Scaife ATLAS

CTS Library / Theaetetus

Theaetetus (147-151)

urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:147-151
Refs {'start': {'reference': '147', 'human_reference': 'None 147'}, 'end': {'reference': '151', 'human_reference': 'None 151'}}
Ancestors []
Children []
prev
plain textXML
next

147
147a
ΣΩ. σκέψαι δὴ καὶ τόδε. εἴ τις ἡμᾶς τῶν φαύλων τι καὶ προχείρων ἔροιτο, οἷον περὶ πηλοῦ ὅτι ποτʼ ἐστίν, εἰ ἀποκριναίμεθα αὐτῷ πηλὸς τῶν χυτρέων καὶ πηλὸς τῶν ἰπνοπλαθῶν καὶ πηλὸς τῶν πλινθουργῶν, οὐκ ἂν γελοῖοι εἶμεν;

ΘΕΑΙ. ἴσως.

ΣΩ. πρῶτον μέν γέ που οἰόμενοι συνιέναι ἐκ τῆς ἡμετέρας ἀποκρίσεως τὸν ἐρωτῶντα, ὅταν εἴπωμεν πηλός, εἴτε τῶν
147b
κοροπλαθῶν προσθέντες εἴτε ἄλλων ὡντινωνοῦν δημιουργῶν. οἴει τίς τι συνίησίν τινος ὄνομα, μὴ οἶδεν τί ἐστιν;

ΘΕΑΙ. οὐδαμῶς.

ΣΩ. οὐδʼ ἄρα ἐπιστήμην ὑποδημάτων συνίησιν ἐπιστήμην μὴ εἰδώς.

ΘΕΑΙ. οὐ γάρ.

ΣΩ. σκυτικὴν ἄρα οὐ συνίησιν ὃς ἂν ἐπιστήμην ἀγνοῇ, οὐδέ τινα ἄλλην τέχνην.

ΘΕΑΙ. ἔστιν οὕτως.

ΣΩ. γελοία ἄρα ἀπόκρισις τῷ ἐρωτηθέντι ἐπιστήμη τί ἐστιν, ὅταν ἀποκρίνηται τέχνης τινὸς ὄνομα. τινὸς γὰρ
147c
ἐπιστήμην ἀποκρίνεται οὐ τοῦτʼ ἐρωτηθείς.

ΘΕΑΙ. ἔοικεν.

ΣΩ. ἔπειτά γέ που ἐξὸν φαύλως καὶ βραχέως ἀποκρίνασθαι περιέρχεται ἀπέραντον ὁδόν. οἷον καὶ ἐν τῇ τοῦ πηλοῦ ἐρωτήσει φαῦλόν που καὶ ἁπλοῦν εἰπεῖν ὅτι γῆ ὑγρῷ φυραθεῖσα πηλὸς ἂν εἴη, τὸ δʼ ὅτου ἐᾶν χαίρειν.

ΘΕΑΙ. ῥᾴδιον, Σώκρατες, νῦν γε οὕτω φαίνεται· ἀτὰρ κινδυνεύεις ἐρωτᾶν οἷον καὶ αὐτοῖς ἡμῖν ἔναγχος εἰσῆλθε
147d
διαλεγομένοις, ἐμοί τε καὶ τῷ σῷ ὁμωνύμῳ τούτῳ Σωκράτει.

ΣΩ. τὸ ποῖον δή, Θεαίτητε;

ΘΕΑΙ. περὶ δυνάμεών τι ἡμῖν Θεόδωρος ὅδε ἔγραφε, τῆς τε τρίποδος πέρι καὶ πεντέποδος ἀποφαίνων ὅτι μήκει οὐ σύμμετροι τῇ ποδιαίᾳ, καὶ οὕτω κατὰ μίαν ἑκάστην προαιρούμενος μέχρι τῆς ἑπτακαιδεκάποδος· ἐν δὲ ταύτῃ πως ἐνέσχετο. ἡμῖν οὖν εἰσῆλθέ τι τοιοῦτον, ἐπειδὴ ἄπειροι τὸ πλῆθος αἱ δυνάμεις ἐφαίνοντο, πειραθῆναι συλλαβεῖν εἰς ἕν, ὅτῳ πάσας
147e
ταύτας προσαγορεύσομεν τὰς δυνάμεις.

ΣΩ. καὶ ηὕρετέ τι τοιοῦτον;

ΘΕΑΙ. ἔμοιγε δοκοῦμεν· σκόπει δὲ καὶ σύ.

ΣΩ. λέγε.

ΘΕΑΙ. τὸν ἀριθμὸν πάντα δίχα διελάβομεν· τὸν μὲν δυνάμενον ἴσον ἰσάκις γίγνεσθαι τῷ τετραγώνῳ τὸ σχῆμα ἀπεικάσαντες τετράγωνόν τε καὶ ἰσόπλευρον προσείπομεν.

ΣΩ. καὶ εὖ γε.

ΘΕΑΙ. τὸν τοίνυν μεταξὺ τούτου, ὧν καὶ τὰ τρία καὶ
148
148a
τὰ πέντε καὶ πᾶς ὃς ἀδύνατος ἴσος ἰσάκις γενέσθαι, ἀλλʼ πλείων ἐλαττονάκις ἐλάττων πλεονάκις γίγνεται, μείζων δὲ καὶ ἐλάττων ἀεὶ πλευρὰ αὐτὸν περιλαμβάνει, τῷ προμήκει αὖ σχήματι ἀπεικάσαντες προμήκη ἀριθμὸν ἐκαλέσαμεν.

ΣΩ. κάλλιστα. ἀλλὰ τί τὸ μετὰ τοῦτο;

ΘΕΑΙ. ὅσαι μὲν γραμμαὶ τὸν ἰσόπλευρον καὶ ἐπίπεδον ἀριθμὸν τετραγωνίζουσι, μῆκος ὡρισάμεθα, ὅσαι δὲ τὸν ἑτερομήκη,
148b
δυνάμεις, ὡς μήκει μὲν οὐ συμμέτρους ἐκείναις, τοῖς δʼ ἐπιπέδοις δύνανται. καὶ περὶ τὰ στερεὰ ἄλλο τοιοῦτον.

ΣΩ. ἄριστά γʼ ἀνθρώπων, παῖδες· ὥστε μοι δοκεῖ Θεόδωρος οὐκ ἔνοχος τοῖς ψευδομαρτυρίοις ἔσεσθαι.

ΘΕΑΙ. καὶ μήν, Σώκρατες, γε ἐρωτᾷς περὶ ἐπιστήμης οὐκ ἂν δυναίμην ἀποκρίνασθαι ὥσπερ περὶ τοῦ μήκους τε καὶ τῆς δυνάμεως. καίτοι σύ γέ μοι δοκεῖς τοιοῦτόν τι ζητεῖν· ὥστε πάλιν αὖ φαίνεται ψευδὴς Θεόδωρος.

148c
ΣΩ. τί δέ; εἴ σε πρὸς δρόμον ἐπαινῶν μηδενὶ οὕτω δρομικῷ ἔφη τῶν νέων ἐντετυχηκέναι, εἶτα διαθέων τοῦ ἀκμάζοντος καὶ ταχίστου ἡττήθης, ἧττόν τι ἂν οἴει ἀληθῆ τόνδʼ ἐπαινέσαι;

ΘΕΑΙ. οὐκ ἔγωγε.

ΣΩ. ἀλλὰ τὴν ἐπιστήμην, ὥσπερ νυνδὴ ἐγὼ ἔλεγον, σμικρόν τι οἴει εἶναι ἐξευρεῖν καὶ οὐ τῶν πάντῃ ἄκρων;

ΘΕΑΙ. νὴ τὸν Δίʼ ἔγωγε καὶ μάλα γε τῶν ἀκροτάτων.

ΣΩ. θάρρει τοίνυν περὶ σαυτῷ καὶ τὶ οἴου Θεόδωρον
148d
λέγειν, προθυμήθητι δὲ παντὶ τρόπῳ τῶν τε ἄλλων πέρι καὶ ἐπιστήμης λαβεῖν λόγον τί ποτε τυγχάνει ὄν.

ΘΕΑΙ. προθυμίας μὲν ἕνεκα, Σώκρατες, φανεῖται.

ΣΩ. ἴθι δήκαλῶς γὰρ ἄρτι ὑφηγήσωπειρῶ μιμούμενος τὴν περὶ τῶν δυνάμεων ἀπόκρισιν, ὥσπερ ταύτας πολλὰς οὔσας ἑνὶ εἴδει περιέλαβες, οὕτω καὶ τὰς πολλὰς ἐπιστήμας ἑνὶ λόγῳ προσειπεῖν.

148e
ΘΕΑΙ. ἀλλʼ εὖ ἴσθι, Σώκρατες, πολλάκις δὴ αὐτὸ ἐπεχείρησα σκέψασθαι, ἀκούων τὰς παρὰ σοῦ ἀποφερομένας ἐρωτήσεις. ἀλλὰ γὰρ οὔτʼ αὐτὸς δύναμαι πεῖσαι ἐμαυτὸν ὡς ἱκανῶς τι λέγω οὔτʼ ἄλλου ἀκοῦσαι λέγοντος οὕτως ὡς σὺ διακελεύῃ, οὐ μὲν δὴ αὖ οὐδʼ ἀπαλλαγῆναι τοῦ μέλειν.

ΣΩ. ὠδίνεις γάρ, φίλε Θεαίτητε, διὰ τὸ μὴ κενὸς ἀλλʼ ἐγκύμων εἶναι.

ΘΕΑΙ. οὐκ οἶδα, Σώκρατες· μέντοι πέπονθα λέγω.

149
149a
ΣΩ. εἶτα, καταγέλαστε, οὐκ ἀκήκοας ὡς ἐγώ εἰμι ὑὸς μαίας μάλα γενναίας τε καὶ βλοσυρᾶς, Φαιναρέτης;

ΘΕΑΙ. ἤδη τοῦτό γε ἤκουσα.

ΣΩ. ἆρα καὶ ὅτι ἐπιτηδεύω τὴν αὐτὴν τέχνην ἀκήκοας;

ΘΕΑΙ. οὐδαμῶς.

ΣΩ. ἀλλʼ εὖ ἴσθʼ ὅτι· μὴ μέντοι μου κατείπῃς πρὸς τοὺς ἄλλους. λέληθα γάρ, ἑταῖρε, ταύτην ἔχων τὴν τέχνην· οἱ δέ, ἅτε οὐκ εἰδότες, τοῦτο μὲν οὐ λέγουσι περὶ ἐμοῦ, ὅτι δὲ ἀτοπώτατός εἰμι καὶ ποιῶ τοὺς ἀνθρώπους ἀπορεῖν. καὶ τοῦτο ἀκήκοας;

149b
ΘΕΑΙ. ἔγωγε.

ΣΩ. εἴπω οὖν σοι τὸ αἴτιον;

ΘΕΑΙ. πάνυ μὲν οὖν.

ΣΩ. ἐννόησον δὴ τὸ περὶ τὰς μαίας ἅπαν ὡς ἔχει, καὶ ῥᾷον μαθήσῃ βούλομαι. οἶσθα γάρ που ὡς οὐδεμία αὐτῶν ἔτι αὐτὴ κυϊσκομένη τε καὶ τίκτουσα ἄλλας μαιεύεται, ἀλλʼ αἱ ἤδη ἀδύνατοι τίκτειν.

ΘΕΑΙ. πάνυ μὲν οὖν.

ΣΩ. αἰτίαν δέ γε τούτου φασὶν εἶναι τὴν Ἄρτεμιν, ὅτι ἄλοχος οὖσα τὴν λοχείαν εἴληχε. στερίφαις μὲν οὖν ἄρα
149c
οὐκ ἔδωκε μαιεύεσθαι, ὅτι ἀνθρωπίνη φύσις ἀσθενεστέρα λαβεῖν τέχνην ὧν ἂν ἄπειρος· ταῖς δὲ διʼ ἡλικίαν ἀτόκοις προσέταξε τιμῶσα τὴν αὑτῆς ὁμοιότητα.

ΘΕΑΙ. εἰκός.

ΣΩ. οὐκοῦν καὶ τόδε εἰκός τε καὶ ἀναγκαῖον, τὰς κυούσας καὶ μὴ γιγνώσκεσθαι μᾶλλον ὑπὸ τῶν μαιῶν τῶν ἄλλων;

ΘΕΑΙ. πάνυ γε.

ΣΩ. καὶ μὴν καὶ διδοῦσαί γε αἱ μαῖαι φαρμάκια καὶ
149d
ἐπᾴδουσαι δύνανται ἐγείρειν τε τὰς ὠδῖνας καὶ μαλθακωτέρας ἂν βούλωνται ποιεῖν, καὶ τίκτειν τε δὴ τὰς δυστοκούσας, καὶ ἐὰν νέον ὂν δόξῃ ἀμβλίσκειν, ἀμβλίσκουσιν;

ΘΕΑΙ. ἔστι ταῦτα.

ΣΩ. ἆρʼ οὖν ἔτι καὶ τόδε αὐτῶν ᾔσθησαι, ὅτι καὶ προμνήστριαί εἰσι δεινόταται, ὡς πάσσοφοι οὖσαι περὶ τοῦ γνῶναι ποίαν χρὴ ποίῳ ἀνδρὶ συνοῦσαν ὡς ἀρίστους παῖδας τίκτειν;

ΘΕΑΙ. οὐ πάνυ τοῦτο οἶδα.

ΣΩ. ἀλλʼ ἴσθʼ ὅτι ἐπὶ τούτῳ μεῖζον φρονοῦσιν ἐπὶ
149e
τῇ ὀμφαλητομίᾳ. ἐννόει γάρ· τῆς αὐτῆς ἄλλης οἴει τέχνης εἶναι θεραπείαν τε καὶ συγκομιδὴν τῶν ἐκ γῆς καρπῶν καὶ αὖ τὸ γιγνώσκειν εἰς ποίαν γῆν ποῖον φυτόν τε καὶ σπέρμα καταβλητέον;

ΘΕΑΙ. οὔκ, ἀλλὰ τῆς αὐτῆς.

ΣΩ. εἰς γυναῖκα δέ, φίλε, ἄλλην μὲν οἴει τοῦ τοιούτου, ἄλλην δὲ συγκομιδῆς;

ΘΕΑΙ. οὔκουν εἰκός γε.

150
150a
ΣΩ. οὐ γάρ. ἀλλὰ διὰ τὴν ἄδικόν τε καὶ ἄτεχνον συναγωγὴν ἀνδρὸς καὶ γυναικός, δὴ προαγωγία ὄνομα, φεύγουσι καὶ τὴν προμνηστικὴν ἅτε σεμναὶ οὖσαι αἱ μαῖαι, φοβούμεναι μὴ εἰς ἐκείνην τὴν αἰτίαν διὰ ταύτην ἐμπέσωσιν· ἐπεὶ ταῖς γε ὄντως μαίαις μόναις που προσήκει καὶ προμνήσασθαι ὀρθῶς.

ΘΕΑΙ. φαίνεται.

ΣΩ. τὸ μὲν τοίνυν τῶν μαιῶν τοσοῦτον, ἔλαττον δὲ τοῦ ἐμοῦ δράματος. οὐ γὰρ πρόσεστι γυναιξὶν ἐνίοτε μὲν
150b
εἴδωλα τίκτειν, ἔστι δʼ ὅτε ἀληθινά, τοῦτο δὲ μὴ ῥᾴδιον εἶναι διαγνῶναι. εἰ γὰρ προσῆν, μέγιστόν τε καὶ κάλλιστον ἔργον ἦν ἂν ταῖς μαίαις τὸ κρίνειν τὸ ἀληθές τε καὶ μή· οὐκ οἴει;

ΘΕΑΙ. ἔγωγε.

ΣΩ. τῇ δέ γʼ ἐμῇ τέχνῃ τῆς μαιεύσεως τὰ μὲν ἄλλα ὑπάρχει ὅσα ἐκείναις, διαφέρει δὲ τῷ τε ἄνδρας ἀλλὰ μὴ γυναῖκας μαιεύεσθαι καὶ τῷ τὰς ψυχὰς αὐτῶν τικτούσας ἐπισκοπεῖν ἀλλὰ μὴ τὰ σώματα. μέγιστον δὲ τοῦτʼ ἔνι
150c
τῇ ἡμετέρᾳ τέχνῃ, βασανίζειν δυνατὸν εἶναι παντὶ τρόπῳ πότερον εἴδωλον καὶ ψεῦδος ἀποτίκτει τοῦ νέου διάνοια γόνιμόν τε καὶ ἀληθές. ἐπεὶ τόδε γε καὶ ἐμοὶ ὑπάρχει ὅπερ ταῖς μαίαις· ἄγονός εἰμι σοφίας, καὶ ὅπερ ἤδη πολλοί μοι ὠνείδισαν, ὡς τοὺς μὲν ἄλλους ἐρωτῶ, αὐτὸς δὲ οὐδὲν ἀποφαίνομαι περὶ οὐδενὸς διὰ τὸ μηδὲν ἔχειν σοφόν, ἀληθὲς ὀνειδίζουσιν. τὸ δὲ αἴτιον τούτου τόδε· μαιεύεσθαί με θεὸς ἀναγκάζει, γεννᾶν δὲ ἀπεκώλυσεν. εἰμὶ δὴ οὖν αὐτὸς
150d
μὲν οὐ πάνυ τι σοφός, οὐδέ τί μοι ἔστιν εὕρημα τοιοῦτον γεγονὸς τῆς ἐμῆς ψυχῆς ἔκγονον· οἱ δʼ ἐμοὶ συγγιγνόμενοι τὸ μὲν πρῶτον φαίνονται ἔνιοι μὲν καὶ πάνυ ἀμαθεῖς, πάντες δὲ προϊούσης τῆς συνουσίας, οἷσπερ ἂν θεὸς παρείκῃ, θαυμαστὸν ὅσον ἐπιδιδόντες, ὡς αὑτοῖς τε καὶ τοῖς ἄλλοις δοκοῦσι· καὶ τοῦτο ἐναργὲς ὅτι παρʼ ἐμοῦ οὐδὲν πώποτε μαθόντες, ἀλλʼ αὐτοὶ παρʼ αὑτῶν πολλὰ καὶ καλὰ εὑρόντες τε καὶ τεκόντες. τῆς μέντοι μαιείας θεός τε καὶ ἐγὼ
150e
αἴτιος. ὧδε δὲ δῆλον· πολλοὶ ἤδη τοῦτο ἀγνοήσαντες καὶ ἑαυτοὺς αἰτιασάμενοι, ἐμοῦ δὲ καταφρονήσαντες, αὐτοὶ ὑπʼ ἄλλων πεισθέντες ἀπῆλθον πρῳαίτερον τοῦ δέοντος, ἀπελθόντες δὲ τά τε λοιπὰ ἐξήμβλωσαν διὰ πονηρὰν συνουσίαν καὶ τὰ ὑπʼ ἐμοῦ μαιευθέντα κακῶς τρέφοντες ἀπώλεσαν, ψευδῆ καὶ εἴδωλα περὶ πλείονος ποιησάμενοι τοῦ ἀληθοῦς, τελευτῶντες δʼ αὑτοῖς τε καὶ τοῖς ἄλλοις
151
151a
ἔδοξαν ἀμαθεῖς εἶναι.

ΣΩ. ὧν εἷς γέγονεν Ἀριστείδης Λυσιμάχου καὶ ἄλλοι πάνυ πολλοί· οὕς, ὅταν πάλιν ἔλθωσι δεόμενοι τῆς ἐμῆς συνουσίας καὶ θαυμαστὰ δρῶντες, ἐνίοις μὲν τὸ γιγνόμενόν μοι δαιμόνιον ἀποκωλύει συνεῖναι, ἐνίοις δὲ ἐᾷ, καὶ πάλιν οὗτοι ἐπιδιδόασι. πάσχουσι δὲ δὴ οἱ ἐμοὶ συγγιγνόμενοι καὶ τοῦτο ταὐτὸν ταῖς τικτούσαις· ὠδίνουσι γὰρ καὶ ἀπορίας ἐμπίμπλανται νύκτας τε καὶ ἡμέρας πολὺ μᾶλλον ʼκεῖναι· ταύτην δὲ τὴν ὠδῖνα ἐγείρειν τε καὶ
151b
ἀποπαύειν ἐμὴ τέχνη δύναται. καὶ οὗτοι μὲν δὴ οὕτως. ἐνίοις δέ, Θεαίτητε, οἳ ἄν μοι μὴ δόξωσί πως ἐγκύμονες εἶναι, γνοὺς ὅτι οὐδὲν ἐμοῦ δέονται, πάνυ εὐμενῶς προμνῶμαι καί, σὺν θεῷ εἰπεῖν, πάνυ ἱκανῶς τοπάζω οἷς ἂν συγγενόμενοι ὄναιντο· ὧν πολλοὺς μὲν δὴ ἐξέδωκα προδίκῳ, πολλοὺς δὲ ἄλλοις σοφοῖς τε καὶ θεσπεσίοις ἀνδράσι. ταῦτα δή σοι, ἄριστε, ἕνεκα τοῦδε ἐμήκυνα· ὑποπτεύω σε, ὥσπερ καὶ αὐτὸς οἴει, ὠδίνειν τι κυοῦντα ἔνδον. προσφέρου οὖν
151c
πρός με ὡς πρὸς μαίας ὑὸν καὶ αὐτὸν μαιευτικόν, καὶ ἂν ἐρωτῶ προθυμοῦ ὅπως οἷός τʼ εἶ οὕτως ἀποκρίνασθαι· καὶ ἐὰν ἄρα σκοπούμενός τι ὧν ἂν λέγῃς ἡγήσωμαι εἴδωλον καὶ μὴ ἀληθές, εἶτα ὑπεξαιρῶμαι καὶ ἀποβάλλω, μὴ ἀγρίαινε ὥσπερ αἱ πρωτοτόκοι περὶ τὰ παιδία. πολλοὶ γὰρ ἤδη, θαυμάσιε, πρός με οὕτω διετέθησαν, ὥστε ἀτεχνῶς δάκνειν ἕτοιμοι εἶναι, ἐπειδάν τινα λῆρον αὐτῶν ἀφαιρῶμαι, καὶ οὐκ οἴονταί με εὐνοίᾳ τοῦτο ποιεῖν, πόρρω ὄντες τοῦ εἰδέναι ὅτι
151d
οὐδεὶς θεὸς δύσνους ἀνθρώποις, οὐδʼ ἐγὼ δυσνοίᾳ τοιοῦτον οὐδὲν δρῶ, ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις. πάλιν δὴ οὖν ἐξ ἀρχῆς, Θεαίτητε, ὅτι ποτʼ ἐστὶν ἐπιστήμη, πειρῶ λέγειν· ὡς δʼ οὐχ οἷός τʼ εἶ, μηδέποτʼ εἴπῃς. ἐὰν γὰρ θεὸς ἐθέλῃ καὶ ἀνδρίζῃ, οἷός τʼ ἔσῃ.

ΘΕΑΙ. ἀλλὰ μέντοι, Σώκρατες, σοῦ γε οὕτω παρακελευομένου αἰσχρὸν μὴ οὐ παντὶ τρόπῳ προθυμεῖσθαι ὅτι
151e
τις ἔχει λέγειν. δοκεῖ οὖν μοι ἐπιστάμενός τι αἰσθάνεσθαι τοῦτο ἐπίσταται, καὶ ὥς γε νυνὶ φαίνεται, οὐκ ἄλλο τί ἐστιν ἐπιστήμη αἴσθησις.

ΣΩ. εὖ γε καὶ γενναίως, παῖ· χρὴ γὰρ οὕτως ἀποφαινόμενον λέγειν. ἀλλὰ φέρε δὴ αὐτὸ κοινῇ σκεψώμεθα, γόνιμον ἀνεμιαῖον τυγχάνει ὄν. αἴσθησις, φῄς, ἐπιστήμη;

ΘΕΑΙ. ναί.

ΣΩ 1 w 2
σκέψαι 1 w 9
δὴ 1 w 11
καὶ 1 w 14
τόδε 1 w 18
εἴ 1 w 21
τις 1 w 24
ἡμᾶς 1 w 28
τῶν 1 w 31
φαύλων 1 w 37
τι 2 w 39
καὶ 2 w 42
προχείρων 1 w 51
ἔροιτο 1 w 57
οἷον 1 w 62
περὶ 1 w 66
πηλοῦ 1 w 71
ὅτι 1 w 74
ποτʼ 1 w 78
ἐστίν 1 w 83
εἰ 1 w 86
ἀποκριναίμεθα 1 w 99
αὐτῷ 1 w 103
πηλὸς 1 w 108
1 w 109
τῶν 2 w 112
χυτρέων 1 w 119
καὶ 3 w 122
πηλὸς 2 w 127
2 w 128
τῶν 3 w 131
ἰπνοπλαθῶν 1 w 141
καὶ 4 w 144
πηλὸς 3 w 149
3 w 150
τῶν 4 w 153
πλινθουργῶν 1 w 164
οὐκ 1 w 168
ἂν 1 w 170
γελοῖοι 1 w 177
εἶμεν 1 w 182
ΘΕΑΙ 1 w 187
ἴσως 1 w 192
ΣΩ 2 w 195
πρῶτον 1 w 202
μέν 1 w 205
γέ 1 w 207
που 1 w 210
οἰόμενοι 1 w 218
συνιέναι 1 w 226
ἐκ 1 w 228
τῆς 1 w 231
ἡμετέρας 1 w 239
ἀποκρίσεως 1 w 249
τὸν 1 w 252
ἐρωτῶντα 1 w 260
ὅταν 1 w 265
εἴπωμεν 1 w 272
πηλός 1 w 277
εἴτε 1 w 282
4 w 283
τῶν 6 w 286
κοροπλαθῶν 1 w 296
προσθέντες 1 w 306
εἴτε 2 w 310
ἄλλων 1 w 315
ὡντινωνοῦν 1 w 325
δημιουργῶν 1 w 335
1 w 337
οἴει 1 w 341
τίς 1 w 344
τι 5 w 346
συνίησίν 1 w 354
τινος 1 w 359
ὄνομα 1 w 364
1 w 366
μὴ 1 w 368
οἶδεν 1 w 373
τί 3 w 375
ἐστιν 1 w 380
ΘΕΑΙ 2 w 385
οὐδαμῶς 1 w 393
ΣΩ 3 w 396
οὐδʼ 1 w 401
ἄρα 1 w 404
ἐπιστήμην 1 w 413
ὑποδημάτων 1 w 423
συνίησιν 1 w 431
5 w 432
ἐπιστήμην 2 w 441
μὴ 2 w 443
εἰδώς 1 w 448
ΘΕΑΙ 3 w 453
οὐ 4 w 456
γάρ 1 w 459
ΣΩ 4 w 462
σκυτικὴν 1 w 471
ἄρα 2 w 474
οὐ 5 w 476
συνίησιν 2 w 484
ὃς 1 w 486
ἂν 2 w 488
ἐπιστήμην 3 w 497
ἀγνοῇ 1 w 502
οὐδέ 1 w 507
τινα 1 w 511
ἄλλην 1 w 516
τέχνην 1 w 522
ΘΕΑΙ 4 w 527
ἔστιν 1 w 533
οὕτως 1 w 538
ΣΩ 5 w 541
γελοία 1 w 548
ἄρα 3 w 551
3 w 552
ἀπόκρισις 1 w 561
τῷ 2 w 563
ἐρωτηθέντι 1 w 573
ἐπιστήμη 4 w 581
τί 4 w 583
ἐστιν 2 w 588
ὅταν 2 w 593
ἀποκρίνηται 1 w 604
τέχνης 1 w 610
τινὸς 1 w 615
ὄνομα 2 w 620
τινὸς 2 w 626
γὰρ 1 w 629
ἐπιστήμην 4 w 638
ἀποκρίνεται 1 w 649
οὐ 7 w 651
τοῦτʼ 1 w 656
ἐρωτηθείς 1 w 665
ΘΕΑΙ 5 w 670
ἔοικεν 1 w 677
ΣΩ 6 w 680
ἔπειτά 1 w 687
γέ 2 w 689
που 2 w 692
ἐξὸν 1 w 696
φαύλως 1 w 702
καὶ 5 w 705
βραχέως 1 w 712
ἀποκρίνασθαι 1 w 724
περιέρχεται 1 w 735
ἀπέραντον 1 w 744
ὁδόν 1 w 748
οἷον 2 w 753
καὶ 6 w 756
ἐν 1 w 758
τῇ 1 w 760
τοῦ 2 w 763
πηλοῦ 2 w 768
ἐρωτήσει 1 w 776
φαῦλόν 1 w 782
που 3 w 785
καὶ 7 w 788
ἁπλοῦν 1 w 794
εἰπεῖν 1 w 800
ὅτι 2 w 803
γῆ 1 w 805
ὑγρῷ 1 w 809
φυραθεῖσα 1 w 818
πηλὸς 4 w 823
ἂν 3 w 825
εἴη 1 w 828
τὸ 2 w 831
δʼ 2 w 833
ὅτου 1 w 837
ἐᾶν 1 w 840
χαίρειν 1 w 847
ΘΕΑΙ 6 w 852
ῥᾴδιον 1 w 859
1 w 861
Σώκρατες 1 w 869
νῦν 1 w 873
γε 3 w 875
οὕτω 2 w 879
φαίνεται 1 w 887
ἀτὰρ 1 w 892
κινδυνεύεις 1 w 903
ἐρωτᾶν 1 w 909
οἷον 3 w 913
καὶ 8 w 916
αὐτοῖς 1 w 922
ἡμῖν 1 w 926
ἔναγχος 1 w 933
εἰσῆλθε 1 w 940
διαλεγομένοις 1 w 953
ἐμοί 1 w 958
τε 5 w 960
καὶ 9 w 963
τῷ 3 w 965
σῷ 1 w 967
ὁμωνύμῳ 1 w 974
τούτῳ 1 w 979
Σωκράτει 1 w 987
ΣΩ 7 w 990
τὸ 3 w 993
ποῖον 1 w 998
δή 1 w 1000
2 w 1002
Θεαίτητε 1 w 1010
ΘΕΑΙ 7 w 1015
περὶ 2 w 1020
δυνάμεών 1 w 1028
τι 16 w 1030
ἡμῖν 2 w 1034
Θεόδωρος 1 w 1042
ὅδε 1 w 1045
ἔγραφε 1 w 1051
τῆς 2 w 1055
τε 8 w 1057
τρίποδος 1 w 1065
πέρι 1 w 1069
καὶ 10 w 1072
πεντέποδος 1 w 1082
ἀποφαίνων 1 w 1091
ὅτι 3 w 1094
μήκει 1 w 1099
οὐ 8 w 1101
σύμμετροι 1 w 1110
τῇ 2 w 1112
ποδιαίᾳ 1 w 1119
καὶ 11 w 1123
οὕτω 3 w 1127
κατὰ 1 w 1131
μίαν 1 w 1135
ἑκάστην 1 w 1142
προαιρούμενος 1 w 1155
μέχρι 1 w 1160
τῆς 3 w 1163
ἑπτακαιδεκάποδος 1 w 1179
ἐν 2 w 1182
δὲ 1 w 1184
ταύτῃ 1 w 1189
πως 1 w 1192
ἐνέσχετο 1 w 1200
ἡμῖν 3 w 1205
οὖν 1 w 1208
εἰσῆλθέ 1 w 1215
τι 18 w 1217
τοιοῦτον 1 w 1225
ἐπειδὴ 1 w 1232
ἄπειροι 1 w 1239
τὸ 4 w 1241
πλῆθος 1 w 1247
αἱ 1 w 1249
δυνάμεις 1 w 1257
ἐφαίνοντο 1 w 1266
πειραθῆναι 1 w 1277
συλλαβεῖν 1 w 1286
εἰς 1 w 1289
ἕν 1 w 1291
ὅτῳ 1 w 1295
πάσας 1 w 1300
ταύτας 1 w 1306
προσαγορεύσομεν 1 w 1321
τὰς 1 w 1324
δυνάμεις 2 w 1332
ΣΩ 8 w 1335
1 w 1337
καὶ 12 w 1340
ηὕρετέ 1 w 1346
τι 19 w 1348
τοιοῦτον 2 w 1356
ΘΕΑΙ 8 w 1361
ἔμοιγε 1 w 1368
δοκοῦμεν 1 w 1376
σκόπει 1 w 1383
δὲ 2 w 1385
καὶ 13 w 1388
σύ 2 w 1390
ΣΩ 9 w 1393
λέγε 1 w 1398
ΘΕΑΙ 9 w 1403
τὸν 2 w 1407
ἀριθμὸν 1 w 1414
πάντα 1 w 1419
δίχα 1 w 1423
διελάβομεν 1 w 1433
τὸν 3 w 1437
μὲν 1 w 1440
δυνάμενον 1 w 1449
ἴσον 1 w 1453
ἰσάκις 1 w 1459
γίγνεσθαι 1 w 1468
τῷ 4 w 1470
τετραγώνῳ 1 w 1479
τὸ 7 w 1481
σχῆμα 1 w 1486
ἀπεικάσαντες 1 w 1498
τετράγωνόν 1 w 1508
τε 12 w 1510
καὶ 14 w 1513
ἰσόπλευρον 1 w 1523
προσείπομεν 1 w 1534
ΣΩ 10 w 1537
καὶ 15 w 1541
εὖ 1 w 1543
γε 6 w 1545
ΘΕΑΙ 10 w 1550
τὸν 4 w 1554
τοίνυν 1 w 1560
μεταξὺ 1 w 1566
τούτου 1 w 1572
ὧν 1 w 1575
καὶ 16 w 1578
τὰ 4 w 1580
τρία 1 w 1584
καὶ 17 w 1587
τὰ 5 w 1589
πέντε 1 w 1594
καὶ 18 w 1597
πᾶς 1 w 1600
ὃς 2 w 1602
ἀδύνατος 1 w 1610
ἴσος 1 w 1614
ἰσάκις 2 w 1620
γενέσθαι 1 w 1628
ἀλλʼ 1 w 1633
2 w 1634
πλείων 1 w 1640
ἐλαττονάκις 1 w 1651
3 w 1652
ἐλάττων 1 w 1659
πλεονάκις 1 w 1668
γίγνεται 1 w 1676
μείζων 1 w 1683
δὲ 3 w 1685
καὶ 19 w 1688
ἐλάττων 2 w 1695
ἀεὶ 1 w 1698
πλευρὰ 1 w 1704
αὐτὸν 1 w 1709
περιλαμβάνει 1 w 1721
τῷ 5 w 1724
προμήκει 1 w 1732
αὖ 1 w 1734
σχήματι 1 w 1741
ἀπεικάσαντες 2 w 1753
προμήκη 1 w 1760
ἀριθμὸν 2 w 1767
ἐκαλέσαμεν 1 w 1777
ΣΩ 11 w 1780
κάλλιστα 1 w 1789
ἀλλὰ 1 w 1794
τί 5 w 1796
τὸ 10 w 1798
μετὰ 1 w 1802
τοῦτο 1 w 1807
ΘΕΑΙ 11 w 1812
ὅσαι 1 w 1817
μὲν 2 w 1820
γραμμαὶ 1 w 1827
τὸν 6 w 1830
ἰσόπλευρον 2 w 1840
καὶ 20 w 1843
ἐπίπεδον 1 w 1851
ἀριθμὸν 3 w 1858
τετραγωνίζουσι 1 w 1872
μῆκος 1 w 1878
ὡρισάμεθα 1 w 1887
ὅσαι 2 w 1892
δὲ 4 w 1894
τὸν 7 w 1897
ἑτερομήκη 1 w 1906
δυνάμεις 3 w 1915
ὡς 1 w 1918
μήκει 3 w 1923
μὲν 3 w 1926
οὐ 9 w 1928
συμμέτρους 1 w 1938
ἐκείναις 1 w 1946
τοῖς 2 w 1951
δʼ 3 w 1953
ἐπιπέδοις 1 w 1962
1 w 1963
δύνανται 1 w 1971
καὶ 21 w 1975
περὶ 3 w 1979
τὰ 7 w 1981
στερεὰ 1 w 1987
ἄλλο 1 w 1991
τοιοῦτον 3 w 1999
ΣΩ 12 w 2002
ἄριστά 1 w 2009
γʼ 1 w 2011
ἀνθρώπων 1 w 2019
3 w 2021
παῖδες 1 w 2027
ὥστε 1 w 2032
μοι 2 w 2035
δοκεῖ 1 w 2040
8 w 2041
Θεόδωρος 2 w 2049
οὐκ 2 w 2052
ἔνοχος 1 w 2058
τοῖς 3 w 2062
ψευδομαρτυρίοις 1 w 2077
ἔσεσθαι 1 w 2084
ΘΕΑΙ 12 w 2089
καὶ 22 w 2093
μήν 1 w 2096
4 w 2098
Σώκρατες 2 w 2106
11 w 2108
γε 8 w 2110
ἐρωτᾷς 1 w 2116
περὶ 4 w 2120
ἐπιστήμης 1 w 2129
οὐκ 3 w 2132
ἂν 4 w 2134
δυναίμην 1 w 2142
ἀποκρίνασθαι 2 w 2154
ὥσπερ 1 w 2159
περὶ 5 w 2163
τοῦ 4 w 2166
μήκους 1 w 2172
τε 20 w 2174
καὶ 23 w 2177
τῆς 4 w 2180
δυνάμεως 1 w 2188
καίτοι 1 w 2195
σύ 3 w 2197
γέ 3 w 2199
μοι 3 w 2202
δοκεῖς 1 w 2208
τοιοῦτόν 1 w 2216
τι 21 w 2218
ζητεῖν 1 w 2224
ὥστε 2 w 2229
πάλιν 1 w 2234
αὖ 2 w 2236
φαίνεται 2 w 2244
ψευδὴς 1 w 2250
9 w 2251
Θεόδωρος 3 w 2259
ΣΩ 13 w 2262
τί 6 w 2265
δέ 2 w 2267
εἴ 6 w 2270
σε 5 w 2272
πρὸς 1 w 2276
δρόμον 1 w 2282
ἐπαινῶν 1 w 2289
μηδενὶ 1 w 2295
οὕτω 4 w 2299
δρομικῷ 1 w 2306
ἔφη 1 w 2309
τῶν 7 w 2312
νέων 1 w 2316
ἐντετυχηκέναι 1 w 2329
εἶτα 1 w 2334
διαθέων 1 w 2341
τοῦ 5 w 2344
ἀκμάζοντος 1 w 2354
καὶ 24 w 2357
ταχίστου 1 w 2365
ἡττήθης 1 w 2372
ἧττόν 1 w 2378
τι 22 w 2380
ἂν 5 w 2382
οἴει 2 w 2386
ἀληθῆ 1 w 2391
τόνδʼ 1 w 2396
ἐπαινέσαι 1 w 2405
ΘΕΑΙ 13 w 2410
οὐκ 4 w 2414
ἔγωγε 1 w 2419
ΣΩ 14 w 2422
ἀλλὰ 2 w 2427
τὴν 1 w 2430
ἐπιστήμην 5 w 2439
ὥσπερ 2 w 2445
νυνδὴ 1 w 2450
ἐγὼ 1 w 2453
ἔλεγον 1 w 2459
σμικρόν 1 w 2467
τι 23 w 2469
οἴει 3 w 2473
εἶναι 1 w 2478
ἐξευρεῖν 1 w 2486
καὶ 25 w 2489
οὐ 13 w 2491
τῶν 8 w 2494
πάντῃ 1 w 2499
ἄκρων 1 w 2504
ΘΕΑΙ 14 w 2509
νὴ 1 w 2512
τὸν 8 w 2515
Δίʼ 1 w 2518
ἔγωγε 2 w 2523
καὶ 26 w 2526
μάλα 1 w 2530
γε 11 w 2532
τῶν 9 w 2535
ἀκροτάτων 1 w 2544
ΣΩ 15 w 2547
θάρρει 1 w 2554
τοίνυν 2 w 2560
περὶ 6 w 2564
σαυτῷ 1 w 2569
καὶ 27 w 2572
τὶ 1 w 2574
οἴου 1 w 2578
Θεόδωρον 1 w 2586
λέγειν 1 w 2592
προθυμήθητι 1 w 2604
δὲ 5 w 2606
παντὶ 1 w 2611
τρόπῳ 1 w 2616
τῶν 10 w 2619
τε 24 w 2621
ἄλλων 2 w 2626
πέρι 2 w 2630
καὶ 28 w 2633
ἐπιστήμης 2 w 2642
λαβεῖν 2 w 2648
λόγον 1 w 2653
τί 7 w 2655
ποτε 1 w 2659
τυγχάνει 1 w 2667
ὄν 3 w 2669
ΘΕΑΙ 15 w 2674
προθυμίας 1 w 2684
μὲν 4 w 2687
ἕνεκα 1 w 2692
5 w 2694
Σώκρατες 3 w 2702
φανεῖται 1 w 2711
ΣΩ 16 w 2714
ἴθι 1 w 2718
δή 2 w 2720
καλῶς 1 w 2726
γὰρ 2 w 2729
ἄρτι 1 w 2733
ὑφηγήσω 1 w 2740
πειρῶ 1 w 2746
μιμούμενος 1 w 2756
τὴν 2 w 2759
περὶ 7 w 2763
τῶν 11 w 2766
δυνάμεων 1 w 2774
ἀπόκρισιν 1 w 2783
ὥσπερ 3 w 2789
ταύτας 2 w 2795
πολλὰς 1 w 2801
οὔσας 1 w 2806
ἑνὶ 1 w 2809
εἴδει 1 w 2814
περιέλαβες 1 w 2824
οὕτω 5 w 2829
καὶ 29 w 2832
τὰς 2 w 2835
πολλὰς 2 w 2841
ἐπιστήμας 1 w 2850
ἑνὶ 2 w 2853
λόγῳ 1 w 2857
προσειπεῖν 1 w 2867
ΘΕΑΙ 16 w 2872
ἀλλʼ 2 w 2877
εὖ 2 w 2879
ἴσθι 1 w 2883
6 w 2885
Σώκρατες 4 w 2893
πολλάκις 1 w 2902
δὴ 5 w 2904
αὐτὸ 2 w 2908
ἐπεχείρησα 1 w 2918
σκέψασθαι 1 w 2927
ἀκούων 1 w 2934
τὰς 3 w 2937
παρὰ 1 w 2941
σοῦ 1 w 2944
ἀποφερομένας 1 w 2956
ἐρωτήσεις 1 w 2965
ἀλλὰ 3 w 2970
γὰρ 3 w 2973
οὔτʼ 1 w 2977
αὐτὸς 1 w 2982
δύναμαι 1 w 2989
πεῖσαι 1 w 2995
ἐμαυτὸν 1 w 3002
ὡς 2 w 3004
ἱκανῶς 1 w 3010
τι 26 w 3012
λέγω 1 w 3016
οὔτʼ 2 w 3020
ἄλλου 1 w 3025
ἀκοῦσαι 1 w 3032
λέγοντος 1 w 3040
οὕτως 2 w 3045
ὡς 3 w 3047
σὺ 1 w 3049
διακελεύῃ 1 w 3058
οὐ 14 w 3061
μὲν 5 w 3064
δὴ 6 w 3066
αὖ 3 w 3068
οὐδʼ 2 w 3072
ἀπαλλαγῆναι 1 w 3083
τοῦ 6 w 3086
μέλειν 1 w 3092
ΣΩ 17 w 3095
ὠδίνεις 1 w 3103
γάρ 2 w 3106
7 w 3108
φίλε 1 w 3112
Θεαίτητε 2 w 3120
διὰ 1 w 3124
τὸ 17 w 3126
μὴ 3 w 3128
κενὸς 1 w 3133
ἀλλʼ 3 w 3137
ἐγκύμων 1 w 3144
εἶναι 2 w 3149
ΘΕΑΙ 17 w 3154
οὐκ 5 w 3158
οἶδα 1 w 3162
8 w 3164
Σώκρατες 5 w 3172
4 w 3174
μέντοι 1 w 3180
πέπονθα 1 w 3187
λέγω 2 w 3191
ΣΩ 18 w 3194
εἶτα 2 w 3199
9 w 3201
καταγέλαστε 1 w 3212
οὐκ 6 w 3216
ἀκήκοας 1 w 3223
ὡς 4 w 3225
ἐγώ 1 w 3228
εἰμι 1 w 3232
ὑὸς 1 w 3235
μαίας 1 w 3240
μάλα 2 w 3244
γενναίας 1 w 3252
τε 31 w 3254
καὶ 30 w 3257
βλοσυρᾶς 1 w 3265
Φαιναρέτης 1 w 3276
ΘΕΑΙ 18 w 3281
ἤδη 1 w 3285
τοῦτό 1 w 3290
γε 14 w 3292
ἤκουσα 1 w 3298
ΣΩ 19 w 3301
ἆρα 1 w 3305
καὶ 31 w 3308
ὅτι 4 w 3311
ἐπιτηδεύω 1 w 3320
τὴν 3 w 3323
αὐτὴν 1 w 3328
τέχνην 2 w 3334
ἀκήκοας 2 w 3341
ΘΕΑΙ 19 w 3346
οὐδαμῶς 2 w 3354
ΣΩ 20 w 3357
ἀλλʼ 4 w 3362
εὖ 3 w 3364
ἴσθʼ 1 w 3368
ὅτι 5 w 3371
μὴ 4 w 3374
μέντοι 2 w 3380
μου 1 w 3383
κατείπῃς 1 w 3391
πρὸς 2 w 3395
τοὺς 1 w 3399
ἄλλους 1 w 3405
λέληθα 1 w 3412
γάρ 3 w 3415
10 w 3417
ἑταῖρε 1 w 3423
ταύτην 1 w 3430
ἔχων 1 w 3434
τὴν 5 w 3437
τέχνην 3 w 3443
οἱ 1 w 3446
δέ 3 w 3448
ἅτε 1 w 3452
οὐκ 7 w 3455
εἰδότες 1 w 3462
τοῦτο 2 w 3468
μὲν 6 w 3471
οὐ 20 w 3473
λέγουσι 1 w 3480
περὶ 8 w 3484
ἐμοῦ 1 w 3488
ὅτι 6 w 3492
δὲ 6 w 3494
ἀτοπώτατός 1 w 3504
εἰμι 2 w 3508
καὶ 32 w 3511
ποιῶ 1 w 3515
τοὺς 2 w 3519
ἀνθρώπους 1 w 3528
ἀπορεῖν 1 w 3535
2 w 3537
καὶ 33 w 3540
τοῦτο 3 w 3545
ἀκήκοας 3 w 3552
ΘΕΑΙ 20 w 3557
ἔγωγε 3 w 3563
ΣΩ 21 w 3566
εἴπω 2 w 3571
οὖν 2 w 3574
σοι 1 w 3577
τὸ 18 w 3579
αἴτιον 1 w 3585
ΘΕΑΙ 21 w 3590
πάνυ 1 w 3595
μὲν 7 w 3598
οὖν 3 w 3601
ΣΩ 22 w 3604
ἐννόησον 1 w 3613
δὴ 7 w 3615
τὸ 19 w 3617
περὶ 9 w 3621
τὰς 4 w 3624
μαίας 2 w 3629
ἅπαν 1 w 3633
ὡς 5 w 3635
ἔχει 1 w 3639
καὶ 34 w 3643
ῥᾷον 1 w 3647
μαθήσῃ 1 w 3653
5 w 3654
βούλομαι 1 w 3662
οἶσθα 1 w 3668
γάρ 4 w 3671
που 5 w 3674
ὡς 6 w 3676
οὐδεμία 1 w 3683
αὐτῶν 1 w 3688
ἔτι 1 w 3691
αὐτὴ 2 w 3695
κυϊσκομένη 1 w 3705
τε 35 w 3707
καὶ 35 w 3710
τίκτουσα 1 w 3718
ἄλλας 1 w 3723
μαιεύεται 1 w 3732
ἀλλʼ 5 w 3737
αἱ 2 w 3739
ἤδη 2 w 3742
ἀδύνατοι 1 w 3750
τίκτειν 1 w 3757
ΘΕΑΙ 22 w 3762
πάνυ 2 w 3767
μὲν 8 w 3770
οὖν 4 w 3773
ΣΩ 23 w 3776
αἰτίαν 1 w 3783
δέ 4 w 3785
γε 16 w 3787
τούτου 2 w 3793
φασὶν 1 w 3798
εἶναι 3 w 3803
τὴν 6 w 3806
Ἄρτεμιν 1 w 3813
ὅτι 7 w 3817
ἄλοχος 1 w 3823
οὖσα 1 w 3827
τὴν 7 w 3830
λοχείαν 1 w 3837
εἴληχε 1 w 3843
στερίφαις 1 w 3853
μὲν 9 w 3856
οὖν 5 w 3859
ἄρα 4 w 3862
οὐκ 8 w 3865
ἔδωκε 1 w 3870
μαιεύεσθαι 1 w 3880
ὅτι 8 w 3884
8 w 3885
ἀνθρωπίνη 1 w 3894
φύσις 1 w 3899
ἀσθενεστέρα 1 w 3910
4 w 3911
λαβεῖν 3 w 3917
τέχνην 4 w 3923
ὧν 2 w 3925
ἂν 6 w 3927
1 w 3928
ἄπειρος 1 w 3935
ταῖς 1 w 3940
δὲ 7 w 3942
διʼ 1 w 3945
ἡλικίαν 1 w 3952
ἀτόκοις 1 w 3959
προσέταξε 1 w 3968
τιμῶσα 1 w 3974
τὴν 8 w 3977
αὑτῆς 1 w 3982
ὁμοιότητα 1 w 3991
ΘΕΑΙ 23 w 3996
εἰκός 1 w 4002
ΣΩ 24 w 4005
οὐκοῦν 1 w 4012
καὶ 36 w 4015
τόδε 2 w 4019
εἰκός 2 w 4024
τε 39 w 4026
καὶ 37 w 4029
ἀναγκαῖον 1 w 4038
τὰς 5 w 4042
κυούσας 1 w 4049
καὶ 38 w 4052
μὴ 5 w 4054
γιγνώσκεσθαι 1 w 4066
μᾶλλον 1 w 4072
ὑπὸ 1 w 4075
τῶν 13 w 4078
μαιῶν 1 w 4083
5 w 4084
τῶν 14 w 4087
ἄλλων 3 w 4092
ΘΕΑΙ 24 w 4097
πάνυ 3 w 4102
γε 17 w 4104
ΣΩ 25 w 4107
καὶ 39 w 4111
μὴν 1 w 4114
καὶ 40 w 4117
διδοῦσαί 1 w 4125
γε 18 w 4127
αἱ 3 w 4129
μαῖαι 1 w 4134
φαρμάκια 1 w 4142
καὶ 41 w 4145
ἐπᾴδουσαι 1 w 4154
δύνανται 2 w 4162
ἐγείρειν 1 w 4170
τε 40 w 4172
τὰς 6 w 4175
ὠδῖνας 1 w 4181
καὶ 42 w 4184
μαλθακωτέρας 1 w 4196
ἂν 7 w 4198
βούλωνται 1 w 4207
ποιεῖν 1 w 4213
καὶ 43 w 4217
τίκτειν 2 w 4224
τε 42 w 4226
δὴ 8 w 4228
τὰς 7 w 4231
δυστοκούσας 1 w 4242
καὶ 44 w 4246
ἐὰν 1 w 4249
νέον 1 w 4253
ὂν 1 w 4255
δόξῃ 1 w 4259
ἀμβλίσκειν 1 w 4269
ἀμβλίσκουσιν 1 w 4282
ΘΕΑΙ 25 w 4287
ἔστι 2 w 4292
ταῦτα 1 w 4297
ΣΩ 26 w 4300
ἆρʼ 1 w 4304
οὖν 6 w 4307
ἔτι 2 w 4310
καὶ 45 w 4313
τόδε 3 w 4317
αὐτῶν 2 w 4322
ᾔσθησαι 1 w 4329
ὅτι 9 w 4333
καὶ 46 w 4336
προμνήστριαί 1 w 4348
εἰσι 1 w 4352
δεινόταται 1 w 4362
ὡς 7 w 4365
πάσσοφοι 1 w 4373
οὖσαι 1 w 4378
περὶ 10 w 4382
τοῦ 10 w 4385
γνῶναι 1 w 4391
ποίαν 1 w 4396
χρὴ 1 w 4399
ποίῳ 1 w 4403
ἀνδρὶ 1 w 4408
συνοῦσαν 1 w 4416
ὡς 8 w 4418
ἀρίστους 1 w 4426
παῖδας 1 w 4432
τίκτειν 3 w 4439
ΘΕΑΙ 26 w 4444
οὐ 24 w 4447
πάνυ 4 w 4451
τοῦτο 4 w 4456
οἶδα 2 w 4460
ΣΩ 27 w 4463
ἀλλʼ 6 w 4468
ἴσθʼ 2 w 4472
ὅτι 10 w 4475
ἐπὶ 1 w 4478
τούτῳ 2 w 4483
μεῖζον 1 w 4489
φρονοῦσιν 1 w 4498
6 w 4499
ἐπὶ 2 w 4502
τῇ 3 w 4504
ὀμφαλητομίᾳ 1 w 4515
ἐννόει 1 w 4522
γάρ 5 w 4525
τῆς 6 w 4529
αὐτῆς 1 w 4534
7 w 4535
ἄλλης 1 w 4540
οἴει 4 w 4544
τέχνης 2 w 4550
εἶναι 4 w 4555
θεραπείαν 1 w 4564
τε 44 w 4566
καὶ 47 w 4569
συγκομιδὴν 1 w 4579
τῶν 16 w 4582
ἐκ 4 w 4584
γῆς 1 w 4587
καρπῶν 1 w 4593
καὶ 48 w 4596
αὖ 4 w 4598
τὸ 20 w 4600
γιγνώσκειν 1 w 4610
εἰς 2 w 4613
ποίαν 2 w 4618
γῆν 2 w 4621
ποῖον 2 w 4626
φυτόν 1 w 4631
τε 45 w 4633
καὶ 49 w 4636
σπέρμα 1 w 4642
καταβλητέον 1 w 4653
ΘΕΑΙ 27 w 4658
οὔκ 1 w 4662
ἀλλὰ 4 w 4667
τῆς 8 w 4670
αὐτῆς 2 w 4675
ΣΩ 28 w 4678
εἰς 3 w 4682
γυναῖκα 1 w 4689
δέ 5 w 4691
11 w 4693
φίλε 2 w 4697
ἄλλην 2 w 4703
μὲν 10 w 4706
οἴει 5 w 4710
τοῦ 12 w 4713
τοιούτου 1 w 4721
ἄλλην 3 w 4727
δὲ 8 w 4729
συγκομιδῆς 1 w 4739
ΘΕΑΙ 28 w 4744
οὔκουν 1 w 4751
εἰκός 3 w 4756
γε 20 w 4758
ΣΩ 29 w 4761
οὐ 25 w 4764
γάρ 6 w 4767
ἀλλὰ 5 w 4772
διὰ 2 w 4775
τὴν 9 w 4778
ἄδικόν 1 w 4784
τε 46 w 4786
καὶ 50 w 4789
ἄτεχνον 1 w 4796
συναγωγὴν 1 w 4805
ἀνδρὸς 1 w 4811
καὶ 51 w 4814
γυναικός 1 w 4822
1 w 4824
δὴ 10 w 4826
προαγωγία 1 w 4835
ὄνομα 3 w 4840
φεύγουσι 1 w 4849
καὶ 52 w 4852
τὴν 10 w 4855
προμνηστικὴν 1 w 4867
ἅτε 2 w 4870
σεμναὶ 1 w 4876
οὖσαι 2 w 4881
αἱ 4 w 4883
μαῖαι 2 w 4888
φοβούμεναι 1 w 4899
μὴ 7 w 4901
εἰς 4 w 4904
ἐκείνην 1 w 4911
τὴν 11 w 4914
αἰτίαν 2 w 4920
διὰ 3 w 4923
ταύτην 2 w 4929
ἐμπέσωσιν 1 w 4938
ἐπεὶ 1 w 4943
ταῖς 2 w 4947
γε 21 w 4949
ὄντως 1 w 4954
μαίαις 1 w 4960
μόναις 1 w 4966
που 6 w 4969
προσήκει 1 w 4977
καὶ 53 w 4980
προμνήσασθαι 1 w 4992
ὀρθῶς 1 w 4997
ΘΕΑΙ 29 w 5002
φαίνεται 3 w 5011
ΣΩ 30 w 5014
τὸ 21 w 5017
μὲν 11 w 5020
τοίνυν 3 w 5026
τῶν 17 w 5029
μαιῶν 2 w 5034
τοσοῦτον 1 w 5042
ἔλαττον 1 w 5050
δὲ 9 w 5052
τοῦ 13 w 5055
ἐμοῦ 2 w 5059
δράματος 1 w 5067
οὐ 26 w 5070
γὰρ 4 w 5073
πρόσεστι 1 w 5081
γυναιξὶν 1 w 5089
ἐνίοτε 1 w 5095
μὲν 12 w 5098
εἴδωλα 1 w 5104
τίκτειν 4 w 5111
ἔστι 3 w 5116
δʼ 6 w 5118
ὅτε 1 w 5121
ἀληθινά 1 w 5128
τοῦτο 5 w 5134
δὲ 10 w 5136
μὴ 8 w 5138
ῥᾴδιον 2 w 5144
εἶναι 5 w 5149
διαγνῶναι 1 w 5158
εἰ 17 w 5161
γὰρ 5 w 5164
προσῆν 1 w 5170
μέγιστόν 1 w 5179
τε 52 w 5181
καὶ 54 w 5184
κάλλιστον 1 w 5193
ἔργον 1 w 5198
ἦν 1 w 5200
ἂν 8 w 5202
ταῖς 3 w 5206
μαίαις 2 w 5212
τὸ 22 w 5214
κρίνειν 1 w 5221
τὸ 23 w 5223
ἀληθές 1 w 5229
τε 53 w 5231
καὶ 55 w 5234
μή 9 w 5236
8 w 5238
οὐκ 10 w 5241
οἴει 6 w 5245
ΘΕΑΙ 30 w 5250
ἔγωγε 4 w 5256
ΣΩ 31 w 5259
τῇ 4 w 5262
δέ 6 w 5264
γʼ 2 w 5266
ἐμῇ 1 w 5269
τέχνῃ 1 w 5274
τῆς 10 w 5277
μαιεύσεως 1 w 5286
τὰ 14 w 5288
μὲν 13 w 5291
ἄλλα 2 w 5295
ὑπάρχει 1 w 5302
ὅσα 3 w 5305
ἐκείναις 2 w 5313
διαφέρει 1 w 5322
δὲ 11 w 5324
τῷ 7 w 5326
τε 54 w 5328
ἄνδρας 1 w 5334
ἀλλὰ 6 w 5338
μὴ 9 w 5340
γυναῖκας 1 w 5348
μαιεύεσθαι 2 w 5358
καὶ 56 w 5361
τῷ 8 w 5363
τὰς 8 w 5366
ψυχὰς 1 w 5371
αὐτῶν 3 w 5376
τικτούσας 1 w 5385
ἐπισκοπεῖν 1 w 5395
ἀλλὰ 7 w 5399
μὴ 10 w 5401
τὰ 16 w 5403
σώματα 1 w 5409
μέγιστον 1 w 5418
δὲ 12 w 5420
τοῦτʼ 2 w 5425
ἔνι 1 w 5428
τῇ 5 w 5430
ἡμετέρᾳ 1 w 5437
τέχνῃ 2 w 5442
βασανίζειν 1 w 5453
δυνατὸν 1 w 5460
εἶναι 6 w 5465
παντὶ 2 w 5470
τρόπῳ 2 w 5475
πότερον 1 w 5482
εἴδωλον 1 w 5489
καὶ 57 w 5492
ψεῦδος 1 w 5498
ἀποτίκτει 1 w 5507
τοῦ 16 w 5510
νέου 1 w 5514
11 w 5515
διάνοια 1 w 5522
9 w 5523
γόνιμόν 1 w 5530
τε 57 w 5532
καὶ 58 w 5535
ἀληθές 2 w 5541
ἐπεὶ 2 w 5546
τόδε 4 w 5550
γε 23 w 5552
καὶ 59 w 5555
ἐμοὶ 1 w 5559
ὑπάρχει 2 w 5566
ὅπερ 1 w 5570
ταῖς 4 w 5574
μαίαις 3 w 5580
ἄγονός 1 w 5587
εἰμι 3 w 5591
σοφίας 1 w 5597
καὶ 60 w 5601
ὅπερ 2 w 5605
ἤδη 3 w 5608
πολλοί 1 w 5614
μοι 5 w 5617
ὠνείδισαν 1 w 5626
ὡς 9 w 5629
τοὺς 3 w 5633
μὲν 14 w 5636
ἄλλους 2 w 5642
ἐρωτῶ 2 w 5647
αὐτὸς 2 w 5653
δὲ 13 w 5655
οὐδὲν 1 w 5660
ἀποφαίνομαι 1 w 5671
περὶ 11 w 5675
οὐδενὸς 1 w 5682
διὰ 4 w 5685
τὸ 26 w 5687
μηδὲν 1 w 5692
ἔχειν 1 w 5697
σοφόν 1 w 5702
ἀληθὲς 1 w 5709
ὀνειδίζουσιν 1 w 5721
τὸ 27 w 5724
δὲ 16 w 5726
αἴτιον 2 w 5732
τούτου 3 w 5738
τόδε 5 w 5742
μαιεύεσθαί 1 w 5753
με 28 w 5755
11 w 5756
θεὸς 1 w 5760
ἀναγκάζει 1 w 5769
γεννᾶν 1 w 5776
δὲ 17 w 5778
ἀπεκώλυσεν 1 w 5788
εἰμὶ 1 w 5793
δὴ 11 w 5795
οὖν 7 w 5798
αὐτὸς 3 w 5803
μὲν 15 w 5806
οὐ 30 w 5808
πάνυ 5 w 5812
τι 44 w 5814
σοφός 1 w 5819
οὐδέ 2 w 5824
τί 16 w 5826
μοι 6 w 5829
ἔστιν 2 w 5834
εὕρημα 1 w 5840
τοιοῦτον 4 w 5848
γεγονὸς 1 w 5855
τῆς 11 w 5858
ἐμῆς 1 w 5862
ψυχῆς 1 w 5867
ἔκγονον 1 w 5874
οἱ 2 w 5877
δʼ 7 w 5879
ἐμοὶ 2 w 5883
συγγιγνόμενοι 1 w 5896
τὸ 29 w 5898
μὲν 16 w 5901
πρῶτον 2 w 5907
φαίνονται 1 w 5916
ἔνιοι 1 w 5921
μὲν 17 w 5924
καὶ 61 w 5927
πάνυ 6 w 5931
ἀμαθεῖς 1 w 5938
πάντες 1 w 5945
δὲ 18 w 5947
προϊούσης 1 w 5956
τῆς 12 w 5959
συνουσίας 1 w 5968
οἷσπερ 1 w 5975
ἂν 9 w 5977
12 w 5978
θεὸς 2 w 5982
παρείκῃ 1 w 5989
θαυμαστὸν 1 w 5999
ὅσον 1 w 6003
ἐπιδιδόντες 1 w 6014
ὡς 10 w 6017
αὑτοῖς 1 w 6023
τε 60 w 6025
καὶ 62 w 6028
τοῖς 5 w 6032
ἄλλοις 1 w 6038
δοκοῦσι 1 w 6045
καὶ 63 w 6049
τοῦτο 6 w 6054
ἐναργὲς 1 w 6061
ὅτι 11 w 6064
παρʼ 1 w 6068
ἐμοῦ 3 w 6072
οὐδὲν 2 w 6077
πώποτε 1 w 6083
μαθόντες 1 w 6091
ἀλλʼ 7 w 6096
αὐτοὶ 1 w 6101
παρʼ 2 w 6105
αὑτῶν 1 w 6110
πολλὰ 3 w 6115
καὶ 64 w 6118
καλὰ 1 w 6122
εὑρόντες 1 w 6130
τε 64 w 6132
καὶ 65 w 6135
τεκόντες 1 w 6143
τῆς 13 w 6147
μέντοι 3 w 6153
μαιείας 1 w 6160
13 w 6161
θεός 1 w 6165
τε 67 w 6167
καὶ 66 w 6170
ἐγὼ 2 w 6173
αἴτιος 1 w 6179
ὧδε 1 w 6183
δὲ 20 w 6185
δῆλον 1 w 6190
πολλοὶ 1 w 6197
ἤδη 4 w 6200
τοῦτο 7 w 6205
ἀγνοήσαντες 1 w 6216
καὶ 67 w 6219
ἑαυτοὺς 1 w 6226
αἰτιασάμενοι 1 w 6238
ἐμοῦ 4 w 6243
δὲ 21 w 6245
καταφρονήσαντες 1 w 6260
10 w 6262
αὐτοὶ 2 w 6267
11 w 6268
ὑπʼ 1 w 6271
ἄλλων 4 w 6276
πεισθέντες 1 w 6286
ἀπῆλθον 1 w 6293
πρῳαίτερον 1 w 6303
τοῦ 19 w 6306
δέοντος 1 w 6313
ἀπελθόντες 1 w 6324
δὲ 22 w 6326
τά 4 w 6328
τε 73 w 6330
λοιπὰ 1 w 6335
ἐξήμβλωσαν 1 w 6345
διὰ 5 w 6348
πονηρὰν 1 w 6355
συνουσίαν 1 w 6364
καὶ 68 w 6367
τὰ 17 w 6369
ὑπʼ 2 w 6372
ἐμοῦ 5 w 6376
μαιευθέντα 1 w 6386
κακῶς 1 w 6391
τρέφοντες 1 w 6400
ἀπώλεσαν 1 w 6408
ψευδῆ 1 w 6414
καὶ 69 w 6417
εἴδωλα 2 w 6423
περὶ 12 w 6427
πλείονος 1 w 6435
ποιησάμενοι 1 w 6446
τοῦ 20 w 6449
ἀληθοῦς 1 w 6456
τελευτῶντες 1 w 6468
δʼ 8 w 6470
αὑτοῖς 2 w 6476
τε 77 w 6478
καὶ 70 w 6481
τοῖς 7 w 6485
ἄλλοις 2 w 6491
ἔδοξαν 1 w 6497
ἀμαθεῖς 2 w 6504
εἶναι 7 w 6509
ΣΩ 32 w 6512
ὧν 3 w 6515
εἷς 1 w 6518
γέγονεν 1 w 6525
Ἀριστείδης 1 w 6535
14 w 6536
Λυσιμάχου 1 w 6545
καὶ 71 w 6548
ἄλλοι 3 w 6553
πάνυ 7 w 6557
πολλοί 2 w 6563
οὕς 1 w 6567
ὅταν 3 w 6572
πάλιν 2 w 6577
ἔλθωσι 1 w 6583
δεόμενοι 1 w 6591
τῆς 14 w 6594
ἐμῆς 2 w 6598
συνουσίας 2 w 6607
καὶ 72 w 6610
θαυμαστὰ 1 w 6618
δρῶντες 1 w 6625
ἐνίοις 1 w 6632
μὲν 18 w 6635
τὸ 31 w 6637
γιγνόμενόν 1 w 6647
μοι 7 w 6650
δαιμόνιον 1 w 6659
ἀποκωλύει 1 w 6668
συνεῖναι 1 w 6676
ἐνίοις 2 w 6683
δὲ 23 w 6685
ἐᾷ 1 w 6687
καὶ 73 w 6691
πάλιν 3 w 6696
οὗτοι 1 w 6701
ἐπιδιδόασι 1 w 6711
πάσχουσι 1 w 6720
δὲ 24 w 6722
δὴ 12 w 6724
οἱ 3 w 6726
ἐμοὶ 3 w 6730
συγγιγνόμενοι 2 w 6743
καὶ 74 w 6746
τοῦτο 8 w 6751
ταὐτὸν 1 w 6757
ταῖς 5 w 6761
τικτούσαις 1 w 6771
ὠδίνουσι 1 w 6780
γὰρ 6 w 6783
καὶ 75 w 6786
ἀπορίας 1 w 6793
ἐμπίμπλανται 1 w 6805
νύκτας 1 w 6811
τε 80 w 6813
καὶ 76 w 6816
ἡμέρας 1 w 6822
πολὺ 1 w 6826
μᾶλλον 2 w 6832
12 w 6833
ʼκεῖναι 1 w 6840
ταύτην 3 w 6847
δὲ 25 w 6849
τὴν 12 w 6852
ὠδῖνα 2 w 6857
ἐγείρειν 2 w 6865
τε 81 w 6867
καὶ 77 w 6870
ἀποπαύειν 1 w 6879
13 w 6880
ἐμὴ 1 w 6883
τέχνη 7 w 6888
δύναται 1 w 6895
καὶ 78 w 6899
οὗτοι 2 w 6904
μὲν 19 w 6907
δὴ 13 w 6909
οὕτως 3 w 6914
ἐνίοις 3 w 6921
δέ 9 w 6923
12 w 6925
Θεαίτητε 3 w 6933
οἳ 1 w 6936
ἄν 2 w 6938
μοι 8 w 6941
μὴ 12 w 6943
δόξωσί 1 w 6949
πως 2 w 6952
ἐγκύμονες 1 w 6961
εἶναι 8 w 6966
γνοὺς 1 w 6972
ὅτι 12 w 6975
οὐδὲν 3 w 6980
ἐμοῦ 6 w 6984
δέονται 1 w 6991
πάνυ 8 w 6996
εὐμενῶς 1 w 7003
προμνῶμαι 1 w 7012
καί 2 w 7015
σὺν 1 w 7019
θεῷ 1 w 7022
εἰπεῖν 2 w 7028
πάνυ 9 w 7033
ἱκανῶς 2 w 7039
τοπάζω 1 w 7045
οἷς 1 w 7048
ἂν 10 w 7050
συγγενόμενοι 1 w 7062
ὄναιντο 1 w 7069
ὧν 4 w 7072
πολλοὺς 1 w 7079
μὲν 20 w 7082
δὴ 14 w 7084
ἐξέδωκα 1 w 7091
προδίκῳ 1 w 7098
πολλοὺς 2 w 7106
δὲ 27 w 7108
ἄλλοις 3 w 7114
σοφοῖς 1 w 7120
τε 83 w 7122
καὶ 79 w 7125
θεσπεσίοις 1 w 7135
ἀνδράσι 1 w 7142
ταῦτα 2 w 7148
δή 3 w 7150
σοι 2 w 7153
13 w 7155
ἄριστε 1 w 7161
ἕνεκα 2 w 7167
τοῦδε 1 w 7172
ἐμήκυνα 1 w 7179
ὑποπτεύω 1 w 7188
σε 12 w 7190
ὥσπερ 4 w 7196
καὶ 80 w 7199
αὐτὸς 4 w 7204
οἴει 7 w 7208
ὠδίνειν 1 w 7216
τι 51 w 7218
κυοῦντα 1 w 7225
ἔνδον 1 w 7230
προσφέρου 1 w 7240
οὖν 8 w 7243
πρός 1 w 7247
με 37 w 7249
ὡς 11 w 7251
πρὸς 3 w 7255
μαίας 3 w 7260
ὑὸν 1 w 7263
καὶ 81 w 7266
αὐτὸν 3 w 7271
μαιευτικόν 1 w 7281
καὶ 82 w 7285
2 w 7286
ἂν 11 w 7288
ἐρωτῶ 3 w 7293
προθυμοῦ 1 w 7301
ὅπως 1 w 7305
οἷός 1 w 7309
τʼ 6 w 7311
εἶ 12 w 7313
οὕτως 4 w 7318
ἀποκρίνασθαι 3 w 7330
καὶ 83 w 7334
ἐὰν 2 w 7337
ἄρα 5 w 7340
σκοπούμενός 1 w 7351
τι 53 w 7353
ὧν 5 w 7355
ἂν 12 w 7357
λέγῃς 1 w 7362
ἡγήσωμαι 1 w 7370
εἴδωλον 2 w 7377
καὶ 84 w 7380
μὴ 13 w 7382
ἀληθές 3 w 7388
εἶτα 3 w 7393
ὑπεξαιρῶμαι 1 w 7404
καὶ 85 w 7407
ἀποβάλλω 1 w 7415
μὴ 14 w 7418
ἀγρίαινε 1 w 7426
ὥσπερ 5 w 7431
αἱ 5 w 7433
πρωτοτόκοι 1 w 7443
περὶ 13 w 7447
τὰ 19 w 7449
παιδία 1 w 7455
πολλοὶ 2 w 7462
γὰρ 7 w 7465
ἤδη 5 w 7468
14 w 7470
θαυμάσιε 1 w 7478
πρός 2 w 7483
με 39 w 7485
οὕτω 9 w 7489
διετέθησαν 1 w 7499
ὥστε 3 w 7504
ἀτεχνῶς 1 w 7511
δάκνειν 1 w 7518
ἕτοιμοι 1 w 7525
εἶναι 9 w 7530
ἐπειδάν 1 w 7538
τινα 2 w 7542
λῆρον 1 w 7547
αὐτῶν 4 w 7552
ἀφαιρῶμαι 1 w 7561
καὶ 86 w 7565
οὐκ 11 w 7568
οἴονταί 1 w 7575
με 40 w 7577
εὐνοίᾳ 1 w 7583
τοῦτο 9 w 7588
ποιεῖν 2 w 7594
πόρρω 1 w 7600
ὄντες 1 w 7605
τοῦ 24 w 7608
εἰδέναι 1 w 7615
ὅτι 13 w 7618
οὐδεὶς 1 w 7624
θεὸς 3 w 7628
δύσνους 1 w 7635
ἀνθρώποις 1 w 7644
οὐδʼ 3 w 7649
ἐγὼ 3 w 7652
δυσνοίᾳ 1 w 7659
τοιοῦτον 5 w 7667
οὐδὲν 4 w 7672
δρῶ 2 w 7675
ἀλλά 1 w 7680
μοι 10 w 7683
ψεῦδός 1 w 7689
τε 89 w 7691
συγχωρῆσαι 1 w 7701
καὶ 87 w 7704
ἀληθὲς 2 w 7710
ἀφανίσαι 1 w 7718
οὐδαμῶς 3 w 7725
θέμις 1 w 7730
πάλιν 4 w 7736
δὴ 15 w 7738
οὖν 9 w 7741
ἐξ 5 w 7743
ἀρχῆς 1 w 7748
15 w 7750
Θεαίτητε 4 w 7758
ὅτι 14 w 7762
ποτʼ 2 w 7766
ἐστὶν 1 w 7771
ἐπιστήμη 9 w 7779
πειρῶ 2 w 7785
λέγειν 2 w 7791
ὡς 12 w 7794
δʼ 10 w 7796
οὐχ 1 w 7799
οἷός 2 w 7803
τʼ 8 w 7805
εἶ 15 w 7807
μηδέποτʼ 1 w 7816
εἴπῃς 1 w 7821
ἐὰν 3 w 7825
γὰρ 8 w 7828
θεὸς 4 w 7832
ἐθέλῃ 1 w 7837
καὶ 88 w 7840
ἀνδρίζῃ 1 w 7847
οἷός 3 w 7852
τʼ 10 w 7854
ἔσῃ 1 w 7857
ΘΕΑΙ 31 w 7862
ἀλλὰ 8 w 7867
μέντοι 4 w 7873
16 w 7875
Σώκρατες 6 w 7883
σοῦ 3 w 7887
γε 29 w 7889
οὕτω 10 w 7893
παρακελευομένου 1 w 7908
αἰσχρὸν 1 w 7915
μὴ 15 w 7917
οὐ 40 w 7919
παντὶ 3 w 7924
τρόπῳ 3 w 7929
προθυμεῖσθαι 1 w 7941
ὅτι 15 w 7944
τις 2 w 7947
ἔχει 3 w 7951
λέγειν 3 w 7957
δοκεῖ 3 w 7963
οὖν 10 w 7966
μοι 11 w 7969
15 w 7970
ἐπιστάμενός 1 w 7981
τι 59 w 7983
αἰσθάνεσθαι 1 w 7994
τοῦτο 10 w 7999
6 w 8000
ἐπίσταται 1 w 8009
καὶ 89 w 8013
ὥς 1 w 8015
γε 31 w 8017
νυνὶ 1 w 8021
φαίνεται 4 w 8029
οὐκ 12 w 8033
ἄλλο 9 w 8037
τί 17 w 8039
ἐστιν 3 w 8044
ἐπιστήμη 10 w 8052
13 w 8053
αἴσθησις 1 w 8061
ΣΩ 33 w 8064
εὖ 4 w 8067
γε 32 w 8069
καὶ 90 w 8072
γενναίως 1 w 8080
17 w 8082
παῖ 3 w 8085
χρὴ 2 w 8089
γὰρ 9 w 8092
οὕτως 5 w 8097
ἀποφαινόμενον 1 w 8110
λέγειν 4 w 8116
ἀλλὰ 9 w 8121
φέρε 2 w 8125
δὴ 16 w 8127
αὐτὸ 9 w 8131
κοινῇ 1 w 8136
σκεψώμεθα 1 w 8145
γόνιμον 1 w 8153
14 w 8154
ἀνεμιαῖον 1 w 8163
τυγχάνει 2 w 8171
ὄν 8 w 8173
αἴσθησις 2 w 8182
φῄς 1 w 8186
ἐπιστήμη 11 w 8195
ΘΕΑΙ 32 w 8200
ναί 5 w 8204