 w 3253
τῶν 11 w 3256
πάλαι 1 w 3261
λεχθέντων 1 w 3270
πολλά 1 w 3275
τε 20 w 3277
ἄλλα 1 w 3281
καὶ 30 w 3284
δὴ 5 w 3286
καὶ 31 w 3289
τὸ 32 w 3291
περὶ 5 w 3295
τὴν 4 w 3298
Ἀτρέως 1 w 3304
τε 21 w 3306
καὶ 32 w 3309
Θυέστου 1 w 3316
λεχθεῖσαν 1 w 3325
ἔριν 1 w 3329
φάσμα 1 w 3334
ἀκήκοας 1 w 3342
γάρ 2 w 3345
που 1 w 3348
καὶ 33 w 3351
ἀπομνημονεύεις 1 w 3365
5 w 3366
φασι 1 w 3370
γενέσθαι 1 w 3378
τότε 1 w 3382
ΝΕ 19 w 3385
ΣΩ 19 w 3388
τὸ 33 w 3391
περὶ 6 w 3395
τῆς 14 w 3398
χρυσῆς 1 w 3404
ἀρνὸς 1 w 3409
ἴσως 2 w 3413
σημεῖον 1 w 3420
φράζεις 1 w 3427
ΞΕ 19 w 3430
οὐδαμῶς 3 w 3438
ἀλλὰ 4 w 3443
τὸ 34 w 3445
περὶ 7 w 3449
τῆς 15 w 3452
μεταβολῆς 1 w 3461
δύσεώς 1 w 3467
τε 23 w 3469
καὶ 34 w 3472
ἀνατολῆς 1 w 3480
ἡλίου 1 w 3485
καὶ 35 w 3488
τῶν 12 w 3491
ἄλλων 5 w 3496
ἄστρων 1 w 3502
ὡς 2 w 3505
ἄρα 1 w 3508
ὅθεν 1 w 3512
μὲν 6 w 3515
ἀνατέλλει 1 w 3524
νῦν 3 w 3527
εἰς 2 w 3530
τοῦτον 1 w 3536
τότε 2 w 3540
τὸν 10 w 3543
τόπον 1 w 3548
ἐδύετο 1 w 3554
ἀνέτελλε 1 w 3563
δʼ 5 w 3565
ἐκ 6 w 3567
τοῦ 15 w 3570
ἐναντίου 1 w 3578
τότε 3 w 3583
δὲ 5 w 3585
δὴ 6 w 3587
μαρτυρήσας 1 w 3597
ἄρα 2 w 3600
7 w 3601
θεὸς 1 w 3605
Ἀτρεῖ 1 w 3610
μετέβαλεν 1 w 3619
αὐτὸ 11 w 3623
ἐπὶ 4 w 3626
τὸ 37 w 3628
νῦν 4 w 3631
σχῆμα 2 w 3636
ΝΕ 20 w 3639
ΣΩ 20 w 3642
λέγεται 1 w 3650
γὰρ 2 w 3653
οὖν 6 w 3656
δὴ 7 w 3658
καὶ 36 w 3661
τοῦτο 5 w 3666
ΞΕ 20 w 3669
καὶ 37 w 3673
μὴν 4 w 3676
αὖ 3 w 3678
καὶ 38 w 3681
τήν 1 w 3684
γε 16 w 3686
βασιλείαν 1 w 3695
ἣν 1 w 3697
ἦρξε 1 w 3701
Κρόνος 1 w 3707
πολλῶν 2 w 3713
ἀκηκόαμεν 1 w 3722
ΝΕ 21 w 3725
ΣΩ 21 w 3728
πλείστων 1 w 3737
μὲν 7 w 3740
οὖν 7 w 3743
ΞΕ 21 w 3746
τί 2 w 3749
δέ 2 w 3751
τὸ 38 w 3754
τοὺς 3 w 3758
ἔμπροσθεν 2 w 3767
φύεσθαι 1 w 3774
γηγενεῖς 1 w 3782
καὶ 39 w 3785
μὴ 7 w 3787
ἐξ 2 w 3789
ἀλλήλων 1 w 3796
γεννᾶσθαι 1 w 3805
ΝΕ 22 w 3808
ΣΩ 22 w 3811
καὶ 40 w 3815
τοῦτο 6 w 3820
ἓν 1 w 3822
τῶν 13 w 3825
πάλαι 2 w 3830
λεχθέντων 2 w 3839
ΞΕ 22 w 3842
ταῦτα 1 w 3848
τοίνυν 6 w 3854
ἔστι 1 w 3858
μὲν 8 w 3861
σύμπαντα 1 w 3869
ἐκ 7 w 3871
ταὐτοῦ 1 w 3877
πάθους 1 w 3883
καὶ 41 w 3887
πρὸς 2 w 3891
τούτοις 2 w 3898
ἕτερα 1 w 3903
μυρία 1 w 3908
καὶ 42 w 3911
τούτων 2 w 3917
ἔτι 5 w 3920
θαυμαστότερα 1 w 3932
διὰ 3 w 3936
δὲ 6 w 3938
χρόνου 1 w 3944
πλῆθος 1 w 3950
τὰ 3 w 3952
μὲν 9 w 3955
αὐτῶν 2 w 3960
ἀπέσβηκε 1 w 3968
τὰ 4 w 3971
δὲ 7 w 3973
διεσπαρμένα 1 w 3984
εἴρηται 1 w 3991
χωρὶς 1 w 3996
ἕκαστα 1 w 4002
ἀπʼ 2 w 4005
ἀλλήλων 2 w 4012
2 w 4014
δʼ 6 w 4016
ἐστὶν 1 w 4021
πᾶσι 1 w 4025
τούτοις 3 w 4032
αἴτιον 1 w 4038
τὸ 39 w 4040
πάθος 1 w 4045
οὐδεὶς 2 w 4051
εἴρηκεν 1 w 4058
νῦν 5 w 4062
δὲ 8 w 4064
δὴ 8 w 4066
λεκτέον 1 w 4073
εἰς 3 w 4077
γὰρ 3 w 4080
τὴν 5 w 4083
τοῦ 19 w 4086
βασιλέως 2 w 4094
ἀπόδειξιν 1 w 4103
πρέψει 1 w 4109
ῥηθέν 1 w 4114
ΝΕ 23 w 4117
ΣΩ 23 w 4120
κάλλιστʼ 1 w 4129
εἶπες 2 w 4134
καὶ 43 w 4138
λέγε 2 w 4142
μηδὲν 1 w 4147
ἐλλείπων 1 w 4155
ΞΕ 23 w 4158
ἀκούοις 1 w 4166
ἄν 3 w 4168
τὸ 40 w 4171
γὰρ 4 w 4174
πᾶν 1 w 4177
τόδε 2 w 4181
τοτὲ 1 w 4185
μὲν 10 w 4188
αὐτὸς 5 w 4193
8 w 4194
θεὸς 2 w 4198
συμποδηγεῖ 1 w 4208
πορευόμενον 1 w 4219
καὶ 44 w 4222
συγκυκλεῖ 1 w 4231
τοτὲ 2 w 4236
δὲ 10 w 4238
ἀνῆκεν 1 w 4244
ὅταν 2 w 4249
αἱ 1 w 4251
περίοδοι 1 w 4259
τοῦ 20 w 4262
προσήκοντος 1 w 4273
αὐτῷ 3 w 4277
μέτρον 1 w 4283
εἰλήφωσιν 1 w 4292
ἤδη 2 w 4295
χρόνου 2 w 4301
τὸ 42 w 4304
δὲ 11 w 4306
πάλιν 3 w 4311
αὐτόματον 1 w 4320
εἰς 4 w 4323
τἀναντία 1 w 4331
περιάγεται 1 w 4341
ζῷον 1 w 4346
ὂν 1 w 4348
καὶ 45 w 4351
φρόνησιν 1 w 4359
εἰληχὸς 1 w 4366
ἐκ 8 w 4368
τοῦ 21 w 4371
συναρμόσαντος 1 w 4384
αὐτὸ 13 w 4388
κατʼ 2 w 4392
ἀρχάς 1 w 4397
τοῦτο 7 w 4403
δὲ 12 w 4405
αὐτῷ 4 w 4409
τὸ 44 w 4411
ἀνάπαλιν 1 w 4419
ἰέναι 1 w 4424
διὰ 4 w 4427
τόδʼ 1 w 4431
ἐξ 3 w 4433
ἀνάγκης 1 w 4440
ἔμφυτον 1 w 4447
γέγονε 1 w 4453
ΝΕ 24 w 4456
ΣΩ 24 w 4459
διὰ 5 w 4463
τὸ 45 w 4465
ποῖον 3 w 4470
δή 4 w 4472
ΞΕ 24 w 4475
τὸ 46 w 4478
κατὰ 1 w 4482
ταὐτὰ 1 w 4487
καὶ 46 w 4490
ὡσαύτως 1 w 4497
ἔχειν 1 w 4502
ἀεὶ 2 w 4505
καὶ 47 w 4508
ταὐτὸν 2 w 4514
εἶναι 2 w 4519
τοῖς 3 w 4523
πάντων 2 w 4529
θειοτάτοις 1 w 4539
προσήκει 1 w 4547
μόνοις 1 w 4553
σώματος 1 w 4561
δὲ 13 w 4563
φύσις 1 w 4568
οὐ 20 w 4570
ταύτης 2 w 4576
τῆς 16 w 4579
τάξεως 1 w 4585
ὃν 1 w 4588
δὲ 14 w 4590
οὐρανὸν 1 w 4597
καὶ 48 w 4600
κόσμον 1 w 4606
ἐπωνομάκαμεν 1 w 4618
πολλῶν 3 w 4625
μὲν 11 w 4628
καὶ 49 w 4631
μακαρίων 1 w 4639
παρὰ 1 w 4643
τοῦ 23 w 4646
γεννήσαντος 1 w 4657
μετείληφεν 2 w 4667
ἀτὰρ 1 w 4672
οὖν 8 w 4675
δὴ 9 w 4677
κεκοινώνηκέ 1 w 4688
γε 23 w 4690
καὶ 50 w 4693
σώματος 2 w 4700
ὅθεν 2 w 4705
αὐτῷ 5 w 4709
μεταβολῆς 2 w 4718
ἀμοίρῳ 1 w 4724
γίγνεσθαι 1 w 4733
διὰ 6 w 4736
παντὸς 1 w 4742
ἀδύνατον 1 w 4750
κατὰ 2 w 4755
δύναμίν 1 w 4762
γε 24 w 4764
μὴν 5 w 4767
ὅτι 3 w 4770
μάλιστα 3 w 4777
ἐν 3 w 4779
τῷ 10 w 4781
αὐτῷ 6 w 4785
κατὰ 3 w 4789
ταὐτὰ 2 w 4794
μίαν 1 w 4798
φορὰν 1 w 4803
κινεῖται 1 w 4811
διὸ 1 w 4815
τὴν 6 w 4818
ἀνακύκλησιν 1 w 4829
εἴληχεν 1 w 4836
ὅτι 4 w 4840
σμικροτάτην 1 w 4851
τῆς 17 w 4854
αὑτοῦ 2 w 4859
κινήσεως 1 w 4867
παράλλαξιν 1 w 4877
αὐτὸ 15 w 4882
δὲ 15 w 4884
ἑαυτὸ 1 w 4889
στρέφειν 1 w 4897
ἀεὶ 3 w 4900
σχεδὸν 2 w 4906
οὐδενὶ 1 w 4912
δυνατὸν 1 w 4919
πλὴν 1 w 4923
τῷ 12 w 4925
τῶν 15 w 4928
κινουμένων 1 w 4938
αὖ 4 w 4940
πάντων 3 w 4946
ἡγουμένῳ 1 w 4954
κινεῖν 1 w 4961
δὲ 16 w 4963
τούτῳ 1 w 4968
τοτὲ 3 w 4972
μὲν 12 w 4975
ἄλλως 1 w 4980
αὖθις 1 w 4986
δὲ 17 w 4988
ἐναντίως 1 w 4996
οὐ 23 w 4998
θέμις 1 w 5003
ΞΕ 25 w 5006
ἐκ 9 w 5009
πάντων 4 w 5015
δὴ 10 w 5017
τούτων 3 w 5023
τὸν 13 w 5026
κόσμον 2 w 5032
μήτε 1 w 5036
αὐτὸν 5 w 5041
χρὴ 1 w 5044
φάναι 1 w 5049
στρέφειν 2 w 5057
ἑαυτὸν 1 w 5063
ἀεί 1 w 5066
μήτʼ 1 w 5071
αὖ 6 w 5073
ὅλον 1 w 5077
ἀεὶ 4 w 5080
ὑπὸ 1 w 5083
θεοῦ 1 w 5087
στρέφεσθαι 1 w 5097
διττὰς 1 w 5103
καὶ 51 w 5106
ἐναντίας 1 w 5114
περιαγωγάς 1 w 5124
μήτʼ 2 w 5129
αὖ 7 w 5131
δύο 1 w 5134
τινὲ 1 w 5138
θεὼ 1 w 5141
φρονοῦντε 1 w 5150
ἑαυτοῖς 1 w 5157
ἐναντία 2 w 5164
στρέφειν 3 w 5172
αὐτόν 2 w 5177
ἀλλʼ 3 w 5182
ὅπερ 1 w 5186
ἄρτι 2 w 5190
ἐρρήθη 2 w 5196
καὶ 52 w 5199
μόνον 5 w 5204
λοιπόν 1 w 5210
τοτὲ 4 w 5215
μὲν 13 w 5218
ὑπʼ 1 w 5221
ἄλλης 3 w 5226
συμποδηγεῖσθαι 1 w 5240
θείας 1 w 5245
αἰτίας 1 w 5251
τὸ 55 w 5254
ζῆν 1 w 5257
πάλιν 4 w 5262
ἐπικτώμενον 1 w 5273
καὶ 53 w 5276
λαμβάνοντα 1 w 5286
ἀθανασίαν 1 w 5295
ἐπισκευαστὴν 1 w 5307
παρὰ 2 w 5311
τοῦ 25 w 5314
δημιουργοῦ 1 w 5324
τοτὲ 5 w 5329
δʼ 8 w 5331
ὅταν 3 w 5335
ἀνεθῇ 1 w 5340
διʼ 2 w 5344
ἑαυτοῦ 1 w 5350
αὐτὸν 6 w 5355
ἰέναι 2 w 5360
κατὰ 4 w 5365
καιρὸν 1 w 5371
ἀφεθέντα 1 w 5379
τοιοῦτον 1 w 5387
ὥστε 1 w 5392
ἀνάπαλιν 2 w 5400
πορεύεσθαι 1 w 5410
πολλὰς 1 w 5416
περιόδων 1 w 5424
μυριάδας 1 w 5432
διὰ 7 w 5435
δὴ 11 w 5437
τὸ 57 w 5439
μέγιστον 1 w 5447
ὂν 2 w 5449
καὶ 54 w 5452
ἰσορροπώτατον 1 w 5465
ἐπὶ 5 w 5468
μικροτάτου 1 w 5478
βαῖνον 1 w 5484
ποδὸς 1 w 5489
ἰέναι 3 w 5494
ΝΕ 25 w 5497
ΣΩ 25 w 5500
φαίνεται 1 w 5509
γοῦν 1 w 5513
δὴ 12 w 5515
καὶ 55 w 5518
μάλα 1 w 5522
εἰκότως 1 w 5529
εἰρῆσθαι 3 w 5537
πάνθʼ 1 w 5542
ὅσα 1 w 5545
διελήλυθας 1 w 5555
ΞΕ 26 w 5558
λογισάμενοι 1 w 5570
δὴ 13 w 5572
συννοήσωμεν 1 w 5583
τὸ 58 w 5585
πάθος 2 w 5590
ἐκ 10 w 5592
τῶν 16 w 5595
νῦν 6 w 5598
λεχθέντων 3 w 5607
4 w 5609
πάντων 5 w 5615
ἔφαμεν 1 w 5621
εἶναι 3 w 5626
τῶν 17 w 5629
θαυμαστῶν 1 w 5638
αἴτιον 2 w 5644
ἔστι 2 w 5649
γὰρ 5 w 5652
οὖν 9 w 5655
δὴ 14 w 5657
τοῦτʼ 4 w 5662
αὐτό 5 w 5666
ΝΕ 26 w 5669
ΣΩ 26 w 5672
τὸ 59 w 5675
ποῖον 4 w 5680
ΞΕ 27 w 5683
τὸ 60 w 5686
τὴν 8 w 5689
τοῦ 28 w 5692
παντὸς 2 w 5698
φορὰν 2 w 5703
τοτὲ 6 w 5707
μὲν 14 w 5710
ἐφʼ 2 w 5713
1 w 5714
νῦν 7 w 5717
κυκλεῖται 1 w 5726
φέρεσθαι 1 w 5734
τοτὲ 7 w 5739
δʼ 9 w 5741
ἐπὶ 6 w 5744
τἀναντία 2 w 5752
ΝΕ 27 w 5755
ΣΩ 27 w 5758
πῶς 4 w 5762
δή 5 w 5764
ΞΕ 28 w 5767
ταύτην 2 w 5774
τὴν 9 w 5777
μεταβολὴν 1 w 5786
ἡγεῖσθαι 1 w 5794
δεῖ 3 w 5797
τῶν 19 w 5800
περὶ 8 w 5804
τὸν 17 w 5807
οὐρανὸν 2 w 5814
γιγνομένων 2 w 5824
τροπῶν 1 w 5830
πασῶν 1 w 5835
εἶναι 4 w 5840
μεγίστην 1 w 5848
καὶ 56 w 5851
τελεωτάτην 1 w 5861
τροπήν 1 w 5867
ΝΕ 28 w 5870
ΣΩ 28 w 5873
ἔοικε 1 w 5879
γοῦν 2 w 5883
ΞΕ 29 w 5886
μεγίστας 1 w 5895
τοίνυν 7 w 5901
καὶ 57 w 5904
μεταβολὰς 1 w 5913
χρὴ 2 w 5916
νομίζειν 1 w 5924
γίγνεσθαι 2 w 5933
τότε 5 w 5937
τοῖς 5 w 5941
ἐντὸς 1 w 5946
ἡμῖν 6 w 5950
οἰκοῦσιν 1 w 5958
αὐτοῦ 3 w 5963
ΝΕ 29 w 5966
ΣΩ 29 w 5969
καὶ 58 w 5973
τοῦτο 8 w 5978
εἰκός 1 w 5983
ΞΕ 30 w 5986
μεταβολὰς 2 w 5996
δὲ 18 w 5998
μεγάλας 1 w 6005
καὶ 59 w 6008
πολλὰς 2 w 6014
καὶ 60 w 6017
παντοίας 1 w 6025
συμφερομένας 1 w 6037
ἆρʼ 1 w 6040
οὐκ 7 w 6043
ἴσμεν 2 w 6048
τὴν 10 w 6051
τῶν 20 w 6054
ζῴων 1 w 6058
φύσιν 1 w 6063
ὅτι 5 w 6066
χαλεπῶς 1 w 6073
ἀνέχεται 1 w 6081
ΝΕ 30 w 6084
ΣΩ 30 w 6087
πῶς 6 w 6091
δʼ 10 w 6093
οὔ 1 w 6095
ΞΕ 31 w 6098
φθοραὶ 1 w 6105
τοίνυν 8 w 6111
ἐξ 4 w 6113
ἀνάγκης 2 w 6120
τότε 6 w 6124
μέγισται 1 w 6132
συμβαίνουσι 1 w 6143
τῶν 21 w 6146
τε 36 w 6148
ἄλλων 6 w 6153
ζῴων 2 w 6157
καὶ 61 w 6161
δὴ 15 w 6163
καὶ 62 w 6166
τὸ 64 w 6168
τῶν 22 w 6171
ἀνθρώπων 3 w 6179
γένος 2 w 6184
ὀλίγον 2 w 6190
τι 40 w 6192
περιλείπεται 1 w 6204
περὶ 9 w 6209
δὲ 19 w 6211
τούτους 1 w 6218
ἄλλα 2 w 6222
τε 37 w 6224
παθήματα 1 w 6232
πολλὰ 4 w 6237
καὶ 63 w 6240
θαυμαστὰ 1 w 6248
καὶ 64 w 6251
καινὰ 1 w 6256
συμπίπτει 1 w 6265
μέγιστον 2 w 6274
δὲ 20 w 6276
τόδε 3 w 6280
καὶ 65 w 6283
συνεπόμενον 1 w 6294
τῇ 1 w 6296
τοῦ 31 w 6299
παντὸς 3 w 6305
ἀνειλίξει 1 w 6314
τότε 7 w 6318
ὅταν 4 w 6323
12 w 6324
τῆς 18 w 6327
νῦν 8 w 6330
καθεστηκυίας 1 w 6342
ἐναντία 3 w 6349
γίγνηται 1 w 6357
τροπή 2 w 6362
ΝΕ 31 w 6365
ΣΩ 31 w 6368
τὸ 66 w 6371
ποῖον 5 w 6376
ΞΕ 32 w 6379
ἣν 2 w 6382
ἡλικίαν 1 w 6389
ἕκαστον 1 w 6396
εἶχε 1 w 6400
τῶν 23 w 6403
ζῴων 3 w 6407
αὕτη 1 w 6412
πρῶτον 1 w 6418
μὲν 15 w 6421
ἔστη 1 w 6425
πάντων 6 w 6431
καὶ 66 w 6435
ἐπαύσατο 1 w 6443
πᾶν 2 w 6446
ὅσον 2 w 6450
ἦν 4 w 6452
θνητὸν 1 w 6458
ἐπὶ 7 w 6461
τὸ 68 w 6463
γεραίτερον 1 w 6473
ἰδεῖν 1 w 6478
πορευόμενον 2 w 6489
μεταβάλλον 1 w 6500
δὲ 21 w 6502
πάλιν 5 w 6507
ἐπὶ 8 w 6510
τοὐναντίον 1 w 6520
οἷον 4 w 6524
νεώτερον 1 w 6532
καὶ 67 w 6535
ἁπαλώτερον 1 w 6545
ἐφύετο 1 w 6551
καὶ 68 w 6555
τῶν 24 w 6558
μὲν 16 w 6561
πρεσβυτέρων 1 w 6572
αἱ 2 w 6574
λευκαὶ 1 w 6580
τρίχες 1 w 6586
ἐμελαίνοντο 1 w 6597
τῶν 25 w 6601
δʼ 11 w 6603
αὖ 8 w 6605
γενειώντων 1 w 6615
αἱ 3 w 6617
παρειαὶ 1 w 6624
λεαινόμεναι 1 w 6635
πάλιν 6 w 6640
ἐπὶ 9 w 6643
τὴν 11 w 6646
παρελθοῦσαν 1 w 6657
ὥραν 1 w 6661
ἕκαστον 2 w 6668
καθίστασαν 1 w 6678
τῶν 26 w 6682
δὲ 22 w 6684
ἡβώντων 1 w 6691
τὰ 14 w 6693
σώματα 1 w 6699
λεαινόμενα 2 w 6709
καὶ 70 w 6712
σμικρότερα 1 w 6722
καθʼ 2 w 6726
ἡμέραν 1 w 6732
καὶ 71 w 6735
νύκτα 1 w 6740
ἑκάστην 1 w 6747
γιγνόμενα 1 w 6756
πάλιν 7 w 6761
εἰς 5 w 6764
τὴν 12 w 6767
τοῦ 32 w 6770
νεογενοῦς 1 w 6779
παιδὸς 1 w 6785
φύσιν 2 w 6790
ἀπῄει 1 w 6795
κατά 1 w 6800
τε 44 w 6802
τὴν 13 w 6805
ψυχὴν 1 w 6810
καὶ 72 w 6813
κατὰ 5 w 6817
τὸ 69 w 6819
σῶμα 1 w 6823
ἀφομοιούμενα 1 w 6835
τὸ 70 w 6838
δʼ 12 w 6840
ἐντεῦθεν 1 w 6848
ἤδη 3 w 6851
μαραινόμενα 1 w 6862
κομιδῇ 1 w 6868
τὸ 71 w 6870
πάμπαν 1 w 6876
ἐξηφανίζετο 1 w 6887
τῶν 27 w 6891
δʼ 13 w 6893
αὖ 9 w 6895
βιαίως 1 w 6901
τελευτώντων 1 w 6912
ἐν 10 w 6914
τῷ 13 w 6916
τότε 8 w 6920
χρόνῳ 1 w 6925
τὸ 72 w 6927
τοῦ 33 w 6930
νεκροῦ 1 w 6936
σῶμα 2 w 6940
τὰ 16 w 6942
αὐτὰ 3 w 6946
ταῦτα 2 w 6951
πάσχον 1 w 6957
παθήματα 2 w 6965
διὰ 8 w 6968
τάχους 1 w 6974
ἄδηλον 1 w 6980
ἐν 11 w 6982
ὀλίγαις 1 w 6989
ἡμέραις 1 w 6996
διεφθείρετο 1 w 7007
ΝΕ 32 w 7010
ΣΩ 32 w 7013
γένεσις 1 w 7021
δὲ 23 w 7023
δὴ 16 w 7025
τίς 1 w 7028
τότʼ 1 w 7032
ἦν 5 w 7034
3 w 7036
ξένε 1 w 7040
ζῴων 4 w 7045
καὶ 73 w 7049
τίνα 1 w 7053
τρόπον 1 w 7059
ἐξ 6 w 7061
ἀλλήλων 3 w 7068
ἐγεννῶντο 1 w 7077
ΞΕ 33 w 7080
δῆλον 1 w 7086
4 w 7088
Σώκρατες 3 w 7096
ὅτι 6 w 7100
τὸ 73 w 7102
μὲν 17 w 7105
ἐξ 7 w 7107
ἀλλήλων 4 w 7114
οὐκ 8 w 7117
ἦν 6 w 7119
ἐν 12 w 7121
τῇ 2 w 7123
τότε 9 w 7127
φύσει 2 w 7132
γεννώμενον 1 w 7142
τὸ 74 w 7145
δὲ 24 w 7147
γηγενὲς 1 w 7154
εἶναί 2 w 7159
ποτε 1 w 7163
γένος 3 w 7168
λεχθὲν 1 w 7174
τοῦτʼ 5 w 7179
ἦν 7 w 7181
τὸ 75 w 7183
κατʼ 3 w 7187
ἐκεῖνον 1 w 7194
τὸν 19 w 7197
χρόνον 1 w 7203
ἐκ 12 w 7205
γῆς 1 w 7208
πάλιν 8 w 7213
ἀναστρεφόμενον 1 w 7227
ἀπεμνημονεύετο 1 w 7242
δὲ 25 w 7244
ὑπὸ 2 w 7247
τῶν 28 w 7250
ἡμετέρων 1 w 7258
προγόνων 1 w 7266
τῶν 29 w 7269
πρώτων 1 w 7275
οἳ 1 w 7278
τελευτώσῃ 1 w 7287
μὲν 18 w 7290
τῇ 3 w 7292
προτέρᾳ 1 w 7299
περιφορᾷ 1 w 7307
τὸν 20 w 7310
ἑξῆς 1 w 7314
χρόνον 2 w 7320
ἐγειτόνουν 1 w 7330
τῆσδε 1 w 7336
δὲ 26 w 7338
κατʼ 4 w 7342
ἀρχὰς 2 w 7347
ἐφύοντο 1 w 7354
τούτων 4 w 7361
γὰρ 6 w 7364
οὗτοι 2 w 7369
κήρυκες 1 w 7376
ἐγένονθʼ 1 w 7384
ἡμῖν 7 w 7388
τῶν 30 w 7391
λόγων 1 w 7396
οἳ 2 w 7399
νῦν 9 w 7402
ὑπὸ 3 w 7405
πολλῶν 4 w 7411
οὐκ 9 w 7414
ὀρθῶς 3 w 7419
ἀπιστοῦνται 1 w 7430
τὸ 78 w 7433
γὰρ 7 w 7436
ἐντεῦθεν 2 w 7444
οἶμαι 1 w 7449
χρὴ 3 w 7452
συννοεῖν 1 w 7460
ἑπόμενον 1 w 7469
γάρ 3 w 7472
ἐστι 2 w 7476
τῷ 14 w 7478
τοὺς 4 w 7482
πρεσβύτας 1 w 7491
ἐπὶ 10 w 7494
τὴν 14 w 7497
τοῦ 36 w 7500
παιδὸς 2 w 7506
ἰέναι 4 w 7511
φύσιν 3 w 7516
ἐκ 13 w 7519
τῶν 31 w 7522
τετελευτηκότων 1 w 7536
αὖ 10 w 7538
κειμένων 1 w 7547
δὲ 27 w 7549
ἐν 14 w 7551
γῇ 1 w 7553
πάλιν 9 w 7559
ἐκεῖ 2 w 7563
συνισταμένους 1 w 7576
καὶ 74 w 7579
ἀναβιωσκομένους 1 w 7594
ἕπεσθαι 1 w 7602
τῇ 4 w 7604
τροπῇ 1 w 7609
συνανακυκλουμένης 1 w 7626
εἰς 6 w 7629
τἀναντία 3 w 7637
τῆς 19 w 7640
γενέσεως 2 w 7648
καὶ 75 w 7652
γηγενεῖς 2 w 7660
δὴ 17 w 7662
κατὰ 6 w 7666
τοῦτον 2 w 7672
τὸν 21 w 7675
λόγον 5 w 7680
ἐξ 8 w 7682
ἀνάγκης 3 w 7689
φυομένους 1 w 7698
οὕτως 3 w 7704
ἔχειν 2 w 7709
τοὔνομα 1 w 7716
καὶ 76 w 7719
τὸν 22 w 7722
λόγον 6 w 7727
ὅσους 1 w 7733
μὴ 9 w 7735
θεὸς 3 w 7739
αὐτῶν 3 w 7744
εἰς 7 w 7747
ἄλλην 1 w 7752
μοῖραν 1 w 7758
ἐκόμισεν 1 w 7766
ΝΕ 33 w 7769
ΣΩ 33 w 7772
κομιδῇ 2 w 7779
μὲν 19 w 7782
οὖν 10 w 7785
τοῦτό 2 w 7790
γε 36 w 7792
ἕπεται 1 w 7798
τοῖς 6 w 7802
ἔμπροσθεν 3 w 7811
ἀλλὰ 5 w 7816
δὴ 18 w 7818
τὸν 23 w 7821
βίον 1 w 7825
ὃν 2 w 7827
ἐπὶ 11 w 7830
τῆς 20 w 7833
Κρόνου 1 w 7839
φῂς 1 w 7842
εἶναι 5 w 7847
δυνάμεως 1 w 7855
πότερον 1 w 7863
ἐν 15 w 7865
ἐκείναις 1 w 7873
ἦν 8 w 7875
ταῖς 1 w 7879
τροπαῖς 1 w 7886
2 w 7887
ἐν 16 w 7889
ταῖσδε 1 w 7895
τὴν 15 w 7899
μὲν 20 w 7902
γὰρ 8 w 7905
τῶν 33 w 7908
ἄστρων 2 w 7914
τε 56 w 7916
καὶ 77 w 7919
ἡλίου 2 w 7924
μεταβολὴν 2 w 7933
δῆλον 2 w 7938
ὡς 3 w 7940
ἐν 17 w 7942
ἑκατέραις 1 w 7951
συμπίπτει 2 w 7960
ταῖς 2 w 7964
τροπαῖς 2 w 7971
γίγνεσθαι 3 w 7980
ΞΕ 34 w 7983
καλῶς 2 w 7989
τῷ 15 w 7991
λόγῳ 2 w 7995
συμπαρηκολούθηκας 1 w 8012
6 w 8014
δʼ 14 w 8016
ἤρου 1 w 8020
περὶ 10 w 8024
τοῦ 39 w 8027
πάντα 1 w 8032
αὐτόματα 1 w 8040
γίγνεσθαι 4 w 8049
τοῖς 7 w 8053
ἀνθρώποις 1 w 8062
ἥκιστα 1 w 8069
τῆς 21 w 8072
νῦν 10 w 8075
ἐστι 3 w 8079
καθεστηκυίας 2 w 8091
φορᾶς 1 w 8096
ἀλλʼ 4 w 8101
ἦν 9 w 8103
καὶ 78 w 8106
τοῦτο 10 w 8111
τῆς 22 w 8114
ἔμπροσθεν 4 w 8123
τότε 10 w 8128
γὰρ 9 w 8131
αὐτῆς 1 w 8136
πρῶτον 2 w 8142
τῆς 24 w 8145
κυκλήσεως 1 w 8154
ἦρχεν 1 w 8159
ἐπιμελούμενος 1 w 8172
ὅλης 1 w 8176
9 w 8177
θεός 1 w 8181
ὣς 1 w 8184
δʼ 15 w 8186
αὖ 11 w 8188
κατὰ 7 w 8192
τόπους 1 w 8198
ταὐτὸν 3 w 8204
τοῦτο 11 w 8209
ὑπὸ 4 w 8213
θεῶν 1 w 8217
ἀρχόντων 2 w 8225
πάντʼ 1 w 8230
ἦν 10 w 8232
τὰ 20 w 8234
τοῦ 42 w 8237
κόσμου 1 w 8243
μέρη 1 w 8247
διειλημμένα 1 w 8258
καὶ 79 w 8262
δὴ 19 w 8264
καὶ 80 w 8267
τὰ 21 w 8269
ζῷα 1 w 8272
κατὰ 8 w 8276
γένη 1 w 8280
καὶ 81 w 8283
ἀγέλας 1 w 8289
οἷον 5 w 8293
νομῆς 2 w 8298
θεῖοι 1 w 8303
διειλήφεσαν 1 w 8314
δαίμονες 1 w 8322
αὐτάρκης 1 w 8331
εἰς 8 w 8334
πάντα 2 w 8339
ἕκαστος 1 w 8346
ἑκάστοις 1 w 8354
ὢν 1 w 8356
οἷς 1 w 8359
αὐτὸς 6 w 8364
ἔνεμεν 1 w 8370
ὥστε 2 w 8375
οὔτʼ 1 w 8379
ἄγριον 1 w 8385
ἦν 11 w 8387
οὐδὲν 1 w 8392
οὔτε 1 w 8396
ἀλλήλων 5 w 8403
ἐδωδαί 1 w 8409
πόλεμός 1 w 8417
τε 61 w 8419
οὐκ 10 w 8422
ἐνῆν 1 w 8426
οὐδὲ 2 w 8430
στάσις 1 w 8436
τὸ 84 w 8438
παράπαν 1 w 8445
ἄλλα 3 w 8450
θʼ 6 w 8452
ὅσα 2 w 8455
τῆς 25 w 8458
τοιαύτης 1 w 8466
ἐστὶ 3 w 8470
κατακοσμήσεως 1 w 8483
ἑπόμενα 1 w 8490
μυρία 2 w 8496
ἂν 5 w 8498
εἴη 1 w 8501
λέγειν 1 w 8507
τὸ 85 w 8510
δʼ 16 w 8512
οὖν 11 w 8515
τῶν 34 w 8518
ἀνθρώπων 4 w 8526
λεχθὲν 2 w 8532
αὐτομάτου 1 w 8541
πέρι 2 w 8545
βίου 1 w 8549
διὰ 9 w 8552
τὸ 86 w 8554
τοιόνδε 1 w 8561
εἴρηται 2 w 8568