Scaife ATLAS

CTS Library / Theaetetus

Theaetetus (182-186)

urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:182-186
Refs {'start': {'reference': '182', 'human_reference': 'None 182'}, 'end': {'reference': '186', 'human_reference': 'None 186'}}
Ancestors []
Children []
prev
plain textXML
next

ΣΩ. οὐκοῦν ἐπειδὴ κινεῖσθαι αὐτὰ δεῖ, τὸ δὲ μὴ κινεῖσθαι
182
182a
μὴ ἐνεῖναι μηδενί, πάντα δὴ πᾶσαν κίνησιν ἀεὶ κινεῖται.

ΘΕΟ. ἀνάγκη.

ΣΩ. σκόπει δή μοι τόδε αὐτῶν· τῆς θερμότητος λευκότητος ὁτουοῦν γένεσιν οὐχ οὕτω πως ἐλέγομεν φάναι αὐτούς, φέρεσθαι ἕκαστον τούτων ἅμα αἰσθήσει μεταξὺ τοῦ ποιοῦντός τε καὶ πάσχοντος, καὶ τὸ μὲν πάσχον αἰσθητικὸν ἀλλʼ οὐκ αἴσθησιν ἔτι γίγνεσθαι, τὸ δὲ ποιοῦν ποιόν τι ἀλλʼ οὐ ποιότητα; ἴσως οὖν ποιότης ἅμα ἀλλόκοτόν τε φαίνεται ὄνομα καὶ οὐ μανθάνεις ἁθρόον λεγόμενον· κατὰ
182b
μέρη οὖν ἄκουε. τὸ γὰρ ποιοῦν οὔτε θερμότης οὔτε λευκότης, θερμὸν δὲ καὶ λευκὸν γίγνεται, καὶ τἆλλα οὕτω· μέμνησαι γάρ που ἐν τοῖς πρόσθεν ὅτι οὕτως ἐλέγομεν, ἓν μηδὲν αὐτὸ καθʼ αὑτὸ εἶναι, μηδʼ αὖ τὸ ποιοῦν πάσχον, ἀλλʼ ἐξ ἀμφοτέρων πρὸς ἄλληλα συγγιγνομένων τὰς αἰσθήσεις καὶ τὰ αἰσθητὰ ἀποτίκτοντα τὰ μὲν ποιʼ ἄττα γίγνεσθαι, τὰ δὲ αἰσθανόμενα.

ΘΕΟ. μέμνημαι· πῶς δʼ οὔ;

182c
ΣΩ. τὰ μὲν τοίνυν ἄλλα χαίρειν ἐάσωμεν, εἴτε ἄλλως εἴτε οὕτως λέγουσιν· οὗ δʼ ἕνεκα λέγομεν, τοῦτο μόνον φυλάττωμεν, ἐρωτῶντες· Κινεῖται καὶ ῥεῖ, ὥς φατε, τὰ πάντα; γάρ;

ΘΕΟ. ναί.

ΣΩ. οὐκοῦν ἀμφοτέρας ἃς διειλόμεθα κινήσεις, φερόμενά τε καὶ ἀλλοιούμενα;

ΘΕΟ. πῶς δʼ οὔ; εἴπερ γε δὴ τελέως κινήσεται.

ΣΩ. εἰ μὲν τοίνυν ἐφέρετο μόνον, ἠλλοιοῦτο δὲ μή, εἴχομεν ἄν που εἰπεῖν οἷα ἄττα ῥεῖ τὰ φερόμενα· πῶς λέγομεν;

ΘΕΟ. οὕτως.

182d
ΣΩ. ἐπειδὴ δὲ οὐδὲ τοῦτο μένει, τὸ λευκὸν ῥεῖν τὸ ῥέον, ἀλλὰ μεταβάλλει, ὥστε καὶ αὐτοῦ τούτου εἶναι ῥοήν, τῆς λευκότητος, καὶ μεταβολὴν εἰς ἄλλην χρόαν, ἵνα μὴ ἁλῷ ταύτῃ μένον, ἆρά ποτε οἷόν τέ τι προσειπεῖν χρῶμα, ὥστε καὶ ὀρθῶς προσαγορεύειν;

ΘΕΟ. καὶ τίς μηχανή, Σώκρατες; ἄλλο γέ τι τῶν τοιούτων, εἴπερ ἀεὶ λέγοντος ὑπεξέρχεται ἅτε δὴ ῥέον;

ΣΩ. τί δὲ περὶ αἰσθήσεως ἐροῦμεν ὁποιασοῦν, οἷον τῆς
182e
τοῦ ὁρᾶν ἀκούειν; μένειν ποτὲ ἐν αὐτῷ τῷ ὁρᾶν ἀκούειν;

ΘΕΟ. οὔκουν δεῖ γε, εἴπερ πάντα κινεῖται.

ΣΩ. οὔτε ἄρα ὁρᾶν προσρητέον τι μᾶλλον μὴ ὁρᾶν, οὐδέ τινʼ ἄλλην αἴσθησιν μᾶλλον μή, πάντων γε πάντως κινουμένων.

ΘΕΟ. οὐ γὰρ οὖν.

ΣΩ. καὶ μὴν αἴσθησίς γε ἐπιστήμη, ὡς ἔφαμεν ἐγώ τε καὶ Θεαίτητος.

ΘΕΟ. ἦν ταῦτα.

ΣΩ. οὐδὲν ἄρα ἐπιστήμην μᾶλλον μὴ ἐπιστήμην ἀπεκρινάμεθα ἐρωτώμενοι ὅτι ἐστὶν ἐπιστήμη.

183
183a
ΘΕΟ. ἐοίκατε.

ΣΩ. καλὸν ἂν ἡμῖν συμβαίνοι τὸ ἐπανόρθωμα τῆς ἀποκρίσεως, προθυμηθεῖσιν ἀποδεῖξαι ὅτι πάντα κινεῖται, ἵνα δὴ ἐκείνη ἀπόκρισις ὀρθὴ φανῇ. τὸ δʼ, ὡς ἔοικεν, ἐφάνη, εἰ πάντα κινεῖται, πᾶσα ἀπόκρισις, περὶ ὅτου ἄν τις ἀποκρίνηται, ὁμοίως ὀρθὴ εἶναι, οὕτω τʼ ἔχειν φάναι καὶ μὴ οὕτω, εἰ δὲ βούλει, γίγνεσθαι, ἵνα μὴ στήσωμεν αὐτοὺς τῷ λόγῳ.

ΘΕΟ. ὀρθῶς λέγεις.

ΣΩ. πλήν γε, Θεόδωρε, ὅτι οὕτω τε εἶπον καὶ οὐχ οὕτω. δεῖ δὲ οὐδὲ τοῦτο τὸ οὕτω λέγεινοὐδὲ
183b
γὰρ ἂν ἔτι κινοῖτο τὸ οὕτω οὐδʼ αὖ μὴ οὕτω οὐδὲ γὰρ τοῦτο κίνησιςἀλλά τινʼ ἄλλην φωνὴν θετέον τοῖς τὸν λόγον τοῦτον λέγουσιν, ὡς νῦν γε πρὸς τὴν αὑτῶν ὑπόθεσιν οὐκ ἔχουσι ῥήματα, εἰ μὴ ἄρα τὸ οὐδʼ οὕτως μάλιστα δʼ οὕτως ἂν αὐτοῖς ἁρμόττοι, ἄπειρον λεγόμενον.

ΘΕΟ. οἰκειοτάτη γοῦν διάλεκτος αὕτη αὐτοῖς.

ΣΩ. οὐκοῦν, Θεόδωρε, τοῦ τε σοῦ ἑταίρου ἀπηλλάγμεθα, καὶ οὔπω συγχωροῦμεν αὐτῷ πάντʼ ἄνδρα πάντων
183c
χρημάτων μέτρον εἶναι, ἂν μὴ φρόνιμός τις · ἐπιστήμην τε αἴσθησιν οὐ συγχωρησόμεθα κατά γε τὴν τοῦ πάντα κινεῖσθαι μέθοδον, εἰ μή τί πως ἄλλως Θεαίτητος ὅδε λέγει.

ΘΕΟ. ἄριστʼ εἴρηκας, Σώκρατες· τούτων γὰρ περανθέντων καὶ ἐμὲ ἔδει ἀπηλλάχθαι σοι ἀποκρινόμενον κατὰ τὰς συνθήκας, ἐπειδὴ τὸ περὶ τοῦ Πρωταγόρου λόγου τέλος σχοίη.

ΘΕΑΙ. μὴ πρίν γʼ ἄν, Θεόδωρε, Σωκράτης τε καὶ σὺ
183d
τοὺς φάσκοντας αὖ τὸ πᾶν ἑστάναι διέλθητε, ὥσπερ ἄρτι προύθεσθε.

ΘΕΟ. νέος ὤν, Θεαίτητε, τοὺς πρεσβυτέρους ἀδικεῖν διδάσκεις ὁμολογίας παραβαίνοντας; ἀλλὰ παρασκευάζου ὅπως τῶν ἐπιλοίπων Σωκράτει δώσεις λόγον.

ΘΕΑΙ. ἐάνπερ γε βούληται. ἥδιστα μεντἂν ἤκουσα περὶ ὧν λέγω.

ΘΕΟ.Ἱππέας εἰς πεδίον προκαλῇ Σωκράτη εἰς λόγους προκαλούμενος· ἐρώτα οὖν καὶ ἀκούσῃ.

ΣΩ. ἀλλά μοι δοκῶ, Θεόδωρε, περί γε ὧν κελεύει
183e
Θεαίτητος οὐ πείσεσθαι αὐτῷ.

ΘΕΟ. τί δὴ οὖν οὐ πείσεσθαι;

ΣΩ. μέλισσον μὲν καὶ τοὺς ἄλλους, οἳ ἓν ἑστὸς λέγουσι τὸ πᾶν, αἰσχυνόμενος μὴ φορτικῶς σκοπῶμεν, ἧττον αἰσχύνομαι ἕνα ὄντα Παρμενίδην. Παρμενίδης δέ μοι φαίνεται, τὸ τοῦ Ὁμήρου, αἰδοῖός τέ μοι εἶναι ἅμα δεινός τε. συμπροσέμειξα γὰρ δὴ τῷ ἀνδρὶ πάνυ νέος πάνυ πρεσβύτῃ,
184
184a
καί μοι ἐφάνη βάθος τι ἔχειν παντάπασι γενναῖον. φοβοῦμαι οὖν μὴ οὔτε τὰ λεγόμενα συνιῶμεν, τί τε διανοούμενος εἶπε πολὺ πλέον λειπώμεθα, καὶ τὸ μέγιστον, οὗ ἕνεκα λόγος ὥρμηται, ἐπιστήμης πέρι τί ποτʼ ἐστίν, ἄσκεπτον γένηται ὑπὸ τῶν ἐπεισκωμαζόντων λόγων, εἴ τις αὐτοῖς πείσεται· ἄλλως τε καὶ ὃν νῦν ἐγείρομεν πλήθει ἀμήχανον, εἴτε τις ἐν παρέργῳ σκέψεται, ἀνάξιʼ ἂν πάθοι, εἴτε ἱκανῶς, μηκυνόμενος τὸ τῆς ἐπιστήμης ἀφανιεῖ. δεῖ δὲ οὐδέτερα, ἀλλὰ Θεαίτητον
184b
ὧν κυεῖ περὶ ἐπιστήμης πειρᾶσθαι ἡμᾶς τῇ μαιευτικῇ τέχνῃ ἀπολῦσαι.

ΘΕΟ. ἀλλὰ χρή, εἰ δοκεῖ, οὕτω ποιεῖν.

ΣΩ. ἔτι τοίνυν, Θεαίτητε, τοσόνδε περὶ τῶν εἰρημένων ἐπίσκεψαι. αἴσθησιν γὰρ δὴ ἐπιστήμην ἀπεκρίνω· γάρ;

ΘΕΑΙ. ναί.

ΣΩ. εἰ οὖν τίς σε ὧδʼ ἐρωτῴη· τῷ τὰ λευκὰ καὶ μέλανα ὁρᾷ ἄνθρωπος καὶ τῷ τὰ ὀξέα καὶ βαρέα ἀκούει; εἴποις ἂν οἶμαι ὄμμασί τε καὶ ὠσίν.

ΘΕΑΙ. ἔγωγε.

184c
ΣΩ. τὸ δὲ εὐχερὲς τῶν ὀνομάτων τε καὶ ῥημάτων καὶ μὴ διʼ ἀκριβείας ἐξεταζόμενον τὰ μὲν πολλὰ οὐκ ἀγεννές, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερον, ἔστι δὲ ὅτε ἀναγκαῖον, οἷον καὶ νῦν ἀνάγκη ἐπιλαβέσθαι τῆς ἀποκρίσεως ἣν ἀποκρίνῃ, οὐκ ὀρθή. σκόπει γάρ· ἀπόκρισις ποτέρα ὀρθοτέρα, ὁρῶμεν τοῦτο εἶναι ὀφθαλμούς, διʼ οὗ ὁρῶμεν, καὶ ἀκούομεν ὦτα, διʼ οὗ ἀκούομεν;

ΘΕΑΙ. διʼ ὧν ἕκαστα αἰσθανόμεθα, ἔμοιγε δοκεῖ, Σώκρατες, μᾶλλον οἷς.

184d
ΣΩ. δεινὸν γάρ που, παῖ, εἰ πολλαί τινες ἐν ἡμῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται, ἀλλὰ μὴ εἰς μίαν τινὰ ἰδέαν, εἴτε ψυχὴν εἴτε ὅτι δεῖ καλεῖν, πάντα ταῦτα συντείνει, διὰ τούτων οἷον ὀργάνων αἰσθανόμεθα ὅσα αἰσθητά.

ΘΕΑΙ. ἀλλά μοι δοκεῖ οὕτω μᾶλλον ἐκείνως.

ΣΩ. τοῦδέ τοι ἕνεκα αὐτά σοι διακριβοῦμαι, εἴ τινι ἡμῶν αὐτῶν τῷ αὐτῷ διὰ μὲν ὀφθαλμῶν ἐφικνούμεθα λευκῶν τε
184e
καὶ μελάνων, διὰ δὲ τῶν ἄλλων ἑτέρων αὖ τινῶν· καὶ ἕξεις ἐρωτώμενος πάντα τὰ τοιαῦτα εἰς τὸ σῶμα ἀναφέρειν; ἴσως δὲ βέλτιον σὲ λέγειν αὐτὰ ἀποκρινόμενον μᾶλλον ἐμὲ ὑπὲρ σοῦ πολυπραγμονεῖν. καί μοι λέγε· θερμὰ καὶ σκληρὰ καὶ κοῦφα καὶ γλυκέα διʼ ὧν αἰσθάνῃ, ἆρα οὐ τοῦ σώματος ἕκαστα τίθης; ἄλλου τινός;

ΘΕΑΙ. οὐδενὸς ἄλλου.

ΣΩ. καὶ ἐθελήσεις ὁμολογεῖν διʼ ἑτέρας δυνάμεως
185
185a
αἰσθάνῃ, ἀδύνατον εἶναι διʼ ἄλλης ταῦτʼ αἰσθέσθαι, οἷον διʼ ἀκοῆς, διʼ ὄψεως, διʼ ὄψεως, διʼ ἀκοῆς;

ΘΕΑΙ. πῶς γὰρ οὐκ ἐθελήσω;

ΣΩ. εἴ τι ἄρα περὶ ἀμφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου, οὐδʼ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀμφοτέρων αἰσθάνοιʼ ἄν.

ΘΕΑΙ. οὐ γὰρ οὖν.

ΣΩ. περὶ δὴ φωνῆς καὶ περὶ χρόας πρῶτον μὲν αὐτὸ τοῦτο περὶ ἀμφοτέρων διανοῇ, ὅτι ἀμφοτέρω ἐστόν;

ΘΕΑΙ. ἔγωγε.

ΣΩ. οὐκοῦν καὶ ὅτι ἑκάτερον ἑκατέρου μὲν ἕτερον, ἑαυτῷ δὲ ταὐτόν;

185b
ΘΕΑΙ. τί μήν;

ΣΩ. καὶ ὅτι ἀμφοτέρω δύο, ἑκάτερον δὲ ἕν;

ΘΕΑΙ. καὶ τοῦτο.

ΣΩ. οὐκοῦν καὶ εἴτε ἀνομοίω εἴτε ὁμοίω ἀλλήλοιν, δυνατὸς εἶ ἐπισκέψασθαι;

ΘΕΑΙ. ἴσως.

ΣΩ. ταῦτα δὴ πάντα διὰ τίνος περὶ αὐτοῖν διανοῇ; οὔτε γὰρ διʼ ἀκοῆς οὔτε διʼ ὄψεως οἷόν τε τὸ κοινὸν λαμβάνειν περὶ αὐτῶν. ἔτι δὲ καὶ τόδε τεκμήριον περὶ οὗ λέγομεν· εἰ γὰρ δυνατὸν εἴη ἀμφοτέρω σκέψασθαι ἆρʼ ἐστὸν ἁλμυρὼ οὔ,
185c
οἶσθʼ ὅτι ἕξεις εἰπεῖν ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο.

ΘΕΑΙ. τί δʼ οὐ μέλλει, γε διὰ τῆς γλώττης δύναμις;

ΣΩ. καλῶς λέγεις. δὲ δὴ διὰ τίνος δύναμις τό τʼ ἐπὶ πᾶσι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, τὸ ἔστιν ἐπονομάζεις καὶ τὸ οὐκ ἔστι καὶ νυνδὴ ἠρωτῶμεν περὶ αὐτῶν; τούτοις πᾶσι ποῖα ἀποδώσεις ὄργανα διʼ ὧν αἰσθάνεται ἡμῶν τὸ αἰσθανόμενον ἕκαστα;

ΘΕΑΙ. οὐσίαν λέγεις καὶ τὸ μὴ εἶναι, καὶ ὁμοιότητα καὶ ἀνομοιότητα, καὶ τὸ ταὐτόν τε καὶ τὸ ἕτερον, ἔτι δὲ
185d
ἕν τε καὶ τὸν ἄλλον ἀριθμὸν περὶ αὐτῶν. δῆλον δὲ ὅτι καὶ ἄρτιόν τε καὶ περιττὸν ἐρωτᾷς, καὶ τἆλλα ὅσα τούτοις ἕπεται, διὰ τίνος ποτὲ τῶν τοῦ σώματος τῇ ψυχῇ αἰσθανόμεθα.

ΣΩ. ὑπέρευ, Θεαίτητε, ἀκολουθεῖς, καὶ ἔστιν ἐρωτῶ αὐτὰ ταῦτα.

ΘΕΑΙ. ἀλλὰ μὰ Δία, Σώκρατες, ἔγωγε οὐκ ἂν ἔχοιμι εἰπεῖν, πλήν γʼ ὅτι μοι δοκεῖ τὴν ἀρχὴν οὐδʼ εἶναι τοιοῦτον οὐδὲν τούτοις ὄργανον ἴδιον ὥσπερ ἐκείνοις, ἀλλʼ
185e
αὐτὴ διʼ αὑτῆς ψυχὴ τὰ κοινά μοι φαίνεται περὶ πάντων ἐπισκοπεῖν.

ΣΩ. καλὸς γὰρ εἶ, Θεαίτητε, καὶ οὐχ, ὡς ἔλεγε Θεόδωρος, αἰσχρός· γὰρ καλῶς λέγων καλός τε καὶ ἀγαθός. πρὸς δὲ τῷ καλῷ εὖ ἐποίησάς με μάλα συχνοῦ λόγου ἀπαλλάξας, εἰ φαίνεταί σοι τὰ μὲν αὐτὴ διʼ αὑτῆς ψυχὴ ἐπισκοπεῖν, τὰ δὲ διὰ τῶν τοῦ σώματος δυνάμεων. τοῦτο γὰρ ἦν καὶ αὐτῷ μοι ἐδόκει, ἐβουλόμην δὲ καὶ σοὶ δόξαι.

186
186a
ΘΕΑΙ. ἀλλὰ μὴν φαίνεταί γε.

ΣΩ. ποτέρων οὖν τίθης τὴν οὐσίαν; τοῦτο γὰρ μάλιστα ἐπὶ πάντων παρέπεται.

ΘΕΑΙ. ἐγὼ μὲν ὧν αὐτὴ ψυχὴ καθʼ αὑτὴν ἐπορέγεται.

ΣΩ. καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον καὶ τὸ ταὐτὸν καὶ ἕτερον;

ΘΕΑΙ. ναί.

ΣΩ. τί δέ; καλὸν καὶ αἰσχρὸν καὶ ἀγαθὸν καὶ κακόν;

ΘΕΑΙ. καὶ τούτων μοι δοκεῖ ἐν τοῖς μάλιστα πρὸς ἄλληλα σκοπεῖσθαι τὴν οὐσίαν, ἀναλογιζομένη ἐν ἑαυτῇ τὰ
186b
γεγονότα καὶ τὰ παρόντα πρὸς τὰ μέλλοντα.

ΣΩ. ἔχε δή· ἄλλο τι τοῦ μὲν σκληροῦ τὴν σκληρότητα διὰ τῆς ἐπαφῆς αἰσθήσεται, καὶ τοῦ μαλακοῦ τὴν μαλακότητα ὡσαύτως;

ΘΕΑΙ. ναί.

ΣΩ. τὴν δέ γε οὐσίαν καὶ ὅτι ἐστὸν καὶ τὴν ἐναντιότητα πρὸς ἀλλήλω καὶ τὴν οὐσίαν αὖ τῆς ἐναντιότητος αὐτὴ ψυχὴ ἐπανιοῦσα καὶ συμβάλλουσα πρὸς ἄλληλα κρίνειν πειρᾶται ἡμῖν.

ΘΕΑΙ. πάνυ μὲν οὖν.

ΣΩ. οὐκοῦν τὰ μὲν εὐθὺς γενομένοις πάρεστι φύσει
186c
αἰσθάνεσθαι ἀνθρώποις τε καὶ θηρίοις, ὅσα διὰ τοῦ σώματος παθήματα ἐπὶ τὴν ψυχὴν τείνει· τὰ δὲ περὶ τούτων ἀναλογίσματα πρός τε οὐσίαν καὶ ὠφέλειαν μόγις καὶ ἐν χρόνῳ διὰ πολλῶν πραγμάτων καὶ παιδείας παραγίγνεται οἷς ἂν καὶ παραγίγνηται;

ΘΕΑΙ. παντάπασι μὲν οὖν.

ΣΩ. οἷόν τε οὖν ἀληθείας τυχεῖν, μηδὲ οὐσίας;

ΘΕΑΙ. ἀδύνατον.

ΣΩ. οὗ δὲ ἀληθείας τις ἀτυχήσει, ποτὲ τούτου ἐπιστήμων ἔσται;

186d
ΘΕΑΙ. καὶ πῶς ἄν, Σώκρατες;

ΣΩ. ἐν μὲν ἄρα τοῖς παθήμασιν οὐκ ἔνι ἐπιστήμη, ἐν δὲ τῷ περὶ ἐκείνων συλλογισμῷ· οὐσίας γὰρ καὶ ἀληθείας ἐνταῦθα μέν, ὡς ἔοικε, δυνατὸν ἅψασθαι, ἐκεῖ δὲ ἀδύνατον.

ΘΕΑΙ. φαίνεται.

ΣΩ. οὖν ταὐτὸν ἐκεῖνό τε καὶ τοῦτο καλεῖς, τοσαύτας διαφορὰς ἔχοντε;

ΘΕΑΙ. οὔκουν δὴ δίκαιόν γε.

ΣΩ. τί οὖν δὴ ἐκείνῳ ἀποδίδως ὄνομα, τῷ ὁρᾶν ἀκούειν ὀσφραίνεσθαι ψύχεσθαι θερμαίνεσθαι;

186e
ΘΕΑΙ. αἰσθάνεσθαι ἔγωγε· τί γὰρ ἄλλο;

ΣΩ. σύμπαν ἄρʼ αὐτὸ καλεῖς αἴσθησιν;

ΘΕΑΙ. ἀνάγκη.

ΣΩ. ὧι γε, φαμέν, οὐ μέτεστιν ἀληθείας ἅψασθαι· οὐδὲ γὰρ οὐσίας.

ΘΕΑΙ. οὐ γὰρ οὖν.

ΣΩ. οὐδʼ ἄρʼ ἐπιστήμης.

ΘΕΑΙ. οὐ γάρ.

ΣΩ. οὐκ ἄρʼ ἂν εἴη ποτέ, Θεαίτητε, αἴσθησίς τε καὶ ἐπιστήμη ταὐτόν.

ΘΕΑΙ. οὐ φαίνεται, Σώκρατες. καὶ μάλιστά γε νῦν καταφανέστατον γέγονεν ἄλλο ὂν αἰσθήσεως ἐπιστήμη.

Tokens

ΣΩ 1 w 2
οὐκοῦν 1 w 9
ἐπειδὴ 1 w 15
κινεῖσθαι 1 w 24
αὐτὰ 1 w 28
δεῖ 1 w 31
τὸ 1 w 34
δὲ 1 w 36
μὴ 1 w 38
κινεῖσθαι 2 w 47
μὴ 2 w 49
ἐνεῖναι 1 w 56
μηδενί 1 w 62
πάντα 1 w 68
δὴ 2 w 70
πᾶσαν 1 w 75
κίνησιν 1 w 82
ἀεὶ 1 w 85
κινεῖται 1 w 93
ΘΕΟ 1 w 97
ἀνάγκη 1 w 104
ΣΩ 2 w 107
σκόπει 1 w 114
δή 1 w 116
μοι 1 w 119
τόδε 1 w 123
αὐτῶν 1 w 128
τῆς 1 w 132
θερμότητος 1 w 142
1 w 143
λευκότητος 1 w 153
2 w 154
ὁτουοῦν 1 w 161
γένεσιν 1 w 168
οὐχ 1 w 171
οὕτω 1 w 175
πως 1 w 178
ἐλέγομεν 1 w 186
φάναι 1 w 191
αὐτούς 1 w 197
φέρεσθαι 1 w 206
ἕκαστον 1 w 213
τούτων 1 w 219
ἅμα 1 w 222
αἰσθήσει 1 w 230
μεταξὺ 1 w 236
τοῦ 1 w 239
ποιοῦντός 1 w 248
τε 1 w 250
καὶ 1 w 253
πάσχοντος 1 w 262
καὶ 2 w 266
τὸ 2 w 268
μὲν 1 w 271
πάσχον 2 w 277
αἰσθητικὸν 1 w 287
ἀλλʼ 1 w 291
οὐκ 2 w 294
αἴσθησιν 1 w 302
ἔτι 1 w 305
γίγνεσθαι 1 w 314
τὸ 3 w 317
δὲ 2 w 319
ποιοῦν 2 w 325
ποιόν 1 w 330
τι 3 w 332
ἀλλʼ 2 w 336
οὐ 4 w 338
ποιότητα 1 w 346
ἴσως 1 w 351
οὖν 1 w 354
1 w 355
ποιότης 1 w 362
ἅμα 2 w 365
ἀλλόκοτόν 1 w 374
τε 2 w 376
φαίνεται 1 w 384
ὄνομα 1 w 389
καὶ 3 w 392
οὐ 5 w 394
μανθάνεις 1 w 403
ἁθρόον 1 w 409
λεγόμενον 1 w 418
κατὰ 1 w 423
μέρη 1 w 427
οὖν 2 w 430
ἄκουε 1 w 435
τὸ 4 w 438
γὰρ 1 w 441
ποιοῦν 3 w 447
οὔτε 1 w 451
θερμότης 1 w 459
οὔτε 2 w 463
λευκότης 1 w 471
θερμὸν 1 w 478
δὲ 3 w 480
καὶ 4 w 483
λευκὸν 1 w 489
γίγνεται 1 w 497
καὶ 5 w 501
τἆλλα 1 w 506
οὕτω 2 w 510
μέμνησαι 1 w 519
γάρ 1 w 522
που 1 w 525
ἐν 2 w 527
τοῖς 1 w 531
πρόσθεν 1 w 538
ὅτι 1 w 541
οὕτως 1 w 546
ἐλέγομεν 2 w 554
ἓν 1 w 557
μηδὲν 1 w 562
αὐτὸ 1 w 566
καθʼ 1 w 570
αὑτὸ 1 w 574
εἶναι 1 w 579
μηδʼ 1 w 584
αὖ 1 w 586
τὸ 7 w 588
ποιοῦν 4 w 594
3 w 595
πάσχον 3 w 601
ἀλλʼ 3 w 606
ἐξ 1 w 608
ἀμφοτέρων 1 w 617
πρὸς 1 w 621
ἄλληλα 1 w 627
συγγιγνομένων 1 w 640
τὰς 1 w 643
αἰσθήσεις 1 w 652
καὶ 6 w 655
τὰ 4 w 657
αἰσθητὰ 1 w 664
ἀποτίκτοντα 1 w 675
τὰ 6 w 677
μὲν 2 w 680
ποιʼ 1 w 684
ἄττα 1 w 688
γίγνεσθαι 2 w 697
τὰ 7 w 700
δὲ 5 w 702
αἰσθανόμενα 1 w 713
ΘΕΟ 2 w 717
μέμνημαι 1 w 726
πῶς 1 w 730
δʼ 2 w 732
οὔ 3 w 734
ΣΩ 3 w 737
τὰ 8 w 740
μὲν 3 w 743
τοίνυν 1 w 749
ἄλλα 1 w 753
χαίρειν 1 w 760
ἐάσωμεν 1 w 767
εἴτε 1 w 772
ἄλλως 1 w 777
εἴτε 2 w 781
οὕτως 2 w 786
λέγουσιν 1 w 794
οὗ 1 w 797
δʼ 3 w 799
ἕνεκα 1 w 804
λέγομεν 3 w 811
τοῦτο 1 w 817
μόνον 1 w 822
φυλάττωμεν 1 w 832
ἐρωτῶντες 1 w 842
Κινεῖται 1 w 851
καὶ 7 w 854
ῥεῖ 1 w 857
ὥς 1 w 860
φατε 1 w 864
τὰ 9 w 867
πάντα 2 w 872
1 w 874
γάρ 2 w 877
ΘΕΟ 3 w 881
ναί 1 w 885
ΣΩ 4 w 888
οὐκοῦν 2 w 895
ἀμφοτέρας 1 w 904
ἃς 1 w 906
διειλόμεθα 1 w 916
κινήσεις 1 w 924
φερόμενά 1 w 933
τε 9 w 935
καὶ 8 w 938
ἀλλοιούμενα 1 w 949
ΘΕΟ 4 w 953
πῶς 2 w 957
δʼ 4 w 959
οὔ 4 w 961
εἴπερ 1 w 967
γε 1 w 969
δὴ 3 w 971
τελέως 1 w 977
κινήσεται 1 w 986
ΣΩ 5 w 989
εἰ 1 w 992
μὲν 4 w 995
τοίνυν 2 w 1001
ἐφέρετο 1 w 1008
μόνον 2 w 1013
ἠλλοιοῦτο 1 w 1023
δὲ 6 w 1025
μή 1 w 1027
εἴχομεν 1 w 1035
ἄν 1 w 1037
που 2 w 1040
εἰπεῖν 1 w 1046
οἷα 1 w 1049
ἄττα 2 w 1053
ῥεῖ 2 w 1056
τὰ 10 w 1058
φερόμενα 1 w 1066
4 w 1068
πῶς 3 w 1071
λέγομεν 4 w 1078
ΘΕΟ 5 w 1082
οὕτως 3 w 1088
ΣΩ 6 w 1091
ἐπειδὴ 2 w 1098
δὲ 7 w 1100
οὐδὲ 1 w 1104
τοῦτο 2 w 1109
μένει 1 w 1114
τὸ 8 w 1117
λευκὸν 2 w 1123
ῥεῖν 1 w 1127
τὸ 9 w 1129
ῥέον 1 w 1133
ἀλλὰ 1 w 1138
μεταβάλλει 1 w 1148
ὥστε 1 w 1153
καὶ 9 w 1156
αὐτοῦ 1 w 1161
τούτου 1 w 1167
εἶναι 2 w 1172
ῥοήν 1 w 1176
τῆς 2 w 1180
λευκότητος 2 w 1190
καὶ 10 w 1194
μεταβολὴν 1 w 1203
εἰς 1 w 1206
ἄλλην 1 w 1211
χρόαν 1 w 1216
ἵνα 1 w 1220
μὴ 3 w 1222
ἁλῷ 1 w 1225
ταύτῃ 1 w 1230
μένον 1 w 1235
ἆρά 1 w 1239
ποτε 1 w 1243
οἷόν 1 w 1247
τέ 3 w 1249
τι 5 w 1251
προσειπεῖν 1 w 1261
χρῶμα 1 w 1266
ὥστε 2 w 1271
καὶ 11 w 1274
ὀρθῶς 1 w 1279
προσαγορεύειν 1 w 1292
ΘΕΟ 6 w 1296
καὶ 12 w 1300
τίς 1 w 1303
μηχανή 1 w 1309
1 w 1311
Σώκρατες 1 w 1319
5 w 1321
ἄλλο 1 w 1325
γέ 2 w 1327
τι 6 w 1329
τῶν 3 w 1332
τοιούτων 1 w 1340
εἴπερ 2 w 1346
ἀεὶ 2 w 1349
λέγοντος 1 w 1357
ὑπεξέρχεται 1 w 1368
ἅτε 1 w 1371
δὴ 5 w 1373
ῥέον 2 w 1377
ΣΩ 7 w 1380
τί 3 w 1383
δὲ 9 w 1385
περὶ 1 w 1389
αἰσθήσεως 1 w 1398
ἐροῦμεν 1 w 1405
ὁποιασοῦν 1 w 1414
οἷον 1 w 1419
τῆς 3 w 1422
τοῦ 5 w 1425
ὁρᾶν 1 w 1429
6 w 1430
ἀκούειν 1 w 1437
μένειν 1 w 1444
ποτὲ 1 w 1448
ἐν 3 w 1450
αὐτῷ 1 w 1454
τῷ 2 w 1456
ὁρᾶν 2 w 1460
7 w 1461
ἀκούειν 2 w 1468
ΘΕΟ 7 w 1472
οὔκουν 1 w 1479
δεῖ 2 w 1482
γε 2 w 1484
εἴπερ 3 w 1490
πάντα 3 w 1495
κινεῖται 2 w 1503
ΣΩ 8 w 1506
οὔτε 3 w 1511
ἄρα 1 w 1514
ὁρᾶν 3 w 1518
προσρητέον 1 w 1528
τι 7 w 1530
μᾶλλον 1 w 1536
8 w 1537
μὴ 4 w 1539
ὁρᾶν 4 w 1543
οὐδέ 1 w 1548
τινʼ 1 w 1552
ἄλλην 2 w 1557
αἴσθησιν 2 w 1565
μᾶλλον 2 w 1571
9 w 1572
μή 2 w 1574
πάντων 1 w 1581
γε 3 w 1583
πάντως 1 w 1589
κινουμένων 1 w 1599
ΘΕΟ 8 w 1603
οὐ 9 w 1606
γὰρ 2 w 1609
οὖν 3 w 1612
ΣΩ 9 w 1615
καὶ 13 w 1619
μὴν 1 w 1622
αἴσθησίς 1 w 1630
γε 4 w 1632
ἐπιστήμη 1 w 1640
ὡς 1 w 1643
ἔφαμεν 1 w 1649
ἐγώ 1 w 1652
τε 17 w 1654
καὶ 14 w 1657
Θεαίτητος 1 w 1666
ΘΕΟ 9 w 1670
ἦν 1 w 1673
ταῦτα 1 w 1678
ΣΩ 10 w 1681
οὐδὲν 1 w 1687
ἄρα 2 w 1690
ἐπιστήμην 1 w 1699
μᾶλλον 3 w 1705
10 w 1706
μὴ 6 w 1708
ἐπιστήμην 2 w 1717
ἀπεκρινάμεθα 1 w 1729
ἐρωτώμενοι 1 w 1739
ὅτι 2 w 1742
ἐστὶν 1 w 1747
ἐπιστήμη 4 w 1755
ΘΕΟ 10 w 1759
ἐοίκατε 1 w 1767
ΣΩ 11 w 1770
καλὸν 1 w 1776
ἂν 1 w 1778
ἡμῖν 1 w 1782
συμβαίνοι 1 w 1791
τὸ 10 w 1793
ἐπανόρθωμα 1 w 1803
τῆς 4 w 1806
ἀποκρίσεως 1 w 1816
προθυμηθεῖσιν 1 w 1830
ἀποδεῖξαι 1 w 1839
ὅτι 3 w 1842
πάντα 4 w 1847
κινεῖται 3 w 1855
ἵνα 2 w 1859
δὴ 6 w 1861
ἐκείνη 1 w 1867
3 w 1868
ἀπόκρισις 1 w 1877
ὀρθὴ 1 w 1881
φανῇ 1 w 1885
τὸ 11 w 1888
δʼ 5 w 1890
ὡς 2 w 1893
ἔοικεν 1 w 1899
ἐφάνη 1 w 1905
εἰ 4 w 1908
πάντα 5 w 1913
κινεῖται 4 w 1921
πᾶσα 2 w 1926
ἀπόκρισις 2 w 1935
περὶ 2 w 1940
ὅτου 1 w 1944
ἄν 2 w 1946
τις 1 w 1949
ἀποκρίνηται 1 w 1960
ὁμοίως 1 w 1967
ὀρθὴ 2 w 1971
εἶναι 3 w 1976
οὕτω 6 w 1981
τʼ 1 w 1983
ἔχειν 1 w 1988
φάναι 2 w 1993
καὶ 15 w 1996
μὴ 7 w 1998
οὕτω 7 w 2002
εἰ 5 w 2005
δὲ 11 w 2007
βούλει 1 w 2013
γίγνεσθαι 3 w 2023
ἵνα 3 w 2027
μὴ 8 w 2029
στήσωμεν 1 w 2037
αὐτοὺς 1 w 2043
τῷ 3 w 2045
λόγῳ 1 w 2049
ΘΕΟ 11 w 2053
ὀρθῶς 2 w 2059
λέγεις 1 w 2065
ΣΩ 12 w 2068
πλήν 1 w 2073
γε 6 w 2075
2 w 2077
Θεόδωρε 1 w 2084
ὅτι 4 w 2088
οὕτω 8 w 2092
τε 19 w 2094
εἶπον 1 w 2099
καὶ 16 w 2102
οὐχ 2 w 2105
οὕτω 9 w 2109
δεῖ 4 w 2113
δὲ 12 w 2115
οὐδὲ 3 w 2119
τοῦτο 3 w 2124
τὸ 12 w 2126
οὕτω 10 w 2130
λέγειν 1 w 2136
οὐδὲ 4 w 2141
γὰρ 3 w 2144
ἂν 2 w 2146
ἔτι 2 w 2149
κινοῖτο 1 w 2156
τὸ 13 w 2158
οὕτω 11 w 2162
οὐδʼ 1 w 2167
αὖ 2 w 2169
μὴ 9 w 2171
οὕτω 12 w 2175
οὐδὲ 5 w 2180
γὰρ 4 w 2183
τοῦτο 4 w 2188
κίνησις 1 w 2195
ἀλλά 1 w 2200
τινʼ 2 w 2204
ἄλλην 3 w 2209
φωνὴν 1 w 2214
θετέον 1 w 2220
τοῖς 2 w 2224
τὸν 1 w 2227
λόγον 1 w 2232
τοῦτον 1 w 2238
λέγουσιν 2 w 2246
ὡς 3 w 2249
νῦν 1 w 2252
γε 8 w 2254
πρὸς 2 w 2258
τὴν 1 w 2261
αὑτῶν 1 w 2266
ὑπόθεσιν 1 w 2274
οὐκ 4 w 2277
ἔχουσι 1 w 2283
ῥήματα 1 w 2289
εἰ 6 w 2292
μὴ 10 w 2294
ἄρα 3 w 2297
τὸ 15 w 2299
οὐδʼ 2 w 2303
οὕτως 4 w 2308
μάλιστα 1 w 2315
δʼ 8 w 2317
οὕτως 5 w 2322
ἂν 3 w 2324
αὐτοῖς 1 w 2330
ἁρμόττοι 1 w 2338
ἄπειρον 1 w 2346
λεγόμενον 2 w 2355
ΘΕΟ 12 w 2359
οἰκειοτάτη 1 w 2370
γοῦν 1 w 2374
διάλεκτος 1 w 2383
αὕτη 1 w 2387
αὐτοῖς 2 w 2393
ΣΩ 13 w 2396
οὐκοῦν 3 w 2403
3 w 2405
Θεόδωρε 2 w 2412
τοῦ 9 w 2416
τε 20 w 2418
σοῦ 2 w 2421
ἑταίρου 1 w 2428
ἀπηλλάγμεθα 1 w 2439
καὶ 17 w 2443
οὔπω 1 w 2447
συγχωροῦμεν 1 w 2458
αὐτῷ 2 w 2462
πάντʼ 1 w 2467
ἄνδρα 1 w 2472
πάντων 2 w 2478
χρημάτων 1 w 2486
μέτρον 1 w 2492
εἶναι 4 w 2497
ἂν 4 w 2500
μὴ 11 w 2502
φρόνιμός 1 w 2510
τις 2 w 2513
1 w 2514
ἐπιστήμην 3 w 2524
τε 21 w 2526
αἴσθησιν 3 w 2534
οὐ 19 w 2536
συγχωρησόμεθα 1 w 2549
κατά 1 w 2553
γε 9 w 2555
τὴν 2 w 2558
τοῦ 10 w 2561
πάντα 6 w 2566
κινεῖσθαι 3 w 2575
μέθοδον 1 w 2582
11 w 2584
εἰ 7 w 2586
μή 3 w 2588
τί 4 w 2590
πως 2 w 2593
ἄλλως 2 w 2598
Θεαίτητος 2 w 2607
ὅδε 1 w 2610
λέγει 3 w 2615
ΘΕΟ 13 w 2619
ἄριστʼ 1 w 2626
εἴρηκας 1 w 2633
4 w 2635
Σώκρατες 2 w 2643
τούτων 2 w 2650
γὰρ 5 w 2653
περανθέντων 1 w 2664
καὶ 18 w 2667
ἐμὲ 1 w 2670
ἔδει 1 w 2674
ἀπηλλάχθαι 1 w 2684
σοι 1 w 2687
ἀποκρινόμενον 1 w 2700
κατὰ 2 w 2704
τὰς 2 w 2707
συνθήκας 1 w 2715
ἐπειδὴ 3 w 2722
τὸ 16 w 2724
περὶ 3 w 2728
τοῦ 11 w 2731
Πρωταγόρου 1 w 2741
λόγου 1 w 2746
τέλος 1 w 2751
σχοίη 1 w 2756
ΘΕΑΙ 1 w 2761
μὴ 12 w 2764
πρίν 1 w 2768
γʼ 1 w 2770
ἄν 4 w 2772
5 w 2774
Θεόδωρε 3 w 2781
Σωκράτης 1 w 2790
τε 23 w 2792
καὶ 19 w 2795
σὺ 1 w 2797
τοὺς 2 w 2801
φάσκοντας 1 w 2810
αὖ 3 w 2812
τὸ 17 w 2814
πᾶν 1 w 2817
ἑστάναι 1 w 2824
διέλθητε 1 w 2832
ὥσπερ 1 w 2838
ἄρτι 1 w 2842
προύθεσθε 1 w 2851
ΘΕΟ 14 w 2855
νέος 1 w 2860
ὤν 1 w 2862
6 w 2864
Θεαίτητε 1 w 2872
τοὺς 3 w 2877
πρεσβυτέρους 1 w 2889
ἀδικεῖν 1 w 2896
διδάσκεις 1 w 2905
ὁμολογίας 1 w 2914
παραβαίνοντας 1 w 2927
ἀλλὰ 2 w 2932
παρασκευάζου 1 w 2944
ὅπως 1 w 2948
τῶν 5 w 2951
ἐπιλοίπων 1 w 2960
Σωκράτει 1 w 2968
δώσεις 1 w 2974
λόγον 2 w 2979
ΘΕΑΙ 2 w 2984
ἐάνπερ 1 w 2991
γε 11 w 2993
βούληται 1 w 3001
ἥδιστα 1 w 3008
μεντἂν 1 w 3014
ἤκουσα 1 w 3020
περὶ 4 w 3024
ὧν 1 w 3026
λέγω 1 w 3030
ΘΕΟ 15 w 3034
Ἱππέας 1 w 3041
εἰς 2 w 3044
πεδίον 1 w 3050
προκαλῇ 1 w 3057
Σωκράτη 2 w 3064
εἰς 3 w 3067
λόγους 1 w 3073
προκαλούμενος 1 w 3086
ἐρώτα 1 w 3092
οὖν 4 w 3095
καὶ 20 w 3098
ἀκούσῃ 1 w 3104
ΣΩ 14 w 3107
ἀλλά 2 w 3112
μοι 2 w 3115
δοκῶ 1 w 3119
7 w 3121
Θεόδωρε 4 w 3128
περί 1 w 3133
γε 12 w 3135
ὧν 2 w 3137
κελεύει 1 w 3144
Θεαίτητος 3 w 3153
οὐ 20 w 3155
πείσεσθαι 1 w 3164
αὐτῷ 3 w 3168
ΘΕΟ 16 w 3172
τί 5 w 3175
δὴ 8 w 3177
οὖν 5 w 3180
οὐ 21 w 3182
πείσεσθαι 2 w 3191
ΣΩ 15 w 3194
μέλισσον 1 w 3203
μὲν 5 w 3206
καὶ 21 w 3209
τοὺς 4 w 3213
ἄλλους 1 w 3219
οἳ 1 w 3222
ἓν 2 w 3224
ἑστὸς 1 w 3229
λέγουσι 3 w 3236
τὸ 19 w 3238
πᾶν 2 w 3241
αἰσχυνόμενος 1 w 3254
μὴ 13 w 3256
φορτικῶς 1 w 3264
σκοπῶμεν 1 w 3272
ἧττον 1 w 3278
αἰσχύνομαι 1 w 3288
12 w 3289
ἕνα 1 w 3292
ὄντα 1 w 3296
Παρμενίδην 1 w 3306
Παρμενίδης 1 w 3317
δέ 2 w 3319
μοι 3 w 3322
φαίνεται 2 w 3330
τὸ 20 w 3333
τοῦ 12 w 3336
Ὁμήρου 1 w 3342
αἰδοῖός 1 w 3350
τέ 8 w 3352
μοι 4 w 3355
εἶναι 5 w 3360
ἅμα 3 w 3363
δεινός 1 w 3369
τε 27 w 3371
συμπροσέμειξα 1 w 3385
γὰρ 6 w 3388
δὴ 9 w 3390
τῷ 6 w 3392
ἀνδρὶ 1 w 3397
πάνυ 1 w 3401
νέος 2 w 3405
πάνυ 2 w 3409
πρεσβύτῃ 1 w 3417
καί 1 w 3421
μοι 5 w 3424
ἐφάνη 2 w 3429
βάθος 1 w 3434
τι 18 w 3436
ἔχειν 2 w 3441
παντάπασι 1 w 3450
γενναῖον 1 w 3458
φοβοῦμαι 1 w 3467
οὖν 6 w 3470
μὴ 14 w 3472
οὔτε 4 w 3476
τὰ 13 w 3478
λεγόμενα 1 w 3486
συνιῶμεν 1 w 3494
τί 6 w 3497
τε 29 w 3499
διανοούμενος 1 w 3511
εἶπε 1 w 3515
πολὺ 1 w 3519
πλέον 1 w 3524
λειπώμεθα 1 w 3533
καὶ 22 w 3537
τὸ 21 w 3539
μέγιστον 1 w 3547
οὗ 2 w 3550
ἕνεκα 2 w 3555
9 w 3556
λόγος 1 w 3561
ὥρμηται 1 w 3568
ἐπιστήμης 1 w 3578
πέρι 1 w 3582
τί 7 w 3584
ποτʼ 1 w 3588
ἐστίν 1 w 3593
ἄσκεπτον 1 w 3602
γένηται 1 w 3609
ὑπὸ 1 w 3612
τῶν 6 w 3615
ἐπεισκωμαζόντων 1 w 3630
λόγων 1 w 3635
εἴ 8 w 3638
τις 3 w 3641
αὐτοῖς 3 w 3647
πείσεται 1 w 3655
ἄλλως 3 w 3661
τε 30 w 3663
καὶ 23 w 3666
ὃν 1 w 3668
νῦν 2 w 3671
ἐγείρομεν 1 w 3680
πλήθει 1 w 3686
ἀμήχανον 1 w 3694
εἴτε 3 w 3699
τις 4 w 3702
ἐν 4 w 3704
παρέργῳ 1 w 3711
σκέψεται 1 w 3719
ἀνάξιʼ 1 w 3726
ἂν 6 w 3728
πάθοι 1 w 3733
εἴτε 4 w 3738
ἱκανῶς 1 w 3744
μηκυνόμενος 1 w 3756
τὸ 22 w 3758
τῆς 5 w 3761
ἐπιστήμης 2 w 3770
ἀφανιεῖ 1 w 3777
δεῖ 5 w 3781
δὲ 16 w 3783
οὐδέτερα 1 w 3791
ἀλλὰ 3 w 3796
Θεαίτητον 1 w 3805
ὧν 3 w 3807
κυεῖ 1 w 3811
περὶ 5 w 3815
ἐπιστήμης 3 w 3824
πειρᾶσθαι 1 w 3833
ἡμᾶς 1 w 3837
τῇ 1 w 3839
μαιευτικῇ 1 w 3848
τέχνῃ 1 w 3853
ἀπολῦσαι 1 w 3861
ΘΕΟ 17 w 3865
ἀλλὰ 4 w 3870
χρή 1 w 3873
εἰ 10 w 3876
δοκεῖ 1 w 3881
οὕτω 15 w 3886
ποιεῖν 1 w 3892
ΣΩ 16 w 3895
ἔτι 3 w 3899
τοίνυν 3 w 3905
8 w 3907
Θεαίτητε 2 w 3915
τοσόνδε 1 w 3923
περὶ 6 w 3927
τῶν 7 w 3930
εἰρημένων 1 w 3939
ἐπίσκεψαι 1 w 3948
αἴσθησιν 4 w 3957
γὰρ 7 w 3960
δὴ 10 w 3962
ἐπιστήμην 4 w 3971
ἀπεκρίνω 1 w 3979
3 w 3981
γάρ 3 w 3984
ΘΕΑΙ 3 w 3989
ναί 2 w 3993
ΣΩ 17 w 3996
εἰ 12 w 3999
οὖν 7 w 4002
τίς 2 w 4005
σε 12 w 4007
ὧδʼ 1 w 4010
ἐρωτῴη 1 w 4016
τῷ 7 w 4019
τὰ 14 w 4021
λευκὰ 1 w 4026
καὶ 24 w 4029
μέλανα 1 w 4035
ὁρᾷ 1 w 4038
ἄνθρωπος 1 w 4046
καὶ 25 w 4049
τῷ 8 w 4051
τὰ 15 w 4053
ὀξέα 1 w 4057
καὶ 26 w 4060
βαρέα 1 w 4065
ἀκούει 3 w 4071
εἴποις 1 w 4078
ἂν 7 w 4080
οἶμαι 1 w 4085
ὄμμασί 1 w 4091
τε 35 w 4093
καὶ 27 w 4096
ὠσίν 1 w 4100
ΘΕΑΙ 4 w 4105
ἔγωγε 1 w 4111
ΣΩ 18 w 4114
τὸ 23 w 4117
δὲ 17 w 4119
εὐχερὲς 1 w 4126
τῶν 8 w 4129
ὀνομάτων 1 w 4137
τε 36 w 4139
καὶ 28 w 4142
ῥημάτων 1 w 4149
καὶ 29 w 4152
μὴ 15 w 4154
διʼ 1 w 4157
ἀκριβείας 1 w 4166
ἐξεταζόμενον 1 w 4178
τὰ 16 w 4180
μὲν 6 w 4183
πολλὰ 1 w 4188
οὐκ 6 w 4191
ἀγεννές 1 w 4198
ἀλλὰ 5 w 4203
μᾶλλον 4 w 4209
τὸ 24 w 4211
τούτου 2 w 4217
ἐναντίον 1 w 4225
ἀνελεύθερον 1 w 4236
ἔστι 1 w 4241
δὲ 18 w 4243
ὅτε 1 w 4246
ἀναγκαῖον 1 w 4255
οἷον 2 w 4260
καὶ 30 w 4263
νῦν 3 w 4266
ἀνάγκη 2 w 4272
ἐπιλαβέσθαι 1 w 4283
τῆς 6 w 4286
ἀποκρίσεως 2 w 4296
ἣν 1 w 4298
ἀποκρίνῃ 1 w 4306
1 w 4308
οὐκ 7 w 4311
ὀρθή 1 w 4315
σκόπει 2 w 4322
γάρ 4 w 4325
ἀπόκρισις 3 w 4335
ποτέρα 1 w 4341
ὀρθοτέρα 1 w 4349
1 w 4351
ὁρῶμεν 1 w 4357
τοῦτο 6 w 4362
εἶναι 6 w 4367
ὀφθαλμούς 1 w 4376
13 w 4378
διʼ 2 w 4381
οὗ 3 w 4383
ὁρῶμεν 2 w 4389
καὶ 31 w 4393
2 w 4394
ἀκούομεν 1 w 4402
ὦτα 1 w 4405
14 w 4407
διʼ 3 w 4410
οὗ 4 w 4412
ἀκούομεν 2 w 4420
ΘΕΑΙ 5 w 4425
διʼ 4 w 4429
ὧν 4 w 4431
ἕκαστα 1 w 4437
αἰσθανόμεθα 1 w 4448
ἔμοιγε 1 w 4455
δοκεῖ 2 w 4460
10 w 4462
Σώκρατες 3 w 4470
μᾶλλον 5 w 4477
15 w 4478
οἷς 1 w 4481
ΣΩ 19 w 4484
δεινὸν 1 w 4491
γάρ 5 w 4494
που 3 w 4497
11 w 4499
παῖ 1 w 4502
εἰ 13 w 4505
πολλαί 1 w 4511
τινες 1 w 4516
ἐν 6 w 4518
ἡμῖν 2 w 4522
ὥσπερ 2 w 4527
ἐν 7 w 4529
δουρείοις 1 w 4538
ἵπποις 1 w 4544
αἰσθήσεις 2 w 4553
ἐγκάθηνται 1 w 4563
ἀλλὰ 6 w 4568
μὴ 16 w 4570
εἰς 4 w 4573
μίαν 1 w 4577
τινὰ 1 w 4581
ἰδέαν 1 w 4586
εἴτε 5 w 4591
ψυχὴν 1 w 4596
εἴτε 6 w 4600
ὅτι 5 w 4603
δεῖ 6 w 4606
καλεῖν 1 w 4612
πάντα 7 w 4618
ταῦτα 2 w 4623
συντείνει 1 w 4632
2 w 4634
διὰ 1 w 4637
τούτων 3 w 4643
οἷον 3 w 4647
ὀργάνων 1 w 4654
αἰσθανόμεθα 2 w 4665
ὅσα 1 w 4668
αἰσθητά 1 w 4675
ΘΕΑΙ 6 w 4680
ἀλλά 3 w 4685
μοι 7 w 4688
δοκεῖ 3 w 4693
οὕτω 16 w 4697
μᾶλλον 6 w 4703
16 w 4704
ἐκείνως 1 w 4711
ΣΩ 20 w 4714
τοῦδέ 1 w 4720
τοι 3 w 4723
ἕνεκα 3 w 4728
αὐτά 1 w 4732
σοι 2 w 4735
διακριβοῦμαι 1 w 4747
εἴ 14 w 4750
τινι 1 w 4754
ἡμῶν 1 w 4758
αὐτῶν 2 w 4763
τῷ 9 w 4765
αὐτῷ 4 w 4769
διὰ 2 w 4772
μὲν 7 w 4775
ὀφθαλμῶν 1 w 4783
ἐφικνούμεθα 1 w 4794
λευκῶν 1 w 4800
τε 42 w 4802
καὶ 32 w 4805
μελάνων 1 w 4812
διὰ 3 w 4816
δὲ 19 w 4818
τῶν 10 w 4821
ἄλλων 1 w 4826
ἑτέρων 1 w 4832
αὖ 4 w 4834
τινῶν 1 w 4839
καὶ 33 w 4843
ἕξεις 1 w 4848
ἐρωτώμενος 1 w 4858
πάντα 8 w 4863
τὰ 17 w 4865
τοιαῦτα 1 w 4872
εἰς 5 w 4875
τὸ 25 w 4877
σῶμα 1 w 4881
ἀναφέρειν 1 w 4890
ἴσως 2 w 4895
δὲ 20 w 4897
βέλτιον 1 w 4904
σὲ 1 w 4906
λέγειν 2 w 4912
αὐτὰ 2 w 4916
ἀποκρινόμενον 2 w 4929
μᾶλλον 7 w 4935
17 w 4936
ἐμὲ 2 w 4939
ὑπὲρ 1 w 4943
σοῦ 3 w 4946
πολυπραγμονεῖν 1 w 4960
καί 2 w 4964
μοι 8 w 4967
λέγε 5 w 4971
θερμὰ 1 w 4977
καὶ 34 w 4980
σκληρὰ 1 w 4986
καὶ 35 w 4989
κοῦφα 1 w 4994
καὶ 36 w 4997
γλυκέα 1 w 5003
διʼ 5 w 5006
ὧν 5 w 5008
αἰσθάνῃ 1 w 5015
ἆρα 1 w 5019
οὐ 25 w 5021
τοῦ 15 w 5024
σώματος 1 w 5031
ἕκαστα 2 w 5037
τίθης 1 w 5042
18 w 5044
ἄλλου 2 w 5049
τινός 1 w 5054
ΘΕΑΙ 7 w 5059
οὐδενὸς 1 w 5067
ἄλλου 3 w 5072
ΣΩ 21 w 5075
4 w 5077
καὶ 37 w 5080
ἐθελήσεις 1 w 5089
ὁμολογεῖν 1 w 5098
2 w 5099
διʼ 6 w 5102
ἑτέρας 1 w 5108
δυνάμεως 1 w 5116
αἰσθάνῃ 2 w 5123
ἀδύνατον 1 w 5132
εἶναι 7 w 5137
διʼ 7 w 5140
ἄλλης 1 w 5145
ταῦτʼ 1 w 5150
αἰσθέσθαι 1 w 5159
οἷον 4 w 5164
3 w 5165
διʼ 8 w 5168
ἀκοῆς 1 w 5173
διʼ 9 w 5177
ὄψεως 1 w 5182
19 w 5184
4 w 5185
διʼ 10 w 5188
ὄψεως 2 w 5193
διʼ 11 w 5197
ἀκοῆς 2 w 5202
ΘΕΑΙ 8 w 5207
πῶς 4 w 5211
γὰρ 8 w 5214
οὐκ 8 w 5217
ἐθελήσω 1 w 5224
ΣΩ 22 w 5227
εἴ 15 w 5230
τι 31 w 5232
ἄρα 4 w 5235
περὶ 7 w 5239
ἀμφοτέρων 2 w 5248
διανοῇ 1 w 5254
οὐκ 9 w 5258
ἂν 8 w 5260
διά 2 w 5263
γε 21 w 5265
τοῦ 16 w 5268
ἑτέρου 1 w 5274
ὀργάνου 1 w 5281
οὐδʼ 3 w 5286
αὖ 5 w 5288
διὰ 4 w 5291
τοῦ 17 w 5294
ἑτέρου 2 w 5300
περὶ 8 w 5304
ἀμφοτέρων 3 w 5313
αἰσθάνοιʼ 1 w 5322
ἄν 6 w 5324
ΘΕΑΙ 9 w 5329
οὐ 30 w 5332
γὰρ 9 w 5335
οὖν 8 w 5338
ΣΩ 23 w 5341
περὶ 9 w 5346
δὴ 11 w 5348
φωνῆς 1 w 5353
καὶ 38 w 5356
περὶ 10 w 5360
χρόας 1 w 5365
πρῶτον 1 w 5371
μὲν 8 w 5374
αὐτὸ 2 w 5378
τοῦτο 7 w 5383
περὶ 11 w 5387
ἀμφοτέρων 4 w 5396
5 w 5397
διανοῇ 2 w 5403
ὅτι 6 w 5407
ἀμφοτέρω 5 w 5415
ἐστόν 1 w 5420
ΘΕΑΙ 10 w 5425
ἔγωγε 2 w 5431
ΣΩ 24 w 5434
οὐκοῦν 4 w 5441
καὶ 39 w 5444
ὅτι 7 w 5447
ἑκάτερον 1 w 5455
ἑκατέρου 1 w 5463
μὲν 9 w 5466
ἕτερον 1 w 5472
ἑαυτῷ 1 w 5478
δὲ 21 w 5480
ταὐτόν 1 w 5486
ΘΕΑΙ 11 w 5491
τί 12 w 5494
μήν 1 w 5497
ΣΩ 25 w 5500
καὶ 40 w 5504
ὅτι 8 w 5507
ἀμφοτέρω 6 w 5515
δύο 1 w 5518
ἑκάτερον 2 w 5527
δὲ 22 w 5529
ἕν 5 w 5531
ΘΕΑΙ 12 w 5536
καὶ 41 w 5540
τοῦτο 8 w 5545
ΣΩ 26 w 5548
οὐκοῦν 5 w 5555
καὶ 42 w 5558
εἴτε 7 w 5562
ἀνομοίω 1 w 5569
εἴτε 8 w 5573
ὁμοίω 2 w 5578
ἀλλήλοιν 1 w 5586
δυνατὸς 1 w 5594
εἶ 10 w 5596
ἐπισκέψασθαι 1 w 5608
ΘΕΑΙ 13 w 5613
ἴσως 3 w 5618
ΣΩ 27 w 5621
ταῦτα 3 w 5627
δὴ 12 w 5629
πάντα 9 w 5634
διὰ 5 w 5637
τίνος 1 w 5642
περὶ 12 w 5646
αὐτοῖν 1 w 5652
διανοῇ 3 w 5658
οὔτε 5 w 5663
γὰρ 10 w 5666
διʼ 12 w 5669
ἀκοῆς 3 w 5674
οὔτε 6 w 5678
διʼ 13 w 5681
ὄψεως 3 w 5686
οἷόν 2 w 5690
τε 50 w 5692
τὸ 28 w 5694
κοινὸν 1 w 5700
λαμβάνειν 1 w 5709
περὶ 13 w 5713
αὐτῶν 3 w 5718
ἔτι 4 w 5722
δὲ 23 w 5724
καὶ 43 w 5727
τόδε 2 w 5731
τεκμήριον 1 w 5740
περὶ 14 w 5744
οὗ 5 w 5746
λέγομεν 5 w 5753
εἰ 16 w 5756
γὰρ 11 w 5759
δυνατὸν 1 w 5766
εἴη 1 w 5769
ἀμφοτέρω 7 w 5777
σκέψασθαι 2 w 5786
ἆρʼ 1 w 5789
ἐστὸν 1 w 5794
ἁλμυρὼ 1 w 5800
20 w 5801
οὔ 11 w 5803
οἶσθʼ 1 w 5809
ὅτι 9 w 5812
ἕξεις 2 w 5817
εἰπεῖν 2 w 5823
3 w 5824
ἐπισκέψῃ 1 w 5832
καὶ 44 w 5836
τοῦτο 9 w 5841
οὔτε 7 w 5845
ὄψις 1 w 5849
οὔτε 8 w 5853
ἀκοὴ 1 w 5857
φαίνεται 3 w 5865
ἀλλά 4 w 5870
τι 37 w 5872
ἄλλο 5 w 5876
ΘΕΑΙ 14 w 5881
τί 14 w 5884
δʼ 11 w 5886
οὐ 33 w 5888
μέλλει 1 w 5894
2 w 5896
γε 23 w 5898
διὰ 6 w 5901
τῆς 7 w 5904
γλώττης 1 w 5911
δύναμις 1 w 5918
ΣΩ 28 w 5921
καλῶς 1 w 5927
λέγεις 2 w 5933
7 w 5935
δὲ 24 w 5937
δὴ 13 w 5939
διὰ 7 w 5942
τίνος 2 w 5947
δύναμις 2 w 5954
τό 7 w 5956
τʼ 6 w 5958
ἐπὶ 1 w 5961
πᾶσι 1 w 5965
κοινὸν 2 w 5971
καὶ 45 w 5974
τὸ 31 w 5976
ἐπὶ 2 w 5979
τούτοις 1 w 5986
δηλοῖ 1 w 5991
σοι 3 w 5994
4 w 5996
τὸ 32 w 5998
ἔστιν 1 w 6003
ἐπονομάζεις 1 w 6014
καὶ 46 w 6017
τὸ 33 w 6019
οὐκ 12 w 6022
ἔστι 3 w 6026
καὶ 47 w 6029
5 w 6030
νυνδὴ 1 w 6035
ἠρωτῶμεν 1 w 6043
περὶ 15 w 6047
αὐτῶν 4 w 6052
τούτοις 2 w 6060
πᾶσι 2 w 6064
ποῖα 1 w 6068
ἀποδώσεις 1 w 6077
ὄργανα 1 w 6083
διʼ 14 w 6086
ὧν 6 w 6088
αἰσθάνεται 1 w 6098
ἡμῶν 2 w 6102
τὸ 34 w 6104
αἰσθανόμενον 1 w 6116
ἕκαστα 3 w 6122
ΘΕΑΙ 15 w 6127
οὐσίαν 1 w 6134
λέγεις 3 w 6140
καὶ 48 w 6143
τὸ 35 w 6145
μὴ 17 w 6147
εἶναι 8 w 6152
καὶ 49 w 6156
ὁμοιότητα 1 w 6165
καὶ 50 w 6168
ἀνομοιότητα 1 w 6179
καὶ 51 w 6183
τὸ 36 w 6185
ταὐτόν 2 w 6191
τε 54 w 6193
καὶ 52 w 6196
τὸ 37 w 6198
ἕτερον 2 w 6204
ἔτι 5 w 6208
δὲ 25 w 6210
ἕν 6 w 6212
τε 56 w 6214
καὶ 53 w 6217
τὸν 4 w 6220
ἄλλον 1 w 6225
ἀριθμὸν 1 w 6232
περὶ 16 w 6236
αὐτῶν 5 w 6241
δῆλον 1 w 6247
δὲ 26 w 6249
ὅτι 10 w 6252
καὶ 54 w 6255
ἄρτιόν 1 w 6261
τε 57 w 6263
καὶ 55 w 6266
περιττὸν 1 w 6274
ἐρωτᾷς 1 w 6280
καὶ 56 w 6284
τἆλλα 2 w 6289
ὅσα 2 w 6292
τούτοις 3 w 6299
ἕπεται 1 w 6305
διὰ 8 w 6309
τίνος 3 w 6314
ποτὲ 2 w 6318
τῶν 14 w 6321
τοῦ 21 w 6324
σώματος 2 w 6331
τῇ 2 w 6333
ψυχῇ 1 w 6337
αἰσθανόμεθα 3 w 6348
ΣΩ 29 w 6351
ὑπέρευ 1 w 6358
12 w 6360
Θεαίτητε 3 w 6368
ἀκολουθεῖς 1 w 6379
καὶ 57 w 6383
ἔστιν 2 w 6388
6 w 6389
ἐρωτῶ 2 w 6394
αὐτὰ 3 w 6398
ταῦτα 4 w 6403
ΘΕΑΙ 16 w 6408
ἀλλὰ 7 w 6413
μὰ 2 w 6415
Δία 1 w 6418
13 w 6420
Σώκρατες 4 w 6428
ἔγωγε 3 w 6434
οὐκ 13 w 6437
ἂν 9 w 6439
ἔχοιμι 1 w 6445
εἰπεῖν 3 w 6451
πλήν 2 w 6456
γʼ 2 w 6458
ὅτι 11 w 6461
μοι 11 w 6464
δοκεῖ 4 w 6469
τὴν 3 w 6472
ἀρχὴν 1 w 6477
οὐδʼ 4 w 6481
εἶναι 9 w 6486
τοιοῦτον 1 w 6494
οὐδὲν 2 w 6499
τούτοις 4 w 6506
ὄργανον 1 w 6513
ἴδιον 1 w 6518
ὥσπερ 3 w 6523
ἐκείνοις 1 w 6531
ἀλλʼ 4 w 6536
αὐτὴ 1 w 6540
διʼ 15 w 6543
αὑτῆς 1 w 6548
9 w 6549
ψυχὴ 2 w 6553
τὰ 20 w 6555
κοινά 1 w 6560
μοι 12 w 6563
φαίνεται 4 w 6571
περὶ 17 w 6575
πάντων 3 w 6581
ἐπισκοπεῖν 1 w 6591
ΣΩ 30 w 6594
καλὸς 1 w 6600
γὰρ 12 w 6603
εἶ 13 w 6605
14 w 6607
Θεαίτητε 4 w 6615
καὶ 58 w 6619
οὐχ 3 w 6622
ὡς 4 w 6625
ἔλεγε 1 w 6630
Θεόδωρος 1 w 6638
αἰσχρός 1 w 6646
16 w 6648
γὰρ 13 w 6651
καλῶς 2 w 6656
λέγων 1 w 6661
καλός 1 w 6666
τε 61 w 6668
καὶ 59 w 6671
ἀγαθός 1 w 6677
πρὸς 3 w 6682
δὲ 28 w 6684
τῷ 12 w 6686
καλῷ 1 w 6690
εὖ 1 w 6692
ἐποίησάς 1 w 6700
με 56 w 6702
μάλα 1 w 6706
συχνοῦ 1 w 6712
λόγου 3 w 6717
ἀπαλλάξας 1 w 6726
εἰ 19 w 6729
φαίνεταί 1 w 6737
σοι 4 w 6740
τὰ 21 w 6742
μὲν 10 w 6745
αὐτὴ 2 w 6749
διʼ 16 w 6752
αὑτῆς 2 w 6757
10 w 6758
ψυχὴ 3 w 6762
ἐπισκοπεῖν 2 w 6772
τὰ 22 w 6775
δὲ 29 w 6777
διὰ 9 w 6780
τῶν 15 w 6783
τοῦ 22 w 6786
σώματος 3 w 6793
δυνάμεων 1 w 6801
τοῦτο 10 w 6807
γὰρ 14 w 6810
ἦν 2 w 6812
2 w 6813
καὶ 60 w 6816
αὐτῷ 5 w 6820
μοι 13 w 6823
ἐδόκει 1 w 6829
ἐβουλόμην 1 w 6839
δὲ 30 w 6841
καὶ 61 w 6844
σοὶ 1 w 6847
δόξαι 1 w 6852
ΘΕΑΙ 17 w 6857
ἀλλὰ 8 w 6862
μὴν 2 w 6865
φαίνεταί 2 w 6873
γε 28 w 6875
ΣΩ 31 w 6878
ποτέρων 1 w 6886
οὖν 9 w 6889
τίθης 2 w 6894
τὴν 4 w 6897
οὐσίαν 2 w 6903
τοῦτο 11 w 6909
γὰρ 15 w 6912
μάλιστα 2 w 6919
ἐπὶ 3 w 6922
πάντων 4 w 6928
παρέπεται 1 w 6937
ΘΕΑΙ 18 w 6942
ἐγὼ 1 w 6946
μὲν 11 w 6949
ὧν 7 w 6951
αὐτὴ 3 w 6955
11 w 6956
ψυχὴ 4 w 6960
καθʼ 2 w 6964
αὑτὴν 1 w 6969
ἐπορέγεται 1 w 6979
ΣΩ 32 w 6982
7 w 6984
καὶ 62 w 6987
τὸ 40 w 6989
ὅμοιον 1 w 6995
καὶ 63 w 6998
τὸ 41 w 7000
ἀνόμοιον 1 w 7008
καὶ 64 w 7011
τὸ 42 w 7013
ταὐτὸν 1 w 7019
καὶ 65 w 7022
ἕτερον 3 w 7028
ΘΕΑΙ 19 w 7033
ναί 3 w 7037
ΣΩ 33 w 7040
τί 18 w 7043
δέ 6 w 7045
καλὸν 2 w 7051
καὶ 66 w 7054
αἰσχρὸν 1 w 7061
καὶ 67 w 7064
ἀγαθὸν 1 w 7070
καὶ 68 w 7073
κακόν 1 w 7078
ΘΕΑΙ 20 w 7083
καὶ 69 w 7087
τούτων 4 w 7093
μοι 16 w 7096
δοκεῖ 5 w 7101
ἐν 8 w 7103
τοῖς 6 w 7107
μάλιστα 3 w 7114
πρὸς 4 w 7118
ἄλληλα 2 w 7124
σκοπεῖσθαι 1 w 7134
τὴν 6 w 7137
οὐσίαν 3 w 7143
ἀναλογιζομένη 1 w 7157
ἐν 9 w 7159
ἑαυτῇ 1 w 7164
τὰ 23 w 7166
γεγονότα 1 w 7174
καὶ 70 w 7177
τὰ 24 w 7179
παρόντα 1 w 7186
πρὸς 5 w 7190
τὰ 25 w 7192
μέλλοντα 1 w 7200
ΣΩ 34 w 7203
ἔχε 3 w 7207
δή 2 w 7209
ἄλλο 7 w 7214
τι 45 w 7216
τοῦ 25 w 7219
μὲν 12 w 7222
σκληροῦ 1 w 7229
τὴν 7 w 7232
σκληρότητα 1 w 7242
διὰ 10 w 7245
τῆς 10 w 7248
ἐπαφῆς 1 w 7254
αἰσθήσεται 1 w 7264
καὶ 71 w 7268
τοῦ 26 w 7271
μαλακοῦ 1 w 7278
τὴν 8 w 7281
μαλακότητα 1 w 7291
ὡσαύτως 1 w 7298
ΘΕΑΙ 21 w 7303
ναί 4 w 7307
ΣΩ 35 w 7310
τὴν 9 w 7314
δέ 7 w 7316
γε 31 w 7318
οὐσίαν 4 w 7324
καὶ 72 w 7327
ὅτι 12 w 7330
ἐστὸν 2 w 7335
καὶ 73 w 7338
τὴν 10 w 7341
ἐναντιότητα 1 w 7352
πρὸς 6 w 7356
ἀλλήλω 1 w 7362
καὶ 74 w 7365
τὴν 11 w 7368
οὐσίαν 5 w 7374
αὖ 6 w 7376
τῆς 11 w 7379
ἐναντιότητος 1 w 7391
αὐτὴ 4 w 7395
12 w 7396
ψυχὴ 5 w 7400
ἐπανιοῦσα 1 w 7409
καὶ 75 w 7412
συμβάλλουσα 1 w 7423
πρὸς 7 w 7427
ἄλληλα 3 w 7433
κρίνειν 1 w 7440
πειρᾶται 1 w 7448
ἡμῖν 3 w 7452
ΘΕΑΙ 22 w 7457
πάνυ 3 w 7462
μὲν 13 w 7465
οὖν 10 w 7468
ΣΩ 36 w 7471
οὐκοῦν 6 w 7478
τὰ 26 w 7480
μὲν 14 w 7483
εὐθὺς 1 w 7488
γενομένοις 1 w 7498
πάρεστι 1 w 7505
φύσει 1 w 7510
αἰσθάνεσθαι 1 w 7521
ἀνθρώποις 1 w 7530
τε 63 w 7532
καὶ 76 w 7535
θηρίοις 1 w 7542
ὅσα 3 w 7546
διὰ 11 w 7549
τοῦ 27 w 7552
σώματος 4 w 7559
παθήματα 1 w 7567
ἐπὶ 4 w 7570
τὴν 12 w 7573
ψυχὴν 2 w 7578
τείνει 2 w 7584
τὰ 27 w 7587
δὲ 31 w 7589
περὶ 18 w 7593
τούτων 5 w 7599
ἀναλογίσματα 1 w 7611
πρός 1 w 7615
τε 65 w 7617
οὐσίαν 6 w 7623
καὶ 77 w 7626
ὠφέλειαν 1 w 7634
μόγις 1 w 7639
καὶ 78 w 7642
ἐν 12 w 7644
χρόνῳ 1 w 7649
διὰ 12 w 7652
πολλῶν 1 w 7658
πραγμάτων 1 w 7667
καὶ 79 w 7670
παιδείας 1 w 7678
παραγίγνεται 1 w 7690
οἷς 2 w 7693
ἂν 10 w 7695
καὶ 80 w 7698
παραγίγνηται 1 w 7710
ΘΕΑΙ 23 w 7715
παντάπασι 2 w 7725
μὲν 15 w 7728
οὖν 11 w 7731
ΣΩ 37 w 7734
οἷόν 3 w 7739
τε 66 w 7741
οὖν 12 w 7744
ἀληθείας 1 w 7752
τυχεῖν 1 w 7758
5 w 7760
μηδὲ 2 w 7764
οὐσίας 1 w 7770
ΘΕΑΙ 24 w 7775
ἀδύνατον 2 w 7784
ΣΩ 38 w 7787
οὗ 6 w 7790
δὲ 33 w 7792
ἀληθείας 2 w 7800
τις 5 w 7803
ἀτυχήσει 1 w 7811
ποτὲ 3 w 7816
τούτου 3 w 7822
ἐπιστήμων 1 w 7831
ἔσται 1 w 7836
ΘΕΑΙ 25 w 7841
καὶ 81 w 7845
πῶς 5 w 7848
ἄν 7 w 7850
15 w 7852
Σώκρατες 5 w 7860
ΣΩ 39 w 7863
ἐν 13 w 7866
μὲν 16 w 7869
ἄρα 5 w 7872
τοῖς 7 w 7876
παθήμασιν 1 w 7885
οὐκ 15 w 7888
ἔνι 1 w 7891
ἐπιστήμη 10 w 7899
ἐν 14 w 7902
δὲ 34 w 7904
τῷ 14 w 7906
περὶ 19 w 7910
ἐκείνων 1 w 7917
συλλογισμῷ 1 w 7927
οὐσίας 2 w 7934
γὰρ 16 w 7937
καὶ 82 w 7940
ἀληθείας 3 w 7948
ἐνταῦθα 1 w 7955
μέν 9 w 7958
ὡς 5 w 7961
ἔοικε 2 w 7966
δυνατὸν 2 w 7974
ἅψασθαι 1 w 7981
ἐκεῖ 1 w 7986
δὲ 35 w 7988
ἀδύνατον 3 w 7996
ΘΕΑΙ 26 w 8001
φαίνεται 5 w 8010
ΣΩ 40 w 8013
8 w 8015
οὖν 13 w 8018
ταὐτὸν 2 w 8024
ἐκεῖνό 1 w 8030
τε 68 w 8032
καὶ 83 w 8035
τοῦτο 12 w 8040
καλεῖς 1 w 8046
τοσαύτας 1 w 8055
διαφορὰς 1 w 8063
ἔχοντε 1 w 8069
ΘΕΑΙ 27 w 8074
οὔκουν 2 w 8081
δὴ 15 w 8083
δίκαιόν 1 w 8090
γε 33 w 8092
ΣΩ 41 w 8095
τί 19 w 8098
οὖν 14 w 8101
δὴ 16 w 8103
ἐκείνῳ 1 w 8109
ἀποδίδως 1 w 8117
ὄνομα 2 w 8122
τῷ 15 w 8125
ὁρᾶν 5 w 8129
ἀκούειν 3 w 8136
ὀσφραίνεσθαι 1 w 8148
ψύχεσθαι 1 w 8156
θερμαίνεσθαι 1 w 8168
ΘΕΑΙ 28 w 8173
αἰσθάνεσθαι 2 w 8185
ἔγωγε 4 w 8190
τί 20 w 8193
γὰρ 17 w 8196
ἄλλο 8 w 8200
ΣΩ 42 w 8203
σύμπαν 1 w 8210
ἄρʼ 1 w 8213
αὐτὸ 5 w 8217
καλεῖς 2 w 8223
αἴσθησιν 5 w 8231
ΘΕΑΙ 29 w 8236
ἀνάγκη 3 w 8243
ΣΩ 43 w 8246
ὧι 1 w 8249
γε 35 w 8251
φαμέν 1 w 8257
οὐ 49 w 8260
μέτεστιν 1 w 8268
ἀληθείας 4 w 8276
ἅψασθαι 2 w 8283
οὐδὲ 7 w 8288
γὰρ 18 w 8291
οὐσίας 3 w 8297
ΘΕΑΙ 30 w 8302
οὐ 52 w 8305
γὰρ 19 w 8308
οὖν 15 w 8311
ΣΩ 44 w 8314
οὐδʼ 5 w 8319
ἄρʼ 2 w 8322
ἐπιστήμης 4 w 8331
ΘΕΑΙ 31 w 8336
οὐ 54 w 8339
γάρ 6 w 8342
ΣΩ 45 w 8345
οὐκ 16 w 8349
ἄρʼ 3 w 8352
ἂν 11 w 8354
εἴη 2 w 8357
ποτέ 3 w 8361
16 w 8363
Θεαίτητε 5 w 8371
αἴσθησίς 2 w 8380
τε 72 w 8382
καὶ 84 w 8385
ἐπιστήμη 12 w 8393
ταὐτόν 3 w 8399
ΘΕΑΙ 32 w 8404
οὐ 56 w 8407
φαίνεται 6 w 8415
17 w 8417
Σώκρατες 6 w 8425
καὶ 85 w 8429
μάλιστά 1 w 8436
γε 36 w 8438
νῦν 4 w 8441
καταφανέστατον 1 w 8455
γέγονεν 1 w 8462
ἄλλο 9 w 8466
ὂν 1 w 8468
αἰσθήσεως 2 w 8477
ἐπιστήμη 13 w 8485