Scaife ATLAS

CTS Library / De curandi ratione per venae sectionem

De curandi ratione per venae sectionem (12-14)

urn:cts:greekLit:tlg0057.tlg070.1st1K-grc1:12-14
Refs {'start': {'reference': '12', 'human_reference': 'Chapter 12'}, 'end': {'reference': '14', 'human_reference': 'Chapter 14'}}
Ancestors []
Children []
prev
plain textXML
next

441
Οὐδὲν οὕτω τὴν ἰατρικὴν τέχνην
ἐν ταῖς πράξεσιν ἀποφαίνει στοχαστικὸν, ὡς τὸ ποσὸν
ἑκάστου τῶν βοηθημάτων. εἰδότες γοῦν ἀκριβῶς πολλάκις
ὡς καιρὸς τοῦ δοῦναι τροφὴν ποτὸν ἤτοι θερμὸν ψυχρὸν
ἐνέστηκεν, ὁπόσον χρὴ δοῦναι βεβαίως οὐκ ἴσμεν.
ὡσαύτως δὲ κᾀπὶ τῶν καθαιρόντων φαρμάκων, ὅτι ἤτοι
χολῆς ξανθῆς, μελαίνης, φλέγματος, τῶν ὀῤῥωδῶν
περιττωμάτων ἐστὶ δοτέον τῷ κάμνοντι κενωτικὸν φάρμακον
ἀκριβῶς ἴσμεν ἐνίοτε, πόσον δὲ δοῦναι προσήκει οὐκ
286
ἐπιστάμεθα. ἀλλὰ τοιαύτη μὲν δόσης ἐπανόρθωσιν οὐδεμίαν
ἔχει. τὸ γὰρ ἅπαξ εἰς τὴν γαστέρα καταποθὲν φάρμακον
οὐ δύναται μὴ καταπεπῶσθαι πᾶν, οὐδ ἔστιν οἷόν τε
μᾶλλον ἤδη καθαιρομένου τοῦ ἀνθρώπου μέρος ἀφελεῖν τι
τοῦ προσενηνεγμένου. ἐπὶ δὲ τῆς φλεβοτομίας ἀγαθὸν τοῦτο
μέγιστον ὑπάρχει, παύειν ὁπότε βούλοιο τὴν κένωσιν, εἶτ
αὖθις πάλιν ἐν ᾧπερ ἂν ἐθελήσεις καιρῷ ῥεῖν ἐπιτρέπειν,
ἄχρις ἂν ὀρθῶς ἔχειν σοι φαίνηται. διόπερ ἄμεινον ἐστὶν, ἐὰν
μηδὲν ἐπείγῃ, τὴν πρώτην ἀφαίρεσιν ἐλλιπέστερον ποιησάμενοι,
ἐπαφαιρεῖν αὖθις· εἰ δὲ βούλοιο, καὶ τρίτον. ἐφ ὧν
οὖν ἐστὶ κενώσεως μὲν χρεία πολλῆς, οὐκ ἰσχυρὰ δ δύναμις,
ἐπὶ τούτων προσήκει ταμιεύεσθαι τὴν κένωσιν, ὥσπερ ἀμέλει
κᾀπὶ τῶν πλῆθος ἐχόντων ὠμοτέρων χυμῶν ἐθεάσασθέ με
πράττοντα. κενώσας γὰρ ὀλίγον αἷμα εὐθέως δίδωμι μελικράτου
καλῶς ἡψημένου μετά τινος τῶν λεπτυντικῶν φαρμάκων
ὑσσώπου ὀριγάνου καὶ ποτὲ καλαμίνθης, γλήχωνος,
καὶ μετὰ τοῦ μελικράτου, ὀξυμέλιτος, ὀξυγλυκέως, εἶτ
αὖθις ἐπαφαιρῶ ποτὲ μὲν ἐπὶ τῆς αὐτῆς ἡμέρας, ἐνίοτε δὲ
287
κατὰ τὴν ὑστεραίαν, ἐν πάλιν ὁμοίως διδοὺς τῶν εἰρημένων
τι φαρμάκων αὖθις ἐπαφαιρῶ, καὶ κατὰ τὴν τρίτην ἡμέραν
δὶς ὡσαύτως. ἀλλ ὅταν ζέοντος αἵματος πλῆθος, ἀνάπτον
ὀξύτατον πυρετὸν, ἀθρόας ἐστὶ κενώσεως χρεία. καὶ τοῦτο
χρὴ πειρᾶσθαι κενοῦν, ἄχρι λειποθυμίας, ἐπισκεψάμενον τὴν
ῥῶσιν τῆς δυνάμεως. ὥστε ἐνίων οἶδα
23
κοτύλας ἓξ ἀφελεῖν
εὐθέως ἤτοι κατὰ τὴν δευτέραν τὴν τρίτην τὴν τετάρτην
ἡμέραν. ἐνίοτε καὶ κατὰ τὴν πρώτην αὐτὴν, ὅταν μὲν
πυρετὸς ἄρξηται περὶ τὰ πρῶτα τῆς νυκτὸς τὰ μέσα, καλῶς
δ πεπεμμένα τὰ κατὰ τὴν προτεραίαν ἐδηδεσμένα. τινῶν
δὲ κατὰ τὴν προτεραίαν ἀνωμαλίαν ἵδρωτα ἄλγημα κεφαλῆς
ἄλλου τινὸς μέρους ᾐτιασμένων, καὶ διὰ τοῦτο ἐνδεῶς
διαιτηθέντων, ἀρχομένων δὲ πυρέττειν, νυκτὸς ἤδη προηκούσης,
οἶδα κατὰ τὴν πρώτην ἡμέραν τελευτῶσαν ἀφελὼν
αἵματος. ἐφ ὧν γὰρ ἄν σοι φαίνηται ζέοντος αἵματος πλῆθος,
ὅτι τάχιστα πειρῶ κενοῦν αὐτὸ πρὶν ἐπί τι κατασκήψει
μόριον κύριον, ὥστε καὶ διὰ τῆς νυκτὸς οὐκ ὀκνήσεις τεμεῖν
ἐνίοτε φλέβα. γελοῖον γὰρ ὅπερ οἱ πολλοὶ πράττουσιν ἀπὸ
288
δευτέρας ὥρας ἡμέρας ἄχρι έ στ ἀφαιροῦντες μόνον αἵματος,
ἐν ἄλλῳ δ οὐδενὶ χρόνῳ οὓς εἰ μὴ καὶ κλυστῆρσι καὶ
τροφῆς προσφορᾷ καὶ τοῖς
442
ἄλλοις βοηθήμασιν ἑώρων
χρωμένους ἐν ἅπαντι καιρῷ τῆς νυκτὸς, ἐνῆν ἄν μοι χαλεπὸς
πρὸς αὐτοὺς λόγος. ἐπεὶ δὲ πάντα πράττοντες οὐ τὸν
ὡρισμένον ἀριθμὸν ὡρῶν ἕνα καὶ κοινὸν ἐπὶ πάντων τῶν
νοσούντων, ἀλλ ὡς ἂν ὑπαγορεύῃ τὸ πάθος ἐπὶ μόνης τῆς
φλεβοτομίας τὸν εἰρημένον ἀρτίως ἀεὶ περιμένουσι καιρὸν,
εὐφωρότατον ἴσχουσι τὸ σφάλμα. τοὺς οὖν οὕτω διακειμένους
ἀῤῥώστους, ὡς εἰρήκαμεν, προσήκει μέχρι λειποθυμίας
ἄγειν. ἐνίους γὰρ αὐτῶν οἶδα καταψυχθέντας μὲν ἐξ ἀνάγκης
ἐπὶ τῇ λειποθυμίᾳ, προσγενομένων δὲ νοτίδων ἐν ὅλῳ τῷ
σώματι καὶ τῆς γαστρὸς καταῤῥαγείσης ἐν τάχει παυσαμένους
τῆς νόσου. προσέχειν μέντοι καλῶς ἔχει τῇ καθαιρέσει
τῶν σφυγμῶν, ἐφαπτόμενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵματος,
ὥσπερ κᾀπὶ τῶν ἄλλων ἁπάντων εἴωθα πράττειν τῶν φλεβοτομουμένων,
ὅπως μή ποτε λάθῃς αὐτὸν ἀντὶ λειποθυμίας
θάνατον ἐργασάμενος, ὅπερ οἶδα τρισὶν ἰατροῖς γενόμενον.
289
ἐφλεβοτόμησεν εἰς μὲν αὐτῶν γυναῖκα πυρέττουσαν, ἑκάτερος
δὲ τῶν ἄλλων ἄνδρα μέχρι λειποθυμίας τοσαύτης ὡς μηκέτι
ἀναληφθῆναι. καὶ διὰ τοῦτο αὐτὸ βέλτιόν ἐστι φυλάττεσθαι
τὰς ἀθρόας κενώσεις, εἰ μή τις ἀνάγκη μεγάλη κελεύῃ.
καὶ μέντοι καὶ ἀντίσπασις οὐ μικρὸν οὖσα βοήθημα καὶ
διὰ φλεβοτομίας γιγνομένη πολλάκις ὅσῳ περ εἰς ἀριθμὸν
πλέονα τὰς κατὰ μέρος ἀφαιρέσεις αὐξήσεις, τοσοῦτον δραστικώτερον
γίνεται. ταῦτα μὲν οὖν ἀμείνω προεγνῶσθαι.

Πάλιν δὲ ἐξ ἀρχῆς ἀνελθόντες ἐπὶ τὸ προκείμενον
σκέμμα διέλθωμεν ὅσα γιγνώσκομεν ἀναγκαιότατα
βουλομένοις ἀβλαβεῖς ἀεὶ τὰς φλεβοτομίας ἐργάζεσθαι. πρῶτον
μὲν ἐπίστασθαι προσήκει τοὺς εἰρημένους σκοποὺς τοῦ βοηθήματος
αὐξομένους μὲν ἐνδείκνυσθαι πλέονα κένωσιν, ἐκλυομένους
δὲ καθαίρειν εἰς τοσοῦτον τὴν ποσότητα τῆς κενώσεως,
εἰς ὅσον ἐμειώθησαν αὐτοί. μέγεθος οὖν νοσήματος ἅμα
ῥώμῃ δυνάμεως οἱ πρῶτοι σκοποὶ φλεβοτομίας ἦσαν, μὲν
ὡς ἐνδεικνύμενος αὐτὸς χρὴ πράττειν, δ ὡς οὐ κωλύων
ἐκεῖνον, ὅπερ ἀντιενδείκνυσθαι καλοῦσιν ἔνιοι τῶν νεωτέρων

290
ἰατρῶν. ἐνίοτε γὰρ μὲν διάθεσις ὑπαγορεύει τὴν φλεβοτομίαν,
δ ἀῤῥωστία τῆς δυνάμεως κωλύει. τούτων δ ἀμφοτέρων
τῶν σκοπῶν ὑπαρχόντων, δῆλον μὲν, ὡς ἐλέχθη
πρόσθεν, οὐδὲ πλῆθος ἐστὶ χυμῶν ὠμῶν τοσούτων τε καὶ
τοιοῦτον ὡς κωλῦσαι τὸ βοήθημα. συνεπισκέπτεσθαι δ
ἐφεξῆς ὁποία φυσικὴ κρᾶσίς ἐστι τἀνθρώπου. τοὺς μὲν γὰρ
μεγάλας ἔχοντας τὰς φλέβας, ἰσχνούς τε μετρίως καὶ μὴ λευκοὺς
μηδ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δ
ἐναντίους φειδομένως. αἷμά τε γὰρ ὀλίγον ἔχουσιν εὐδιαφόρητόν
τε τὴν σάρκα. κατὰ τούτον οὖν τὸν λόγον οὐδὲ τοὺς
παῖδας φλεβοτομήσεις μέχρι τεσσαρακαιδεκαετοῦς ἡλικίας,
μετὰ δὲ ταύτην ἐὰν αἷμα πάμπολύ τε φαίνηται ποτὲ ἠθροισμένον,
θ ὥρα τοῦ ἔτους ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον
φύσει καὶ τοῦ παιδὸς φύσις εὔαιμος, ἀφαιρήσεις ἔτι μᾶλλον
αἷμα, εἰ κίνδυνος ἐφεδρεύει περιπνευμονίας, συνάγχης,
πλευρίτιδος, τινὸς ἄλλου
443
ὀξέος καὶ σφοδροῦ νοσήματος.
ἀφαιρήσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον.
ἐὰν δέ σοι μετὰ ταῦτα ἐπισκεπτομένῳ δόξῃ τὰ τῆς δυνάμεως
291
ἰσχυρὰ διαμένειν, ἥμισυ προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν.
ἔμαθες δὲ τῷ σφοδρῷ σφυγμῷ μετὰ ὁμαλότητος ὡς ἀψευδεῖ
σημείῳ πιστεύειν περὶ δυνάμεως ἰσχυρᾶς, ἐξ ἐπιμέτρου
δὲ καὶ τῷ μεγάλῳ. καὶ τοίνυν καὶ τοὺς ἑβδομηκοντούτας
φλεβοτομήσεις ὧν εἴρηκα σφυγμῶν παρόντων, ἐπειδὰν
διάθεσις κελεύῃ. εἰσὶ γὰρ ἔτι καὶ κατὰ τὴν ἡλικίαν τήνδε
πολύαιμοί τινες ἅμα ῥώμῃ δυνάμεως, ὥσπερ ἕτεροι ξηροὶ,
καὶ ὀλίγαι μοι καὶ ῥᾳδίως μελαινόμενοι πᾶν τὸ πληγὲν
μέρος. οὐ προσέξεις οὖν τῷ ἀριθμῷ μόνον, καθάπερ ἔνιοι
προσέχουσιν, ἀλλὰ τῇ τοῦ σώματος ἕξει. καὶ γὰρ ἑξηκοντοῦταί
τινες οὐκέτι φέρουσι φλεβοτομίαν, ἑβδομηκοντοῦται
δὲ φέρουσιν. ἀλλὰ ἔλαττον ἀφαιρήσεις δηλονότι τούτων,
εἰ καὶ τὴν αὐτὴν ἔχειν φαίνονται διάθεσιν ἀκμαστικῷ
σώματι.

Κάλλιστον μὲν πρὸ τοῦ διαιρεῖν τὴν
φλέβα τὰ τοιαῦτα πάντα ἐπισκέπτεσθαι, καὶ μάλιστα περὶ
αἱμοῤῥοΐδων ἐπισχομένων καὶ γυναικείας καθάρσεως. ὁπότε
γὰρ σχασθείσης τῆς φλεβὸς ῥέῃ τὸ αἷμα, τῇ μεταβολῇ μὲν

292
αὐτοῦ, καὶ μάλισθ ὅταν ἤδη φλεγμονὴ, καὶ τῷ τόνῳ δὲ
τῆς ῥύσεως ὁκλάζοντι, μάλιστα δὲ τῇ μεταβολῇ τῶν σφυγμῶν
ὡς ψευδεῖ γνωρίσματι προσέχειν δεῖ τὸν νοῦν καὶ
παύειν αὐτίκα μεταβάλλοντος κατὰ μέγεθος κατὰ
ἀνωμαλίαν ἡντινοῦν. περὶ μὲν γὰρ τῆς εἰς ἀμυδρότητα
μεταβολῆς τί δεῖ καὶ λέγειν; ἔμαθες γὰρ ἐν τῇ ποιότητι
ταύτῃ βεβαίαν γίγνεσθαι διάκρισιν ἰσχυρᾶς τε καὶ ἀσθενοῦς
δυνάμεως. ἐφ ὧν δὲ ἐγγὺς τῆς διαιρουμένης φλεβὸς
ἐστί τις φλεγμονὴ μεγάλη, κάλλιστον ἀναμένειν τὴν μεταβολὴν
τοῦ αἵματος ἔν τε τῇ χροιᾷ καὶ τῇ συστάσει, καθάπερ
καὶ Ἱπποκράτης ἐδήλωσεν ἐν τῷ περὶ διαίτης ὀξέων,
ἐπὶ πλευρίτιδος ποιούμενος τὸν λόγον. ἕτερον γάρ ἐστι τὸ
κατὰ φλεγμονὴν αἷμα τοῦ κατὰ φύσιν, ἐπιθερμαινόμενον
ἐπιπλέον, εἰ μὲν ἦν ἔμπροσθεν ὠμότερον, ἐρυθρότερον καὶ
ξανθότερον γίνεται, εἰ δὲ τοιοῦτον ἦν ἔμπροσθεν, ἐπὶ τὸ
μέλαν ἐκτρέπεται κατοπτώμενον, διὰ τοῦτο ἔγραψεν ἐπὶ
τῶν πλευριτικῶν Ἱπποκράτης ὧδε· ὁποίαν δὲ χρὴ τέμνειν
τὴν ἐν ἀγκῶνι φλέβα τὴν εἴσω καὶ μὴ ὀκνεῖν
293
συχνὸν ἀφαιρήσειν, ἔστ ἂν ἐρυθρότερόν τε καὶ ξανθότερον
πολὺ ῥυῇ, ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀμφότερα
γὰρ γίνεται, σημεῖον γὰρ τίθεται τοῦ μετειλῆφθαί τι
τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος εἰς τὴν τετμημένην φλέβα,
τῷ φανῆναι μεταβολὴν ἐν αὐτῷ. οὐ μὴν ἐκ παντὸς τρόπου
περιμένειν χρὴ ταύτην, ἀλλ ἔσθ ὅτε καὶ πρὸ τοῦ γενέσθαι
παύεσθαι προσήκει διὰ διττὴν αἰτίαν, ἤτοι δυνάμεως ἀῤῥωστούσης
κακοήθους φλεγμονῆς, ἐνίοτε γὰρ οὐδὲν μεθίησιν,
ἀλλὰ ἔσφικται σφοδρῶς. εἰ μέντοι δύναμις μὴ φαίνοιτο
καταλυομένη διὰ τῆς κενώσεως, εἴδη δὲ τοῦτο τῶν σφυ
24
γμῶν
ἁπτόμενος, ὅταν φλεβοτομούμενος ἀκμάζων εἴη, περιμένειν
προσήκει τὴν μεταβολὴν, καὶ μᾶλλον εἰ τὸ περιέχον
εὔκρατον εἴη. δύο γάρ ἐστι ταῦτα δι μάλιστα γίγνεται στοχαστικὸν
444
τὸ ποσὸν τῆς κενώσεως ἐν τούτῳ τῷ βοηθήματι,
τοῦ τε κάμνοντος φύσις ὁποία τίς ἐστιν ἀδυνατούντων
ἡμῶν ἀκριβῶς διαγνῶναι, τοῦ τε περιέχοντος κρᾶσις
ὁποία τις ἔσται μετὰ τὴν φλεβοτομίαν. ὁπόταν γὰρ μὲν
πυρετώδης θερμασία διαφορῇ πολὺ τοῦ αἵματος, ἐνδεῶς δ
κάμνων διαιτώμενος, ἐξ ἀνάγκης ἐπιλείπῃ ταχέως αὐτὸν
294
ἐκ τοῦ αἵματος τροφὴ, κᾀν τούτῳ καταλυθῇ δύναμις.
ἐκδαπανᾶται δὲ διὰ μὲν τὴν κρᾶσιν τοῦ νοσοῦντος, ὑγράν
τε καὶ θερμὴν οὖσαν, οἵα περ ἐστὶ καὶ τῶν παίδων, διὰ
δὲ τὸ περιέχον ἐν χώρᾳ θερμῇ καὶ ὥρᾳ θερινῇ. διὰ τοῦτ
οὖν ἔλαττον ἀφαιροῦμεν τὸ πλῆθος ὑπαγορεύει, κατὰ μὲν
τὰς ἡλικίας ἐπὶ τῶν παίδων, κατὰ δὲ τὰς ἕξεις τοῦ σώματος
ἐπὶ τῶν ἁπαλοσάρκων καὶ λευκῶν, οἷοί περ εἰσὶν οἱ Κελτοὶ,
κατὰ δὲ τὰς ὥρας ὑπὸ τοῦ κυνός. παραπλησίως δὲ κατὰ τὰ
χωρία καὶ τὰς καταστάσεις. καθ ἕτερον δὲ τρόπον, ὡς εἴρηται
καὶ ἔμπροσθεν ἐπὶ τῶν ἐναντίων, ὅπερ ἐστὶν ἐπὶ τῶν
ψυχρῶν ὡρῶν τε καὶ χωρῶν, εὐλαβούμεθα κένωσιν δαψιλῆ
διὰ τὴν ἑπομένην κατάψυξιν. οὔκουν οἷόν τε διὰ γραφῆς ἐφ
ἑκάστῳ τῶν εἰρημένων ἓν ἀφορίσαι κενώσεως μέτρον. οἶδα
γὰρ ἐπ ἐνίων μὲν αὐτάρκως ἀφελεῖν στ λίτρας αἵματος, ὡς
τόν τε πυρετὸν αὐτίκα σβεσθῆναι καὶ μηδεμίαν ἀκολουθῆσαι
κάκωσιν τῆς δυνάμεως· ἐπ ἐνίων δὲ μίαν καὶ ἡμίσειαν οὐκ
ἄνευ τοῦ βραχύ τι παραβλάψαι τὴν δύναμιν, ἐφ ὧν εἰ δύο
τις ἐκένωσεν, ἔβλαψεν ἂν ἐσχάτως. διὰ τοῦτ οὖν οἶδα καὶ
295
μίαν ἀφῃρηκὼς λίτραν ἐνίοτε ὠφελίμως, καί ποτε καὶ ταύτης
ἐλάττονα, ἀπὸ φλεβὸς κατ ἀγκῶνα καὶ ἰγνύαν καὶ ἀστράγαλον,
ὡς ἔκ τε τῶν παρὰ τοὺς μεγάλους κανθοὺς τῶν
ὀφθαλμῶν ὑπὸ τὴν γλῶτταν, οὐδὲ ῥεῖν εἴωθεν ἀξιόλογον,
ὥσπερ οὐδ εἴ τις ἐν ποσὶν ἄκραις χερσὶ τέμνει φλέβα,
καθάπερ καὶ οἱ σπλῆνα θεραπεύσασθαι νομίζοντες ὑπὸ τῆς
παρὰ τὸν δεύτερον τῶν μικρῶν δακτύλων φλεβὸς τμηθείσης,
ὑπὲρ ἧς ἐπιπλέον ἐφεξῆς εἰρήσεται.

Tokens

Οὐδὲν 1 w 5
οὕτω 1 w 9
τὴν 1 w 12
ἰατρικὴν 1 w 20
τέχνην 1 w 26
ἐν 1 w 28
ταῖς 1 w 32
πράξεσιν 1 w 40
ἀποφαίνει 1 w 49
στοχαστικὸν 1 w 60
ὡς 1 w 63
τὸ 1 w 65
ποσὸν 1 w 70
ἑκάστου 1 w 77
τῶν 1 w 80
βοηθημάτων 1 w 90
εἰδότες 1 w 98
γοῦν 1 w 102
ἀκριβῶς 1 w 109
πολλάκις 1 w 117
ὡς 2 w 119
καιρὸς 1 w 125
τοῦ 1 w 128
δοῦναι 1 w 134
τροφὴν 1 w 140
1 w 141
ποτὸν 1 w 146
ἤτοι 1 w 150
θερμὸν 1 w 156
2 w 157
ψυχρὸν 1 w 163
ἐνέστηκεν 1 w 172
ὁπόσον 1 w 179
χρὴ 1 w 182
δοῦναι 2 w 188
βεβαίως 1 w 195
οὐκ 1 w 198
ἴσμεν 1 w 203
ὡσαύτως 1 w 211
δὲ 2 w 213
κᾀπὶ 1 w 217
τῶν 2 w 220
καθαιρόντων 1 w 231
φαρμάκων 1 w 239
ὅτι 1 w 243
ἤτοι 2 w 247
χολῆς 1 w 252
ξανθῆς 1 w 258
3 w 260
μελαίνης 1 w 268
4 w 270
φλέγματος 1 w 279
5 w 281
τῶν 3 w 284
ὀῤῥωδῶν 1 w 291
περιττωμάτων 1 w 303
ἐστὶ 1 w 307
δοτέον 1 w 313
τῷ 1 w 315
κάμνοντι 1 w 323
κενωτικὸν 1 w 332
φάρμακον 1 w 340
ἀκριβῶς 2 w 347
ἴσμεν 2 w 352
ἐνίοτε 1 w 358
πόσον 2 w 364
δὲ 3 w 366
δοῦναι 3 w 372
προσήκει 1 w 380
οὐκ 2 w 383
ἐπιστάμεθα 1 w 393
ἀλλὰ 1 w 398
τοιαύτη 1 w 405
μὲν 1 w 408
1 w 409
δόσης 1 w 414
ἐπανόρθωσιν 1 w 425
οὐδεμίαν 1 w 433
ἔχει 1 w 437
τὸ 3 w 440
γὰρ 1 w 443
ἅπαξ 1 w 447
εἰς 1 w 450
τὴν 2 w 453
γαστέρα 1 w 460
καταποθὲν 1 w 469
φάρμακον 2 w 477
οὐ 4 w 479
δύναται 1 w 486
μὴ 1 w 488
καταπεπῶσθαι 1 w 500
πᾶν 1 w 503
οὐδ 2 w 507
ἔστιν 1 w 513
οἷόν 1 w 517
τε 3 w 519
μᾶλλον 1 w 525
ἤδη 1 w 528
καθαιρομένου 1 w 540
τοῦ 2 w 543
ἀνθρώπου 1 w 551
μέρος 1 w 556
ἀφελεῖν 1 w 563
τι 6 w 565
τοῦ 3 w 568
προσενηνεγμένου 1 w 583
ἐπὶ 1 w 587
δὲ 4 w 589
τῆς 1 w 592
φλεβοτομίας 1 w 603
ἀγαθὸν 1 w 609
τοῦτο 1 w 614
μέγιστον 1 w 622
ὑπάρχει 1 w 629
παύειν 1 w 636
ὁπότε 1 w 641
βούλοιο 1 w 648
τὴν 3 w 651
κένωσιν 1 w 658
εἶτ 1 w 662
αὖθις 1 w 668
πάλιν 1 w 673
ἐν 4 w 675
ᾧπερ 1 w 679
ἂν 1 w 681
ἐθελήσεις 1 w 690
καιρῷ 1 w 695
ῥεῖν 1 w 699
ἐπιτρέπειν 1 w 709
ἄχρις 1 w 715
ἂν 2 w 717
ὀρθῶς 1 w 722
ἔχειν 1 w 727
σοι 1 w 730
φαίνηται 1 w 738
διόπερ 1 w 745
ἄμεινον 1 w 752
ἐστὶν 1 w 757
ἐὰν 1 w 761
μηδὲν 1 w 766
ἐπείγῃ 1 w 772
τὴν 4 w 776
πρώτην 1 w 782
ἀφαίρεσιν 1 w 791
ἐλλιπέστερον 1 w 803
ποιησάμενοι 1 w 814
ἐπαφαιρεῖν 1 w 825
αὖθις 2 w 830
εἰ 3 w 833
δὲ 6 w 835
βούλοιο 2 w 842
καὶ 1 w 846
τρίτον 1 w 852
ἐφ 1 w 855
ὧν 1 w 858
οὖν 1 w 861
ἐστὶ 3 w 865
κενώσεως 1 w 873
μὲν 2 w 876
χρεία 1 w 881
πολλῆς 1 w 887
οὐκ 3 w 891
ἰσχυρὰ 1 w 897
δ 19 w 898
2 w 900
δύναμις 1 w 907
ἐπὶ 2 w 911
τούτων 1 w 917
προσήκει 2 w 925
ταμιεύεσθαι 1 w 936
τὴν 5 w 939
κένωσιν 2 w 946
ὥσπερ 1 w 952
ἀμέλει 1 w 958
κᾀπὶ 2 w 962
τῶν 4 w 965
πλῆθος 1 w 971
ἐχόντων 1 w 978
ὠμοτέρων 1 w 986
χυμῶν 1 w 991
ἐθεάσασθέ 1 w 1000
με 7 w 1002
πράττοντα 1 w 1011
κενώσας 1 w 1019
γὰρ 2 w 1022
ὀλίγον 1 w 1028
αἷμα 1 w 1032
εὐθέως 1 w 1038
δίδωμι 1 w 1044
μελικράτου 1 w 1054
καλῶς 1 w 1059
ἡψημένου 1 w 1067
μετά 1 w 1071
τινος 1 w 1076
τῶν 5 w 1079
λεπτυντικῶν 1 w 1090
φαρμάκων 2 w 1098
6 w 1099
ὑσσώπου 1 w 1106
7 w 1107
ὀριγάνου 1 w 1115
καὶ 2 w 1118
ποτὲ 1 w 1122
καλαμίνθης 1 w 1132
8 w 1134
γλήχωνος 1 w 1142
9 w 1144
καὶ 3 w 1147
μετὰ 1 w 1151
τοῦ 5 w 1154
μελικράτου 2 w 1164
10 w 1166
ὀξυμέλιτος 1 w 1176
11 w 1178
ὀξυγλυκέως 1 w 1188
εἶτ 2 w 1192
αὖθις 3 w 1198
ἐπαφαιρῶ 1 w 1206
ποτὲ 2 w 1210
μὲν 3 w 1213
ἐπὶ 3 w 1216
τῆς 2 w 1219
αὐτῆς 1 w 1224
ἡμέρας 1 w 1230
ἐνίοτε 2 w 1237
δὲ 7 w 1239
κατὰ 1 w 1243
τὴν 6 w 1246
ὑστεραίαν 1 w 1255
ἐν 6 w 1258
1 w 1259
πάλιν 2 w 1264
ὁμοίως 1 w 1270
διδοὺς 1 w 1276
τῶν 6 w 1279
εἰρημένων 1 w 1288
τι 9 w 1290
φαρμάκων 3 w 1298
αὖθις 4 w 1303
ἐπαφαιρῶ 2 w 1311
καὶ 4 w 1315
κατὰ 2 w 1319
τὴν 7 w 1322
τρίτην 1 w 1328
ἡμέραν 1 w 1334
δὶς 1 w 1337
ὡσαύτως 2 w 1344
ἀλλ 2 w 1348
ὅταν 1 w 1353
1 w 1354
ζέοντος 1 w 1361
αἵματος 1 w 1368
πλῆθος 2 w 1374
ἀνάπτον 1 w 1382
ὀξύτατον 1 w 1390
πυρετὸν 1 w 1397
ἀθρόας 1 w 1404
ἐστὶ 4 w 1408
κενώσεως 2 w 1416
χρεία 2 w 1421
καὶ 5 w 1425
τοῦτο 2 w 1430
χρὴ 2 w 1433
πειρᾶσθαι 1 w 1442
κενοῦν 1 w 1448
ἄχρι 2 w 1453
λειποθυμίας 1 w 1464
ἐπισκεψάμενον 1 w 1478
τὴν 8 w 1481
ῥῶσιν 1 w 1486
τῆς 4 w 1489
δυνάμεως 1 w 1497
ὥστε 1 w 1502
ἐνίων 1 w 1507
οἶδα 1 w 1511
κοτύλας 1 w 1518
ἓξ 1 w 1520
ἀφελεῖν 2 w 1527
εὐθέως 2 w 1533
ἤτοι 3 w 1537
κατὰ 3 w 1541
τὴν 9 w 1544
δευτέραν 1 w 1552
12 w 1553
τὴν 10 w 1556
τρίτην 2 w 1562
13 w 1563
τὴν 11 w 1566
τετάρτην 1 w 1574
ἡμέραν 2 w 1580
ἐνίοτε 3 w 1587
καὶ 6 w 1590
κατὰ 4 w 1594
τὴν 12 w 1597
πρώτην 2 w 1603
αὐτὴν 1 w 1608
ὅταν 2 w 1613
μὲν 4 w 1616
πυρετὸς 1 w 1623
ἄρξηται 1 w 1630
περὶ 1 w 1634
τὰ 6 w 1636
πρῶτα 1 w 1641
τῆς 5 w 1644
νυκτὸς 1 w 1650
14 w 1651
τὰ 7 w 1653
μέσα 1 w 1657
καλῶς 2 w 1663
δ 30 w 1664
2 w 1666
πεπεμμένα 1 w 1675
τὰ 8 w 1677
κατὰ 5 w 1681
τὴν 14 w 1684
προτεραίαν 1 w 1694
ἐδηδεσμένα 1 w 1704
τινῶν 1 w 1710
δὲ 8 w 1712
κατὰ 6 w 1716
τὴν 15 w 1719
προτεραίαν 2 w 1729
ἀνωμαλίαν 1 w 1738
ἵδρωτα 1 w 1744
15 w 1745
ἄλγημα 1 w 1751
κεφαλῆς 1 w 1758
16 w 1759
ἄλλου 1 w 1764
τινὸς 1 w 1769
μέρους 1 w 1775
ᾐτιασμένων 1 w 1785
καὶ 7 w 1789
διὰ 1 w 1792
τοῦτο 3 w 1797
ἐνδεῶς 1 w 1803
διαιτηθέντων 1 w 1815
ἀρχομένων 1 w 1825
δὲ 9 w 1827
πυρέττειν 1 w 1836
νυκτὸς 2 w 1843
ἤδη 2 w 1846
προηκούσης 1 w 1856
οἶδα 2 w 1861
κατὰ 7 w 1865
τὴν 16 w 1868
πρώτην 3 w 1874
ἡμέραν 3 w 1880
τελευτῶσαν 1 w 1890
ἀφελὼν 1 w 1896
αἵματος 2 w 1903
ἐφ 2 w 1906
ὧν 2 w 1909
γὰρ 3 w 1912
ἄν 1 w 1914
σοι 2 w 1917
φαίνηται 2 w 1925
ζέοντος 2 w 1932
αἵματος 3 w 1939
πλῆθος 3 w 1945
ὅτι 2 w 1949
τάχιστα 1 w 1956
πειρῶ 1 w 1961
κενοῦν 2 w 1967
αὐτὸ 1 w 1971
πρὶν 1 w 1975
ἐπί 1 w 1978
τι 14 w 1980
κατασκήψει 1 w 1990
μόριον 1 w 1996
κύριον 1 w 2002
ὥστε 2 w 2007
καὶ 8 w 2010
διὰ 2 w 2013
τῆς 6 w 2016
νυκτὸς 3 w 2022
οὐκ 4 w 2025
ὀκνήσεις 1 w 2033
τεμεῖν 1 w 2039
ἐνίοτε 4 w 2045
φλέβα 1 w 2050
γελοῖον 1 w 2058
γὰρ 4 w 2061
ὅπερ 1 w 2065
οἱ 1 w 2067
πολλοὶ 1 w 2073
πράττουσιν 1 w 2083
ἀπὸ 1 w 2086
δευτέρας 1 w 2094
ὥρας 1 w 2098
ἡμέρας 2 w 2104
ἄχρι 3 w 2108
έ 41 w 2109
17 w 2110
στ 18 w 2112
ἀφαιροῦντες 1 w 2123
μόνον 1 w 2128
αἵματος 4 w 2135
ἐν 11 w 2138
ἄλλῳ 1 w 2142
δ 43 w 2143
οὐδενὶ 1 w 2150
χρόνῳ 1 w 2155
οὓς 1 w 2158
εἰ 5 w 2160
μὴ 2 w 2162
καὶ 9 w 2165
κλυστῆρσι 1 w 2174
καὶ 10 w 2177
τροφῆς 1 w 2183
προσφορᾷ 1 w 2191
καὶ 11 w 2194
τοῖς 1 w 2198
ἄλλοις 1 w 2204
βοηθήμασιν 1 w 2214
ἑώρων 1 w 2219
χρωμένους 1 w 2228
ἐν 12 w 2230
ἅπαντι 1 w 2236
καιρῷ 2 w 2241
τῆς 7 w 2244
νυκτὸς 4 w 2250
ἐνῆν 1 w 2255
ἄν 2 w 2257
μοι 1 w 2260
χαλεπὸς 1 w 2267
4 w 2268
πρὸς 1 w 2272
αὐτοὺς 1 w 2278
λόγος 1 w 2283
ἐπεὶ 1 w 2288
δὲ 10 w 2290
πάντα 1 w 2295
πράττοντες 1 w 2305
οὐ 9 w 2307
τὸν 3 w 2310
ὡρισμένον 1 w 2319
ἀριθμὸν 1 w 2326
ὡρῶν 1 w 2330
ἕνα 1 w 2333
καὶ 12 w 2336
κοινὸν 1 w 2342
ἐπὶ 4 w 2345
πάντων 1 w 2351
τῶν 7 w 2354
νοσούντων 1 w 2363
ἀλλ 3 w 2367
ὡς 3 w 2370
ἂν 3 w 2372
ὑπαγορεύῃ 1 w 2381
τὸ 12 w 2383
πάθος 1 w 2388
ἐπὶ 5 w 2391
μόνης 1 w 2396
τῆς 8 w 2399
φλεβοτομίας 2 w 2410
τὸν 4 w 2413
εἰρημένον 1 w 2422
ἀρτίως 1 w 2428
ἀεὶ 1 w 2431
περιμένουσι 1 w 2442
καιρὸν 1 w 2448
εὐφωρότατον 1 w 2460
ἴσχουσι 1 w 2467
τὸ 14 w 2469
σφάλμα 1 w 2475
τοὺς 2 w 2480
οὖν 2 w 2483
οὕτω 2 w 2487
διακειμένους 1 w 2499
ἀῤῥώστους 1 w 2508
ὡς 4 w 2511
εἰρήκαμεν 1 w 2520
προσήκει 3 w 2529
μέχρι 1 w 2534
λειποθυμίας 2 w 2545
ἄγειν 1 w 2550
ἐνίους 1 w 2557
γὰρ 5 w 2560
αὐτῶν 1 w 2565
οἶδα 3 w 2569
καταψυχθέντας 1 w 2582
μὲν 5 w 2585
ἐξ 1 w 2587
ἀνάγκης 1 w 2594
ἐπὶ 6 w 2597
τῇ 1 w 2599
λειποθυμίᾳ 1 w 2609
προσγενομένων 1 w 2623
δὲ 11 w 2625
νοτίδων 1 w 2632
ἐν 15 w 2634
ὅλῳ 1 w 2637
τῷ 2 w 2639
σώματι 1 w 2645
καὶ 13 w 2648
τῆς 9 w 2651
γαστρὸς 1 w 2658
καταῤῥαγείσης 1 w 2671
ἐν 16 w 2673
τάχει 1 w 2678
παυσαμένους 1 w 2689
τῆς 10 w 2692
νόσου 1 w 2697
προσέχειν 1 w 2707
μέντοι 1 w 2713
καλῶς 3 w 2718
ἔχει 3 w 2722
τῇ 2 w 2724
καθαιρέσει 1 w 2734
τῶν 9 w 2737
σφυγμῶν 1 w 2744
ἐφαπτόμενον 1 w 2756
αὐτῶν 2 w 2761
ἔτι 1 w 2764
ῥέοντος 1 w 2771
τοῦ 8 w 2774
αἵματος 5 w 2781
ὥσπερ 2 w 2787
κᾀπὶ 3 w 2791
τῶν 11 w 2794
ἄλλων 1 w 2799
ἁπάντων 1 w 2806
εἴωθα 1 w 2811
πράττειν 1 w 2819
τῶν 12 w 2822
φλεβοτομουμένων 1 w 2837
ὅπως 1 w 2842
μή 1 w 2844
ποτε 1 w 2848
λάθῃς 1 w 2853
αὐτὸν 1 w 2858
ἀντὶ 1 w 2862
λειποθυμίας 3 w 2873
θάνατον 1 w 2880
ἐργασάμενος 1 w 2891
ὅπερ 2 w 2896
οἶδα 4 w 2900
τρισὶν 1 w 2906
ἰατροῖς 1 w 2913
γενόμενον 1 w 2922
ἐφλεβοτόμησεν 1 w 2936
εἰς 2 w 2939
μὲν 6 w 2942
αὐτῶν 3 w 2947
γυναῖκα 1 w 2954
πυρέττουσαν 1 w 2965
ἑκάτερος 1 w 2974
δὲ 12 w 2976
τῶν 14 w 2979
ἄλλων 2 w 2984
ἄνδρα 1 w 2989
μέχρι 2 w 2994
λειποθυμίας 4 w 3005
τοσαύτης 1 w 3013
ὡς 5 w 3015
μηκέτι 1 w 3021
ἀναληφθῆναι 1 w 3032
καὶ 14 w 3036
διὰ 3 w 3039
τοῦτο 4 w 3044
αὐτὸ 3 w 3048
βέλτιόν 1 w 3055
ἐστι 1 w 3059
φυλάττεσθαι 1 w 3070
τὰς 1 w 3073
ἀθρόας 2 w 3079
κενώσεις 1 w 3087
εἰ 9 w 3090
μή 2 w 3092
τις 1 w 3095
ἀνάγκη 2 w 3101
μεγάλη 1 w 3107
κελεύῃ 1 w 3113
καὶ 15 w 3117
μέντοι 2 w 3123
καὶ 16 w 3126
9 w 3127
ἀντίσπασις 1 w 3137
οὐ 10 w 3139
μικρὸν 1 w 3145
οὖσα 1 w 3149
βοήθημα 1 w 3156
καὶ 17 w 3159
διὰ 4 w 3162
φλεβοτομίας 3 w 3173
γιγνομένη 1 w 3182
πολλάκις 2 w 3190
ὅσῳ 1 w 3193
περ 10 w 3196
εἰς 3 w 3199
ἀριθμὸν 2 w 3206
πλέονα 1 w 3212
τὰς 2 w 3215
κατὰ 8 w 3219
μέρος 2 w 3224
ἀφαιρέσεις 1 w 3234
αὐξήσεις 1 w 3242
τοσοῦτον 1 w 3251
δραστικώτερον 1 w 3264
γίνεται 1 w 3271
ταῦτα 1 w 3277
μὲν 7 w 3280
οὖν 3 w 3283
ἀμείνω 1 w 3289
προεγνῶσθαι 1 w 3300
Πάλιν 1 w 3306
δὲ 13 w 3308
ἐξ 2 w 3310
ἀρχῆς 1 w 3315
ἀνελθόντες 1 w 3325
ἐπὶ 7 w 3328
τὸ 17 w 3330
προκείμενον 1 w 3341
σκέμμα 1 w 3347
διέλθωμεν 1 w 3356
ὅσα 1 w 3359
γιγνώσκομεν 1 w 3370
ἀναγκαιότατα 1 w 3382
βουλομένοις 1 w 3393
ἀβλαβεῖς 1 w 3401
ἀεὶ 2 w 3404
τὰς 3 w 3407
φλεβοτομίας 4 w 3418
ἐργάζεσθαι 1 w 3428
πρῶτον 1 w 3435
μὲν 8 w 3438
ἐπίστασθαι 1 w 3448
προσήκει 4 w 3456
τοὺς 3 w 3460
εἰρημένους 1 w 3470
σκοποὺς 1 w 3477
τοῦ 10 w 3480
βοηθήματος 1 w 3490
αὐξομένους 1 w 3500
μὲν 9 w 3503
ἐνδείκνυσθαι 1 w 3515
πλέονα 2 w 3521
κένωσιν 3 w 3528
ἐκλυομένους 1 w 3540
δὲ 14 w 3542
καθαίρειν 1 w 3551
εἰς 4 w 3554
τοσοῦτον 2 w 3562
τὴν 17 w 3565
ποσότητα 1 w 3573
τῆς 11 w 3576
κενώσεως 3 w 3584
εἰς 5 w 3588
ὅσον 1 w 3592
ἐμειώθησαν 1 w 3602
αὐτοί 1 w 3607
μέγεθος 1 w 3615
οὖν 4 w 3618
νοσήματος 1 w 3627
ἅμα 1 w 3630
ῥώμῃ 1 w 3634
δυνάμεως 2 w 3642
οἱ 2 w 3644
πρῶτοι 1 w 3650
σκοποὶ 1 w 3656
φλεβοτομίας 5 w 3667
ἦσαν 1 w 3671
5 w 3673
μὲν 10 w 3676
ὡς 6 w 3678
ἐνδεικνύμενος 1 w 3691
αὐτὸς 1 w 3696
1 w 3697
χρὴ 3 w 3700
πράττειν 2 w 3708
6 w 3710
δ 62 w 3711
ὡς 7 w 3714
οὐ 11 w 3716
κωλύων 1 w 3722
ἐκεῖνον 1 w 3729
ὅπερ 3 w 3734
ἀντιενδείκνυσθαι 1 w 3750
καλοῦσιν 1 w 3758
ἔνιοι 1 w 3763
τῶν 15 w 3766
νεωτέρων 1 w 3774
ἰατρῶν 1 w 3780
ἐνίοτε 5 w 3787
γὰρ 6 w 3790
10 w 3791
μὲν 11 w 3794
διάθεσις 1 w 3802
ὑπαγορεύει 1 w 3812
τὴν 18 w 3815
φλεβοτομίαν 1 w 3826
11 w 3828
δ 65 w 3829
ἀῤῥωστία 1 w 3838
τῆς 12 w 3841
δυνάμεως 3 w 3849
κωλύει 1 w 3855
τούτων 2 w 3862
δ 67 w 3863
ἀμφοτέρων 1 w 3873
τῶν 16 w 3876
σκοπῶν 1 w 3882
ὑπαρχόντων 1 w 3892
δῆλον 1 w 3898
μὲν 12 w 3901
ὡς 8 w 3904
ἐλέχθη 1 w 3910
πρόσθεν 1 w 3917
οὐδὲ 1 w 3922
πλῆθος 4 w 3928
ἐστὶ 5 w 3932
χυμῶν 2 w 3937
ὠμῶν 1 w 3941
τοσούτων 1 w 3949
τε 28 w 3951
καὶ 18 w 3954
τοιοῦτον 1 w 3962
ὡς 9 w 3964
κωλῦσαι 1 w 3971
τὸ 19 w 3973
βοήθημα 2 w 3980
συνεπισκέπτεσθαι 1 w 3997
δ 70 w 3998
ἐφεξῆς 1 w 4005
ὁποία 1 w 4010
12 w 4011
φυσικὴ 1 w 4017
κρᾶσίς 1 w 4023
ἐστι 2 w 4027
τἀνθρώπου 1 w 4036
τοὺς 4 w 4041
μὲν 13 w 4044
γὰρ 7 w 4047
μεγάλας 1 w 4054
ἔχοντας 1 w 4061
τὰς 4 w 4064
φλέβας 1 w 4070
ἰσχνούς 1 w 4078
τε 30 w 4080
μετρίως 1 w 4087
καὶ 19 w 4090
μὴ 3 w 4092
λευκοὺς 1 w 4099
μηδ 2 w 4102
ἁπαλοσάρκους 1 w 4115
ἀφειδέστερον 1 w 4127
κενώσεις 2 w 4135
τοὺς 5 w 4140
δ 73 w 4141
ἐναντίους 1 w 4151
φειδομένως 1 w 4161
αἷμά 1 w 4166
τε 32 w 4168
γὰρ 8 w 4171
ὀλίγον 2 w 4177
ἔχουσιν 1 w 4184
εὐδιαφόρητόν 1 w 4196
τε 33 w 4198
τὴν 19 w 4201
σάρκα 1 w 4206
κατὰ 9 w 4211
τούτον 1 w 4217
οὖν 5 w 4220
τὸν 6 w 4223
λόγον 1 w 4228
οὐδὲ 2 w 4232
τοὺς 6 w 4236
παῖδας 1 w 4242
φλεβοτομήσεις 1 w 4255
μέχρι 3 w 4260
τεσσαρακαιδεκαετοῦς 1 w 4279
ἡλικίας 1 w 4286
μετὰ 2 w 4291
δὲ 17 w 4293
ταύτην 1 w 4299
ἐὰν 2 w 4302
αἷμα 2 w 4306
πάμπολύ 1 w 4313
τε 35 w 4315
φαίνηται 3 w 4323
ποτὲ 3 w 4327
ἠθροισμένον 1 w 4338
1 w 4340
θ 67 w 4341
ὥρα 2 w 4345
τοῦ 12 w 4348
ἔτους 1 w 4353
ἐαρινὴ 1 w 4359
καὶ 20 w 4362
τὸ 21 w 4364
χωρίον 1 w 4370
εὔκρατον 1 w 4378
φύσει 1 w 4383
καὶ 21 w 4386
14 w 4387
τοῦ 13 w 4390
παιδὸς 1 w 4396
φύσις 1 w 4401
εὔαιμος 1 w 4408
ἀφαιρήσεις 1 w 4419
ἔτι 2 w 4422
μᾶλλον 2 w 4428
αἷμα 3 w 4432
εἰ 14 w 4435
κίνδυνος 1 w 4443
ἐφεδρεύει 1 w 4452
περιπνευμονίας 1 w 4466
18 w 4468
συνάγχης 1 w 4476
19 w 4478
πλευρίτιδος 1 w 4489
20 w 4491
τινὸς 2 w 4496
ἄλλου 2 w 4501
ὀξέος 1 w 4506
καὶ 22 w 4509
σφοδροῦ 1 w 4516
νοσήματος 2 w 4525
ἀφαιρήσεις 2 w 4536
δὲ 18 w 4538
τὸ 22 w 4540
πλεῖστον 1 w 4548
ἄχρι 4 w 4552
κοτύλης 1 w 4559
τὸ 23 w 4561
πρῶτον 2 w 4567
ἐὰν 3 w 4571
δέ 2 w 4573
σοι 3 w 4576
μετὰ 3 w 4580
ταῦτα 2 w 4585
ἐπισκεπτομένῳ 1 w 4598
δόξῃ 1 w 4602
τὰ 20 w 4604
τῆς 13 w 4607
δυνάμεως 4 w 4615
ἰσχυρὰ 2 w 4621
διαμένειν 1 w 4630
ἥμισυ 1 w 4636
προσθήσεις 1 w 4646
κατὰ 10 w 4650
τὴν 20 w 4653
ἐπαφαίρεσιν 1 w 4664
ἔμαθες 1 w 4671
δὲ 19 w 4673
τῷ 3 w 4675
σφοδρῷ 1 w 4681
σφυγμῷ 1 w 4687
μετὰ 4 w 4691
ὁμαλότητος 1 w 4701
ὡς 10 w 4703
ἀψευδεῖ 1 w 4710
σημείῳ 1 w 4716
πιστεύειν 1 w 4725
περὶ 2 w 4729
δυνάμεως 5 w 4737
ἰσχυρᾶς 1 w 4744
ἐξ 3 w 4747
ἐπιμέτρου 1 w 4756
δὲ 20 w 4758
καὶ 23 w 4761
τῷ 4 w 4763
μεγάλῳ 1 w 4769
καὶ 24 w 4773
τοίνυν 1 w 4779
καὶ 25 w 4782
τοὺς 7 w 4786
ἑβδομηκοντούτας 1 w 4801
φλεβοτομήσεις 2 w 4814
ὧν 3 w 4816
εἴρηκα 1 w 4822
σφυγμῶν 2 w 4829
παρόντων 1 w 4837
ἐπειδὰν 1 w 4845
15 w 4846
διάθεσις 2 w 4854
κελεύῃ 2 w 4860
εἰσὶ 1 w 4865
γὰρ 9 w 4868
ἔτι 3 w 4871
καὶ 26 w 4874
κατὰ 11 w 4878
τὴν 21 w 4881
ἡλικίαν 1 w 4888
τήνδε 1 w 4893
πολύαιμοί 1 w 4902
τινες 1 w 4907
ἅμα 2 w 4910
ῥώμῃ 2 w 4914
δυνάμεως 6 w 4922
ὥσπερ 3 w 4928
ἕτεροι 1 w 4934
ξηροὶ 1 w 4939
καὶ 27 w 4943
ὀλίγαι 1 w 4949
μοι 2 w 4952
καὶ 28 w 4955
ῥᾳδίως 1 w 4961
μελαινόμενοι 1 w 4973
πᾶν 2 w 4976
τὸ 24 w 4978
πληγὲν 1 w 4984
μέρος 3 w 4989
οὐ 14 w 4992
προσέξεις 1 w 5001
οὖν 6 w 5004
τῷ 5 w 5006
ἀριθμῷ 1 w 5012
μόνον 2 w 5017
καθάπερ 1 w 5025
ἔνιοι 2 w 5030
προσέχουσιν 1 w 5041
ἀλλὰ 2 w 5046
τῇ 3 w 5048
τοῦ 14 w 5051
σώματος 1 w 5058
ἕξει 1 w 5062
καὶ 29 w 5066
γὰρ 10 w 5069
ἑξηκοντοῦταί 1 w 5081
τινες 2 w 5086
οὐκέτι 1 w 5092
φέρουσι 1 w 5099
φλεβοτομίαν 2 w 5110
ἑβδομηκοντοῦται 1 w 5126
δὲ 21 w 5128
φέρουσιν 1 w 5136
ἀλλὰ 3 w 5141
ἔλαττον 1 w 5148
ἀφαιρήσεις 3 w 5158
δηλονότι 1 w 5166
τούτων 3 w 5172
εἰ 16 w 5175
καὶ 30 w 5178
τὴν 22 w 5181
αὐτὴν 2 w 5186
ἔχειν 2 w 5191
φαίνονται 1 w 5200
διάθεσιν 1 w 5208
ἀκμαστικῷ 1 w 5217
σώματι 2 w 5223
Κάλλιστον 1 w 5233
μὲν 14 w 5236
πρὸ 2 w 5239
τοῦ 17 w 5242
διαιρεῖν 1 w 5250
τὴν 24 w 5253
φλέβα 3 w 5258
τὰ 24 w 5260
τοιαῦτα 1 w 5267
πάντα 2 w 5272
ἐπισκέπτεσθαι 1 w 5285
καὶ 31 w 5289
μάλιστα 1 w 5296
περὶ 3 w 5300
αἱμοῤῥοΐδων 1 w 5311
ἐπισχομένων 1 w 5322
καὶ 32 w 5325
γυναικείας 1 w 5335
καθάρσεως 1 w 5344
ὁπότε 2 w 5350
γὰρ 11 w 5353
σχασθείσης 1 w 5363
τῆς 14 w 5366
φλεβὸς 1 w 5372
ῥέῃ 1 w 5375
τὸ 25 w 5377
αἷμα 4 w 5381
τῇ 4 w 5384
μεταβολῇ 1 w 5392
μὲν 15 w 5395
αὐτοῦ 1 w 5400
καὶ 33 w 5404
μάλισθ 1 w 5410
ὅταν 3 w 5415
3 w 5416
ἤδη 3 w 5419
φλεγμονὴ 1 w 5427
καὶ 34 w 5431
τῷ 6 w 5433
τόνῳ 1 w 5437
δὲ 22 w 5439
τῆς 15 w 5442
ῥύσεως 1 w 5448
ὁκλάζοντι 1 w 5457
μάλιστα 2 w 5465
δὲ 23 w 5467
τῇ 5 w 5469
μεταβολῇ 2 w 5477
τῶν 17 w 5480
σφυγμῶν 3 w 5487
ὡς 11 w 5489
ψευδεῖ 2 w 5495
γνωρίσματι 1 w 5505
προσέχειν 2 w 5514
δεῖ 3 w 5517
τὸν 7 w 5520
νοῦν 3 w 5524
καὶ 35 w 5527
παύειν 2 w 5533
αὐτίκα 1 w 5539
μεταβάλλοντος 1 w 5552
21 w 5553
κατὰ 12 w 5557
μέγεθος 2 w 5564
22 w 5565
κατὰ 13 w 5569
ἀνωμαλίαν 2 w 5578
ἡντινοῦν 1 w 5586
περὶ 4 w 5591
μὲν 16 w 5594
γὰρ 12 w 5597
τῆς 16 w 5600
εἰς 6 w 5603
ἀμυδρότητα 1 w 5613
μεταβολῆς 1 w 5622
τί 7 w 5624
δεῖ 4 w 5627
καὶ 36 w 5630
λέγειν 1 w 5636
ἔμαθες 2 w 5643
γὰρ 13 w 5646
ἐν 21 w 5648
τῇ 6 w 5650
ποιότητι 1 w 5658
ταύτῃ 1 w 5663
βεβαίαν 1 w 5670
γίγνεσθαι 1 w 5679
διάκρισιν 1 w 5688
ἰσχυρᾶς 2 w 5695
τε 40 w 5697
καὶ 37 w 5700
ἀσθενοῦς 1 w 5708
δυνάμεως 7 w 5716
ἐφ 7 w 5719
ὧν 4 w 5722
δὲ 24 w 5724
ἐγγὺς 1 w 5729
τῆς 17 w 5732
διαιρουμένης 1 w 5744
φλεβὸς 2 w 5750
ἐστί 1 w 5754
τις 2 w 5757
φλεγμονὴ 2 w 5765
μεγάλη 2 w 5771
κάλλιστον 1 w 5781
ἀναμένειν 1 w 5790
τὴν 25 w 5793
μεταβολὴν 1 w 5802
τοῦ 19 w 5805
αἵματος 6 w 5812
ἔν 3 w 5814
τε 41 w 5816
τῇ 7 w 5818
χροιᾷ 1 w 5823
καὶ 38 w 5826
τῇ 8 w 5828
συστάσει 1 w 5836
καθάπερ 2 w 5844
καὶ 39 w 5847
11 w 5848
Ἱπποκράτης 1 w 5858
ἐδήλωσεν 1 w 5866
ἐν 22 w 5868
τῷ 7 w 5870
περὶ 5 w 5874
διαίτης 1 w 5881
ὀξέων 1 w 5886
ἐπὶ 8 w 5890
πλευρίτιδος 2 w 5901
ποιούμενος 1 w 5911
τὸν 8 w 5914
λόγον 2 w 5919
ἕτερον 1 w 5926
γάρ 1 w 5929
ἐστι 3 w 5933
τὸ 28 w 5935
κατὰ 14 w 5939
φλεγμονὴν 1 w 5948
αἷμα 5 w 5952
τοῦ 20 w 5955
κατὰ 15 w 5959
φύσιν 1 w 5964
ἐπιθερμαινόμενον 1 w 5981
ἐπιπλέον 1 w 5989
εἰ 18 w 5992
μὲν 17 w 5995
ἦν 1 w 5997
ἔμπροσθεν 1 w 6006
ὠμότερον 1 w 6014
ἐρυθρότερον 1 w 6026
καὶ 40 w 6029
ξανθότερον 1 w 6039
γίνεται 2 w 6046
εἰ 19 w 6049
δὲ 25 w 6051
τοιοῦτον 2 w 6059
ἦν 2 w 6061
ἔμπροσθεν 2 w 6070
ἐπὶ 9 w 6074
τὸ 29 w 6076
μέλαν 1 w 6081
ἐκτρέπεται 1 w 6091
κατοπτώμενον 1 w 6103
διὰ 5 w 6107
τοῦτο 5 w 6112
ἔγραψεν 1 w 6119
ἐπὶ 10 w 6122
τῶν 18 w 6125
πλευριτικῶν 1 w 6136
12 w 6137
Ἱπποκράτης 2 w 6147
ὧδε 1 w 6150
ὁποίαν 1 w 6157
δὲ 26 w 6159
χρὴ 4 w 6162
τέμνειν 1 w 6169
τὴν 26 w 6172
ἐν 23 w 6174
ἀγκῶνι 1 w 6180
φλέβα 4 w 6185
τὴν 27 w 6188
εἴσω 1 w 6192
καὶ 41 w 6195
μὴ 4 w 6197
ὀκνεῖν 1 w 6203
συχνὸν 1 w 6209
ἀφαιρήσειν 1 w 6219
ἔστ 2 w 6223
ἂν 4 w 6226
ἐρυθρότερόν 1 w 6237
τε 47 w 6239
καὶ 42 w 6242
ξανθότερον 2 w 6252
πολὺ 1 w 6256
ῥυῇ 1 w 6259
23 w 6261
ἀντὶ 2 w 6265
καθαροῦ 1 w 6272
τε 49 w 6274
καὶ 43 w 6277
ἐρυθροῦ 1 w 6284
πελιδνόν 1 w 6292
ἀμφότερα 1 w 6301
γὰρ 14 w 6304
γίνεται 3 w 6311
σημεῖον 1 w 6319
γὰρ 15 w 6322
τίθεται 1 w 6329
τοῦ 22 w 6332
μετειλῆφθαί 1 w 6343
τι 43 w 6345
τοῦ 23 w 6348
κατὰ 16 w 6352
τὴν 28 w 6355
φλεγμονὴν 2 w 6364
αἵματος 7 w 6371
εἰς 7 w 6374
τὴν 29 w 6377
τετμημένην 1 w 6387
φλέβα 5 w 6392
τῷ 8 w 6395
φανῆναι 1 w 6402
μεταβολὴν 2 w 6411
ἐν 24 w 6413
αὐτῷ 1 w 6417
οὐ 16 w 6420
μὴν 1 w 6423
ἐκ 4 w 6425
παντὸς 1 w 6431
τρόπου 1 w 6437
περιμένειν 1 w 6447
χρὴ 5 w 6450
ταύτην 2 w 6456
ἀλλ 6 w 6460
ἔσθ 1 w 6464
ὅτε 1 w 6468
καὶ 44 w 6471
πρὸ 3 w 6474
τοῦ 24 w 6477
γενέσθαι 1 w 6485
παύεσθαι 1 w 6493
προσήκει 5 w 6501
διὰ 6 w 6504
διττὴν 1 w 6510
αἰτίαν 1 w 6516
ἤτοι 4 w 6521
δυνάμεως 8 w 6529
ἀῤῥωστούσης 1 w 6540
24 w 6541
κακοήθους 1 w 6550
φλεγμονῆς 1 w 6559
ἐνίοτε 6 w 6566
γὰρ 16 w 6569
οὐδὲν 1 w 6574
μεθίησιν 1 w 6582
ἀλλὰ 4 w 6587
ἔσφικται 1 w 6595
σφοδρῶς 1 w 6602
εἰ 21 w 6605
μέντοι 3 w 6611
18 w 6612
δύναμις 2 w 6619
μὴ 6 w 6621
φαίνοιτο 1 w 6629
καταλυομένη 1 w 6640
διὰ 7 w 6643
τῆς 18 w 6646
κενώσεως 4 w 6654
εἴδη 1 w 6659
δὲ 28 w 6661
τοῦτο 6 w 6666
τῶν 19 w 6669
σφυ 5 w 6672
γμῶν 4 w 6676
ἁπτόμενος 1 w 6685
ὅταν 4 w 6690
φλεβοτομούμενος 1 w 6705
ἀκμάζων 1 w 6712
εἴη 1 w 6715
περιμένειν 2 w 6726
προσήκει 6 w 6734
τὴν 31 w 6737
μεταβολὴν 3 w 6746
καὶ 45 w 6750
μᾶλλον 3 w 6756
εἰ 22 w 6758
τὸ 31 w 6760
περιέχον 1 w 6768
εὔκρατον 2 w 6776
εἴη 2 w 6779
δύο 1 w 6783
γάρ 2 w 6786
ἐστι 4 w 6790
ταῦτα 3 w 6795
δι 23 w 6797
2 w 6799
μάλιστα 3 w 6806
γίγνεται 1 w 6814
στοχαστικὸν 2 w 6825
τὸ 32 w 6827
ποσὸν 2 w 6832
τῆς 19 w 6835
κενώσεως 5 w 6843
ἐν 26 w 6845
τούτῳ 1 w 6850
τῷ 10 w 6852
βοηθήματι 1 w 6861
τοῦ 26 w 6865
τε 55 w 6867
κάμνοντος 1 w 6876
19 w 6877
φύσις 2 w 6882
ὁποία 3 w 6887
τίς 1 w 6890
ἐστιν 1 w 6895
ἀδυνατούντων 1 w 6907
ἡμῶν 1 w 6911
ἀκριβῶς 3 w 6918
διαγνῶναι 1 w 6927
τοῦ 27 w 6931
τε 56 w 6933
περιέχοντος 1 w 6944
21 w 6945
κρᾶσις 1 w 6951
ὁποία 4 w 6956
τις 3 w 6959
ἔσται 1 w 6964
μετὰ 5 w 6968
τὴν 32 w 6971
φλεβοτομίαν 3 w 6982
ὁπόταν 1 w 6989
γὰρ 17 w 6992
22 w 6993
μὲν 18 w 6996
πυρετώδης 1 w 7005
θερμασία 1 w 7013
διαφορῇ 1 w 7020
πολὺ 2 w 7024
τοῦ 28 w 7027
αἵματος 8 w 7034
ἐνδεῶς 2 w 7041
δ 142 w 7042
17 w 7044
κάμνων 1 w 7050
4 w 7051
διαιτώμενος 1 w 7062
ἐξ 4 w 7065
ἀνάγκης 2 w 7072
ἐπιλείπῃ 1 w 7080
ταχέως 1 w 7086
αὐτὸν 2 w 7091
23 w 7092
ἐκ 5 w 7094
τοῦ 29 w 7097
αἵματος 9 w 7104
τροφὴ 2 w 7109
κᾀν 1 w 7113
τούτῳ 2 w 7118
καταλυθῇ 1 w 7126
24 w 7127
δύναμις 3 w 7134
ἐκδαπανᾶται 1 w 7146
δὲ 29 w 7148
διὰ 8 w 7151
μὲν 19 w 7154
τὴν 33 w 7157
κρᾶσιν 1 w 7163
τοῦ 30 w 7166
νοσοῦντος 1 w 7175
ὑγράν 1 w 7181
τε 57 w 7183
καὶ 46 w 7186
θερμὴν 1 w 7192
οὖσαν 1 w 7197
οἵα 1 w 7201
περ 24 w 7204
ἐστὶ 6 w 7208
καὶ 47 w 7211
25 w 7212
τῶν 20 w 7215
παίδων 1 w 7221
διὰ 9 w 7225
δὲ 30 w 7227
τὸ 34 w 7229
περιέχον 3 w 7237
ἐν 28 w 7239
χώρᾳ 1 w 7243
θερμῇ 1 w 7248
καὶ 48 w 7251
ὥρᾳ 1 w 7254
θερινῇ 1 w 7260
διὰ 10 w 7264
τοῦτ 9 w 7268
οὖν 7 w 7272
ἔλαττον 2 w 7279
ἀφαιροῦμεν 1 w 7289
25 w 7290
τὸ 35 w 7292
πλῆθος 5 w 7298
ὑπαγορεύει 2 w 7308
κατὰ 17 w 7313
μὲν 20 w 7316
τὰς 5 w 7319
ἡλικίας 2 w 7326
ἐπὶ 11 w 7329
τῶν 21 w 7332
παίδων 2 w 7338
κατὰ 18 w 7343
δὲ 31 w 7345
τὰς 6 w 7348
ἕξεις 1 w 7353
τοῦ 32 w 7356
σώματος 2 w 7363
ἐπὶ 12 w 7366
τῶν 22 w 7369
ἁπαλοσάρκων 1 w 7380
καὶ 49 w 7383
λευκῶν 1 w 7389
οἷοί 1 w 7394
περ 26 w 7397
εἰσὶν 1 w 7402
οἱ 3 w 7404
Κελτοὶ 1 w 7410
κατὰ 19 w 7415
δὲ 32 w 7417
τὰς 7 w 7420
ὥρας 2 w 7424
ὑπὸ 1 w 7427
τοῦ 33 w 7430
κυνός 1 w 7435
παραπλησίως 1 w 7447
δὲ 33 w 7449
κατὰ 20 w 7453
τὰ 38 w 7455
χωρία 1 w 7460
καὶ 50 w 7463
τὰς 8 w 7466
καταστάσεις 1 w 7477
καθ 9 w 7481
ἕτερον 2 w 7488
δὲ 34 w 7490
τρόπον 1 w 7496
ὡς 12 w 7499
εἴρηται 1 w 7506
καὶ 51 w 7509
ἔμπροσθεν 3 w 7518
ἐπὶ 13 w 7521
τῶν 23 w 7524
ἐναντίων 1 w 7532
ὅπερ 4 w 7537
ἐστὶν 2 w 7542
ἐπὶ 14 w 7545
τῶν 24 w 7548
ψυχρῶν 1 w 7554
ὡρῶν 2 w 7558
τε 59 w 7560
καὶ 52 w 7563
χωρῶν 1 w 7568
εὐλαβούμεθα 1 w 7580
κένωσιν 4 w 7587
δαψιλῆ 1 w 7593
διὰ 11 w 7596
τὴν 34 w 7599
ἑπομένην 1 w 7607
κατάψυξιν 1 w 7616
οὔκουν 1 w 7623
οἷόν 2 w 7627
τε 60 w 7629
διὰ 12 w 7632
γραφῆς 1 w 7638
ἐφ 8 w 7640
ἑκάστῳ 1 w 7647
τῶν 25 w 7650
εἰρημένων 2 w 7659
ἓν 1 w 7661
ἀφορίσαι 1 w 7669
κενώσεως 6 w 7677
μέτρον 1 w 7683
οἶδα 5 w 7688
γὰρ 18 w 7691
ἐπ 35 w 7693
ἐνίων 2 w 7699
μὲν 21 w 7702
αὐτάρκως 1 w 7710
ἀφελεῖν 3 w 7717
στ 51 w 7719
λίτρας 1 w 7725
αἵματος 10 w 7732
ὡς 13 w 7735
τόν 3 w 7738
τε 61 w 7740
πυρετὸν 2 w 7747
αὐτίκα 2 w 7753
σβεσθῆναι 1 w 7762
καὶ 53 w 7765
μηδεμίαν 1 w 7773
ἀκολουθῆσαι 1 w 7784
κάκωσιν 1 w 7791
τῆς 20 w 7794
δυνάμεως 9 w 7802
ἐπ 36 w 7805
ἐνίων 3 w 7811
δὲ 35 w 7813
μίαν 6 w 7817
καὶ 54 w 7820
ἡμίσειαν 1 w 7828
οὐκ 6 w 7831
ἄνευ 1 w 7835
τοῦ 34 w 7838
βραχύ 1 w 7843
τι 49 w 7845
παραβλάψαι 1 w 7855
τὴν 35 w 7858
δύναμιν 1 w 7865
ἐφ 9 w 7868
ὧν 5 w 7871
εἰ 25 w 7873
δύο 2 w 7876
τις 4 w 7879
ἐκένωσεν 1 w 7887
ἔβλαψεν 1 w 7895
ἂν 5 w 7897
ἐσχάτως 1 w 7904
διὰ 13 w 7908
τοῦτ 10 w 7912
οὖν 8 w 7916
οἶδα 6 w 7920
καὶ 55 w 7923
μίαν 7 w 7927
ἀφῃρηκὼς 1 w 7935
λίτραν 1 w 7941
ἐνίοτε 7 w 7947
ὠφελίμως 1 w 7955
καί 1 w 7959
ποτε 2 w 7963
καὶ 56 w 7966
ταύτης 1 w 7972
ἐλάττονα 1 w 7980
ἀπὸ 2 w 7984
φλεβὸς 3 w 7990
κατ 31 w 7993
ἀγκῶνα 1 w 8000
καὶ 57 w 8003
ἰγνύαν 1 w 8009
καὶ 58 w 8012
ἀστράγαλον 1 w 8022
ὡς 14 w 8025
ἔκ 1 w 8027
τε 64 w 8029
τῶν 26 w 8032
παρὰ 1 w 8036
τοὺς 8 w 8040
μεγάλους 1 w 8048
κανθοὺς 1 w 8055
τῶν 27 w 8058
ὀφθαλμῶν 1 w 8066
26 w 8067
ὑπὸ 2 w 8070
τὴν 36 w 8073
γλῶτταν 1 w 8080
οὐδὲ 4 w 8085
ῥεῖν 2 w 8089
εἴωθεν 1 w 8095
ἀξιόλογον 1 w 8104
ὥσπερ 4 w 8110
οὐδ 8 w 8113
εἴ 9 w 8116
τις 5 w 8119
ἐν 33 w 8121
ποσὶν 1 w 8126
27 w 8127
ἄκραις 1 w 8133
χερσὶ 1 w 8138
τέμνει 2 w 8144
φλέβα 6 w 8149
καθάπερ 3 w 8157
καὶ 59 w 8160
οἱ 4 w 8162
σπλῆνα 1 w 8168
θεραπεύσασθαι 1 w 8181
νομίζοντες 1 w 8191
ὑπὸ 3 w 8194
τῆς 21 w 8197
παρὰ 2 w 8201
τὸν 11 w 8204
δεύτερον 1 w 8212
τῶν 28 w 8215
μικρῶν 1 w 8221
δακτύλων 1 w 8229
φλεβὸς 4 w 8235
τμηθείσης 1 w 8244
ὑπὲρ 1 w 8249
ἧς 1 w 8251
ἐπιπλέον 2 w 8259
ἐφεξῆς 2 w 8265
εἰρήσεται 1 w 8274