Scaife ATLAS

CTS Library / Theaetetus

Theaetetus (192-196)

urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:192-196
Refs {'start': {'reference': '192', 'human_reference': 'None 192'}, 'end': {'reference': '196', 'human_reference': 'None 196'}}
Ancestors []
Children []
prev
plain textXML
next

192
192a
ΣΩ. δεῖ ὧδε λέγεσθαι περὶ αὐτῶν ἐξ ἀρχῆς διοριζομένους ὅτι μέν τις οἶδεν, σχὼν αὐτοῦ μνημεῖον ἐν τῇ ψυχῇ, αἰσθάνεται δὲ αὐτὸ μή, οἰηθῆναι ἕτερόν τι ὧν οἶδεν, ἔχοντα καὶ ἐκείνου τύπον, αἰσθανόμενον δὲ μή, ἀδύνατον. καὶ γε οἶδεν αὖ, οἰηθῆναι εἶναι μὴ οἶδε μηδʼ ἔχει αὐτοῦ σφραγῖδα· καὶ μὴ οἶδεν, μὴ οἶδεν αὖ· καὶ μὴ οἶδεν, οἶδε· καὶ αἰσθάνεταί γε, ἕτερόν τι ὧν αἰσθάνεται οἰηθῆναι εἶναι· καὶ αἰσθάνεται, ὧν τι μὴ αἰσθάνεται· καὶ
192b
μὴ αἰσθάνεται, ὧν μὴ αἰσθάνεται· καὶ μὴ αἰσθάνεται, ὧν αἰσθάνεται. καὶ ἔτι γε αὖ καὶ οἶδε καὶ αἰσθάνεται καὶ ἔχει τὸ σημεῖον κατὰ τὴν αἴσθησιν, οἰηθῆναι αὖ ἕτερόν τι ὧν οἶδε καὶ αἰσθάνεται καὶ ἔχει αὖ καὶ ἐκείνου τὸ σημεῖον κατὰ τὴν αἴσθησιν, ἀδυνατώτερον ἔτι ἐκείνων, εἰ οἷόν τε. καὶ οἶδε καὶ αἰσθάνεται ἔχων τὸ μνημεῖον ὀρθῶς, οἶδεν οἰηθῆναι ἀδύνατον· καὶ οἶδε καὶ αἰσθάνεται ἔχων
192c
κατὰ ταὐτά, αἰσθάνεται· καὶ αὖ μὴ οἶδε μηδὲ αἰσθάνεται, μὴ οἶδε μηδὲ αἰσθάνεται· καὶ μὴ οἶδε μηδὲ αἰσθάνεται, μὴ οἶδε· καὶ μὴ οἶδε μηδὲ αἰσθάνεται, μὴ αἰσθάνεται· πάντα ταῦτα ὑπερβάλλει ἀδυναμίᾳ τοῦ ἐν αὐτοῖς ψευδῆ τινα δοξάσαι. λείπεται δὴ ἐν τοῖς τοιοῖσδε, εἴπερ που ἄλλοθι, τὸ τοιοῦτον γενέσθαι.

ΘΕΑΙ. ἐν τίσι δή; ἐὰν ἄρα ἐξ αὐτῶν τι μᾶλλον μάθω· νῦν μὲν γὰρ οὐχ ἕπομαι.

ΣΩ. ἐν οἷς οἶδεν, οἰηθῆναι αὐτὰ ἕτερʼ ἄττα εἶναι ὧν οἶδε καὶ αἰσθάνεται· ὧν μὴ οἶδεν, αἰσθάνεται δέ· ὧν
192d
οἶδε καὶ αἰσθάνεται, ὧν οἶδεν αὖ καὶ αἰσθάνεται.

ΘΕΑΙ. νῦν πολὺ πλέον ἀπελείφθην τότε.

ΣΩ. ὧδε δὴ ἀνάπαλιν ἄκουε. ἐγὼ εἰδὼς Θεόδωρον καὶ ἐν ἐμαυτῷ μεμνημένος οἷός ἐστι, καὶ Θεαίτητον κατὰ ταὐτά, ἄλλο τι ἐνίοτε μὲν ὁρῶ αὐτούς, ἐνίοτε δὲ οὔ, καὶ ἅπτομαί ποτʼ αὐτῶν, τοτὲ δʼ οὔ, καὶ ἀκούω τινα ἄλλην αἴσθησιν αἰσθάνομαι, τοτὲ δʼ αἴσθησιν μὲν οὐδεμίαν ἔχω περὶ ὑμῶν, μέμνημαι δὲ ὑμᾶς οὐδὲν ἧττον καὶ ἐπίσταμαι αὐτὸς ἐν ἐμαυτῷ;

192e
ΘΕΑΙ. πάνυ μὲν οὖν.

ΣΩ. τοῦτο τοίνυν πρῶτον μάθε ὧν βούλομαι δηλῶσαι, ὅτι ἔστι μὲν οἶδε μὴ αἰσθάνεσθαι, ἔστιν δὲ αἰσθάνεσθαι.

ΘΕΑΙ. ἀληθῆ.

ΣΩ. οὐκοῦν καὶ μὴ οἶδε, πολλάκις μὲν ἔστι μηδὲ αἰσθάνεσθαι, πολλάκις δὲ αἰσθάνεσθαι μόνον;

ΘΕΑΙ. ἔστι καὶ τοῦτο.

ΣΩ. ἰδὲ δὴ ἐάν τι μᾶλλον νῦν ἐπίσπῃ. Σωκράτης
193
193a
εἰ γιγνώσκει Θεόδωρον καὶ Θεαίτητον, ὁρᾷ δὲ μηδέτερον, μηδὲ ἄλλη αἴσθησις αὐτῷ πάρεστι περὶ αὐτῶν, οὐκ ἄν ποτε ἐν ἑαυτῷ δοξάσειεν ὡς Θεαίτητός ἐστι Θεόδωρος. λέγω τὶ οὐδέν;

ΘΕΑΙ. ναί, ἀληθῆ γε.

ΣΩ. τοῦτο μὲν τοίνυν ἐκείνων πρῶτον ἦν ὧν ἔλεγον.

ΘΕΑΙ. ἦν γάρ.

ΣΩ. δεύτερον τοίνυν, ὅτι τὸν μὲν γιγνώσκων ὑμῶν, τὸν δὲ μὴ γιγνώσκων, αἰσθανόμενος δὲ μηδέτερον, οὐκ ἄν ποτε αὖ οἰηθείην ὃν οἶδα εἶναι ὃν μὴ οἶδα.

ΘΕΑΙ. ὀρθῶς.

193b
ΣΩ. τρίτον δέ, μηδέτερον γιγνώσκων μηδὲ αἰσθανόμενος οὐκ ἂν οἰηθείην ὃν μὴ οἶδα ἕτερόν τινʼ εἶναι ὧν μὴ οἶδα. καὶ τἆλλα τὰ πρότερα πάνθʼ ἑξῆς νόμιζε πάλιν ἀκηκοέναι, ἐν οἷς οὐδέποτʼ ἐγὼ περὶ σοῦ καὶ Θεοδώρου τὰ ψευδῆ δοξάσω, οὔτε γιγνώσκων οὔτε ἀγνοῶν ἄμφω, οὔτε τὸν μέν, τὸν δʼ οὐ γιγνώσκων· καὶ περὶ αἰσθήσεων κατὰ ταὐτά, εἰ ἄρα ἕπῃ.

ΘΕΑΙ. ἕπομαι.

ΣΩ. λείπεται τοίνυν τὰ ψευδῆ δοξάσαι ἐν τῷδε, ὅταν γιγνώσκων σὲ καὶ Θεόδωρον, καὶ ἔχων ἐν ἐκείνῳ τῷ κηρίνῳ
193c
ὥσπερ δακτυλίων σφῷν ἀμφοῖν τὰ σημεῖα, διὰ μακροῦ καὶ μὴ ἱκανῶς ὁρῶν ἄμφω προθυμηθῶ, τὸ οἰκεῖον ἑκατέρου σημεῖον ἀποδοὺς τῇ οἰκείᾳ ὄψει, ἐμβιβάσας προσαρμόσαι εἰς τὸ ἑαυτῆς ἴχνος, ἵνα γένηται ἀναγνώρισις, εἶτα τούτων ἀποτυχὼν καὶ ὥσπερ οἱ ἔμπαλιν ὑποδούμενοι παραλλάξας προσβάλω τὴν ἑκατέρου ὄψιν πρὸς τὸ ἀλλότριον σημεῖον, καὶ οἷα τὰ ἐν τοῖς κατόπτροις τῆς ὄψεως πάθη, δεξιὰ εἰς
193d
ἀριστερὰ μεταρρεούσης, ταὐτὸν παθὼν διαμάρτω· τότε δὴ συμβαίνει ἑτεροδοξία καὶ τὸ ψευδῆ δοξάζειν.

ΘΕΑΙ. ἔοικε γάρ, Σώκρατες. θαυμασίως ὡς λέγεις τὸ τῆς δόξης πάθος.

ΣΩ. ἔτι τοίνυν καὶ ὅταν ἀμφοτέρους γιγνώσκων τὸν μὲν πρὸς τῷ γιγνώσκειν αἰσθάνωμαι, τὸν δὲ μή, τὴν δὲ γνῶσιν τοῦ ἑτέρου μὴ κατὰ τὴν αἴσθησιν ἔχω, ἐν τοῖς πρόσθεν οὕτως ἔλεγον καί μου τότε οὐκ ἐμάνθανες.

ΘΕΑΙ. οὐ γὰρ οὖν.

ΣΩ. τοῦτο μὴν ἔλεγον, ὅτι γιγνώσκων τὸν ἕτερον καὶ
193e
αἰσθανόμενος, καὶ τὴν γνῶσιν κατὰ τὴν αἴσθησιν αὐτοῦ ἔχων, οὐδέποτε οἰήσεται εἶναι αὐτὸν ἕτερόν τινα ὃν γιγνώσκει τε καὶ αἰσθάνεται καὶ τὴν γνῶσιν αὖ καὶ ἐκείνου ἔχει κατὰ τὴν αἴσθησιν. ἦν γὰρ τοῦτο;

ΘΕΑΙ. ναί.

ΣΩ. παρελείπετο δέ γέ που τὸ νῦν λεγόμενον, ἐν δή φαμεν τὴν ψευδῆ δόξαν γίγνεσθαι τὸ ἄμφω γιγνώσκοντα
194
194a
καὶ ἄμφω ὁρῶντα τινα ἄλλην αἴσθησιν ἔχοντα ἀμφοῖν τὼ σημείω μὴ κατὰ τὴν αὐτοῦ αἴσθησιν ἑκάτερον ἔχειν, ἀλλʼ οἷον τοξότην φαῦλον ἱέντα παραλλάξαι τοῦ σκοποῦ καὶ ἁμαρτεῖν, δὴ καὶ ψεῦδος ἄρα ὠνόμασται.

ΘΕΑΙ. εἰκότως γε.

ΣΩ. καὶ ὅταν τοίνυν τῷ μὲν παρῇ αἴσθησις τῶν σημείων, τῷ δὲ μή, τὸ δὲ τῆς ἀπούσης αἰσθήσεως τῇ παρούσῃ προσαρμόσῃ, πάντῃ ταύτῃ ψεύδεται διάνοια. καὶ ἑνὶ λόγῳ, περὶ ὧν μὲν μὴ οἶδέ τις μηδʼ ἐπῄσθετο πώποτε, οὐκ ἔστιν,
194b
ὡς ἔοικεν, οὔτε ψεύδεσθαι οὔτε ψευδὴς δόξα, εἴ τι νῦν ἡμεῖς ὑγιὲς λέγομεν· περὶ δὲ ὧν ἴσμεν τε καὶ αἰσθανόμεθα, ἐν αὐτοῖς τούτοις στρέφεται καὶ ἑλίττεται δόξα ψευδὴς καὶ ἀληθὴς γιγνομένη, καταντικρὺ μὲν καὶ κατὰ τὸ εὐθὺ τὰ οἰκεῖα συνάγουσα ἀποτυπώματα καὶ τύπους ἀληθής, εἰς πλάγια δὲ καὶ σκολιὰ ψευδής.

ΘΕΑΙ. οὐκοῦν καλῶς, Σώκρατες, λέγεται;

194c
ΣΩ. ἔτι τοίνυν καὶ τάδε ἀκούσας μᾶλλον αὐτὸ ἐρεῖς. τὸ μὲν γὰρ τἀληθὲς δοξάζειν καλόν, τὸ δὲ ψεύδεσθαι αἰσχρόν.

ΘΕΑΙ. πῶς δʼ οὔ;

ΣΩ. ταῦτα τοίνυν φασὶν ἐνθένδε γίγνεσθαι. ὅταν μὲν κηρός του ἐν τῇ ψυχῇ βαθύς τε καὶ πολὺς καὶ λεῖος καὶ μετρίως ὠργασμένος , τὰ ἰόντα διὰ τῶν αἰσθήσεων, ἐνσημαινόμενα εἰς τοῦτο τὸ τῆς ψυχῆς κέαρ, ἔφη Ὅμηρος αἰνιττόμενος τὴν τοῦ κηροῦ ὁμοιότητα, τότε μὲν καὶ τούτοις
194d
καθαρὰ τὰ σημεῖα ἐγγιγνόμενα καὶ ἱκανῶς τοῦ βάθους ἔχοντα πολυχρόνιά τε γίγνεται καὶ εἰσὶν οἱ τοιοῦτοι πρῶτον μὲν εὐμαθεῖς, ἔπειτα μνήμονες, εἶτα οὐ παραλλάττουσι τῶν αἰσθήσεων τὰ σημεῖα ἀλλὰ δοξάζουσιν ἀληθῆ. σαφῆ γὰρ καὶ ἐν εὐρυχωρίᾳ ὄντα ταχὺ διανέμουσιν ἐπὶ τὰ αὑτῶν ἕκαστα ἐκμαγεῖα, δὴ ὄντα καλεῖται, καὶ σοφοὶ δὴ οὗτοι καλοῦνται. οὐ δοκεῖ σοι;

ΘΕΑΙ. ὑπερφυῶς μὲν οὖν.

194e
ΣΩ. ὅταν τοίνυν λάσιόν του τὸ κέαρ , δὴ ἐπῄνεσεν πάσσοφος ποιητής, ὅταν κοπρῶδες καὶ μὴ καθαροῦ τοῦ κηροῦ, ὑγρὸν σφόδρα σκληρόν, ὧν μὲν ὑγρὸν εὐμαθεῖς μέν, ἐπιλήσμονες δὲ γίγνονται, ὧν δὲ σκληρόν, τἀναντία. οἱ δὲ δὴ λάσιον καὶ τραχὺ λιθῶδές τι γῆς κόπρου συμμιγείσης ἔμπλεων ἔχοντες ἀσαφῆ τὰ ἐκμαγεῖα ἴσχουσιν.

ΣΩ. ἀσαφῆ δὲ καὶ οἱ τὰ σκληρά· βάθος γὰρ οὐκ ἔνι. ἀσαφῆ
195
195a
δὲ καὶ οἱ τὰ ὑγρά· ὑπὸ γὰρ τοῦ συγχεῖσθαι ταχὺ γίγνεται ἀμυδρά. ἐὰν δὲ πρὸς πᾶσι τούτοις ἐπʼ ἀλλήλων συμπεπτωκότα ὑπὸ στενοχωρίας, ἐάν του σμικρὸν τὸ ψυχάριον, ἔτι ἀσαφέστερα ἐκείνων. πάντες οὖν οὗτοι γίγνονται οἷοι δοξάζειν ψευδῆ. ὅταν γάρ τι ὁρῶσιν ἀκούωσιν ἐπινοῶσιν, ἕκαστα ἀπονέμειν ταχὺ ἑκάστοις οὐ δυνάμενοι βραδεῖς τέ εἰσι καὶ ἀλλοτριονομοῦντες παρορῶσί τε καὶ παρακούουσι καὶ παρανοοῦσι πλεῖστα, καὶ καλοῦνται αὖ οὗτοι ἐψευσμένοι τε δὴ τῶν ὄντων καὶ ἀμαθεῖς.

195b
ΘΕΑΙ. ὀρθότατα ἀνθρώπων λέγεις, Σώκρατες.

ΣΩ. φῶμεν ἄρα ἐν ἡμῖν ψευδεῖς δόξας εἶναι;

ΘΕΑΙ. σφόδρα γε.

ΣΩ. καὶ ἀληθεῖς δή;

ΘΕΑΙ. καὶ ἀληθεῖς.

ΣΩ. ἤδη οὖν οἰόμεθα ἱκανῶς ὡμολογῆσθαι ὅτι παντὸς μᾶλλον ἐστὸν ἀμφοτέρα τούτω τὼ δόξα;

ΘΕΑΙ. ὑπερφυῶς μὲν οὖν.

ΣΩ. δεινόν τε, Θεαίτητε, ὡς ἀληθῶς κινδυνεύει καὶ ἀηδὲς εἶναι ἀνὴρ ἀδολέσχης.

ΘΕΑΙ. τί δέ; πρὸς τί τοῦτʼ εἶπες;

195c
ΣΩ. τὴν ἐμαυτοῦ δυσμαθίαν δυσχεράνας καὶ ὡς ἀληθῶς ἀδολεσχίαν. τί γὰρ ἄν τις ἄλλο θεῖτο ὄνομα, ὅταν ἄνω κάτω τοὺς λόγους ἕλκῃ τις ὑπὸ νωθείας οὐ δυνάμενος πεισθῆναι, καὶ δυσαπάλλακτος ἀφʼ ἑκάστου λόγου;

ΘΕΑΙ. σὺ δὲ δὴ τί δυσχεραίνεις;

ΣΩ. οὐ δυσχεραίνω μόνον ἀλλὰ καὶ δέδοικα ὅτι ἀποκρινοῦμαι ἄν τις ἔρηταί με· Σώκρατες, ηὕρηκας δὴ ψευδῆ δόξαν, ὅτι οὔτε ἐν ταῖς αἰσθήσεσίν ἐστι πρὸς ἀλλήλας οὔτʼ
195d
ἐν ταῖς διανοίαις ἀλλʼ ἐν τῇ συνάψει αἰσθήσεως πρὸς διάνοιαν; φήσω δὲ ἐγὼ οἶμαι καλλωπιζόμενος ὥς τι ηὑρηκότων ἡμῶν καλόν.

ΘΕΑΙ. ἔμοιγε δοκεῖ, Σώκρατες, οὐκ αἰσχρὸν εἶναι τὸ νῦν ἀποδεδειγμένον.

ΣΩ.οὐκοῦν, φησί, λέγεις ὅτι αὖ τὸν ἄνθρωπον ὃν διανοούμεθα μόνον, ὁρῶμεν δʼ οὔ, ἵππον οὐκ ἄν ποτε οἰηθείημεν εἶναι, ὃν αὖ οὔτε ὁρῶμεν οὔτε ἁπτόμεθα, διανοούμεθα δὲ μόνον καὶ ἄλλʼ οὐδὲν αἰσθανόμεθα περὶ αὐτοῦ; ταῦτα οἶμαι φήσω λέγειν.

ΘΕΑΙ. καὶ ὀρθῶς γε.

195e
ΣΩ.τί οὖν, φησί, τὰ ἕνδεκα μηδὲν ἄλλο διανοεῖταί τις, ἄλλο τι ἐκ τούτου τοῦ λόγου οὐκ ἄν ποτε οἰηθείη δώδεκα εἶναι μόνον αὖ διανοεῖται; ἴθι οὖν δή, σὺ ἀποκρίνου.

ΘΕΑΙ. ἀλλʼ ἀποκρινοῦμαι ὅτι ὁρῶν μὲν ἄν τις ἐφαπτόμενος οἰηθείη τὰ ἕνδεκα δώδεκα εἶναι, μέντοι ἐν τῇ διανοίᾳ ἔχει, οὐκ ἄν ποτε περὶ αὐτῶν ταῦτα δοξάσειεν οὕτως.

ΣΩ. τί οὖν; οἴει τινὰ πώποτε αὐτὸν ἐν αὑτῷ πέντε καὶ
196
196a
ἑπτά, λέγω δὲ μὴ ἀνθρώπους ἑπτὰ καὶ πέντε προθέμενον σκοπεῖν μηδʼ ἄλλο τοιοῦτον, ἀλλʼ αὐτὰ πέντε καὶ ἑπτά, φαμεν ἐκεῖ μνημεῖα ἐν τῷ ἐκμαγείῳ εἶναι καὶ ψευδῆ ἐν αὐτοῖς οὐκ εἶναι δοξάσαι, ταῦτα αὐτὰ εἴ τις ἀνθρώπων ἤδη πώποτε ἐσκέψατο λέγων πρὸς αὑτὸν καὶ ἐρωτῶν πόσα ποτʼ ἐστίν, καὶ μέν τις εἶπεν οἰηθεὶς ἕνδεκα αὐτὰ εἶναι, δὲ δώδεκα, πάντες λέγουσί τε καὶ οἴονται δώδεκα αὐτὰ εἶναι;

196b
ΘΕΑΙ. οὐ μὰ τὸν Δία, ἀλλὰ πολλοὶ δὴ καὶ ἕνδεκα· ἐὰν δέ γε ἐν πλείονι ἀριθμῷ τις σκοπῆται, μᾶλλον σφάλλεται. οἶμαι γάρ σε περὶ παντὸς μᾶλλον ἀριθμοῦ λέγειν.

ΣΩ. ὀρθῶς γὰρ οἴει· καὶ ἐνθυμοῦ μή τι τότε γίγνεται ἄλλο αὐτὰ τὰ δώδεκα τὰ ἐν τῷ ἐκμαγείῳ ἕνδεκα οἰηθῆναι.

ΘΕΑΙ. ἔοικέ γε.

ΣΩ. οὐκοῦν εἰς τοὺς πρώτους πάλιν ἀνήκει λόγους; γὰρ τοῦτο παθών, οἶδεν, ἕτερον αὐτὸ οἴεται εἶναι ὧν αὖ οἶδεν, ἔφαμεν ἀδύνατον, καὶ τούτῳ αὐτῷ ἠναγκάζομεν μὴ εἶναι
196c
ψευδῆ δόξαν, ἵνα μὴ τὰ αὐτὰ αὐτὸς ἀναγκάζοιτο εἰδὼς μὴ εἰδέναι ἅμα.

ΘΕΑΙ. ἀληθέστατα.

ΣΩ. οὐκοῦν ἄλλʼ ὁτιοῦν δεῖ ἀποφαίνειν τὸ τὰ ψευδῆ δοξάζειν διανοίας πρὸς αἴσθησιν παραλλαγήν. εἰ γὰρ τοῦτʼ ἦν, οὐκ ἄν ποτε ἐν αὐτοῖς τοῖς διανοήμασιν ἐψευδόμεθα. νῦν δὲ ἤτοι οὐκ ἔστι ψευδὴς δόξα, τις οἶδεν, οἷόν τε μὴ εἰδέναι. καὶ τούτων πότερα αἱρῇ;

ΘΕΑΙ. ἄπορον αἵρεσιν προτίθης, Σώκρατες.

196d
ΣΩ. ἀλλὰ μέντοι ἀμφότερά γε κινδυνεύει λόγος οὐκ ἐάσειν. ὅμως δέπάντα γὰρ τολμητέοντί εἰ ἐπιχειρήσαιμεν ἀναισχυντεῖν;

ΘΕΑΙ. πῶς;

ΣΩ. ἐθελήσαντες εἰπεῖν ποῖόν τί ποτʼ ἐστὶ τὸ ἐπίστασθαι.

ΘΕΑΙ. καὶ τί τοῦτο ἀναίσχυντον;

ΣΩ. ἔοικας οὐκ ἐννοεῖν ὅτι πᾶς ἡμῖν ἐξ ἀρχῆς λόγος ζήτησις γέγονεν ἐπιστήμης ὡς οὐκ εἰδόσι τί ποτʼ ἐστίν.

ΘΕΑΙ. ἐννοῶ μὲν οὖν.

ΣΩ. ἔπειτʼ οὐκ ἀναιδὲς δοκεῖ μὴ εἰδότας ἐπιστήμην ἀποφαίνεσθαι τὸ ἐπίστασθαι οἷόν ἐστιν; ἀλλὰ γάρ,
196e
Θεαίτητε, πάλαι ἐσμὲν ἀνάπλεῳ τοῦ μὴ καθαρῶς διαλέγεσθαι. μυριάκις γὰρ εἰρήκαμεν τὸ γιγνώσκομεν καὶ οὐ γιγνώσκομεν, καὶ ἐπιστάμεθα καὶ οὐκ ἐπιστάμεθα, ὥς τι συνιέντες ἀλλήλων ἐν ἔτι ἐπιστήμην ἀγνοοῦμεν· εἰ δὲ βούλει, καὶ νῦν ἐν τῷ παρόντι κεχρήμεθʼ αὖ τῷ ἀγνοεῖν τε καὶ συνιέναι, ὡς προσῆκον αὐτοῖς χρῆσθαι εἴπερ στερόμεθα ἐπιστήμης.

ΘΕΑΙ. ἀλλὰ τίνα τρόπον διαλέξῃ, Σώκρατες, τούτων ἀπεχόμενος;

Tokens

ΣΩ 1 w 2
δεῖ 1 w 6
ὧδε 1 w 9
λέγεσθαι 1 w 17
περὶ 1 w 21
αὐτῶν 1 w 26
ἐξ 1 w 28
ἀρχῆς 1 w 33
διοριζομένους 1 w 46
ὅτι 1 w 49
1 w 50
μέν 2 w 53
τις 1 w 56
οἶδεν 1 w 61
σχὼν 1 w 66
αὐτοῦ 1 w 71
μνημεῖον 1 w 79
ἐν 1 w 81
τῇ 1 w 83
ψυχῇ 1 w 87
αἰσθάνεται 1 w 98
δὲ 1 w 100
αὐτὸ 1 w 104
μή 1 w 106
οἰηθῆναι 1 w 115
ἕτερόν 1 w 121
τι 3 w 123
ὧν 1 w 125
οἶδεν 2 w 130
ἔχοντα 1 w 137
καὶ 1 w 140
ἐκείνου 1 w 147
τύπον 1 w 152
αἰσθανόμενον 1 w 165
δὲ 2 w 167
μή 2 w 169
ἀδύνατον 1 w 178
καὶ 2 w 182
2 w 183
γε 2 w 185
οἶδεν 3 w 190
αὖ 1 w 192
οἰηθῆναι 2 w 201
εἶναι 1 w 206
2 w 207
μὴ 1 w 209
οἶδε 4 w 213
μηδʼ 1 w 217
ἔχει 1 w 221
αὐτοῦ 2 w 226
σφραγῖδα 1 w 234
καὶ 3 w 238
3 w 239
μὴ 2 w 241
οἶδεν 4 w 246
4 w 248
μὴ 3 w 250
οἶδεν 5 w 255
αὖ 2 w 257
καὶ 4 w 261
5 w 262
μὴ 4 w 264
οἶδεν 6 w 269
6 w 271
οἶδε 8 w 275
καὶ 5 w 279
7 w 280
αἰσθάνεταί 1 w 290
γε 3 w 292
ἕτερόν 2 w 299
τι 4 w 301
ὧν 2 w 303
αἰσθάνεται 2 w 313
οἰηθῆναι 3 w 321
εἶναι 2 w 326
καὶ 6 w 330
8 w 331
αἰσθάνεται 3 w 341
ὧν 3 w 344
τι 5 w 346
μὴ 5 w 348
αἰσθάνεται 4 w 358
καὶ 7 w 362
9 w 363
μὴ 6 w 365
αἰσθάνεται 5 w 375
ὧν 4 w 378
μὴ 7 w 380
αἰσθάνεται 6 w 390
καὶ 8 w 394
10 w 395
μὴ 8 w 397
αἰσθάνεται 7 w 407
ὧν 5 w 410
αἰσθάνεται 8 w 420
καὶ 9 w 424
ἔτι 1 w 427
γε 4 w 429
αὖ 3 w 431
καὶ 10 w 434
11 w 435
οἶδε 9 w 439
καὶ 11 w 442
αἰσθάνεται 9 w 452
καὶ 12 w 455
ἔχει 2 w 459
τὸ 2 w 461
σημεῖον 1 w 468
κατὰ 1 w 472
τὴν 1 w 475
αἴσθησιν 1 w 483
οἰηθῆναι 4 w 492
αὖ 4 w 494
ἕτερόν 3 w 500
τι 7 w 502
ὧν 6 w 504
οἶδε 10 w 508
καὶ 13 w 511
αἰσθάνεται 10 w 521
καὶ 14 w 524
ἔχει 3 w 528
αὖ 5 w 530
καὶ 15 w 533
ἐκείνου 2 w 540
τὸ 3 w 542
σημεῖον 2 w 549
κατὰ 2 w 553
τὴν 2 w 556
αἴσθησιν 2 w 564
ἀδυνατώτερον 1 w 577
ἔτι 2 w 580
ἐκείνων 1 w 587
εἰ 1 w 590
οἷόν 1 w 594
τε 5 w 596
καὶ 16 w 600
12 w 601
οἶδε 11 w 605
καὶ 17 w 608
13 w 609
αἰσθάνεται 11 w 619
ἔχων 1 w 623
τὸ 4 w 625
μνημεῖον 2 w 633
ὀρθῶς 1 w 638
14 w 640
οἶδεν 7 w 645
οἰηθῆναι 5 w 653
ἀδύνατον 2 w 661
καὶ 18 w 665
15 w 666
οἶδε 13 w 670
καὶ 19 w 673
αἰσθάνεται 12 w 683
ἔχων 2 w 687
κατὰ 3 w 691
ταὐτά 1 w 696
16 w 698
αἰσθάνεται 13 w 708
καὶ 20 w 712
17 w 713
αὖ 6 w 715
μὴ 9 w 717
οἶδε 14 w 721
μηδὲ 1 w 725
αἰσθάνεται 14 w 735
18 w 737
μὴ 10 w 739
οἶδε 15 w 743
μηδὲ 2 w 747
αἰσθάνεται 15 w 757
καὶ 21 w 761
19 w 762
μὴ 11 w 764
οἶδε 16 w 768
μηδὲ 3 w 772
αἰσθάνεται 16 w 782
20 w 784
μὴ 12 w 786
οἶδε 17 w 790
καὶ 22 w 794
21 w 795
μὴ 13 w 797
οἶδε 18 w 801
μηδὲ 4 w 805
αἰσθάνεται 17 w 815
22 w 817
μὴ 14 w 819
αἰσθάνεται 18 w 829
πάντα 1 w 835
ταῦτα 1 w 840
ὑπερβάλλει 1 w 850
ἀδυναμίᾳ 1 w 858
τοῦ 3 w 861
ἐν 2 w 863
αὐτοῖς 1 w 869
ψευδῆ 1 w 874
τινα 1 w 878
δοξάσαι 1 w 885
λείπεται 1 w 894
δὴ 1 w 896
ἐν 3 w 898
τοῖς 2 w 902
τοιοῖσδε 1 w 910
εἴπερ 1 w 916
που 1 w 919
ἄλλοθι 1 w 925
τὸ 5 w 928
τοιοῦτον 1 w 936
γενέσθαι 1 w 944
ΘΕΑΙ 1 w 949
ἐν 4 w 952
τίσι 1 w 956
δή 1 w 958
ἐὰν 1 w 962
ἄρα 1 w 965
ἐξ 2 w 967
αὐτῶν 2 w 972
τι 10 w 974
μᾶλλον 1 w 980
μάθω 1 w 984
νῦν 1 w 988
μὲν 1 w 991
γὰρ 1 w 994
οὐχ 1 w 997
ἕπομαι 1 w 1003
ΣΩ 2 w 1006
ἐν 5 w 1009
οἷς 1 w 1012
οἶδεν 8 w 1017
οἰηθῆναι 6 w 1026
αὐτὰ 1 w 1030
ἕτερʼ 1 w 1035
ἄττα 1 w 1039
εἶναι 3 w 1044
ὧν 7 w 1046
οἶδε 20 w 1050
καὶ 23 w 1053
αἰσθάνεται 19 w 1063
1 w 1065
ὧν 8 w 1067
μὴ 15 w 1069
οἶδεν 9 w 1074
αἰσθάνεται 20 w 1085
δέ 1 w 1087
2 w 1089
ὧν 9 w 1091
οἶδε 22 w 1095
καὶ 24 w 1098
αἰσθάνεται 21 w 1108
ὧν 10 w 1111
οἶδεν 10 w 1116
αὖ 7 w 1118
καὶ 25 w 1121
αἰσθάνεται 22 w 1131
ΘΕΑΙ 2 w 1136
νῦν 2 w 1140
πολὺ 1 w 1144
πλέον 1 w 1149
ἀπελείφθην 1 w 1159
3 w 1160
τότε 1 w 1164
ΣΩ 3 w 1167
ὧδε 2 w 1171
δὴ 2 w 1173
ἀνάπαλιν 1 w 1181
ἄκουε 1 w 1186
ἐγὼ 1 w 1190
εἰδὼς 1 w 1195
Θεόδωρον 1 w 1203
καὶ 26 w 1206
ἐν 6 w 1208
ἐμαυτῷ 1 w 1214
μεμνημένος 1 w 1224
οἷός 1 w 1228
ἐστι 1 w 1232
καὶ 27 w 1236
Θεαίτητον 1 w 1245
κατὰ 4 w 1249
ταὐτά 2 w 1254
ἄλλο 2 w 1259
τι 12 w 1261
ἐνίοτε 1 w 1267
μὲν 2 w 1270
ὁρῶ 1 w 1273
αὐτούς 1 w 1279
ἐνίοτε 2 w 1286
δὲ 7 w 1288
οὔ 1 w 1290
καὶ 28 w 1294
ἅπτομαί 1 w 1301
ποτʼ 1 w 1305
αὐτῶν 3 w 1310
τοτὲ 1 w 1315
δʼ 2 w 1317
οὔ 2 w 1319
καὶ 29 w 1323
ἀκούω 1 w 1328
1 w 1329
τινα 2 w 1333
ἄλλην 1 w 1338
αἴσθησιν 3 w 1346
αἰσθάνομαι 1 w 1356
τοτὲ 2 w 1361
δʼ 3 w 1363
αἴσθησιν 4 w 1371
μὲν 3 w 1374
οὐδεμίαν 1 w 1382
ἔχω 3 w 1385
περὶ 2 w 1389
ὑμῶν 1 w 1393
μέμνημαι 1 w 1402
δὲ 8 w 1404
ὑμᾶς 1 w 1408
οὐδὲν 1 w 1413
ἧττον 1 w 1418
καὶ 30 w 1421
ἐπίσταμαι 1 w 1430
αὐτὸς 1 w 1435
ἐν 9 w 1437
ἐμαυτῷ 2 w 1443
ΘΕΑΙ 3 w 1448
πάνυ 1 w 1453
μὲν 4 w 1456
οὖν 1 w 1459
ΣΩ 4 w 1462
τοῦτο 1 w 1468
τοίνυν 1 w 1474
πρῶτον 1 w 1480
μάθε 1 w 1484
ὧν 11 w 1486
βούλομαι 1 w 1494
δηλῶσαι 1 w 1501
ὅτι 2 w 1505
ἔστι 1 w 1509
μὲν 5 w 1512
1 w 1513
οἶδε 24 w 1517
μὴ 16 w 1519
αἰσθάνεσθαι 1 w 1530
ἔστιν 1 w 1536
δὲ 10 w 1538
αἰσθάνεσθαι 2 w 1549
ΘΕΑΙ 4 w 1554
ἀληθῆ 1 w 1560
ΣΩ 5 w 1563
οὐκοῦν 1 w 1570
καὶ 31 w 1573
2 w 1574
μὴ 17 w 1576
οἶδε 25 w 1580
πολλάκις 1 w 1589
μὲν 6 w 1592
ἔστι 3 w 1596
μηδὲ 5 w 1600
αἰσθάνεσθαι 3 w 1611
πολλάκις 2 w 1620
δὲ 12 w 1622
αἰσθάνεσθαι 4 w 1633
μόνον 1 w 1638
ΘΕΑΙ 5 w 1643
ἔστι 4 w 1648
καὶ 32 w 1651
τοῦτο 2 w 1656
ΣΩ 6 w 1659
ἰδὲ 1 w 1663
δὴ 3 w 1665
ἐάν 1 w 1668
τι 19 w 1670
μᾶλλον 2 w 1676
νῦν 3 w 1679
ἐπίσπῃ 1 w 1685
Σωκράτης 1 w 1694
εἰ 3 w 1696
γιγνώσκει 1 w 1705
Θεόδωρον 2 w 1713
καὶ 33 w 1716
Θεαίτητον 2 w 1725
ὁρᾷ 1 w 1729
δὲ 14 w 1731
μηδέτερον 1 w 1740
μηδὲ 6 w 1745
ἄλλη 2 w 1749
αἴσθησις 1 w 1757
αὐτῷ 1 w 1761
πάρεστι 1 w 1768
περὶ 3 w 1772
αὐτῶν 4 w 1777
οὐκ 2 w 1781
ἄν 1 w 1783
ποτε 1 w 1787
ἐν 10 w 1789
ἑαυτῷ 1 w 1794
δοξάσειεν 1 w 1803
ὡς 1 w 1805
3 w 1806
Θεαίτητός 1 w 1815
ἐστι 2 w 1819
Θεόδωρος 1 w 1827
λέγω 1 w 1832
τὶ 1 w 1834
4 w 1835
οὐδέν 1 w 1840
ΘΕΑΙ 6 w 1845
ναί 1 w 1849
ἀληθῆ 2 w 1855
γε 6 w 1857
ΣΩ 7 w 1860
τοῦτο 3 w 1866
μὲν 7 w 1869
τοίνυν 2 w 1875
ἐκείνων 2 w 1882
πρῶτον 2 w 1888
ἦν 1 w 1890
ὧν 12 w 1892
ἔλεγον 1 w 1898
ΘΕΑΙ 7 w 1903
ἦν 2 w 1906
γάρ 1 w 1909
ΣΩ 8 w 1912
δεύτερον 1 w 1921
τοίνυν 3 w 1927
ὅτι 3 w 1931
τὸν 1 w 1934
μὲν 8 w 1937
γιγνώσκων 1 w 1946
ὑμῶν 2 w 1950
τὸν 2 w 1954
δὲ 16 w 1956
μὴ 18 w 1958
γιγνώσκων 2 w 1967
αἰσθανόμενος 1 w 1980
δὲ 17 w 1982
μηδέτερον 2 w 1991
οὐκ 3 w 1995
ἄν 2 w 1997
ποτε 2 w 2001
αὖ 8 w 2003
οἰηθείην 1 w 2011
ὃν 1 w 2013
οἶδα 1 w 2017
εἶναι 4 w 2022
ὃν 2 w 2024
μὴ 19 w 2026
οἶδα 2 w 2030
ΘΕΑΙ 8 w 2035
ὀρθῶς 2 w 2041
ΣΩ 9 w 2044
τρίτον 1 w 2051
δέ 5 w 2053
μηδέτερον 3 w 2063
γιγνώσκων 3 w 2072
μηδὲ 7 w 2076
αἰσθανόμενος 2 w 2088
οὐκ 4 w 2091
ἂν 1 w 2093
οἰηθείην 2 w 2101
ὃν 3 w 2103
μὴ 20 w 2105
οἶδα 3 w 2109
ἕτερόν 4 w 2115
τινʼ 1 w 2119
εἶναι 5 w 2124
ὧν 13 w 2126
μὴ 21 w 2128
οἶδα 4 w 2132
καὶ 34 w 2136
τἆλλα 1 w 2141
τὰ 6 w 2143
πρότερα 1 w 2150
πάνθʼ 1 w 2155
ἑξῆς 1 w 2159
νόμιζε 1 w 2165
πάλιν 1 w 2170
ἀκηκοέναι 1 w 2179
ἐν 11 w 2182
οἷς 2 w 2185
οὐδέποτʼ 1 w 2193
ἐγὼ 2 w 2196
περὶ 4 w 2200
σοῦ 1 w 2203
καὶ 35 w 2206
Θεοδώρου 1 w 2214
τὰ 7 w 2216
ψευδῆ 2 w 2221
δοξάσω 1 w 2227
οὔτε 1 w 2232
γιγνώσκων 4 w 2241
οὔτε 2 w 2245
ἀγνοῶν 1 w 2251
ἄμφω 1 w 2255
οὔτε 3 w 2260
τὸν 3 w 2263
μέν 4 w 2266
τὸν 4 w 2270
δʼ 4 w 2272
οὐ 10 w 2274
γιγνώσκων 5 w 2283
καὶ 36 w 2287
περὶ 5 w 2291
αἰσθήσεων 1 w 2300
κατὰ 5 w 2304
ταὐτά 3 w 2309
εἰ 4 w 2312
ἄρα 2 w 2315
ἕπῃ 1 w 2318
ΘΕΑΙ 9 w 2323
ἕπομαι 2 w 2330
ΣΩ 10 w 2333
λείπεται 2 w 2342
τοίνυν 4 w 2348
τὰ 9 w 2350
ψευδῆ 3 w 2355
δοξάσαι 2 w 2362
ἐν 12 w 2364
τῷδε 1 w 2368
ὅταν 1 w 2373
γιγνώσκων 6 w 2382
σὲ 1 w 2384
καὶ 37 w 2387
Θεόδωρον 3 w 2395
καὶ 38 w 2399
ἔχων 3 w 2403
ἐν 13 w 2405
ἐκείνῳ 1 w 2411
τῷ 6 w 2413
κηρίνῳ 1 w 2419
ὥσπερ 1 w 2424
δακτυλίων 1 w 2433
σφῷν 1 w 2437
ἀμφοῖν 1 w 2443
τὰ 10 w 2445
σημεῖα 1 w 2451
διὰ 1 w 2455
μακροῦ 1 w 2461
καὶ 39 w 2464
μὴ 22 w 2466
ἱκανῶς 1 w 2472
ὁρῶν 1 w 2476
ἄμφω 2 w 2480
προθυμηθῶ 1 w 2489
τὸ 11 w 2492
οἰκεῖον 1 w 2499
ἑκατέρου 1 w 2507
σημεῖον 3 w 2514
ἀποδοὺς 1 w 2521
τῇ 2 w 2523
οἰκείᾳ 1 w 2529
ὄψει 1 w 2533
ἐμβιβάσας 1 w 2543
προσαρμόσαι 1 w 2554
εἰς 1 w 2557
τὸ 12 w 2559
ἑαυτῆς 1 w 2565
ἴχνος 1 w 2570
ἵνα 1 w 2574
γένηται 1 w 2581
ἀναγνώρισις 1 w 2592
εἶτα 1 w 2597
τούτων 1 w 2603
ἀποτυχὼν 1 w 2611
καὶ 40 w 2614
ὥσπερ 2 w 2619
οἱ 1 w 2621
ἔμπαλιν 1 w 2628
ὑποδούμενοι 1 w 2639
παραλλάξας 1 w 2649
προσβάλω 1 w 2657
τὴν 3 w 2660
ἑκατέρου 2 w 2668
ὄψιν 1 w 2672
πρὸς 1 w 2676
τὸ 13 w 2678
ἀλλότριον 1 w 2687
σημεῖον 4 w 2694
5 w 2696
καὶ 41 w 2699
οἷα 1 w 2702
τὰ 11 w 2704
ἐν 14 w 2706
τοῖς 3 w 2710
κατόπτροις 1 w 2720
τῆς 2 w 2723
ὄψεως 1 w 2728
πάθη 1 w 2732
δεξιὰ 1 w 2738
εἰς 2 w 2741
ἀριστερὰ 1 w 2749
μεταρρεούσης 1 w 2761
ταὐτὸν 1 w 2768
παθὼν 1 w 2773
διαμάρτω 1 w 2781
τότε 2 w 2786
δὴ 4 w 2788
συμβαίνει 1 w 2797
1 w 2798
ἑτεροδοξία 1 w 2808
καὶ 42 w 2811
τὸ 15 w 2813
ψευδῆ 4 w 2818
δοξάζειν 1 w 2826
ΘΕΑΙ 10 w 2831
ἔοικε 1 w 2837
γάρ 2 w 2840
1 w 2842
Σώκρατες 1 w 2850
θαυμασίως 1 w 2860
ὡς 2 w 2862
λέγεις 1 w 2868
τὸ 16 w 2870
τῆς 3 w 2873
δόξης 1 w 2878
πάθος 1 w 2883
ΣΩ 11 w 2886
ἔτι 3 w 2890
τοίνυν 5 w 2896
καὶ 43 w 2899
ὅταν 2 w 2903
ἀμφοτέρους 1 w 2913
γιγνώσκων 7 w 2922
τὸν 6 w 2925
μὲν 9 w 2928
πρὸς 2 w 2932
τῷ 7 w 2934
γιγνώσκειν 1 w 2944
αἰσθάνωμαι 1 w 2954
τὸν 7 w 2958
δὲ 19 w 2960
μή 3 w 2962
τὴν 4 w 2966
δὲ 20 w 2968
γνῶσιν 1 w 2974
τοῦ 7 w 2977
ἑτέρου 1 w 2983
μὴ 23 w 2985
κατὰ 6 w 2989
τὴν 5 w 2992
αἴσθησιν 5 w 3000
ἔχω 5 w 3003
26 w 3005
ἐν 15 w 3007
τοῖς 4 w 3011
πρόσθεν 1 w 3018
οὕτως 1 w 3023
ἔλεγον 2 w 3029
καί 1 w 3032
μου 1 w 3035
τότε 3 w 3039
οὐκ 5 w 3042
ἐμάνθανες 1 w 3051
ΘΕΑΙ 11 w 3056
οὐ 12 w 3059
γὰρ 2 w 3062
οὖν 2 w 3065
ΣΩ 12 w 3068
τοῦτο 4 w 3074
μὴν 1 w 3077
ἔλεγον 3 w 3083
ὅτι 4 w 3087
γιγνώσκων 8 w 3096
τὸν 8 w 3099
ἕτερον 1 w 3105
καὶ 44 w 3108
αἰσθανόμενος 3 w 3120
καὶ 45 w 3124
τὴν 6 w 3127
γνῶσιν 2 w 3133
κατὰ 7 w 3137
τὴν 7 w 3140
αἴσθησιν 6 w 3148
αὐτοῦ 3 w 3153
ἔχων 4 w 3157
οὐδέποτε 1 w 3166
οἰήσεται 1 w 3174
εἶναι 6 w 3179
αὐτὸν 2 w 3184
ἕτερόν 5 w 3190
τινα 3 w 3194
ὃν 4 w 3196
γιγνώσκει 3 w 3205
τε 29 w 3207
καὶ 46 w 3210
αἰσθάνεται 23 w 3220
καὶ 47 w 3223
τὴν 8 w 3226
γνῶσιν 3 w 3232
αὖ 9 w 3234
καὶ 48 w 3237
ἐκείνου 3 w 3244
ἔχει 4 w 3248
κατὰ 8 w 3252
τὴν 9 w 3255
αἴσθησιν 7 w 3263
ἦν 3 w 3266
γὰρ 3 w 3269
τοῦτο 5 w 3274
ΘΕΑΙ 12 w 3279
ναί 2 w 3283
ΣΩ 13 w 3286
παρελείπετο 1 w 3298
δέ 9 w 3300
γέ 2 w 3302
που 2 w 3305
τὸ 21 w 3307
νῦν 4 w 3310
λεγόμενον 1 w 3319
ἐν 16 w 3322
1 w 3323
δή 2 w 3325
φαμεν 1 w 3330
τὴν 10 w 3333
ψευδῆ 5 w 3338
δόξαν 1 w 3343
γίγνεσθαι 1 w 3352
τὸ 22 w 3354
ἄμφω 3 w 3358
γιγνώσκοντα 1 w 3369
καὶ 49 w 3372
ἄμφω 4 w 3376
ὁρῶντα 1 w 3382
2 w 3383
τινα 4 w 3387
ἄλλην 2 w 3392
αἴσθησιν 8 w 3400
ἔχοντα 2 w 3406
ἀμφοῖν 2 w 3412
τὼ 1 w 3414
σημείω 1 w 3420
μὴ 25 w 3422
κατὰ 9 w 3426
τὴν 11 w 3429
αὐτοῦ 4 w 3434
αἴσθησιν 9 w 3442
ἑκάτερον 1 w 3450
ἔχειν 1 w 3455
ἀλλʼ 1 w 3460
οἷον 1 w 3464
τοξότην 1 w 3471
φαῦλον 1 w 3477
ἱέντα 1 w 3482
παραλλάξαι 1 w 3492
τοῦ 12 w 3495
σκοποῦ 1 w 3501
καὶ 50 w 3504
ἁμαρτεῖν 1 w 3512
28 w 3514
δὴ 5 w 3516
καὶ 51 w 3519
ψεῦδος 1 w 3525
ἄρα 3 w 3528
ὠνόμασται 1 w 3537
ΘΕΑΙ 13 w 3542
εἰκότως 1 w 3550
γε 8 w 3552
ΣΩ 14 w 3555
καὶ 52 w 3559
ὅταν 3 w 3563
τοίνυν 6 w 3569
τῷ 8 w 3571
μὲν 10 w 3574
παρῇ 1 w 3578
αἴσθησις 2 w 3586
τῶν 5 w 3589
σημείων 1 w 3596
τῷ 9 w 3599
δὲ 21 w 3601
μή 4 w 3603
τὸ 23 w 3606
δὲ 22 w 3608
τῆς 4 w 3611
ἀπούσης 1 w 3618
αἰσθήσεως 1 w 3627
τῇ 3 w 3629
παρούσῃ 1 w 3636
προσαρμόσῃ 1 w 3646
πάντῃ 1 w 3652
ταύτῃ 1 w 3657
ψεύδεται 1 w 3665
2 w 3666
διάνοια 1 w 3673
καὶ 53 w 3677
ἑνὶ 1 w 3680
λόγῳ 1 w 3684
περὶ 6 w 3689
ὧν 14 w 3691
μὲν 11 w 3694
μὴ 26 w 3696
οἶδέ 1 w 3700
τις 2 w 3703
μηδʼ 2 w 3707
ἐπῄσθετο 1 w 3715
πώποτε 1 w 3721
οὐκ 6 w 3725
ἔστιν 2 w 3730
ὡς 3 w 3733
ἔοικεν 1 w 3739
οὔτε 4 w 3744
ψεύδεσθαι 1 w 3753
οὔτε 5 w 3757
ψευδὴς 1 w 3763
δόξα 2 w 3767
εἴ 2 w 3770
τι 30 w 3772
νῦν 5 w 3775
ἡμεῖς 1 w 3780
ὑγιὲς 1 w 3785
λέγομεν 1 w 3792
περὶ 7 w 3797
δὲ 23 w 3799
ὧν 15 w 3801
ἴσμεν 1 w 3806
τε 35 w 3808
καὶ 54 w 3811
αἰσθανόμεθα 1 w 3822
ἐν 17 w 3825
αὐτοῖς 2 w 3831
τούτοις 1 w 3838
στρέφεται 1 w 3847
καὶ 55 w 3850
ἑλίττεται 1 w 3859
4 w 3860
δόξα 3 w 3864
ψευδὴς 2 w 3870
καὶ 56 w 3873
ἀληθὴς 1 w 3879
γιγνομένη 1 w 3888
καταντικρὺ 1 w 3899
μὲν 12 w 3902
καὶ 57 w 3905
κατὰ 10 w 3909
τὸ 24 w 3911
εὐθὺ 1 w 3915
τὰ 17 w 3917
οἰκεῖα 1 w 3923
συνάγουσα 1 w 3932
ἀποτυπώματα 1 w 3943
καὶ 58 w 3946
τύπους 1 w 3952
ἀληθής 1 w 3958
εἰς 3 w 3962
πλάγια 1 w 3968
δὲ 24 w 3970
καὶ 59 w 3973
σκολιὰ 1 w 3979
ψευδής 1 w 3985
ΘΕΑΙ 14 w 3990
οὐκοῦν 2 w 3997
καλῶς 1 w 4002
2 w 4004
Σώκρατες 2 w 4012
λέγεται 1 w 4020
ΣΩ 15 w 4023
ἔτι 4 w 4027
τοίνυν 7 w 4033
καὶ 60 w 4036
τάδε 1 w 4040
ἀκούσας 1 w 4047
μᾶλλον 3 w 4053
αὐτὸ 5 w 4057
ἐρεῖς 1 w 4062
τὸ 26 w 4065
μὲν 13 w 4068
γὰρ 4 w 4071
τἀληθὲς 1 w 4078
δοξάζειν 2 w 4086
καλόν 1 w 4091
τὸ 27 w 4094
δὲ 25 w 4096
ψεύδεσθαι 2 w 4105
αἰσχρόν 1 w 4112
ΘΕΑΙ 15 w 4117
πῶς 1 w 4121
δʼ 6 w 4123
οὔ 8 w 4125
ΣΩ 16 w 4128
ταῦτα 2 w 4134
τοίνυν 8 w 4140
φασὶν 1 w 4145
ἐνθένδε 1 w 4152
γίγνεσθαι 2 w 4161
ὅταν 4 w 4166
μὲν 14 w 4169
6 w 4170
κηρός 1 w 4175
του 1 w 4178
ἐν 19 w 4180
τῇ 4 w 4182
ψυχῇ 2 w 4186
βαθύς 1 w 4191
τε 38 w 4193
καὶ 61 w 4196
πολὺς 1 w 4201
καὶ 62 w 4204
λεῖος 1 w 4209
καὶ 63 w 4212
μετρίως 1 w 4219
ὠργασμένος 1 w 4229
1 w 4230
τὰ 18 w 4233
ἰόντα 1 w 4238
διὰ 2 w 4241
τῶν 6 w 4244
αἰσθήσεων 2 w 4253
ἐνσημαινόμενα 1 w 4267
εἰς 4 w 4270
τοῦτο 6 w 4275
τὸ 28 w 4277
τῆς 5 w 4280
ψυχῆς 1 w 4285
κέαρ 1 w 4289
29 w 4291
ἔφη 1 w 4294
Ὅμηρος 1 w 4300
αἰνιττόμενος 1 w 4312
τὴν 12 w 4315
τοῦ 14 w 4318
κηροῦ 1 w 4323
ὁμοιότητα 1 w 4332
τότε 4 w 4337
μὲν 15 w 4340
καὶ 64 w 4343
τούτοις 2 w 4350
καθαρὰ 1 w 4356
τὰ 19 w 4358
σημεῖα 2 w 4364
ἐγγιγνόμενα 1 w 4375
καὶ 65 w 4378
ἱκανῶς 2 w 4384
τοῦ 15 w 4387
βάθους 1 w 4393
ἔχοντα 3 w 4399
πολυχρόνιά 1 w 4409
τε 40 w 4411
γίγνεται 1 w 4419
καὶ 66 w 4422
εἰσὶν 1 w 4427
οἱ 2 w 4429
τοιοῦτοι 1 w 4437
πρῶτον 3 w 4443
μὲν 16 w 4446
εὐμαθεῖς 1 w 4454
ἔπειτα 1 w 4461
μνήμονες 1 w 4469
εἶτα 2 w 4474
οὐ 16 w 4476
παραλλάττουσι 1 w 4489
τῶν 7 w 4492
αἰσθήσεων 3 w 4501
τὰ 20 w 4503
σημεῖα 3 w 4509
ἀλλὰ 1 w 4513
δοξάζουσιν 1 w 4523
ἀληθῆ 3 w 4528
σαφῆ 1 w 4533
γὰρ 5 w 4536
καὶ 67 w 4539
ἐν 21 w 4541
εὐρυχωρίᾳ 1 w 4550
ὄντα 1 w 4554
ταχὺ 1 w 4558
διανέμουσιν 1 w 4569
ἐπὶ 1 w 4572
τὰ 21 w 4574
αὑτῶν 1 w 4579
ἕκαστα 1 w 4585
ἐκμαγεῖα 1 w 4593
3 w 4595
δὴ 8 w 4597
ὄντα 2 w 4601
καλεῖται 1 w 4609
καὶ 68 w 4613
σοφοὶ 1 w 4618
δὴ 9 w 4620
οὗτοι 1 w 4625
καλοῦνται 1 w 4634
6 w 4636
οὐ 17 w 4638
δοκεῖ 1 w 4643
σοι 1 w 4646
ΘΕΑΙ 16 w 4651
ὑπερφυῶς 1 w 4660
μὲν 17 w 4663
οὖν 3 w 4666
ΣΩ 17 w 4669
ὅταν 5 w 4674
τοίνυν 9 w 4680
λάσιόν 1 w 4686
του 3 w 4689
τὸ 29 w 4691
κέαρ 2 w 4695
2 w 4696
30 w 4698
δὴ 10 w 4700
ἐπῄνεσεν 1 w 4708
8 w 4709
πάσσοφος 1 w 4717
ποιητής 1 w 4724
7 w 4726
ὅταν 6 w 4730
κοπρῶδες 1 w 4738
καὶ 69 w 4741
μὴ 27 w 4743
καθαροῦ 1 w 4750
τοῦ 16 w 4753
κηροῦ 2 w 4758
8 w 4760
ὑγρὸν 1 w 4765
σφόδρα 1 w 4771
9 w 4772
σκληρόν 1 w 4779
ὧν 16 w 4782
μὲν 18 w 4785
ὑγρὸν 2 w 4790
εὐμαθεῖς 2 w 4798
μέν 7 w 4801
ἐπιλήσμονες 1 w 4813
δὲ 26 w 4815
γίγνονται 1 w 4824
ὧν 17 w 4827
δὲ 27 w 4829
σκληρόν 2 w 4836
τἀναντία 1 w 4845
οἱ 3 w 4848
δὲ 28 w 4850
δὴ 11 w 4852
λάσιον 1 w 4858
καὶ 70 w 4861
τραχὺ 1 w 4866
λιθῶδές 1 w 4873
τι 33 w 4875
10 w 4876
γῆς 1 w 4879
11 w 4880
κόπρου 1 w 4886
συμμιγείσης 1 w 4897
ἔμπλεων 1 w 4904
ἔχοντες 1 w 4911
ἀσαφῆ 1 w 4916
τὰ 22 w 4918
ἐκμαγεῖα 2 w 4926
ἴσχουσιν 1 w 4934
ΣΩ 18 w 4937
ἀσαφῆ 2 w 4943
δὲ 29 w 4945
καὶ 71 w 4948
οἱ 4 w 4950
τὰ 23 w 4952
σκληρά 1 w 4958
βάθος 1 w 4964
γὰρ 6 w 4967
οὐκ 8 w 4970
ἔνι 1 w 4973
ἀσαφῆ 3 w 4979
δὲ 30 w 4981
καὶ 72 w 4984
οἱ 5 w 4986
τὰ 24 w 4988
ὑγρά 1 w 4992
ὑπὸ 1 w 4996
γὰρ 7 w 4999
τοῦ 17 w 5002
συγχεῖσθαι 1 w 5012
ταχὺ 2 w 5016
γίγνεται 2 w 5024
ἀμυδρά 1 w 5030
ἐὰν 2 w 5034
δὲ 31 w 5036
πρὸς 3 w 5040
πᾶσι 1 w 5044
τούτοις 3 w 5051
ἐπʼ 1 w 5054
ἀλλήλων 1 w 5061
συμπεπτωκότα 1 w 5073
3 w 5074
ὑπὸ 2 w 5077
στενοχωρίας 1 w 5088
ἐάν 2 w 5092
του 4 w 5095
σμικρὸν 1 w 5102
4 w 5103
τὸ 30 w 5105
ψυχάριον 1 w 5113
ἔτι 5 w 5117
ἀσαφέστερα 1 w 5127
ἐκείνων 3 w 5134
πάντες 1 w 5141
οὖν 4 w 5144
οὗτοι 2 w 5149
γίγνονται 2 w 5158
οἷοι 1 w 5162
δοξάζειν 3 w 5170
ψευδῆ 6 w 5175
ὅταν 7 w 5180
γάρ 3 w 5183
τι 35 w 5185
ὁρῶσιν 1 w 5191
12 w 5192
ἀκούωσιν 1 w 5200
13 w 5201
ἐπινοῶσιν 1 w 5210
ἕκαστα 2 w 5217
ἀπονέμειν 1 w 5226
ταχὺ 3 w 5230
ἑκάστοις 1 w 5238
οὐ 19 w 5240
δυνάμενοι 1 w 5249
βραδεῖς 1 w 5256
τέ 5 w 5258
εἰσι 1 w 5262
καὶ 73 w 5265
ἀλλοτριονομοῦντες 1 w 5282
παρορῶσί 1 w 5290
τε 46 w 5292
καὶ 74 w 5295
παρακούουσι 1 w 5306
καὶ 75 w 5309
παρανοοῦσι 1 w 5319
πλεῖστα 1 w 5326
καὶ 76 w 5330
καλοῦνται 2 w 5339
αὖ 10 w 5341
οὗτοι 3 w 5346
ἐψευσμένοι 1 w 5356
τε 47 w 5358
δὴ 12 w 5360
τῶν 9 w 5363
ὄντων 1 w 5368
καὶ 77 w 5371
ἀμαθεῖς 1 w 5378
ΘΕΑΙ 17 w 5383
ὀρθότατα 1 w 5392
ἀνθρώπων 1 w 5400
λέγεις 2 w 5406
3 w 5408
Σώκρατες 3 w 5416
ΣΩ 19 w 5419
φῶμεν 1 w 5425
ἄρα 4 w 5428
ἐν 22 w 5430
ἡμῖν 1 w 5434
ψευδεῖς 1 w 5441
δόξας 1 w 5446
εἶναι 7 w 5451
ΘΕΑΙ 18 w 5456
σφόδρα 2 w 5463
γε 14 w 5465
ΣΩ 20 w 5468
καὶ 78 w 5472
ἀληθεῖς 1 w 5479
δή 4 w 5481
ΘΕΑΙ 19 w 5486
καὶ 79 w 5490
ἀληθεῖς 2 w 5497
ΣΩ 21 w 5500
ἤδη 1 w 5504
οὖν 5 w 5507
οἰόμεθα 1 w 5514
ἱκανῶς 3 w 5520
ὡμολογῆσθαι 1 w 5531
ὅτι 5 w 5534
παντὸς 1 w 5540
μᾶλλον 4 w 5546
ἐστὸν 1 w 5551
ἀμφοτέρα 1 w 5559
τούτω 2 w 5564
τὼ 2 w 5566
δόξα 5 w 5570
ΘΕΑΙ 20 w 5575
ὑπερφυῶς 2 w 5584
μὲν 19 w 5587
οὖν 6 w 5590
ΣΩ 22 w 5593
δεινόν 1 w 5600
τε 49 w 5602
4 w 5604
Θεαίτητε 1 w 5612
ὡς 4 w 5615
ἀληθῶς 1 w 5621
κινδυνεύει 1 w 5631
καὶ 80 w 5634
ἀηδὲς 1 w 5639
εἶναι 8 w 5644
ἀνὴρ 1 w 5648
ἀδολέσχης 1 w 5657
ΘΕΑΙ 21 w 5662
τί 3 w 5665
δέ 12 w 5667
πρὸς 4 w 5672
τί 4 w 5674
τοῦτʼ 1 w 5679
εἶπες 1 w 5684
ΣΩ 23 w 5687
τὴν 13 w 5691
ἐμαυτοῦ 1 w 5698
δυσμαθίαν 1 w 5707
δυσχεράνας 1 w 5717
καὶ 81 w 5720
ὡς 5 w 5722
ἀληθῶς 2 w 5728
ἀδολεσχίαν 1 w 5738
τί 5 w 5741
γὰρ 8 w 5744
ἄν 3 w 5746
τις 3 w 5749
ἄλλο 3 w 5753
θεῖτο 1 w 5758
ὄνομα 1 w 5763
ὅταν 8 w 5768
ἄνω 1 w 5771
κάτω 1 w 5775
τοὺς 1 w 5779
λόγους 1 w 5785
ἕλκῃ 1 w 5789
τις 4 w 5792
ὑπὸ 3 w 5795
νωθείας 1 w 5802
οὐ 20 w 5804
δυνάμενος 1 w 5813
πεισθῆναι 1 w 5822
καὶ 82 w 5826
5 w 5827
δυσαπάλλακτος 1 w 5840
ἀφʼ 1 w 5843
ἑκάστου 1 w 5850
λόγου 2 w 5855
ΘΕΑΙ 22 w 5860
σὺ 1 w 5863
δὲ 33 w 5865
δὴ 13 w 5867
τί 6 w 5869
δυσχεραίνεις 1 w 5881
ΣΩ 24 w 5884
οὐ 21 w 5887
δυσχεραίνω 1 w 5897
μόνον 2 w 5902
ἀλλὰ 2 w 5906
καὶ 83 w 5909
δέδοικα 1 w 5916
ὅτι 6 w 5919
ἀποκρινοῦμαι 1 w 5931
ἄν 5 w 5933
τις 5 w 5936
ἔρηταί 1 w 5942
με 34 w 5944
5 w 5946
Σώκρατες 4 w 5954
ηὕρηκας 1 w 5962
δὴ 14 w 5964
ψευδῆ 7 w 5969
δόξαν 2 w 5974
ὅτι 7 w 5978
οὔτε 6 w 5982
ἐν 23 w 5984
ταῖς 1 w 5988
αἰσθήσεσίν 1 w 5998
ἐστι 3 w 6002
πρὸς 5 w 6006
ἀλλήλας 1 w 6013
οὔτʼ 1 w 6017
ἐν 24 w 6019
ταῖς 2 w 6023
διανοίαις 1 w 6032
ἀλλʼ 2 w 6036
ἐν 25 w 6038
τῇ 5 w 6040
συνάψει 1 w 6047
αἰσθήσεως 2 w 6056
πρὸς 6 w 6060
διάνοιαν 1 w 6068
φήσω 1 w 6073
δὲ 34 w 6075
ἐγὼ 3 w 6078
οἶμαι 1 w 6083
καλλωπιζόμενος 1 w 6097
ὥς 1 w 6099
τι 43 w 6101
ηὑρηκότων 1 w 6110
ἡμῶν 1 w 6114
καλόν 2 w 6119
ΘΕΑΙ 23 w 6124
ἔμοιγε 1 w 6131
δοκεῖ 2 w 6136
6 w 6138
Σώκρατες 5 w 6146
οὐκ 9 w 6150
αἰσχρὸν 1 w 6157
εἶναι 9 w 6162
τὸ 33 w 6164
νῦν 6 w 6167
ἀποδεδειγμένον 1 w 6181
ΣΩ 25 w 6184
οὐκοῦν 3 w 6191
φησί 1 w 6196
λέγεις 3 w 6203
ὅτι 8 w 6206
αὖ 11 w 6208
τὸν 11 w 6211
ἄνθρωπον 1 w 6219
ὃν 5 w 6221
διανοούμεθα 1 w 6232
μόνον 3 w 6237
ὁρῶμεν 1 w 6244
δʼ 7 w 6246
οὔ 11 w 6248
ἵππον 1 w 6254
οὐκ 11 w 6257
ἄν 7 w 6259
ποτε 5 w 6263
οἰηθείημεν 1 w 6273
εἶναι 10 w 6278
ὃν 6 w 6281
αὖ 12 w 6283
οὔτε 7 w 6287
ὁρῶμεν 2 w 6293
οὔτε 8 w 6297
ἁπτόμεθα 1 w 6305
διανοούμεθα 2 w 6317
δὲ 35 w 6319
μόνον 4 w 6324
καὶ 84 w 6327
ἄλλʼ 1 w 6331
οὐδὲν 2 w 6336
αἰσθανόμεθα 2 w 6347
περὶ 8 w 6351
αὐτοῦ 5 w 6356
ταῦτα 3 w 6362
οἶμαι 2 w 6367
φήσω 2 w 6371
λέγειν 1 w 6377
ΘΕΑΙ 24 w 6382
καὶ 85 w 6386
ὀρθῶς 3 w 6391
γε 18 w 6393
ΣΩ 26 w 6396
τί 7 w 6399
οὖν 7 w 6402
φησί 2 w 6407
τὰ 25 w 6410
ἕνδεκα 1 w 6416
4 w 6417
μηδὲν 1 w 6422
ἄλλο 4 w 6426
14 w 6427
διανοεῖταί 1 w 6437
τις 6 w 6440
ἄλλο 5 w 6445
τι 46 w 6447
ἐκ 10 w 6449
τούτου 1 w 6455
τοῦ 21 w 6458
λόγου 3 w 6463
οὐκ 12 w 6466
ἄν 8 w 6468
ποτε 6 w 6472
οἰηθείη 4 w 6479
δώδεκα 1 w 6485
εἶναι 11 w 6490
5 w 6491
μόνον 5 w 6496
αὖ 13 w 6498
διανοεῖται 1 w 6508
ἴθι 1 w 6512
οὖν 8 w 6515
δή 5 w 6517
σὺ 2 w 6520
ἀποκρίνου 1 w 6529
ΘΕΑΙ 25 w 6534
ἀλλʼ 3 w 6539
ἀποκρινοῦμαι 2 w 6551
ὅτι 9 w 6554
ὁρῶν 3 w 6558
μὲν 20 w 6561
ἄν 9 w 6563
τις 7 w 6566
15 w 6567
ἐφαπτόμενος 1 w 6578
οἰηθείη 5 w 6585
τὰ 26 w 6587
ἕνδεκα 2 w 6593
δώδεκα 2 w 6599
εἶναι 12 w 6604
6 w 6606
μέντοι 1 w 6612
ἐν 26 w 6614
τῇ 6 w 6616
διανοίᾳ 1 w 6623
ἔχει 6 w 6627
οὐκ 13 w 6631
ἄν 10 w 6633
ποτε 7 w 6637
περὶ 9 w 6641
αὐτῶν 5 w 6646
ταῦτα 4 w 6651
δοξάσειεν 2 w 6660
οὕτως 2 w 6665
ΣΩ 27 w 6668
τί 8 w 6671
οὖν 9 w 6674
οἴει 1 w 6679
τινὰ 1 w 6683
πώποτε 2 w 6689
αὐτὸν 3 w 6694
ἐν 27 w 6696
αὑτῷ 1 w 6700
πέντε 1 w 6705
καὶ 86 w 6708
ἑπτά 1 w 6712
λέγω 2 w 6717
δὲ 38 w 6719
μὴ 28 w 6721
ἀνθρώπους 1 w 6730
ἑπτὰ 1 w 6734
καὶ 87 w 6737
πέντε 2 w 6742
προθέμενον 1 w 6752
σκοπεῖν 1 w 6759
μηδʼ 3 w 6763
ἄλλο 6 w 6767
τοιοῦτον 2 w 6775
ἀλλʼ 4 w 6780
αὐτὰ 2 w 6784
πέντε 3 w 6789
καὶ 88 w 6792
ἑπτά 2 w 6796
2 w 6798
φαμεν 2 w 6803
ἐκεῖ 1 w 6807
μνημεῖα 1 w 6814
ἐν 28 w 6816
τῷ 11 w 6818
ἐκμαγείῳ 1 w 6826
εἶναι 13 w 6831
καὶ 89 w 6834
ψευδῆ 8 w 6839
ἐν 29 w 6841
αὐτοῖς 3 w 6847
οὐκ 14 w 6850
εἶναι 14 w 6855
δοξάσαι 3 w 6862
ταῦτα 5 w 6868
αὐτὰ 3 w 6872
εἴ 3 w 6874
τις 8 w 6877
ἀνθρώπων 2 w 6885
ἤδη 2 w 6888
πώποτε 3 w 6894
ἐσκέψατο 1 w 6902
λέγων 1 w 6907
πρὸς 7 w 6911
αὑτὸν 1 w 6916
καὶ 90 w 6919
ἐρωτῶν 1 w 6925
πόσα 1 w 6929
ποτʼ 3 w 6933
ἐστίν 1 w 6938
καὶ 91 w 6942
13 w 6943
μέν 11 w 6946
τις 9 w 6949
εἶπεν 1 w 6954
οἰηθεὶς 1 w 6961
ἕνδεκα 3 w 6967
αὐτὰ 4 w 6971
εἶναι 15 w 6976
14 w 6978
δὲ 39 w 6980
δώδεκα 3 w 6986
16 w 6988
πάντες 2 w 6994
λέγουσί 1 w 7001
τε 65 w 7003
καὶ 92 w 7006
οἴονται 1 w 7013
δώδεκα 4 w 7019
αὐτὰ 5 w 7023
εἶναι 16 w 7028
ΘΕΑΙ 26 w 7033
οὐ 29 w 7036
μὰ 1 w 7038
τὸν 14 w 7041
Δία 1 w 7044
ἀλλὰ 3 w 7049
πολλοὶ 1 w 7055
δὴ 15 w 7057
καὶ 93 w 7060
ἕνδεκα 4 w 7066
ἐὰν 3 w 7070
δέ 14 w 7072
γε 20 w 7074
ἐν 30 w 7076
πλείονι 1 w 7083
ἀριθμῷ 1 w 7089
τις 10 w 7092
σκοπῆται 1 w 7100
μᾶλλον 5 w 7107
σφάλλεται 1 w 7116
οἶμαι 3 w 7122
γάρ 4 w 7125
σε 11 w 7127
περὶ 10 w 7131
παντὸς 2 w 7137
μᾶλλον 6 w 7143
ἀριθμοῦ 1 w 7150
λέγειν 2 w 7156
ΣΩ 28 w 7159
ὀρθῶς 4 w 7165
γὰρ 9 w 7168
οἴει 2 w 7172
καὶ 94 w 7176
ἐνθυμοῦ 1 w 7183
μή 5 w 7185
τι 53 w 7187
τότε 5 w 7191
γίγνεται 3 w 7199
ἄλλο 7 w 7203
17 w 7204
αὐτὰ 6 w 7208
τὰ 33 w 7210
δώδεκα 5 w 7216
τὰ 34 w 7218
ἐν 32 w 7220
τῷ 12 w 7222
ἐκμαγείῳ 2 w 7230
ἕνδεκα 5 w 7236
οἰηθῆναι 7 w 7244
ΘΕΑΙ 27 w 7249
ἔοικέ 1 w 7255
γε 23 w 7257
ΣΩ 29 w 7260
οὐκοῦν 4 w 7267
εἰς 5 w 7270
τοὺς 2 w 7274
πρώτους 1 w 7281
πάλιν 2 w 7286
ἀνήκει 1 w 7292
λόγους 2 w 7298
15 w 7300
γὰρ 10 w 7303
τοῦτο 7 w 7308
παθών 1 w 7313
33 w 7315
οἶδεν 11 w 7320
ἕτερον 2 w 7327
αὐτὸ 7 w 7331
οἴεται 1 w 7337
εἶναι 17 w 7342
ὧν 18 w 7344
αὖ 14 w 7346
οἶδεν 12 w 7351
34 w 7353
ἔφαμεν 1 w 7359
ἀδύνατον 3 w 7367
καὶ 95 w 7371
τούτῳ 1 w 7376
αὐτῷ 2 w 7380
ἠναγκάζομεν 1 w 7391
μὴ 29 w 7393
εἶναι 18 w 7398
ψευδῆ 9 w 7403
δόξαν 3 w 7408
ἵνα 2 w 7412
μὴ 30 w 7414
τὰ 35 w 7416
αὐτὰ 7 w 7420
16 w 7421
αὐτὸς 2 w 7426
ἀναγκάζοιτο 1 w 7437
εἰδὼς 2 w 7442
μὴ 31 w 7444
εἰδέναι 1 w 7451
ἅμα 1 w 7454
ΘΕΑΙ 28 w 7459
ἀληθέστατα 1 w 7470
ΣΩ 30 w 7473
οὐκοῦν 5 w 7480
ἄλλʼ 2 w 7484
ὁτιοῦν 1 w 7490
δεῖ 4 w 7493
ἀποφαίνειν 1 w 7503
τὸ 41 w 7505
τὰ 37 w 7507
ψευδῆ 10 w 7512
δοξάζειν 4 w 7520
18 w 7521
διανοίας 1 w 7529
πρὸς 8 w 7533
αἴσθησιν 10 w 7541
παραλλαγήν 1 w 7551
εἰ 15 w 7554
γὰρ 11 w 7557
τοῦτʼ 2 w 7562
ἦν 4 w 7564
οὐκ 17 w 7568
ἄν 11 w 7570
ποτε 10 w 7574
ἐν 33 w 7576
αὐτοῖς 4 w 7582
τοῖς 8 w 7586
διανοήμασιν 1 w 7597
ἐψευδόμεθα 1 w 7607
νῦν 7 w 7611
δὲ 40 w 7613
ἤτοι 1 w 7617
οὐκ 18 w 7620
ἔστι 6 w 7624
ψευδὴς 3 w 7630
δόξα 8 w 7634
19 w 7636
4 w 7637
τις 11 w 7640
οἶδεν 13 w 7645
οἷόν 2 w 7650
τε 69 w 7652
μὴ 32 w 7654
εἰδέναι 2 w 7661
καὶ 96 w 7665
τούτων 2 w 7671
πότερα 1 w 7677
αἱρῇ 1 w 7681
ΘΕΑΙ 29 w 7686
ἄπορον 1 w 7693
αἵρεσιν 1 w 7700
προτίθης 1 w 7708
7 w 7710
Σώκρατες 6 w 7718
ΣΩ 31 w 7721
ἀλλὰ 4 w 7726
μέντοι 2 w 7732
ἀμφότερά 1 w 7740
γε 24 w 7742
κινδυνεύει 2 w 7752
18 w 7753
λόγος 1 w 7758
οὐκ 19 w 7761
ἐάσειν 1 w 7767
ὅμως 1 w 7772
δέ 17 w 7774
πάντα 2 w 7780
γὰρ 12 w 7783
τολμητέον 1 w 7792
τί 11 w 7795
εἰ 17 w 7797
ἐπιχειρήσαιμεν 1 w 7811
ἀναισχυντεῖν 1 w 7823
ΘΕΑΙ 30 w 7828
πῶς 2 w 7832
ΣΩ 32 w 7835
ἐθελήσαντες 1 w 7847
εἰπεῖν 1 w 7853
ποῖόν 1 w 7858
τί 12 w 7860
ποτʼ 4 w 7864
ἐστὶ 1 w 7868
τὸ 42 w 7870
ἐπίστασθαι 1 w 7880
ΘΕΑΙ 31 w 7885
καὶ 97 w 7889
τί 13 w 7891
τοῦτο 8 w 7896
ἀναίσχυντον 1 w 7907
ΣΩ 33 w 7910
ἔοικας 1 w 7917
οὐκ 20 w 7920
ἐννοεῖν 1 w 7927
ὅτι 10 w 7930
πᾶς 1 w 7933
ἡμῖν 2 w 7937
ἐξ 3 w 7939
ἀρχῆς 2 w 7944
19 w 7945
λόγος 2 w 7950
ζήτησις 1 w 7957
γέγονεν 1 w 7964
ἐπιστήμης 1 w 7973
ὡς 6 w 7975
οὐκ 21 w 7978
εἰδόσι 1 w 7984
τί 14 w 7986
ποτʼ 5 w 7990
ἐστίν 2 w 7995
ΘΕΑΙ 32 w 8000
ἐννοῶ 1 w 8006
μὲν 21 w 8009
οὖν 10 w 8012
ΣΩ 34 w 8015
ἔπειτʼ 1 w 8022
οὐκ 22 w 8025
ἀναιδὲς 1 w 8032
δοκεῖ 3 w 8037
μὴ 33 w 8039
εἰδότας 1 w 8046
ἐπιστήμην 1 w 8055
ἀποφαίνεσθαι 1 w 8067
τὸ 43 w 8069
ἐπίστασθαι 2 w 8079
οἷόν 3 w 8083
ἐστιν 1 w 8088
ἀλλὰ 5 w 8093
γάρ 5 w 8096
8 w 8098
Θεαίτητε 2 w 8106
πάλαι 1 w 8112
ἐσμὲν 1 w 8117
ἀνάπλεῳ 1 w 8124
τοῦ 25 w 8127
μὴ 34 w 8129
καθαρῶς 1 w 8136
διαλέγεσθαι 1 w 8147
μυριάκις 1 w 8156
γὰρ 13 w 8159
εἰρήκαμεν 1 w 8168
τὸ 44 w 8170
γιγνώσκομεν 1 w 8181
καὶ 98 w 8184
οὐ 38 w 8186
γιγνώσκομεν 2 w 8197
καὶ 99 w 8201
ἐπιστάμεθα 1 w 8211
καὶ 100 w 8214
οὐκ 23 w 8217
ἐπιστάμεθα 2 w 8227
ὥς 2 w 8230
τι 59 w 8232
συνιέντες 1 w 8241
ἀλλήλων 2 w 8248
ἐν 36 w 8250
2 w 8251
ἔτι 6 w 8254
ἐπιστήμην 2 w 8263
ἀγνοοῦμεν 1 w 8272
εἰ 22 w 8275
δὲ 42 w 8277
βούλει 1 w 8283
καὶ 101 w 8287
νῦν 8 w 8290
ἐν 37 w 8292
τῷ 14 w 8294
παρόντι 1 w 8301
κεχρήμεθʼ 1 w 8310
αὖ 15 w 8312
τῷ 15 w 8314
ἀγνοεῖν 1 w 8321
τε 77 w 8323
καὶ 102 w 8326
συνιέναι 1 w 8334
ὡς 7 w 8337
προσῆκον 1 w 8345
αὐτοῖς 5 w 8351
χρῆσθαι 1 w 8358
εἴπερ 2 w 8363
στερόμεθα 1 w 8372
ἐπιστήμης 2 w 8381
ΘΕΑΙ 33 w 8386
ἀλλὰ 6 w 8391
τίνα 1 w 8395
τρόπον 1 w 8401
διαλέξῃ 1 w 8408
9 w 8410
Σώκρατες 7 w 8418
τούτων 3 w 8425
ἀπεχόμενος 1 w 8435