Scaife ATLAS

CTS Library / Adversus ea quae Juliano in Hippocratis Aphorismos enuntiata sunt

Adversus ea quae Juliano in Hippocratis Aphorismos enuntiata sunt (3-4)

urn:cts:greekLit:tlg0057.tlg094.1st1K-grc1:3-4
Refs {'start': {'reference': '3', 'human_reference': 'Chapter 3'}, 'end': {'reference': '4', 'human_reference': 'Chapter 4'}}
Ancestors []
Children []
prev
plain textXML
next

Κατὰ μὲν τὴν ἀρχὴν τοῦ βιβλίου τὰ πλείω πρὸς Σαβῖνον
ἀποτείνεται καταλιπὼν τὸν Ἱπποκράτην, καὶ τοῦτο
μὲν, ὡς ἔοικεν, ἐν ἁπάσῃ ποιεῖ τῇ πραγματείᾳ. καίτοι πρὸς
τοὺς Ἱπποκράτους ἀφορισμοὺς ἐπιγράφει αὐτὴν, οὐ πρὸς
τὰς Σαβίνου ἐξηγήσεις, εἶτα φλυαρεῖ πολλὰ, καθάπερ ἔθος
αὐτῷ, λῆρόν τινα ῥημάτων ἀσαφῶν συντιθεὶς, ὧν εἰ μὲν
ἐλέγχειν τις ἐπιχειροῖ, φθάσει πληρώσας βιβλίον μέγιστον,
πρὶν ἅψασθαι δόξῃ, συγχωρῶν οὐ λελέχθαι πάντα. γράφοντα
μὲν οὖν δυσδιάθετον καὶ τοῦτο, μᾶλλον δ ἄπορον
ἐσχάτως. ἐν μέντοι τοῖς αὐτοσχεδίοις λόγοις, οὓς πολλάκις
ἐποιησάμεθα, παρόντων ἀνδρῶν πεπαιδευμένων ἐπιδέδεικταί
τις ἡμῖν εὐπορία, καθ ὁμοιότητα τῶν εἰς τοὺς παλαιοὺς
ἐξηγήσεων εὑρεθεῖσα· καθάπερ γὰρ ἐκείνων τὸ προβληθὲν
βιβλίον ἐν ταῖς δημοσίοις ἐπιδείξεσιν ἐξηγούμεθα. * *
* * εἰ δὲ μεθοδικὸς φαίη λεληθότως φυσικευόμενος,
ὅτι μὴ ἀλαζὼν μηδὲ μεγαληγόρος, μηδ εἰς μέσον φέρω
τὴν ἄνωθεν ῥίζαν τοῦ κεκρυμμένου δόγματος, δύο εἶναι τὰ

256
σώματος πάθη. τῷ γὰρ κατὰ φύσιν συνεστῶτι δύο ἂν ἐφεδρεύσειαν
τροπαὶ καὶ μεταβολαὶ ἀλλήλαις ἐναντίαι, συναγομένου
πλείω χεομένου βίᾳ, διανοητὰ ἂν δοκοίη λέγειν,
οὐ μὲν διαφυσικευομένοις τοῖς φιλοσόφοις καὶ περὶ τῆς τῶν
ὅλων ὕλης διειλεγμένοις, ἀλλ ἰατροῖς φυσικοῖς. αὕτη μέν
σοι μία ῥῆσίς ἐστι τῶν θαυμαστῶν Ἰουλιανοῦ λόγων, οἷς
380
ἀποχωρῶν ὧν Ἀσκληπιάδης καὶ Θεμίσων καὶ Θεσσαλὸς
ἔθεντο στοιχεῖα, ἐπὶ τοὺς προειρημένους ἥκει φιλοσόφους
ἀναιροῦντας ἐκ τοῦδε τοῦ κόσμου παντάπασι τὸ κενόν.
ἑτέρα δ ἐφεξῆς αὐτῆς ἥδε· ἀλλ ἐπιχωρήσειν καὶ μήτ
ἐκείνης κατάσχοιμ αὐτὸ λοιπὸν τῆς γλώττης, ὡς μὴ εἴποιμι.
τί γὰρ ἂν ἐμοὶ τόδε; ὅτι ταῖσδε ταῖς τροπαῖς, ὥσπερ
ἠκολούθησεν τῶν στοιχείων γένεσις, οὕτω καὶ θερμοῦ φύσις
καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. ἐκείνων γὰρ πρώτων
τῶν γόνων ἔγγονα ποιήματα ἂν εἴη. ὅρα πῶς ἐν ὑψηλοτάτοις
θρόνοις καὶ μετεωροτάτοις καθημένη μέθοδος ἐλάνθανεν,
ἣν ὑπὸ ἐπιεικείας καὶ μετριότητος βουλόμενος λανθάνειν.
257
ἐν οὐρανῷ ἔδειξα καὶ ἐξεκάλυψα μόνος καὶ πρῶτος
ἐπισκοτοῦν νέφος παραγαγὼν καὶ ἐλευθερώσας. ταῦτ οὖν
Ἰουλιανὸς λέγει καὶ τούτων ἑξῆς. ἄλλο τι μὴ νῦν ξυμφεροίμην
Ἐπικούρῳ οὐχ ἑλόμενος αὐτοῦ τὰ στοιχεῖα, οὐχ
ἑνώσαντι τὴν οὐσίαν. ἐν μὲν δὴ τῷ περὶ τῆς μεθόδου
ταῦτά τε καὶ ἄλλα πολλὰ γέγραπται, τὸ βιβλίον ὅλον Ἰουλιανοῦ
ἐπιγράφοντος Φίλωνα. δι ἄλλου δ αὖθις, ἐν
περὶ τῶν ψυχικῶν καὶ σωματικῶν παθῶν λόγος ἐστὶν αὐτῷ,
γράφει ταυτί· σύμμετρον μὲν δὴ κατάστασιν καὶ μεμετρημένην
συναγωγῆς τε καὶ χύσεως ὑποστησάμενοι ἐπὶ
τῶν ἀνθρωπείων συγκριμάτων, ὄνομα αὐτῇ ἐθέμεθα ὑγείαν.
ἥδε δὲ μεσότης ὑπὸ τῶν νόσων ἐπιβουλευθεῖσα ἐξ ἀνάγκης
πάσχει τὰ σώματα συναγόμενα καὶ σκληρυνόμενα καὶ
ξηρότερα γιγνόμενα χεόμενα καὶ μαλακυνόμενα καὶ
ὑγραινόμενα.

Αὗται μὲν οὖν αἱ ῥήσεις τοῦ λαμπροτάτου σοφιστοῦ,
Ζήνωνι καὶ Ἀριστοτέλει καὶ Πλάτωνι τοὺς μεθοδικοὺς ἰατροὺς

258
ἕπεσθαι φάσκοντος. ἡμεῖς δ αὖθις ἀναμνήσομεν
αὐτῶν ὡς ἕκαστος τούτων τῶν φιλοσόφων ἅμα πολλοῖς τοῖς
μετ αὐτὸν εὐκρασίαν μὲν ἡγεῖται τὴν ὑγείαν εἶναι θερμοῦ
καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ. νοσήματα δὲ γίγνεσθαι
τὰ γοῦν κατὰ δίαιταν ὑπερβάλλοντος ἑκάστου τῶν εἰρημένων
ἐλλεί
339
ποντος, εἶναι δὲ καὶ χυμοὺς ἐν τῷ σώματι,
τοὺς μὲν ὑγροὺς καὶ ξηροὺς κατὰ δύναμιν, ἐνίους δὲ
θερμοὺς ψυχροὺς ἀναλογίζοντας νοσήμασιν. οὕτω Πλάτων
ἅμα τοῖς ὑπ αὐτοῦ πᾶσιν, οὕτως Ἀριστοτέλης ἅμα
τοῖς ἐκ τοῦ περιπάτου, οὕτω Ζήνων καὶ Χρύσιππος ἅμα
τοῖς ἄλλοις στωϊκοῖς ἐγίνωσκον. Ἰουλιανὸς δ οὐδ ἀνέγνω
τι βιβλίον ὧν εἶπον ἀνδρῶν, οὔθ ὅλως ἀκολούθου καὶ μαχομένου
σύνεσιν ἔχει, πάντως γὰρ ἂν ᾔσθετο τῇ μὲν ἀναιρούσῃ
τὸ κενὸν αἱρέσει ταῦθ ἑπόμενα, τοῦθ ὑπάρχειν εἰπούσῃ
συμμετρίαν μέν τινα πόρων εἶναι τὴν ὑγείαν. ἐν
στεγνώσει δὲ καὶ ῥύσει τῶν δι αὐτὸ φερομένων συνίστασθαι
τὰ κατὰ διαίτην νοσήματα. πότερον οὖν Ἀριστοτέλους
καὶ Χρυσίππου καὶ τῶν ἄλλων ἁπάντων περιπατητικῶν
259
τε καὶ στωϊκῶν ἑξῆς παραγράψω τὰς ῥήσεις, ἐν αἷς
φλέγμα καὶ χολὴν αἰτιῶνται καὶ τὰ πρῶτα νοσήματα τέτταρα
ὑπάρχειν
381
φασὶν, ὥσπερ καὶ τὰ στοιχεῖα τὸ
θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν. τοῦτο
μὲν ὡς ἂν οὐχ ἓν δύο βιβλία πληρῶσαι δυνάμενον, ἀλλὰ
καὶ τρία καὶ τέτταρα καὶ πλείω παραλιπεῖν ἄμεινον, ἀρκεσθῆναι
δὲ μόνον τοῖς ὑπὸ Πλάτωνος εἰρημένοις. εἰς οὓς
ἅμεινον τοῦτο πρᾶξαι καὶ μὴ συναδολεσχεῖν τὰ πάντα ληρώδει
σοφιστῇ. τοσοῦτον μόνον εἰπὼν ὑπὲρ τῶν ἐκ τοῦ
περιπάτου τε καὶ τῆς στοᾶς τῶν φιλοσόφων ἀπαλλάξομεν.
οὐδὲν ἂν εὑροῖς οὔτ Ἀριστοτέλους οὔτε Θεοφράστου βιβλίον,
ἐν περὶ νοσημάτων ἀναγκασθέντες εἰπεῖν τι θερμοῦ
καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ μνημονεῦσαι διῆλθον
τὸν λόγον, ἀλλὰ καὶ τούτων ἀεὶ μέμνηνται καὶ σὺν αὐτοῖς
πολλάκις ἑκατέρας τῆς χολῆς, μελαίνης τε καὶ ξανθῆς, οὐκ
ὀλιγάκις δὲ καὶ φλέγματος, οἵ γε τὰς διαφορὰς αὐτῶν διέρχονται,
τὸ μὲν ὀξὺ, τὸ δ ἁλμυρὸν ἁλυκὸν, ἄλλο δὲ
γλυκὺ προσαγορεύοντες. οὐ μὴν οὐδὲ Χρύσιππος ἑτέρως,
260
ἀλλ οὕτως ἀεὶ καὶ περὶ νοσημάτων καὶ περὶ τῶν χυμῶν
διαλέγεται. εἴ τις ἐθέλοι μόνων τῶν εἰρημένων τριῶν ἀνδρῶν
ἐκλέγειν τὰς ῥήσεις, οὐκ ὀλίγα πληρώσει βιβλία, σχολάζων
δ οὕτως τις ὥσπερ Ἰουλιανὸς ἐπὶ τῆς Ἀλεξανδρείας
ἐσχόλαζεν. ἐὰν δὲ καὶ τῶν ἄλλων τῶν στωϊκῶν περιπατητικῶν
ἑκάστου ἐκλέγειν τὰς ῥήσεις, ὅλην βιβλιοθήκην
πληρώσει· ἀλλ ὥσπερ ἔφην, ἐάσας τούτους, ἀρκεσθήσομαι
μόνον τοῦ Πλάτωνος ῥήσεσιν, ἑπομένου κατὰ πάντα τοῖς
τοῦ Ἱπποκράτους δόγμασιν. οὐ μὴν οὐδὲ παρὰ τούτων
τῶν ἄλλων ἐκλέξας βιβλίων ὄντων πολλῶν, ἀλλ ἐξ ἑνὸς ἀρκεσθησόμενος
μόνου τοῦ Τιμαίου περιγράφομαι ταῦτα. τὸ
δὲ τῶν νόσων ξυνίσταται, δῆλόν που καὶ παντί. τεττάρων
γὰρ ὄντων γενῶν ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς καὶ
ὕδατός τε καὶ πυρὸς καὶ ἀέρος, τούτων παρὰ τὴν φύσιν
πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας
ἐπ ἀλλοτρίαν γινομένη. πυρός τε αὖ καὶ τῶν ἑτέρων, ἐπειδὴ
πλέονα γένη ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον
ἑαυτῷ προσλαμβάνει καὶ πάνθ ὅσα τοιαῦτα, εἰ στάσεις
261
καὶ νόσους παρέχει. παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου
καὶ μεθισταμένου, θερμαίνειεν ὅσα ἄν περ πρότερον ψύχηται.
ξηρὰ δ ὄντα εἰς ὕστερον γίνεται νοτερὰ καὶ κοῦφα
δὴ καὶ βαρέα καὶ πάσας πάντη μεταβολὰς δέχεται. ἐν
ταύτῃ μὲν οὖν τῇ ῥήσει σαφῶς Πλάτων ἀκολουθεῖ τῷ
Ἱπποκράτει κατὰ πρῶτα στοιχεῖα καὶ τὰς ποιότητας αὐτῶν.
ἐν δὲ τοῖς μετὰ ταῦτα καὶ τοὺς χυμούς πως αἰτιώμενος τῶν
νοσημάτων ὡδί πως φησί· τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν
πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθὲν, ἔξω δὲ τοῦ σώματος
ἀναπνοὰς ἴσχον ἠπιώτερον μὲν, καταποικίλλει δὲ τὸ
σῶμα, λεύκας, ἀλφούς τε καὶ τὰ τούτων συγγενῆ νοσήματα
ἀποτῖκτον. μετὰ δὲ χολῆς μελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους
τὰς ἐν τῇ κεφαλῇ θειοτάτας οὔσας ἐπισκεδαννύμενον
καὶ ξυνταράττον αὐτὰς, καθ ὕπνου μὲν ἐὸν πρᾳότερον,
ἐγρηγορόσι δὲ ἐπιτιθέμενον δυσαπαλλακτότερον· νόσημα
δ ἱερᾶς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται. καὶ
ταύτῃ γε τῇ ῥήσει πάλιν ἐπιφέρον ἑτέραν φησί· φλέγμα δ
ὀξὺ καὶ ἁλμυρὸν, πηγὴ πάντων νοσημάτων ὅσα γίνεται καταῤῥοικὰ,
262
διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥεῖ παντοδαποὺς ὄντας,
παντοῖα ὀνόματα εἴληφεν. οὕτω μὲν οὖν Πλάτων
περὶ τοῦ φλέγ
382
ματος ἀπεφήνατο καὶ σὺν αὐτῷ μελαίνης
χολῆς. ἐφεξῆς δ ἄκουσον λέγει περὶ τῆς ξανθῆς·
ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ κάεσθαί
τε καὶ φλέγεσθαι, διὰ χολὴν γέγονε πάντα. λαμβάνουσα
μὲν οὖν ἀναπνοὴν ἔξω παντοῖα ἀναπέμπει φυσήματα ζέουσα,
καθειργνυμένη δὲ ἐντὸς πυρίκαυστα νοσήματα πολλὰ ἐμποιεῖ.
μέγιστον δ ὅταν αἵματι καθαρῷ συγκερασθεῖσα τὸ τῶν
ἰνῶν γένος ἐκ τῆς ἑαυτῶν διαφορῇ τάξεως, αἳ διεσπάρησαν
εἰς αἷμα, ἵνα συμμέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ
μήτε διὰ θερμότητα, ὡς ὑγρὸν ἐκ μανοῦ τοῦ σώματος
ἐκρέοι, μήτ αὖ πυκνότερον δυσκίνητον ὂν μόγις ἀντιστρέφοιτο
ἐν ταῖς φλεψί. καιρὸν δὴ τούτων ἶνες τῇ τῆς φύσεως
γενέσει φυλάττουσιν, ἃς ὅταν τις καὶ τεθνεότος αἵματος
ἐν ψύχει τε ὄντος πρὸς ἀλλήλας ξυναγάγοι, διαχεῖται
πᾶν τὸ λοιπὸν αἷμα. ἐαθεῖσαι δὲ παχὺ μετὰ τοῦ
περιεστῶτος αὐτὸ ψύχους ξυμπηγνύασι. ταύτην δὴ τὴν
263
δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι, χολὴ φύσει παλαιὸν αἷμα
γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερμὴ
καὶ ὑγρὰ, κατ ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα, πήγνυται
διὰ τὴν τῶν ἰνῶν δύναμιν. πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη
χειμῶνα καὶ τρόμον ἐντὸς παρέχει. πλεῖον
δ ἐπιῤῥέουσα, τῇ παρ αὐτῆς θερμότητι κρατήσασα, τὰς
ἶνας εἰς ἀταξίαν ζέσασα διέσωσε. καὶ ἐὰν μὲν ἱκανὴ διὰ
τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ μυελοῦ διαπεράσασα
γένος, καίουσα ἔλυσε τὰ τῆς ψυχῆς αὐτόθεν οἷον νεὼς πείσματα,
μεθήκε δὲ ἐλευθέραν. ὅταν δὲ ἐλάττων , τό τε
σῶμα ἀντίσχῃ τηκόμενον, αὐτὴ κρατηθεῖσα κατὰ πᾶν τὸ
σῶμα ἐξέπεσεν διὰ τῶν φλεβῶν εἰς τὴν κάτω ξυνωσθεῖσα
τὴν ἄνω κοιλίαν, οἷον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ
τοῦ σώματος ἐκπίπτουσα, διαῤῥοίας καὶ δυσεντερίας καὶ τὰ
τοιαῦτα νοσήματα πάντα παρέχετο. ταυτὶ μὲν οὖν ἐν μόνῳ
τῷ Τιμαίῳ Πλάτων εἶπεν ἑπόμενος Ἱπποκράτει· τὰ δὲ
τῶν ἄλλων αὐτοῦ βιβλίων εἴ τις ἐκλέγοι, πάντα δόξει μιμεῖσθαι
μακρολογίας ἕνεκα τὸν Ἰουλιανόν. ἔτι δὲ δὴ μᾶλλον
264
εἰ τὰ παρὰ Θεοφράστου καὶ Ἀριστοτέλους καὶ Χρυσίππου
καὶ πᾶσι τοῖς περιπατητικοῖς τε καὶ στωϊκοῖς εἰρημένα,
περὶ θερμοῦ καὶ ὑγροῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ χολῆς
καὶ φλέγματος, ὑγείας τε καὶ νόσου παραγράφῃ σύμπαντα.
καὶ γὰρ νῦν ἡγοῦμαι ἤδη τινὰς μέμφεσθαι τοῦ μήκους ἡμῖν
τῶν λόγων εἰς ἔλεγχον ἀναισθήτου σοφιστοῦ συγκειμένων.
ὃς γὰρ οὐκ ὤκνησεν, Ζεῦ καὶ θεοὶ, Πλάτωνα μὲν καὶ
Ἀριστοτέλην καὶ Ζήνωνα καὶ τοὺς ἀπ αὐτῶν φιλοσόφους
ἐπαινεῖν, ἐξελέγχειν δὲ τὰ περὶ τῶν τοῦ σώματος στοιχείων
ὑφ Ἱπποκράτους εἰρημένα, τί ἂν ἐπὶ τῶν πάντων
τοιοῦτος εἰπεῖν αἰδεσθῇ; ταῦτα μὲν ἀφείσθω.

Tokens

Κατὰ 1 w 4
μὲν 1 w 7
τὴν 1 w 10
ἀρχὴν 1 w 15
τοῦ 1 w 18
βιβλίου 1 w 25
τὰ 2 w 27
πλείω 1 w 32
πρὸς 1 w 36
Σαβῖνον 1 w 43
ἀποτείνεται 1 w 54
καταλιπὼν 1 w 63
τὸν 1 w 66
Ἱπποκράτην 1 w 76
καὶ 1 w 80
τοῦτο 1 w 85
μὲν 2 w 88
ὡς 1 w 91
ἔοικεν 1 w 97
ἐν 1 w 100
ἁπάσῃ 1 w 105
ποιεῖ 1 w 110
τῇ 1 w 112
πραγματείᾳ 1 w 122
καίτοι 1 w 129
πρὸς 2 w 133
τοὺς 1 w 137
Ἱπποκράτους 1 w 148
ἀφορισμοὺς 1 w 158
ἐπιγράφει 1 w 167
αὐτὴν 1 w 172
οὐ 1 w 175
πρὸς 3 w 179
τὰς 1 w 182
Σαβίνου 1 w 189
ἐξηγήσεις 1 w 198
εἶτα 1 w 203
φλυαρεῖ 1 w 210
πολλὰ 1 w 215
καθάπερ 1 w 223
ἔθος 1 w 227
αὐτῷ 1 w 231
λῆρόν 1 w 237
τινα 1 w 241
ῥημάτων 1 w 248
ἀσαφῶν 1 w 254
συντιθεὶς 1 w 263
ὧν 1 w 266
εἰ 1 w 268
μὲν 3 w 271
ἐλέγχειν 1 w 279
τις 1 w 282
ἐπιχειροῖ 1 w 291
φθάσει 1 w 298
πληρώσας 1 w 306
βιβλίον 1 w 313
μέγιστον 1 w 321
πρὶν 1 w 326
ἅψασθαι 1 w 333
δόξῃ 1 w 337
συγχωρῶν 1 w 346
οὐ 2 w 348
λελέχθαι 1 w 356
πάντα 1 w 361
γράφοντα 1 w 370
μὲν 4 w 373
οὖν 1 w 376
δυσδιάθετον 1 w 387
καὶ 2 w 390
τοῦτο 2 w 395
μᾶλλον 1 w 402
δ 4 w 403
ἄπορον 1 w 410
ἐσχάτως 1 w 417
ἐν 2 w 420
μέντοι 1 w 426
τοῖς 1 w 430
αὐτοσχεδίοις 1 w 442
λόγοις 1 w 448
οὓς 1 w 452
πολλάκις 1 w 460
ἐποιησάμεθα 1 w 471
παρόντων 1 w 480
ἀνδρῶν 1 w 486
πεπαιδευμένων 1 w 499
ἐπιδέδεικταί 1 w 511
τις 2 w 514
ἡμῖν 1 w 518
εὐπορία 1 w 525
καθ 2 w 529
ὁμοιότητα 1 w 539
τῶν 1 w 542
εἰς 1 w 545
τοὺς 2 w 549
παλαιοὺς 1 w 557
ἐξηγήσεων 1 w 566
εὑρεθεῖσα 1 w 575
καθάπερ 2 w 583
γὰρ 1 w 586
ἐκείνων 1 w 593
τὸ 2 w 595
προβληθὲν 1 w 604
βιβλίον 2 w 611
ἐν 3 w 613
ταῖς 1 w 617
δημοσίοις 1 w 626
ἐπιδείξεσιν 1 w 637
ἐξηγούμεθα 1 w 647
εἰ 3 w 654
δὲ 1 w 656
2 w 657
μεθοδικὸς 1 w 666
φαίη 1 w 670
λεληθότως 1 w 679
φυσικευόμενος 1 w 692
ὅτι 1 w 696
μὴ 1 w 698
ἀλαζὼν 1 w 704
μηδὲ 1 w 708
μεγαληγόρος 1 w 719
μηδ 2 w 723
εἰς 2 w 727
μέσον 1 w 732
φέρω 1 w 736
τὴν 3 w 739
ἄνωθεν 1 w 745
ῥίζαν 1 w 750
τοῦ 4 w 753
κεκρυμμένου 1 w 764
δόγματος 1 w 772
δύο 1 w 776
εἶναι 1 w 781
τὰ 4 w 783
σώματος 1 w 790
πάθη 1 w 794
τῷ 2 w 797
γὰρ 2 w 800
κατὰ 1 w 804
φύσιν 1 w 809
συνεστῶτι 1 w 818
δύο 2 w 821
ἂν 1 w 823
ἐφεδρεύσειαν 1 w 835
τροπαὶ 1 w 841
καὶ 3 w 844
μεταβολαὶ 1 w 853
ἀλλήλαις 1 w 861
ἐναντίαι 1 w 869
1 w 871
συναγομένου 1 w 882
πλείω 2 w 887
2 w 888
χεομένου 1 w 896
βίᾳ 1 w 899
διανοητὰ 1 w 908
ἂν 2 w 910
δοκοίη 1 w 916
λέγειν 1 w 922
οὐ 3 w 925
μὲν 5 w 928
διαφυσικευομένοις 1 w 945
τοῖς 2 w 949
φιλοσόφοις 1 w 959
καὶ 4 w 962
περὶ 1 w 966
τῆς 1 w 969
τῶν 2 w 972
ὅλων 1 w 976
ὕλης 1 w 980
διειλεγμένοις 1 w 993
ἀλλ 2 w 997
ἰατροῖς 1 w 1005
φυσικοῖς 1 w 1013
αὕτη 1 w 1018
μέν 8 w 1021
σοι 1 w 1024
μία 1 w 1027
ῥῆσίς 1 w 1032
ἐστι 1 w 1036
τῶν 3 w 1039
θαυμαστῶν 1 w 1048
Ἰουλιανοῦ 1 w 1057
λόγων 1 w 1062
οἷς 1 w 1066
ἀποχωρῶν 1 w 1074
ὧν 2 w 1076
3 w 1077
Ἀσκληπιάδης 1 w 1088
καὶ 5 w 1091
Θεμίσων 1 w 1098
καὶ 6 w 1101
Θεσσαλὸς 1 w 1109
ἔθεντο 1 w 1115
στοιχεῖα 1 w 1123
ἐπὶ 1 w 1127
τοὺς 3 w 1131
προειρημένους 1 w 1144
ἥκει 1 w 1148
φιλοσόφους 1 w 1158
ἀναιροῦντας 1 w 1169
ἐκ 2 w 1171
τοῦδε 1 w 1176
τοῦ 6 w 1179
κόσμου 1 w 1185
παντάπασι 1 w 1194
τὸ 3 w 1196
κενόν 1 w 1201
ἑτέρα 1 w 1207
δ 26 w 1208
ἐφεξῆς 1 w 1215
αὐτῆς 1 w 1220
ἥδε 1 w 1223
ἀλλ 3 w 1227
ἐπιχωρήσειν 1 w 1239
καὶ 7 w 1242
μήτ 1 w 1245
ἐκείνης 1 w 1253
κατάσχοιμ 1 w 1262
αὐτὸ 1 w 1267
λοιπὸν 1 w 1273
τῆς 3 w 1276
γλώττης 1 w 1283
ὡς 2 w 1286
μὴ 2 w 1288
εἴποιμι 1 w 1295
τί 2 w 1298
γὰρ 3 w 1301
ἂν 3 w 1303
ἐμοὶ 1 w 1307
τόδε 1 w 1311
3 w 1313
ὅτι 2 w 1316
ταῖσδε 1 w 1322
ταῖς 2 w 1326
τροπαῖς 1 w 1333
ὥσπερ 1 w 1339
ἠκολούθησεν 1 w 1350
2 w 1351
τῶν 5 w 1354
στοιχείων 1 w 1363
γένεσις 1 w 1370
οὕτω 1 w 1375
καὶ 8 w 1378
θερμοῦ 1 w 1384
φύσις 1 w 1389
καὶ 9 w 1392
ψυχροῦ 1 w 1398
καὶ 10 w 1401
ὑγροῦ 1 w 1406
καὶ 11 w 1409
ξηροῦ 1 w 1414
ἐκείνων 2 w 1422
γὰρ 4 w 1425
πρώτων 1 w 1431
τῶν 6 w 1434
γόνων 1 w 1439
ἔγγονα 1 w 1445
ποιήματα 1 w 1453
ἂν 4 w 1455
εἴη 1 w 1458
ὅρα 1 w 1462
πῶς 1 w 1465
ἐν 5 w 1467
ὑψηλοτάτοις 1 w 1478
θρόνοις 1 w 1485
καὶ 12 w 1488
μετεωροτάτοις 1 w 1501
καθημένη 1 w 1509
3 w 1510
μέθοδος 1 w 1517
ἐλάνθανεν 1 w 1526
ἣν 1 w 1529
ὑπὸ 1 w 1532
ἐπιεικείας 1 w 1542
καὶ 13 w 1545
μετριότητος 1 w 1556
βουλόμενος 1 w 1566
λανθάνειν 1 w 1575
ἐν 6 w 1578
οὐρανῷ 1 w 1584
ἔδειξα 1 w 1590
καὶ 14 w 1593
ἐξεκάλυψα 1 w 1602
μόνος 1 w 1607
καὶ 15 w 1610
πρῶτος 1 w 1616
ἐπισκοτοῦν 1 w 1626
νέφος 1 w 1631
παραγαγὼν 1 w 1640
καὶ 16 w 1643
ἐλευθερώσας 1 w 1654
ταῦτ 1 w 1659
οὖν 2 w 1663
4 w 1664
Ἰουλιανὸς 1 w 1673
λέγει 2 w 1678
καὶ 17 w 1681
τούτων 1 w 1687
ἑξῆς 1 w 1691
ἄλλο 1 w 1696
τι 9 w 1698
μὴ 3 w 1700
νῦν 1 w 1703
ξυμφεροίμην 1 w 1714
Ἐπικούρῳ 1 w 1722
οὐχ 1 w 1725
ἑλόμενος 1 w 1733
αὐτοῦ 1 w 1738
τὰ 7 w 1740
στοιχεῖα 2 w 1748
οὐχ 2 w 1752
ἑνώσαντι 1 w 1760
τὴν 4 w 1763
οὐσίαν 1 w 1769
ἐν 7 w 1772
μὲν 6 w 1775
δὴ 1 w 1777
τῷ 3 w 1779
περὶ 2 w 1783
τῆς 4 w 1786
μεθόδου 1 w 1793
ταῦτά 1 w 1798
τε 4 w 1800
καὶ 18 w 1803
ἄλλα 1 w 1807
πολλὰ 2 w 1812
γέγραπται 1 w 1821
τὸ 5 w 1824
βιβλίον 3 w 1831
ὅλον 1 w 1835
Ἰουλιανοῦ 2 w 1844
ἐπιγράφοντος 1 w 1856
Φίλωνα 1 w 1862
δι 6 w 1865
ἄλλου 1 w 1871
δ 35 w 1872
αὖθις 1 w 1878
ἐν 8 w 1881
1 w 1882
περὶ 3 w 1886
τῶν 7 w 1889
ψυχικῶν 1 w 1896
καὶ 19 w 1899
σωματικῶν 1 w 1908
παθῶν 1 w 1913
5 w 1914
λόγος 1 w 1919
ἐστὶν 1 w 1924
αὐτῷ 2 w 1928
γράφει 2 w 1935
ταυτί 1 w 1940
σύμμετρον 1 w 1950
μὲν 7 w 1953
δὴ 2 w 1955
κατάστασιν 1 w 1965
καὶ 20 w 1968
μεμετρημένην 1 w 1980
συναγωγῆς 1 w 1989
τε 5 w 1991
καὶ 21 w 1994
χύσεως 1 w 2000
ὑποστησάμενοι 1 w 2013
ἐπὶ 2 w 2016
τῶν 8 w 2019
ἀνθρωπείων 1 w 2029
συγκριμάτων 1 w 2040
ὄνομα 1 w 2046
αὐτῇ 1 w 2050
ἐθέμεθα 1 w 2057
ὑγείαν 1 w 2063
ἥδε 2 w 2067
δὲ 3 w 2069
4 w 2070
μεσότης 1 w 2077
ὑπὸ 2 w 2080
τῶν 9 w 2083
νόσων 1 w 2088
ἐπιβουλευθεῖσα 1 w 2102
ἐξ 5 w 2104
ἀνάγκης 1 w 2111
πάσχει 1 w 2117
τὰ 8 w 2119
σώματα 1 w 2125
συναγόμενα 1 w 2135
καὶ 22 w 2138
σκληρυνόμενα 1 w 2150
καὶ 23 w 2153
ξηρότερα 1 w 2161
γιγνόμενα 1 w 2170
4 w 2171
χεόμενα 1 w 2178
καὶ 24 w 2181
μαλακυνόμενα 1 w 2193
καὶ 25 w 2196
ὑγραινόμενα 1 w 2207
Αὗται 1 w 2213
μὲν 8 w 2216
οὖν 3 w 2219
αἱ 1 w 2221
ῥήσεις 1 w 2227
τοῦ 9 w 2230
λαμπροτάτου 1 w 2241
σοφιστοῦ 1 w 2249
Ζήνωνι 1 w 2256
καὶ 26 w 2259
Ἀριστοτέλει 1 w 2270
καὶ 27 w 2273
Πλάτωνι 1 w 2280
τοὺς 4 w 2284
μεθοδικοὺς 1 w 2294
ἰατροὺς 1 w 2301
ἕπεσθαι 1 w 2308
φάσκοντος 1 w 2317
ἡμεῖς 1 w 2323
δ 40 w 2324
αὖθις 2 w 2330
ἀναμνήσομεν 1 w 2341
αὐτῶν 1 w 2346
ὡς 3 w 2348
ἕκαστος 1 w 2355
τούτων 2 w 2361
τῶν 11 w 2364
φιλοσόφων 1 w 2373
ἅμα 1 w 2376
πολλοῖς 1 w 2383
τοῖς 3 w 2387
μετ 6 w 2390
αὐτὸν 1 w 2396
εὐκρασίαν 1 w 2405
μὲν 9 w 2408
ἡγεῖται 1 w 2415
τὴν 5 w 2418
ὑγείαν 2 w 2424
εἶναι 2 w 2429
θερμοῦ 2 w 2435
καὶ 28 w 2438
ψυχροῦ 2 w 2444
καὶ 29 w 2447
ὑγροῦ 2 w 2452
καὶ 30 w 2455
ξηροῦ 2 w 2460
νοσήματα 1 w 2469
δὲ 4 w 2471
γίγνεσθαι 1 w 2480
τὰ 9 w 2482
γοῦν 1 w 2486
κατὰ 2 w 2490
δίαιταν 1 w 2497
ὑπερβάλλοντος 1 w 2510
ἑκάστου 1 w 2517
τῶν 12 w 2520
εἰρημένων 1 w 2529
5 w 2530
ἐλλεί 1 w 2535
ποντος 1 w 2541
εἶναι 3 w 2547
δὲ 5 w 2549
καὶ 31 w 2552
χυμοὺς 1 w 2558
ἐν 9 w 2560
τῷ 5 w 2562
σώματι 1 w 2568
τοὺς 5 w 2573
μὲν 10 w 2576
ὑγροὺς 1 w 2582
καὶ 32 w 2585
ξηροὺς 1 w 2591
κατὰ 3 w 2595
δύναμιν 1 w 2602
ἐνίους 1 w 2609
δὲ 6 w 2611
θερμοὺς 1 w 2618
6 w 2619
ψυχροὺς 1 w 2626
ἀναλογίζοντας 1 w 2639
νοσήμασιν 1 w 2648
οὕτω 2 w 2653
Πλάτων 2 w 2659
ἅμα 2 w 2662
τοῖς 4 w 2666
ὑπ 5 w 2668
αὐτοῦ 2 w 2674
πᾶσιν 1 w 2679
οὕτως 1 w 2685
Ἀριστοτέλης 1 w 2696
ἅμα 3 w 2699
τοῖς 5 w 2703
ἐκ 5 w 2705
τοῦ 12 w 2708
περιπάτου 1 w 2717
οὕτω 4 w 2722
Ζήνων 2 w 2727
καὶ 33 w 2730
Χρύσιππος 1 w 2739
ἅμα 4 w 2742
τοῖς 6 w 2746
ἄλλοις 1 w 2752
στωϊκοῖς 1 w 2760
ἐγίνωσκον 1 w 2769
Ἰουλιανὸς 2 w 2779
δ 46 w 2780
οὐδ 1 w 2784
ἀνέγνω 1 w 2791
τι 13 w 2793
βιβλίον 4 w 2800
ὧν 3 w 2802
εἶπον 1 w 2807
ἀνδρῶν 2 w 2813
οὔθ 1 w 2817
ὅλως 1 w 2822
ἀκολούθου 1 w 2831
καὶ 34 w 2834
μαχομένου 1 w 2843
σύνεσιν 1 w 2850
ἔχει 1 w 2854
πάντως 1 w 2861
γὰρ 5 w 2864
ἂν 5 w 2866
ᾔσθετο 1 w 2872
τῇ 3 w 2874
μὲν 11 w 2877
ἀναιρούσῃ 1 w 2886
τὸ 7 w 2888
κενὸν 1 w 2893
αἱρέσει 1 w 2900
ταῦθ 1 w 2904
ἑπόμενα 1 w 2912
τοῦθ 1 w 2917
ὑπάρχειν 1 w 2926
εἰπούσῃ 1 w 2933
συμμετρίαν 1 w 2943
μέν 14 w 2946
τινα 2 w 2950
πόρων 1 w 2955
εἶναι 4 w 2960
τὴν 6 w 2963
ὑγείαν 3 w 2969
ἐν 11 w 2972
στεγνώσει 1 w 2981
δὲ 7 w 2983
καὶ 35 w 2986
ῥύσει 1 w 2991
τῶν 13 w 2994
δι 8 w 2996
αὐτὸ 3 w 3001
φερομένων 1 w 3010
συνίστασθαι 1 w 3021
τὰ 12 w 3023
κατὰ 4 w 3027
διαίτην 1 w 3034
νοσήματα 2 w 3042
πότερον 1 w 3050
οὖν 4 w 3053
Ἀριστοτέλους 1 w 3065
καὶ 36 w 3068
Χρυσίππου 1 w 3077
καὶ 37 w 3080
τῶν 14 w 3083
ἄλλων 1 w 3088
ἁπάντων 1 w 3095
περιπατητικῶν 1 w 3108
τε 9 w 3110
καὶ 38 w 3113
στωϊκῶν 1 w 3120
ἑξῆς 2 w 3124
παραγράψω 1 w 3133
τὰς 2 w 3136
ῥήσεις 2 w 3142
ἐν 12 w 3145
αἷς 1 w 3148
φλέγμα 1 w 3154
καὶ 39 w 3157
χολὴν 1 w 3162
αἰτιῶνται 1 w 3171
καὶ 40 w 3174
τὰ 15 w 3176
πρῶτα 1 w 3181
νοσήματα 3 w 3189
τέτταρα 1 w 3196
ὑπάρχειν 2 w 3204
φασὶν 1 w 3209
ὥσπερ 2 w 3215
καὶ 41 w 3218
τὰ 16 w 3220
στοιχεῖα 3 w 3228
τὸ 9 w 3230
θερμὸν 1 w 3236
καὶ 42 w 3239
τὸ 10 w 3241
ψυχρὸν 1 w 3247
καὶ 43 w 3250
τὸ 11 w 3252
ὑγρὸν 1 w 3257
καὶ 44 w 3260
τὸ 12 w 3262
ξηρόν 1 w 3267
7 w 3269
τοῦτο 3 w 3274
μὲν 12 w 3277
ὡς 4 w 3279
ἂν 6 w 3281
οὐχ 3 w 3284
ἓν 1 w 3286
8 w 3287
δύο 3 w 3290
βιβλία 1 w 3296
πληρῶσαι 1 w 3304
δυνάμενον 1 w 3313
ἀλλὰ 1 w 3318
καὶ 45 w 3321
τρία 2 w 3325
καὶ 46 w 3328
τέτταρα 2 w 3335
καὶ 47 w 3338
πλείω 3 w 3343
παραλιπεῖν 1 w 3353
ἄμεινον 1 w 3360
ἀρκεσθῆναι 1 w 3371
δὲ 8 w 3373
μόνον 1 w 3378
τοῖς 7 w 3382
ὑπὸ 3 w 3385
Πλάτωνος 1 w 3393
εἰρημένοις 1 w 3403
εἰς 3 w 3407
οὓς 2 w 3410
ἅμεινον 1 w 3417
τοῦτο 4 w 3422
πρᾶξαι 1 w 3428
καὶ 48 w 3431
μὴ 4 w 3433
συναδολεσχεῖν 1 w 3446
τὰ 17 w 3448
πάντα 2 w 3453
ληρώδει 1 w 3460
σοφιστῇ 1 w 3467
τοσοῦτον 1 w 3476
μόνον 2 w 3481
εἰπὼν 1 w 3486
ὑπὲρ 1 w 3490
τῶν 15 w 3493
ἐκ 6 w 3495
τοῦ 16 w 3498
περιπάτου 2 w 3507
τε 10 w 3509
καὶ 49 w 3512
τῆς 5 w 3515
στοᾶς 1 w 3520
τῶν 16 w 3523
φιλοσόφων 2 w 3532
ἀπαλλάξομεν 1 w 3543
οὐδὲν 1 w 3549
ἂν 7 w 3551
εὑροῖς 1 w 3557
οὔτ 1 w 3560
Ἀριστοτέλους 2 w 3573
οὔτε 1 w 3577
Θεοφράστου 1 w 3587
βιβλίον 5 w 3594
ἐν 13 w 3597
2 w 3598
περὶ 4 w 3602
νοσημάτων 1 w 3611
ἀναγκασθέντες 1 w 3624
εἰπεῖν 1 w 3630
τι 17 w 3632
θερμοῦ 3 w 3638
καὶ 50 w 3641
ψυχροῦ 3 w 3647
καὶ 51 w 3650
ὑγροῦ 3 w 3655
καὶ 52 w 3658
ξηροῦ 3 w 3663
μνημονεῦσαι 1 w 3674
διῆλθον 1 w 3681
τὸν 3 w 3684
λόγον 1 w 3689
ἀλλὰ 2 w 3694
καὶ 53 w 3697
τούτων 3 w 3703
ἀεὶ 1 w 3706
μέμνηνται 1 w 3715
καὶ 54 w 3718
σὺν 1 w 3721
αὐτοῖς 1 w 3727
πολλάκις 2 w 3735
ἑκατέρας 1 w 3743
τῆς 6 w 3746
χολῆς 1 w 3751
μελαίνης 1 w 3760
τε 13 w 3762
καὶ 55 w 3765
ξανθῆς 1 w 3771
οὐκ 1 w 3775
ὀλιγάκις 1 w 3783
δὲ 10 w 3785
καὶ 56 w 3788
φλέγματος 1 w 3797
οἵ 1 w 3800
γε 7 w 3802
τὰς 3 w 3805
διαφορὰς 1 w 3813
αὐτῶν 2 w 3818
διέρχονται 1 w 3828
τὸ 14 w 3831
μὲν 13 w 3834
ὀξὺ 1 w 3837
τὸ 15 w 3840
δ 62 w 3841
ἁλμυρὸν 1 w 3849
9 w 3850
ἁλυκὸν 1 w 3856
ἄλλο 4 w 3861
δὲ 11 w 3863
γλυκὺ 1 w 3868
προσαγορεύοντες 1 w 3883
οὐ 12 w 3886
μὴν 1 w 3889
οὐδὲ 2 w 3893
Χρύσιππος 2 w 3902
ἑτέρως 1 w 3908
ἀλλ 6 w 3912
οὕτως 2 w 3918
ἀεὶ 2 w 3921
καὶ 57 w 3924
περὶ 5 w 3928
νοσημάτων 2 w 3937
καὶ 58 w 3940
περὶ 6 w 3944
τῶν 18 w 3947
χυμῶν 1 w 3952
διαλέγεται 1 w 3962
εἴ 3 w 3965
τις 3 w 3968
ἐθέλοι 1 w 3974
μόνων 1 w 3979
τῶν 19 w 3982
εἰρημένων 2 w 3991
τριῶν 1 w 3996
ἀνδρῶν 3 w 4002
ἐκλέγειν 1 w 4010
τὰς 4 w 4013
ῥήσεις 3 w 4019
οὐκ 2 w 4023
ὀλίγα 1 w 4028
πληρώσει 1 w 4036
βιβλία 2 w 4042
σχολάζων 1 w 4051
δ 67 w 4052
οὕτως 3 w 4058
τις 4 w 4061
ὥσπερ 3 w 4066
Ἰουλιανὸς 3 w 4075
ἐπὶ 3 w 4078
τῆς 7 w 4081
Ἀλεξανδρείας 1 w 4093
ἐσχόλαζεν 1 w 4102
ἐὰν 1 w 4106
δὲ 13 w 4108
καὶ 59 w 4111
τῶν 20 w 4114
ἄλλων 2 w 4119
τῶν 21 w 4122
στωϊκῶν 2 w 4129
10 w 4130
περιπατητικῶν 2 w 4143
ἑκάστου 2 w 4150
ἐκλέγειν 2 w 4158
τὰς 5 w 4161
ῥήσεις 4 w 4167
ὅλην 1 w 4172
βιβλιοθήκην 1 w 4183
πληρώσει 2 w 4191
ἀλλ 7 w 4195
ὥσπερ 4 w 4201
ἔφην 1 w 4205
ἐάσας 1 w 4211
τούτους 1 w 4218
ἀρκεσθήσομαι 1 w 4231
μόνον 3 w 4236
τοῦ 17 w 4239
Πλάτωνος 2 w 4247
ῥήσεσιν 1 w 4254
ἑπομένου 1 w 4263
κατὰ 5 w 4267
πάντα 3 w 4272
τοῖς 9 w 4276
τοῦ 18 w 4279
Ἱπποκράτους 2 w 4290
δόγμασιν 1 w 4298
οὐ 15 w 4301
μὴν 2 w 4304
οὐδὲ 3 w 4308
παρὰ 1 w 4312
τούτων 4 w 4318
τῶν 22 w 4321
ἄλλων 3 w 4326
ἐκλέξας 1 w 4333
βιβλίων 1 w 4340
ὄντων 1 w 4345
πολλῶν 1 w 4351
ἀλλ 8 w 4355
ἐξ 6 w 4358
ἑνὸς 1 w 4362
ἀρκεσθησόμενος 1 w 4376
μόνου 1 w 4381
τοῦ 19 w 4384
Τιμαίου 1 w 4391
περιγράφομαι 1 w 4403
ταῦτα 1 w 4408
τὸ 16 w 4411
δὲ 15 w 4413
τῶν 23 w 4416
νόσων 2 w 4421
1 w 4422
ξυνίσταται 1 w 4432
δῆλόν 1 w 4438
που 2 w 4441
καὶ 60 w 4444
παντί 1 w 4449
τεττάρων 1 w 4458
γὰρ 6 w 4461
ὄντων 2 w 4466
γενῶν 1 w 4471
ἐξ 7 w 4473
ὧν 4 w 4475
συμπέπηγε 1 w 4484
τὸ 17 w 4486
σῶμα 1 w 4490
γῆς 2 w 4494
καὶ 61 w 4497
ὕδατός 1 w 4503
τε 16 w 4505
καὶ 62 w 4508
πυρὸς 1 w 4513
καὶ 63 w 4516
ἀέρος 1 w 4521
τούτων 5 w 4528
7 w 4529
παρὰ 2 w 4533
τὴν 7 w 4536
φύσιν 2 w 4541
πλεονεξία 1 w 4550
καὶ 64 w 4553
ἔνδεια 1 w 4559
καὶ 65 w 4562
τῆς 8 w 4565
χώρας 1 w 4570
μετάστασις 1 w 4580
ἐξ 8 w 4582
οἰκείας 1 w 4589
ἐπ 14 w 4591
ἀλλοτρίαν 1 w 4601
γινομένη 1 w 4609
πυρός 1 w 4615
τε 17 w 4617
αὖ 3 w 4619
καὶ 66 w 4622
τῶν 24 w 4625
ἑτέρων 1 w 4631
ἐπειδὴ 1 w 4638
πλέονα 1 w 4644
γένη 1 w 4648
ἑνὸς 2 w 4652
ὄντα 1 w 4656
τυγχάνει 1 w 4664
τὸ 18 w 4667
μὴ 7 w 4669
προσῆκον 1 w 4677
ἕκαστον 1 w 4684
ἑαυτῷ 1 w 4689
προσλαμβάνει 1 w 4701
καὶ 67 w 4704
πάνθ 1 w 4708
ὅσα 1 w 4712
τοιαῦτα 1 w 4719
εἰ 12 w 4722
στάσεις 1 w 4729
καὶ 68 w 4732
νόσους 1 w 4738
παρέχει 1 w 4745
παρὰ 3 w 4750
φύσιν 3 w 4755
γὰρ 7 w 4758
ἑκάστου 3 w 4765
γιγνομένου 1 w 4775
καὶ 69 w 4778
μεθισταμένου 1 w 4790
θερμαίνειεν 1 w 4802
ὅσα 2 w 4805
ἄν 2 w 4807
περ 19 w 4810
πρότερον 1 w 4818
ψύχηται 1 w 4825
ξηρὰ 1 w 4830
δ 77 w 4831
ὄντα 2 w 4836
εἰς 4 w 4839
ὕστερον 1 w 4846
γίνεται 1 w 4853
νοτερὰ 1 w 4859
καὶ 70 w 4862
κοῦφα 1 w 4867
δὴ 4 w 4869
καὶ 71 w 4872
βαρέα 1 w 4877
καὶ 72 w 4880
πάσας 1 w 4885
πάντη 1 w 4890
μεταβολὰς 1 w 4899
δέχεται 1 w 4906
ἐν 14 w 4909
ταύτῃ 1 w 4914
μὲν 14 w 4917
οὖν 5 w 4920
τῇ 5 w 4922
ῥήσει 5 w 4927
σαφῶς 1 w 4932
6 w 4933
Πλάτων 5 w 4939
ἀκολουθεῖ 1 w 4948
τῷ 7 w 4950
Ἱπποκράτει 1 w 4960
κατὰ 6 w 4964
πρῶτα 2 w 4969
στοιχεῖα 4 w 4977
καὶ 73 w 4980
τὰς 6 w 4983
ποιότητας 1 w 4992
αὐτῶν 3 w 4997
ἐν 15 w 5000
δὲ 16 w 5002
τοῖς 10 w 5006
μετὰ 1 w 5010
ταῦτα 2 w 5015
καὶ 74 w 5018
τοὺς 6 w 5022
χυμούς 1 w 5028
πως 1 w 5031
αἰτιώμενος 1 w 5041
τῶν 26 w 5044
νοσημάτων 3 w 5053
ὡδί 1 w 5056
πως 2 w 5059
φησί 1 w 5063
τὸ 19 w 5066
δὲ 17 w 5068
λευκὸν 1 w 5074
φλέγμα 3 w 5080
διὰ 1 w 5083
τὸ 20 w 5085
τῶν 27 w 5088
πομφολύγων 1 w 5098
πνεῦμα 1 w 5104
χαλεπὸν 1 w 5111
ἀποληφθὲν 1 w 5120
ἔξω 1 w 5124
δὲ 18 w 5126
τοῦ 20 w 5129
σώματος 2 w 5136
ἀναπνοὰς 1 w 5144
ἴσχον 1 w 5149
ἠπιώτερον 1 w 5158
μὲν 15 w 5161
καταποικίλλει 1 w 5175
δὲ 19 w 5177
τὸ 21 w 5179
σῶμα 2 w 5183
λεύκας 1 w 5190
ἀλφούς 1 w 5197
τε 23 w 5199
καὶ 75 w 5202
τὰ 25 w 5204
τούτων 6 w 5210
συγγενῆ 1 w 5217
νοσήματα 4 w 5225
ἀποτῖκτον 1 w 5234
μετὰ 2 w 5239
δὲ 20 w 5241
χολῆς 2 w 5246
μελαίνης 2 w 5254
κερασθὲν 1 w 5262
ἐπὶ 4 w 5265
τὰς 7 w 5268
περιόδους 1 w 5277
τὰς 8 w 5280
ἐν 16 w 5282
τῇ 6 w 5284
κεφαλῇ 1 w 5290
θειοτάτας 1 w 5299
οὔσας 1 w 5304
ἐπισκεδαννύμενον 1 w 5320
καὶ 76 w 5323
ξυνταράττον 1 w 5334
αὐτὰς 1 w 5339
καθ 5 w 5343
ὕπνου 1 w 5349
μὲν 16 w 5352
ἐὸν 1 w 5355
πρᾳότερον 1 w 5364
ἐγρηγορόσι 1 w 5375
δὲ 21 w 5377
ἐπιτιθέμενον 1 w 5389
δυσαπαλλακτότερον 1 w 5406
νόσημα 1 w 5413
δ 91 w 5414
ἱερᾶς 1 w 5420
ὂν 1 w 5422
φύσεως 1 w 5428
ἐνδικώτατα 1 w 5438
ἱερὸν 1 w 5443
λέγεται 2 w 5450
καὶ 77 w 5454
ταύτῃ 2 w 5459
γε 15 w 5461
τῇ 7 w 5463
ῥήσει 6 w 5468
πάλιν 1 w 5473
ἐπιφέρον 1 w 5481
ἑτέραν 1 w 5487
φησί 2 w 5491
φλέγμα 4 w 5498
δ 93 w 5499
ὀξὺ 2 w 5503
καὶ 78 w 5506
ἁλμυρὸν 2 w 5513
πηγὴ 1 w 5518
πάντων 2 w 5524
νοσημάτων 4 w 5533
ὅσα 3 w 5536
γίνεται 2 w 5543
καταῤῥοικὰ 1 w 5553
διὰ 2 w 5557
δὲ 22 w 5559
τοὺς 7 w 5563
τόπους 1 w 5569
εἰς 5 w 5572
οὓς 3 w 5575
ῥεῖ 1 w 5578
παντοδαποὺς 1 w 5589
ὄντας 1 w 5594
παντοῖα 1 w 5602
ὀνόματα 1 w 5609
εἴληφεν 1 w 5616
οὕτω 7 w 5621
μὲν 17 w 5624
οὖν 6 w 5627
7 w 5628
Πλάτων 6 w 5634
περὶ 7 w 5638
τοῦ 21 w 5641
φλέγ 5 w 5645
ματος 5 w 5650
ἀπεφήνατο 1 w 5659
καὶ 79 w 5662
σὺν 2 w 5665
αὐτῷ 3 w 5669
μελαίνης 3 w 5677
χολῆς 3 w 5682
ἐφεξῆς 2 w 5689
δ 97 w 5690
ἄκουσον 1 w 5698
1 w 5699
λέγει 5 w 5704
περὶ 8 w 5708
τῆς 9 w 5711
ξανθῆς 2 w 5717
ὅσα 4 w 5721
δὲ 23 w 5723
φλεγμαίνειν 1 w 5734
λέγεται 3 w 5741
τοῦ 22 w 5744
σώματος 3 w 5751
ἀπὸ 1 w 5754
τοῦ 23 w 5757
κάεσθαί 1 w 5764
τε 26 w 5766
καὶ 80 w 5769
φλέγεσθαι 1 w 5778
διὰ 3 w 5782
χολὴν 2 w 5787
γέγονε 1 w 5793
πάντα 4 w 5798
λαμβάνουσα 1 w 5809
μὲν 18 w 5812
οὖν 7 w 5815
ἀναπνοὴν 1 w 5823
ἔξω 2 w 5826
παντοῖα 2 w 5833
ἀναπέμπει 1 w 5842
φυσήματα 1 w 5850
ζέουσα 1 w 5856
καθειργνυμένη 1 w 5870
δὲ 24 w 5872
ἐντὸς 1 w 5877
πυρίκαυστα 1 w 5887
νοσήματα 5 w 5895
πολλὰ 3 w 5900
ἐμποιεῖ 1 w 5907
μέγιστον 2 w 5916
δ 101 w 5917
ὅταν 1 w 5922
αἵματι 1 w 5928
καθαρῷ 1 w 5934
συγκερασθεῖσα 1 w 5947
τὸ 23 w 5949
τῶν 28 w 5952
ἰνῶν 1 w 5956
γένος 1 w 5961
ἐκ 10 w 5963
τῆς 10 w 5966
ἑαυτῶν 1 w 5972
διαφορῇ 1 w 5979
τάξεως 1 w 5985
αἳ 1 w 5988
διεσπάρησαν 1 w 5999
εἰς 6 w 6002
αἷμα 1 w 6006
ἵνα 1 w 6010
συμμέτρως 1 w 6019
λεπτότητος 1 w 6029
ἴσχοι 1 w 6034
καὶ 81 w 6037
πάχους 1 w 6043
καὶ 82 w 6046
μήτε 1 w 6050
διὰ 4 w 6053
θερμότητα 1 w 6062
ὡς 5 w 6065
ὑγρὸν 2 w 6070
ἐκ 11 w 6072
μανοῦ 1 w 6077
τοῦ 24 w 6080
σώματος 4 w 6087
ἐκρέοι 1 w 6093
μήτ 3 w 6097
αὖ 4 w 6100
πυκνότερον 1 w 6110
δυσκίνητον 1 w 6120
ὂν 2 w 6122
μόγις 1 w 6127
ἀντιστρέφοιτο 1 w 6140
ἐν 19 w 6142
ταῖς 3 w 6146
φλεψί 1 w 6151
καιρὸν 1 w 6158
δὴ 5 w 6160
τούτων 7 w 6166
ἶνες 1 w 6170
τῇ 8 w 6172
τῆς 11 w 6175
φύσεως 2 w 6181
γενέσει 1 w 6188
φυλάττουσιν 1 w 6199
ἃς 1 w 6202
ὅταν 2 w 6206
τις 5 w 6209
καὶ 83 w 6212
τεθνεότος 1 w 6221
αἵματος 1 w 6228
ἐν 20 w 6230
ψύχει 1 w 6235
τε 30 w 6237
ὄντος 1 w 6242
πρὸς 4 w 6246
ἀλλήλας 1 w 6253
ξυναγάγοι 1 w 6262
διαχεῖται 1 w 6272
πᾶν 1 w 6275
τὸ 24 w 6277
λοιπὸν 2 w 6283
αἷμα 2 w 6287
ἐαθεῖσαι 1 w 6296
δὲ 25 w 6298
παχὺ 1 w 6302
μετὰ 3 w 6306
τοῦ 25 w 6309
περιεστῶτος 1 w 6320
αὐτὸ 4 w 6324
ψύχους 1 w 6330
ξυμπηγνύασι 1 w 6341
ταύτην 1 w 6348
δὴ 6 w 6350
τὴν 8 w 6353
δύναμιν 2 w 6360
ἐχουσῶν 1 w 6367
ἰνῶν 2 w 6371
ἐν 21 w 6373
αἵματι 2 w 6379
χολὴ 3 w 6384
φύσει 1 w 6389
παλαιὸν 1 w 6396
αἷμα 3 w 6400
γεγονυῖα 1 w 6408
καὶ 84 w 6411
πάλιν 2 w 6416
ἐκ 13 w 6418
τῶν 30 w 6421
σαρκῶν 1 w 6427
εἰς 7 w 6430
τοῦτο 5 w 6435
τετηκυῖα 1 w 6443
θερμὴ 1 w 6449
καὶ 85 w 6452
ὑγρὰ 1 w 6456
κατ 13 w 6460
ὀλίγον 1 w 6467
τὸ 26 w 6469
πρῶτον 1 w 6475
ἐμπίπτουσα 1 w 6485
πήγνυται 1 w 6494
διὰ 5 w 6497
τὴν 9 w 6500
τῶν 31 w 6503
ἰνῶν 3 w 6507
δύναμιν 3 w 6514
πηγνυμένη 1 w 6524
δὲ 26 w 6526
καὶ 86 w 6529
βίᾳ 2 w 6532
κατασβεννυμένη 1 w 6546
χειμῶνα 1 w 6553
καὶ 87 w 6556
τρόμον 1 w 6562
ἐντὸς 2 w 6567
παρέχει 2 w 6574
πλεῖον 1 w 6581
δ 114 w 6582
ἐπιῤῥέουσα 1 w 6593
τῇ 9 w 6596
παρ 10 w 6599
αὐτῆς 2 w 6605
θερμότητι 1 w 6614
κρατήσασα 1 w 6623
τὰς 10 w 6627
ἶνας 1 w 6631
εἰς 8 w 6634
ἀταξίαν 1 w 6641
ζέσασα 1 w 6647
διέσωσε 1 w 6654
καὶ 88 w 6658
ἐὰν 2 w 6661
μὲν 19 w 6664
ἱκανὴ 1 w 6669
διὰ 6 w 6672
τέλους 3 w 6678
κρατῆσαι 1 w 6686
γένηται 1 w 6693
πρὸς 5 w 6698
τὸ 28 w 6700
τοῦ 27 w 6703
μυελοῦ 1 w 6709
διαπεράσασα 1 w 6720
γένος 2 w 6725
καίουσα 1 w 6733
ἔλυσε 1 w 6738
τὰ 32 w 6740
τῆς 13 w 6743
ψυχῆς 1 w 6748
αὐτόθεν 1 w 6755
οἷον 1 w 6759
νεὼς 1 w 6763
πείσματα 1 w 6771
μεθήκε 1 w 6778
δὲ 27 w 6780
ἐλευθέραν 1 w 6789
ὅταν 3 w 6794
δὲ 28 w 6796
ἐλάττων 1 w 6803
1 w 6804
τό 7 w 6807
τε 32 w 6809
σῶμα 3 w 6813
ἀντίσχῃ 1 w 6820
τηκόμενον 1 w 6829
αὐτὴ 2 w 6834
κρατηθεῖσα 1 w 6844
11 w 6845
κατὰ 7 w 6849
πᾶν 2 w 6852
τὸ 29 w 6854
σῶμα 4 w 6858
ἐξέπεσεν 1 w 6866
12 w 6867
διὰ 7 w 6870
τῶν 32 w 6873
φλεβῶν 1 w 6879
εἰς 9 w 6882
τὴν 10 w 6885
κάτω 1 w 6889
ξυνωσθεῖσα 1 w 6899
13 w 6900
τὴν 11 w 6903
ἄνω 2 w 6906
κοιλίαν 1 w 6913
οἷον 2 w 6918
φυγὰς 1 w 6923
ἐκ 14 w 6925
πόλεως 1 w 6931
στασιασάσης 1 w 6942
ἐκ 15 w 6944
τοῦ 28 w 6947
σώματος 5 w 6954
ἐκπίπτουσα 1 w 6964
διαῤῥοίας 1 w 6974
καὶ 89 w 6977
δυσεντερίας 1 w 6988
καὶ 90 w 6991
τὰ 34 w 6993
τοιαῦτα 2 w 7000
νοσήματα 6 w 7008
πάντα 5 w 7013
παρέχετο 1 w 7021
ταυτὶ 1 w 7027
μὲν 20 w 7030
οὖν 8 w 7033
ἐν 23 w 7035
μόνῳ 1 w 7039
τῷ 9 w 7041
Τιμαίῳ 1 w 7047
Πλάτων 7 w 7053
εἶπεν 1 w 7058
ἑπόμενος 1 w 7066
Ἱπποκράτει 2 w 7076
τὰ 35 w 7079
δὲ 29 w 7081
τῶν 33 w 7084
ἄλλων 4 w 7089
αὐτοῦ 3 w 7094
βιβλίων 2 w 7101
εἴ 5 w 7103
τις 6 w 7106
ἐκλέγοι 1 w 7113
πάντα 6 w 7119
δόξει 1 w 7124
μιμεῖσθαι 1 w 7133
μακρολογίας 1 w 7144
ἕνεκα 1 w 7149
τὸν 4 w 7152
Ἰουλιανόν 1 w 7161
ἔτι 1 w 7165
δὲ 30 w 7167
δὴ 7 w 7169
μᾶλλον 2 w 7175
εἰ 19 w 7177
τὰ 36 w 7179
παρὰ 4 w 7183
Θεοφράστου 2 w 7193
καὶ 91 w 7196
Ἀριστοτέλους 3 w 7208
καὶ 92 w 7211
Χρυσίππου 2 w 7220
καὶ 93 w 7223
πᾶσι 2 w 7227
τοῖς 11 w 7231
περιπατητικοῖς 1 w 7245
τε 35 w 7247
καὶ 94 w 7250
στωϊκοῖς 2 w 7258
εἰρημένα 1 w 7266
περὶ 9 w 7271
θερμοῦ 4 w 7277
καὶ 95 w 7280
ὑγροῦ 4 w 7285
καὶ 96 w 7288
ψυχροῦ 4 w 7294
καὶ 97 w 7297
ξηροῦ 4 w 7302
καὶ 98 w 7305
χολῆς 4 w 7310
καὶ 99 w 7313
φλέγματος 2 w 7322
ὑγείας 1 w 7329
τε 36 w 7331
καὶ 100 w 7334
νόσου 2 w 7339
παραγράφῃ 1 w 7348
σύμπαντα 1 w 7356
καὶ 101 w 7360
γὰρ 8 w 7363
νῦν 2 w 7366
ἡγοῦμαι 1 w 7373
ἤδη 1 w 7376
τινὰς 1 w 7381
μέμφεσθαι 1 w 7390
τοῦ 30 w 7393
μήκους 1 w 7399
ἡμῖν 2 w 7403
τῶν 34 w 7406
λόγων 2 w 7411
εἰς 10 w 7414
ἔλεγχον 1 w 7421
ἀναισθήτου 1 w 7431
σοφιστοῦ 2 w 7439
συγκειμένων 1 w 7450
ὃς 1 w 7453
γὰρ 9 w 7456
οὐκ 3 w 7459
ὤκνησεν 1 w 7466
1 w 7468
Ζεῦ 1 w 7471
καὶ 102 w 7474
θεοὶ 1 w 7478
Πλάτωνα 1 w 7486
μὲν 21 w 7489
καὶ 103 w 7492
Ἀριστοτέλην 1 w 7503
καὶ 104 w 7506
Ζήνωνα 1 w 7512
καὶ 105 w 7515
τοὺς 8 w 7519
ἀπ 8 w 7521
αὐτῶν 4 w 7527
φιλοσόφους 2 w 7537
ἐπαινεῖν 1 w 7545
ἐξελέγχειν 1 w 7556
δὲ 31 w 7558
τὰ 37 w 7560
περὶ 10 w 7564
τῶν 36 w 7567
τοῦ 32 w 7570
σώματος 6 w 7577
στοιχείων 2 w 7586
ὑφ 1 w 7588
Ἱπποκράτους 3 w 7600
εἰρημένα 2 w 7608
τί 6 w 7611
ἂν 8 w 7613
ἐπὶ 5 w 7616
τῶν 37 w 7619
πάντων 3 w 7625
8 w 7626
τοιοῦτος 1 w 7634
εἰπεῖν 2 w 7640
αἰδεσθῇ 1 w 7647
14 w 7649
ταῦτα 3 w 7654
μὲν 22 w 7657
ἀφείσθω 1 w 7664