Scaife ATLAS

CTS Library / De differentiis pulsuum

De differentiis pulsuum (2.6)

urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.6
Refs {'start': {'reference': '2.6', 'human_reference': 'Book 2 Chapter 6'}}
Ancestors [{'reference': '2'}]
Children []
prev
plain textXML
next

Καὶ νῦν ἔτι δεήσομαι παρέντας τὸ περὶ
τῶν ὀνομάτων ἐρίζειν, καὶ συγχωρήσαντας ἡμῖν κατὰ τὸ τῶν
Ἑλλήνων ἔθος διαλέγεσθαι, μαθεῖν ὅτι κακῶς ὀκτὼ ποιότητας
λέγουσιν. οὐ γάρ ἐστιν ἅπαντα τὰ πρῶτα γένη τῶν
σφυγμῶν ποιότητες, ὡς ἐδείξαμεν. ἀλλὰ πῶς λέγειν χρὴ, φασίν.
ἐρωτῶσι δὲ ταῦτα, οὐχ ἵνα μάθωσιν, ἀλλ ἵν ἀρχὴν
ἔχωσιν ἀμφισβητήσεως. σὺ τοίνυν ἀποκριθήσῃ, διαφορὰς
χρῆναι λέγειν τῶν πρώτων ἐν τοῖς σφυγμοῖς γενῶν, καὶ νὴ
Δία οὕτως, τῶν ἐν τοῖς σφυγμοῖς διαφορῶν τὰ πρῶτα γένη.
οἱ δ ἐξ ἀνάγκης ποῖα πρῶτα γένη φήσουσι, καὶ τίνα, καὶ
ποίας διαφοράς. σὺ δὲ καὶ πρὸς ταῦθ ὡδί πως αὐτοῖς ἀπόκριναι,
πρῶτον ἄκουσον εἰπὼν τᾶν, ὅτι γενῶν, καὶ τότε
ἀκούσεις, ὅτι πρώτων, καὶ μετὰ τοῦθ’, ὅτι διαφορῶν. ὅτι
μὲν οὖν γενῶν, ἐντεῦθεν εἴσῃ. λέγεταί τις μέγας σφυγμὸς,

591
καὶ ἐναντίως αὐτῷ μικρός. καί τις ἀμφοῖν μέσος, σύμμετρος
αὐτῶν. καὶ νὴ Δία γε μακρός τις καλεῖται σφυγμὸς
καὶ βραχὺς καὶ πλατὺς καὶ στενὸς καὶ ὑψηλὸς καὶ ταπεινὸς
καὶ οἱ μέσοι τούτων ἁπάντων οἱ σύμμετροι. δοκεῖ σοι τούτων
τῶν εἰρημένων σφυγμῶν εἶναί τι κοινὸν γένος, ὁποῖον
φήσουσι δηλαδὴ θρασυνόμενοι τῇ φωνῇ. σὺ δὲ, μὴ ταραχθεὶς
ἐν τούτῳ, λαβὼν ἀνάγνωθι τὸ τοῦ Ἀρχιγένους βιβλίον αὐτοῖς,
πρῶτον μὲν τὸ ἐπίγραμμα τοῦ κεφαλαίου τοιοῦτον ἔχον.
περὶ μεγέθους σφυγμοῦ. εἶτα καὶ αὐτὴν τὴν ἀρχὴν τοῦ λόγου
κατὰ λέξιν ὡδί πως γεγραμμένην· τὸ μέγεθος τοῦ σφυγμοῦ
γενικῶς λέγεται. ἔχει γὰρ μέγεθος καὶ μικρὸς σφυγμὸς
καὶ μέγας. εἶτα μικρὸν ἐπειλίξας τὸ βιβλίον, αὖθις ἐκ
τοῦ περὶ σφοδρότητος ἀνάγνωθι ταύτην τὴν λέξιν· οὐκοῦν
γένος μὲν σφοδρότης, εἴδη δ αὐτῆς τε σφοδρὸς σφυγμὸς
καὶ ἀμυδρὸς καὶ μέσος. εἶτα πάλιν ἐπειλίξας τὸ βιβλίον
ὀλίγον τὴν ἀρχὴν ἀνάγνωθι τοῦ περὶ τῆς πληρότητος
λόγου, τοιαύτην οὖσαν· τῷ πλήρει σφυγμῷ καὶ τῷ κενῷ
ἔστι κοινὸν γένος. τοῦτ ἔσθ ὅτε πληρότης καλεῖται. καὶ
592
μικρὸν ἐπισχὼν τὸν λόγον, τὴν ἀνάγνωσιν τοῦ βιβλίου, φάθι
πρὸς αὐτοὺς, ὡς οὐδὲν ἡμεῖς καινὸν λέγομεν, ἀλλ ὅπερ εἴρηται
καὶ Ἀρχιγένει. καθ ἕκαστον γὰρ τῶν σφυγμῶν ἔστι
τι κοινὸν πλειόνων διαφορῶν γένος, ὥσπερ ἐν τῷ παρόντι
τρία ταυτὶ πρὸς Ἀρχιγένους εἴρηται, μέγεθος, σφοδρότης,
πληρότης. εἶθ ἑξῆς φάθι τέταρτον αὐτὸν γράφειν γένος τὴν
σκληρότητα, καὶ τὴν λέξιν ἀνάγνωθι τόνδε τὸν τρόπον ἔχουσαν·
ἔστι δὲ μαλακότητος καὶ σκληρότητος σφυγμοῦ κοινὸν
γένος, τάχ’, ἂν τριβείη, καλεῖται σκληρότης. ἔτι δὲ σαφέστερον
ἐν τῷ περὶ τάξεως καὶ ἀταξίας ὁμαλότητός τε καὶ
ἀνωμαλίας λόγῳ, τὰ γένη τούτων τῶν διαφορῶν ἀκατονόμαστα
λέγων εἶναι, τόνδε τὸν τρόπον ἄρχεται. δὲ Ἡρόφιλος
κατὰ γένος τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἐκθέμενος
οὕτως· μέγεθος, τάχος, σφοδρότης, ῥυθμός.
ἀσυζύγως κατ εἶδος τάξεως ἐμνήσθη καὶ
48
ἀταξίας
ὁμαλότητός τε καὶ ἀνωμαλίας. ἐγκαλεῖται τοίνυν ὑπὸ
τῶν μικραιτίων ὡς γένεσιν εἴδη ἀντιδιαστειλάμενος. ταῦτα
μὲν κατὰ τὴν ἀρχὴν τοῦ λόγου· κατωτέρω δὲ οὐκέτι τὸ
593
Ἡροφίλῳ δοκοῦν ἐξηγούμενος, ἀλλὰ τὴν ἑαυτοῦ γνώμην γράφων
ἐν τῷ περὶ τάξεως καὶ ἀταξίας λόγῳ, τί φησι; μᾶλλον
οὖν ῥητέον, ὅτι τὸ γένος ἐστὶν ἀκατονόμασον. τοῦτο δὲ δὴ
τί βούλεται αὐτῷ, ὅτι μεγέθους μὲν καὶ μικρότητος τὸ κοινὸν
γένος ὠνόμασε μέγεθος, καὶ σφοδρότητος καὶ ἀμυδρότητος
σφοδρότητα, καὶ πληρότητος καὶ κενότητος πληρότητα,
καὶ σκληρότητος καὶ μαλακότητος σκληρότητα,
καὶ τάχους καὶ βραδύτητος τάχος, καὶ πυκνότητος καὶ
ἀραιότητος πυκνότητα, τάξεως δὲ καὶ ἀταξίας τὸ γένος
ἐπινοεῖ μὲν, ὄνομα δὲ οὐδὲν ἔχει κατ ἀμφοῖν τοιοῦτον εἰπεῖν,
οἷον κατὰ μεγέθους καὶ μικρότητος τὸ μέγεθος; οὐ γὰρ
ὥσπερ ἐκεῖ τῷ μικρῷ σφυγμῷ μέγεθος ὑπάρχειν ἔφησεν, οὕτω
κᾀνταῦθα τῷ ἀτάκτῳ τάξιν τολμᾷ φάναι συμβεβηκέναι·
κατὰ ταὐτὰ δὲ οὐδὲ τῷ ἀνωμάλῳ ὁμαλότητα. ὅθεν οὐδὲ
τούτων τὸ γένος τὸ κοινὸν ὁμαλότης ὠνόμασται. καὶ διὰ
τοῦτο ἀκατονόμαστά φησι τούτων τῶν διαφορῶν εἶναι τὰ
γένη. γένη μὲν δὴ κατὰ τὰς τῶν σφυγμῶν διαφορὰς οὐχ
ἡμεῖς μόνον, ἀλλὰ Ἀρχιγένης εἶναί φησι καὶ Ἀγαθῖνος
594
καὶ πάντες σχεδὸν οἱ περὶ σφυγμῶν γράψαντες ὑπομνήματα.
πῇ τοίνυν αὐτῶν διαφέρομεν; ὅτι κυριωτέροις ἡμεῖς χρώμεθα
τοῖς ὀνόμασιν. εἰπόντος γὰρ Ἀρχιγένους κατὰ μέγεθος εἶναί
τινα ποιότητα, καὶ αὖθις ἑτέραν κατὰ σφοδρότητα, καὶ τρίτην
κατὰ πληρότητα, καὶ τετάρτην κατὰ σκληρότητα, καί
τινας ἐπὶ ταύταις κατὰ τάχος καὶ πυκνότητα, τὴν μὲν κατὰ
μέγεθος ἡμεῖς κατὰ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσομεν.
οὐ γάρ ἐστι κοινὸν γένος μεγέθους καὶ μικρότητος μέγεθος,
οὐ μᾶλλον λευκότητος καὶ μελανότητος λευκότης. ἀλλ
εἴπερ τούτων γένος τι τὸ χρῶμα, ζητητέον τί ποτ ἐστὶ τοῦ
μεγάλου καὶ μικροῦ γένος. γὰρ τὸ ποσόν ἐστιν, τὸ πρὸς
τὶ, σύνθετον ἅμα τῷ πρὸς τὶ καὶ τὸ ποσόν. ἴσμεν γὰρ
ὅτι κατὰ πολλὰ γένη συνίστατο τὸ πρὸς τί. καὶ γὰρ λευκότερον
καὶ μελάντερον ἐν τῷ γένει τοῦ χρώματος. ποιὸν δὲ τὸ
χρῶμα. καὶ ἀνωτέρω καὶ κατωτέρω πάλιν ἐν τῷ τοῦ ποῦ
γένει. καὶ πρωϊαίτερον καὶ ὀψιαίτερον ἐν τῷ τοῦ πότε, καὶ
κατ ἄλλας πλείους γενικὰς κατηγορίας τὸ πρὸς τὶ συνίσταται.
τί δὴ θαυμαστὸν, εἰ καὶ κατὰ τὴν τοῦ ποσοῦ συνέστη;
595
μάλιστα γὰρ ἂν ἐβουλήθημεν, εἴπερ ἦν δυνατὸν, ὡρισμένῳ
μέτρῳ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσαι, καθάπερ ἐπὶ πολλῶν
ποδιαῖόν τε καὶ πηχυαῖον, διπηχυαῖον, καὶ τὰ τοιαῦτα
καλοῦμεν. ἐπεὶ δὲ οὐδὲν εὕρομεν τοιοῦτον ἐκ τῶν ἐνόντων,
ἐγγυτάτω προσίεμεν ὡρισμένων. γιγνώσκοντες γὰρ, οἶμαι, τόν
θ ἁπλῶς καὶ τὸν καθ ἕκαστον ἡμῶν σύμμετρον σφυγμὸν,
τοὺς ὑπερβάλλοντας ἐλλείποντας ὀνομάζειν σαφῶς πειρώμεθα,
ποτὲ μὲν οὑτωσὶ λέγοντες, κᾂν μὴ λέγωμεν πρὸς
ἀλλήλους, ἐν ἡμῖν γοῦν αὐτοῖς νοοῦντες, οὗτος σφυγμὸς
βραχὺ τοῦ συμμέτρου μείζων ἐστὶν, αὖθις δὲ πάλιν, οὗτος
σφυγμὸς οὐκ ὀλίγῳ τοῦ συμμέτρου μείζων ἐστί. τὸ δ αὐτὸ
καὶ οὕτως λέγομεν, ἀξιολόγως τοῦ συμμέτρου μείζων,
ἱκανῶς μείζων· πάλιν ἁπλῶς, οὑτοσὶ μέγας ἐστὶν σφυγμός·
καὶ οὕτως, σφυγμὸς οὗτος ἱκανῶς μέγας ἐστί·
καὶ νὴ Δία οὕτως, πάνυ μέγας σφυγμὸς οὗτός ἐστι·
μᾶλλον ἔτι προσαύξοντες τὴν νόησιν πάνυ σφόδρα μέγαν
εἶναί φαμεν, καὶ νὴ Δία μέγιστον. ἅπασαι γὰρ αἵδε αἱ
λέξεις τὸν τοῦ συμμέτρου μείζονα δηλοῦσαι, τὸ μᾶλλόν τε καὶ
596
ἧττον ἐμφαίνουσιν, ὥστε τινὰ τὸ πρὸς τὴν χρείαν σύμμετρον
αὐταρκέστατον δηλοῦν, εἰ μόνον ἐπιστάμενος εἴη τὸ σύμμετρον.
ἀρκεῖ γὰρ ἐν αὐτῷ τῷ μείζονι
49
τοῦ συμμέτρου,
πέντε ποιησάμενον, καὶ νὴ Δία ἕξ διαφορὰς, τὸν μὲν ὑπὲρ
ἅπαν
25
τας, ὃν ἡμῖν καὶ αὐτὸν ἐγνῶσθαι χρὴ, καθάπερ
τὸν σύμμετρον, ὀνομάζειν μέγιστον, τὸν δ ὥσπερ μέσον τοῦ
μεγίστου καὶ τοῦ μέσου μέγαν ἁπλῶς. μεταξὺ δὲ τούτου
τε κἀκείνου καθ ἑκάτερον ἄλλους δύο τάξαι, τὸν μὲν ὀλίγῳ
τοῦ συμμέτρου μείζονα, τὸν δ ἀπολειπόμενον ὀλίγῳ τοῦ μεγάλου,
καὶ τὸν μὲν ὑπὲρ τὸν μέγαν τὸν ἐγγυτάτω τοῦ μεγίστου.
ταῦτα εἴρηταί μοι πρὸς ἔνδειξιν τοῦ δηλωτικὸν ποσότητος
εἶναι τόν τε μέγαν καὶ τὸν μικρὸν, κᾂν ὅτι μάλιστα
δοκῶσι τῆς τοῦ πρὸς τὶ κατηγορίας ἔχεσθαι. διὰ τοῦτο οὖν
ἡμεῖς τοῦ σαφοῦς τῶν μανθανόντων πεφροντικότες, κατὰ τὸ
ποσὸν τῆς διαστολῆς ἅπαντα τὰ τοιαῦτα ὠνομάσθαι λέγομεν,
ἅμα μὲν τὴν χρείαν αὐτοὺς διδάσκοντες τῶν ὀνομάτων, ἅμα
δὲ οὐ ταράττοντες, ὅταν τῷ μικρῷ τὸ μέγεθος ὑπάρχειν λέγωμεν.
ἄν τε γὰρ καὶ ἰδιώτης τις καὶ ἀγύμναστος τῶν
597
πρώτων μαθημάτων, πᾶν μᾶλλον τοῦτο προσήσεται, ἂν
δ τι καὶ προμεμαθηκὼς, εὕρηκεν, οἶμαι, μυριάκις παρὰ τοῖς
Ἕλλησι γεγραμμένα μέγεθος καὶ μικρότητα. καὶ συνείθισται
τῷ μὲν μεγάλῳ μέγεθος ὑπάρχειν νοεῖν, τῷ δὲ μικρῷ μικρότητα.
καί τινα οἶδά ποτε ἐξηγούμενόν μοι τὸ τοῦ Ἀρχιγένους
περὶ τῶν σφυγμῶν βιβλίον, ὑπολαβόντα μηδαμῶς
ὑπάρχειν μέγεθος τῷ μικρῷ. εἰ γὰρ δὴ τούτῳ τινι, φησὶν,
μικρότης ὑπάρξει, καὶ ἀμφότερα τῷ αὐτῷ. διασιωπήσαντος
δέ μου, ποσότητα μὲν ἔφησεν, πηλικότητα, τι τοιοῦτον
ἄλλο δύνασθαι νοεῖν ὑπάρχειν τῷ μικρῷ, μέγεθος δὲ
οὐδαμῶς. ταῦτ ἐγὼ μήτε διαβάλλειν ἔχων, ὡς οὐκ ὀρθῶς
εἰρημένα, μήτε παρὰ καιρὸν ταράττειν βουλόμενος τοὺς πρῶτον
μανθάνοντας, ἐν τῷ διδάσκειν αὐτοὺς, ὅτι τῶν ὁμωνύμων
τε καὶ διχῶς λεγομένων τὸ μέγεθός ἐστιν, ὀρθότερον
ἐνόμισα λέγειν δεῖν, κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνίστασθαι
πολλὰς διαφορὰς σφυγμῶν. οὕτως γὰρ οἶδα τὴν μικρότητα
δι ἔθους τοῖς Ἕλλησιν οὖσαν, ὥς τι συμβεβηκὸς
καὶ ἀχώριστον τῶν μικρῶν. ὥστε που Πλάτων καὶ ἰδέας
598
ἐποίει μεγέθους τε καὶ μικρότητος, καὶ τῇ τούτων μεταλήψει
τὸ μέγα καὶ τὸ μικρὸν ἐγέννα τῷ λόγῳ. καὶ ταῦτα εἴ τις
πάντα παρελθὼν, συγχωρήσειε μεγέθους τι καὶ τοῖς μικροῖς
ὑπάρχειν σφυγμοῖς, κατὰ θάτερον τῶν κατὰ τὴν ὁμωνυμίαν
σημαινομένων τὸ σπανιώτερον, ἀλλὰ τοῖς γε μακροῖς καὶ
βραχέσι καὶ πλατέσι καὶ στενοῖς καὶ ταπεινοῖς καὶ ὑψηλοῖς ἐκ
ταὐτοῦ γένους οὖσι τῷ τε μεγάλῳ καὶ μικρῷ πῶς ἂν
ὑπάρχειν λέγοιτο μέγεθος; μὲν γὰρ μακρὸς κατὰ μῆκός
ἐστιν ἐπιπλέον ηὐξημένος τῷ κατὰ φύσιν, δὲ πλατὺς
κατὰ πλάτος, καὶ ὑψηλὸς κατὰ βάθος, οὐδεὶς αὐτῶν
κατὰ τὰς τρεῖς διαστάσεις νοούμενος τῆς ἀρτηρίας, ὧν οὐκ
ἄνευ μέγεθος συνίσταται. τὸ γὰρ κατὰ μίαν διάστασιν ποσὸν
οὐ μέγεθος, ἀλλὰ μῆκός ἐστι, καὶ μακροὺς καὶ βραχεῖς
κατὰ τοῦτό τινας λέγομεν, οὐ μεγάλους, οὐδὲ μικρούς.
οὐδὲ γὰρ γραμμὴν οὕτω ποτὲ καλοῦμεν, ἀλλ ἤτοι μακρὰν,
ἤτοι βραχεῖαν. ὅσα δὲ τριχῇ διέστηκε σώματα, ταῦτα μόνα
μεγάλα τε καὶ μικρὰ λέγεται. αὐτὸς γοῦν Ἀρχιγένης μέγεθος
εἶναί φησι σφυγμοῦ τὸν ὄγκον τῆς ἐπαναστάσεως τῶν ἀρτηριῶν.
599
ὄγκος δὲ οὐχ ὑπάρχει γραμμῇ, ἀλλὰ μόνοις τοῖς τριχῶς διεστῶσι.
φανερῶς γοῦν καὶ κατ ἐκεῖνον τοῦ κατὰ μέγεθος γένους
ἐκπεπτώκασιν ἅπαντες οἱ κατὰ μίαν διάστασιν λεγόμενοι
σφυγμοί. τοίνυν ἴδιον ἑξῆς ποιησάτω γένος, ὥσπερ τῷ
μεγάλῳ τε καὶ μικρῷ τὸ μέγεθος, μὴ ποιῶν, ζητησάτω μὴ
μεγάλου μόνον καὶ μικροῦ κοινὸν γένος, ἀλλὰ καὶ μακροῦ
καὶ βραχέος καὶ πλατέος καὶ στενοῦ καὶ ὑψηλοῦ καὶ
50
ταπεινοῦ,
καὶ τῶν ἄλλων ἐν ἅπασιν αὐτοῖς συμμέτρων. ἀλλ
οὐδὲν ἕξει κατὰ πάντων κοινῇ κατηγορῆσαι πλὴν τοῦ ποσοῦ.
γίγνοιτο δ ἂν οὕτω καὶ διδασκαλία πᾶσα σαφὴς καὶ διηρθρωμένη.
τίς γὰρ εἰς τοσοῦτον σκαιός ἐστιν, ὡς μὴ συνιέναι
τῶν οὑτωσὶ λεγομένων, τὸ ποσὸν τῆς διαστολῆς τῶν ἀρτηριῶν,
ὅταν μὲν τὸ κατὰ μίαν διάστασιν ἡντιναοῦν δηλῶσαι
βουληθῶμεν, ὀνόμασι τοῖσδε χρώμεθα, τὸν μὲν ὑπερβάλλοντα
τὸ κατὰ φύσιν μῆκος μακρὸν, τὸν δ ἐλλείποντα βραχὺν
καλοῦμεν, ὡσαύτως δὲ καὶ τὸν μὲν ὑπὲρ τὸ κατὰ φύσιν πλάτος
πλατὺν, τὸν δὲ ἐναντίον αὐτῷ στενὸν, καὶ ὑψηλὸν
αὖ καὶ ταπεινὸν ἀνάλογον τούτοις ἐν τῇ κατὰ βάθος
600
διαστάσει. τὸ δὲ κατὰ τὰς τρεῖς ἅμα διαστάσεις ποσὸν ὧδέ
πως ὀνομάζομεν, τὸν μὲν ἐπὶ πλεῖον τοῦ κατὰ φύσιν ηὐξημένον
πάντῃ μέγαν, τὸν δὲ πάντῃ μεμειωμένον μικρόν.
ὅστις δ ἂν φυλάττῃ πάντῃ τὸ κατὰ φύσιν μέτρον, σύμμετρον
τὸν τοιοῦτον καλοῦμεν. ὅταν δὲ μὴ φυλάττωσι τὴν ἀναλογίαν
αἱ τρεῖς διαστάσεις, ἀλλά τις ἐξ αὐτῶν τινες ἐλλίπωσιν,
πλεονεκτήσωσι, τέτταρες καὶ εἴκοσι διαφοραὶ σφυγμῶν
γίγνονται, ἃς ἡμεῖς ἐπὶ διαγράμματος ἐξεθέμεθα μετὰ τῶν
προειρημένων τριῶν, ἵνα δείξωμεν ἑπτὰ καὶ εἴκοσιν εἶναι
τὰς πάσας τῶν κατὰ τὰς τρεῖς ἅμα διαστάσεις συνισταμένων
σφυγμῶν διαφοράς. τοῦτο γὰρ ἦν, οἶμαι, χρήσιμον τοῖς
ἀρχομένοις μανθάνειν τὴν κατὰ τοὺς σφυγμοὺς θεωρίαν,
ἁπάντων γνῶναι τὸν ἀριθμὸν αὐτῶν καθ ἕκαστον γένος,
ὅπερ οἱ πρὸ ἡμῶν παραλελοίπασιν. ἀλλὰ τοῖς μὲν ἄλλοις
συγγνώμη. τί γὰρ ἄν τις τοῖς τελέως καταπεπτωκόσι προσπαλαίοι;
τοῖς δὲ περὶ τὸν Ἀρχιγένην πῶς οὐκ ἂν ἐγκαλέσαιμεν
εἰκότως; οἷς δέον εἰς τὴν τῶν τοιούτων εὕρεσιν χρῆσθαι
τῇ διαλεκτικῇ, οἱ δ ἐν οἷς οὐ χρὴ παρεπιδείκνυνται κακῶς
601
αὐτὴν, ταράττοντες μόνον τοὺς μανθάνοντας, διδάσκοντες
δ οὐδέν. ἄμεινον γὰρ ἦν ἔχοντάς γε διαιρετικὴν καὶ συνθετικὴν
μέθοδον, ἐξευρίσκειν μὲν αὐτῇ τὸ πλῆθος ἁπάντων τῶν
ἐν τοῖς σφυγμοῖς διαφορῶν, μὴ μέντοι παρεπιδείκνυσθαί γ
ὀψιμαθῶς, ἀλλὰ μηδὲ δηλοῦν αὐτὸ τοῦτο τοῖς εἰσαγομένοις,
ὥς ἐστί τις μέθοδος καθ ἣν συνέστη τὸ διάγραμμα. τοῖς
μὲν γὰρ μὴ μεμαθηκόσι τὰ παιδικὰ μαθήματα μάτην ἐρεῖς,
οἱ μεμαθηκότες δὲ καὶ πρὸ τοῦ σε μηνῦσαι γνωρίζωσιν ἐκ
τῶν ἔργων τὴν μέθοδον. τί δή ποτ οὖν οὐδεὶς αὐτῶν
οὔτε τῇ διαιρετικῇ φαίνεται κεχρημένος μεθόδῳ πρὸς τὴν ἐξαρίθμησιν
τοῦ καθ ἕκαστον γένος πλήθους οὔτε τῇ συνθετικῇ
πρὸς τὴν τῶν πρώτων εὕρεσιν; καίτοι διαλεκτικοῖς μόνοις
ταύταις ἐστὶ χρῆσθαι μεθόδοις, ποτὲ μὲν ἀπὸ τῶν
ἀτόμων τε καὶ ἀπεράντων τὸ πλῆθος ἐπὶ τὸ ἓν ἐκεῖνο τὸ
πρῶτον ἁπάντων γένος ἀνιόντα διὰ τῶν ἐν μέσῳ γενικῶν
τε καὶ εἰδικῶν διαφορῶν, ποτὲ δ ἀπ ἐκείνου πάλιν ἐπὶ τὸ
ἄπειρον ἰόντα διὰ τῶν αὐτῶν τῶν ἐν μέσῳ. ἀλλὰ τούτων
602
οὐδεὶς ἐτόλμησεν οὐδεμιᾷ μεθόδῳ πιστώσασθαι τὸν ἀριθμὸν,
τῶν πρώτων γενῶν, τῶν ἐκ τῆς τούτων τομῆς γινομένων
διαφορῶν. ἀλλ ἡμεῖς γε πεποιήκαμεν αὐτὸ, καὶ ὡς ἂν ὁδῷ
βαδίζοντες εὕρομεν τῶν ἑπτὰ καὶ εἴκοσι σφυγμῶν τῶν
κατὰ τὰς τρεῖς διαστάσεις λεγομένων καὶ τῶν ἐννέα τῶν
κατὰ μίαν ἓν κοινὸν γένος τὸ ποσὸν ἐν τῇ διαστολῇ τῆς
ἀρτηρίας. εἰ δὲ καὶ τὴν συστολὴν ἔνεστιν ἁφῇ γνωρίζειν,
γένοιτο ἂν, οἶμαι, κᾀν ταύτῃ τὸ
26
ἴσον πλῆθος τῶν διαφορῶν.
ἀλλὰ περὶ μὲν τούτου ζητήσομεν ἐν τοῖς περὶ
διαγνώσεως.

Tokens

Καὶ 1 w 3
νῦν 1 w 6
ἔτι 1 w 9
δεήσομαι 1 w 17
παρέντας 1 w 25
τὸ 1 w 27
περὶ 1 w 31
τῶν 1 w 34
ὀνομάτων 1 w 42
ἐρίζειν 1 w 49
καὶ 1 w 53
συγχωρήσαντας 1 w 66
ἡμῖν 1 w 70
κατὰ 1 w 74
τὸ 2 w 76
τῶν 2 w 79
Ἑλλήνων 1 w 86
ἔθος 1 w 90
διαλέγεσθαι 1 w 101
μαθεῖν 1 w 108
ὅτι 1 w 111
κακῶς 1 w 116
ὀκτὼ 1 w 120
ποιότητας 1 w 129
λέγουσιν 1 w 137
οὐ 1 w 140
γάρ 1 w 143
ἐστιν 1 w 148
ἅπαντα 1 w 154
τὰ 2 w 156
πρῶτα 1 w 161
γένη 1 w 165
τῶν 3 w 168
σφυγμῶν 1 w 175
ποιότητες 1 w 184
ὡς 1 w 187
ἐδείξαμεν 1 w 196
ἀλλὰ 1 w 201
πῶς 1 w 204
λέγειν 1 w 210
χρὴ 1 w 213
φασίν 1 w 219
ἐρωτῶσι 1 w 227
δὲ 1 w 229
ταῦτα 1 w 234
οὐχ 1 w 238
ἵνα 1 w 241
μάθωσιν 1 w 248
ἀλλ 2 w 252
ἵν 2 w 255
ἀρχὴν 1 w 261
ἔχωσιν 1 w 267
ἀμφισβητήσεως 1 w 280
σὺ 1 w 283
τοίνυν 1 w 289
ἀποκριθήσῃ 1 w 299
διαφορὰς 1 w 308
χρῆναι 1 w 314
λέγειν 2 w 320
τῶν 4 w 323
πρώτων 1 w 329
ἐν 1 w 331
τοῖς 1 w 335
σφυγμοῖς 1 w 343
γενῶν 1 w 348
1 w 350
καὶ 2 w 353
νὴ 1 w 355
Δία 1 w 358
οὕτως 1 w 363
τῶν 5 w 367
ἐν 2 w 369
τοῖς 2 w 373
σφυγμοῖς 2 w 381
διαφορῶν 1 w 389
τὰ 3 w 391
πρῶτα 2 w 396
γένη 2 w 400
οἱ 1 w 403
δ 7 w 404
ἐξ 1 w 407
ἀνάγκης 1 w 414
ποῖα 1 w 418
πρῶτα 3 w 423
γένη 3 w 427
φήσουσι 1 w 434
καὶ 3 w 438
τίνα 1 w 442
καὶ 4 w 446
ποίας 1 w 451
διαφοράς 1 w 459
σὺ 2 w 462
δὲ 2 w 464
καὶ 5 w 467
πρὸς 1 w 471
ταῦθ 1 w 475
ὡδί 1 w 479
πως 1 w 482
αὐτοῖς 1 w 488
ἀπόκριναι 1 w 497
πρῶτον 1 w 504
ἄκουσον 1 w 511
εἰπὼν 1 w 516
1 w 517
τᾶν 1 w 520
ὅτι 2 w 524
γενῶν 2 w 529
καὶ 6 w 533
τότε 1 w 537
ἀκούσεις 1 w 545
ὅτι 3 w 549
πρώτων 2 w 555
καὶ 7 w 559
μετὰ 1 w 563
τοῦθ 1 w 567
ὅτι 4 w 572
διαφορῶν 2 w 580
ὅτι 5 w 584
μὲν 1 w 587
οὖν 1 w 590
γενῶν 3 w 595
ἐντεῦθεν 1 w 604
εἴσῃ 1 w 608
λέγεταί 1 w 616
τις 1 w 619
μέγας 1 w 624
σφυγμὸς 1 w 631
καὶ 8 w 635
ἐναντίως 1 w 643
αὐτῷ 1 w 647
μικρός 1 w 653
καί 1 w 657
τις 2 w 660
ἀμφοῖν 1 w 666
μέσος 1 w 671
1 w 673
σύμμετρος 1 w 682
αὐτῶν 1 w 687
καὶ 9 w 691
νὴ 2 w 693
Δία 2 w 696
γε 8 w 698
μακρός 1 w 704
τις 3 w 707
καλεῖται 1 w 715
σφυγμὸς 2 w 722
καὶ 10 w 725
βραχὺς 1 w 731
καὶ 11 w 734
πλατὺς 1 w 740
καὶ 12 w 743
στενὸς 1 w 749
καὶ 13 w 752
ὑψηλὸς 1 w 758
καὶ 14 w 761
ταπεινὸς 1 w 769
καὶ 15 w 772
οἱ 2 w 774
μέσοι 1 w 779
τούτων 1 w 785
ἁπάντων 1 w 792
οἱ 3 w 794
σύμμετροι 1 w 803
δοκεῖ 1 w 809
σοι 2 w 812
τούτων 2 w 818
τῶν 7 w 821
εἰρημένων 1 w 830
σφυγμῶν 2 w 837
εἶναί 1 w 842
τι 11 w 844
κοινὸν 1 w 850
γένος 1 w 855
ὁποῖον 1 w 862
φήσουσι 2 w 869
δηλαδὴ 1 w 875
θρασυνόμενοι 1 w 887
τῇ 1 w 889
φωνῇ 1 w 893
σὺ 3 w 896
δὲ 3 w 898
μὴ 1 w 901
ταραχθεὶς 1 w 910
ἐν 5 w 912
τούτῳ 1 w 917
λαβὼν 1 w 923
ἀνάγνωθι 1 w 931
τὸ 3 w 933
τοῦ 2 w 936
Ἀρχιγένους 1 w 946
βιβλίον 1 w 953
αὐτοῖς 2 w 959
πρῶτον 2 w 966
μὲν 2 w 969
τὸ 4 w 971
ἐπίγραμμα 1 w 980
τοῦ 3 w 983
κεφαλαίου 1 w 992
τοιοῦτον 1 w 1000
ἔχον 1 w 1004
περὶ 2 w 1009
μεγέθους 1 w 1017
σφυγμοῦ 1 w 1024
εἶτα 1 w 1029
καὶ 16 w 1032
αὐτὴν 1 w 1037
τὴν 2 w 1040
ἀρχὴν 2 w 1045
τοῦ 4 w 1048
λόγου 1 w 1053
κατὰ 2 w 1057
λέξιν 1 w 1062
ὡδί 2 w 1065
πως 2 w 1068
γεγραμμένην 1 w 1079
τὸ 5 w 1082
μέγεθος 1 w 1089
τοῦ 5 w 1092
σφυγμοῦ 2 w 1099
γενικῶς 1 w 1106
λέγεται 1 w 1113
ἔχει 1 w 1118
γὰρ 1 w 1121
μέγεθος 2 w 1128
καὶ 17 w 1131
3 w 1132
μικρὸς 1 w 1138
σφυγμὸς 3 w 1145
καὶ 18 w 1148
4 w 1149
μέγας 2 w 1154
εἶτα 2 w 1159
μικρὸν 1 w 1165
ἐπειλίξας 1 w 1174
τὸ 6 w 1176
βιβλίον 2 w 1183
αὖθις 1 w 1189
ἐκ 1 w 1191
τοῦ 6 w 1194
περὶ 3 w 1198
σφοδρότητος 1 w 1209
ἀνάγνωθι 2 w 1217
ταύτην 1 w 1223
τὴν 3 w 1226
λέξιν 2 w 1231
οὐκοῦν 1 w 1238
γένος 2 w 1243
μὲν 3 w 1246
2 w 1247
σφοδρότης 1 w 1256
εἴδη 1 w 1261
δ 20 w 1262
αὐτῆς 1 w 1268
6 w 1269
τε 5 w 1271
σφοδρὸς 1 w 1278
σφυγμὸς 4 w 1285
καὶ 19 w 1288
ἀμυδρὸς 1 w 1295
καὶ 20 w 1298
5 w 1299
μέσος 2 w 1304
εἶτα 3 w 1309
πάλιν 1 w 1314
ἐπειλίξας 2 w 1323
τὸ 7 w 1325
βιβλίον 3 w 1332
ὀλίγον 1 w 1338
τὴν 4 w 1341
ἀρχὴν 3 w 1346
ἀνάγνωθι 3 w 1354
τοῦ 7 w 1357
περὶ 4 w 1361
τῆς 2 w 1364
πληρότητος 1 w 1374
λόγου 2 w 1379
τοιαύτην 1 w 1388
οὖσαν 1 w 1393
τῷ 2 w 1396
πλήρει 1 w 1402
σφυγμῷ 1 w 1408
καὶ 21 w 1411
τῷ 3 w 1413
κενῷ 1 w 1417
ἔστι 1 w 1421
κοινὸν 2 w 1427
γένος 3 w 1432
τοῦτ 1 w 1437
ἔσθ 1 w 1441
ὅτε 1 w 1445
πληρότης 1 w 1453
καλεῖται 2 w 1461
καὶ 22 w 1465
μικρὸν 2 w 1471
ἐπισχὼν 1 w 1478
τὸν 1 w 1481
λόγον 1 w 1486
τὴν 5 w 1490
ἀνάγνωσιν 1 w 1499
τοῦ 9 w 1502
βιβλίου 1 w 1509
φάθι 1 w 1514
πρὸς 2 w 1518
αὐτοὺς 1 w 1524
ὡς 2 w 1527
οὐδὲν 1 w 1532
ἡμεῖς 1 w 1537
καινὸν 1 w 1543
λέγομεν 1 w 1550
ἀλλ 3 w 1554
ὅπερ 1 w 1559
εἴρηται 1 w 1566
καὶ 23 w 1569
Ἀρχιγένει 1 w 1578
καθ 1 w 1582
ἕκαστον 1 w 1590
γὰρ 2 w 1593
τῶν 8 w 1596
σφυγμῶν 3 w 1603
ἔστι 2 w 1607
τι 14 w 1609
κοινὸν 3 w 1615
πλειόνων 1 w 1623
διαφορῶν 3 w 1631
γένος 4 w 1636
ὥσπερ 1 w 1642
ἐν 6 w 1644
τῷ 4 w 1646
παρόντι 1 w 1653
τρία 1 w 1657
ταυτὶ 1 w 1662
πρὸς 3 w 1666
Ἀρχιγένους 2 w 1676
εἴρηται 2 w 1683
μέγεθος 3 w 1691
σφοδρότης 2 w 1701
πληρότης 2 w 1710
εἶθ 1 w 1714
ἑξῆς 1 w 1719
φάθι 2 w 1723
τέταρτον 1 w 1731
αὐτὸν 1 w 1736
γράφειν 1 w 1743
γένος 5 w 1748
τὴν 6 w 1751
σκληρότητα 1 w 1761
καὶ 24 w 1765
τὴν 7 w 1768
λέξιν 3 w 1773
ἀνάγνωθι 4 w 1781
τόνδε 1 w 1786
τὸν 3 w 1789
τρόπον 1 w 1795
ἔχουσαν 1 w 1802
ἔστι 3 w 1807
δὲ 5 w 1809
μαλακότητος 1 w 1820
καὶ 25 w 1823
σκληρότητος 1 w 1834
σφυγμοῦ 3 w 1841
κοινὸν 4 w 1847
γένος 6 w 1852
1 w 1854
τάχ 1 w 1857
ἂν 1 w 1861
τριβείη 1 w 1868
καλεῖται 3 w 1877
σκληρότης 1 w 1886
ἔτι 2 w 1890
δὲ 6 w 1892
σαφέστερον 1 w 1902
ἐν 7 w 1904
τῷ 5 w 1906
περὶ 5 w 1910
τάξεως 1 w 1916
καὶ 26 w 1919
ἀταξίας 1 w 1926
ὁμαλότητός 1 w 1936
τε 8 w 1938
καὶ 27 w 1941
ἀνωμαλίας 1 w 1950
λόγῳ 1 w 1954
τὰ 6 w 1957
γένη 4 w 1961
τούτων 3 w 1967
τῶν 9 w 1970
διαφορῶν 4 w 1978
ἀκατονόμαστα 1 w 1990
λέγων 1 w 1995
εἶναι 1 w 2000
τόνδε 2 w 2006
τὸν 4 w 2009
τρόπον 2 w 2015
ἄρχεται 1 w 2022
7 w 2024
δὲ 7 w 2026
Ἡρόφιλος 1 w 2034
κατὰ 3 w 2038
γένος 7 w 2043
τὰς 1 w 2046
ἄλλας 1 w 2051
διαφορὰς 2 w 2059
τῶν 10 w 2062
σφυγμῶν 4 w 2069
ἐκθέμενος 1 w 2078
οὕτως 2 w 2083
μέγεθος 4 w 2091
τάχος 1 w 2097
σφοδρότης 3 w 2107
ῥυθμός 1 w 2114
ἀσυζύγως 1 w 2123
κατ 5 w 2126
εἶδος 1 w 2132
τάξεως 2 w 2138
ἐμνήσθη 1 w 2145
καὶ 28 w 2148
ἀταξίας 2 w 2155
ὁμαλότητός 2 w 2165
τε 9 w 2167
καὶ 29 w 2170
ἀνωμαλίας 2 w 2179
ἐγκαλεῖται 1 w 2190
τοίνυν 2 w 2196
ὑπὸ 1 w 2199
τῶν 11 w 2202
μικραιτίων 1 w 2212
ὡς 3 w 2214
γένεσιν 1 w 2221
εἴδη 2 w 2225
ἀντιδιαστειλάμενος 1 w 2243
ταῦτα 2 w 2249
μὲν 4 w 2252
κατὰ 4 w 2256
τὴν 8 w 2259
ἀρχὴν 4 w 2264
τοῦ 10 w 2267
λόγου 3 w 2272
κατωτέρω 1 w 2281
δὲ 8 w 2283
οὐκέτι 1 w 2289
τὸ 12 w 2291
Ἡροφίλῳ 1 w 2298
δοκοῦν 1 w 2304
ἐξηγούμενος 1 w 2315
ἀλλὰ 2 w 2320
τὴν 9 w 2323
ἑαυτοῦ 1 w 2329
γνώμην 1 w 2335
γράφων 1 w 2341
ἐν 8 w 2343
τῷ 6 w 2345
περὶ 6 w 2349
τάξεως 3 w 2355
καὶ 30 w 2358
ἀταξίας 3 w 2365
λόγῳ 2 w 2369
τί 4 w 2372
φησι 1 w 2376
μᾶλλον 1 w 2383
οὖν 2 w 2386
ῥητέον 1 w 2392
ὅτι 6 w 2396
τὸ 13 w 2398
γένος 8 w 2403
ἐστὶν 1 w 2408
ἀκατονόμασον 1 w 2420
τοῦτο 1 w 2426
δὲ 9 w 2428
δὴ 2 w 2430
τί 5 w 2432
βούλεται 1 w 2440
αὐτῷ 2 w 2444
ὅτι 7 w 2448
μεγέθους 2 w 2456
μὲν 5 w 2459
καὶ 31 w 2462
μικρότητος 1 w 2472
τὸ 14 w 2474
κοινὸν 5 w 2480
γένος 9 w 2485
ὠνόμασε 1 w 2492
μέγεθος 5 w 2499
καὶ 32 w 2503
σφοδρότητος 2 w 2514
καὶ 33 w 2517
ἀμυδρότητος 1 w 2528
σφοδρότητα 1 w 2538
καὶ 34 w 2542
πληρότητος 2 w 2552
καὶ 35 w 2555
κενότητος 1 w 2564
πληρότητα 1 w 2573
καὶ 36 w 2577
σκληρότητος 2 w 2588
καὶ 37 w 2591
μαλακότητος 2 w 2602
σκληρότητα 2 w 2612
καὶ 38 w 2616
τάχους 1 w 2622
καὶ 39 w 2625
βραδύτητος 1 w 2635
τάχος 2 w 2640
καὶ 40 w 2644
πυκνότητος 1 w 2654
καὶ 41 w 2657
ἀραιότητος 1 w 2667
πυκνότητα 1 w 2676
τάξεως 4 w 2683
δὲ 10 w 2685
καὶ 42 w 2688
ἀταξίας 4 w 2695
τὸ 15 w 2697
γένος 10 w 2702
ἐπινοεῖ 1 w 2709
μὲν 6 w 2712
ὄνομα 1 w 2718
δὲ 11 w 2720
οὐδὲν 2 w 2725
ἔχει 2 w 2729
κατ 9 w 2732
ἀμφοῖν 2 w 2739
τοιοῦτον 2 w 2747
εἰπεῖν 1 w 2753
οἷον 1 w 2758
κατὰ 5 w 2762
μεγέθους 3 w 2770
καὶ 43 w 2773
μικρότητος 2 w 2783
τὸ 16 w 2785
μέγεθος 6 w 2792
οὐ 7 w 2795
γὰρ 3 w 2798
ὥσπερ 2 w 2803
ἐκεῖ 1 w 2807
τῷ 8 w 2809
μικρῷ 1 w 2814
σφυγμῷ 2 w 2820
μέγεθος 7 w 2827
ὑπάρχειν 1 w 2835
ἔφησεν 1 w 2841
οὕτω 3 w 2846
κᾀνταῦθα 1 w 2854
τῷ 9 w 2856
ἀτάκτῳ 1 w 2862
τάξιν 1 w 2867
τολμᾷ 1 w 2872
φάναι 1 w 2877
συμβεβηκέναι 1 w 2889
κατὰ 6 w 2894
ταὐτὰ 1 w 2899
δὲ 13 w 2901
οὐδὲ 3 w 2905
τῷ 10 w 2907
ἀνωμάλῳ 1 w 2914
ὁμαλότητα 1 w 2923
ὅθεν 1 w 2928
οὐδὲ 4 w 2932
τούτων 4 w 2938
τὸ 17 w 2940
γένος 11 w 2945
τὸ 18 w 2947
κοινὸν 6 w 2953
ὁμαλότης 1 w 2961
ὠνόμασται 1 w 2970
καὶ 44 w 2974
διὰ 1 w 2977
τοῦτο 2 w 2982
ἀκατονόμαστά 1 w 2994
φησι 2 w 2998
τούτων 5 w 3004
τῶν 12 w 3007
διαφορῶν 5 w 3015
εἶναι 2 w 3020
τὰ 13 w 3022
γένη 5 w 3026
γένη 6 w 3031
μὲν 7 w 3034
δὴ 3 w 3036
κατὰ 7 w 3040
τὰς 2 w 3043
τῶν 13 w 3046
σφυγμῶν 5 w 3053
διαφορὰς 3 w 3061
οὐχ 2 w 3064
ἡμεῖς 2 w 3069
μόνον 1 w 3074
ἀλλὰ 3 w 3079
Ἀρχιγένης 1 w 3088
εἶναί 2 w 3093
φησι 3 w 3097
καὶ 45 w 3100
Ἀγαθῖνος 1 w 3108
καὶ 46 w 3111
πάντες 1 w 3117
σχεδὸν 1 w 3123
οἱ 4 w 3125
περὶ 7 w 3129
σφυγμῶν 6 w 3136
γράψαντες 1 w 3145
ὑπομνήματα 1 w 3155
πῇ 1 w 3158
τοίνυν 3 w 3164
αὐτῶν 2 w 3169
διαφέρομεν 1 w 3179
ὅτι 8 w 3183
κυριωτέροις 1 w 3194
ἡμεῖς 3 w 3199
χρώμεθα 1 w 3206
τοῖς 5 w 3210
ὀνόμασιν 1 w 3218
εἰπόντος 1 w 3227
γὰρ 4 w 3230
Ἀρχιγένους 3 w 3240
κατὰ 8 w 3244
μέγεθος 8 w 3251
εἶναί 3 w 3256
τινα 1 w 3260
ποιότητα 2 w 3268
καὶ 47 w 3272
αὖθις 2 w 3277
ἑτέραν 1 w 3283
κατὰ 9 w 3287
σφοδρότητα 2 w 3297
καὶ 48 w 3301
τρίτην 1 w 3307
κατὰ 10 w 3311
πληρότητα 2 w 3320
καὶ 49 w 3324
τετάρτην 1 w 3332
κατὰ 11 w 3336
σκληρότητα 3 w 3346
καί 2 w 3350
τινας 1 w 3355
ἐπὶ 1 w 3358
ταύταις 1 w 3365
κατὰ 12 w 3369
τάχος 3 w 3374
καὶ 50 w 3377
πυκνότητα 2 w 3386
τὴν 10 w 3390
μὲν 8 w 3393
κατὰ 13 w 3397
μέγεθος 9 w 3404
ἡμεῖς 4 w 3409
κατὰ 14 w 3413
τὸ 19 w 3415
ποσὸν 1 w 3420
τῆς 3 w 3423
διαστολῆς 1 w 3432
ὀνομάσομεν 1 w 3442
οὐ 11 w 3445
γάρ 2 w 3448
ἐστι 2 w 3452
κοινὸν 7 w 3458
γένος 12 w 3463
μεγέθους 4 w 3471
καὶ 51 w 3474
μικρότητος 3 w 3484
μέγεθος 10 w 3491
οὐ 12 w 3494
μᾶλλον 2 w 3500
2 w 3501
λευκότητος 1 w 3511
καὶ 52 w 3514
μελανότητος 1 w 3525
λευκότης 1 w 3533
ἀλλ 6 w 3537
εἴπερ 1 w 3543
τούτων 6 w 3549
γένος 13 w 3554
τι 26 w 3556
τὸ 20 w 3558
χρῶμα 1 w 3563
ζητητέον 1 w 3572
τί 6 w 3574
ποτ 1 w 3577
ἐστὶ 2 w 3582
τοῦ 14 w 3585
μεγάλου 1 w 3592
καὶ 53 w 3595
μικροῦ 1 w 3601
γένος 14 w 3606
3 w 3608
γὰρ 5 w 3611
τὸ 21 w 3613
ποσόν 1 w 3618
ἐστιν 2 w 3623
4 w 3625
τὸ 22 w 3627
πρὸς 4 w 3631
τὶ 4 w 3633
5 w 3635
σύνθετον 1 w 3643
ἅμα 1 w 3646
τῷ 11 w 3648
πρὸς 5 w 3652
τὶ 5 w 3654
καὶ 54 w 3657
τὸ 23 w 3659
ποσόν 2 w 3664
ἴσμεν 1 w 3670
γὰρ 6 w 3673
ὅτι 9 w 3676
κατὰ 15 w 3680
πολλὰ 1 w 3685
γένη 8 w 3689
συνίστατο 1 w 3698
τὸ 24 w 3700
πρὸς 6 w 3704
τί 7 w 3706
καὶ 55 w 3710
γὰρ 7 w 3713
λευκότερον 1 w 3723
καὶ 56 w 3726
μελάντερον 1 w 3736
ἐν 9 w 3738
τῷ 12 w 3740
γένει 2 w 3745
τοῦ 15 w 3748
χρώματος 1 w 3756
ποιὸν 1 w 3762
δὲ 16 w 3764
τὸ 25 w 3766
χρῶμα 2 w 3771
καὶ 57 w 3775
ἀνωτέρω 1 w 3782
καὶ 58 w 3785
κατωτέρω 2 w 3793
πάλιν 2 w 3798
ἐν 10 w 3800
τῷ 13 w 3802
τοῦ 16 w 3805
ποῦ 1 w 3808
γένει 3 w 3813
καὶ 59 w 3817
πρωϊαίτερον 1 w 3828
καὶ 60 w 3831
ὀψιαίτερον 1 w 3841
ἐν 11 w 3843
τῷ 14 w 3845
τοῦ 17 w 3848
πότε 1 w 3852
καὶ 61 w 3856
κατ 23 w 3859
ἄλλας 2 w 3865
πλείους 1 w 3872
γενικὰς 1 w 3879
κατηγορίας 1 w 3889
τὸ 26 w 3891
πρὸς 7 w 3895
τὶ 6 w 3897
συνίσταται 1 w 3907
τί 8 w 3910
δὴ 4 w 3912
θαυμαστὸν 1 w 3921
εἰ 5 w 3924
καὶ 62 w 3927
κατὰ 16 w 3931
τὴν 11 w 3934
τοῦ 18 w 3937
ποσοῦ 1 w 3942
συνέστη 1 w 3949
μάλιστα 1 w 3957
γὰρ 8 w 3960
ἂν 2 w 3962
ἐβουλήθημεν 1 w 3973
εἴπερ 2 w 3979
ἦν 1 w 3981
δυνατὸν 1 w 3988
ὡρισμένῳ 1 w 3997
μέτρῳ 1 w 4002
τὸ 29 w 4004
ποσὸν 2 w 4009
τῆς 4 w 4012
διαστολῆς 2 w 4021
ὀνομάσαι 1 w 4029
καθάπερ 1 w 4037
ἐπὶ 2 w 4040
πολλῶν 1 w 4046
ποδιαῖόν 1 w 4054
τε 19 w 4056
καὶ 63 w 4059
πηχυαῖον 1 w 4067
6 w 4069
διπηχυαῖον 1 w 4079
καὶ 64 w 4083
τὰ 25 w 4085
τοιαῦτα 1 w 4092
καλοῦμεν 1 w 4100
ἐπεὶ 1 w 4105
δὲ 17 w 4107
οὐδὲν 3 w 4112
εὕρομεν 1 w 4119
τοιοῦτον 3 w 4127
ἐκ 4 w 4129
τῶν 15 w 4132
ἐνόντων 1 w 4139
ἐγγυτάτω 1 w 4148
προσίεμεν 1 w 4157
ὡρισμένων 1 w 4166
γιγνώσκοντες 1 w 4179
γὰρ 9 w 4182
οἶμαι 1 w 4188
τόν 3 w 4192
θ 47 w 4193
ἁπλῶς 1 w 4199
καὶ 65 w 4202
τὸν 7 w 4205
καθ 3 w 4208
ἕκαστον 2 w 4216
ἡμῶν 1 w 4220
σύμμετρον 1 w 4229
σφυγμὸν 1 w 4236
τοὺς 2 w 4241
ὑπερβάλλοντας 1 w 4254
7 w 4255
ἐλλείποντας 1 w 4266
ὀνομάζειν 1 w 4275
σαφῶς 1 w 4280
πειρώμεθα 1 w 4289
ποτὲ 1 w 4294
μὲν 9 w 4297
οὑτωσὶ 1 w 4303
λέγοντες 1 w 4311
8 w 4313
κᾂν 1 w 4316
μὴ 2 w 4318
λέγωμεν 1 w 4325
πρὸς 8 w 4329
ἀλλήλους 1 w 4337
ἐν 13 w 4340
ἡμῖν 2 w 4344
γοῦν 1 w 4348
αὐτοῖς 3 w 4354
νοοῦντες 1 w 4362
οὗτος 1 w 4368
11 w 4369
σφυγμὸς 5 w 4376
βραχὺ 2 w 4381
τοῦ 19 w 4384
συμμέτρου 1 w 4393
μείζων 1 w 4399
ἐστὶν 2 w 4404
αὖθις 3 w 4410
δὲ 19 w 4412
πάλιν 3 w 4417
οὗτος 2 w 4423
12 w 4424
σφυγμὸς 6 w 4431
οὐκ 3 w 4434
ὀλίγῳ 1 w 4439
τοῦ 20 w 4442
συμμέτρου 2 w 4451
μείζων 2 w 4457
ἐστί 1 w 4461
τὸ 31 w 4464
δ 68 w 4465
αὐτὸ 2 w 4470
καὶ 66 w 4473
οὕτως 3 w 4478
λέγομεν 2 w 4485
ἀξιολόγως 1 w 4495
τοῦ 21 w 4498
συμμέτρου 3 w 4507
μείζων 3 w 4513
9 w 4515
ἱκανῶς 1 w 4521
μείζων 4 w 4527
10 w 4529
πάλιν 4 w 4534
ἁπλῶς 2 w 4539
οὑτοσὶ 1 w 4546
μέγας 3 w 4551
ἐστὶν 3 w 4556
13 w 4557
σφυγμός 1 w 4564
11 w 4566
καὶ 67 w 4569
οὕτως 4 w 4574
14 w 4576
σφυγμὸς 7 w 4583
οὗτος 3 w 4588
ἱκανῶς 2 w 4594
μέγας 4 w 4599
ἐστί 2 w 4603
12 w 4605
καὶ 68 w 4608
νὴ 3 w 4610
Δία 3 w 4613
οὕτως 5 w 4618
πάνυ 1 w 4623
μέγας 5 w 4628
15 w 4629
σφυγμὸς 8 w 4636
οὗτός 1 w 4641
ἐστι 4 w 4645
13 w 4647
μᾶλλον 3 w 4653
ἔτι 3 w 4656
προσαύξοντες 1 w 4668
τὴν 12 w 4671
νόησιν 1 w 4677
πάνυ 2 w 4681
σφόδρα 1 w 4687
μέγαν 1 w 4692
εἶναί 4 w 4697
φαμεν 1 w 4702
14 w 4704
καὶ 69 w 4707
νὴ 4 w 4709
Δία 4 w 4712
μέγιστον 1 w 4720
ἅπασαι 1 w 4727
γὰρ 10 w 4730
αἵδε 1 w 4734
αἱ 1 w 4736
λέξεις 1 w 4742
τὸν 8 w 4745
τοῦ 22 w 4748
συμμέτρου 4 w 4757
μείζονα 1 w 4764
δηλοῦσαι 1 w 4772
τὸ 34 w 4775
μᾶλλόν 1 w 4781
τε 24 w 4783
καὶ 70 w 4786
ἧττον 1 w 4791
ἐμφαίνουσιν 1 w 4802
ὥστε 1 w 4807
τινὰ 1 w 4811
τὸ 35 w 4813
πρὸς 9 w 4817
τὴν 13 w 4820
χρείαν 1 w 4826
σύμμετρον 2 w 4835
αὐταρκέστατον 1 w 4848
δηλοῦν 1 w 4854
εἰ 6 w 4857
μόνον 2 w 4862
ἐπιστάμενος 1 w 4873
εἴη 1 w 4876
τὸ 36 w 4878
σύμμετρον 3 w 4887
ἀρκεῖ 1 w 4893
γὰρ 11 w 4896
ἐν 14 w 4898
αὐτῷ 3 w 4902
τῷ 16 w 4904
μείζονι 1 w 4911
τοῦ 23 w 4914
συμμέτρου 5 w 4923
πέντε 1 w 4929
ποιησάμενον 1 w 4940
15 w 4942
καὶ 71 w 4945
νὴ 5 w 4947
Δία 5 w 4950
ἕξ 1 w 4952
διαφορὰς 4 w 4960
τὸν 9 w 4964
μὲν 10 w 4967
ὑπὲρ 1 w 4971
ἅπαν 2 w 4975
τας 6 w 4978
ὃν 1 w 4981
ἡμῖν 3 w 4985
καὶ 72 w 4988
αὐτὸν 2 w 4993
ἐγνῶσθαι 1 w 5001
χρὴ 2 w 5004
καθάπερ 2 w 5012
τὸν 11 w 5015
σύμμετρον 4 w 5024
ὀνομάζειν 2 w 5034
μέγιστον 2 w 5042
τὸν 12 w 5046
δ 74 w 5047
ὥσπερ 3 w 5053
μέσον 1 w 5058
τοῦ 24 w 5061
μεγίστου 1 w 5069
καὶ 73 w 5072
τοῦ 25 w 5075
μέσου 1 w 5080
μέγαν 2 w 5085
ἁπλῶς 3 w 5090
μεταξὺ 1 w 5097
δὲ 20 w 5099
τούτου 1 w 5105
τε 27 w 5107
κἀκείνου 1 w 5115
καθ 5 w 5118
ἑκάτερον 1 w 5127
ἄλλους 1 w 5133
δύο 1 w 5136
τάξαι 1 w 5141
τὸν 13 w 5145
μὲν 11 w 5148
ὀλίγῳ 2 w 5153
τοῦ 26 w 5156
συμμέτρου 6 w 5165
μείζονα 2 w 5172
τὸν 14 w 5176
δ 77 w 5177
ἀπολειπόμενον 1 w 5191
ὀλίγῳ 3 w 5196
τοῦ 27 w 5199
μεγάλου 2 w 5206
καὶ 74 w 5210
τὸν 15 w 5213
μὲν 12 w 5216
ὑπὲρ 2 w 5220
τὸν 16 w 5223
μέγαν 3 w 5228
τὸν 17 w 5231
ἐγγυτάτω 2 w 5239
τοῦ 28 w 5242
μεγίστου 2 w 5250
ταῦτα 3 w 5256
εἴρηταί 1 w 5263
μοι 1 w 5266
πρὸς 10 w 5270
ἔνδειξιν 1 w 5278
τοῦ 29 w 5281
δηλωτικὸν 1 w 5290
ποσότητος 1 w 5299
εἶναι 3 w 5304
τόν 4 w 5307
τε 29 w 5309
μέγαν 4 w 5314
καὶ 75 w 5317
τὸν 18 w 5320
μικρὸν 3 w 5326
κᾂν 2 w 5330
ὅτι 10 w 5333
μάλιστα 2 w 5340
δοκῶσι 1 w 5346
τῆς 5 w 5349
τοῦ 30 w 5352
πρὸς 11 w 5356
τὶ 9 w 5358
κατηγορίας 2 w 5368
ἔχεσθαι 1 w 5375
διὰ 2 w 5379
τοῦτο 3 w 5384
οὖν 3 w 5387
ἡμεῖς 5 w 5392
τοῦ 32 w 5395
σαφοῦς 1 w 5401
τῶν 16 w 5404
μανθανόντων 1 w 5415
πεφροντικότες 1 w 5428
κατὰ 17 w 5433
τὸ 47 w 5435
ποσὸν 3 w 5440
τῆς 6 w 5443
διαστολῆς 3 w 5452
ἅπαντα 2 w 5458
τὰ 27 w 5460
τοιαῦτα 2 w 5467
ὠνομάσθαι 1 w 5476
λέγομεν 3 w 5483
ἅμα 2 w 5487
μὲν 13 w 5490
τὴν 14 w 5493
χρείαν 2 w 5499
αὐτοὺς 2 w 5505
διδάσκοντες 1 w 5516
τῶν 17 w 5519
ὀνομάτων 2 w 5527
ἅμα 3 w 5531
δὲ 21 w 5533
οὐ 15 w 5535
ταράττοντες 1 w 5546
ὅταν 1 w 5551
τῷ 17 w 5553
μικρῷ 2 w 5558
τὸ 48 w 5560
μέγεθος 11 w 5567
ὑπάρχειν 2 w 5575
λέγωμεν 2 w 5582
ἄν 1 w 5585
τε 33 w 5587
γὰρ 12 w 5590
καὶ 76 w 5593
ἰδιώτης 1 w 5600
τις 4 w 5603
1 w 5604
καὶ 77 w 5607
ἀγύμναστος 1 w 5617
τῶν 18 w 5620
πρώτων 3 w 5626
μαθημάτων 1 w 5635
πᾶν 1 w 5639
μᾶλλον 4 w 5645
16 w 5646
τοῦτο 4 w 5651
προσήσεται 1 w 5661
ἂν 3 w 5664
δ 87 w 5665
2 w 5667
τι 36 w 5669
καὶ 78 w 5672
προμεμαθηκὼς 1 w 5684
εὕρηκεν 1 w 5692
οἶμαι 2 w 5698
μυριάκις 1 w 5707
παρὰ 1 w 5711
τοῖς 7 w 5715
Ἕλλησι 1 w 5721
γεγραμμένα 1 w 5731
μέγεθος 12 w 5738
καὶ 79 w 5741
μικρότητα 1 w 5750
καὶ 80 w 5754
συνείθισται 1 w 5765
τῷ 18 w 5767
μὲν 14 w 5770
μεγάλῳ 1 w 5776
μέγεθος 13 w 5783
ὑπάρχειν 3 w 5791
νοεῖν 1 w 5796
τῷ 19 w 5799
δὲ 22 w 5801
μικρῷ 3 w 5806
μικρότητα 2 w 5815
καί 3 w 5819
τινα 3 w 5823
οἶδά 1 w 5827
ποτε 1 w 5831
ἐξηγούμενόν 1 w 5842
μοι 2 w 5845
τὸ 49 w 5847
τοῦ 34 w 5850
Ἀρχιγένους 4 w 5860
περὶ 8 w 5864
τῶν 19 w 5867
σφυγμῶν 7 w 5874
βιβλίον 4 w 5881
ὑπολαβόντα 1 w 5892
μηδαμῶς 1 w 5899
ὑπάρχειν 4 w 5907
μέγεθος 14 w 5914
τῷ 20 w 5916
μικρῷ 4 w 5921
εἰ 7 w 5924
γὰρ 13 w 5927
δὴ 5 w 5929
τούτῳ 2 w 5934
τινι 1 w 5938
φησὶν 1 w 5944
11 w 5946
μικρότης 1 w 5954
ὑπάρξει 1 w 5961
καὶ 81 w 5965
ἀμφότερα 1 w 5973
τῷ 21 w 5975
αὐτῷ 4 w 5979
διασιωπήσαντος 1 w 5994
δέ 1 w 5996
μου 1 w 5999
ποσότητα 1 w 6008
μὲν 15 w 6011
ἔφησεν 2 w 6017
17 w 6019
πηλικότητα 1 w 6029
1 w 6031
τι 39 w 6033
τοιοῦτον 4 w 6041
ἄλλο 2 w 6045
δύνασθαι 1 w 6053
νοεῖν 2 w 6058
ὑπάρχειν 5 w 6066
τῷ 23 w 6068
μικρῷ 5 w 6073
μέγεθος 15 w 6081
δὲ 23 w 6083
οὐδαμῶς 1 w 6090
ταῦτ 4 w 6095
ἐγὼ 1 w 6099
μήτε 1 w 6103
διαβάλλειν 1 w 6113
ἔχων 1 w 6117
ὡς 4 w 6120
οὐκ 4 w 6123
ὀρθῶς 1 w 6128
εἰρημένα 1 w 6136
μήτε 2 w 6141
παρὰ 2 w 6145
καιρὸν 1 w 6151
ταράττειν 1 w 6160
βουλόμενος 1 w 6170
τοὺς 4 w 6174
πρῶτον 3 w 6180
μανθάνοντας 1 w 6191
ἐν 15 w 6194
τῷ 24 w 6196
διδάσκειν 1 w 6205
αὐτοὺς 3 w 6211
ὅτι 11 w 6215
τῶν 20 w 6218
ὁμωνύμων 1 w 6226
τε 39 w 6228
καὶ 82 w 6231
διχῶς 1 w 6236
λεγομένων 1 w 6245
τὸ 50 w 6247
μέγεθός 1 w 6254
ἐστιν 3 w 6259
ὀρθότερον 1 w 6269
ἐνόμισα 1 w 6276
λέγειν 3 w 6282
δεῖν 1 w 6286
κατὰ 18 w 6291
τὸ 51 w 6293
ποσὸν 4 w 6298
τῆς 7 w 6301
διαστολῆς 4 w 6310
συνίστασθαι 1 w 6321
πολλὰς 1 w 6327
διαφορὰς 5 w 6335
σφυγμῶν 8 w 6342
οὕτως 6 w 6348
γὰρ 14 w 6351
οἶδα 1 w 6355
τὴν 15 w 6358
μικρότητα 3 w 6367
δι 29 w 6369
ἔθους 1 w 6375
τοῖς 8 w 6379
Ἕλλησιν 1 w 6386
οὖσαν 2 w 6391
ὥς 1 w 6394
τι 42 w 6396
συμβεβηκὸς 1 w 6406
καὶ 83 w 6409
ἀχώριστον 1 w 6418
τῶν 21 w 6421
μικρῶν 1 w 6427
ὥστε 2 w 6432
που 1 w 6435
Πλάτων 1 w 6441
καὶ 84 w 6444
ἰδέας 1 w 6449
ἐποίει 1 w 6455
μεγέθους 5 w 6463
τε 42 w 6465
καὶ 85 w 6468
μικρότητος 4 w 6478
καὶ 86 w 6482
τῇ 2 w 6484
τούτων 7 w 6490
μεταλήψει 1 w 6499
τὸ 52 w 6501
μέγα 10 w 6505
καὶ 87 w 6508
τὸ 53 w 6510
μικρὸν 4 w 6516
ἐγέννα 1 w 6522
τῷ 25 w 6524
λόγῳ 3 w 6528
καὶ 88 w 6532
ταῦτα 4 w 6537
εἴ 10 w 6539
τις 5 w 6542
πάντα 1 w 6547
παρελθὼν 1 w 6555
συγχωρήσειε 1 w 6567
μεγέθους 6 w 6575
τι 44 w 6577
καὶ 89 w 6580
τοῖς 9 w 6584
μικροῖς 1 w 6591
ὑπάρχειν 6 w 6599
σφυγμοῖς 3 w 6607
κατὰ 19 w 6612
θάτερον 1 w 6619
τῶν 22 w 6622
κατὰ 20 w 6626
τὴν 16 w 6629
ὁμωνυμίαν 1 w 6638
σημαινομένων 1 w 6650
τὸ 54 w 6652
σπανιώτερον 1 w 6663
ἀλλὰ 4 w 6668
τοῖς 10 w 6672
γε 31 w 6674
μακροῖς 1 w 6681
καὶ 90 w 6684
βραχέσι 1 w 6691
καὶ 91 w 6694
πλατέσι 1 w 6701
καὶ 92 w 6704
στενοῖς 1 w 6711
καὶ 93 w 6714
ταπεινοῖς 1 w 6723
καὶ 94 w 6726
ὑψηλοῖς 1 w 6733
ἐκ 5 w 6735
ταὐτοῦ 1 w 6741
γένους 5 w 6747
οὖσι 1 w 6751
τῷ 26 w 6753
τε 46 w 6755
μεγάλῳ 2 w 6761
καὶ 95 w 6764
μικρῷ 6 w 6769
πῶς 2 w 6772
ἂν 4 w 6774
ὑπάρχειν 7 w 6782
λέγοιτο 1 w 6789
μέγεθος 16 w 6796
18 w 6798
μὲν 16 w 6801
γὰρ 15 w 6804
μακρὸς 1 w 6810
19 w 6811
κατὰ 21 w 6815
μῆκός 1 w 6820
ἐστιν 4 w 6825
ἐπιπλέον 1 w 6833
ηὐξημένος 1 w 6842
τῷ 27 w 6844
κατὰ 22 w 6848
φύσιν 1 w 6853
20 w 6855
δὲ 24 w 6857
πλατὺς 2 w 6863
21 w 6864
κατὰ 23 w 6868
πλάτος 1 w 6874
καὶ 96 w 6878
ὑψηλὸς 2 w 6884
22 w 6885
κατὰ 24 w 6889
βάθος 1 w 6894
οὐδεὶς 1 w 6901
αὐτῶν 3 w 6906
κατὰ 25 w 6910
τὰς 3 w 6913
τρεῖς 1 w 6918
διαστάσεις 1 w 6928
νοούμενος 1 w 6937
τῆς 8 w 6940
ἀρτηρίας 1 w 6948
ὧν 1 w 6951
οὐκ 5 w 6954
ἄνευ 1 w 6958
μέγεθος 17 w 6965
συνίσταται 2 w 6975
τὸ 55 w 6978
γὰρ 16 w 6981
κατὰ 26 w 6985
μίαν 2 w 6989
διάστασιν 1 w 6998
ποσὸν 5 w 7003
οὐ 20 w 7005
μέγεθος 18 w 7012
ἀλλὰ 5 w 7017
μῆκός 2 w 7022
ἐστι 7 w 7026
καὶ 97 w 7030
μακροὺς 1 w 7037
καὶ 98 w 7040
βραχεῖς 1 w 7047
κατὰ 27 w 7051
τοῦτό 1 w 7056
τινας 2 w 7061
λέγομεν 4 w 7068
οὐ 21 w 7071
μεγάλους 1 w 7079
οὐδὲ 6 w 7084
μικρούς 1 w 7091
οὐδὲ 7 w 7096
γὰρ 17 w 7099
γραμμὴν 1 w 7106
οὕτω 8 w 7110
ποτὲ 2 w 7114
καλοῦμεν 2 w 7122
ἀλλ 10 w 7126
ἤτοι 1 w 7131
μακρὰν 1 w 7137
ἤτοι 2 w 7142
βραχεῖαν 1 w 7150
ὅσα 1 w 7154
δὲ 27 w 7156
τριχῇ 1 w 7161
διέστηκε 1 w 7169
σώματα 1 w 7175
ταῦτα 5 w 7181
μόνα 1 w 7185
μεγάλα 1 w 7191
τε 47 w 7193
καὶ 99 w 7196
μικρὰ 1 w 7201
λέγεται 2 w 7208
αὐτὸς 1 w 7214
γοῦν 2 w 7218
23 w 7219
Ἀρχιγένης 2 w 7228
μέγεθος 19 w 7235
εἶναί 5 w 7240
φησι 4 w 7244
σφυγμοῦ 4 w 7251
τὸν 19 w 7254
ὄγκον 1 w 7259
τῆς 9 w 7262
ἐπαναστάσεως 1 w 7274
τῶν 24 w 7277
ἀρτηριῶν 1 w 7285
ὄγκος 1 w 7291
δὲ 28 w 7293
οὐχ 3 w 7296
ὑπάρχει 8 w 7303
γραμμῇ 1 w 7309
ἀλλὰ 6 w 7314
μόνοις 1 w 7320
τοῖς 11 w 7324
τριχῶς 1 w 7330
διεστῶσι 1 w 7338
φανερῶς 1 w 7346
γοῦν 3 w 7350
καὶ 100 w 7353
κατ 38 w 7356
ἐκεῖνον 1 w 7364
τοῦ 37 w 7367
κατὰ 28 w 7371
μέγεθος 20 w 7378
γένους 6 w 7384
ἐκπεπτώκασιν 1 w 7396
ἅπαντες 1 w 7403
οἱ 5 w 7405
κατὰ 29 w 7409
μίαν 3 w 7413
διάστασιν 2 w 7422
λεγόμενοι 1 w 7431
σφυγμοί 1 w 7438
18 w 7440
τοίνυν 4 w 7446
ἴδιον 1 w 7451
ἑξῆς 2 w 7455
ποιησάτω 1 w 7463
γένος 15 w 7468
ὥσπερ 4 w 7474
τῷ 28 w 7476
μεγάλῳ 3 w 7482
τε 49 w 7484
καὶ 101 w 7487
μικρῷ 7 w 7492
τὸ 58 w 7494
μέγεθος 21 w 7501
19 w 7503
μὴ 4 w 7505
ποιῶν 1 w 7510
ζητησάτω 1 w 7519
μὴ 5 w 7521
μεγάλου 4 w 7528
μόνον 3 w 7533
καὶ 102 w 7536
μικροῦ 2 w 7542
κοινὸν 8 w 7548
γένος 16 w 7553
ἀλλὰ 7 w 7558
καὶ 103 w 7561
μακροῦ 1 w 7567
καὶ 104 w 7570
βραχέος 1 w 7577
καὶ 105 w 7580
πλατέος 1 w 7587
καὶ 106 w 7590
στενοῦ 1 w 7596
καὶ 107 w 7599
ὑψηλοῦ 1 w 7605
καὶ 108 w 7608
ταπεινοῦ 1 w 7616
καὶ 109 w 7620
τῶν 25 w 7623
ἄλλων 1 w 7628
ἐν 17 w 7630
ἅπασιν 1 w 7636
αὐτοῖς 4 w 7642
συμμέτρων 1 w 7651
ἀλλ 13 w 7655
οὐδὲν 4 w 7661
ἕξει 1 w 7665
κατὰ 30 w 7669
πάντων 2 w 7675
κοινῇ 1 w 7680
κατηγορῆσαι 1 w 7691
πλὴν 1 w 7695
τοῦ 38 w 7698
ποσοῦ 2 w 7703
γίγνοιτο 1 w 7712
δ 120 w 7713
ἂν 5 w 7716
οὕτω 9 w 7720
καὶ 110 w 7723
12 w 7724
διδασκαλία 1 w 7734
πᾶσα 1 w 7738
σαφὴς 1 w 7743
καὶ 111 w 7746
διηρθρωμένη 1 w 7757
τίς 1 w 7761
γὰρ 18 w 7764
εἰς 1 w 7767
τοσοῦτον 1 w 7775
σκαιός 1 w 7781
ἐστιν 5 w 7786
ὡς 5 w 7789
μὴ 6 w 7791
συνιέναι 1 w 7799
τῶν 26 w 7802
οὑτωσὶ 2 w 7808
λεγομένων 2 w 7817
τὸ 59 w 7820
ποσὸν 6 w 7825
τῆς 10 w 7828
διαστολῆς 5 w 7837
τῶν 27 w 7840
ἀρτηριῶν 2 w 7848
ὅταν 2 w 7853
μὲν 17 w 7856
τὸ 60 w 7858
κατὰ 31 w 7862
μίαν 4 w 7866
διάστασιν 3 w 7875
ἡντιναοῦν 1 w 7884
δηλῶσαι 1 w 7891
βουληθῶμεν 1 w 7901
ὀνόμασι 2 w 7909
τοῖσδε 1 w 7915
χρώμεθα 2 w 7922
τὸν 20 w 7926
μὲν 18 w 7929
ὑπερβάλλοντα 2 w 7941
τὸ 62 w 7943
κατὰ 32 w 7947
φύσιν 2 w 7952
μῆκος 1 w 7957
μακρὸν 1 w 7963
τὸν 21 w 7967
δ 128 w 7968
ἐλλείποντα 2 w 7979
βραχὺν 1 w 7985
καλοῦμεν 3 w 7993
ὡσαύτως 1 w 8001
δὲ 30 w 8003
καὶ 112 w 8006
τὸν 22 w 8009
μὲν 19 w 8012
ὑπὲρ 3 w 8016
τὸ 65 w 8018
κατὰ 33 w 8022
φύσιν 3 w 8027
πλάτος 2 w 8033
πλατὺν 1 w 8039
τὸν 23 w 8043
δὲ 31 w 8045
ἐναντίον 1 w 8053
αὐτῷ 5 w 8057
στενὸν 1 w 8063
καὶ 113 w 8067
ὑψηλὸν 1 w 8073
αὖ 4 w 8075
καὶ 114 w 8078
ταπεινὸν 1 w 8086
ἀνάλογον 1 w 8094
τούτοις 1 w 8101
ἐν 19 w 8103
τῇ 3 w 8105
κατὰ 34 w 8109
βάθος 2 w 8114
διαστάσει 2 w 8123
τὸ 67 w 8126
δὲ 32 w 8128
κατὰ 35 w 8132
τὰς 4 w 8135
τρεῖς 2 w 8140
ἅμα 4 w 8143
διαστάσεις 2 w 8153
ποσὸν 7 w 8158
ὧδέ 1 w 8161
πως 3 w 8164
ὀνομάζομεν 1 w 8174
τὸν 24 w 8178
μὲν 20 w 8181
ἐπὶ 3 w 8184
πλεῖον 1 w 8190
τοῦ 39 w 8193
κατὰ 36 w 8197
φύσιν 4 w 8202
ηὐξημένον 1 w 8211
πάντῃ 1 w 8216
μέγαν 5 w 8221
τὸν 25 w 8225
δὲ 33 w 8227
πάντῃ 2 w 8232
μεμειωμένον 1 w 8243
μικρόν 1 w 8249
ὅστις 1 w 8255
δ 136 w 8256
ἂν 6 w 8259
φυλάττῃ 1 w 8266
πάντῃ 3 w 8271
τὸ 70 w 8273
κατὰ 37 w 8277
φύσιν 5 w 8282
μέτρον 1 w 8288
σύμμετρον 5 w 8298
τὸν 26 w 8301
τοιοῦτον 5 w 8309
καλοῦμεν 4 w 8317
ὅταν 3 w 8322
δὲ 34 w 8324
μὴ 7 w 8326
φυλάττωσι 1 w 8335
τὴν 17 w 8338
ἀναλογίαν 1 w 8347
αἱ 2 w 8349
τρεῖς 3 w 8354
διαστάσεις 3 w 8364
ἀλλά 1 w 8369
τις 7 w 8372
ἐξ 4 w 8374
αὐτῶν 4 w 8379
4 w 8380
τινες 1 w 8385
ἐλλίπωσιν 1 w 8394
20 w 8396
πλεονεκτήσωσι 1 w 8409
τέτταρες 1 w 8418
καὶ 115 w 8421
εἴκοσι 1 w 8427
διαφοραὶ 1 w 8435
σφυγμῶν 9 w 8442
γίγνονται 1 w 8451
ἃς 1 w 8454
ἡμεῖς 6 w 8459
ἐπὶ 4 w 8462
διαγράμματος 1 w 8474
ἐξεθέμεθα 1 w 8483
μετὰ 2 w 8487
τῶν 29 w 8490
προειρημένων 1 w 8502
τριῶν 1 w 8507
ἵνα 2 w 8511
δείξωμεν 1 w 8519
ἑπτὰ 1 w 8523
καὶ 116 w 8526
εἴκοσιν 1 w 8533
εἶναι 4 w 8538
τὰς 5 w 8541
πάσας 1 w 8546
τῶν 30 w 8549
κατὰ 38 w 8553
τὰς 6 w 8556
τρεῖς 4 w 8561
ἅμα 5 w 8564
διαστάσεις 4 w 8574
συνισταμένων 1 w 8586
σφυγμῶν 10 w 8593
διαφοράς 2 w 8601
τοῦτο 5 w 8607
γὰρ 19 w 8610
ἦν 2 w 8612
οἶμαι 3 w 8618
χρήσιμον 1 w 8627
τοῖς 13 w 8631
ἀρχομένοις 1 w 8641
μανθάνειν 1 w 8650
τὴν 18 w 8653
κατὰ 39 w 8657
τοὺς 6 w 8661
σφυγμοὺς 1 w 8669
θεωρίαν 1 w 8676
ἁπάντων 2 w 8684
γνῶναι 1 w 8690
τὸν 27 w 8693
ἀριθμὸν 1 w 8700
αὐτῶν 5 w 8705
καθ 6 w 8708
ἕκαστον 3 w 8716
γένος 17 w 8721
ὅπερ 2 w 8726
οἱ 6 w 8728
πρὸ 12 w 8731
ἡμῶν 2 w 8735
παραλελοίπασιν 1 w 8749
ἀλλὰ 8 w 8754
τοῖς 14 w 8758
μὲν 21 w 8761
ἄλλοις 1 w 8767
συγγνώμη 1 w 8775
τί 13 w 8778
γὰρ 20 w 8781
ἄν 3 w 8783
τις 8 w 8786
τοῖς 15 w 8790
τελέως 1 w 8796
καταπεπτωκόσι 1 w 8809
προσπαλαίοι 1 w 8820
τοῖς 16 w 8825
δὲ 35 w 8827
περὶ 9 w 8831
τὸν 28 w 8834
Ἀρχιγένην 1 w 8843
πῶς 3 w 8846
οὐκ 6 w 8849
ἂν 7 w 8851
ἐγκαλέσαιμεν 1 w 8863
εἰκότως 1 w 8870
οἷς 1 w 8874
δέον 1 w 8878
εἰς 2 w 8881
τὴν 19 w 8884
τῶν 32 w 8887
τοιούτων 1 w 8895
εὕρεσιν 1 w 8902
χρῆσθαι 1 w 8909
τῇ 4 w 8911
διαλεκτικῇ 1 w 8921
οἱ 7 w 8924
δ 147 w 8925
ἐν 20 w 8928
οἷς 2 w 8931
οὐ 27 w 8933
χρὴ 3 w 8936
παρεπιδείκνυνται 1 w 8952
κακῶς 2 w 8957
αὐτὴν 2 w 8962
ταράττοντες 2 w 8974
μόνον 4 w 8979
τοὺς 7 w 8983
μανθάνοντας 2 w 8994
διδάσκοντες 2 w 9006
δ 151 w 9007
οὐδέν 1 w 9013
ἄμεινον 1 w 9021
γὰρ 21 w 9024
ἦν 3 w 9026
ἔχοντάς 1 w 9033
γε 39 w 9035
διαιρετικὴν 1 w 9046
καὶ 117 w 9049
συνθετικὴν 1 w 9059
μέθοδον 1 w 9066
ἐξευρίσκειν 1 w 9078
μὲν 22 w 9081
αὐτῇ 1 w 9085
τὸ 74 w 9087
πλῆθος 1 w 9093
ἁπάντων 3 w 9100
τῶν 33 w 9103
ἐν 21 w 9105
τοῖς 17 w 9109
σφυγμοῖς 4 w 9117
διαφορῶν 6 w 9125
μὴ 8 w 9128
μέντοι 1 w 9134
παρεπιδείκνυσθαί 1 w 9150
γ 237 w 9151
ὀψιμαθῶς 1 w 9160
ἀλλὰ 9 w 9165
μηδὲ 1 w 9169
δηλοῦν 2 w 9175
αὐτὸ 5 w 9179
τοῦτο 6 w 9184
τοῖς 18 w 9188
εἰσαγομένοις 1 w 9200
ὥς 2 w 9203
ἐστί 3 w 9207
τις 9 w 9210
μέθοδος 1 w 9217
καθ 7 w 9220
ἣν 1 w 9223
συνέστη 2 w 9230
τὸ 76 w 9232
διάγραμμα 1 w 9241
τοῖς 19 w 9246
μὲν 23 w 9249
γὰρ 22 w 9252
μὴ 9 w 9254
μεμαθηκόσι 1 w 9264
τὰ 56 w 9266
παιδικὰ 1 w 9273
μαθήματα 1 w 9281
μάτην 1 w 9286
ἐρεῖς 1 w 9291
οἱ 8 w 9294
μεμαθηκότες 1 w 9305
δὲ 37 w 9307
καὶ 118 w 9310
πρὸ 13 w 9313
τοῦ 42 w 9316
σε 14 w 9318
μηνῦσαι 1 w 9325
γνωρίζωσιν 1 w 9335
ἐκ 8 w 9337
τῶν 34 w 9340
ἔργων 1 w 9345
τὴν 21 w 9348
μέθοδον 2 w 9355
τί 15 w 9358
δή 1 w 9360
ποτ 5 w 9363
οὖν 4 w 9367
οὐδεὶς 2 w 9373
αὐτῶν 6 w 9378
οὔτε 1 w 9382
τῇ 6 w 9384
διαιρετικῇ 1 w 9394
φαίνεται 1 w 9402
κεχρημένος 1 w 9412
μεθόδῳ 1 w 9418
πρὸς 12 w 9422
τὴν 22 w 9425
ἐξαρίθμησιν 1 w 9436
τοῦ 43 w 9439
καθ 8 w 9442
ἕκαστον 4 w 9450
γένος 18 w 9455
πλήθους 1 w 9462
οὔτε 2 w 9466
τῇ 7 w 9468
συνθετικῇ 1 w 9477
πρὸς 13 w 9481
τὴν 23 w 9484
τῶν 36 w 9487
πρώτων 4 w 9493
εὕρεσιν 2 w 9500
καίτοι 1 w 9507
διαλεκτικοῖς 1 w 9519
μόνοις 2 w 9525
ταύταις 2 w 9532
ἐστὶ 5 w 9536
χρῆσθαι 2 w 9543
μεθόδοις 1 w 9551
ποτὲ 3 w 9556
μὲν 24 w 9559
ἀπὸ 1 w 9562
τῶν 37 w 9565
ἀτόμων 1 w 9571
τε 58 w 9573
καὶ 119 w 9576
ἀπεράντων 1 w 9585
τὸ 77 w 9587
πλῆθος 2 w 9593
ἐπὶ 5 w 9596
τὸ 78 w 9598
ἓν 1 w 9600
ἐκεῖνο 2 w 9606
τὸ 79 w 9608
πρῶτον 4 w 9614
ἁπάντων 4 w 9621
γένος 19 w 9626
ἀνιόντα 1 w 9633
διὰ 3 w 9636
τῶν 38 w 9639
ἐν 22 w 9641
μέσῳ 1 w 9645
γενικῶν 1 w 9652
τε 59 w 9654
καὶ 120 w 9657
εἰδικῶν 1 w 9664
διαφορῶν 7 w 9672
ποτὲ 4 w 9677
δ 173 w 9678
ἀπ 6 w 9681
ἐκείνου 1 w 9689
πάλιν 5 w 9694
ἐπὶ 6 w 9697
τὸ 80 w 9699
ἄπειρον 1 w 9706
ἰόντα 1 w 9711
διὰ 4 w 9714
τῶν 39 w 9717
αὐτῶν 7 w 9722
τῶν 41 w 9725
ἐν 23 w 9727
μέσῳ 2 w 9731
ἀλλὰ 10 w 9736
τούτων 8 w 9742
οὐδεὶς 3 w 9748
ἐτόλμησεν 1 w 9757
οὐδεμιᾷ 1 w 9764
μεθόδῳ 2 w 9770
πιστώσασθαι 1 w 9781
τὸν 29 w 9784
ἀριθμὸν 2 w 9791
21 w 9793
τῶν 42 w 9796
πρώτων 5 w 9802
γενῶν 4 w 9807
22 w 9809
τῶν 43 w 9812
ἐκ 11 w 9814
τῆς 11 w 9817
τούτων 9 w 9823
τομῆς 1 w 9828
γινομένων 1 w 9837
διαφορῶν 8 w 9845
ἀλλ 18 w 9849
ἡμεῖς 7 w 9855
γε 42 w 9857
πεποιήκαμεν 1 w 9868
αὐτὸ 6 w 9872
καὶ 121 w 9876
ὡς 6 w 9878
ἂν 8 w 9880
ὁδῷ 1 w 9883
βαδίζοντες 1 w 9893
εὕρομεν 2 w 9900
τῶν 44 w 9903
ἑπτὰ 2 w 9907
καὶ 122 w 9910
εἴκοσι 3 w 9916
σφυγμῶν 11 w 9923
τῶν 45 w 9926
κατὰ 40 w 9930
τὰς 7 w 9933
τρεῖς 5 w 9938
διαστάσεις 5 w 9948
λεγομένων 3 w 9957
καὶ 123 w 9960
τῶν 46 w 9963
ἐννέα 1 w 9968
τῶν 47 w 9971
κατὰ 41 w 9975
μίαν 5 w 9979
ἓν 2 w 9981
κοινὸν 9 w 9987
γένος 20 w 9992
τὸ 83 w 9994
ποσὸν 8 w 9999
ἐν 25 w 10001
τῇ 8 w 10003
διαστολῇ 1 w 10011
τῆς 12 w 10014
ἀρτηρίας 2 w 10022
εἰ 14 w 10025
δὲ 38 w 10027
καὶ 124 w 10030
τὴν 24 w 10033
συστολὴν 1 w 10041
ἔνεστιν 1 w 10048
ἁφῇ 1 w 10051
γνωρίζειν 1 w 10060
γένοιτο 1 w 10068
ἂν 9 w 10070
οἶμαι 4 w 10076
κᾀν 2 w 10080
ταύτῃ 1 w 10085
τὸ 84 w 10087
ἴσον 1 w 10091
πλῆθος 3 w 10097
τῶν 48 w 10100
διαφορῶν 9 w 10108
ἀλλὰ 11 w 10113
περὶ 10 w 10117
μὲν 25 w 10120
τούτου 2 w 10126
ζητήσομεν 1 w 10135
ἐν 26 w 10137
τοῖς 20 w 10141
περὶ 11 w 10145
διαγνώσεως 1 w 10155