Scaife ATLAS

CTS Library / Apology

Apology (37-41)

urn:cts:greekLit:tlg0059.tlg002.perseus-grc2:37-41
Refs {'start': {'reference': '37', 'human_reference': 'Section 37'}, 'end': {'reference': '41', 'human_reference': 'Section 41'}}
Ancestors []
Children []
prev
plain textXML
next

εἰ οὖν δεῖ με κατὰ τὸ δίκαιον τῆς ἀξίας τιμᾶσθαι, τούτου

37
37a
τιμῶμαι, ἐν πρυτανείῳ σιτήσεως.
ἴσως οὖν ὑμῖν καὶ ταυτὶ λέγων παραπλησίως δοκῶ λέγειν ὥσπερ περὶ τοῦ οἴκτου καὶ τῆς ἀντιβολήσεως, ἀπαυθαδιζόμενος· τὸ δὲ οὐκ ἔστιν, ἄνδρες Ἀθηναῖοι, τοιοῦτον ἀλλὰ τοιόνδε μᾶλλον. πέπεισμαι ἐγὼ ἑκὼν εἶναι μηδένα ἀδικεῖν ἀνθρώπων, ἀλλὰ ὑμᾶς τοῦτο οὐ πείθω· ὀλίγον γὰρ χρόνον ἀλλήλοις διειλέγμεθα. ἐπεί, ὡς ἐγᾦμαι, εἰ ἦν ὑμῖν νόμος, ὥσπερ καὶ ἄλλοις ἀνθρώποις, περὶ θανάτου μὴ μίαν ἡμέραν
37b
μόνον κρίνειν ἀλλὰ πολλάς, ἐπείσθητε ἄν· νῦν δʼ οὐ ῥᾴδιον ἐν χρόνῳ ὀλίγῳ μεγάλας διαβολὰς ἀπολύεσθαι. πεπεισμένος δὴ ἐγὼ μηδένα ἀδικεῖν πολλοῦ δέω ἐμαυτόν γε ἀδικήσειν καὶ κατʼ ἐμαυτοῦ ἐρεῖν αὐτὸς ὡς ἄξιός εἰμί του κακοῦ καὶ τιμήσεσθαι τοιούτου τινὸς ἐμαυτῷ. τί δείσας; μὴ πάθω τοῦτο οὗ Μέλητός μοι τιμᾶται, φημι οὐκ εἰδέναι οὔτʼ εἰ ἀγαθὸν οὔτʼ εἰ κακόν ἐστιν; ἀντὶ τούτου δὴ ἕλωμαι ὧν εὖ οἶδά τι κακῶν ὄντων τούτου τιμησάμενος; πότερον δεσμοῦ;
37c
καὶ τί με δεῖ ζῆν ἐν δεσμωτηρίῳ, δουλεύοντα τῇ ἀεὶ καθισταμένῃ ἀρχῇ, τοῖς ἕνδεκα; ἀλλὰ χρημάτων καὶ δεδέσθαι ἕως ἂν ἐκτείσω; ἀλλὰ ταὐτόν μοί ἐστιν ὅπερ νυνδὴ ἔλεγον· οὐ γὰρ ἔστι μοι χρήματα ὁπόθεν ἐκτείσω. ἀλλὰ δὴ φυγῆς τιμήσωμαι; ἴσως γὰρ ἄν μοι τούτου τιμήσαιτε. πολλὴ μεντἄν με φιλοψυχία ἔχοι, ἄνδρες Ἀθηναῖοι, εἰ οὕτως ἀλόγιστός εἰμι ὥστε μὴ δύνασθαι λογίζεσθαι ὅτι ὑμεῖς μὲν ὄντες πολῖταί μου οὐχ οἷοί τε ἐγένεσθε ἐνεγκεῖν τὰς ἐμὰς
37d
διατριβὰς καὶ τοὺς λόγους, ἀλλʼ ὑμῖν βαρύτεραι γεγόνασιν καὶ ἐπιφθονώτεραι, ὥστε ζητεῖτε αὐτῶν νυνὶ ἀπαλλαγῆναι· ἄλλοι δὲ ἄρα αὐτὰς οἴσουσι ῥᾳδίως; πολλοῦ γε δεῖ, ἄνδρες Ἀθηναῖοι. καλὸς οὖν ἄν μοι βίος εἴη ἐξελθόντι τηλικῷδε ἀνθρώπῳ ἄλλην ἐξ ἄλλης πόλεως ἀμειβομένῳ καὶ ἐξελαυνομένῳ ζῆν. εὖ γὰρ οἶδʼ ὅτι ὅποι ἂν ἔλθω, λέγοντος ἐμοῦ ἀκροάσονται οἱ νέοι ὥσπερ ἐνθάδε· κἂν μὲν τούτους ἀπελαύνω, οὗτοί με αὐτοὶ ἐξελῶσι πείθοντες τοὺς πρεσβυτέρους·
37e
ἐὰν δὲ μὴ ἀπελαύνω, οἱ τούτων πατέρες δὲ καὶ οἰκεῖοι διʼ αὐτοὺς τούτους.
ἴσως οὖν ἄν τις εἴποι· σιγῶν δὲ καὶ ἡσυχίαν ἄγων, Σώκρατες, οὐχ οἷός τʼ ἔσῃ ἡμῖν ἐξελθὼν ζῆν; τουτὶ δή ἐστι πάντων χαλεπώτατον πεῖσαί τινας ὑμῶν.

ἐάντε γὰρ λέγω ὅτι τῷ θεῷ ἀπειθεῖν τοῦτʼ ἐστὶν καὶ διὰ τοῦτʼ ἀδύνατον

38
38a
ἡσυχίαν ἄγειν, οὐ πείσεσθέ μοι ὡς εἰρωνευομένῳ· ἐάντʼ αὖ λέγω ὅτι καὶ τυγχάνει μέγιστον ἀγαθὸν ὂν ἀνθρώπῳ τοῦτο, ἑκάστης ἡμέρας περὶ ἀρετῆς τοὺς λόγους ποιεῖσθαι καὶ τῶν ἄλλων περὶ ὧν ὑμεῖς ἐμοῦ ἀκούετε διαλεγομένου καὶ ἐμαυτὸν καὶ ἄλλους ἐξετάζοντος, δὲ ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπῳ, ταῦτα δʼ ἔτι ἧττον πείσεσθέ μοι λέγοντι. τὰ δὲ ἔχει μὲν οὕτως, ὡς ἐγώ φημι, ἄνδρες, πείθειν δὲ οὐ ῥᾴδιον. καὶ ἐγὼ ἅμα οὐκ εἴθισμαι ἐμαυτὸν ἀξιοῦν κακοῦ
38b
οὐδενός. εἰ μὲν γὰρ ἦν μοι χρήματα, ἐτιμησάμην ἂν χρημάτων ὅσα ἔμελλον ἐκτείσειν, οὐδὲν γὰρ ἂν ἐβλάβην· νῦν δὲ οὐ γὰρ ἔστιν, εἰ μὴ ἄρα ὅσον ἂν ἐγὼ δυναίμην ἐκτεῖσαι, τοσούτου βούλεσθέ μοι τιμῆσαι. ἴσως δʼ ἂν δυναίμην ἐκτεῖσαι ὑμῖν που μνᾶν ἀργυρίου· τοσούτου οὖν τιμῶμαι.
Πλάτων δὲ ὅδε, ἄνδρες Ἀθηναῖοι, καὶ Κρίτων καὶ Κριτόβουλος καὶ Ἀπολλόδωρος κελεύουσί με τριάκοντα μνῶν τιμήσασθαι, αὐτοὶ δʼ ἐγγυᾶσθαι· τιμῶμαι οὖν τοσούτου, ἐγγυηταὶ δὲ ὑμῖν ἔσονται τοῦ ἀργυρίου οὗτοι ἀξιόχρεῳ.
3
38c
οὐ πολλοῦ γʼ ἕνεκα χρόνου, ἄνδρες Ἀθηναῖοι, ὄνομα ἕξετε καὶ αἰτίαν ὑπὸ τῶν βουλομένων τὴν πόλιν λοιδορεῖν ὡς Σωκράτη ἀπεκτόνατε, ἄνδρα σοφόνφήσουσι γὰρ δὴ σοφὸν εἶναι, εἰ καὶ μή εἰμι, οἱ βουλόμενοι ὑμῖν ὀνειδίζειν εἰ γοῦν περιεμείνατε ὀλίγον χρόνον, ἀπὸ τοῦ αὐτομάτου ἂν ὑμῖν τοῦτο ἐγένετο· ὁρᾶτε γὰρ δὴ τὴν ἡλικίαν ὅτι πόρρω ἤδη ἐστὶ τοῦ βίου θανάτου δὲ ἐγγύς. λέγω δὲ τοῦτο οὐ
38d
πρὸς πάντας ὑμᾶς, ἀλλὰ πρὸς τοὺς ἐμοῦ καταψηφισαμένους θάνατον. λέγω δὲ καὶ τόδε πρὸς τοὺς αὐτοὺς τούτους. ἴσως με οἴεσθε, ἄνδρες Ἀθηναῖοι, ἀπορίᾳ λόγων ἑαλωκέναι τοιούτων οἷς ἂν ὑμᾶς ἔπεισα, εἰ ᾤμην δεῖν ἅπαντα ποιεῖν καὶ λέγειν ὥστε ἀποφυγεῖν τὴν δίκην. πολλοῦ γε δεῖ. ἀλλʼ ἀπορίᾳ μὲν ἑάλωκα, οὐ μέντοι λόγων, ἀλλὰ τόλμης καὶ ἀναισχυντίας καὶ τοῦ μὴ ἐθέλειν λέγειν πρὸς ὑμᾶς τοιαῦτα οἷʼ ἂν ὑμῖν μὲν ἥδιστα ἦν ἀκούειν θρηνοῦντός τέ μου καὶ ὀδυρομένου καὶ ἄλλα ποιοῦντος καὶ
38e
λέγοντος πολλὰ καὶ ἀνάξια ἐμοῦ, ὡς ἐγώ φημι, οἷα δὴ καὶ εἴθισθε ὑμεῖς τῶν ἄλλων ἀκούειν. ἀλλʼ οὔτε τότε ᾠήθην δεῖν ἕνεκα τοῦ κινδύνου πρᾶξαι οὐδὲν ἀνελεύθερον, οὔτε νῦν μοι μεταμέλει οὕτως ἀπολογησαμένῳ, ἀλλὰ πολὺ μᾶλλον αἱροῦμαι ὧδε ἀπολογησάμενος τεθνάναι ἐκείνως ζῆν.

οὔτε γὰρ ἐν δίκῃ οὔτʼ ἐν πολέμῳ οὔτʼ ἐμὲ οὔτʼ ἄλλον οὐδένα δεῖ

39
39a
τοῦτο μηχανᾶσθαι, ὅπως ἀποφεύξεται πᾶν ποιῶν θάνατον. καὶ γὰρ ἐν ταῖς μάχαις πολλάκις δῆλον γίγνεται ὅτι τό γε ἀποθανεῖν ἄν τις ἐκφύγοι καὶ ὅπλα ἀφεὶς καὶ ἐφʼ ἱκετείαν τραπόμενος τῶν διωκόντων· καὶ ἄλλαι μηχαναὶ πολλαί εἰσιν ἐν ἑκάστοις τοῖς κινδύνοις ὥστε διαφεύγειν θάνατον, ἐάν τις τολμᾷ πᾶν ποιεῖν καὶ λέγειν. ἀλλὰ μὴ οὐ τοῦτʼ χαλεπόν, ἄνδρες, θάνατον ἐκφυγεῖν, ἀλλὰ πολὺ χαλεπώτερον πονηρίαν·
39b
θᾶττον γὰρ θανάτου θεῖ. καὶ νῦν ἐγὼ μὲν ἅτε βραδὺς ὢν καὶ πρεσβύτης ὑπὸ τοῦ βραδυτέρου ἑάλων, οἱ δʼ ἐμοὶ κατήγοροι ἅτε δεινοὶ καὶ ὀξεῖς ὄντες ὑπὸ τοῦ θάττονος, τῆς κακίας. καὶ νῦν ἐγὼ μὲν ἄπειμι ὑφʼ ὑμῶν θανάτου δίκην ὀφλών, οὗτοι δʼ ὑπὸ τῆς ἀληθείας ὠφληκότες μοχθηρίαν καὶ ἀδικίαν. καὶ ἐγώ τε τῷ τιμήματι ἐμμένω καὶ οὗτοι. ταῦτα μέν που ἴσως οὕτως καὶ ἔδει σχεῖν, καὶ οἶμαι αὐτὰ μετρίως ἔχειν.
39c
τὸ δὲ δὴ μετὰ τοῦτο ἐπιθυμῶ ὑμῖν χρησμῳδῆσαι, καταψηφισάμενοί μου· καὶ γάρ εἰμι ἤδη ἐνταῦθα ἐν μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι. φημὶ γάρ, ἄνδρες οἳ ἐμὲ ἀπεκτόνατε, τιμωρίαν ὑμῖν ἥξειν εὐθὺς μετὰ τὸν ἐμὸν θάνατον πολὺ χαλεπωτέραν νὴ Δία οἵαν ἐμὲ ἀπεκτόνατε· νῦν γὰρ τοῦτο εἴργασθε οἰόμενοι μὲν ἀπαλλάξεσθαι τοῦ διδόναι ἔλεγχον τοῦ βίου, τὸ δὲ ὑμῖν πολὺ ἐναντίον ἀποβήσεται, ὡς ἐγώ φημι. πλείους ἔσονται ὑμᾶς
39d
οἱ ἐλέγχοντες, οὓς νῦν ἐγὼ κατεῖχον, ὑμεῖς δὲ οὐκ ᾐσθάνεσθε· καὶ χαλεπώτεροι ἔσονται ὅσῳ νεώτεροί εἰσιν, καὶ ὑμεῖς μᾶλλον ἀγανακτήσετε. εἰ γὰρ οἴεσθε ἀποκτείνοντες ἀνθρώπους ἐπισχήσειν τοῦ ὀνειδίζειν τινὰ ὑμῖν ὅτι οὐκ ὀρθῶς ζῆτε, οὐ καλῶς διανοεῖσθε· οὐ γάρ ἐσθʼ αὕτη ἀπαλλαγὴ οὔτε πάνυ δυνατὴ οὔτε καλή, ἀλλʼ ἐκείνη καὶ καλλίστη καὶ ῥᾴστη, μὴ τοὺς ἄλλους κολούειν ἀλλʼ ἑαυτὸν παρασκευάζειν ὅπως ἔσται ὡς βέλτιστος. ταῦτα μὲν οὖν ὑμῖν τοῖς καταψηφισαμένοις μαντευσάμενος ἀπαλλάττομαι.
39e
τοῖς δὲ ἀποψηφισαμένοις ἡδέως ἂν διαλεχθείην ὑπὲρ τοῦ γεγονότος τουτουῒ πράγματος, ἐν οἱ ἄρχοντες ἀσχολίαν ἄγουσι καὶ οὔπω ἔρχομαι οἷ ἐλθόντα με δεῖ τεθνάναι. ἀλλά μοι, ἄνδρες, παραμείνατε τοσοῦτον χρόνον· οὐδὲν γὰρ κωλύει διαμυθολογῆσαι πρὸς ἀλλήλους ἕως ἔξεστιν.

ὑμῖν

40
40a
γὰρ ὡς φίλοις οὖσιν ἐπιδεῖξαι ἐθέλω τὸ νυνί μοι συμβεβηκὸς τί ποτε νοεῖ. ἐμοὶ γάρ, ἄνδρες δικασταίὑμᾶς γὰρ δικαστὰς καλῶν ὀρθῶς ἂν καλοίηνθαυμάσιόν τι γέγονεν. γὰρ εἰωθυῖά μοι μαντικὴ τοῦ δαιμονίου ἐν μὲν τῷ πρόσθεν χρόνῳ παντὶ πάνυ πυκνὴ ἀεὶ ἦν καὶ πάνυ ἐπὶ σμικροῖς ἐναντιουμένη, εἴ τι μέλλοιμι μὴ ὀρθῶς πράξειν. νυνὶ δὲ συμβέβηκέ μοι ἅπερ ὁρᾶτε καὶ αὐτοί, ταυτὶ γε δὴ οἰηθείη ἄν τις καὶ νομίζεται ἔσχατα κακῶν εἶναι· ἐμοὶ δὲ
40b
οὔτε ἐξιόντι ἕωθεν οἴκοθεν ἠναντιώθη τὸ τοῦ θεοῦ σημεῖον, οὔτε ἡνίκα ἀνέβαινον ἐνταυθοῖ ἐπὶ τὸ δικαστήριον, οὔτε ἐν τῷ λόγῳ οὐδαμοῦ μέλλοντί τι ἐρεῖν. καίτοι ἐν ἄλλοις λόγοις πολλαχοῦ δή με ἐπέσχε λέγοντα μεταξύ· νῦν δὲ οὐδαμοῦ περὶ ταύτην τὴν πρᾶξιν οὔτʼ ἐν ἔργῳ οὐδενὶ οὔτʼ ἐν λόγῳ ἠναντίωταί μοι. τί οὖν αἴτιον εἶναι ὑπολαμβάνω; ἐγὼ ὑμῖν ἐρῶ· κινδυνεύει γάρ μοι τὸ συμβεβηκὸς τοῦτο ἀγαθὸν γεγονέναι, καὶ οὐκ ἔσθʼ ὅπως ἡμεῖς ὀρθῶς ὑπολαμβάνομεν,
40c
ὅσοι οἰόμεθα κακὸν εἶναι τὸ τεθνάναι. μέγα μοι τεκμήριον τούτου γέγονεν· οὐ γὰρ ἔσθʼ ὅπως οὐκ ἠναντιώθη ἄν μοι τὸ εἰωθὸς σημεῖον, εἰ μή τι ἔμελλον ἐγὼ ἀγαθὸν πράξειν.
ἐννοήσωμεν δὲ καὶ τῇδε ὡς πολλὴ ἐλπίς ἐστιν ἀγαθὸν αὐτὸ εἶναι. δυοῖν γὰρ θάτερόν ἐστιν τὸ τεθνάναι· γὰρ οἷον μηδὲν εἶναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα, κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῇ ψυχῇ τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τόπον. καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν ἀλλʼ
40d
οἷον ὕπνος ἐπειδάν τις καθεύδων μηδʼ ὄναρ μηδὲν ὁρᾷ, θαυμάσιον κέρδος ἂν εἴη θάνατοςἐγὼ γὰρ ἂν οἶμαι, εἴ τινα ἐκλεξάμενον δέοι ταύτην τὴν νύκτα ἐν οὕτω κατέδαρθεν ὥστε μηδὲ ὄναρ ἰδεῖν, καὶ τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς τοῦ βίου τοῦ ἑαυτοῦ ἀντιπαραθέντα ταύτῃ τῇ νυκτὶ δέοι σκεψάμενον εἰπεῖν πόσας ἄμεινον καὶ ἥδιον ἡμέρας καὶ νύκτας ταύτης τῆς νυκτὸς βεβίωκεν ἐν τῷ ἑαυτοῦ βίῳ, οἶμαι ἂν μὴ ὅτι ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα εὐαριθμήτους
40e
ἂν εὑρεῖν αὐτὸν ταύτας πρὸς τὰς ἄλλας ἡμέρας καὶ νύκταςεἰ οὖν τοιοῦτον θάνατός ἐστιν, κέρδος ἔγωγε λέγω· καὶ γὰρ οὐδὲν πλείων πᾶς χρόνος φαίνεται οὕτω δὴ εἶναι μία νύξ. εἰ δʼ αὖ οἷον ἀποδημῆσαί ἐστιν θάνατος ἐνθένδε εἰς ἄλλον τόπον, καὶ ἀληθῆ ἐστιν τὰ λεγόμενα, ὡς ἄρα ἐκεῖ εἰσι πάντες οἱ τεθνεῶτες, τί μεῖζον ἀγαθὸν τούτου εἴη ἄν, ἄνδρες δικασταί;

εἰ γάρ τις

41
41a
ἀφικόμενος εἰς Ἅιδου, ἀπαλλαγεὶς τουτωνὶ τῶν φασκόντων δικαστῶν εἶναι, εὑρήσει τοὺς ὡς ἀληθῶς δικαστάς, οἵπερ καὶ λέγονται ἐκεῖ δικάζειν, Μίνως τε καὶ Ῥαδάμανθυς καὶ Αἰακὸς καὶ Τριπτόλεμος καὶ ἄλλοι ὅσοι τῶν ἡμιθέων δίκαιοι ἐγένοντο ἐν τῷ ἑαυτῶν βίῳ, ἆρα φαύλη ἂν εἴη ἀποδημία; αὖ Ὀρφεῖ συγγενέσθαι καὶ Μουσαίῳ καὶ Ἡσιόδῳ καὶ Ὁμήρῳ ἐπὶ πόσῳ ἄν τις δέξαιτʼ ἂν ὑμῶν; ἐγὼ μὲν γὰρ πολλάκις ἐθέλω τεθνάναι εἰ ταῦτʼ ἔστιν ἀληθῆ. ἐπεὶ
41b
ἔμοιγε καὶ αὐτῷ θαυμαστὴ ἂν εἴη διατριβὴ αὐτόθι, ὁπότε ἐντύχοιμι Παλαμήδει καὶ Αἴαντι τῷ Τελαμῶνος καὶ εἴ τις ἄλλος τῶν παλαιῶν διὰ κρίσιν ἄδικον τέθνηκεν, ἀντιπαραβάλλοντι τὰ ἐμαυτοῦ πάθη πρὸς τὰ ἐκείνωνὡς ἐγὼ οἶμαι, οὐκ ἂν ἀηδὲς εἴηκαὶ δὴ τὸ μέγιστον, τοὺς ἐκεῖ ἐξετάζοντα καὶ ἐρευνῶντα ὥσπερ τοὺς ἐνταῦθα διάγειν, τίς αὐτῶν σοφός ἐστιν καὶ τίς οἴεται μέν, ἔστιν δʼ οὔ. ἐπὶ πόσῳ δʼ ἄν τις, ἄνδρες δικασταί, δέξαιτο ἐξετάσαι τὸν ἐπὶ Τροίαν ἀγαγόντα
41c
τὴν πολλὴν στρατιὰν Ὀδυσσέα Σίσυφον ἄλλους μυρίους ἄν τις εἴποι καὶ ἄνδρας καὶ γυναῖκας, οἷς ἐκεῖ διαλέγεσθαι καὶ συνεῖναι καὶ ἐξετάζειν ἀμήχανον ἂν εἴη εὐδαιμονίας; πάντως οὐ δήπου τούτου γε ἕνεκα οἱ ἐκεῖ ἀποκτείνουσι· τά τε γὰρ ἄλλα εὐδαιμονέστεροί εἰσιν οἱ ἐκεῖ τῶν ἐνθάδε, καὶ ἤδη τὸν λοιπὸν χρόνον ἀθάνατοί εἰσιν, εἴπερ γε τὰ λεγόμενα ἀληθῆ.
ἀλλὰ καὶ ὑμᾶς χρή, ἄνδρες δικασταί, εὐέλπιδας εἶναι πρὸς τὸν θάνατον, καὶ ἕν τι τοῦτο διανοεῖσθαι ἀληθές, ὅτι
41d
οὐκ ἔστιν ἀνδρὶ ἀγαθῷ κακὸν οὐδὲν οὔτε ζῶντι οὔτε τελευτήσαντι, οὐδὲ ἀμελεῖται ὑπὸ θεῶν τὰ τούτου πράγματα· οὐδὲ τὰ ἐμὰ νῦν ἀπὸ τοῦ αὐτομάτου γέγονεν, ἀλλά μοι δῆλόν ἐστι τοῦτο, ὅτι ἤδη τεθνάναι καὶ ἀπηλλάχθαι πραγμάτων βέλτιον ἦν μοι. διὰ τοῦτο καὶ ἐμὲ οὐδαμοῦ ἀπέτρεψεν τὸ σημεῖον, καὶ ἔγωγε τοῖς καταψηφισαμένοις μου καὶ τοῖς κατηγόροις οὐ πάνυ χαλεπαίνω. καίτοι οὐ ταύτῃ τῇ διανοίᾳ κατεψηφίζοντό μου καὶ κατηγόρουν, ἀλλʼ οἰόμενοι βλάπτειν·
41e
τοῦτο αὐτοῖς ἄξιον μέμφεσθαι. τοσόνδε μέντοι αὐτῶν δέομαι· τοὺς ὑεῖς μου, ἐπειδὰν ἡβήσωσι, τιμωρήσασθε, ἄνδρες, ταὐτὰ ταῦτα λυποῦντες ἅπερ ἐγὼ ὑμᾶς ἐλύπουν, ἐὰν ὑμῖν δοκῶσιν χρημάτων ἄλλου του πρότερον ἐπιμελεῖσθαι ἀρετῆς, καὶ ἐὰν δοκῶσί τι εἶναι μηδὲν ὄντες, ὀνειδίζετε αὐτοῖς ὥσπερ ἐγὼ ὑμῖν, ὅτι οὐκ ἐπιμελοῦνται ὧν δεῖ, καὶ οἴονταί τι εἶναι ὄντες οὐδενὸς ἄξιοι.

εἰ 1 w 2
οὖν 1 w 5
δεῖ 1 w 8
με 1 w 10
κατὰ 1 w 14
τὸ 1 w 16
δίκαιον 1 w 23
τῆς 1 w 26
ἀξίας 1 w 31
τιμᾶσθαι 1 w 39
τούτου 1 w 46
τιμῶμαι 1 w 53
ἐν 1 w 56
πρυτανείῳ 1 w 65
σιτήσεως 1 w 73
ἴσως 1 w 78
οὖν 2 w 81
ὑμῖν 1 w 85
καὶ 1 w 88
ταυτὶ 1 w 93
λέγων 1 w 98
παραπλησίως 1 w 109
δοκῶ 1 w 113
λέγειν 1 w 119
ὥσπερ 1 w 124
περὶ 1 w 128
τοῦ 1 w 131
οἴκτου 1 w 137
καὶ 2 w 140
τῆς 2 w 143
ἀντιβολήσεως 1 w 155
ἀπαυθαδιζόμενος 1 w 171
τὸ 2 w 174
δὲ 1 w 176
οὐκ 1 w 179
ἔστιν 1 w 184
1 w 186
ἄνδρες 1 w 192
Ἀθηναῖοι 1 w 200
τοιοῦτον 1 w 209
ἀλλὰ 1 w 213
τοιόνδε 1 w 220
μᾶλλον 1 w 226
πέπεισμαι 1 w 236
ἐγὼ 1 w 239
ἑκὼν 1 w 243
εἶναι 1 w 248
μηδένα 1 w 254
ἀδικεῖν 1 w 261
ἀνθρώπων 1 w 269
ἀλλὰ 2 w 274
ὑμᾶς 1 w 278
τοῦτο 1 w 283
οὐ 2 w 285
πείθω 1 w 290
ὀλίγον 1 w 297
γὰρ 1 w 300
χρόνον 1 w 306
ἀλλήλοις 1 w 314
διειλέγμεθα 1 w 325
ἐπεί 1 w 330
ὡς 1 w 333
ἐγᾦμαι 1 w 339
εἰ 2 w 342
ἦν 1 w 344
ὑμῖν 2 w 348
νόμος 1 w 353
ὥσπερ 2 w 359
καὶ 3 w 362
ἄλλοις 1 w 368
ἀνθρώποις 1 w 377
περὶ 2 w 382
θανάτου 1 w 389
μὴ 1 w 391
μίαν 1 w 395
ἡμέραν 1 w 401
μόνον 1 w 406
κρίνειν 1 w 413
ἀλλὰ 3 w 417
πολλάς 1 w 423
ἐπείσθητε 1 w 433
ἄν 2 w 435
νῦν 1 w 439
δʼ 1 w 441
οὐ 3 w 443
ῥᾴδιον 1 w 449
ἐν 2 w 451
χρόνῳ 1 w 456
ὀλίγῳ 1 w 461
μεγάλας 1 w 468
διαβολὰς 1 w 476
ἀπολύεσθαι 1 w 486
πεπεισμένος 1 w 498
δὴ 1 w 500
ἐγὼ 2 w 503
μηδένα 2 w 509
ἀδικεῖν 2 w 516
πολλοῦ 1 w 522
δέω 1 w 525
ἐμαυτόν 1 w 532
γε 2 w 534
ἀδικήσειν 1 w 543
καὶ 4 w 546
κατʼ 1 w 550
ἐμαυτοῦ 1 w 557
ἐρεῖν 1 w 562
αὐτὸς 1 w 567
ὡς 2 w 569
ἄξιός 1 w 574
εἰμί 1 w 578
του 4 w 581
κακοῦ 1 w 586
καὶ 5 w 589
τιμήσεσθαι 1 w 599
τοιούτου 1 w 607
τινὸς 1 w 612
ἐμαυτῷ 1 w 618
τί 1 w 621
δείσας 1 w 627
2 w 629
μὴ 2 w 631
πάθω 1 w 635
τοῦτο 2 w 640
οὗ 1 w 642
Μέλητός 1 w 649
μοι 1 w 652
τιμᾶται 1 w 659
1 w 661
φημι 1 w 665
οὐκ 2 w 668
εἰδέναι 1 w 675
οὔτʼ 1 w 679
εἰ 5 w 681
ἀγαθὸν 1 w 687
οὔτʼ 2 w 691
εἰ 6 w 693
κακόν 1 w 698
ἐστιν 1 w 703
ἀντὶ 1 w 708
τούτου 2 w 714
δὴ 2 w 716
ἕλωμαι 1 w 722
ὧν 1 w 724
εὖ 1 w 726
οἶδά 1 w 730
τι 9 w 732
κακῶν 1 w 737
ὄντων 1 w 742
τούτου 3 w 748
τιμησάμενος 1 w 759
πότερον 1 w 767
δεσμοῦ 1 w 773
καὶ 6 w 777
τί 2 w 779
με 6 w 781
δεῖ 2 w 784
ζῆν 1 w 787
ἐν 3 w 789
δεσμωτηρίῳ 1 w 799
δουλεύοντα 1 w 810
τῇ 1 w 812
ἀεὶ 1 w 815
καθισταμένῃ 1 w 826
ἀρχῇ 1 w 830
τοῖς 1 w 835
ἕνδεκα 1 w 841
ἀλλὰ 4 w 846
χρημάτων 1 w 854
καὶ 7 w 857
δεδέσθαι 1 w 865
ἕως 1 w 868
ἂν 1 w 870
ἐκτείσω 1 w 877
ἀλλὰ 5 w 882
ταὐτόν 1 w 888
μοί 1 w 891
ἐστιν 2 w 896
ὅπερ 1 w 900
νυνδὴ 1 w 905
ἔλεγον 1 w 911
οὐ 5 w 914
γὰρ 2 w 917
ἔστι 2 w 921
μοι 2 w 924
χρήματα 1 w 931
ὁπόθεν 1 w 937
ἐκτείσω 2 w 944
ἀλλὰ 6 w 949
δὴ 4 w 951
φυγῆς 1 w 956
τιμήσωμαι 1 w 965
ἴσως 2 w 970
γὰρ 3 w 973
ἄν 3 w 975
μοι 3 w 978
τούτου 4 w 984
τιμήσαιτε 1 w 993
πολλὴ 1 w 999
μεντἄν 1 w 1005
με 8 w 1007
φιλοψυχία 1 w 1016
ἔχοι 1 w 1020
2 w 1022
ἄνδρες 2 w 1028
Ἀθηναῖοι 2 w 1036
εἰ 7 w 1039
οὕτως 1 w 1044
ἀλόγιστός 1 w 1053
εἰμι 1 w 1057
ὥστε 1 w 1061
μὴ 3 w 1063
δύνασθαι 1 w 1071
λογίζεσθαι 1 w 1081
ὅτι 1 w 1084
ὑμεῖς 1 w 1089
μὲν 1 w 1092
ὄντες 1 w 1097
πολῖταί 1 w 1104
μου 1 w 1107
οὐχ 1 w 1110
οἷοί 1 w 1114
τε 8 w 1116
ἐγένεσθε 1 w 1124
ἐνεγκεῖν 1 w 1132
τὰς 1 w 1135
ἐμὰς 1 w 1139
διατριβὰς 1 w 1148
καὶ 8 w 1151
τοὺς 1 w 1155
λόγους 1 w 1161
ἀλλʼ 1 w 1166
ὑμῖν 3 w 1170
βαρύτεραι 1 w 1179
γεγόνασιν 1 w 1188
καὶ 9 w 1191
ἐπιφθονώτεραι 1 w 1204
ὥστε 2 w 1209
ζητεῖτε 1 w 1216
αὐτῶν 1 w 1221
νυνὶ 1 w 1225
ἀπαλλαγῆναι 1 w 1236
ἄλλοι 2 w 1242
δὲ 2 w 1244
ἄρα 1 w 1247
αὐτὰς 1 w 1252
οἴσουσι 1 w 1259
ῥᾳδίως 1 w 1265
πολλοῦ 2 w 1272
γε 4 w 1274
δεῖ 3 w 1277
3 w 1279
ἄνδρες 3 w 1285
Ἀθηναῖοι 3 w 1293
καλὸς 1 w 1299
οὖν 3 w 1302
ἄν 7 w 1304
μοι 4 w 1307
2 w 1308
βίος 1 w 1312
εἴη 1 w 1315
ἐξελθόντι 1 w 1324
τηλικῷδε 1 w 1332
ἀνθρώπῳ 1 w 1339
ἄλλην 1 w 1344
ἐξ 2 w 1346
ἄλλης 1 w 1351
πόλεως 1 w 1357
ἀμειβομένῳ 1 w 1367
καὶ 10 w 1370
ἐξελαυνομένῳ 1 w 1382
ζῆν 2 w 1385
εὖ 2 w 1388
γὰρ 4 w 1391
οἶδʼ 1 w 1395
ὅτι 2 w 1398
ὅποι 1 w 1402
ἂν 2 w 1404
ἔλθω 1 w 1408
λέγοντος 1 w 1417
ἐμοῦ 1 w 1421
ἀκροάσονται 1 w 1432
οἱ 1 w 1434
νέοι 1 w 1438
ὥσπερ 3 w 1443
ἐνθάδε 1 w 1449
κἂν 1 w 1453
μὲν 2 w 1456
τούτους 1 w 1463
ἀπελαύνω 1 w 1471
οὗτοί 1 w 1477
με 11 w 1479
αὐτοὶ 1 w 1484
ἐξελῶσι 1 w 1491
πείθοντες 1 w 1500
τοὺς 2 w 1504
πρεσβυτέρους 1 w 1516
ἐὰν 1 w 1520
δὲ 3 w 1522
μὴ 4 w 1524
ἀπελαύνω 2 w 1532
οἱ 2 w 1535
τούτων 1 w 1541
πατέρες 1 w 1548
δὲ 4 w 1550
καὶ 11 w 1553
οἰκεῖοι 1 w 1560
διʼ 1 w 1563
αὐτοὺς 1 w 1569
τούτους 2 w 1576
ἴσως 3 w 1581
οὖν 4 w 1584
ἄν 8 w 1586
τις 1 w 1589
εἴποι 1 w 1594
σιγῶν 1 w 1600
δὲ 5 w 1602
καὶ 12 w 1605
ἡσυχίαν 1 w 1612
ἄγων 1 w 1616
4 w 1618
Σώκρατες 1 w 1626
οὐχ 2 w 1630
οἷός 1 w 1634
τʼ 4 w 1636
ἔσῃ 1 w 1639
ἡμῖν 1 w 1643
ἐξελθὼν 1 w 1650
ζῆν 3 w 1653
τουτὶ 1 w 1659
δή 1 w 1661
ἐστι 3 w 1665
πάντων 1 w 1671
χαλεπώτατον 1 w 1682
πεῖσαί 1 w 1688
τινας 1 w 1693
ὑμῶν 1 w 1697
ἐάντε 1 w 1703
γὰρ 5 w 1706
λέγω 2 w 1710
ὅτι 3 w 1713
τῷ 2 w 1715
θεῷ 1 w 1718
ἀπειθεῖν 1 w 1726
τοῦτʼ 1 w 1731
ἐστὶν 1 w 1736
καὶ 13 w 1739
διὰ 1 w 1742
τοῦτʼ 2 w 1747
ἀδύνατον 1 w 1755
ἡσυχίαν 2 w 1762
ἄγειν 1 w 1767
οὐ 8 w 1770
πείσεσθέ 1 w 1778
μοι 5 w 1781
ὡς 3 w 1783
εἰρωνευομένῳ 1 w 1795
ἐάντʼ 1 w 1801
αὖ 1 w 1803
λέγω 3 w 1807
ὅτι 4 w 1810
καὶ 14 w 1813
τυγχάνει 1 w 1821
μέγιστον 1 w 1829
ἀγαθὸν 2 w 1835
ὂν 1 w 1837
ἀνθρώπῳ 2 w 1844
τοῦτο 3 w 1849
ἑκάστης 1 w 1857
ἡμέρας 1 w 1863
περὶ 3 w 1867
ἀρετῆς 1 w 1873
τοὺς 4 w 1877
λόγους 2 w 1883
ποιεῖσθαι 1 w 1892
καὶ 15 w 1895
τῶν 2 w 1898
ἄλλων 1 w 1903
περὶ 4 w 1907
ὧν 2 w 1909
ὑμεῖς 2 w 1914
ἐμοῦ 2 w 1918
ἀκούετε 1 w 1925
διαλεγομένου 1 w 1937
καὶ 16 w 1940
ἐμαυτὸν 1 w 1947
καὶ 17 w 1950
ἄλλους 1 w 1956
ἐξετάζοντος 1 w 1967
3 w 1969
δὲ 6 w 1971
ἀνεξέταστος 1 w 1982
βίος 2 w 1986
οὐ 9 w 1988
βιωτὸς 1 w 1994
ἀνθρώπῳ 3 w 2001
ταῦτα 1 w 2007
δʼ 3 w 2009
ἔτι 1 w 2012
ἧττον 1 w 2017
πείσεσθέ 2 w 2025
μοι 6 w 2028
λέγοντι 1 w 2035
τὰ 4 w 2038
δὲ 7 w 2040
ἔχει 1 w 2044
μὲν 3 w 2047
οὕτως 2 w 2052
ὡς 4 w 2055
ἐγώ 1 w 2058
φημι 2 w 2062
5 w 2064
ἄνδρες 4 w 2070
πείθειν 1 w 2078
δὲ 8 w 2080
οὐ 10 w 2082
ῥᾴδιον 2 w 2088
καὶ 18 w 2092
ἐγὼ 3 w 2095
ἅμα 1 w 2098
οὐκ 3 w 2101
εἴθισμαι 1 w 2109
ἐμαυτὸν 2 w 2116
ἀξιοῦν 1 w 2122
κακοῦ 2 w 2127
οὐδενός 1 w 2134
εἰ 10 w 2137
μὲν 4 w 2140
γὰρ 6 w 2143
ἦν 2 w 2145
μοι 7 w 2148
χρήματα 2 w 2155
ἐτιμησάμην 1 w 2166
ἂν 4 w 2168
χρημάτων 2 w 2176
ὅσα 1 w 2179
ἔμελλον 1 w 2186
ἐκτείσειν 1 w 2195
οὐδὲν 1 w 2201
γὰρ 7 w 2204
ἂν 5 w 2206
ἐβλάβην 1 w 2213
νῦν 2 w 2217
δὲ 10 w 2219
οὐ 14 w 2221
γὰρ 8 w 2224
ἔστιν 2 w 2229
εἰ 11 w 2232
μὴ 5 w 2234
ἄρα 2 w 2237
ὅσον 1 w 2241
ἂν 6 w 2243
ἐγὼ 4 w 2246
δυναίμην 1 w 2254
ἐκτεῖσαι 1 w 2262
τοσούτου 1 w 2271
βούλεσθέ 1 w 2279
μοι 8 w 2282
τιμῆσαι 1 w 2289
ἴσως 4 w 2294
δʼ 4 w 2296
ἂν 7 w 2298
δυναίμην 2 w 2306
ἐκτεῖσαι 2 w 2314
ὑμῖν 4 w 2318
που 1 w 2321
μνᾶν 1 w 2325
ἀργυρίου 1 w 2333
τοσούτου 2 w 2342
οὖν 5 w 2345
τιμῶμαι 2 w 2352
Πλάτων 1 w 2359
δὲ 11 w 2361
ὅδε 1 w 2364
6 w 2366
ἄνδρες 5 w 2372
Ἀθηναῖοι 4 w 2380
καὶ 19 w 2384
Κρίτων 1 w 2390
καὶ 20 w 2393
Κριτόβουλος 1 w 2404
καὶ 21 w 2407
Ἀπολλόδωρος 1 w 2418
κελεύουσί 1 w 2427
με 14 w 2429
τριάκοντα 1 w 2438
μνῶν 1 w 2442
τιμήσασθαι 1 w 2452
αὐτοὶ 2 w 2458
δʼ 5 w 2460
ἐγγυᾶσθαι 1 w 2469
τιμῶμαι 3 w 2477
οὖν 6 w 2480
τοσούτου 3 w 2488
ἐγγυηταὶ 1 w 2497
δὲ 12 w 2499
ὑμῖν 5 w 2503
ἔσονται 1 w 2510
τοῦ 8 w 2513
ἀργυρίου 2 w 2521
οὗτοι 1 w 2526
ἀξιόχρεῳ 1 w 2534
οὐ 15 w 2537
πολλοῦ 3 w 2543
γʼ 1 w 2545
ἕνεκα 1 w 2550
χρόνου 1 w 2556
7 w 2558
ἄνδρες 6 w 2564
Ἀθηναῖοι 5 w 2572
ὄνομα 1 w 2578
ἕξετε 1 w 2583
καὶ 22 w 2586
αἰτίαν 1 w 2592
ὑπὸ 1 w 2595
τῶν 3 w 2598
βουλομένων 1 w 2608
τὴν 1 w 2611
πόλιν 1 w 2616
λοιδορεῖν 1 w 2625
ὡς 5 w 2627
Σωκράτη 1 w 2634
ἀπεκτόνατε 1 w 2644
ἄνδρα 1 w 2650
σοφόν 1 w 2655
φήσουσι 1 w 2663
γὰρ 9 w 2666
δὴ 5 w 2668
σοφὸν 1 w 2673
εἶναι 2 w 2678
εἰ 12 w 2681
καὶ 23 w 2684
μή 5 w 2686
εἰμι 2 w 2690
οἱ 3 w 2693
βουλόμενοι 1 w 2703
ὑμῖν 6 w 2707
ὀνειδίζειν 1 w 2717
εἰ 14 w 2720
γοῦν 1 w 2724
περιεμείνατε 1 w 2736
ὀλίγον 2 w 2742
χρόνον 2 w 2748
ἀπὸ 1 w 2752
τοῦ 9 w 2755
αὐτομάτου 1 w 2764
ἂν 8 w 2766
ὑμῖν 7 w 2770
τοῦτο 4 w 2775
ἐγένετο 1 w 2782
ὁρᾶτε 1 w 2788
γὰρ 10 w 2791
δὴ 6 w 2793
τὴν 2 w 2796
ἡλικίαν 1 w 2803
ὅτι 5 w 2806
πόρρω 1 w 2811
ἤδη 1 w 2814
ἐστὶ 2 w 2818
τοῦ 11 w 2821
βίου 1 w 2825
θανάτου 2 w 2832
δὲ 13 w 2834
ἐγγύς 1 w 2839
λέγω 4 w 2844
δὲ 14 w 2846
τοῦτο 5 w 2851
οὐ 16 w 2853
πρὸς 1 w 2857
πάντας 1 w 2863
ὑμᾶς 2 w 2867
ἀλλὰ 7 w 2872
πρὸς 2 w 2876
τοὺς 5 w 2880
ἐμοῦ 3 w 2884
καταψηφισαμένους 1 w 2900
θάνατον 1 w 2907
λέγω 5 w 2912
δὲ 15 w 2914
καὶ 24 w 2917
τόδε 1 w 2921
πρὸς 3 w 2925
τοὺς 6 w 2929
αὐτοὺς 2 w 2935
τούτους 3 w 2942
ἴσως 5 w 2947
με 17 w 2949
οἴεσθε 1 w 2955
8 w 2957
ἄνδρες 7 w 2963
Ἀθηναῖοι 6 w 2971
ἀπορίᾳ 1 w 2978
λόγων 1 w 2983
ἑαλωκέναι 1 w 2992
τοιούτων 1 w 3000
οἷς 1 w 3003
ἂν 9 w 3005
ὑμᾶς 3 w 3009
ἔπεισα 1 w 3015
εἰ 15 w 3018
ᾤμην 1 w 3022
δεῖν 1 w 3026
ἅπαντα 1 w 3032
ποιεῖν 1 w 3038
καὶ 25 w 3041
λέγειν 2 w 3047
ὥστε 3 w 3051
ἀποφυγεῖν 1 w 3060
τὴν 3 w 3063
δίκην 1 w 3068
πολλοῦ 4 w 3075
γε 8 w 3077
δεῖ 5 w 3080
ἀλλʼ 2 w 3085
ἀπορίᾳ 2 w 3091
μὲν 5 w 3094
ἑάλωκα 1 w 3100
οὐ 17 w 3103
μέντοι 1 w 3109
λόγων 2 w 3114
ἀλλὰ 8 w 3119
τόλμης 1 w 3125
καὶ 26 w 3128
ἀναισχυντίας 1 w 3140
καὶ 27 w 3143
τοῦ 13 w 3146
μὴ 6 w 3148
ἐθέλειν 1 w 3155
λέγειν 3 w 3161
πρὸς 4 w 3165
ὑμᾶς 4 w 3169
τοιαῦτα 1 w 3176
οἷʼ 1 w 3179
ἂν 10 w 3181
ὑμῖν 8 w 3185
μὲν 6 w 3188
ἥδιστα 1 w 3194
ἦν 3 w 3196
ἀκούειν 1 w 3203
θρηνοῦντός 1 w 3214
τέ 3 w 3216
μου 2 w 3219
καὶ 28 w 3222
ὀδυρομένου 1 w 3232
καὶ 29 w 3235
ἄλλα 1 w 3239
ποιοῦντος 1 w 3248
καὶ 30 w 3251
λέγοντος 2 w 3259
πολλὰ 1 w 3264
καὶ 31 w 3267
ἀνάξια 1 w 3273
ἐμοῦ 4 w 3277
ὡς 6 w 3280
ἐγώ 2 w 3283
φημι 3 w 3287
οἷα 1 w 3291
δὴ 7 w 3293
καὶ 32 w 3296
εἴθισθε 1 w 3303
ὑμεῖς 3 w 3308
τῶν 4 w 3311
ἄλλων 2 w 3316
ἀκούειν 2 w 3323
ἀλλʼ 3 w 3328
οὔτε 1 w 3332
τότε 1 w 3336
ᾠήθην 1 w 3341
δεῖν 2 w 3345
ἕνεκα 2 w 3350
τοῦ 14 w 3353
κινδύνου 1 w 3361
πρᾶξαι 1 w 3367
οὐδὲν 2 w 3372
ἀνελεύθερον 1 w 3383
οὔτε 2 w 3388
νῦν 3 w 3391
μοι 9 w 3394
μεταμέλει 1 w 3403
οὕτως 3 w 3408
ἀπολογησαμένῳ 1 w 3421
ἀλλὰ 9 w 3426
πολὺ 1 w 3430
μᾶλλον 2 w 3436
αἱροῦμαι 1 w 3444
ὧδε 1 w 3447
ἀπολογησάμενος 1 w 3461
τεθνάναι 1 w 3469
1 w 3470
ἐκείνως 1 w 3477
ζῆν 4 w 3480
οὔτε 3 w 3485
γὰρ 11 w 3488
ἐν 6 w 3490
δίκῃ 1 w 3494
οὔτʼ 3 w 3498
ἐν 7 w 3500
πολέμῳ 1 w 3506
οὔτʼ 4 w 3510
ἐμὲ 1 w 3513
οὔτʼ 5 w 3517
ἄλλον 1 w 3522
οὐδένα 1 w 3528
δεῖ 7 w 3531
τοῦτο 6 w 3536
μηχανᾶσθαι 1 w 3546
ὅπως 1 w 3551
ἀποφεύξεται 1 w 3562
πᾶν 1 w 3565
ποιῶν 1 w 3570
θάνατον 2 w 3577
καὶ 33 w 3581
γὰρ 12 w 3584
ἐν 8 w 3586
ταῖς 1 w 3590
μάχαις 1 w 3596
πολλάκις 1 w 3604
δῆλον 1 w 3609
γίγνεται 1 w 3617
ὅτι 6 w 3620
τό 11 w 3622
γε 10 w 3624
ἀποθανεῖν 1 w 3633
ἄν 14 w 3635
τις 2 w 3638
ἐκφύγοι 1 w 3645
καὶ 34 w 3648
ὅπλα 1 w 3652
ἀφεὶς 1 w 3657
καὶ 35 w 3660
ἐφʼ 1 w 3663
ἱκετείαν 1 w 3671
τραπόμενος 1 w 3681
τῶν 5 w 3684
διωκόντων 1 w 3693
καὶ 36 w 3697
ἄλλαι 1 w 3702
μηχαναὶ 1 w 3709
πολλαί 1 w 3715
εἰσιν 1 w 3720
ἐν 9 w 3722
ἑκάστοις 1 w 3730
τοῖς 2 w 3734
κινδύνοις 1 w 3743
ὥστε 4 w 3747
διαφεύγειν 1 w 3757
θάνατον 3 w 3764
ἐάν 3 w 3768
τις 3 w 3771
τολμᾷ 1 w 3776
πᾶν 2 w 3779
ποιεῖν 2 w 3785
καὶ 37 w 3788
λέγειν 4 w 3794
ἀλλὰ 10 w 3799
μὴ 7 w 3801
οὐ 20 w 3803
τοῦτʼ 3 w 3808
1 w 3809
χαλεπόν 1 w 3816
9 w 3818
ἄνδρες 8 w 3824
θάνατον 4 w 3832
ἐκφυγεῖν 1 w 3840
ἀλλὰ 11 w 3845
πολὺ 2 w 3849
χαλεπώτερον 1 w 3860
πονηρίαν 1 w 3868
θᾶττον 1 w 3875
γὰρ 13 w 3878
θανάτου 3 w 3885
θεῖ 2 w 3888
καὶ 38 w 3892
νῦν 4 w 3895
ἐγὼ 5 w 3898
μὲν 7 w 3901
ἅτε 1 w 3904
βραδὺς 1 w 3910
ὢν 1 w 3912
καὶ 39 w 3915
πρεσβύτης 1 w 3924
ὑπὸ 2 w 3927
τοῦ 17 w 3930
βραδυτέρου 1 w 3940
ἑάλων 1 w 3945
οἱ 4 w 3948
δʼ 6 w 3950
ἐμοὶ 1 w 3954
κατήγοροι 1 w 3963
ἅτε 2 w 3966
δεινοὶ 1 w 3972
καὶ 40 w 3975
ὀξεῖς 1 w 3980
ὄντες 2 w 3985
ὑπὸ 3 w 3988
τοῦ 18 w 3991
θάττονος 1 w 3999
τῆς 4 w 4003
κακίας 1 w 4009
καὶ 41 w 4013
νῦν 5 w 4016
ἐγὼ 6 w 4019
μὲν 8 w 4022
ἄπειμι 1 w 4028
ὑφʼ 1 w 4031
ὑμῶν 2 w 4035
θανάτου 4 w 4042
δίκην 2 w 4047
ὀφλών 1 w 4052
οὗτοι 2 w 4058
δʼ 7 w 4060
ὑπὸ 4 w 4063
τῆς 5 w 4066
ἀληθείας 1 w 4074
ὠφληκότες 1 w 4083
μοχθηρίαν 1 w 4092
καὶ 42 w 4095
ἀδικίαν 1 w 4102
καὶ 43 w 4106
ἐγώ 3 w 4109
τε 38 w 4111
τῷ 3 w 4113
τιμήματι 1 w 4121
ἐμμένω 1 w 4127
καὶ 44 w 4130
οὗτοι 3 w 4135
ταῦτα 2 w 4141
μέν 13 w 4144
που 2 w 4147
ἴσως 6 w 4151
οὕτως 4 w 4156
καὶ 45 w 4159
ἔδει 1 w 4163
σχεῖν 1 w 4168
καὶ 46 w 4172
οἶμαι 1 w 4177
αὐτὰ 2 w 4181
μετρίως 1 w 4188
ἔχειν 1 w 4193
τὸ 7 w 4196
δὲ 17 w 4198
δὴ 8 w 4200
μετὰ 1 w 4204
τοῦτο 7 w 4209
ἐπιθυμῶ 1 w 4216
ὑμῖν 9 w 4220
χρησμῳδῆσαι 1 w 4231
10 w 4233
καταψηφισάμενοί 1 w 4248
μου 3 w 4251
καὶ 47 w 4255
γάρ 1 w 4258
εἰμι 3 w 4262
ἤδη 2 w 4265
ἐνταῦθα 1 w 4272
ἐν 11 w 4274
1 w 4275
μάλιστα 1 w 4282
ἄνθρωποι 1 w 4290
χρησμῳδοῦσιν 1 w 4302
ὅταν 1 w 4307
μέλλωσιν 1 w 4315
ἀποθανεῖσθαι 1 w 4327
φημὶ 1 w 4332
γάρ 2 w 4335
11 w 4337
ἄνδρες 9 w 4343
οἳ 1 w 4345
ἐμὲ 2 w 4348
ἀπεκτόνατε 2 w 4358
τιμωρίαν 1 w 4367
ὑμῖν 10 w 4371
ἥξειν 1 w 4376
εὐθὺς 1 w 4381
μετὰ 2 w 4385
τὸν 3 w 4388
ἐμὸν 1 w 4392
θάνατον 5 w 4399
πολὺ 3 w 4403
χαλεπωτέραν 1 w 4414
νὴ 1 w 4416
Δία 1 w 4419
2 w 4420
οἵαν 1 w 4424
ἐμὲ 3 w 4427
ἀπεκτόνατε 3 w 4437
νῦν 6 w 4441
γὰρ 14 w 4444
τοῦτο 8 w 4449
εἴργασθε 1 w 4457
οἰόμενοι 1 w 4465
μὲν 9 w 4468
ἀπαλλάξεσθαι 1 w 4480
τοῦ 21 w 4483
διδόναι 1 w 4490
ἔλεγχον 1 w 4497
τοῦ 22 w 4500
βίου 2 w 4504
τὸ 9 w 4507
δὲ 18 w 4509
ὑμῖν 11 w 4513
πολὺ 4 w 4517
ἐναντίον 1 w 4525
ἀποβήσεται 1 w 4535
ὡς 7 w 4538
ἐγώ 4 w 4541
φημι 4 w 4545
πλείους 1 w 4553
ἔσονται 2 w 4560
ὑμᾶς 5 w 4564
οἱ 5 w 4566
ἐλέγχοντες 1 w 4576
οὓς 1 w 4580
νῦν 7 w 4583
ἐγὼ 7 w 4586
κατεῖχον 1 w 4594
ὑμεῖς 4 w 4600
δὲ 19 w 4602
οὐκ 4 w 4605
ᾐσθάνεσθε 1 w 4614
καὶ 48 w 4618
χαλεπώτεροι 1 w 4629
ἔσονται 3 w 4636
ὅσῳ 1 w 4639
νεώτεροί 1 w 4647
εἰσιν 2 w 4652
καὶ 49 w 4656
ὑμεῖς 5 w 4661
μᾶλλον 3 w 4667
ἀγανακτήσετε 1 w 4679
εἰ 19 w 4682
γὰρ 15 w 4685
οἴεσθε 2 w 4691
ἀποκτείνοντες 1 w 4704
ἀνθρώπους 1 w 4713
ἐπισχήσειν 1 w 4723
τοῦ 23 w 4726
ὀνειδίζειν 2 w 4736
τινὰ 1 w 4740
ὑμῖν 12 w 4744
ὅτι 7 w 4747
οὐκ 5 w 4750
ὀρθῶς 1 w 4755
ζῆτε 1 w 4759
οὐ 23 w 4762
καλῶς 1 w 4767
διανοεῖσθε 1 w 4777
οὐ 24 w 4780
γάρ 3 w 4783
ἐσθʼ 1 w 4787
αὕτη 1 w 4791
7 w 4792
ἀπαλλαγὴ 1 w 4800
οὔτε 4 w 4804
πάνυ 1 w 4808
δυνατὴ 1 w 4814
οὔτε 5 w 4818
καλή 1 w 4822
ἀλλʼ 4 w 4827
ἐκείνη 1 w 4833
καὶ 50 w 4836
καλλίστη 1 w 4844
καὶ 51 w 4847
ῥᾴστη 1 w 4852
μὴ 8 w 4855
τοὺς 8 w 4859
ἄλλους 2 w 4865
κολούειν 1 w 4873
ἀλλʼ 5 w 4877
ἑαυτὸν 1 w 4883
παρασκευάζειν 1 w 4896
ὅπως 2 w 4900
ἔσται 1 w 4905
ὡς 8 w 4907
βέλτιστος 1 w 4916
ταῦτα 3 w 4922
μὲν 10 w 4925
οὖν 7 w 4928
ὑμῖν 13 w 4932
τοῖς 3 w 4936
καταψηφισαμένοις 1 w 4952
μαντευσάμενος 1 w 4965
ἀπαλλάττομαι 1 w 4977
τοῖς 4 w 4982
δὲ 20 w 4984
ἀποψηφισαμένοις 1 w 4999
ἡδέως 1 w 5004
ἂν 11 w 5006
διαλεχθείην 1 w 5017
ὑπὲρ 1 w 5021
τοῦ 24 w 5024
γεγονότος 1 w 5033
τουτουῒ 1 w 5040
πράγματος 1 w 5049
ἐν 13 w 5052
2 w 5053
οἱ 6 w 5055
ἄρχοντες 1 w 5063
ἀσχολίαν 1 w 5071
ἄγουσι 1 w 5077
καὶ 52 w 5080
οὔπω 1 w 5084
ἔρχομαι 1 w 5091
οἷ 6 w 5093
ἐλθόντα 1 w 5100
με 30 w 5102
δεῖ 8 w 5105
τεθνάναι 2 w 5113
ἀλλά 1 w 5118
μοι 10 w 5121
12 w 5123
ἄνδρες 10 w 5129
παραμείνατε 1 w 5141
τοσοῦτον 1 w 5149
χρόνον 3 w 5155
οὐδὲν 3 w 5161
γὰρ 16 w 5164
κωλύει 1 w 5170
διαμυθολογῆσαι 1 w 5184
πρὸς 5 w 5188
ἀλλήλους 1 w 5196
ἕως 2 w 5199
ἔξεστιν 1 w 5206
ὑμῖν 14 w 5211
γὰρ 17 w 5214
ὡς 9 w 5216
φίλοις 1 w 5222
οὖσιν 1 w 5227
ἐπιδεῖξαι 1 w 5236
ἐθέλω 1 w 5241
τὸ 11 w 5243
νυνί 1 w 5247
μοι 11 w 5250
συμβεβηκὸς 1 w 5260
τί 6 w 5262
ποτε 1 w 5266
νοεῖ 2 w 5270
ἐμοὶ 2 w 5275
γάρ 4 w 5278
13 w 5280
ἄνδρες 11 w 5286
δικασταί 1 w 5294
ὑμᾶς 6 w 5299
γὰρ 18 w 5302
δικαστὰς 1 w 5310
καλῶν 1 w 5315
ὀρθῶς 2 w 5320
ἂν 12 w 5322
καλοίην 1 w 5329
θαυμάσιόν 1 w 5339
τι 42 w 5341
γέγονεν 1 w 5348
9 w 5350
γὰρ 19 w 5353
εἰωθυῖά 1 w 5360
μοι 12 w 5363
μαντικὴ 1 w 5370
10 w 5371
τοῦ 25 w 5374
δαιμονίου 1 w 5383
ἐν 14 w 5385
μὲν 11 w 5388
τῷ 4 w 5390
πρόσθεν 1 w 5397
χρόνῳ 2 w 5402
παντὶ 1 w 5407
πάνυ 2 w 5411
πυκνὴ 1 w 5416
ἀεὶ 2 w 5419
ἦν 4 w 5421
καὶ 53 w 5424
πάνυ 3 w 5428
ἐπὶ 1 w 5431
σμικροῖς 1 w 5439
ἐναντιουμένη 1 w 5451
εἴ 6 w 5454
τι 45 w 5456
μέλλοιμι 1 w 5464
μὴ 9 w 5466
ὀρθῶς 3 w 5471
πράξειν 1 w 5478
νυνὶ 2 w 5483
δὲ 22 w 5485
συμβέβηκέ 1 w 5494
μοι 13 w 5497
ἅπερ 1 w 5501
ὁρᾶτε 2 w 5506
καὶ 54 w 5509
αὐτοί 1 w 5514
ταυτὶ 2 w 5520
6 w 5521
γε 15 w 5523
δὴ 9 w 5525
οἰηθείη 1 w 5532
ἄν 20 w 5534
τις 4 w 5537
καὶ 55 w 5540
νομίζεται 1 w 5549
ἔσχατα 1 w 5555
κακῶν 2 w 5560
εἶναι 3 w 5565
ἐμοὶ 3 w 5570
δὲ 23 w 5572
οὔτε 6 w 5576
ἐξιόντι 1 w 5583
ἕωθεν 1 w 5588
οἴκοθεν 1 w 5595
ἠναντιώθη 1 w 5604
τὸ 12 w 5606
τοῦ 26 w 5609
θεοῦ 1 w 5613
σημεῖον 1 w 5620
οὔτε 7 w 5625
ἡνίκα 1 w 5630
ἀνέβαινον 1 w 5639
ἐνταυθοῖ 1 w 5647
ἐπὶ 2 w 5650
τὸ 13 w 5652
δικαστήριον 1 w 5663
οὔτε 8 w 5668
ἐν 17 w 5670
τῷ 5 w 5672
λόγῳ 1 w 5676
οὐδαμοῦ 1 w 5683
μέλλοντί 1 w 5691
τι 49 w 5693
ἐρεῖν 2 w 5698
καίτοι 1 w 5705
ἐν 18 w 5707
ἄλλοις 2 w 5713
λόγοις 1 w 5719
πολλαχοῦ 1 w 5727
δή 2 w 5729
με 33 w 5731
ἐπέσχε 1 w 5737
λέγοντα 1 w 5744
μεταξύ 1 w 5750
νῦν 8 w 5754
δὲ 24 w 5756
οὐδαμοῦ 2 w 5763
περὶ 5 w 5767
ταύτην 1 w 5773
τὴν 4 w 5776
πρᾶξιν 1 w 5782
οὔτʼ 6 w 5786
ἐν 19 w 5788
ἔργῳ 1 w 5792
οὐδενὶ 1 w 5798
οὔτʼ 7 w 5802
ἐν 20 w 5804
λόγῳ 2 w 5808
ἠναντίωταί 1 w 5818
μοι 14 w 5821
τί 9 w 5824
οὖν 8 w 5827
αἴτιον 1 w 5833
εἶναι 4 w 5838
ὑπολαμβάνω 1 w 5848
ἐγὼ 8 w 5852
ὑμῖν 15 w 5856
ἐρῶ 1 w 5859
κινδυνεύει 1 w 5870
γάρ 5 w 5873
μοι 15 w 5876
τὸ 14 w 5878
συμβεβηκὸς 2 w 5888
τοῦτο 9 w 5893
ἀγαθὸν 3 w 5899
γεγονέναι 1 w 5908
καὶ 56 w 5912
οὐκ 6 w 5915
ἔσθʼ 1 w 5919
ὅπως 3 w 5923
ἡμεῖς 1 w 5928
ὀρθῶς 4 w 5933
ὑπολαμβάνομεν 1 w 5946
ὅσοι 1 w 5951
οἰόμεθα 1 w 5958
κακὸν 1 w 5963
εἶναι 5 w 5968
τὸ 15 w 5970
τεθνάναι 3 w 5978
μέγα 1 w 5983
μοι 16 w 5986
τεκμήριον 1 w 5995
τούτου 8 w 6001
γέγονεν 2 w 6008
οὐ 30 w 6011
γὰρ 20 w 6014
ἔσθʼ 2 w 6018
ὅπως 4 w 6022
οὐκ 7 w 6025
ἠναντιώθη 2 w 6034
ἄν 21 w 6036
μοι 17 w 6039
τὸ 16 w 6041
εἰωθὸς 1 w 6047
σημεῖον 2 w 6054
εἰ 22 w 6057
μή 8 w 6059
τι 52 w 6061
ἔμελλον 2 w 6068
ἐγὼ 9 w 6071
ἀγαθὸν 4 w 6077
πράξειν 2 w 6084
ἐννοήσωμεν 1 w 6095
δὲ 25 w 6097
καὶ 57 w 6100
τῇδε 1 w 6104
ὡς 10 w 6106
πολλὴ 2 w 6111
ἐλπίς 1 w 6116
ἐστιν 3 w 6121
ἀγαθὸν 5 w 6127
αὐτὸ 2 w 6131
εἶναι 6 w 6136
δυοῖν 1 w 6142
γὰρ 21 w 6145
θάτερόν 1 w 6152
ἐστιν 4 w 6157
τὸ 18 w 6159
τεθνάναι 4 w 6167
3 w 6169
γὰρ 22 w 6172
οἷον 1 w 6176
μηδὲν 1 w 6181
εἶναι 7 w 6186
μηδὲ 2 w 6190
αἴσθησιν 1 w 6198
μηδεμίαν 1 w 6206
μηδενὸς 1 w 6213
ἔχειν 2 w 6218
τὸν 5 w 6221
τεθνεῶτα 1 w 6229
4 w 6231
κατὰ 2 w 6235
τὰ 10 w 6237
λεγόμενα 1 w 6245
μεταβολή 1 w 6253
τις 5 w 6256
τυγχάνει 2 w 6264
οὖσα 1 w 6268
καὶ 58 w 6271
μετοίκησις 1 w 6281
τῇ 3 w 6283
ψυχῇ 1 w 6287
τοῦ 28 w 6290
τόπου 1 w 6295
τοῦ 29 w 6298
ἐνθένδε 1 w 6305
εἰς 1 w 6308
ἄλλον 2 w 6313
τόπον 1 w 6318
καὶ 59 w 6322
εἴτε 1 w 6326
δὴ 10 w 6328
μηδεμία 2 w 6335
αἴσθησίς 1 w 6343
ἐστιν 5 w 6348
ἀλλʼ 6 w 6352
οἷον 2 w 6356
ὕπνος 1 w 6361
ἐπειδάν 1 w 6368
τις 6 w 6371
καθεύδων 1 w 6379
μηδʼ 1 w 6383
ὄναρ 1 w 6387
μηδὲν 2 w 6392
ὁρᾷ 1 w 6395
θαυμάσιον 1 w 6405
κέρδος 1 w 6411
ἂν 13 w 6413
εἴη 2 w 6416
7 w 6417
θάνατος 1 w 6424
ἐγὼ 10 w 6428
γὰρ 23 w 6431
ἂν 14 w 6433
οἶμαι 2 w 6438
εἴ 9 w 6441
τινα 2 w 6445
ἐκλεξάμενον 1 w 6456
δέοι 1 w 6460
ταύτην 2 w 6466
τὴν 5 w 6469
νύκτα 1 w 6474
ἐν 23 w 6476
1 w 6477
οὕτω 5 w 6481
κατέδαρθεν 1 w 6491
ὥστε 5 w 6495
μηδὲ 4 w 6499
ὄναρ 2 w 6503
ἰδεῖν 1 w 6508
καὶ 60 w 6512
τὰς 4 w 6515
ἄλλας 1 w 6520
νύκτας 1 w 6526
τε 67 w 6528
καὶ 61 w 6531
ἡμέρας 2 w 6537
τὰς 5 w 6540
τοῦ 30 w 6543
βίου 3 w 6547
τοῦ 31 w 6550
ἑαυτοῦ 1 w 6556
ἀντιπαραθέντα 1 w 6569
ταύτῃ 1 w 6574
τῇ 4 w 6576
νυκτὶ 1 w 6581
δέοι 2 w 6585
σκεψάμενον 1 w 6595
εἰπεῖν 1 w 6601
πόσας 1 w 6606
ἄμεινον 1 w 6613
καὶ 62 w 6616
ἥδιον 1 w 6621
ἡμέρας 3 w 6627
καὶ 63 w 6630
νύκτας 2 w 6636
ταύτης 1 w 6642
τῆς 6 w 6645
νυκτὸς 1 w 6651
βεβίωκεν 1 w 6659
ἐν 24 w 6661
τῷ 6 w 6663
ἑαυτοῦ 2 w 6669
βίῳ 1 w 6672
οἶμαι 3 w 6678
ἂν 15 w 6680
μὴ 10 w 6682
ὅτι 8 w 6685
ἰδιώτην 1 w 6692
τινά 1 w 6696
ἀλλὰ 12 w 6701
τὸν 6 w 6704
μέγαν 1 w 6709
βασιλέα 1 w 6716
εὐαριθμήτους 1 w 6728
ἂν 16 w 6730
εὑρεῖν 1 w 6736
αὐτὸν 1 w 6741
ταύτας 1 w 6747
πρὸς 6 w 6751
τὰς 6 w 6754
ἄλλας 2 w 6759
ἡμέρας 4 w 6765
καὶ 64 w 6768
νύκτας 3 w 6774
εἰ 25 w 6777
οὖν 9 w 6780
τοιοῦτον 2 w 6788
8 w 6789
θάνατός 1 w 6796
ἐστιν 6 w 6801
κέρδος 2 w 6808
ἔγωγε 1 w 6813
λέγω 6 w 6817
καὶ 65 w 6821
γὰρ 24 w 6824
οὐδὲν 4 w 6829
πλείων 1 w 6835
9 w 6836
πᾶς 1 w 6839
χρόνος 1 w 6845
φαίνεται 1 w 6853
οὕτω 6 w 6857
δὴ 11 w 6859
εἶναι 8 w 6864
5 w 6865
μία 4 w 6868
νύξ 1 w 6871
εἰ 26 w 6874
δʼ 9 w 6876
αὖ 2 w 6878
οἷον 3 w 6882
ἀποδημῆσαί 1 w 6892
ἐστιν 7 w 6897
10 w 6898
θάνατος 2 w 6905
ἐνθένδε 2 w 6912
εἰς 2 w 6915
ἄλλον 3 w 6920
τόπον 2 w 6925
καὶ 66 w 6929
ἀληθῆ 1 w 6934
ἐστιν 8 w 6939
τὰ 14 w 6941
λεγόμενα 2 w 6949
ὡς 11 w 6952
ἄρα 3 w 6955
ἐκεῖ 1 w 6959
εἰσι 3 w 6963
πάντες 1 w 6969
οἱ 7 w 6971
τεθνεῶτες 1 w 6980
τί 10 w 6983
μεῖζον 1 w 6989
ἀγαθὸν 6 w 6995
τούτου 9 w 7001
εἴη 3 w 7004
ἄν 22 w 7006
14 w 7008
ἄνδρες 12 w 7014
δικασταί 2 w 7022
εἰ 29 w 7025
γάρ 6 w 7028
τις 7 w 7031
ἀφικόμενος 1 w 7041
εἰς 3 w 7044
Ἅιδου 1 w 7049
ἀπαλλαγεὶς 1 w 7060
τουτωνὶ 1 w 7067
τῶν 6 w 7070
φασκόντων 1 w 7079
δικαστῶν 1 w 7087
εἶναι 9 w 7092
εὑρήσει 1 w 7100
τοὺς 9 w 7104
ὡς 12 w 7106
ἀληθῶς 1 w 7112
δικαστάς 1 w 7120
οἵπερ 1 w 7126
καὶ 67 w 7129
λέγονται 1 w 7137
ἐκεῖ 2 w 7141
δικάζειν 1 w 7149
Μίνως 1 w 7155
τε 71 w 7157
καὶ 68 w 7160
Ῥαδάμανθυς 1 w 7170
καὶ 69 w 7173
Αἰακὸς 1 w 7179
καὶ 70 w 7182
Τριπτόλεμος 1 w 7193
καὶ 71 w 7196
ἄλλοι 4 w 7201
ὅσοι 2 w 7205
τῶν 8 w 7208
ἡμιθέων 1 w 7215
δίκαιοι 1 w 7222
ἐγένοντο 1 w 7230
ἐν 26 w 7232
τῷ 7 w 7234
ἑαυτῶν 1 w 7240
βίῳ 2 w 7243
ἆρα 1 w 7247
φαύλη 1 w 7252
ἂν 17 w 7254
εἴη 4 w 7257
17 w 7258
ἀποδημία 1 w 7266
6 w 7268
αὖ 3 w 7270
Ὀρφεῖ 1 w 7275
συγγενέσθαι 1 w 7286
καὶ 72 w 7289
Μουσαίῳ 1 w 7296
καὶ 73 w 7299
Ἡσιόδῳ 1 w 7305
καὶ 74 w 7308
Ὁμήρῳ 1 w 7313
ἐπὶ 3 w 7316
πόσῳ 1 w 7320
ἄν 24 w 7322
τις 8 w 7325
δέξαιτʼ 1 w 7332
ἂν 18 w 7334
ὑμῶν 3 w 7338
ἐγὼ 11 w 7342
μὲν 12 w 7345
γὰρ 25 w 7348
πολλάκις 2 w 7356
ἐθέλω 2 w 7361
τεθνάναι 5 w 7369
εἰ 31 w 7371
ταῦτʼ 1 w 7376
ἔστιν 3 w 7381
ἀληθῆ 2 w 7386
ἐπεὶ 1 w 7391
ἔμοιγε 1 w 7397
καὶ 75 w 7400
αὐτῷ 1 w 7404
θαυμαστὴ 1 w 7412
ἂν 19 w 7414
εἴη 5 w 7417
18 w 7418
διατριβὴ 1 w 7426
αὐτόθι 1 w 7432
ὁπότε 1 w 7438
ἐντύχοιμι 1 w 7447
Παλαμήδει 1 w 7456
καὶ 76 w 7459
Αἴαντι 1 w 7465
τῷ 9 w 7467
Τελαμῶνος 1 w 7476
καὶ 77 w 7479
εἴ 13 w 7481
τις 9 w 7484
ἄλλος 1 w 7489
τῶν 10 w 7492
παλαιῶν 1 w 7499
διὰ 2 w 7502
κρίσιν 1 w 7508
ἄδικον 1 w 7514
τέθνηκεν 1 w 7522
ἀντιπαραβάλλοντι 1 w 7539
τὰ 15 w 7541
ἐμαυτοῦ 2 w 7548
πάθη 1 w 7552
πρὸς 7 w 7556
τὰ 16 w 7558
ἐκείνων 1 w 7565
ὡς 13 w 7568
ἐγὼ 12 w 7571
οἶμαι 4 w 7576
οὐκ 8 w 7580
ἂν 20 w 7582
ἀηδὲς 1 w 7587
εἴη 6 w 7590
καὶ 78 w 7594
δὴ 12 w 7596
τὸ 23 w 7598
μέγιστον 2 w 7606
τοὺς 10 w 7611
ἐκεῖ 3 w 7615
ἐξετάζοντα 1 w 7625
καὶ 79 w 7628
ἐρευνῶντα 1 w 7637
ὥσπερ 4 w 7642
τοὺς 11 w 7646
ἐνταῦθα 2 w 7653
διάγειν 1 w 7660
τίς 1 w 7664
αὐτῶν 2 w 7669
σοφός 1 w 7674
ἐστιν 9 w 7679
καὶ 80 w 7682
τίς 2 w 7685
οἴεται 1 w 7691
μέν 17 w 7694
ἔστιν 4 w 7700
δʼ 10 w 7702
οὔ 17 w 7704
ἐπὶ 4 w 7708
πόσῳ 2 w 7712
δʼ 11 w 7714
ἄν 25 w 7716
τις 10 w 7719
15 w 7721
ἄνδρες 13 w 7727
δικασταί 3 w 7735
δέξαιτο 1 w 7743
ἐξετάσαι 1 w 7751
τὸν 8 w 7754
ἐπὶ 5 w 7757
Τροίαν 1 w 7763
ἀγαγόντα 1 w 7771
τὴν 6 w 7774
πολλὴν 1 w 7780
στρατιὰν 1 w 7788
7 w 7789
Ὀδυσσέα 1 w 7796
8 w 7797
Σίσυφον 1 w 7804
9 w 7805
ἄλλους 3 w 7811
μυρίους 1 w 7818
ἄν 27 w 7820
τις 11 w 7823
εἴποι 2 w 7828
καὶ 81 w 7831
ἄνδρας 1 w 7837
καὶ 82 w 7840
γυναῖκας 1 w 7848
οἷς 2 w 7852
ἐκεῖ 4 w 7856
διαλέγεσθαι 1 w 7867
καὶ 83 w 7870
συνεῖναι 1 w 7878
καὶ 84 w 7881
ἐξετάζειν 1 w 7890
ἀμήχανον 1 w 7898
ἂν 21 w 7900
εἴη 7 w 7903
εὐδαιμονίας 1 w 7914
πάντως 1 w 7921
οὐ 34 w 7923
δήπου 1 w 7928
τούτου 10 w 7934
γε 23 w 7936
ἕνεκα 3 w 7941
οἱ 8 w 7943
ἐκεῖ 5 w 7947
ἀποκτείνουσι 1 w 7959
τά 6 w 7962
τε 75 w 7964
γὰρ 26 w 7967
ἄλλα 5 w 7971
εὐδαιμονέστεροί 1 w 7986
εἰσιν 3 w 7991
οἱ 9 w 7993
ἐκεῖ 6 w 7997
τῶν 12 w 8000
ἐνθάδε 2 w 8006
καὶ 85 w 8010
ἤδη 3 w 8013
τὸν 9 w 8016
λοιπὸν 1 w 8022
χρόνον 4 w 8028
ἀθάνατοί 1 w 8036
εἰσιν 4 w 8041
εἴπερ 1 w 8047
γε 24 w 8049
τὰ 17 w 8051
λεγόμενα 3 w 8059
ἀληθῆ 3 w 8064
ἀλλὰ 13 w 8069
καὶ 86 w 8072
ὑμᾶς 7 w 8076
χρή 3 w 8079
16 w 8081
ἄνδρες 14 w 8087
δικασταί 4 w 8095
εὐέλπιδας 1 w 8105
εἶναι 10 w 8110
πρὸς 8 w 8114
τὸν 10 w 8117
θάνατον 6 w 8124
καὶ 87 w 8128
ἕν 5 w 8130
τι 77 w 8132
τοῦτο 10 w 8137
διανοεῖσθαι 1 w 8148
ἀληθές 1 w 8154
ὅτι 9 w 8158
οὐκ 9 w 8161
ἔστιν 5 w 8166
ἀνδρὶ 1 w 8171
ἀγαθῷ 1 w 8176
κακὸν 2 w 8181
οὐδὲν 5 w 8186
οὔτε 9 w 8190
ζῶντι 1 w 8195
οὔτε 10 w 8199
τελευτήσαντι 1 w 8211
οὐδὲ 6 w 8216
ἀμελεῖται 1 w 8225
ὑπὸ 5 w 8228
θεῶν 1 w 8232
τὰ 18 w 8234
τούτου 11 w 8240
πράγματα 1 w 8248
οὐδὲ 7 w 8253
τὰ 19 w 8255
ἐμὰ 2 w 8258
νῦν 9 w 8261
ἀπὸ 2 w 8264
τοῦ 36 w 8267
αὐτομάτου 2 w 8276
γέγονεν 3 w 8283
ἀλλά 2 w 8288
μοι 19 w 8291
δῆλόν 1 w 8296
ἐστι 11 w 8300
τοῦτο 11 w 8305
ὅτι 10 w 8309
ἤδη 4 w 8312
τεθνάναι 6 w 8320
καὶ 88 w 8323
ἀπηλλάχθαι 1 w 8333
πραγμάτων 1 w 8342
βέλτιον 1 w 8349
ἦν 5 w 8351
μοι 20 w 8354
διὰ 3 w 8358
τοῦτο 12 w 8363
καὶ 89 w 8366
ἐμὲ 4 w 8369
οὐδαμοῦ 3 w 8376
ἀπέτρεψεν 1 w 8385
τὸ 27 w 8387
σημεῖον 3 w 8394
καὶ 90 w 8398
ἔγωγε 2 w 8403
τοῖς 5 w 8407
καταψηφισαμένοις 2 w 8423
μου 4 w 8426
καὶ 91 w 8429
τοῖς 6 w 8433
κατηγόροις 1 w 8443
οὐ 40 w 8445
πάνυ 4 w 8449
χαλεπαίνω 1 w 8458
καίτοι 2 w 8465
οὐ 41 w 8467
ταύτῃ 2 w 8472
τῇ 5 w 8474
διανοίᾳ 1 w 8481
κατεψηφίζοντό 1 w 8494
μου 5 w 8497
καὶ 92 w 8500
κατηγόρουν 1 w 8510
ἀλλʼ 7 w 8515
οἰόμενοι 2 w 8523
βλάπτειν 1 w 8531
τοῦτο 13 w 8537
αὐτοῖς 1 w 8543
ἄξιον 1 w 8548
μέμφεσθαι 1 w 8557
τοσόνδε 1 w 8565
μέντοι 2 w 8571
αὐτῶν 3 w 8576
δέομαι 1 w 8582
τοὺς 12 w 8587
ὑεῖς 1 w 8591
μου 6 w 8594
ἐπειδὰν 1 w 8602
ἡβήσωσι 1 w 8609
τιμωρήσασθε 1 w 8621
17 w 8623
ἄνδρες 15 w 8629
ταὐτὰ 1 w 8635
ταῦτα 4 w 8640
λυποῦντες 1 w 8649
ἅπερ 2 w 8653
ἐγὼ 13 w 8656
ὑμᾶς 8 w 8660
ἐλύπουν 1 w 8667
ἐὰν 2 w 8671
ὑμῖν 16 w 8675
δοκῶσιν 1 w 8682
10 w 8683
χρημάτων 3 w 8691
11 w 8692
ἄλλου 4 w 8697
του 29 w 8700
πρότερον 1 w 8708
ἐπιμελεῖσθαι 1 w 8720
12 w 8721
ἀρετῆς 2 w 8727
καὶ 93 w 8731
ἐὰν 3 w 8734
δοκῶσί 1 w 8740
τι 86 w 8742
εἶναι 11 w 8747
μηδὲν 3 w 8752
ὄντες 3 w 8757
ὀνειδίζετε 1 w 8768
αὐτοῖς 2 w 8774
ὥσπερ 5 w 8779
ἐγὼ 14 w 8782
ὑμῖν 17 w 8786
ὅτι 11 w 8790
οὐκ 10 w 8793
ἐπιμελοῦνται 1 w 8805
ὧν 3 w 8807
δεῖ 11 w 8810
καὶ 94 w 8814
οἴονταί 1 w 8821
τι 88 w 8823
εἶναι 12 w 8828
ὄντες 4 w 8833
οὐδενὸς 1 w 8840
ἄξιοι 1 w 8845