Scaife ATLAS

CTS Library / Apology

Apology (17-21)

urn:cts:greekLit:tlg0059.tlg002.perseus-grc2:17-21
Refs {'start': {'reference': '17', 'human_reference': 'Section 17'}, 'end': {'reference': '21', 'human_reference': 'Section 21'}}
Ancestors []
Children []
prev
plain textXML
next

1
17
17a
ὅτι μὲν ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, πεπόνθατε ὑπὸ τῶν ἐμῶν κατηγόρων, οὐκ οἶδα· ἐγὼ δʼ οὖν καὶ αὐτὸς ὑπʼ αὐτῶν ὀλίγου ἐμαυτοῦ ἐπελαθόμην, οὕτω πιθανῶς ἔλεγον. καίτοι ἀληθές γε ὡς ἔπος εἰπεῖν οὐδὲν εἰρήκασιν. μάλιστα δὲ αὐτῶν ἓν ἐθαύμασα τῶν πολλῶν ὧν ἐψεύσαντο, τοῦτο ἐν ἔλεγον ὡς χρῆν ὑμᾶς εὐλαβεῖσθαι μὴ ὑπʼ ἐμοῦ ἐξαπατηθῆτε
17b
ὡς δεινοῦ ὄντος λέγειν. τὸ γὰρ μὴ αἰσχυνθῆναι ὅτι αὐτίκα ὑπʼ ἐμοῦ ἐξελεγχθήσονται ἔργῳ, ἐπειδὰν μηδʼ ὁπωστιοῦν φαίνωμαι δεινὸς λέγειν, τοῦτό μοι ἔδοξεν αὐτῶν ἀναισχυντότατον εἶναι, εἰ μὴ ἄρα δεινὸν καλοῦσιν οὗτοι λέγειν τὸν τἀληθῆ λέγοντα· εἰ μὲν γὰρ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἶναι ῥήτωρ. οὗτοι μὲν οὖν, ὥσπερ ἐγὼ λέγω, τι οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειανοὐ μέντοι μὰ Δία, ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων,
17c
ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλʼ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασινπιστεύω γὰρ δίκαια εἶναι λέγωκαὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως· οὐδὲ γὰρ ἂν δήπου πρέποι, ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι. καὶ μέντοι καὶ πάνυ, ἄνδρες Ἀθηναῖοι, τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι· ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου ἀπολογουμένου διʼ ὧνπερ εἴωθα λέγειν καὶ ἐν ἀγορᾷ ἐπὶ τῶν τραπεζῶν, ἵνα ὑμῶν πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μήτε
17d
θαυμάζειν μήτε θορυβεῖν τούτου ἕνεκα. ἔχει γὰρ οὑτωσί. νῦν ἐγὼ πρῶτον ἐπὶ δικαστήριον ἀναβέβηκα, ἔτη γεγονὼς ἑβδομήκοντα· ἀτεχνῶς οὖν ξένως ἔχω τῆς ἐνθάδε λέξεως.

ὥσπερ οὖν ἄν, εἰ τῷ ὄντι ξένος ἐτύγχανον ὤν, συνεγιγνώσκετε δήπου ἄν μοι εἰ ἐν ἐκείνῃ τῇ φωνῇ τε καὶ τῷ τρόπῳ

18
18a
ἔλεγον ἐν οἷσπερ ἐτεθράμμην, καὶ δὴ καὶ νῦν τοῦτο ὑμῶν δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν μὲν τρόπον τῆς λέξεως ἐᾶνἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴηαὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν νοῦν προσέχειν, εἰ δίκαια λέγω μή· δικαστοῦ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθῆ λέγειν.
πρῶτον μὲν οὖν δίκαιός εἰμι ἀπολογήσασθαι, ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ πρῶτά μου ψευδῆ κατηγορημένα καὶ τοὺς πρώτους κατηγόρους, ἔπειτα δὲ πρὸς τὰ ὕστερον καὶ τοὺς
18b
ὑστέρους. ἐμοῦ γὰρ πολλοὶ κατήγοροι γεγόνασι πρὸς ὑμᾶς καὶ πάλαι πολλὰ ἤδη ἔτη καὶ οὐδὲν ἀληθὲς λέγοντες, οὓς ἐγὼ μᾶλλον φοβοῦμαι τοὺς ἀμφὶ Ἄνυτον, καίπερ ὄντας καὶ τούτους δεινούς· ἀλλʼ ἐκεῖνοι δεινότεροι, ἄνδρες, οἳ ὑμῶν τοὺς πολλοὺς ἐκ παίδων παραλαμβάνοντες ἔπειθόν τε καὶ κατηγόρουν ἐμοῦ μᾶλλον οὐδὲν ἀληθές, ὡς ἔστιν τις Σωκράτης σοφὸς ἀνήρ, τά τε μετέωρα φροντιστὴς καὶ τὰ ὑπὸ γῆς πάντα ἀνεζητηκὼς καὶ τὸν ἥττω λόγον κρείττω
18c
ποιῶν. οὗτοι, ἄνδρες Ἀθηναῖοι, οἱ ταύτην τὴν φήμην κατασκεδάσαντες, οἱ δεινοί εἰσίν μου κατήγοροι· οἱ γὰρ ἀκούοντες ἡγοῦνται τοὺς ταῦτα ζητοῦντας οὐδὲ θεοὺς νομίζειν. ἔπειτά εἰσιν οὗτοι οἱ κατήγοροι πολλοὶ καὶ πολὺν χρόνον ἤδη κατηγορηκότες, ἔτι δὲ καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ λέγοντες πρὸς ὑμᾶς ἐν ἂν μάλιστα ἐπιστεύσατε, παῖδες ὄντες ἔνιοι ὑμῶν καὶ μειράκια, ἀτεχνῶς ἐρήμην κατηγοροῦντες ἀπολογουμένου οὐδενός. δὲ πάντων ἀλογώτατον, ὅτι οὐδὲ τὰ
18d
ὀνόματα οἷόν τε αὐτῶν εἰδέναι καὶ εἰπεῖν, πλὴν εἴ τις κωμῳδοποιὸς τυγχάνει ὤν. ὅσοι δὲ φθόνῳ καὶ διαβολῇ χρώμενοι ὑμᾶς ἀνέπειθονοἱ δὲ καὶ αὐτοὶ πεπεισμένοι ἄλλους πείθοντεςοὗτοι πάντες ἀπορώτατοί εἰσιν· οὐδὲ γὰρ ἀναβιβάσασθαι οἷόν τʼ ἐστὶν αὐτῶν ἐνταυθοῖ οὐδʼ ἐλέγξαι οὐδένα, ἀλλʼ ἀνάγκη ἀτεχνῶς ὥσπερ σκιαμαχεῖν ἀπολογούμενόν τε καὶ ἐλέγχειν μηδενὸς ἀποκρινομένου. ἀξιώσατε οὖν καὶ ὑμεῖς, ὥσπερ ἐγὼ λέγω, διττούς μου τοὺς κατηγόρους γεγονέναι, ἑτέρους μὲν τοὺς ἄρτι κατηγορήσαντας, ἑτέρους δὲ
18e
τοὺς πάλαι οὓς ἐγὼ λέγω, καὶ οἰήθητε δεῖν πρὸς ἐκείνους πρῶτόν με ἀπολογήσασθαι· καὶ γὰρ ὑμεῖς ἐκείνων πρότερον ἠκούσατε κατηγορούντων καὶ πολὺ μᾶλλον τῶνδε τῶν ὕστερον.

εἶεν· ἀπολογητέον δή, ἄνδρες Ἀθηναῖοι, καὶ ἐπιχειρητέον
19
19a
ὑμῶν ἐξελέσθαι τὴν διαβολὴν ἣν ὑμεῖς ἐν πολλῷ χρόνῳ ἔσχετε ταύτην ἐν οὕτως ὀλίγῳ χρόνῳ. βουλοίμην μὲν οὖν ἂν τοῦτο οὕτως γενέσθαι, εἴ τι ἄμεινον καὶ ὑμῖν καὶ ἐμοί, καὶ πλέον τί με ποιῆσαι ἀπολογούμενον· οἶμαι δὲ αὐτὸ χαλεπὸν εἶναι, καὶ οὐ πάνυ με λανθάνει οἷόν ἐστιν. ὅμως τοῦτο μὲν ἴτω ὅπῃ τῷ θεῷ φίλον, τῷ δὲ νόμῳ πειστέον καὶ ἀπολογητέον.
ἀναλάβωμεν οὖν ἐξ ἀρχῆς τίς κατηγορία ἐστὶν ἐξ ἧς
19b
ἐμὴ διαβολὴ γέγονεν, δὴ καὶ πιστεύων Μέλητός με ἐγράψατο τὴν γραφὴν ταύτην. εἶεν· τί δὴ λέγοντες διέβαλλον οἱ διαβάλλοντες; ὥσπερ οὖν κατηγόρων τὴν ἀντωμοσίαν δεῖ ἀναγνῶναι αὐτῶν· Σωκράτης ἀδικεῖ καὶ περιεργάζεται ζητῶν τά τε ὑπὸ γῆς καὶ οὐράνια καὶ τὸν ἥττω λόγον κρείττω
19c
ποιῶν καὶ ἄλλους ταὐτὰ ταῦτα διδάσκων. τοιαύτη τίς ἐστιν· ταῦτα γὰρ ἑωρᾶτε καὶ αὐτοὶ ἐν τῇ Ἀριστοφάνους κωμῳδίᾳ, Σωκράτη τινὰ ἐκεῖ περιφερόμενον, φάσκοντά τε ἀεροβατεῖν καὶ ἄλλην πολλὴν φλυαρίαν φλυαροῦντα, ὧν ἐγὼ οὐδὲν οὔτε μέγα οὔτε μικρὸν πέρι ἐπαΐω. καὶ οὐχ ὡς ἀτιμάζων λέγω τὴν τοιαύτην ἐπιστήμην, εἴ τις περὶ τῶν τοιούτων σοφός ἐστινμή πως ἐγὼ ὑπὸ Μελήτου τοσαύτας δίκας φεύγοιμι ἀλλὰ γὰρ ἐμοὶ τούτων, ἄνδρες Ἀθηναῖοι, οὐδὲν μέτεστιν.
19d
μάρτυρας δὲ αὖ ὑμῶν τοὺς πολλοὺς παρέχομαι, καὶ ἀξιῶ ὑμᾶς ἀλλήλους διδάσκειν τε καὶ φράζειν, ὅσοι ἐμοῦ πώποτε ἀκηκόατε διαλεγομένουπολλοὶ δὲ ὑμῶν οἱ τοιοῦτοί εἰσιν φράζετε οὖν ἀλλήλοις εἰ πώποτε μικρὸν μέγα ἤκουσέ τις ὑμῶν ἐμοῦ περὶ τῶν τοιούτων διαλεγομένου, καὶ ἐκ τούτου γνώσεσθε ὅτι τοιαῦτʼ ἐστὶ καὶ τἆλλα περὶ ἐμοῦ οἱ πολλοὶ λέγουσιν.
ἀλλὰ γὰρ οὔτε τούτων οὐδέν ἐστιν, οὐδέ γʼ εἴ τινος ἀκηκόατε ὡς ἐγὼ παιδεύειν ἐπιχειρῶ ἀνθρώπους καὶ χρήματα
19e
πράττομαι, οὐδὲ τοῦτο ἀληθές. ἐπεὶ καὶ τοῦτό γέ μοι δοκεῖ καλὸν εἶναι, εἴ τις οἷός τʼ εἴη παιδεύειν ἀνθρώπους ὥσπερ Γοργίας τε Λεοντῖνος καὶ Πρόδικος Κεῖος καὶ Ἱππίας Ἠλεῖος.

τούτων γὰρ ἕκαστος, ἄνδρες, οἷός τʼ ἐστὶν ἰὼν εἰς ἑκάστην τῶν πόλεων τοὺς νέουςοἷς ἔξεστι τῶν ἑαυτῶν πολιτῶν προῖκα συνεῖναι ἂν βούλωνταιτούτους πείθουσι

20
20a
τὰς ἐκείνων συνουσίας ἀπολιπόντας σφίσιν συνεῖναι χρήματα διδόντας καὶ χάριν προσειδέναι. ἐπεὶ καὶ ἄλλος ἀνήρ ἐστι Πάριος ἐνθάδε σοφὸς ὃν ἐγὼ ᾐσθόμην ἐπιδημοῦντα· ἔτυχον γὰρ προσελθὼν ἀνδρὶ ὃς τετέλεκε χρήματα σοφισταῖς πλείω σύμπαντες οἱ ἄλλοι, Καλλίᾳ τῷ Ἱππονίκου· τοῦτον οὖν ἀνηρόμηνἐστὸν γὰρ αὐτῷ δύο ὑεῖ Καλλία, ἦν δʼ ἐγώ, εἰ μέν σου τὼ ὑεῖ πώλω μόσχω ἐγενέσθην, εἴχομεν ἂν αὐτοῖν ἐπιστάτην λαβεῖν καὶ μισθώσασθαι ὃς
20b
ἔμελλεν αὐτὼ καλώ τε κἀγαθὼ ποιήσειν τὴν προσήκουσαν ἀρετήν, ἦν δʼ ἂν οὗτος τῶν ἱππικῶν τις τῶν γεωργικῶν· νῦν δʼ ἐπειδὴ ἀνθρώπω ἐστόν, τίνα αὐτοῖν ἐν νῷ ἔχεις ἐπιστάτην λαβεῖν; τίς τῆς τοιαύτης ἀρετῆς, τῆς ἀνθρωπίνης τε καὶ πολιτικῆς, ἐπιστήμων ἐστίν; οἶμαι γάρ σε ἐσκέφθαι διὰ τὴν τῶν ὑέων κτῆσιν. ἔστιν τις, ἔφην ἐγώ, οὔ; πάνυ γε, δʼ ὅς. τίς, ἦν δʼ ἐγώ, καὶ ποδαπός, καὶ πόσου διδάσκει; Εὔηνος, ἔφη, Σώκρατες, Πάριος, πέντε μνῶν. καὶ ἐγὼ τὸν Εὔηνον ἐμακάρισα εἰ ὡς ἀληθῶς
20c
ἔχοι ταύτην τὴν τέχνην καὶ οὕτως ἐμμελῶς διδάσκει. ἐγὼ γοῦν καὶ αὐτὸς ἐκαλλυνόμην τε καὶ ἡβρυνόμην ἂν εἰ ἠπιστάμην ταῦτα· ἀλλʼ οὐ γὰρ ἐπίσταμαι, ἄνδρες Ἀθηναῖοι.
ὑπολάβοι ἂν οὖν τις ὑμῶν ἴσως· ἀλλʼ, Σώκρατες, τὸ σὸν τί ἐστι πρᾶγμα; πόθεν αἱ διαβολαί σοι αὗται γεγόνασιν; οὐ γὰρ δήπου σοῦ γε οὐδὲν τῶν ἄλλων περιττότερον πραγματευομένου ἔπειτα τοσαύτη φήμη τε καὶ λόγος γέγονεν, εἰ μή τι ἔπραττες ἀλλοῖον οἱ πολλοί. λέγε οὖν ἡμῖν τί
20d
ἐστιν, ἵνα μὴ ἡμεῖς περὶ σοῦ αὐτοσχεδιάζωμεν. ταυτί μοι δοκεῖ δίκαια λέγειν λέγων, κἀγὼ ὑμῖν πειράσομαι ἀποδεῖξαι τί ποτʼ ἐστὶν τοῦτο ἐμοὶ πεποίηκεν τό τε ὄνομα καὶ τὴν διαβολήν. ἀκούετε δή. καὶ ἴσως μὲν δόξω τισὶν ὑμῶν παίζειν· εὖ μέντοι ἴστε, πᾶσαν ὑμῖν τὴν ἀλήθειαν ἐρῶ. ἐγὼ γάρ, ἄνδρες Ἀθηναῖοι, διʼ οὐδὲν ἀλλʼ διὰ σοφίαν τινὰ τοῦτο τὸ ὄνομα ἔσχηκα. ποίαν δὴ σοφίαν ταύτην; ἥπερ ἐστὶν ἴσως ἀνθρωπίνη σοφία· τῷ ὄντι γὰρ κινδυνεύω ταύτην εἶναι σοφός. οὗτοι δὲ τάχʼ ἄν, οὓς ἄρτι
20e
ἔλεγον, μείζω τινὰ κατʼ ἄνθρωπον σοφίαν σοφοὶ εἶεν, οὐκ ἔχω τί λέγω· οὐ γὰρ δὴ ἔγωγε αὐτὴν ἐπίσταμαι, ἀλλʼ ὅστις φησὶ ψεύδεταί τε καὶ ἐπὶ διαβολῇ τῇ ἐμῇ λέγει. καί μοι, ἄνδρες Ἀθηναῖοι, μὴ θορυβήσητε, μηδʼ ἐὰν δόξω τι ὑμῖν μέγα λέγειν· οὐ γὰρ ἐμὸν ἐρῶ τὸν λόγον ὃν ἂν λέγω, ἀλλʼ εἰς ἀξιόχρεων ὑμῖν τὸν λέγοντα ἀνοίσω. τῆς γὰρ ἐμῆς, εἰ δή τίς ἐστιν σοφία καὶ οἵα, μάρτυρα ὑμῖν παρέξομαι τὸν θεὸν τὸν ἐν Δελφοῖς. Χαιρεφῶντα γὰρ ἴστε που.

οὗτος

21
21a
ἐμός τε ἑταῖρος ἦν ἐκ νέου καὶ ὑμῶν τῷ πλήθει ἑταῖρός τε καὶ συνέφυγε τὴν φυγὴν ταύτην καὶ μεθʼ ὑμῶν κατῆλθε. καὶ ἴστε δὴ οἷος ἦν Χαιρεφῶν, ὡς σφοδρὸς ἐφʼ ὅτι ὁρμήσειεν. καὶ δή ποτε καὶ εἰς Δελφοὺς ἐλθὼν ἐτόλμησε τοῦτο μαντεύσασθαικαί, ὅπερ λέγω, μὴ θορυβεῖτε, ἄνδρεςἤρετο γὰρ δὴ εἴ τις ἐμοῦ εἴη σοφώτερος. ἀνεῖλεν οὖν Πυθία μηδένα σοφώτερον εἶναι. καὶ τούτων πέρι ἀδελφὸς ὑμῖν αὐτοῦ οὑτοσὶ μαρτυρήσει, ἐπειδὴ ἐκεῖνος τετελεύτηκεν.
21b
σκέψασθε δὴ ὧν ἕνεκα ταῦτα λέγω· μέλλω γὰρ ὑμᾶς διδάξειν ὅθεν μοι διαβολὴ γέγονεν. ταῦτα γὰρ ἐγὼ ἀκούσας ἐνεθυμούμην οὑτωσί· τί ποτε λέγει θεός, καὶ τί ποτε αἰνίττεται; ἐγὼ γὰρ δὴ οὔτε μέγα οὔτε σμικρὸν σύνοιδα ἐμαυτῷ σοφὸς ὤν· τί οὖν ποτε λέγει φάσκων ἐμὲ σοφώτατον εἶναι; οὐ γὰρ δήπου ψεύδεταί γε· οὐ γὰρ θέμις αὐτῷ. καὶ πολὺν μὲν χρόνον ἠπόρουν τί ποτε λέγει· ἔπειτα μόγις πάνυ ἐπὶ ζήτησιν αὐτοῦ τοιαύτην τινὰ ἐτραπόμην. ἦλθον ἐπί τινα τῶν δοκούντων σοφῶν εἶναι, ὡς
21c
ἐνταῦθα εἴπερ που ἐλέγξων τὸ μαντεῖον καὶ ἀποφανῶν τῷ χρησμῷ ὅτι οὑτοσὶ ἐμοῦ σοφώτερός ἐστι, σὺ δʼ ἐμὲ ἔφησθα. διασκοπῶν οὖν τοῦτονὀνόματι γὰρ οὐδὲν δέομαι λέγειν, ἦν δέ τις τῶν πολιτικῶν πρὸς ὃν ἐγὼ σκοπῶν τοιοῦτόν τι ἔπαθον, ἄνδρες Ἀθηναῖοι, καὶ διαλεγόμενος αὐτῷἔδοξέ μοι οὗτος ἀνὴρ δοκεῖν μὲν εἶναι σοφὸς ἄλλοις τε πολλοῖς ἀνθρώποις καὶ μάλιστα ἑαυτῷ, εἶναι δʼ οὔ· κἄπειτα ἐπειρώμην αὐτῷ δεικνύναι ὅτι οἴοιτο μὲν εἶναι σοφός, εἴη δʼ οὔ.
21d
ἐντεῦθεν οὖν τούτῳ τε ἀπηχθόμην καὶ πολλοῖς τῶν παρόντων· πρὸς ἐμαυτὸν δʼ οὖν ἀπιὼν ἐλογιζόμην ὅτι τούτου μὲν τοῦ ἀνθρώπου ἐγὼ σοφώτερός εἰμι· κινδυνεύει μὲν γὰρ ἡμῶν οὐδέτερος οὐδὲν καλὸν κἀγαθὸν εἰδέναι, ἀλλʼ οὗτος μὲν οἴεταί τι εἰδέναι οὐκ εἰδώς, ἐγὼ δέ, ὥσπερ οὖν οὐκ οἶδα, οὐδὲ οἴομαι· ἔοικα γοῦν τούτου γε σμικρῷ τινι αὐτῷ τούτῳ σοφώτερος εἶναι, ὅτι μὴ οἶδα οὐδὲ οἴομαι εἰδέναι. ἐντεῦθεν ἐπʼ ἄλλον ᾖα τῶν ἐκείνου δοκούντων σοφωτέρων εἶναι καί
21e
μοι ταὐτὰ ταῦτα ἔδοξε, καὶ ἐνταῦθα κἀκείνῳ καὶ ἄλλοις πολλοῖς ἀπηχθόμην.
μετὰ ταῦτʼ οὖν ἤδη ἐφεξῆς ᾖα, αἰσθανόμενος μὲν καὶ λυπούμενος καὶ δεδιὼς ὅτι ἀπηχθανόμην, ὅμως δὲ ἀναγκαῖον ἐδόκει εἶναι τὸ τοῦ θεοῦ περὶ πλείστου ποιεῖσθαιἰτέον οὖν, σκοποῦντι τὸν χρησμὸν τί λέγει, ἐπὶ ἅπαντας τούς τι
22
22a
δοκοῦντας εἰδέναι.

ὅτι 1 w 3
μὲν 1 w 6
ὑμεῖς 1 w 11
1 w 13
ἄνδρες 1 w 19
Ἀθηναῖοι 1 w 27
πεπόνθατε 1 w 37
ὑπὸ 1 w 40
τῶν 1 w 43
ἐμῶν 1 w 47
κατηγόρων 1 w 56
οὐκ 1 w 60
οἶδα 1 w 64
ἐγὼ 1 w 68
δʼ 1 w 70
οὖν 1 w 73
καὶ 1 w 76
αὐτὸς 1 w 81
ὑπʼ 1 w 84
αὐτῶν 1 w 89
ὀλίγου 1 w 95
ἐμαυτοῦ 1 w 102
ἐπελαθόμην 1 w 112
οὕτω 1 w 117
πιθανῶς 1 w 124
ἔλεγον 1 w 130
καίτοι 1 w 137
ἀληθές 1 w 143
γε 1 w 145
ὡς 1 w 147
ἔπος 1 w 151
εἰπεῖν 1 w 157
οὐδὲν 1 w 162
εἰρήκασιν 1 w 171
μάλιστα 1 w 179
δὲ 2 w 181
αὐτῶν 2 w 186
ἓν 1 w 188
ἐθαύμασα 1 w 196
τῶν 4 w 199
πολλῶν 1 w 205
ὧν 1 w 207
ἐψεύσαντο 1 w 216
τοῦτο 1 w 222
ἐν 1 w 224
1 w 225
ἔλεγον 2 w 231
ὡς 2 w 233
χρῆν 1 w 237
ὑμᾶς 1 w 241
εὐλαβεῖσθαι 1 w 252
μὴ 1 w 254
ὑπʼ 2 w 257
ἐμοῦ 1 w 261
ἐξαπατηθῆτε 1 w 272
ὡς 3 w 274
δεινοῦ 1 w 280
ὄντος 1 w 285
λέγειν 1 w 291
τὸ 2 w 294
γὰρ 1 w 297
μὴ 2 w 299
αἰσχυνθῆναι 1 w 310
ὅτι 2 w 313
αὐτίκα 1 w 319
ὑπʼ 3 w 322
ἐμοῦ 2 w 326
ἐξελεγχθήσονται 1 w 341
ἔργῳ 1 w 345
ἐπειδὰν 1 w 353
μηδʼ 1 w 357
ὁπωστιοῦν 1 w 366
φαίνωμαι 1 w 374
δεινὸς 1 w 380
λέγειν 2 w 386
τοῦτό 1 w 392
μοι 1 w 395
ἔδοξεν 1 w 401
αὐτῶν 3 w 406
ἀναισχυντότατον 1 w 421
εἶναι 1 w 426
εἰ 3 w 429
μὴ 3 w 431
ἄρα 1 w 434
δεινὸν 1 w 440
καλοῦσιν 1 w 448
οὗτοι 1 w 453
λέγειν 3 w 459
τὸν 1 w 462
τἀληθῆ 1 w 468
λέγοντα 1 w 475
εἰ 4 w 478
μὲν 2 w 481
γὰρ 2 w 484
τοῦτο 2 w 489
λέγουσιν 1 w 497
ὁμολογοίην 1 w 508
ἂν 1 w 510
ἔγωγε 1 w 515
οὐ 3 w 517
κατὰ 1 w 521
τούτους 1 w 528
εἶναι 2 w 533
ῥήτωρ 1 w 538
οὗτοι 2 w 544
μὲν 3 w 547
οὖν 2 w 550
ὥσπερ 1 w 556
ἐγὼ 2 w 559
λέγω 1 w 563
1 w 565
τι 4 w 567
1 w 568
οὐδὲν 2 w 573
ἀληθὲς 1 w 579
εἰρήκασιν 2 w 588
ὑμεῖς 2 w 594
δέ 1 w 596
μου 1 w 599
ἀκούσεσθε 1 w 608
πᾶσαν 1 w 613
τὴν 1 w 616
ἀλήθειαν 1 w 624
οὐ 5 w 627
μέντοι 1 w 633
μὰ 1 w 635
Δία 1 w 638
2 w 640
ἄνδρες 2 w 646
Ἀθηναῖοι 2 w 654
κεκαλλιεπημένους 1 w 671
γε 6 w 673
λόγους 1 w 679
ὥσπερ 2 w 685
οἱ 1 w 687
τούτων 1 w 693
ῥήμασί 1 w 700
τε 3 w 702
καὶ 2 w 705
ὀνόμασιν 1 w 713
οὐδὲ 3 w 717
κεκοσμημένους 1 w 730
ἀλλʼ 1 w 735
ἀκούσεσθε 2 w 744
εἰκῇ 1 w 748
λεγόμενα 1 w 756
τοῖς 1 w 760
ἐπιτυχοῦσιν 1 w 771
ὀνόμασιν 2 w 779
πιστεύω 1 w 787
γὰρ 3 w 790
δίκαια 1 w 796
εἶναι 3 w 801
1 w 802
λέγω 2 w 806
καὶ 3 w 810
μηδεὶς 1 w 816
ὑμῶν 1 w 820
προσδοκησάτω 1 w 832
ἄλλως 1 w 837
οὐδὲ 4 w 842
γὰρ 4 w 845
ἂν 2 w 847
δήπου 1 w 852
πρέποι 1 w 858
3 w 860
ἄνδρες 3 w 866
τῇδε 1 w 871
τῇ 2 w 873
ἡλικίᾳ 1 w 879
ὥσπερ 3 w 884
μειρακίῳ 1 w 892
πλάττοντι 1 w 901
λόγους 2 w 907
εἰς 1 w 910
ὑμᾶς 2 w 914
εἰσιέναι 1 w 922
καὶ 4 w 926
μέντοι 2 w 932
καὶ 5 w 935
πάνυ 1 w 939
4 w 941
ἄνδρες 4 w 947
Ἀθηναῖοι 3 w 955
τοῦτο 3 w 961
ὑμῶν 2 w 965
δέομαι 1 w 971
καὶ 6 w 974
παρίεμαι 1 w 982
ἐὰν 1 w 986
διὰ 1 w 989
τῶν 6 w 992
αὐτῶν 4 w 997
λόγων 1 w 1002
ἀκούητέ 1 w 1009
μου 2 w 1012
ἀπολογουμένου 1 w 1025
διʼ 1 w 1028
ὧνπερ 1 w 1033
εἴωθα 1 w 1038
λέγειν 4 w 1044
καὶ 7 w 1047
ἐν 2 w 1049
ἀγορᾷ 1 w 1054
ἐπὶ 1 w 1057
τῶν 8 w 1060
τραπεζῶν 1 w 1068
ἵνα 1 w 1072
ὑμῶν 3 w 1076
πολλοὶ 1 w 1082
ἀκηκόασι 1 w 1090
καὶ 8 w 1094
ἄλλοθι 1 w 1100
μήτε 1 w 1105
θαυμάζειν 1 w 1114
μήτε 2 w 1118
θορυβεῖν 1 w 1126
τούτου 2 w 1132
ἕνεκα 1 w 1137
ἔχει 1 w 1142
γὰρ 5 w 1145
οὑτωσί 1 w 1151
νῦν 1 w 1155
ἐγὼ 3 w 1158
πρῶτον 1 w 1164
ἐπὶ 2 w 1167
δικαστήριον 1 w 1178
ἀναβέβηκα 1 w 1187
ἔτη 1 w 1191
γεγονὼς 1 w 1198
ἑβδομήκοντα 1 w 1209
ἀτεχνῶς 1 w 1217
οὖν 3 w 1220
ξένως 1 w 1225
ἔχω 1 w 1228
τῆς 1 w 1231
ἐνθάδε 1 w 1237
λέξεως 1 w 1243
ὥσπερ 4 w 1249
οὖν 4 w 1252
ἄν 5 w 1254
εἰ 9 w 1257
τῷ 1 w 1259
ὄντι 1 w 1263
ξένος 1 w 1268
ἐτύγχανον 1 w 1277
ὤν 1 w 1279
συνεγιγνώσκετε 1 w 1294
δήπου 2 w 1299
ἄν 6 w 1301
μοι 2 w 1304
εἰ 10 w 1306
ἐν 4 w 1308
ἐκείνῃ 1 w 1314
τῇ 3 w 1316
φωνῇ 1 w 1320
τε 9 w 1322
καὶ 9 w 1325
τῷ 2 w 1327
τρόπῳ 1 w 1332
ἔλεγον 3 w 1338
ἐν 5 w 1340
οἷσπερ 1 w 1346
ἐτεθράμμην 1 w 1356
καὶ 10 w 1360
δὴ 1 w 1362
καὶ 11 w 1365
νῦν 2 w 1368
τοῦτο 4 w 1373
ὑμῶν 4 w 1377
δέομαι 2 w 1383
δίκαιον 1 w 1390
ὥς 1 w 1393
γέ 1 w 1395
μοι 3 w 1398
δοκῶ 1 w 1402
τὸν 2 w 1406
μὲν 4 w 1409
τρόπον 1 w 1415
τῆς 2 w 1418
λέξεως 2 w 1424
ἐᾶν 1 w 1427
ἴσως 1 w 1432
μὲν 5 w 1435
γὰρ 6 w 1438
χείρων 1 w 1444
ἴσως 2 w 1449
δὲ 6 w 1451
βελτίων 1 w 1458
ἂν 3 w 1460
εἴη 1 w 1463
αὐτὸ 2 w 1468
δὲ 7 w 1470
τοῦτο 5 w 1475
σκοπεῖν 1 w 1482
καὶ 12 w 1485
τούτῳ 1 w 1490
τὸν 3 w 1493
νοῦν 1 w 1497
προσέχειν 1 w 1506
εἰ 11 w 1509
δίκαια 2 w 1515
λέγω 3 w 1519
2 w 1520
μή 4 w 1522
δικαστοῦ 1 w 1531
μὲν 6 w 1534
γὰρ 7 w 1537
αὕτη 1 w 1541
ἀρετή 1 w 1546
ῥήτορος 1 w 1554
δὲ 8 w 1556
τἀληθῆ 2 w 1562
λέγειν 5 w 1568
πρῶτον 2 w 1575
μὲν 7 w 1578
οὖν 5 w 1581
δίκαιός 1 w 1588
εἰμι 1 w 1592
ἀπολογήσασθαι 1 w 1605
5 w 1607
ἄνδρες 5 w 1613
Ἀθηναῖοι 4 w 1621
πρὸς 1 w 1626
τὰ 2 w 1628
πρῶτά 1 w 1633
μου 3 w 1636
ψευδῆ 1 w 1641
κατηγορημένα 1 w 1653
καὶ 13 w 1656
τοὺς 1 w 1660
πρώτους 1 w 1667
κατηγόρους 1 w 1677
ἔπειτα 1 w 1684
δὲ 9 w 1686
πρὸς 2 w 1690
τὰ 3 w 1692
ὕστερον 1 w 1699
καὶ 14 w 1702
τοὺς 2 w 1706
ὑστέρους 1 w 1714
ἐμοῦ 3 w 1719
γὰρ 8 w 1722
πολλοὶ 2 w 1728
κατήγοροι 1 w 1737
γεγόνασι 1 w 1745
πρὸς 3 w 1749
ὑμᾶς 3 w 1753
καὶ 15 w 1756
πάλαι 1 w 1761
πολλὰ 1 w 1766
ἤδη 1 w 1769
ἔτη 2 w 1772
καὶ 16 w 1775
οὐδὲν 3 w 1780
ἀληθὲς 2 w 1786
λέγοντες 1 w 1794
οὓς 1 w 1798
ἐγὼ 4 w 1801
μᾶλλον 1 w 1807
φοβοῦμαι 1 w 1815
3 w 1816
τοὺς 3 w 1820
ἀμφὶ 1 w 1824
Ἄνυτον 1 w 1830
καίπερ 1 w 1837
ὄντας 1 w 1842
καὶ 17 w 1845
τούτους 2 w 1852
δεινούς 1 w 1859
ἀλλʼ 2 w 1864
ἐκεῖνοι 1 w 1871
δεινότεροι 1 w 1881
6 w 1883
ἄνδρες 6 w 1889
οἳ 1 w 1892
ὑμῶν 5 w 1896
τοὺς 4 w 1900
πολλοὺς 1 w 1907
ἐκ 3 w 1909
παίδων 1 w 1915
παραλαμβάνοντες 1 w 1930
ἔπειθόν 1 w 1937
τε 15 w 1939
καὶ 18 w 1942
κατηγόρουν 1 w 1952
ἐμοῦ 4 w 1956
μᾶλλον 2 w 1962
οὐδὲν 4 w 1967
ἀληθές 2 w 1973
ὡς 4 w 1976
ἔστιν 1 w 1981
τις 1 w 1984
Σωκράτης 1 w 1992
σοφὸς 1 w 1997
ἀνήρ 1 w 2001
τά 2 w 2004
τε 16 w 2006
μετέωρα 1 w 2013
φροντιστὴς 1 w 2023
καὶ 19 w 2026
τὰ 4 w 2028
ὑπὸ 2 w 2031
γῆς 1 w 2034
πάντα 1 w 2039
ἀνεζητηκὼς 1 w 2049
καὶ 20 w 2052
τὸν 4 w 2055
ἥττω 1 w 2059
λόγον 1 w 2064
κρείττω 1 w 2071
ποιῶν 1 w 2076
οὗτοι 3 w 2082
7 w 2084
ἄνδρες 7 w 2090
Ἀθηναῖοι 5 w 2098
οἱ 2 w 2101
ταύτην 1 w 2107
τὴν 2 w 2110
φήμην 1 w 2115
κατασκεδάσαντες 1 w 2130
οἱ 3 w 2133
δεινοί 1 w 2139
εἰσίν 1 w 2144
μου 4 w 2147
κατήγοροι 2 w 2156
οἱ 4 w 2159
γὰρ 9 w 2162
ἀκούοντες 1 w 2171
ἡγοῦνται 1 w 2179
τοὺς 5 w 2183
ταῦτα 1 w 2188
ζητοῦντας 1 w 2197
οὐδὲ 7 w 2201
θεοὺς 1 w 2206
νομίζειν 1 w 2214
ἔπειτά 1 w 2221
εἰσιν 1 w 2226
οὗτοι 4 w 2231
οἱ 5 w 2233
κατήγοροι 3 w 2242
πολλοὶ 3 w 2248
καὶ 21 w 2251
πολὺν 1 w 2256
χρόνον 1 w 2262
ἤδη 2 w 2265
κατηγορηκότες 1 w 2278
ἔτι 1 w 2282
δὲ 13 w 2284
καὶ 22 w 2287
ἐν 6 w 2289
ταύτῃ 1 w 2294
τῇ 4 w 2296
ἡλικίᾳ 2 w 2302
λέγοντες 2 w 2310
πρὸς 4 w 2314
ὑμᾶς 4 w 2318
ἐν 7 w 2320
1 w 2321
ἂν 4 w 2323
μάλιστα 2 w 2330
ἐπιστεύσατε 1 w 2341
παῖδες 1 w 2348
ὄντες 1 w 2353
ἔνιοι 1 w 2358
ὑμῶν 6 w 2362
καὶ 23 w 2365
μειράκια 1 w 2373
ἀτεχνῶς 2 w 2381
ἐρήμην 1 w 2387
κατηγοροῦντες 1 w 2400
ἀπολογουμένου 2 w 2413
οὐδενός 1 w 2420
1 w 2422
δὲ 14 w 2424
πάντων 1 w 2430
ἀλογώτατον 1 w 2440
ὅτι 3 w 2444
οὐδὲ 8 w 2448
τὰ 5 w 2450
ὀνόματα 1 w 2457
οἷόν 1 w 2461
τε 26 w 2463
αὐτῶν 5 w 2468
εἰδέναι 1 w 2475
καὶ 24 w 2478
εἰπεῖν 2 w 2484
πλὴν 1 w 2489
εἴ 3 w 2491
τις 2 w 2494
κωμῳδοποιὸς 1 w 2505
τυγχάνει 1 w 2513
ὤν 2 w 2515
ὅσοι 1 w 2520
δὲ 16 w 2522
φθόνῳ 1 w 2527
καὶ 25 w 2530
διαβολῇ 1 w 2537
χρώμενοι 1 w 2545
ὑμᾶς 5 w 2549
ἀνέπειθον 1 w 2558
οἱ 6 w 2561
δὲ 17 w 2563
καὶ 26 w 2566
αὐτοὶ 1 w 2571
πεπεισμένοι 1 w 2582
ἄλλους 1 w 2588
πείθοντες 1 w 2597
οὗτοι 5 w 2603
πάντες 1 w 2609
ἀπορώτατοί 1 w 2619
εἰσιν 2 w 2624
οὐδὲ 9 w 2629
γὰρ 10 w 2632
ἀναβιβάσασθαι 1 w 2645
οἷόν 2 w 2649
τʼ 1 w 2651
ἐστὶν 1 w 2656
αὐτῶν 6 w 2661
ἐνταυθοῖ 1 w 2669
οὐδʼ 1 w 2673
ἐλέγξαι 1 w 2680
οὐδένα 1 w 2686
ἀλλʼ 3 w 2691
ἀνάγκη 1 w 2697
ἀτεχνῶς 3 w 2704
ὥσπερ 5 w 2709
σκιαμαχεῖν 1 w 2719
ἀπολογούμενόν 1 w 2732
τε 30 w 2734
καὶ 27 w 2737
ἐλέγχειν 1 w 2745
μηδενὸς 1 w 2752
ἀποκρινομένου 1 w 2765
ἀξιώσατε 1 w 2774
οὖν 6 w 2777
καὶ 28 w 2780
ὑμεῖς 3 w 2785
ὥσπερ 6 w 2791
ἐγὼ 5 w 2794
λέγω 4 w 2798
διττούς 1 w 2806
μου 5 w 2809
τοὺς 6 w 2813
κατηγόρους 2 w 2823
γεγονέναι 1 w 2832
ἑτέρους 1 w 2840
μὲν 8 w 2843
τοὺς 7 w 2847
ἄρτι 1 w 2851
κατηγορήσαντας 1 w 2865
ἑτέρους 2 w 2873
δὲ 19 w 2875
τοὺς 8 w 2879
πάλαι 2 w 2884
οὓς 2 w 2887
ἐγὼ 6 w 2890
λέγω 5 w 2894
καὶ 29 w 2898
οἰήθητε 1 w 2905
δεῖν 1 w 2909
πρὸς 5 w 2913
ἐκείνους 1 w 2921
πρῶτόν 1 w 2927
με 10 w 2929
ἀπολογήσασθαι 2 w 2942
καὶ 30 w 2946
γὰρ 11 w 2949
ὑμεῖς 4 w 2954
ἐκείνων 1 w 2961
πρότερον 1 w 2969
ἠκούσατε 1 w 2977
κατηγορούντων 1 w 2990
καὶ 31 w 2993
πολὺ 2 w 2997
μᾶλλον 3 w 3003
4 w 3004
τῶνδε 1 w 3009
τῶν 12 w 3012
ὕστερον 2 w 3019
εἶεν 1 w 3024
ἀπολογητέον 1 w 3036
δή 3 w 3038
8 w 3040
ἄνδρες 8 w 3046
Ἀθηναῖοι 6 w 3054
καὶ 32 w 3058
ἐπιχειρητέον 1 w 3070
ὑμῶν 7 w 3074
ἐξελέσθαι 1 w 3083
τὴν 3 w 3086
διαβολὴν 1 w 3094
ἣν 1 w 3096
ὑμεῖς 5 w 3101
ἐν 9 w 3103
πολλῷ 1 w 3108
χρόνῳ 1 w 3113
ἔσχετε 1 w 3119
ταύτην 2 w 3125
ἐν 10 w 3127
οὕτως 1 w 3132
ὀλίγῳ 1 w 3137
χρόνῳ 2 w 3142
βουλοίμην 1 w 3152
μὲν 9 w 3155
οὖν 7 w 3158
ἂν 5 w 3160
τοῦτο 6 w 3165
οὕτως 2 w 3170
γενέσθαι 1 w 3178
εἴ 4 w 3181
τι 14 w 3183
ἄμεινον 1 w 3190
καὶ 33 w 3193
ὑμῖν 1 w 3197
καὶ 34 w 3200
ἐμοί 1 w 3204
καὶ 35 w 3208
πλέον 1 w 3213
τί 3 w 3215
με 14 w 3217
ποιῆσαι 1 w 3224
ἀπολογούμενον 1 w 3237
οἶμαι 1 w 3243
δὲ 20 w 3245
αὐτὸ 3 w 3249
χαλεπὸν 1 w 3256
εἶναι 4 w 3261
καὶ 36 w 3265
οὐ 16 w 3267
πάνυ 2 w 3271
με 16 w 3273
λανθάνει 1 w 3281
οἷόν 3 w 3285
ἐστιν 1 w 3290
ὅμως 1 w 3295
τοῦτο 7 w 3300
μὲν 10 w 3303
ἴτω 1 w 3306
ὅπῃ 1 w 3309
τῷ 3 w 3311
θεῷ 1 w 3314
φίλον 1 w 3319
τῷ 4 w 3322
δὲ 21 w 3324
νόμῳ 1 w 3328
πειστέον 1 w 3336
καὶ 37 w 3339
ἀπολογητέον 2 w 3350
ἀναλάβωμεν 1 w 3361
οὖν 8 w 3364
ἐξ 4 w 3366
ἀρχῆς 1 w 3371
τίς 1 w 3374
4 w 3375
κατηγορία 1 w 3384
ἐστὶν 2 w 3389
ἐξ 5 w 3391
ἧς 1 w 3393
5 w 3394
ἐμὴ 1 w 3397
διαβολὴ 2 w 3404
γέγονεν 1 w 3411
2 w 3413
δὴ 2 w 3415
καὶ 38 w 3418
πιστεύων 1 w 3426
Μέλητός 1 w 3433
με 18 w 3435
ἐγράψατο 1 w 3443
τὴν 4 w 3446
γραφὴν 1 w 3452
ταύτην 3 w 3458
εἶεν 2 w 3463
τί 5 w 3466
δὴ 3 w 3468
λέγοντες 3 w 3476
διέβαλλον 1 w 3485
οἱ 7 w 3487
διαβάλλοντες 1 w 3499
ὥσπερ 7 w 3505
οὖν 9 w 3508
κατηγόρων 2 w 3517
τὴν 5 w 3520
ἀντωμοσίαν 1 w 3530
δεῖ 2 w 3533
ἀναγνῶναι 1 w 3542
αὐτῶν 7 w 3547
Σωκράτης 2 w 3556
ἀδικεῖ 1 w 3562
καὶ 39 w 3565
περιεργάζεται 1 w 3578
ζητῶν 1 w 3583
τά 4 w 3585
τε 40 w 3587
ὑπὸ 3 w 3590
γῆς 2 w 3593
καὶ 40 w 3596
οὐράνια 1 w 3603
καὶ 41 w 3606
τὸν 5 w 3609
ἥττω 2 w 3613
λόγον 2 w 3618
κρείττω 2 w 3625
ποιῶν 2 w 3630
καὶ 42 w 3633
ἄλλους 2 w 3639
ταὐτὰ 1 w 3644
ταῦτα 2 w 3649
διδάσκων 1 w 3657
τοιαύτη 1 w 3665
τίς 2 w 3668
ἐστιν 2 w 3673
ταῦτα 3 w 3679
γὰρ 12 w 3682
ἑωρᾶτε 1 w 3688
καὶ 43 w 3691
αὐτοὶ 2 w 3696
ἐν 11 w 3698
τῇ 5 w 3700
Ἀριστοφάνους 1 w 3712
κωμῳδίᾳ 1 w 3719
Σωκράτη 3 w 3727
τινὰ 1 w 3731
ἐκεῖ 2 w 3735
περιφερόμενον 1 w 3748
φάσκοντά 1 w 3757
τε 42 w 3759
ἀεροβατεῖν 1 w 3769
καὶ 44 w 3772
ἄλλην 1 w 3777
πολλὴν 1 w 3783
φλυαρίαν 1 w 3791
φλυαροῦντα 1 w 3801
ὧν 3 w 3804
ἐγὼ 7 w 3807
οὐδὲν 5 w 3812
οὔτε 1 w 3816
μέγα 1 w 3820
οὔτε 2 w 3824
μικρὸν 1 w 3830
πέρι 1 w 3834
ἐπαΐω 1 w 3839
καὶ 45 w 3843
οὐχ 1 w 3846
ὡς 5 w 3848
ἀτιμάζων 1 w 3856
λέγω 6 w 3860
τὴν 6 w 3863
τοιαύτην 1 w 3871
ἐπιστήμην 1 w 3880
εἴ 5 w 3883
τις 3 w 3886
περὶ 1 w 3890
τῶν 15 w 3893
τοιούτων 1 w 3901
σοφός 1 w 3906
ἐστιν 3 w 3911
μή 5 w 3914
πως 1 w 3917
ἐγὼ 8 w 3920
ὑπὸ 4 w 3923
Μελήτου 1 w 3930
τοσαύτας 1 w 3938
δίκας 1 w 3943
φεύγοιμι 1 w 3951
ἀλλὰ 1 w 3956
γὰρ 13 w 3959
ἐμοὶ 1 w 3963
τούτων 2 w 3969
9 w 3971
ἄνδρες 9 w 3977
Ἀθηναῖοι 7 w 3985
οὐδὲν 6 w 3991
μέτεστιν 1 w 3999
μάρτυρας 1 w 4008
δὲ 24 w 4010
αὖ 1 w 4012
ὑμῶν 8 w 4016
τοὺς 9 w 4020
πολλοὺς 2 w 4027
παρέχομαι 1 w 4036
καὶ 46 w 4040
ἀξιῶ 1 w 4044
ὑμᾶς 6 w 4048
ἀλλήλους 1 w 4056
διδάσκειν 1 w 4065
τε 47 w 4067
καὶ 47 w 4070
φράζειν 1 w 4077
ὅσοι 2 w 4082
ἐμοῦ 5 w 4086
πώποτε 1 w 4092
ἀκηκόατε 1 w 4100
διαλεγομένου 1 w 4112
πολλοὶ 4 w 4119
δὲ 25 w 4121
ὑμῶν 9 w 4125
οἱ 8 w 4127
τοιοῦτοί 1 w 4135
εἰσιν 3 w 4140
φράζετε 1 w 4148
οὖν 10 w 4151
ἀλλήλοις 1 w 4159
εἰ 19 w 4161
πώποτε 2 w 4167
5 w 4168
μικρὸν 2 w 4174
6 w 4175
μέγα 2 w 4179
ἤκουσέ 1 w 4185
τις 4 w 4188
ὑμῶν 10 w 4192
ἐμοῦ 6 w 4196
περὶ 2 w 4200
τῶν 16 w 4203
τοιούτων 2 w 4211
διαλεγομένου 2 w 4223
καὶ 48 w 4227
ἐκ 7 w 4229
τούτου 4 w 4235
γνώσεσθε 1 w 4243
ὅτι 4 w 4246
τοιαῦτʼ 1 w 4253
ἐστὶ 3 w 4257
καὶ 49 w 4260
τἆλλα 1 w 4265
περὶ 3 w 4269
ἐμοῦ 7 w 4273
2 w 4274
οἱ 9 w 4276
πολλοὶ 5 w 4282
λέγουσιν 2 w 4290
ἀλλὰ 2 w 4295
γὰρ 14 w 4298
οὔτε 3 w 4302
τούτων 3 w 4308
οὐδέν 2 w 4313
ἐστιν 4 w 4318
οὐδέ 3 w 4323
γʼ 1 w 4325
εἴ 6 w 4327
τινος 1 w 4332
ἀκηκόατε 2 w 4340
ὡς 6 w 4342
ἐγὼ 9 w 4345
παιδεύειν 1 w 4354
ἐπιχειρῶ 1 w 4362
ἀνθρώπους 1 w 4371
καὶ 50 w 4374
χρήματα 1 w 4381
πράττομαι 1 w 4390
οὐδὲ 12 w 4395
τοῦτο 8 w 4400
ἀληθές 3 w 4406
ἐπεὶ 1 w 4411
καὶ 51 w 4414
τοῦτό 2 w 4419
γέ 3 w 4421
μοι 4 w 4424
δοκεῖ 1 w 4429
καλὸν 1 w 4434
εἶναι 5 w 4439
εἴ 7 w 4442
τις 5 w 4445
οἷός 1 w 4449
τʼ 3 w 4451
εἴη 2 w 4454
παιδεύειν 2 w 4463
ἀνθρώπους 2 w 4472
ὥσπερ 8 w 4477
Γοργίας 1 w 4484
τε 54 w 4486
3 w 4487
Λεοντῖνος 1 w 4496
καὶ 52 w 4499
Πρόδικος 1 w 4507
4 w 4508
Κεῖος 1 w 4513
καὶ 53 w 4516
Ἱππίας 1 w 4522
5 w 4523
Ἠλεῖος 1 w 4529
τούτων 4 w 4536
γὰρ 15 w 4539
ἕκαστος 1 w 4546
10 w 4548
ἄνδρες 10 w 4554
οἷός 2 w 4559
τʼ 4 w 4561
ἐστὶν 3 w 4566
ἰὼν 1 w 4569
εἰς 2 w 4572
ἑκάστην 1 w 4579
τῶν 17 w 4582
πόλεων 1 w 4588
τοὺς 10 w 4592
νέους 1 w 4597
οἷς 1 w 4601
ἔξεστι 1 w 4607
τῶν 18 w 4610
ἑαυτῶν 1 w 4616
πολιτῶν 1 w 4623
προῖκα 1 w 4629
συνεῖναι 1 w 4637
2 w 4638
ἂν 6 w 4640
βούλωνται 1 w 4649
τούτους 3 w 4657
πείθουσι 1 w 4665
τὰς 1 w 4668
ἐκείνων 2 w 4675
συνουσίας 1 w 4684
ἀπολιπόντας 1 w 4695
σφίσιν 1 w 4701
συνεῖναι 2 w 4709
χρήματα 2 w 4716
διδόντας 1 w 4724
καὶ 54 w 4727
χάριν 1 w 4732
προσειδέναι 1 w 4743
ἐπεὶ 2 w 4748
καὶ 55 w 4751
ἄλλος 1 w 4756
ἀνήρ 2 w 4760
ἐστι 5 w 4764
Πάριος 1 w 4770
ἐνθάδε 2 w 4776
σοφὸς 2 w 4781
ὃν 1 w 4783
ἐγὼ 10 w 4786
ᾐσθόμην 1 w 4793
ἐπιδημοῦντα 1 w 4804
ἔτυχον 1 w 4811
γὰρ 16 w 4814
προσελθὼν 1 w 4823
ἀνδρὶ 1 w 4828
ὃς 1 w 4830
τετέλεκε 1 w 4838
χρήματα 3 w 4845
σοφισταῖς 1 w 4854
πλείω 1 w 4859
7 w 4860
σύμπαντες 1 w 4869
οἱ 10 w 4871
ἄλλοι 1 w 4876
Καλλίᾳ 1 w 4883
τῷ 5 w 4885
Ἱππονίκου 1 w 4894
τοῦτον 1 w 4901
οὖν 11 w 4904
ἀνηρόμην 1 w 4912
ἐστὸν 1 w 4918
γὰρ 17 w 4921
αὐτῷ 1 w 4925
δύο 1 w 4928
ὑεῖ 1 w 4931
11 w 4933
Καλλία 1 w 4939
ἦν 1 w 4942
δʼ 4 w 4944
ἐγώ 1 w 4947
εἰ 21 w 4950
μέν 12 w 4953
σου 1 w 4956
τὼ 1 w 4958
ὑεῖ 2 w 4961
πώλω 1 w 4965
8 w 4966
μόσχω 1 w 4971
ἐγενέσθην 1 w 4980
εἴχομεν 1 w 4988
ἂν 7 w 4990
αὐτοῖν 1 w 4996
ἐπιστάτην 1 w 5005
λαβεῖν 1 w 5011
καὶ 56 w 5014
μισθώσασθαι 1 w 5025
ὃς 2 w 5027
ἔμελλεν 1 w 5034
αὐτὼ 1 w 5038
καλώ 1 w 5042
τε 57 w 5044
κἀγαθὼ 1 w 5050
ποιήσειν 1 w 5058
τὴν 7 w 5061
προσήκουσαν 1 w 5072
ἀρετήν 1 w 5078
ἦν 2 w 5081
δʼ 5 w 5083
ἂν 8 w 5085
οὗτος 1 w 5090
9 w 5091
τῶν 21 w 5094
ἱππικῶν 1 w 5101
τις 6 w 5104
10 w 5105
τῶν 22 w 5108
γεωργικῶν 1 w 5117
νῦν 3 w 5121
δʼ 6 w 5123
ἐπειδὴ 1 w 5129
ἀνθρώπω 1 w 5136
ἐστόν 1 w 5141
τίνα 1 w 5146
αὐτοῖν 2 w 5152
ἐν 13 w 5154
νῷ 1 w 5156
ἔχεις 1 w 5161
ἐπιστάτην 2 w 5170
λαβεῖν 2 w 5176
τίς 3 w 5180
τῆς 3 w 5183
τοιαύτης 1 w 5191
ἀρετῆς 1 w 5197
τῆς 5 w 5201
ἀνθρωπίνης 1 w 5211
τε 58 w 5213
καὶ 57 w 5216
πολιτικῆς 1 w 5225
ἐπιστήμων 1 w 5235
ἐστίν 1 w 5240
οἶμαι 2 w 5246
γάρ 1 w 5249
σε 7 w 5251
ἐσκέφθαι 1 w 5259
διὰ 2 w 5262
τὴν 8 w 5265
τῶν 23 w 5268
ὑέων 1 w 5272
κτῆσιν 1 w 5278
ἔστιν 2 w 5284
τις 7 w 5287
ἔφην 1 w 5292
ἐγώ 2 w 5295
11 w 5297
οὔ 4 w 5299
πάνυ 3 w 5304
γε 15 w 5306
3 w 5308
δʼ 7 w 5310
ὅς 1 w 5312
τίς 4 w 5316
ἦν 3 w 5319
δʼ 8 w 5321
ἐγώ 3 w 5324
καὶ 58 w 5328
ποδαπός 1 w 5335
καὶ 59 w 5339
πόσου 1 w 5344
διδάσκει 2 w 5352
Εὔηνος 1 w 5359
ἔφη 2 w 5363
12 w 5365
Σώκρατες 1 w 5373
Πάριος 2 w 5380
πέντε 1 w 5386
μνῶν 1 w 5390
καὶ 60 w 5394
ἐγὼ 11 w 5397
τὸν 7 w 5400
Εὔηνον 1 w 5406
ἐμακάρισα 1 w 5415
εἰ 22 w 5417
ὡς 7 w 5419
ἀληθῶς 1 w 5425
ἔχοι 1 w 5429
ταύτην 4 w 5435
τὴν 9 w 5438
τέχνην 1 w 5444
καὶ 61 w 5447
οὕτως 3 w 5452
ἐμμελῶς 1 w 5459
διδάσκει 3 w 5467
ἐγὼ 12 w 5471
γοῦν 2 w 5475
καὶ 62 w 5478
αὐτὸς 2 w 5483
ἐκαλλυνόμην 1 w 5494
τε 61 w 5496
καὶ 63 w 5499
ἡβρυνόμην 1 w 5508
ἂν 9 w 5510
εἰ 23 w 5512
ἠπιστάμην 1 w 5521
ταῦτα 4 w 5526
ἀλλʼ 4 w 5531
οὐ 24 w 5533
γὰρ 18 w 5536
ἐπίσταμαι 1 w 5545
13 w 5547
ἄνδρες 11 w 5553
Ἀθηναῖοι 8 w 5561
ὑπολάβοι 1 w 5570
ἂν 10 w 5572
οὖν 12 w 5575
τις 8 w 5578
ὑμῶν 11 w 5582
ἴσως 3 w 5586
ἀλλʼ 5 w 5591
14 w 5593
Σώκρατες 2 w 5601
τὸ 13 w 5604
σὸν 1 w 5607
τί 11 w 5609
ἐστι 6 w 5613
πρᾶγμα 1 w 5619
πόθεν 1 w 5625
αἱ 1 w 5627
διαβολαί 1 w 5635
σοι 3 w 5638
αὗται 1 w 5643
γεγόνασιν 1 w 5652
οὐ 25 w 5655
γὰρ 19 w 5658
δήπου 3 w 5663
σοῦ 1 w 5666
γε 17 w 5668
οὐδὲν 7 w 5673
τῶν 24 w 5676
ἄλλων 1 w 5681
περιττότερον 1 w 5693
πραγματευομένου 1 w 5708
ἔπειτα 2 w 5714
τοσαύτη 1 w 5721
φήμη 2 w 5725
τε 65 w 5727
καὶ 64 w 5730
λόγος 1 w 5735
γέγονεν 2 w 5742
εἰ 24 w 5745
μή 6 w 5747
τι 35 w 5749
ἔπραττες 1 w 5757
ἀλλοῖον 1 w 5764
12 w 5765
οἱ 11 w 5767
πολλοί 1 w 5773
λέγε 6 w 5778
οὖν 13 w 5781
ἡμῖν 1 w 5785
τί 12 w 5787
ἐστιν 5 w 5792
ἵνα 2 w 5796
μὴ 5 w 5798
ἡμεῖς 1 w 5803
περὶ 4 w 5807
σοῦ 2 w 5810
αὐτοσχεδιάζωμεν 1 w 5825
ταυτί 1 w 5831
μοι 5 w 5834
δοκεῖ 2 w 5839
δίκαια 3 w 5845
λέγειν 6 w 5851
6 w 5852
λέγων 1 w 5857
κἀγὼ 1 w 5862
ὑμῖν 2 w 5866
πειράσομαι 1 w 5876
ἀποδεῖξαι 1 w 5885
τί 14 w 5887
ποτʼ 1 w 5891
ἐστὶν 4 w 5896
τοῦτο 10 w 5901
5 w 5902
ἐμοὶ 2 w 5906
πεποίηκεν 1 w 5915
τό 8 w 5917
τε 67 w 5919
ὄνομα 1 w 5924
καὶ 65 w 5927
τὴν 10 w 5930
διαβολήν 1 w 5938
ἀκούετε 1 w 5946
δή 5 w 5948
καὶ 66 w 5952
ἴσως 4 w 5956
μὲν 11 w 5959
δόξω 1 w 5963
τισὶν 1 w 5968
ὑμῶν 12 w 5972
παίζειν 1 w 5979
εὖ 1 w 5982
μέντοι 3 w 5988
ἴστε 1 w 5992
πᾶσαν 2 w 5998
ὑμῖν 3 w 6002
τὴν 11 w 6005
ἀλήθειαν 2 w 6013
ἐρῶ 1 w 6016
ἐγὼ 13 w 6020
γάρ 2 w 6023
15 w 6025
ἄνδρες 12 w 6031
Ἀθηναῖοι 9 w 6039
διʼ 2 w 6043
οὐδὲν 8 w 6048
ἀλλʼ 6 w 6052
13 w 6053
διὰ 3 w 6056
σοφίαν 1 w 6062
τινὰ 2 w 6066
τοῦτο 11 w 6071
τὸ 14 w 6073
ὄνομα 2 w 6078
ἔσχηκα 1 w 6084
ποίαν 1 w 6090
δὴ 5 w 6092
σοφίαν 2 w 6098
ταύτην 5 w 6104
ἥπερ 1 w 6109
ἐστὶν 5 w 6114
ἴσως 5 w 6118
ἀνθρωπίνη 2 w 6127
σοφία 3 w 6132
τῷ 7 w 6135
ὄντι 2 w 6139
γὰρ 20 w 6142
κινδυνεύω 1 w 6151
ταύτην 6 w 6157
εἶναι 6 w 6162
σοφός 2 w 6167
οὗτοι 6 w 6173
δὲ 29 w 6175
τάχʼ 1 w 6179
ἄν 15 w 6181
οὓς 3 w 6185
ἄρτι 2 w 6189
ἔλεγον 4 w 6195
μείζω 1 w 6201
τινὰ 3 w 6205
14 w 6206
κατʼ 1 w 6210
ἄνθρωπον 1 w 6218
σοφίαν 3 w 6224
σοφοὶ 1 w 6229
εἶεν 3 w 6233
15 w 6235
οὐκ 2 w 6238
ἔχω 2 w 6241
τί 15 w 6243
λέγω 8 w 6247
οὐ 29 w 6250
γὰρ 21 w 6253
δὴ 6 w 6255
ἔγωγε 2 w 6260
αὐτὴν 1 w 6265
ἐπίσταμαι 2 w 6274
ἀλλʼ 7 w 6279
ὅστις 1 w 6284
φησὶ 1 w 6288
ψεύδεταί 1 w 6296
τε 70 w 6298
καὶ 67 w 6301
ἐπὶ 3 w 6304
διαβολῇ 2 w 6311
τῇ 6 w 6313
ἐμῇ 1 w 6316
λέγει 7 w 6321
καί 3 w 6325
μοι 6 w 6328
16 w 6330
ἄνδρες 13 w 6336
Ἀθηναῖοι 10 w 6344
μὴ 6 w 6347
θορυβήσητε 1 w 6357
μηδʼ 2 w 6362
ἐὰν 2 w 6365
δόξω 2 w 6369
τι 43 w 6371
ὑμῖν 4 w 6375
μέγα 3 w 6379
λέγειν 7 w 6385
οὐ 30 w 6388
γὰρ 22 w 6391
ἐμὸν 1 w 6395
ἐρῶ 2 w 6398
τὸν 8 w 6401
λόγον 3 w 6406
ὃν 2 w 6408
ἂν 11 w 6410
λέγω 9 w 6414
ἀλλʼ 8 w 6419
εἰς 3 w 6422
ἀξιόχρεων 1 w 6431
ὑμῖν 5 w 6435
τὸν 9 w 6438
λέγοντα 2 w 6445
ἀνοίσω 1 w 6451
τῆς 6 w 6455
γὰρ 23 w 6458
ἐμῆς 1 w 6462
εἰ 26 w 6465
δή 6 w 6467
τίς 5 w 6470
ἐστιν 6 w 6475
σοφία 5 w 6480
καὶ 68 w 6483
οἵα 1 w 6486
μάρτυρα 2 w 6494
ὑμῖν 6 w 6498
παρέξομαι 1 w 6507
τὸν 10 w 6510
θεὸν 1 w 6514
τὸν 11 w 6517
ἐν 14 w 6519
Δελφοῖς 1 w 6526
Χαιρεφῶντα 1 w 6537
γὰρ 24 w 6540
ἴστε 2 w 6544
που 6 w 6547
οὗτος 2 w 6553
ἐμός 1 w 6557
τε 73 w 6559
ἑταῖρος 1 w 6566
ἦν 4 w 6568
ἐκ 10 w 6570
νέου 2 w 6574
καὶ 69 w 6577
ὑμῶν 13 w 6581
τῷ 8 w 6583
πλήθει 1 w 6589
ἑταῖρός 1 w 6596
τε 74 w 6598
καὶ 70 w 6601
συνέφυγε 1 w 6609
τὴν 13 w 6612
φυγὴν 1 w 6617
ταύτην 7 w 6623
καὶ 71 w 6626
μεθʼ 1 w 6630
ὑμῶν 14 w 6634
κατῆλθε 1 w 6641
καὶ 72 w 6645
ἴστε 3 w 6649
δὴ 7 w 6651
οἷος 1 w 6655
ἦν 5 w 6657
Χαιρεφῶν 2 w 6665
ὡς 8 w 6668
σφοδρὸς 1 w 6675
ἐφʼ 1 w 6678
ὅτι 5 w 6681
ὁρμήσειεν 1 w 6690
καὶ 73 w 6694
δή 7 w 6696
ποτε 3 w 6700
καὶ 74 w 6703
εἰς 4 w 6706
Δελφοὺς 1 w 6713
ἐλθὼν 1 w 6718
ἐτόλμησε 1 w 6726
τοῦτο 12 w 6731
μαντεύσασθαι 1 w 6743
καί 4 w 6747
ὅπερ 1 w 6752
λέγω 10 w 6756
μὴ 7 w 6759
θορυβεῖτε 1 w 6768
17 w 6770
ἄνδρες 14 w 6776
ἤρετο 1 w 6782
γὰρ 25 w 6785
δὴ 8 w 6787
εἴ 10 w 6789
τις 10 w 6792
ἐμοῦ 8 w 6796
εἴη 3 w 6799
σοφώτερος 1 w 6808
ἀνεῖλεν 1 w 6816
οὖν 14 w 6819
9 w 6820
Πυθία 1 w 6825
μηδένα 1 w 6831
σοφώτερον 1 w 6840
εἶναι 7 w 6845
καὶ 75 w 6849
τούτων 5 w 6855
πέρι 2 w 6859
8 w 6860
ἀδελφὸς 1 w 6867
ὑμῖν 7 w 6871
αὐτοῦ 1 w 6876
οὑτοσὶ 1 w 6882
μαρτυρήσει 1 w 6892
ἐπειδὴ 2 w 6899
ἐκεῖνος 1 w 6906
τετελεύτηκεν 1 w 6918
σκέψασθε 1 w 6927
δὴ 10 w 6929
ὧν 4 w 6931
ἕνεκα 2 w 6936
ταῦτα 5 w 6941
λέγω 11 w 6945
μέλλω 1 w 6951
γὰρ 26 w 6954
ὑμᾶς 7 w 6958
διδάξειν 1 w 6966
ὅθεν 1 w 6970
μοι 7 w 6973
10 w 6974
διαβολὴ 3 w 6981
γέγονεν 3 w 6988
ταῦτα 6 w 6994
γὰρ 27 w 6997
ἐγὼ 14 w 7000
ἀκούσας 1 w 7007
ἐνεθυμούμην 1 w 7018
οὑτωσί 2 w 7024
τί 17 w 7027
ποτε 4 w 7031
λέγει 9 w 7036
9 w 7037
θεός 1 w 7041
καὶ 76 w 7045
τί 18 w 7047
ποτε 5 w 7051
αἰνίττεται 1 w 7061
ἐγὼ 15 w 7065
γὰρ 28 w 7068
δὴ 11 w 7070
οὔτε 4 w 7074
μέγα 4 w 7078
οὔτε 5 w 7082
σμικρὸν 1 w 7089
σύνοιδα 1 w 7096
ἐμαυτῷ 1 w 7102
σοφὸς 3 w 7107
ὤν 3 w 7109
τί 19 w 7112
οὖν 15 w 7115
ποτε 6 w 7119
λέγει 10 w 7124
φάσκων 1 w 7130
ἐμὲ 1 w 7133
σοφώτατον 1 w 7142
εἶναι 8 w 7147
οὐ 31 w 7150
γὰρ 29 w 7153
δήπου 4 w 7158
ψεύδεταί 2 w 7166
γε 26 w 7168
οὐ 32 w 7171
γὰρ 30 w 7174
θέμις 1 w 7179
αὐτῷ 2 w 7183
καὶ 77 w 7187
πολὺν 2 w 7192
μὲν 12 w 7195
χρόνον 2 w 7201
ἠπόρουν 1 w 7208
τί 20 w 7210
ποτε 7 w 7214
λέγει 11 w 7219
ἔπειτα 3 w 7226
μόγις 1 w 7231
πάνυ 4 w 7235
ἐπὶ 4 w 7238
ζήτησιν 1 w 7245
αὐτοῦ 2 w 7250
τοιαύτην 2 w 7258
τινὰ 4 w 7262
ἐτραπόμην 1 w 7271
ἦλθον 1 w 7277
ἐπί 3 w 7280
τινα 1 w 7284
τῶν 25 w 7287
δοκούντων 1 w 7296
σοφῶν 1 w 7301
εἶναι 9 w 7306
ὡς 9 w 7309
ἐνταῦθα 1 w 7316
εἴπερ 1 w 7321
που 8 w 7324
ἐλέγξων 1 w 7331
τὸ 19 w 7333
μαντεῖον 1 w 7341
καὶ 78 w 7344
ἀποφανῶν 1 w 7352
τῷ 11 w 7354
χρησμῷ 1 w 7360
ὅτι 6 w 7363
οὑτοσὶ 2 w 7369
ἐμοῦ 9 w 7373
σοφώτερός 1 w 7382
ἐστι 9 w 7386
σὺ 1 w 7389
δʼ 10 w 7391
ἐμὲ 2 w 7394
ἔφησθα 1 w 7400
διασκοπῶν 1 w 7410
οὖν 16 w 7413
τοῦτον 2 w 7419
ὀνόματι 1 w 7427
γὰρ 31 w 7430
οὐδὲν 9 w 7435
δέομαι 3 w 7441
λέγειν 8 w 7447
ἦν 6 w 7450
δέ 11 w 7452
τις 11 w 7455
τῶν 26 w 7458
πολιτικῶν 1 w 7467
πρὸς 6 w 7471
ὃν 3 w 7473
ἐγὼ 16 w 7476
σκοπῶν 2 w 7482
τοιοῦτόν 1 w 7490
τι 54 w 7492
ἔπαθον 1 w 7498
18 w 7500
ἄνδρες 15 w 7506
Ἀθηναῖοι 11 w 7514
καὶ 79 w 7518
διαλεγόμενος 1 w 7530
αὐτῷ 3 w 7534
ἔδοξέ 1 w 7540
μοι 8 w 7543
οὗτος 3 w 7548
10 w 7549
ἀνὴρ 1 w 7553
δοκεῖν 1 w 7559
μὲν 13 w 7562
εἶναι 10 w 7567
σοφὸς 4 w 7572
ἄλλοις 1 w 7578
τε 92 w 7580
πολλοῖς 1 w 7587
ἀνθρώποις 1 w 7596
καὶ 80 w 7599
μάλιστα 3 w 7606
ἑαυτῷ 1 w 7611
εἶναι 11 w 7617
δʼ 11 w 7619
οὔ 7 w 7621
κἄπειτα 1 w 7629
ἐπειρώμην 1 w 7638
αὐτῷ 4 w 7642
δεικνύναι 1 w 7651
ὅτι 7 w 7654
οἴοιτο 1 w 7660
μὲν 14 w 7663
εἶναι 12 w 7668
σοφός 3 w 7673
εἴη 4 w 7677
δʼ 12 w 7679
οὔ 8 w 7681
ἐντεῦθεν 1 w 7690
οὖν 17 w 7693
τούτῳ 2 w 7698
τε 94 w 7700
ἀπηχθόμην 1 w 7709
καὶ 81 w 7712
πολλοῖς 2 w 7719
τῶν 27 w 7722
παρόντων 1 w 7730
πρὸς 7 w 7735
ἐμαυτὸν 1 w 7742
δʼ 13 w 7744
οὖν 18 w 7747
ἀπιὼν 1 w 7752
ἐλογιζόμην 1 w 7762
ὅτι 8 w 7765
τούτου 6 w 7771
μὲν 15 w 7774
τοῦ 21 w 7777
ἀνθρώπου 3 w 7785
ἐγὼ 17 w 7788
σοφώτερός 2 w 7797
εἰμι 2 w 7801
κινδυνεύει 1 w 7812
μὲν 16 w 7815
γὰρ 32 w 7818
ἡμῶν 1 w 7822
οὐδέτερος 1 w 7831
οὐδὲν 10 w 7836
καλὸν 2 w 7841
κἀγαθὸν 1 w 7848
εἰδέναι 2 w 7855
ἀλλʼ 9 w 7860
οὗτος 4 w 7865
μὲν 17 w 7868
οἴεταί 1 w 7874
τι 57 w 7876
εἰδέναι 3 w 7883
οὐκ 3 w 7886
εἰδώς 1 w 7891
ἐγὼ 18 w 7895
δέ 15 w 7897
ὥσπερ 9 w 7903
οὖν 19 w 7906
οὐκ 4 w 7909
οἶδα 2 w 7913
οὐδὲ 17 w 7918
οἴομαι 1 w 7924
ἔοικα 1 w 7930
γοῦν 3 w 7934
τούτου 7 w 7940
γε 29 w 7942
σμικρῷ 1 w 7948
τινι 1 w 7952
αὐτῷ 5 w 7956
τούτῳ 3 w 7961
σοφώτερος 2 w 7970
εἶναι 13 w 7975
ὅτι 9 w 7979
3 w 7980
μὴ 8 w 7982
οἶδα 3 w 7986
οὐδὲ 18 w 7990
οἴομαι 2 w 7996
εἰδέναι 4 w 8003
ἐντεῦθεν 2 w 8012
ἐπʼ 1 w 8015
ἄλλον 1 w 8020
ᾖα 1 w 8022
τῶν 28 w 8025
ἐκείνου 2 w 8032
δοκούντων 2 w 8041
σοφωτέρων 1 w 8050
εἶναι 14 w 8055
καί 5 w 8058
μοι 9 w 8061
ταὐτὰ 2 w 8066
ταῦτα 7 w 8071
ἔδοξε 2 w 8076
καὶ 82 w 8080
ἐνταῦθα 2 w 8087
κἀκείνῳ 1 w 8094
καὶ 83 w 8097
ἄλλοις 2 w 8103
πολλοῖς 3 w 8110
ἀπηχθόμην 2 w 8119
μετὰ 1 w 8124
ταῦτʼ 1 w 8129
οὖν 20 w 8132
ἤδη 3 w 8135
ἐφεξῆς 1 w 8141
ᾖα 2 w 8143
αἰσθανόμενος 1 w 8156
μὲν 18 w 8159
καὶ 84 w 8162
λυπούμενος 1 w 8172
καὶ 85 w 8175
δεδιὼς 1 w 8181
ὅτι 10 w 8184
ἀπηχθανόμην 1 w 8195
ὅμως 2 w 8200
δὲ 34 w 8202
ἀναγκαῖον 1 w 8211
ἐδόκει 1 w 8217
εἶναι 15 w 8222
τὸ 21 w 8224
τοῦ 22 w 8227
θεοῦ 1 w 8231
περὶ 5 w 8235
πλείστου 1 w 8243
ποιεῖσθαι 1 w 8252
ἰτέον 1 w 8258
οὖν 21 w 8261
σκοποῦντι 1 w 8271
τὸν 13 w 8274
χρησμὸν 1 w 8281
τί 21 w 8283
λέγει 13 w 8288
ἐπὶ 5 w 8292
ἅπαντας 1 w 8299
τούς 2 w 8303
τι 62 w 8305
δοκοῦντας 1 w 8314
εἰδέναι 5 w 8321